'κατάστασις' - search in All Authors, Showing 1 to 28 of 28 hits

1Agatho papa, Epistolae, 87, 1166C
Ἵνα δὲ τῇ θεοσυστάτῳ [θεοδιδάκτῳ] ὑμῶν εὐσεβείᾳ, τί περιέχει ἡ δύναμις τῆς ἀποστολικῆς ἡμῶν πίστεως, διὰ βραχέων δηλοποιήσωμεν, ἣν καὶ παρελάβομεν διὰ τῆς ἀποστολικῆς παραδόσεως παρὰ τῶν ἀποστολικῶν ἀρχιερέων, καὶ τῶν ἁγίων πέντε οἰκουμενικῶν συνόδων, δι' ὧν οἱ θεμέλιοι τῆς καθολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἐστερεώθησαν, καὶ ἐσταθερώθησαν, αὕτη τοιγαροῦν ἐστιν ἡ κατάστασις τῆς εὐαγγελικῆς, καὶ ἀποστολικῆς ἡμῶν πίστεως, ἵνα ὁμολογοῦντες τὴν ἁγίαν καὶ ἀχώριστον Τριάδα, τουτέστι τὸν Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ἅγιον, μιᾶς εἶναι θεότητος, μιᾶς φύσεως καὶ οὐσίας, ἑνὸς αὐτὴν κηρύττωμεν καὶ φυσικοῦ θελήματος, δυνάμεως, ἐνεργείας, δεσποτείας, μεγαλειότητος, ἐξουσίας, καὶ δόξης.
2Aristoteles, Athenaion Politeia, p2, 41, 2; 11 (auctor 384BC-322BC)
ὀγδόη δ' ἡ τῶν τετρακοσίων κατάστασις, καὶ ἡ μετὰ ταύτην, ἐνάτη δέ, ἡ δημοκρατία πάλιν.
3Aristoteles, Athenaion Politeia, p2, 42, 1; 1 (auctor 384BC-322BC)
ἔχει δ' ἡ νῦν κατάστασις τῆς πολιτείας τόνδε τὸν τρόπον.
4Aristoteles, De incessu animalium, 8, 6; 9 (auctor 384BC-322BC)
Προβαίνει δ' ἀφ' ἑκατέρου τῶν μερῶν ἐναλλὰξ πορευόμενον· οὕτω γὰρ εἰς ταὐτὸ τῷ ἐξ ἀρχῆς σχήματι γίνεται ἡ κατάστασις.
5Aristoteles, Magna moralia, 2, 7, 16; 47 (auctor 384BC-322BC)
ἐπεὶ γὰρ καὶ φύσεις τῶν ζῴων εἰσὶν διάφοροι, οἷον καὶ φαύλη καὶ σπουδαία, οἷον ἡ μὲν ἀνθρώπου σπουδαία ἡ δὲ λύκου ἤ τινος ἄλλου θηρίου φαύλη, ὁμοίως δ' ἑτέρα φύσις ἵππου καὶ ἀνθρώπου καὶ ὄνου καὶ κυνός, ἡ δὲ ἡδονή ἐστι κατάστασις ἐκ τοῦ παρὰ φύσιν εἰς φύσιν ἑκάστῳ τὴν αὑτοῦ ὥστε τοῦτ' ἂν εἴη ἴδιον, τῇ γε φαύλῃ φύσει ἡ φαύλη ἡδονή.
6Aristoteles, Politica, 4; 76 (auctor 384BC-322BC)
ὥστ' εἴπερ ἐστὶ δημοκρατία μία τῶν πολιτειῶν, φανερὸν ὡς ἡ τοιαύτη κατάστασις, ἐν ᾗ ψηφίσμασι πάντα διοικεῖται, οὐδὲ δημοκρατία κυρίως· οὐθὲν γὰρ ἐνδέχεται ψήφισμα εἶναι καθόλου.
7Aristoteles, Rhetorica, 2, 3, 2; 2 (auctor 384BC-322BC)
ἔστω δὴ πράϋνσις κατάστασις καὶ ἠρέμησις ὀργῆς.
8Coelestinus I, Epistolae et decreta, 50, 0496C
Ἀμέλει ἐνταῦθα αὐτοῦ ἡ κατάστασις ἀνεκαινίσθη, καὶ ἐν τούτῳ τῷ θρόνῳ εὗρε κοινωνίας ἀνάπαυσιν, ἀφ' οὗ ἀεὶ τοῖς καθολικοῖς γεννᾶται βοήθεια.
9Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0065B (auctor c.470–c.544)
Ἐπίσκοπον μὴ χειροτονεῖσθαι δίχα συνόδου καὶ παρουσίας τοῦ ἐν τῇ μητροπόλει τῆς ἐπαρχίας, τούτου δὲ παρόντος ἐξάπαντος, βέλτιον μὲν συνεῖναι αὐτῷ πάντας τοὺς ἐν τῇ ἐπαρχίᾳ συλλειτουργοὺς, καὶ προσήκει δι' ἐπιστολῆς τὸν ἐν τῇ μητροπόλει συγκαλεῖν· καὶ εἰ μὲν ἀπαντοῖεν οἱ πάντες, βέλτιον· εἰ δὲ δυσχερὲς εἴη τοῦτο, τοὺς γε πλείους ἐξάπαντος παρεῖναι δεῖ, ἢ διὰ γραμμάτων ὁμοψήφους γενέσθαι, καὶ οὕτως μετὰ τῆς τῶν πλειόνων ἤτοι παρουσίας ἢ ψήφου γίνεσθαι τὴν κατάστασιν· εἰ δὲ ἄλλως παρὰ τὰ ὡρισμένα γίγνοιτο, μηδὲν ἰσχύειν τὴν χειροτονίαν· εἰ δὲ κατὰ τὸν ὡρισμένον κανόνα γίγνοιτο ἡ κατάστασις, ἀντιλέγοιεν δέ τινες δι' οἰκείαν φιλονεικίαν, κρατεῖν τὴν πλειόνων ψῆφον.
10Desiderius Erasmus, Adagia, Chiliades, 1, 44; 2 (opus 1508)
Hemistichion proverbiale quod refertur a Theophrasto libro De plantis octavo: Πρός αὔξησιν δέ καί τροφήν μέγιστα μέν ἡ τοῦ ἀέρος κρᾶσις συμβάλλεται καί ὅλως ἡ τοῦ ἔτους κατάστασις.
11Flauius Sosipater Charisius, Ars, p. 55, l. 20 (auctor c.362)
quae autem per us exeunt et genetiuum similem nominatiuo habent et sunt quarti ordinis, haec infra ostenduntur, quibus exceptis reliqua per i proferentur, uelut hic acus ῥαφίς acus, hic artus τὰμέλη artus; sed singulari numero artus τὸμέλος non dicimus: aduentus παρουσία aduentus, accentus προσῳδία accentus, arcus τόξον ψαλίς arcus, aestus καῦμα aestus, caestus μύρμηξ πύκτου caestus, casus πτῶσις casus, contextus συνάφεια contextus, colus ἠ λακάτη colus, commeatus * commeatus, currus ὄχημα currus, cultus τιμή cultus, domus οἰκία domus, ductus ἀγωγός ductus, fructus καρπὸς κρεμάμενος fructus, fetus γέννημα fetus, gradus βαθμός gradus, habitus σχῆμα habitus, ictus πληγή ictus, iactus βολή iactus, impetus ὁρμή impetus, lacus λίμνη κρήνη lacus, manus χείρ manus, magistratus ἀρχή magistratus, nutus νεῦμα nutus, occasus δύσις occasus, obtutus * ὀφθαλμῶν obtutus, partus τοκετός partus, passus βῆμα ἀνδρός passus, portus λιμήν portus, porticus στοά porticus, principatus πρωτία principatus, prospectus ἄποψις prospectus, quaestus, quercus δρῦς quercus, risus μειδίαμα risus, ritus ἔθος ritus, saltus νάπη saltus, senatus σύγκλητος senatus, sexus * sexus, sinus κόλπος sinus, situs θέσις χωρογραφία situs, status κατάστασις status, sumptus δαπάνη sumptus, tractus ἕλκυσμα tractus, tribus φυλή tribus, uersus στίχος uersus, uictus τροφή uictus, uultus εἶδος χαρακτήρ πρόσωπον uultus.
12Flauius Sosipater Charisius, Ars, p. 452, l. 57 (auctor c.362)
status κατάστασις.
13Gregorius I, Dialogi, 77, 0171B (auctor 540-604)
Καθὼς δὲ ἔθος τοῖς κόλαξιν ὑπάρχει, διὰ τῆς οἰκείας γλώττης τοῦ ἀκροωμένου αὐτοῖς τὴν ψυχὴν ἐπισπωμένους φονεύειν, κατ' ἐκεῖνον τὸν καιρὸν οἱ κληρικοὶ τούτου τοῦ ἀποστολικοῦ θρόνου τῷ προέδρῳ ἀργολογοῦντες, ἔλεγον· Τίς ἐστιν ὁ ἄγροικος ἄνθρωπος οὗτος, ὅς τε τὴν τῆς κηρύξεως αὐθεντίαν ἑαυτῷ ἐπισπᾶται, καὶ τὴν διακονίαν τῆς ὑμετέρας, δέσποτα, παναγιστίας εἰς ἑαυτὸν μετατέθεικεν, αὐτομολῶν ἀμαθέστατος; Πεμφθήτω οὖν, εἰ δοκεῖ ὑμῖν, ὅς τις αὐτὸν ἐνταῦθα ὀφείλει ἀγαγεῖν, ἵνα γνῷ τίς ἡ ἐκκλησιαστικὴ κατάστασις ὑπάρχει.
14Gregorius I, Dialogi, 77, 0314B (auctor 540-604)
Παρεικάσωμεν τοίνυν, ἐὰν Βούλει, μετὰ ταύτης τῆς ἡμετέρας ἀμαθοῦς εἰδήσεως τὴν ἐκείνου πεπαιδευμένην ἀγνωσίαν, ποῦ αὕτη ἡ ἡμετέρα κεῖται, καὶ ποῦ ἡ ἐκείνου κατάστασις ὑπέρκειται.
15Herodotus, Historiae, 2, 173, 4; 7 (auctor c.484BC-425BC)
οὕτω δὲ καὶ ἀνθρώπου κατάστασις· εἰ ἐθέλοι κατεσπουδάσθαι αἰεὶ μηδὲ ἐς παιγνίην τὸ μέρος ἑωυτὸν ἀνιέναι, λάθοι ἂν ἤτοι μανεὶς ἢ ὅ γε ἀπόπληκτος γενόμενος· τὰ ἐγὼ ἐπιστάμενος μέρος ἑκατέρῳ νέμω.
16Herodotus, Historiae, 5, 92, 1; 6 (auctor c.484BC-425BC)
Κορινθίοισι γὰρ ἦν πόλιος κατάστασις τοιήδε· ἦν ὀλιγαρχίη, καὶ οὗτοι Βακχιάδαι καλεόμενοι ἔνεμον τὴν πόλιν, ἐδίδοσαν δὲ καὶ ἤγοντο ἐξ ἀλλήλων.
17Iulius I, Monumenta genuina, 8, 0899A
εἰ γὰρ νομίμη ἦν ἡ κατάστασις, οὐκ ἂν διὰ παρανομίας ἠνάγκαζε πείθεσθαι τοὺς νομίμως ἀπειθοῦντας αὐτῷ.
18Iustinianus I Augustus, Adversus Origenem, 69, 0223B (auctor c.482–565)
Καὶ ὅτι ἐξ ἀγγελικῆς μὲν καταστάσεως ψυχικὴ γίνεται κατάστασις, ἐκ δὲ τῆς ψυχικῆς δαιμονιώδης τε καὶ ἀνθρωπινη.
19Leo II, Epistolae, 96, 0394B
Οὐκοῦν ἀνδρίζου, καὶ ἴσχυε, καὶ τὴν τοῦ λόγου ῥομφαίαν περίζωσαι· καὶ θείῳ ζήλῳ ταύτην παράθηξον, καὶ στῆθι ἑδραῖος τῆς εὐσεβείας ὑπέρμαχος, καὶ πᾶσαν αἱρετικὴν ἀκοὴν καὶ εἰσήγησιν ἐκτεμεῖν προθυμήθητι, καθὰ καὶ Πέτρος, τὸ πρότερον τὸ τῆς Ἰουδαϊκῆς ἀκροάσεως αἰσθητήριον τῇ μαχαίρᾳ πατάξας ἀφείλετο, τῆς νομικῆς τε καὶ ἀνδραποδώδους συναγωγὴς προδιαγράφων τὴν κώφευσιν· ἀνάτεινον τὴν ἀξίνην τοῦ Πνεύματος, καὶ πᾶν δένδρον καρπὸν ἐκφύον αἱρέσεως ἢ κατηχήσεσι μεταφύτευσον, ἢ κανονικαῖς ἐπιτιμήσεσιν ἔκκοψον, καὶ εἰς τὸ πῦρ τῇ μελλούσης γεεννης παράπεμψον, ἵνα πάντοθεν τῶν τὴν πίστιν λυμαινομένων ἐκτεμνομένων, ἐῤῥωμένον ᾖ καὶ ὁλόκληρον τῆς Ἐκκλησίας τὸ σῶμα, τῇ εἰρήνῃ τοῦ Πνεύματος συσφιγγόμενόν τε καὶ συναρμολογούμενον· ἧς ἀκλονήτου μενούσης κλονεῖται μὲν τῶν δυσμενῶν ἡ στάσις τε καὶ ἀντίστασις, ἐρείδεται δὲ τῇ πέτρᾳ τῆς πίστεως ὁ θρόνος τῆς ἡμῶν γαληνότητος, ἰθύνεται δὲ πρὸς τὸ συμφέρον τοῦ ἡμετέρου κράτους τὰ βουλεύματα καὶ κινήματα, τῆς ὅλης δὲ πολιτείας Ῥωμαϊκῆς ἡ κατάστασις συγγαληνιᾷ τῇ γαλήνῃ τῆς πίστεως.
20Markos monachos, Florilegium et opuscula, Florilegium, 16; 1 (auctor fl.1260)
Ταῦτά εἰσι τοῦ ἀληθῶς μετανοοῦντος τὰ γνωρίσματα· ἄτυφος κατάστασις, ἀπέρπερος γλῶσσα, ὀφθαλμοὶ γαληνοὶ καὶ ἀμετεώριστοι, διάνοια μελετῶσα μόνα τὰ ἑαυτῆς καὶ πῶς ἀπολογήσεται ἐν τῇ ὥρᾳ τῇ φρικτῇ τῆς ἐξόδου αὐτῆς, ἥτις ἀκολούθως ἕπεται καρδίᾳ συντετριμμένῃ καὶ τεταπεινωμένῃ {Ps 50,19}, ἣν οἱ κτησάμενοι, οὗτοι συγχώρησιν πάντων ὧν ἔπραξαν ἀπεντεῦθεν ἔλαβον.
21Plato, Leges, 1e, 756; 2 (auctor c.425BC-347BC)
ἱππάρχων δὴ κατάστασις ἂν ἡμῖν ἔτι λοιπὴ γίγνοιτο.
22Plato, Leges, 1g, 832; 11 (auctor c.425BC-347BC)
τὸ δὲ τῆς νῦν πολιτείας, ἣν νομοθετούμενοι λέγομεν, ἐκπέφευγεν ἀμφότερα· σχολήν τε γὰρ ἄγει που μεγίστην, ἐλεύθεροί τε ἀπ' ἀλλήλων εἰσί, φιλοχρήματοι δὲ ἥκιστ' ἄν, οἶμαι, γίγνοιντ' ἂν ἐκ τούτων τῶν νόμων, ὥστ' εἰκότως ἅμα καὶ κατὰ λόγον ἡ τοιαύτη κατάστασις πολιτείας μόνη δέξαιτ' ἂν τῶν νῦν τὴν διαπερανθεῖσαν παιδείαν τε ἅμα καὶ παιδιὰν πολεμικήν, ἀποτελεσθεῖσαν ὀρθῶς τῷ λόγῳ.
23Plato, Respublica, 1b, 414; 2 (auctor c.425BC-347BC)
τοιαύτη τις, ἦν δ' ἐγώ, δοκεῖ μοι, ὦ Γλαύκων, ἡ ἐκλογὴ εἶναι καὶ κατάστασις τῶν ἀρχόντων τε καὶ φυλάκων, ὡς ἐν τύπῳ, μὴ δι' ἀκριβείας, εἰρῆσθαι.
24Plato, Respublica, 1g, 551; 9 (auctor c.425BC-347BC)
ἡ μὲν δὴ κατάστασις ὡς ἔπος εἰπεῖν αὕτη.
25Plato, Respublica, 1g, 557; 3 (auctor c.425BC-347BC)
ἔστι γάρ, ἔφη, αὕτη ἡ κατάστασις δημοκρατίας, ἐάντε καὶ δι' ὅπλων γένηται ἐάντε καὶ διὰ φόβον ὑπεξελθόντων τῶν ἑτέρων.
26Plotinus, Enneades, 1, 4, 12; 1 (auctor c.205-270)
Τὸ δὲ ἡδὺ τῷ βίῳ τῷ τοιούτῳ ὅταν ἀπαιτῶσιν, οὐ τὰς τῶν ἀκολάστων οὐδὲ τὰς τοῦ σώματος ἡδονὰς ἀξιώσουσι παρεῖναι – αὗται γὰρ ἀδύνατοι παρεῖναι καὶ τὸ εὐδαιμονεῖν ἀφανιοῦσιν – οὐδὲ μὴν τὰς περιχαρίας – διὰ τί γάρ; – ἀλλὰ τὰς συνούσας παρουσίαι ἀγαθῶν οὐκ ἐν κινήσεσιν οὔσας, οὐδὲ γινομένας τοίνυν· ἤδη γὰρ τὰ ἀγαθὰ πάρεστι, καὶ αὐτὸς αὑτῷ πάρεστι· καὶ ἕστηκε τὸ ἡδὺ καὶ τὸ ἵλεων τοῦτο· ἵλεως δὲ ὁ σπουδαῖος ἀεὶ καὶ κατάστασις ἥσυχος καὶ ἀγαπητὴ ἡ διάθεσις ἣν οὐδὲν τῶν λεγομένων κακῶν παρακινεῖ, εἴπερ σπουδαῖος.
27Plotinus, Enneades, 3, 7, 5; 2 (auctor c.205-270)
Εἰ οὖν τὸ οὕτως ἔχον αἰώνιον καὶ ἀεὶ ὄν, τὸ μὴ ἀποκλῖνον εἰς ἑτέραν φύσιν κατὰ μηδὲν, ζωὴν ἔχον, ἣν ἔχει πᾶσαν ἤδη, οὐ προσλαβὸν οὐδὲ προσλαμβάνον ἢ προσληψόμενον, εἴη ἂν ἀίδιον μὲν τὸ οὕτως ἔχον, ἀιδιότης δὲ ἡ τοιαύτη κατάστασις τοῦ ὑποκειμένου ἐξ αὐτοῦ οὖσα καὶ ἐν αὐτῷ, αἰὼν δὲ τὸ ὑποκείμενον μετὰ τῆς τοιαύτης καταστάσεως ἐμφαινομένης.
28Plotinus, Enneades, 6, 7, 13; 3 (auctor c.205-270)
Ἀπὸ τίνος δέ φαμεν ἂν καὶ πάντως ἐπὶ τί ὡς ἔσχατον; Τὸ δὲ μεταξὺ πᾶν ἆρα ὥσπερ γραμμή, ἢ ὥσπερ ἕτερον σῶμα ὁμοιομερές τι καὶ ἀποίκιλον; Ἀλλὰ τί τὸ σεμνόν; Εἰ γὰρ μηδεμίαν ἔχει ἐξαλλαγὴν μηδέ τις ἐξεγείρει αὐτὸ εἰς τὸ ζῆν ἑτερότης, οὐδ᾽ ἂν ἐνέργεια εἴη· οὐδὲν γὰρ ἂν ἡ τοιαύτη κατάστασις μὴ ἐνεργείας διαφέροι.