'κρίνω' - search in All Authors, Showing 1 to 46 of 46 hits

1Anonymi, Frg. Parisinum de uerbo, p. 655, l. 10 (opus c.841–908)
πάλλω palpito uibro, ἐπὶ τοῦ κραδαίνω· νέμω ἐπὶ τοῦ βόσκω, νέμω προστασίαν patrocinium tribuo; κρίνω· σπείρω semino, σπέρμα semen.
2Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 15; 14
τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσιν, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς.
3Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 74; 3
διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ.
4Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 49; 25
οὕτως λέγει κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι·
5Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 28; 36
διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς,
6Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 7; 5
νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σὲ καὶ συντελέσω τὸν θυμόν μου ἐν σοὶ καὶ κρινῶ σε ἐν ταῖς ὁδοῖς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου·
7Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 11; 10
ἐν ῥομφαίᾳ πεσεῖσθε, ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος.
8Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 11; 11
αὐτὴ ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα· ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς,
9Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 18; 30
ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ισραηλ, λέγει κύριος· ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας.
10Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 20; 36
ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ γῆς Αἰγύπτου, οὕτως κρινῶ ὑμᾶς, λέγει κύριος·
11Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 21; 35
ἀπόστρεφε, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ, ᾧ γεγέννησαι· ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε
12Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 24; 14
ἐγὼ κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει κύριος. διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἡ ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν.
13Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 33; 20
καὶ τοῦτό ἐστιν, ὃ εἴπατε Οὐκ εὐθεῖα ἡ ὁδὸς κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ισραηλ.
14Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 34; 22
καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν, καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριόν.
15Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 35; 11
διὰ τοῦτο, ζῶ ἐγώ, λέγει κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρίνω σε·
16Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 38; 22
καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ’ αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ’ αὐτοῦ καὶ ἐπ’ ἔθνη πολλὰ μετ’ αὐτοῦ.
17Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 96
καὶ νῦν ἐγὼ κρίνω ἵνα πᾶν ἔθνος καὶ πᾶσαι φυλαὶ καὶ πᾶσαι γλῶσσαι, ὃς ἂν βλασφημήσῃ εἰς τὸν κύριον τὸν θεὸν Σεδραχ, Μισαχ, Αβδεναγω, διαμελισθήσεται καὶ ἡ οἰκία αὐτοῦ δημευθήσεται, διότι οὐκ ἔστιν θεὸς ἕτερος ὃς δυνήσεται ἐξελέσθαι οὕτως.
18Biblia, Novum testamentum graece, Lc, 19; 22
λέγει αὐτῷ, Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα;
19Biblia, Novum testamentum graece, Io, 5; 30
Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
20Biblia, Novum testamentum graece, Io, 8; 15
ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.
21Biblia, Novum testamentum graece, Io, 8; 16
καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.
22Biblia, Novum testamentum graece, Io, 12; 47
καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ’ ἵνα σώσω τὸν κόσμον.
23Biblia, Novum testamentum graece, Act, 7; 7
καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσουσιν κρινῶ ἐγώ, ὁ θεὸς εἶπεν, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.
24Biblia, Novum testamentum graece, Act, 15; 19
διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν,
25Concilia Carthaginensia, Acta, 3, 1088B (auctor fl. 257)
Ἰανουάριος ἀπὸ Λαβῆς εἶπε· Κατὰ τὰ προστάγματα τῶν ἁγίων Γραφῶν κρίνω δεῖν πάντας τοὺς αἱρετικοὺς βαπτίζεσθαι, καὶ οὕτως εἰς τὴν ἁγίαν Ἐκκλησίαν προσδέχεσθαι.
26Concilia Carthaginensia, Acta, 3, 1088D (auctor fl. 257)
Αδύνατον γὰρ ἐστιν αὐτοὺς ὑπηρετῆσαι χάριτι Θεοῦ, καὶ σωτηρίῳ βαπτίσματι· καὶ διὰ τοῦτο κρίνω τοὺς τῇ Ἐκκλησίᾳ προσελθόντας βαπτισθῆναι παρ' ἡμῶν.
27Concilia Carthaginensia, Acta, 3, 1090B (auctor fl. 257)
Σουκέντιος ἀπὸ Αβιργεμανικιανῆς εἶπεν· Αἱρετικοῖς ἢ οὑδὲν ἔξεστιν, ἢ πάντα· εἰ δύνανται βαπτίσαι, δύνανται καὶ Πνεῦμα ἅγιον δοῦναι· ἐπεὶ δὲ μὴ ἔχουσιν, οὐδὲ πνευματικῶς βαπτίζουσι· καὶ διὰ τοῦτο κρίνω δεῖν τοὺς αἱρετικοὺς βαπτίζεσθαι.
28Concilia Carthaginensia, Acta, 3, 1092D (auctor fl. 257)
Εὐγένιος Αμμεδάρων εἶπε· Κᾁγὼ τοῦτο κρίνω, δεῖν τοὺς αἱρετικοὺς βαπτίζεσθαι.
29Concilia Carthaginensia, Acta, 3, 1094B (auctor fl. 257)
Μάρκος ἀπὸ Μαθάρων εἶπε· Κρίνω ὡς μηδὲν ἔχοντας τοὺς αἱρετικούς βαπτίζεσθαι.
30Concilia Carthaginensia, Acta, 3, 1094D (auctor fl. 257)
Λουκιανὸς άπὸ Ρουκούμης εἶπεν· Εἰ δυνατὸν φῶς καὶ σκότος κοινωνεῖν, δύναται καὶ ἡμῖν καὶ τοῖς αἱρετικοῖς εἶναί τι κοινόν· κρίνω οὖν τοὺς αἱρετικοὺς βαπτίζεσθαι.
31Concilia Carthaginensia, Acta, 3, 1098C (auctor fl. 257)
Πέτρος ἀπὸ Ἱππῶνος Διαῤῥύτου εἶπεν· Ἐπεὶ ἓν βάπτισμά ἐστιν ἐν μόνῃ τῇ Ἐκκλησίᾳ, διὰ τοῦτο τοὺς ἀπὸ τῶν αἱρετικῶν καὶ σχισματικῶν ἐλθόντας, ὡς μηδὲν ἐκεῖθεν εἰληφότας, ἐν τῃ Ἐκκλησίᾳ βαπτίζεσθαι κρίνω.
32Concilia Carthaginensia, Acta, 3, 1098C (auctor fl. 257)
Ἄλλὸς Φίληξ ἀπὸ Τουριτῶν εἶπεν· Ἐγὼ κρίνω ἵνα, ἀκολούθως ταῖς θείαις γραφαῖς, ἄνομοι παρὰ τοῖς αἱρετικοῖς βαπτισθέντες, ἂν πρὸς τὴν Ἐκκλησίαν καταφύγωσι, τῷ τῆς Ἐκκλησίας βαπτίσματι, ἔνθα πᾶσα ἐξουσία παρὰ τοῦ Θεοῦ δέδοται, βαπτισθῶσιν.
33Constantinus I, Conciones, 8, 0399D (auctor c.272–337)
τότε δὲ μάλιστα κρίνω κατ' εὐχὰς ἐμαυτὸν πράξειν, ἐπειδὰν ταῖς ψυχαῖς ἀνακραθέντας ἴδοιμι τοὺς πάντας, μίαντε κοινὴν βραβεύουσαν τοῖς πᾶσιν εἱρηνικὴν συμφωνίαν, ἣν καὶ ἑτέροις ὑμᾶς πρέπον ἂν εἴη πρεσβεύειν τοὺς τῷ Θεῷ καθιερωμένους.
34Constantinus I, Conciones, 8, 0454A (auctor c.272–337)
μακαρίαν δ' αὐτὴν ἔγωγε κρίνω, ἣν ὁ Σωτὴρ ἐξελέξατο προφῆτιν τῆς ἑαυτοῦ περὶ ἡμῶν προμηθείας.
35Gregorius I, Dialogi, 77, 0206B (auctor 540-604)
Οὐδὲ τοῦτο παρασιωπηθῆναι δίκαιον κρίνω ἐκ τῶν τοῦ ἁγίου τούτου ἀνδρὸς δυνάμεων, ὅπερ πρὸ τῶν δώδεκα τούτων ἡμερῶν ἔγνων.
36Gregorius I, Dialogi, 77, 0250C (auctor 540-604)
Οὐδὲ τοῦτο παρασιωπῆσαι δίκαιον κρίνω, ὅπερ παρὰ τοῦ εὐλαβεστάτου ἀνδρὸς Σαγκτούλου τοῦ πρεσβυτέρου διηγουμένου μεμάθηκα.
37Gregorius I, Dialogi, 77, 0266A (auctor 540-604)
Τί ὑπολαμβάνουσιν ἕτεροι, οὐ γινώσκω, ἐπεὶ ἐγὼ πάντων τῶν θαυμάτων τοῦτο μᾶλλον κρίνω εἶναι θαυμασιώτερον, ὅτι οἱ ἀποθανόντες ἐν τῇ ζωῇ ταύτῃ πάλιν ὑποστρέφουσι, καὶ αἱ ψυχαὶ ἐν τῇ σαρκὶ ἀφανῶς ἀποδίδονται.
38Gregorius I, Dialogi, 77, 0339B (auctor 540-604)
Ἐπὶ τούτοις οὐδὲ τοῦτο παρασιωπηθῆναι δίκαιον κρίνω, ὅπερ μοι πρόσωπον μέγιστον καὶ πιστὸν τῇ διηγήσει ἐγνώρισεν.
39Herodotus, Historiae, 1, 214, 1; 2 (auctor c.484BC-425BC)
ταύτην τὴν μάχην, ὅσαι δὴ βαρβάρων ἀνδρῶν μάχαι ἐγένοντο, κρίνω ἰσχυροτάτην γενέσθαι, καὶ δὴ καὶ πυνθάνομαι οὕτω τοῦτο γενόμενον.
40Herodotus, Historiae, 6, 123, 2; 2 (auctor c.484BC-425BC)
θῶμα ὦν μοι καὶ οὐ προσίεμαι τὴν διαβολὴν τούτους γε ἀναδέξαι ἀσπίδα, οἵτινες ἔφευγόν τε τὸν πάντα χρόνον τοὺς τυράννους, ἐκ μηχανῆς τε τῆς τούτων ἐξέλιπον Πεισιστρατίδαι τὴν τυραννίδα, καὶ οὕτω τὰς Ἀθήνας οὗτοι ἦσαν οἱ ἐλευθερώσαντες πολλῷ μᾶλλον ἤ περ Ἁρμόδιός τε καὶ Ἀριστογείτων, ὡς ἐγὼ κρίνω.
41Macrobius Theodosius, Iohannis (Scoti) defloratio de Macrobio, p. 602, l. 4 (auctor c.420)
et si inueneris ante ω β φ π πτ, λείβω γράφω τέρπω κόπτω, primae coniugationis pronuntiabis; si autem reppereris γ κ χ, λέγω πλέκω τρέχω, secundam uocabis: quodsi δ θ τ, ᾄδω πλήθω ἀνύτω, tertiam dices: quarta erit, si habuerit ζ ἤ δύο σσ , φράζω ὀρύσσω: si uero fuerint liquidae λ μ ν ρ, πάλλω νέμω κρίνω σπείρω, quintam notabunt: sexta profertur διὰ καθαροῦ τοῦ ω, ῥέω θεραπεύω.
42Macrobius Theodosius, Iohannis (Scoti) defloratio de Macrobio, p. 607, l. 32 (auctor c.420)
si uerbum barytonon sit habens in praesenti μετάβολον ante ω, id est liquidam consonantem, tunc paenultima, quae in praesenti longa fuit, fit breuis in futuro, πλύνω πλυνῶ, κρίνω κρινῶ , ἐγείρω ἐγερῶ.
43Macrobius Theodosius, Iohannis (Scoti) defloratio de Macrobio, p. 610, l. 21 (auctor c.420)
idem seruant et uerba quae in prima positione ν habent in ultima syllaba, κρίνω κέκρικα κέκριμαι, πλύνω πέπλυκα πέπλυμαι.
44Plato, Phaedo, p1, 100; 2 (auctor c.425BC-347BC)
ἀλλ' οὖν δὴ ταύτῃ γε ὥρμησα, καὶ ὑποθέμενος ἑκάστοτε λόγον ὃν ἂν κρίνω ἐρρωμενέστατον εἶναι, ἃ μὲν ἄν μοι δοκῇ τούτῳ συμφωνεῖν τίθημι ὡς ἀληθῆ ὄντα, καὶ περὶ αἰτίας καὶ περὶ τῶν ἄλλων ἁπάντων [ὄντων], ἃ δ' ἂν μή, ὡς οὐκ ἀληθῆ.
45Plato, Respublica, 1h, 580; 5 (auctor c.425BC-347BC)
καθάπερ γὰρ εἰσῆλθον ἔγωγε ὥσπερ χοροὺς κρίνω ἀρετῇ καὶ κακίᾳ καὶ εὐδαιμονίᾳ καὶ τῷ ἐναντίῳ.
46Priscianus Caesarensis, Ars Prisciani, p. 529 (vol. 1), l. 12 (auctor c.500)
non solum enim τὸ κοσκινίζων κρίνω sic facit praeteritum, sed etiam cum pro uideo accipitur.