'κατηγορία' - search in All Authors, Showing 1 to 25 of 25 hits

1Aristoteles Boetius, In librum De interpretatione Aristotelis Maior, 64, 0487D (auctor 480-525)
Nam si κατηγορία praedicamentum est, cur non quoque κατηγορικαί propositiones praedicativae dicantur?
2Aristoteles, Analytica posteriora, 2, II 13; 17 (auctor 384BC-322BC)
Ὑποκείσθω γάρ καί τοῦτο, ἡ οὐσία ἡ ἑκάστου εἶναι ἡ ἐπί ταῖς ἀτόμοις ἔσχατος τοιαύτη κατηγορία.
3Aristoteles, Analytica priora, 1, I 28; 13 (auctor 384BC-322BC)
Εἰ δέ τῷ Η τό Β ταὐτόν, ἀντεστραμμένος ἔσται συλλογισμός· τό μέν γάρ Η τῷ Α ὑπάρξει παντί (τό γάρ Β τῷ Α), τό δέ Ε τῷ Β (ταὐτό γάρ ἦν τῷ Η)· τό δέ Α τῷ Ε παντί μέν οὐκ ἀνάγκη ὑπάρχειν, τινί δ᾿ ἀνάγκη διά τό ἀντιστρέφειν τῇ καθόλου κατηγορίᾳ τήν κατά μέρος.
4Aristoteles, Analytica priora, 2, II 5; 1 (auctor 384BC-322BC)
Τό δέ κύκλῳ καί ἐξ ἀλλήλων δείκνυσθαί ἐστι τό διά τοῦ συμπεράσματος καί τοῦ ἀνάπαλιν τῇ κατηγορίᾳ τήν ἑτέραν λαβόντα πρότασιν συμπεράνασθαι τήν λοιπήν, ἣν ἐλάμβανεν ἐν θατέρῳ συλλογισμῷ.
5Aristoteles, Categoriae, 5; 40 (auctor 384BC-322BC)
Ἀπὸ μὲν γὰρ τῆς πρώτης οὐσίας οὐδεμία ἐστὶ κατηγορία· κατ᾿ οὐδενὸς γὰρ ὑποκειμένου λέγεται· τῶν δὲ δευτέρων οὐσιῶν τὸ μὲν εἶδος κατὰ τοῦ ἀτόμου κατηγορεῖται, τὸ δὲ γένος καὶ.
6Aristoteles, De arte poetica, 26; 9 (auctor 384BC-322BC)
Πρῶτον μέν οὐ τῆς ποιητικῆς ἡ κατηγορία ἀλλά τῆς ὑποκριτικῆς, ἐπεί ἔστι περιεργάζεσθαι τοῖς σημείοις καί ῥαψῳδοῦντα, ὅπερ ἐποίει Σωσίστρατος, καί διᾴδοντα, ὅπερ ἐποίει Μνασίθεος Ὀπούντιος.
7Aristoteles, De generatione et corruptione, 1, 3, 12; 30 (auctor 384BC-322BC)
Ἕνα μὲν οὖν τρόπον τούτῳ διοίσει τὸ ἁπλῶς τι γίνεσθαι καὶ φθείρεσθαι τοῦ μὴ ἁπλῶς, ἄλλον δὲ τῇ ὕλῃ ὁποία τις ἂν ᾖ· ἧς μὲν γὰρ μᾶλλον αἱ διαφοραὶ τόδε τι σημαίνουσι, μᾶλλον οὐσία, ἧς δὲ στέρησιν, μὴ ὄν, οἷον τὸ μὲν θερμὸν κατηγορία τις καὶ εἶδος, ἡ δὲ ψυχρότης στέρησις, διαφέρουσι δὲ γῆ καὶ πῦρ καὶ ταύταις ταῖς διαφοραῖς.
8Aristoteles, Metaphysica, 4, 2; 15 (auctor 384BC-322BC)
ἐπεὶ δὲ πάντα πρὸς τὸ πρῶτον ἀναφέρεται, οἷον ὅσα ἓν λέγεται πρὸς τὸ πρῶτον ἕν, ὡσαύτως φατέον καὶ περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ τῶν ἐναντίων ἔχειν· ὥστε διελόμενον ποσαχῶς λέγεται ἕκαστον, οὕτως ἀποδοτέον πρὸς τὸ πρῶτον ἐν ἑκάστῃ κατηγορίᾳ πῶς πρὸς ἐκεῖνο λέγεται· τὰ μὲν γὰρ τῷ ἔχειν ἐκεῖνο τὰ δὲ τῷ ποιεῖν τὰ δὲ κατ' ἄλλους λεχθήσεται τοιούτους τρόπους.
9Aristoteles, Metaphysica, 7, 1; 4 (auctor 384BC-322BC)
ταῦτα δὲ μᾶλλον φαίνεται ὄντα, διότι ἔστι τι τὸ ὑποκείμενον αὐτοῖς ὡρισμένον (τοῦτο δ' ἐστὶν ἡ οὐσία καὶ τὸ καθ' ἕκαστον) , ὅπερ ἐμφαίνεται ἐν τῇ κατηγορίᾳ τῇ τοιαύτῃ· τὸ ἀγαθὸν γὰρ ἢ τὸ καθήμενον οὐκ ἄνευ τούτου λέγεται.
10Aristoteles, Metaphysica, 11, 9; 2 (auctor 384BC-322BC)
οὐκ ἔστι δέ τις κίνησις παρὰ τὰ πράγματα· μεταβάλλει γὰρ ἀεὶ κατὰ τὰς τοῦ ὄντος κατηγορίας, κοινὸν δ' ἐπὶ τούτων οὐδέν ἐστιν ὃ οὐδ' ἐν μιᾷ κατηγορίᾳ.
11Aristoteles, Metaphysica, 14, 2; 18 (auctor 384BC-322BC)
καίτοι χρῶνται καὶ λέγουσι μέγα μικρόν, πολὺ ὀλίγον, ἐξ ὧν οἱ ἀριθμοί, μακρὸν βραχύ, ἐξ ὧν τὸ μῆκος, πλατὺ στενόν, ἐξ ὧν τὸ ἐπίπεδον, βαθὺ ταπεινόν, ἐξ ὧν οἱ ὄγκοι· καὶ ἔτι δὴ πλείω εἴδη λέγουσι τοῦ πρός τι· τούτοις δὴ τί αἴτιον τοῦ πολλὰ εἶναι· ἀνάγκη μὲν οὖν, ὥσπερ λέγομεν, ὑποθεῖναι τὸ δυνάμει ὂν ἑκάστῳ (τοῦτο δὲ προσαπεφήνατο ὁ ταῦτα λέγων, τί τὸ δυνάμει τόδε καὶ οὐσία, μὴ ὂν δὲ καθ' αὑτό, ὅτι τὸ πρός τι, ὥσπερ εἰ εἶπε τὸ ποιόν, ὃ οὔτε δυνάμει ἐστὶ τὸ ἓν ἢ τὸ ὂν οὔτε ἀπόφασις τοῦ ἑνὸς οὐδὲ τοῦ ὄντος ἀλλ' ἕν τι τῶν ὄντων) , πολύ τε μᾶλλον, ὥσπερ ἐλέχθη, εἰ ἐζήτει πῶς πολλὰ τὰ ὄντα, μὴ τὰ ἐν τῇ αὐτῇ κατηγορίᾳ ζητεῖν, πῶς πολλαὶ οὐσίαι ἢ πολλὰ ποιά, ἀλλὰ πῶς πολλὰ τὰ ὄντα· τὰ μὲν γὰρ οὐσίαι τὰ δὲ πάθη τὰ δὲ πρός τι.
12Aristoteles, Metaphysica, 14, 6; 15 (auctor 384BC-322BC)
διὸ καὶ ἔοικε συμπτώμασιν· ἔστι γὰρ συμβεβηκότα μέν, ἀλλ' οἰκεῖα ἀλλήλοις πάντα, ἓν δὲ τῷ ἀνάλογον· ἐν ἑκάστῃ γὰρ τοῦ ὄντος κατηγορίᾳ ἐστὶ τὸ ἀνάλογον, ὡς εὐθὺ ἐν μήκει οὕτως ἐν πλάτει τὸ ὁμαλόν, ἴσως ἐν ἀριθμῷ τὸ περιττόν, ἐν δὲ χροιᾷ τὸ λευκόν.
13Aristoteles, Rhetorica, 1, 3, 3; 6 (auctor 384BC-322BC)
δίκης δὲ τὸ μὲν κατηγορία, τὸ δ' ἀπολογία· τούτων γὰρ ὁποτερονοῦν ποιεῖν ἀνάγκη τοὺς ἀμφισβητοῦντας.
14Aristoteles, Rhetorica, 3, 13, 3; 6 (auctor 384BC-322BC)
καὶ γὰρ ἡ κατηγορία καὶ ἡ ἀπολογία πολλάκις, ἀλλ' οὐχ ἡ συμβουλή· ἀλλ' ὁ ἐπίλογος ἔτι οὐδὲ δικανικοῦ παντός, οἷον ἐὰν μικρὸς ὁ λόγος ἢ τὸ πρᾶγμα εὐμνημόνευτον· συμβαίνει γὰρ τοῦ μήκους ἀφαιρεῖσθαι.
15Aristoteles, Topica, 2, II 2; 4 (auctor 384BC-322BC)
Ἀπ᾿ οὐδενός γάρ γένους παρωνύμως ἡ κατηγορία κατά τοῦ εἴδους λέγεται, ἀλλά πάντα συνωνύμως τά γένη τῶν εἰδῶν κατηγορεῖται· καί γάρ τοὔνομα καί τόν λόγον ἐπιδέχεται τῶν γενῶν τά εἴδη.
16Aristoteles, Topica, 6, VI 3; 23 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί ἐπί τῆς ἐπιθυμίας· οὐ γάρ κατά τῆς ὀρέξεως τό ἡδέος εἶναι κατηγορεῖται, ἀλλά κατά τοῦ σύμπαντος, ὥστε ἅπαξ καί ἐνταῦθα ἡ κατηγορία γίνεται.
17Biblia, Novum testamentum graece, Tit, 1; 6
εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.
18Constantinus I, Epistolae, 8, 0555C (auctor c.272–337)
Ἀλλὰ γὰρ τίς ἡ κατηγορία αὓτη; τίς δὲ ἡ μετάβασις καὶ ποικιλία τοῦ πράγματος; ὡς νῦν εἰς ἕτερον πρόσωπον τὴν κατηγορίαν τοῦ ἐγκλήματος τούτου μετάγειν, ὅπερ δηλονότι πρᾶγμα, αὐτοῦ τοῦ φωτός ἐστιν ὡς εἰπεῖν τηλαυγέστερον, ὅτι τῇ σῇ συνέσει ἐπιβουλεῦσαι ἐσπούδαζον; μετὰ δὲ ταῦτα, τίς ἂν ἐκείνοις τοῖς ἀνθρωποις τοσαῦτα εἰς βλάβην ἀναπλασαμένοις, ἀκολουθῆσαι ἐθελήσειεν; ὅταν μάλιστα αὐτοὶ ἑαυτοὺς εἰς ὄλεθρον ἄγωσι, καὶ συνορῶσιν ὅτι πεπλασμένων καὶ ψευδῶν πραγμάτων εἰσὶ κατήγοροι, ὡς ἔφην τοίνυν, τίς ἂν ἐκείνοις ἐξακολουθήσιε, καί εἰς τὴν ὁδόν τῆς ἀπωλείας, τρήνης ἀπέλθοι; εἰς ἐκείνην δηλαδὴ εἰς ἣν ἐκεῖνοι μόνοι τὴν ἐλπίδα τῆς σωτηρίας καὶ τῆς ἐπικουρίας ἒχειν οἴονται.
19Desiderius Erasmus, Adagia, Chiliades, 1, 104; 4 (opus 1508)
Idem in Apologia: Δέδοικα μή πρός τῆ ἐπιφερομένῃ κατηγορίᾳ κολακείας αἰτίαν προσλαβών κᾆτα ἑυρίσκωμαι ἥλῳ, φασίν, ἐκκρούων τόν ἧλον, τῷ μείζονι τόν σμικρότερον, id est Vereor ne, si ad intentatum crimen etiam adulationis accusationem adiunxero, clavum, quod aiunt, clavi pellere videar, maiore minorem.
20Plato, Apologia, p1, 19; 4 (auctor c.425BC-347BC)
ἀναλάβωμεν οὖν ἐξ ἀρχῆς τίς ἡ κατηγορία ἐστὶν ἐξ ἧς ἡ ἐμὴ διαβολὴ γέγονεν, ᾗ δὴ καὶ πιστεύων Μέλητός με ἐγράψατο τὴν γραφὴν ταύτην.
21Plato, Phaedrus, p1, 267; 1 (auctor c.425BC-347BC)
Σωκράτης τί μήν· καὶ ἔλεγχόν γε καὶ ἐπεξέλεγχον ὡς ποιητέον ἐν κατηγορίᾳ τε καὶ ἀπολογίᾳ.
22Plato, Phaedrus, p1, 272; 11 (auctor c.425BC-347BC)
οὐδὲ γὰρ αὐτὰ τὰ πραχθέντα δεῖν λέγειν ἐνίοτε, ἐὰν μὴ εἰκότως ᾖ πεπραγμένα, ἀλλὰ τὰ εἰκότα, ἔν τε κατηγορίᾳ καὶ ἀπολογίᾳ, καὶ πάντως λέγοντα τὸ δὴ εἰκὸς διωκτέον εἶναι, πολλὰ εἰπόντα χαίρειν τῷ ἀληθεῖ· τοῦτο γὰρ διὰ
23Plotinus, Enneades, 6, 1, 4; 15 (auctor c.205-270)
Οὐ κυρίως τοίνυν ἓν γένος, ἀλλὰ κατηγορία μία συνάγουσα καὶ τὰ ἐγγύς πως τὰ πρώτως καὶ δευτέρως.
24Plotinus, Enneades, 6, 1, 5; 5 (auctor c.205-270)
Εἰ δὲ μὴ κατὰ τὴν πληγὴν ἡ φωνή, ἀλλὰ καὶ κατὰ τὸν ἀέρα, δύο ἂν εἴη καὶ οὐ μία ἡ κατηγορία ἐκ τῆς σημαντικῆς, εἰ συσσημαντικὸν ἐκείνης τῆς κατηγορίας.
25Plotinus, Enneades, 6, 1, 23; 2 (auctor c.205-270)
Εἰ δὲ τὰ μὲν ἄλλα ἐν ἐκείναις, ὅπλα δὲ καὶ ὑποδήματα καὶ τὰ περὶ τὸ σῶμα, πρῶτον μὲν ζητήσειεν ἄν τις, διὰ τί, καὶ διὰ τί ἔχων μὲν αὐτὰ μίαν ἄλλην κατηγορίαν ποιεῖ, καίων δὲ ἢ τέμνων ἢ κατορύττων ἢ ἀποβάλλων οὐκ ἄλλην ἢ ἄλλας; Εἰ δ᾽ ὅτι περίκειται, κἂν ἱμάτιον κέηται ἐπὶ κλίνης, ἄλλη κατηγορία ἔσται, κἂν κεκαλυμμένος ἦι τις.