'κοινός' - search in All Authors, Showing 1 to 53 of 53 hits

1Aristoteles, Physica, 4, 2; 1
Ἐπεὶ δὲ τὸ μὲν καθ' αὑτὸ τὸ δὲ κατ' ἄλλο λέγεται, καὶ τόπος ὁ μὲν κοινός, ἐν ᾧ ἅπαντα τὰ σώματά ἐστιν, ὁ δ' ἴδιος, ἐν ᾧ πρώτῳ (λέγω δὲ οἷον σὺ νῦν ἐν τῷ οὐρανῷ ὅτι ἐν τῷ ἀέρι οὗτος δ' ἐν τῷ οὐρανῷ, καὶ ἐν τῷ ἀέρι δὲ ὅτι ἐν τῇ γῇ, ὁμοίως δὲ καὶ ἐν ταύτῃ ὅτι ἐν τῷδε τῷ τόπῳ, ὃς περιέχει οὐδὲν πλέον ἢ σέ), εἰ δή ἐστιν ὁ τόπος τὸ πρῶτον περιέχον ἕκαστον τῶν σωμάτων, πέρας τι ἂν εἴη, ὥστε δό ξειεν ἂν τὸ εἶδος καὶ ἡ μορφὴ ἑκάστου ὁ τόπος εἶναι, ᾧ ὁρίζεται τὸ μέγεθος καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους· τοῦτο γὰρ ἑκάστου πέρας.
2Aristoteles, Categoriae, 6; 3 (auctor 384BC-322BC)
Τῶν μὲν γὰρ τοῦ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς ὅρος, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ, οἷον τὰ πέντε εἰ ἔστι τῶν δέκα μόριον, πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει τὰ πέντε καὶ τὰ πέντε, ἀλλὰ διώρισται· καὶ τὰ τρία γε καὶ τὰ ἑπτὰ πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει· οὐδ᾿ ὅλως ἂν ἔχοις ἐπ᾿ ἀριθμοῦ κοινὸν ὅρον λαβεῖν τῶν μορίων, ἀλλ᾿ ἀεὶ διώρισται· ὥστε ὁ μὲν ἀριθμὸς τῶν διωρισμένων ἐστίν.
3Aristoteles, Categoriae, 6; 7 (auctor 384BC-322BC)
Πρὸς οὐδένα γὰρ κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει· οὐ γὰρ ἔστι κοινὸς ὅρος πρὸς ὃν αἱ συλλαβαὶ συνάπτουσιν, ἀλλ᾿ ἑκάστη διώρισται αὐτὴ καθ᾿ αὑτήν.
4Aristoteles, De anima, 2, II 3; 12 (auctor 384BC-322BC)
Γένοιτο δ’ ἂν καί ἐπί τῶν σχημάτων λόγος κοινός, ὃς ἐφαρμόσει μέν πᾶσιν, ἴδιος δ’ οὐδενός ἔσται σχήματος.
5Aristoteles, De arte poetica, 12; 2 (auctor 384BC-322BC)
Ἔστι δέ πρόλογος μέν μέρος ὅλον τραγῳδίας τό πρό χοροῦ παρόδου, ἐπεισόδιον δέ μέρος ὅλον τραγῳδίας τό μεταξύ ὅλων χορικῶν μελῶν, ἔξοδος δέ μέρος ὅλον τραγῳδίας μεθ᾿ ὃ οὐκ ἔστι χοροῦ μέλος, χορικοῦ δέ πάροδος μέν ἡ πρώτη λέξις ὅλου χοροῦ, στάσιμον δέ μέλος χοροῦ τό ἄνευ ἀναπαίστου καί τροχαίου, κόμμος δέ θρῆνος κοινός χοροῦ καί ἀπό σκηνῆς.
6Aristoteles, De partibus animalium, 2, 7, 12; 21 (auctor 384BC-322BC)
Ὅτι δ´ ἐστὶν ὁ ἐγκέφαλος κοινὸς ὕδατος καὶ γῆς, δηλοῖ τὸ συμβαῖνον περὶ αὐτόν· ἑψόμενος γὰρ γίνεται ξηρὸς καὶ σκληρός, καὶ λείπεται τὸ γεῶδες ἐξατμισθέντος τοῦ ὕδατος ὑπὸ τῆς θερμότητος, ὥσπερ τὰ τῶν χεδρόπων ἑψήματα καὶ τῶν ἄλλων καρπῶν, διὰ τὸ γῆς εἶναι τὸ πλεῖστον μέρος, ἐξιόντος τοῦ μιχθέντος ὑγροῦ· καὶ γὰρ ταῦτα γίνεται σκληρὰ καὶ γεηρὰ πάμπαν.
7Aristoteles, De sophisticis elenchis, 11; 16 (auctor 384BC-322BC)
Ἢ εἴ τις μή φαίη βέλτιον εἶναι ἀπό δείπνου περιπατεῖν διά τόν Ζήνωνος λόγον, οὐκ ἰατρικός· κοινός γάρ.
8Aristoteles, Ethica Nicomachea, 7, 6; 3 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἐστὶ τὰ μὲν ἀναγκαῖα τῶν ποιούντων ἡδονήν, τὰ δ' αἱρετὰ μὲν καθ' αὑτὰ ἔχοντα δ' ὑπερβολήν, ἀναγκαῖα μὲν τὰ σωματικά (λέγω δὲ τὰ τοιαῦτα, τά τε περὶ τὴν τροφὴν καὶ τὴν τῶν ἀφροδισίων χρείαν, καὶ τὰ τοιαῦτα τῶν σωματικῶν περὶ ἃ τὴν ἀκολασίαν ἔθεμεν καὶ τὴν σωφροσύνην) , τὰ δ' ἀναγκαῖα μὲν οὐχί, αἱρετὰ δὲ καθ' αὑτά (λέγω δ' οἷον νίκην τιμὴν πλοῦτον καὶ τὰ τοιαῦτα τῶν ἀγαθῶν καὶ ἡδέων) · τοὺς μὲν οὖν πρὸς ταῦτα παρὰ τὸν ὀρθὸν λόγον ὑπερβάλλοντας τὸν ἐν αὑτοῖς ἁπλῶς μὲν οὐ λέγομεν ἀκρατεῖς, προστιθέντες δὲ τὸ χρημάτων ἀκρατεῖς καὶ κέρδους καὶ τιμῆς καὶ θυμοῦ, ἁπλῶς δ' οὔ, ὡς ἑτέρους καὶ καθ' ὁμοιότητα λεγομένους, ὥσπερ ἄνθρωπος ὁ τὰ Ὀλύμπια νικῶν· ἐκείνῳ γὰρ ὁ κοινὸς λόγος τοῦ ἰδίου μικρὸν διέφερεν, ἀλλ' ὅμως ἕτερος ἦν.
9Aristoteles, Historia animalium, 1, I 17; 14 (auctor 384BC-322BC)
Ἐπάνω δ’ εἰσίν οἱ ἀπό τῆς καρδίας πόροι· οὐδείς δ’ ἐστί κοινός πόρος, ἀλλά διά τήν σύναψιν δέχονται τό πνεῦμα καί τῇ καρδίᾳ διαπέμπουσιν· φέρει γάρ ὁ μέν εἰς τό δεξιόν κοῖλον τῶν πόρων, ὁ δ’ εἰς τό ἀριστερόν.
10Aristoteles, Magna moralia, 2, 10, 5; 8 (auctor 384BC-322BC)
ὡσαύτως ὑπὲρ τῶν ἄλλων κοινός ἐστι τῶν τοιούτων ὁ λόγος.
11Aristoteles, Metaphysica, 7, 9; 10 (auctor 384BC-322BC)
οὐ μόνον δὲ περὶ τῆς οὐσίας ὁ λόγος δηλοῖ τὸ μὴ γίγνεσθαι τὸ εἶδος, ἀλλὰ περὶ πάντων ὁμοίως τῶν πρώτων κοινὸς ὁ λόγος, οἷον ποσοῦ ποιοῦ καὶ τῶν ἄλλων κατηγοριῶν.
12Aristoteles, Metaphysica, 7, 15; 13 (auctor 384BC-322BC)
οὐ μόνον γὰρ διαμαρτάνουσι τῷ προστιθέναι τοιαῦτα ὧν ἀφαιρουμένων ἔτι ἔσται ἥλιος, ὥσπερ τὸ περὶ γῆν ἰὸν ἢ νυκτικρυφές (ἂν γὰρ στῇ ἢ φανῇ, οὐκέτι ἔσται ἥλιος· ἀλλ' ἄτοπον εἰ μή· ὁ γὰρ ἥλιος οὐσίαν τινὰ σημαίνει) · ἔτι ὅσα ἐπ' ἄλλου ἐνδέχεται, οἷον ἐὰν ἕτερος γένηται τοιοῦτος, δῆλον ὅτι ἥλιος ἔσται· κοινὸς ἄρα ὁ λόγος· ἀλλ' ἦν τῶν καθ' ἕκαστα ὁ ἥλιος, ὥσπερ Κλέων ἢ Σωκράτης· ἐπεὶ διὰ τί οὐδεὶς ὅρον ἐκφέρει αὐτῶν ἰδέας· γένοιτο γὰρ ἂν δῆλον πειρωμένων ὅτι ἀληθὲς τὸ νῦν εἰρημένον.
13Aristoteles, Meteorologica, 1, I 9; 1 (auctor 384BC-322BC)
Περί δέ τοῦ τῇ θέσει μέν δευτέρου τόπου μετά τοῦτον, πρώτου δέ περί τήν γῆν λέγωμεν· οὗτος γάρ κοινός ὕδατός τε τόπος καί ἀέρος καί τῶν συμβαινόντων περί τήν ἄνω γένεσιν αὐτοῦ.
14Aristoteles, Meteorologica, 2, II 6; 24 (auctor 384BC-322BC)
Ἔστι δέ τῶν εἰρημένων πνευμάτων βορέας μέν ὅ τ’ ἀπαρκτίας κυριώτατα, καί θρασκίας κοινός ἀργέστου καί μέσου· ὁ δέ καικίας κοινός ἀπηλιώτου καί βορέου· νότος δ’ ὅ τε ἰθαγενής ὁ ἀπό μεσημβρίας καί λίψ· ἀπηλιώτης δέ ὅ τε ἀπ’ ἀνατολῆς ἰσημερινῆς καί ὁ εὖρος· ὁ δέ φοινικίας κοινός· ζέφυρος δ’ ὅ τε ἰθαγενής καί ὁ ἀργέστης καλούμενος.
15Aristoteles, Meteorologica, 2, II 6; 43 (auctor 384BC-322BC)
Νέφεσι δέ πυκνοῦσι τόν οὐρανόν καικίας μέν σφόδρα, λίψ δ’ ἀραιοτέροις, καικίας μέν διά τε τό ἀνακάμπτειν πρός αὑτόν καί διά τό κοινός εἶναι βορέου καί εὔρου, ὥστε διά μέν τό ψυχρός εἶναι πηγνύς τόν ἀτμίζοντα ἀέρα συνίστησι, διά δέ τό τῷ τόπῳ ἀπηλιωτικός εἶναι ἔχει πολλήν, ὕλην καί ἀτμίδα ἣν προωθεῖ.
16Aristoteles, Oeconomica, 1; 29 (auctor 384BC-322BC)
τοῦθ' ὑφηγεῖται δὲ [ὃ] καὶ ὁ κοινὸς νόμος, καθάπερ οἱ Πυθαγόρειοι λέγουσιν, ὥσπερ ἱκέτιν καὶ ἀφ' ἑστίας ἠγμένην ὡς ἥκιστα δεῖν [δοκεῖν] ἀδικεῖν· ἀδικία δὲ ἀνδρὸς αἱ θύραζε συνουσίαι γιγνόμεναι.
17Aristoteles, Physica, 4, 2; 1 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ τὸ μὲν καθ' αὑτὸ τὸ δὲ κατ' ἄλλο λέγεται, καὶ τόπος ὁ μὲν κοινός, ἐν ᾧ ἅπαντα τὰ σώματά ἐστιν, ὁ δ' ἴδιος, ἐν ᾧ πρώτῳ (λέγω δὲ οἷον σὺ νῦν ἐν τῷ οὐρανῷ ὅτι ἐν τῷ ἀέρι οὗτος δ' ἐν τῷ οὐρανῷ, καὶ ἐν τῷ ἀέρι δὲ ὅτι ἐν τῇ γῇ, ὁμοίως δὲ καὶ ἐν ταύτῃ ὅτι ἐν τῷδε τῷ τόπῳ, ὃς περιέχει οὐδὲν πλέον ἢ σέ), εἰ δή ἐστιν ὁ τόπος τὸ πρῶτον περιέχον ἕκαστον τῶν σωμάτων, πέρας τι ἂν εἴη, ὥστε δόξειεν ἂν τὸ εἶδος καὶ ἡ μορφὴ ἑκάστου ὁ τόπος εἶναι, ᾧ ὁρίζεται τὸ μέγεθος καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους· τοῦτο γὰρ ἑκάστου πέρας.
18Aristoteles, Politica, 3; 43 (auctor 384BC-322BC)
τῶν δὲ πλωτήρων καίπερ ἀνομοίων ὄντων τὴν δύναμιν (ὁ μὲν γάρ ἐστιν ἐρέτης, ὁ δὲ κυβερνήτης, ὁ δὲ πρῳρεύς, ὁ δ' ἄλλην τιν' ἔχων τοιαύτην ἐπωνυμίαν) δῆλον ὡς ὁ μὲν ἀκριβέστατος ἑκάστου λόγος ἴδιος ἔσται τῆς ἀρετῆς, ὁμοίως δὲ καὶ κοινός τις ἐφαρμόσει πᾶσιν.
19Aristoteles, Politica, 5; 66 (auctor 384BC-322BC)
αἱ μὲν οὖν δημοκρατίαι μάλιστα μεταβάλλουσι διὰ τὴν τῶν δημαγωγῶν ἀσέλγειαν· τὰ μὲν γὰρ ἰδίᾳ συκοφαντοῦντες τοὺς τὰς οὐσίας ἔχοντας συστρέφουσιν αὐτούς (συνάγει γὰρ καὶ τοὺς ἐχθίστους ὁ κοινὸς φόβος) , τὰ δὲ κοινῇ τὸ πλῆθος ἐπάγοντες.
20Aristoteles, Problemata, 15; 78 (auctor 384BC-322BC)
ἔκ τε οὖν τῆς σκιᾶς εἰς τὸ φῶς ἔκ τε τοῦ φωτὸς εἰς τὴν σκιὰν φερομένων ἀεί, καὶ ὁ ὅρος ὁ κοινὸς τοῦ φωτὸς καὶ τῆς σκιᾶς φαίνεται κινούμενος παρεγγύς.
21Aristoteles, Problemata, 19; 115 (auctor 384BC-322BC)
ἔσται δὲ μείζων ἢ ὁ κοινὸς τῶν λοιπῶν χορδῶν ἦχος, ὅτι αἱ μὲν ὑπὸ τῆς νεάτης καθάπερ ὠσθεῖσαι μαλακῶς ἤχησαν, ἡ δὲ νεάτη πάσῃ τῇ αὐτῆς δυνάμει, οὖσα αὐτῶν σφοδροτάτη.
22Aristoteles, Rhetorica, 1, 10, 3; 5 (auctor 384BC-322BC)
νόμος δ' ἐστὶν ὁ μὲν ἴδιος ὁ δὲ κοινός· λέγω δὲ ἴδιον μὲν καθ' ὃν γεγραμμένον πολιτεύονται, κοινὸν δὲ ὅσα ἄγραφα παρὰ πᾶσιν ὁμολογεῖσθαι δοκεῖ.
23Aristoteles, Rhetorica, 1, 15, 6; 6 (auctor 384BC-322BC)
καὶ ὅτι τὸ μὲν ἐπιεικὲς ἀεὶ μένει καὶ οὐδέποτε μεταβάλλει, οὐδ' ὁ κοινός (κατὰ φύσιν γάρ ἐστιν) , οἱ δὲ γεγραμμένοι πολλάκις, ὅθεν εἴρηται τὰ ἐν τῇ Σοφοκλέους Ἀντιγόνῃ· ἀπολογεῖται γὰρ ὅτι ἔθαψε παρὰ τὸν τοῦ Κρέοντος νόμον, ἀλλ' οὐ παρὰ τὸν ἄγραφον, οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ' ἀεί ποτε ... ταῦτ' οὖν ἐγὼ οὐκ ἔμελλον ἀνδρὸς οὐδενός .... σοπη.
24Aristoteles, Rhetorica, 2, 23, 21; 54 (auctor 384BC-322BC)
ἄλλος, κοινὸς καὶ τοῖς ἀμφισβητοῦσιν καὶ τοῖς συμβουλεύουσι, σκοπεῖν τὰ προτρέποντα καὶ ἀποτρέποντα, καὶ ὧν ἕνεκα καὶ πράττουσι καὶ φεύγουσιν· ταῦτα γάρ ἐστιν ἃ ἐὰν μὲν ὑπάρχῃ δεῖ πράττειν, ἐὰν δὲ μὴ ὑπάρχῃ, μὴ πράττειν, οἷον, εἰ δυνατὸν καὶ ῥᾴδιον καὶ ὠφέλιμον ἢ αὐτῷ ἢ φίλοις ἢ βλαβερὸν ἐχθροῖς, κἂν ᾖ ἐπιζήμιον, εἰ ἐλάττων ἡ ζημία τοῦ πράγματος, καὶ προτρέπονται [δ'] ἐκ τούτων καὶ ἀποτρέπονται ἐκ τῶν ἐναντίων.
25Aristoteles, Rhetorica, 2, 24, 2; 6 (auctor 384BC-322BC)
καὶ τὸ κοινωνικὸν φάναι τὸν Ἑρμῆν εἶναι μάλιστα τῶν θεῶν· μόνος γὰρ καλεῖται κοινὸς Ἑρμῆς.
26Aristoteles, Rhetorica, 3, 15, 9; 14 (auctor 384BC-322BC)
κοινὸς δ' ἀμφοῖν [ὁ] τόπος τὸ σύμβολα λέγειν, οἷον ἐν τῷ Τεύκρῳ ὁ Ὀδυσσεὺς ὅτι οἰκεῖος τῷ Πριάμῳ· ἡ γὰρ Ἡσιόνη ἀδελφή· ὁ δὲ ὅτι ὁ πατὴρ ἐχθρὸς τῷ Πριάμῳ, ὁ Τελαμών, καὶ ὅτι οὐ κατεῖπε τῶν κατασκόπων.
27Aristoteles, Topica, 2, II 4; 2 (auctor 384BC-322BC)
Ἔστι δέ καί οὗτος ὁ τόπος πρός ἄμφω κοινός, καί πρός τό κατασκευάζειν καί ἀνασκευάζειν.
28Aristoteles, Topica, 2, II 4; 13 (auctor 384BC-322BC)
Οὗτος δ᾿ ὁ τόπος κοινός πρός ἄμφω, πρός τε τό ἀνασκευάζειν καί κατασκευάζειν· εἰ γάρ κατά τι τῶν εἰδῶν κινεῖται, δῆλον ὅτι κινεῖται, καί εἰ κατά μηδέν τῶν εἰδῶν κινεῖται, δῆλον ὅτι οὐ κινεῖται.
29Aristoteles, Topica, 4, IV 4; 45 (auctor 384BC-322BC)
Ἔστι δ᾿ ὁ εἰρημένος τόπος καί πρός τό συμβεβηκός κοινός· οὐδέν γάρ διαφέρει τῆς μνήμης γένος τήν μονήν εἰπεῖν ἢ συμβεβηκέναι φάσκειν αὐτῇ τοῦτο· εἰ γάρ ὁπωσοῦν ἐστίν ἡ μνήμη μονή ἐπιστήμης, ὁ αὐτός ἁρμόσει περί αὐτῆς λόγος.
30Aristoteles, Topica, 6, VI 12; 1 (auctor 384BC-322BC)
Εἰ δέ τῆς διαφορᾶς τόν ὅρον ἀποδέδωκε, σκοπεῖν εἰ καί ἄλλου τινός κοινός ὁ ἀποδοθείς ὅρος, οἷον ὅταν περιττόν ἀριθμόν ἀριθμόν μέσον ἔχοντα εἴπῃ, ἐπιδιοριστέον τό πῶς μέσον ἔχοντα.
31Aristoteles, Topica, 6, VI 12; 2 (auctor 384BC-322BC)
Ὁ μέν γάρ ἀριθμός κοινός ἐν ἀμφοτέροις τοῖς λόγοις ὑπάρχει, τοῦ δέ περιττοῦ μετείληπται ὁ λόγος.
32Aristoteles, Topica, 7, VII 4; 6 (auctor 384BC-322BC)
Καί εἴ τις ἄλλος κοινός καί ἐνεργός τῶν τόπων ἐστί, τούτῳ χρηστέον.
33Beda Incertus, De linguis gentium, 90, 1179D (auctor c.820)
Quarum prima dicitur κοινὸς, id est mista sive communis, qua omnes utuntur.
34Benedictus Nursiae, Regula cum commentariis, 66, 0247C (auctor c.480–547)
Primum coenobitarum, ] a communi vita, quam profitentur, sic dictorum; nam Graece κοίνος, Latine communis exprimitur, et βίος vita.
35Constantinus I, Epistolae, 8, 0499A (auctor c.272–337)
ὁ μέγας ἡμῶν Θεὸς ὁ κοινὸς ἁπάντων Σωτὴρ, κοινὸν ἅπασι τὸ φῶς ἐξέτεινεν· ὑφ' οὗ τῇ προνοίᾳ ταύτην ἐμοὶ τῷ θεραπευτῇ τοῦ κρείττονος τὴν σπουδὴν εἰς τέλος ἐνεγκεῖν συγχωρήσατε.
36Desiderius Erasmus, Adagia, Chiliades, 2, 1085; 1 (opus 1508)
Κοινός ὁ Ἑρμῆς, id est Communis Mercurius.
37Desiderius Erasmus, Adagia, Chiliades, 2, 1085; 2 (opus 1508)
Lucianus in Votis: Οὐκοῦν τό προχειρότατον τοῦτο, κοινός Ἑρμῆς, φασί, καί ἐς μέσον κατατίθει φέρων τόν πλοῦτον, id est Itaque, quod passim in ore est omnibus, communis, ut aiunt, Mercurius, opesque in medium allatas depone.
38Desiderius Erasmus, Adagia, Chiliades, 2, 1764; 4 (opus 1508)
Liberum autem erat tollere ficum Mercurialem, cuicumque libitum fuisset, vel quod is deus furibus favere creditus est vel iuxta paroemiam illam Κοινός Ἑρμῆς, id est Communis Mercurius.
39Desiderius Erasmus, Adagia, Chiliades, 4, 3649; 1 (opus 1508)
Incertum ac varium belli eventum notant hoc dicto: Ἄρης κοινός, id est Mars communis.
40Dositheus, Hermeneumata Leidensia, III, 3; 46 (auctor c.350)
Κοινὸς δοῦλος εἰ ὑπὸ ἑνὸς ἐλευθερωθείς γένηται ἐλεύθερος, οὔτε ἐπὶ τὴν ἐλευθερίαν ἔρχεται, καὶ τοῦ ἑτέρου δεσπότου ὅλος γίνεται δοῦλος, νόμου αὐξομένου.
41Euclides, Elementa, 7, prop., 7; 6 (auctor fl.300BC)
κοινὸς ἀφῃρήσθω ὁ ΓΖ· λοιπὸς ἄρα ὁ ΗΓ λοιπῷ τῷ ΖΔ ἐστιν ἴσος.
42Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0083B
Κάρανος μδ' Κοινὸς ι' Τύρμας ιβ' Περδίκας μβ' Ἀργαῖος η'
43Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, p879, p976; 31 (auctor 1520-1575)
Hinc est, quod vox [?: Co-] , et Graeca κοινὸς , pro prophano in Sacris, et praesertim in novo Testamento, usurpetur: ut supra in ea dictione ostensum est.
44Iulius I, Monumenta genuina, 8, 0875B
» Ἐκ θελήματος μὲν γὰρ σαρκὸς καὶ ἐκ θελήματος ἀνδρὸς ὁ κοινὸς ἄνθρωπος ψυχοῦται καὶ ζῇ, τῆς ἐκπεμπομένης σπερματικῆςὕλης ἐπιφερούσης τὴν ζωοποιὸν δύναμιν εἰς τὴν ὑποδεχομένην μήτραν· ἐκ δὲ πνεύματος ἐφόδου καὶ δυνάμεως ἐπισκιασμοῦ τὸ ἅγιον ἐκ τῆς παρθένου συνίσταται βρέφος, οὐ σπερματικῆς ὕλης ἐργαζομένης τὴν θείαν, ἀλλὰ πνευματικῆς καὶ θεῖκῆς δυνάμεως ἐνδιδούσης τῇ παρθένῳ τὴν θείαν κύησιν καὶ χαριζομένης τὸν θεῖον τοκετόν.
45Markos monachos, Florilegium et opuscula, Florilegium, 2; 1 (auctor fl.1260)
Καὶ πρῶτον μὲν ὁ κοινὸς διδάσκαλος πάντων καὶ τῆς ἐνθέου σοφίας ἀνάπλεως Ἰωάννης φημὶ ὁ τῆς κλίμακος τοιαῦτα διαγορεύει· ὁ ἐν ἀληθείᾳ τὸν κύριον ἀγαπήσας, ὁ ἐν ἀληθείᾳ τῆς μελλούσης βασιλείας ἐπιτυχεῖν ἐπιζητήσας, ὁ ἐν ἀληθείᾳ πόνον περὶ τῶν ἑαυτοῦ πταισμάτων ἐσχηκώς, οὐκέτι ἀγαπᾷ, οὐκέτι φροντίζει ἢ μεριμνᾷ, οὐ χρημάτων, οὐ δόξης, οὐ φίλων, οὐ τέκνων, οὐκ ἀδελφῶν, οὐδενὸς ἐπιγείου τὸ παράπαν· ἀλλὰ πᾶσαν αὐτοῦ τὴν σχέσιν καὶ φροντίδα ἐκτιναξάμενος καὶ μισήσας – ἔτι δὲ καὶ τὴν ἑαυτοῦ σάρκα – ἀμερίμνως καὶ ἀόκνως Χριστῷ ἀκολουθεῖ κατὰ τὸν εἰπόντα ἅγιον· ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου {Ps 62,9}, καὶ τὸν ἄλλον τὸν ἀείμνηστον εἰρηκότα· ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν σοι, καὶ ἡμέραν ἢ ἀνάπαυσιν ἀνθρώπου οὐκ ἐπεθύμησα {Ier 17,16}, κύριε.
46Plato, Epistolae, 1f, 350; 7 (auctor c.425BC-347BC)
οὔτ' οὖν ἡλικίαν ἔχω συμπολεμεῖν ἔτι σχεδὸν οὐδενί, κοινός τε ὑμῖν εἰμι, ἄν ποτέ τι πρὸς ἀλλήλους δεηθέντες φιλίας ἀγαθόν τι ποιεῖν βουληθῆτε· κακὰ δὲ ἕως ἂν ἐπιθυμῆτε, ἄλλους παρακαλεῖτε.
47Plato, Leges, 1, 633; 2 (auctor c.425BC-347BC)
Ἀθηναῖος πειράσομαι, καὶ σέ τε καὶ ἐμαυτόν· κοινὸς γὰρ ὁ λόγος.
48Plato, Leges, 1h, 856; 8 (auctor c.425BC-347BC)
Ἀθηναῖος κοινὸς δ' ἔτι τρίτος εἷς ἔστω νόμος περὶ δικαστῶν τε, οὓς δεῖ δικάζειν αὐτοῖς, καὶ ὁ τρόπος τῶν δικῶν, οἷς ἂν προδόσεως αἰτίαν ἐπιφέρων τις εἰς δικαστήριον ἄγῃ· καὶ μονῆς ὡσαύτως ἐκγόνοις καὶ ἐξόδου τῆς πατρίδος εἷς ἔστω
49Plato, Leges, 1h, 872; 3 (auctor c.425BC-347BC)
ἐὰν δὲ δοῦλος ἐλεύθερον ἑκών, εἴτε αὐτόχειρ εἴτε βουλεύσας, ἀποκτείνῃ καὶ ὄφλῃ τὴν δίκην, ὁ τῆς πόλεως κοινὸς δήμιος ἄγων πρὸς τὸ μνῆμα τοῦ ἀποθανόντος, ὅθεν ἂν ὁρᾷ τὸν τύμβον, μαστιγώσας ὁπόσας ἂν ὁ ἑλὼν προστάττῃ, ἐάνπερ βιῷ παιόμενος ὁ φονεύς, θανατωσάτω.
50Plato, Philebus, p1, 22; 1 (auctor c.425BC-347BC)
Σωκράτης τί δ' ὁ συναμφότερος, ὦ Πρώταρχε, ἐξ ἀμφοῖν συμμειχθεὶς κοινὸς γενόμενος· Πρώταρχος ἡδονῆς λέγεις καὶ νοῦ καὶ φρονήσεως· Σωκράτης οὕτω καὶ τῶν τοιούτων [λέγω] ἔγωγε.
51Plato, Protagoras, p1, 358; 1 (auctor c.425BC-347BC)
ταῦτα μὲν τοῖς πολλοῖς ἀποκεκριμένοι ἂν ἦμεν· ὑμᾶς δὲ δὴ μετὰ Πρωταγόρου ἐρωτῶ, ὦ Ἱππία τε καὶ Πρόδικε (κοινὸς γὰρ δὴ ἔστω ὑμῖν ὁ λόγος) πότερον δοκῶ ὑμῖν ἀληθῆ λέγειν ἢ ψεύδεσθαι.
52Plato, Respublica, 1f, 535; 6 (auctor c.425BC-347BC)
πολὺ γάρ τοι μᾶλλον ἀποδειλιῶσι ψυχαὶ ἐν ἰσχυροῖς μαθήμασιν ἢ ἐν γυμνασίοις· οἰκειότερος γὰρ αὐταῖς ὁ πόνος, ἴδιος ἀλλ' οὐ κοινὸς ὢν μετὰ τοῦ σώματος.
53Rabanus Maurus, Commentarium in Matthaeum, 107, 0806C (auctor 780-856)
Aliter racha proprie verbum Hebraeorum est, et interpretatur κοινὸς, id est, inanis aut vacuus, quem nos possumus vulgata iniuria, absque cerebro, nuncupare.