'κύμα' - search in All Authors, Showing 1 to 107 of 107 hits

1Aristoteles, Meteorologica, 1, I 7; 16 (auctor 384BC-322BC)
Καί περί τόν μέγαν ἀστέρα τόν κομήτην ξηρός ἦν ὁ χειμών καί βόρειος, καί τό κῦμα δι’ ἐναντίωσιν ἐγίγνετο πνευμάτων· ἐν μέν γάρ τῷ κόλπῳ βορέας κατεῖχεν, ἔξω δέ νότος ἔπνευσε μέγας.
2Aristoteles, Meteorologica, 2, II 8; 50 (auctor 384BC-322BC)
Ὅπου δ’ ἅμα κῦμα σεισμῷ γέγονεν, αἴτιον, ὅταν ἐναντία γίγνηται τά πνεύματα.
3Aristoteles, Meteorologica, 2, II 8; 52 (auctor 384BC-322BC)
Ἐγένετο δέ τοῦτο καί περί Ἀχαΐαν· ἔξω μέν γάρ ἦν νότος, ἐκεῖ δέ βορέας, νηνεμίας δέ γενομένης καί ῥυέντος εἴσω τοῦ ἀνέμου ἐγένετο τό τε κῦμα καί ὁ σεισμός ἅμα, καί μᾶλλον διά τό τήν θάλατταν μή διδόναι διαπνοήν τῷ ὑπό τήν γῆν ὡρμημένῳ πνεύματι, ἀλλ’ ἀντιφράττειν· ἀποβιαζόμενα γάρ ἄλληλα τό μέν πνεῦμα τόν σεισμόν ἐποίησεν, ἡ δ’ ὑπόστασις τοῦ κύματος τόν κατακλυσμόν.
4Aristoteles, Problemata, 23; 1 (auctor 384BC-322BC)
Διὰ τί τὸ κῦμα οὐκ ἐπιγελᾷ ἐν τοῖς βαθέσι πελάγεσιν ἀλλ' ἐν τοῖς μικροῖς καὶ βραχέσιν; ἢ ὅτι τὸ μικρὸν ὑγρὸν φερόμενον μᾶλλον διαιρεῖται ὑπὸ τοῦ πνεύματος ἢ τὸ πολύ; Διὰ τί τὰ κύματα πρότερον φοιτᾷ ἐνίοτε τῶν ἀνέμων; ἢ ὅτι πρὸς τῇ ἀρχῇ τοῦ πνεύματος ἡ θάλαττα ὠσθεῖσα πρώτη τὴν ἐχομένην ἀεὶ ταὐτὸν ποιεῖ; διόπερ οὔσης αὐτῆς συνεχοῦς καθάπερ μιᾷ πληγῇ συνεχεῖ πάσαις γίνεται.
5Aristoteles, Problemata, 23; 49 (auctor 384BC-322BC)
Διὰ τί τὸ κῦμα προεκπίπτει τοῦ πνεύματος; ἢ ὅτι οὐχ ἅμα παύεται τὸ πνεῦμα [τὸ] πνέον καὶ ἡ θάλαττα κυμαίνουσα, ἀλλ' ὕστερον ἡ θάλαττα, ἐνδέχεται τὸ κινῆσαν πνεῦμα φθαρῆναι πρὸ τοῦ γενέσθαι αἰσθητόν.
6Aristoteles, Problemata, 23; 50 (auctor 384BC-322BC)
ὥστε οὐ πρότερον τὸ κῦμα πνεύματος, ἀλλὰ τὸ μὲν λανθάνει τὸ δὲ οὔ.
7Aristoteles, Problemata, 23; 51 (auctor 384BC-322BC)
ἢ οὐχὶ τὰ πνεύματα ἅμα πανταχοῦ πνεῖ, ἀλλ' ὅθεν ἡ ἀρχὴ πρότερον; ἅμα δὲ πνεῖ καὶ τὴν πλησίον θάλατταν κινεῖ, αὕτη δὲ τὴν ἐχομένην· καὶ οὕτως ἂν ἐνδέχοιτο πρότερον τὸ κῦμα ἐκπίπτειν.
8Aristoteles, Problemata, 23; 83 (auctor 384BC-322BC)
Διὰ τί ἐν τοῖς βαθέσι πελάγεσι τὸ κῦμα οὐκ ἐπιγελᾷ, ἀλλ' ἐν τοῖς μικροῖς; πότερον ὅτι τὸ μικρὸν φερόμενον ὕδωρ διαιρεῖται ὑπὸ τοῦ ἀέρος μᾶλλον ἢ τὸ πολύ; διὸ θραύεται πατάξαν μᾶλλον.
9Aristoteles, Problemata, 23; 94 (auctor 384BC-322BC)
διὰ μὲν οὖν τὸ τὰ μικρότατα μὴ πόρρω δύνασθαι πηδᾶν, ἐκ μικρῶν σφόδρα συντέθειται· διὰ δὲ τὸ πολλάκις κινεῖσθαι συνεχὲς γίνεται πιπτούσης ἄμμου, ἕως ἂν συναρμόσῃ· διὰ δὲ τὸ κῦμα τὸ τελευταῖον ἐδαφίζεται, καὶ τὸ ἠρέμα ὑγρὸν συγκολλᾷ.
10Auctores varii 005, Supplementum adnotationum, 5, 1366A
Εὖτε δ' ἐπὶ ψαμάθοισιν ἴῃς, γλαυκὴν ἅλα χεύας Κακκεφαλῆς θυσίαζε καὶ εἰς βαθὺ κῦμα θαλάσσης Ζῶον ὅλον προΐαλλε.
11Aulus Gellius, Noctes Atticae, 2, 30, 8; 8 (auctor c.125–c.180)
Nam de austri flatibus ita scripsit: ἐνθα νότος μέγα κῦμα ποτί σκαιόν ῥίον ὠθεῖ, contra autem de borea, quem aquilonem nos appellamus, alio dicit modo: καί βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων.
12Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 6; 15
οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκ λείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με·
13Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 11; 16
καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσῃ·
14Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 29; 17
ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης·
15Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 48; 18
καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης·
16Claudianus Claudius, Fragmenta spuria vel suspecta, 415; 3 (auctor c.370-c.404)
I. Εἴ ποτέ μοι ϰνανῶπιν ἐπιπλώοντι ϑάλασσαν ϰαὶ ϕρεσὶ ϑαμβήσαντι ϰνϰώμενα βένϑεα πόντου εὔξασϑαι μαϰάρεσσιν ἐςήλυϑεν εἰναλίοισι, ϕωνῆς δὲ πταμένης ἀνεμοτρεϕὲς ἔσβετο ϰῦμα λώϕησεν δ᾿ ἀνέμοιο βοή, γήϑησε δὲ ναύτης ὀσσόμενος μεγάλοιο ϑεοῦ παρεοῦσαν ἀρωγήν· ὥς ϰαὶ νῦν δὴ Φοῖβε (σὺ γὰρ ϑεὸς ἔπλευ ἀοιδῆς) εὔξομαι αὐδήεντα ϰατάπλοον εὐεπιάων.
17Desiderius Erasmus, Adagia, Chiliades, 1, 534; 2 (opus 1508)
Σό μέν γάρ ἔλιπεν αὐτόν κῦμα τό δ’ ἐγκατελάμβανεν, ἕως διεξῆλθε διά τῶν τρικυμιῶν νικῶν, id est Themistoclem posteriora semper maiora prioribus excipiebant atque illud quod proverbio dicitur illi accidit.
18Desiderius Erasmus, Adagia, Chiliades, 1, 534; 5 (opus 1508)
Legetur integre ad hunc modum: Σό μέν μ’ ἔλιπε κῦμα, τό δ’ ἐγκατελάμβανεν, id est Haec me reliquit unda, at illa corripit.
19Desiderius Erasmus, Adagia, Chiliades, 2, 1001; 69 (opus 1508)
Denique confert etiam vento, vel turbini potius ac procellae ventorum: Ἄλλοτε μέν βαθύ κῦμα διατρέχει ἠ὘τε λαῖλαψ, id est Altas aliquando per undas / Turbinis in morem discurrit.
20Desiderius Erasmus, Adagia, Chiliades, 2, 1148; 3 (opus 1508)
Unde et Aeschylus in Persis: Ἄμαχον κῦμα θαλάσσης, id est Maris haud vincitur unda.
21Desiderius Erasmus, Adagia, Chiliades, 2, 1346; 7 (opus 1508)
Significat et Homerus libro Odysseae nono periculosam circa Maleam navigationem fuisse, sic Ulyssem loquentem inducens: Καί νύ κεν ἀσκηθής ἱκόμην ἐς πατρίδα γαῖαν, Ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν Καί Βορέης ἀπέωσε, παρέπλαξεν δέ Κυθήρων, id est Forsitan et patrias rediissem sospes in oras, Sed me, dum Maleam praetervehor, undaque fluctusque Et Boreas illinc pulsum admovere Cytheris.
22Desiderius Erasmus, Adagia, Chiliades, 3, 2163; 1 (opus 1508)
Ἀπό πέντε ἅλλεσθαι πετρᾶν ἐς κῦμα, id est A quinque desilire rupibus in undam.
23Desiderius Erasmus, Adagia, Chiliades, 3, 2887; 1 (opus 1508)
In eum, qui non sponte, sed casu velutique fatis impellentibus in aliquod vitae genus incidit, congruet illud ex eodem libro: Σόν δ’ ἄρα δεῦρ’ ἄνεμός τε φέρων καί κῦμα πέλασσε, id est Ast hunc huc ventusque ferens atque appulit unda.
24Desiderius Erasmus, Adagia, Chiliades, 4, 3367; 1 (opus 1508)
Cum vitium aliquod aut rem alioqui noxiam admonebimus procul abiiciendam esse, conveniet versus ille, ni fallor Homericus: Εἰς ὄρος ἥ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, id est In montem tumidasve frementis in aequoris undas.
25Desiderius Erasmus, Adagia, Chiliades, 4, 3540; 1 (opus 1508)
Κῦμα κωφόν, id est fluctum mutum appellabant qui nondum edebat fragorem, sed iam incipiebat intumescere.
26Flauius Sosipater Charisius, Ars, p. 70, l. 15 (auctor c.362)
plerique putant neutri generis esse et illo etymo persuadere temptant, quod cyma coliculi summi esse uideatur uelut κῦμα .
27Flauius Sosipater Charisius, Ars, p. 456, l. 6 (auctor c.362)
hic fluctus τὸ κῦμα.
28Herodotus, Historiae, 4, 110, 2; 3 (auctor c.484BC-425BC)
πλοῖα δὲ οὐ γινώσκειν αὐτὰς οὐδὲ πηδαλίοισι χρᾶσθαι οὐδὲ ἱστίοισι οὐδὲ εἰρεσίῃ· ἀλλ' ἐπεὶ ἐξέκοψαν τοὺς ἄνδρας ἐφέροντο κατὰ κῦμα καὶ ἄνεμον, καὶ ἀπικνέονται τῆς λίμνης τῆς Μαιήτιδος ἐπὶ Κρημνούς· οἱ δὲ Κρημνοὶ εἰσὶ γῆς τῆς Σκυθέων τῶν ἐλευθέρων.
29Herodotus, Historiae, 7, 193, 1; 2 (auctor c.484BC-425BC)
οἱ δὲ βάρβαροι, ὡς ἐπαύσατό τε ὁ ἄνεμος καὶ τὸ κῦμα ἔστρωτο, κατασπάσαντες τὰς νέας ἔπλεον παρὰ τὴν ἤπειρον, κάμψαντες δὲ τὴν ἄκρην τῆς Μαγνησίης ἰθέαν ἔπλεον ἐς τὸν κόλπον τὸν ἐπὶ Παγασέων φέροντα.
30Homerus, Ilias, 1, 458; 5 (auctor fl.700BC)
ἦμος δ' ἠέλιος κατέδυ καί ἐπί κνέφας ἦλθε, δή τότε κοιμήσαντο παρά πρυμνήσια νηός· ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, καί τότ' ἔπειτ' ἀνάγοντο μετά στρατόν εὐρύν Ἀχαιῶν· τοῖσιν δ' ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· οἳ δ' ἱστόν στήσαντ' ἀνά θ' ἱστία λευκά πέτασσαν, ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφί δέ κῦμα στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηός ἰούσης· ἣ δ' ἔθεεν κατά κῦμα διαπρήσσουσα κέλευθον.
31Homerus, Ilias, 1, 493; 1 (auctor fl.700BC)
ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς, καί τότε δή πρός Ὄλυμπον ἴσαν θεοί αἰέν ἐόντες πάντες ἅμα, Ζεύς δ' ἦρχε· Θέτις δ' οὐ λήθετ' ἐφετμέων παιδός ἑοῦ, ἀλλ' ἥ γ' ἀνεδύσετο κῦμα θαλάσσης.
32Homerus, Ilias, 2, 188; 5 (auctor fl.700BC)
ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δ' ἀγορήν δέ αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καί κλισιάων ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
33Homerus, Ilias, 2, 369; 10 (auctor fl.700BC)
ὣς ἔφατ', Ἀργεῖοι δέ μέγ' ἴαχον ὡς ὅτε κῦμα ἀκτῇ ἐφ' ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών, προβλῆτι σκοπέλῳ· τόν δ' οὔ ποτε κύματα λείπει παντοίων ἀνέμων, ὅτ' ἂν ἔνθ' ἢ ἔνθα γένωνται.
34Homerus, Ilias, 4, 401; 5 (auctor fl.700BC)
ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτ' ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος· πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτάρ ἔπειτα χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφί δέ τ' ἄκρας κυρτόν ἐόν κορυφοῦται, ἀποπτύει δ' ἁλός ἄχνην· ὣς τότ' ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες νωλεμέως πόλεμον δέ· κέλευε δέ οἷσιν ἕκαστος ἡγεμόνων· οἳ δ' ἄλλοι ἀκήν ἴσαν, οὐδέ κε φαίης τόσσον λαόν ἕπεσθαι ἔχοντ' ἐν στήθεσιν αὐδήν, σιγῇ δειδιότες σημάντορας· ἀμφί δέ πᾶσι τεύχεα ποικίλ' ἔλαμπε, τά εἱμένοι ἐστιχόωντο.
35Homerus, Ilias, 6, 116; 5 (auctor fl.700BC)
οὐδέ γάρ οὐδέ Δρύαντος υἱός κρατερός Λυκόοργος δήν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν· ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατ' ἠγάθεον Νυσήϊον· αἳ δ' ἅμα πᾶσαι θύσθλα χαμαί κατέχευαν ὑπ' ἀνδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι· Διώνυσος δέ φοβηθείς δύσεθ' ἁλός κατά κῦμα, Θέτις δ' ὑπεδέξατο κόλπῳ δειδιότα· κρατερός γάρ ἔχε τρόμος ἀνδρός ὁμοκλῇ.
36Homerus, Ilias, 6, 332; 4 (auctor fl.700BC)
ὣς φάτο, τόν δ' οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ· τόν δ' Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι· δᾶερ ἐμεῖο κυνός κακομηχάνου ὀκρυοέσσης, ὥς μ' ὄφελ' ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ οἴχεσθαι προφέρουσα κακή ἀνέμοιο θύελλα εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, ἔνθά με κῦμ' ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
37Homerus, Ilias, 9, 1; 2 (auctor fl.700BC)
ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα Βορέης καί Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον ἐλθόντ' ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινόν κορθύεται, πολλόν δέ παρέξ ἅλα φῦκος ἔχευεν· ὣς ἐδαΐζετο θυμός ἐνί στήθεσσιν Ἀχαιῶν.
38Homerus, Ilias, 10, 540; 12 (auctor fl.700BC)
αὐτάρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλόν νίψεν ἀπό χρωτός καί ἀνέψυχθεν φίλον ἦτορ, ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
39Homerus, Ilias, 11, 291; 5 (auctor fl.700BC)
τούς ἄρ' ὅ γ' ἡγεμόνας Δαναῶν ἕλεν, αὐτάρ ἔπειτα πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων· πολλόν δέ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ' ἄχνη σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς· ὣς ἄρα πυκνά καρήαθ' ὑφ' Ἕκτορι δάμνατο λαῶν.
40Homerus, Ilias, 12, 277; 2 (auctor fl.700BC)
τῶν δ', ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαί ἤματι χειμερίῳ, ὅτε τ' ὤρετο μητίετα Ζεύς νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τά ἃ κῆλα· κοιμήσας δ' ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ ὑψηλῶν ὀρέων κορυφάς καί πρώονας ἄκρους καί πεδία λωτοῦντα καί ἀνδρῶν πίονα ἔργα, καί τ' ἐφ' ἁλός πολιῆς κέχυται λιμέσιν τε καί ἀκταῖς, κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα εἴλυται καθύπερθ', ὅτ' ἐπιβρίσῃ Διός ὄμβρος· ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί, αἱ μέν ἄρ' ἐς Τρῶας, αἱ δ' ἐκ Τρώων ἐς Ἀχαιούς, βαλλομένων· τό δέ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
41Homerus, Ilias, 14, 378; 6 (auctor fl.700BC)
οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτί χέρσον ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ· οὔτε πυρός τόσσός γε ποτί βρόμος αἰθομένοιο οὔρεος ἐν βήσσῃς, ὅτε τ' ὤρετο καιέμεν ὕλην· οὔτ' ἄνεμος τόσσόν γε περί δρυσίν ὑψικόμοισι ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, ὅσση ἄρα Τρώων καί Ἀχαιῶν ἔπλετο φωνή δεινόν ἀϋσάντων, ὅτ' ἐπ' ἀλλήλοισιν ὄρουσαν.
42Homerus, Ilias, 15, 379; 2 (auctor fl.700BC)
οἳ δ' ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο νηός ὑπέρ τοίχων καταβήσεται, ὁππότ' ἐπείγῃ ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματ' ὀφέλλει· ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατά τεῖχος ἔβαινον, ἵππους δ' εἰσελάσαντες ἐπί πρύμνῃσι μάχοντο ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μέν ἀφ' ἵππων, οἳ δ' ἀπό νηῶν ὕψι μελαινάων ἐπιβάντες μακροῖσι ξυστοῖσι, τά ῥά σφ' ἐπί νηυσίν ἔκειτο ναύμαχα κολλήεντα, κατά στόμα εἱμένα χαλκῷ.
43Homerus, Ilias, 15, 592; 8 (auctor fl.700BC)
αὐτάρ ὃ λαμπόμενος πυρί πάντοθεν ἔνθορ' ὁμίλῳ, ἐν δ' ἔπεσ' ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι λάβρον ὑπαί νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δέ δεινός ἀήτη ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται δειδιότες· τυτθόν γάρ ὑπ' ἐκ θανάτοιο φέρονται· ὣς ἐδαΐζετο θυμός ἐνί στήθεσσιν Ἀχαιῶν.
44Homerus, Ilias, 17, 246; 5 (auctor fl.700BC)
ὡς δ' ὅτ' ἐπί προχοῇσι διιπετέος ποταμοῖο βέβρυχεν μέγα κῦμα ποτί ῥόον, ἀμφί δέ τ' ἄκραι ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλός ἔξω, τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν.
45Homerus, Ilias, 18, 65; 1 (auctor fl.700BC)
ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δέ σύν αὐτῇ δακρυόεσσαι ἴσαν, περί δέ σφισι κῦμα θαλάσσης ῥήγνυτο· ταί δ' ὅτε δή Τροίην ἐρίβωλον ἵκοντο ἀκτήν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαί Μυρμιδόνων εἴρυντο νέες ταχύν ἀμφ' Ἀχιλῆα.
46Homerus, Ilias, 18, 127; 5 (auctor fl.700BC)
ὣς ἔφαθ', αἳ δ' ὑπό κῦμα θαλάσσης αὐτίκ' ἔδυσαν· ἣ δ' αὖτ' Οὔλυμπον δέ θεά Θέτις ἀργυρόπεζα ἤϊεν ὄφρα φίλῳ παιδί κλυτά τεύχε' ἐνείκαι.
47Homerus, Ilias, 21, 97; 5 (auctor fl.700BC)
τόν δ' Ἀχιλεύς ποταμόν δέ λαβών ποδός ἧκε φέρεσθαι, καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ' ἀγόρευεν· ἐνταυθοῖ νῦν κεῖσο μετ' ἰχθύσιν, οἵ σ' ὠτειλήν αἷμ' ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλά Σκάμανδρος οἴσει δινήεις εἴσω ἁλός εὐρέα κόλπον· θρῴσκων τις κατά κῦμα μέλαιναν φρῖχ' ὑπαΐξει ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
48Homerus, Ilias, 21, 233; 2 (auctor fl.700BC)
δεινόν δ' ἀμφ' Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, ὤθει δ' ἐν σάκεϊ πίπτων ῥόος· οὐδέ πόδεσσιν εἶχε στηρίξασθαι· ὃ δέ πτελέην ἕλε χερσίν εὐφυέα μεγάλην· ἣ δ' ἐκ ῥιζῶν ἐριποῦσα κρημνόν ἅπαντα διῶσεν, ἐπέσχε δέ καλά ῥέεθρα ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτόν εἴσω πᾶσ' ἐριποῦσ'· ὃ δ' ἄρ' ἐκ δίνης ἀνορούσας ἤϊξεν πεδίοιο ποσί κραιπνοῖσι πέτεσθαι δείσας· οὐδέ τ' ἔληγε θεός μέγας, ὦρτο δ' ἐπ' αὐτῷ ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο δῖον Ἀχιλλῆα, Τρώεσσι δέ λοιγόν ἀλάλκοι.
49Homerus, Ilias, 21, 233; 4 (auctor fl.700BC)
ὡς δ' ὅτ' ἀνήρ ὀχετηγός ἀπό κρήνης μελανύδρου ἂμ φυτά καί κήπους ὕδατι ῥόον ἡγεμονεύῃ χερσί μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων· τοῦ μέν τε προρέοντος ὑπό ψηφῖδες ἅπασαι ὀχλεῦνται· τό δέ τ' ὦκα κατειβόμενον κελαρύζει χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καί τόν ἄγοντα· ὣς αἰεί Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο καί λαιψηρόν ἐόντα· θεοί δέ τε φέρτεροι ἀνδρῶν.
50Homerus, Ilias, 21, 233; 5 (auctor fl.700BC)
ὁσσάκι δ' ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεύς στῆναι ἐναντίβιον καί γνώμεναι εἴ μιν ἅπαντες ἀθάνατοι φοβέουσι, τοί οὐρανόν εὐρύν ἔχουσι, τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο πλάζ' ὤμους καθύπερθεν· ὃ δ' ὑψόσε ποσσίν ἐπήδα θυμῷ ἀνιάζων· ποταμός δ' ὑπό γούνατ' ἐδάμνα λάβρος ὕπαιθα ῥέων, κονίην δ' ὑπέρεπτε ποδοῖιν.
51Homerus, Ilias, 21, 298; 2 (auctor fl.700BC)
οὐδέ Σκάμανδρος ἔληγε τό ὃν μένος, ἀλλ' ἔτι μᾶλλον χώετο Πηλεΐωνι, κόρυσσε δέ κῦμα ῥόοιο ὑψόσ' ἀειρόμενος, Σιμόεντι δέ κέκλετ' ἀΰσας· φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ σχῶμεν, ἐπεί τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος ἐκπέρσει, Τρῶες δέ κατά μόθον οὐ μενέουσιν.
52Homerus, Ilias, 21, 298; 3 (auctor fl.700BC)
ἀλλ' ἐπάμυνε τάχιστα, καί ἐμπίπληθι ῥέεθρα ὕδατος ἐκ πηγέων, πάντας δ' ὀρόθυνον ἐναύλους, ἵστη δέ μέγα κῦμα, πολύν δ' ὀρυμαγδόν ὄρινε φιτρῶν καί λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα ὃς δή νῦν κρατέει, μέμονεν δ' ὅ γε ἶσα θεοῖσι.
53Homerus, Ilias, 21, 324; 2 (auctor fl.700BC)
πορφύρεον δ' ἄρα κῦμα διιπετέος ποταμοῖο ἵστατ' ἀειρόμενον, κατά δ' ᾕρεε Πηλεΐωνα· Ἥρη δέ μέγ' ἄϋσε περιδείσασ' Ἀχιλῆϊ μή μιν ἀποέρσειε μέγας ποταμός βαθυδίνης, αὐτίκα δ' Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν· ὄρσεο κυλλοπόδιον ἐμόν τέκος· ἄντα σέθεν γάρ Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι· ἀλλ' ἐπάμυνε τάχιστα, πιφαύσκεο δέ φλόγα πολλήν.
54Homerus, Ilias, 21, 361; 6 (auctor fl.700BC)
ὣς ἔφαθ', Ἥφαιστος δέ κατέσβεσε θεσπιδαές πῦρ, ἄψορρον δ' ἄρα κῦμα κατέσσυτο καλά ῥέεθρα.
55Homerus, Ilias, 23, 192; 6 (auctor fl.700BC)
αἶψα δέ πόντον ἵκανον ἀήμεναι, ὦρτο δέ κῦμα πνοιῇ ὕπο λιγυρῇ· Τροίην δ' ἐρίβωλον ἱκέσθην, ἐν δέ πυρῇ πεσέτην, μέγα δ' ἴαχε θεσπιδαές πῦρ.
56Homerus, Ilias, 23, 664; 11 (auctor fl.700BC)
ὡς δ' ὅθ' ὑπό φρικός Βορέω ἀναπάλλεται ἰχθύς θίν' ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν, ὣς πληγείς ἀνέπαλτ'· αὐτάρ μεγάθυμος Ἐπειός χερσί λαβών ὤρθωσε· φίλοι δ' ἀμφέσταν ἑταῖροι, οἵ μιν ἄγον δι' ἀγῶνος ἐφελκομένοισι πόδεσσιν αἷμα παχύ πτύοντα κάρη βάλλονθ' ἑτέρωσε· κάδ δ' ἀλλοφρονέοντα μετά σφίσιν εἷσαν ἄγοντες, αὐτοί δ' οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
57Homerus, Ilias, 24, 93; 2 (auctor fl.700BC)
βῆ δ' ἰέναι, πρόσθεν δέ ποδήνεμος ὠκέα Ἶρις ἡγεῖτ'· ἀμφί δ' ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
58Homerus, Odyssea, 1, 125; 11 (auctor fl.700BC)
αὐτάρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην, ἄγχι σχών κεφαλήν, ἵνα μή πευθοίαθ' οἱ ἄλλοι· " ξεῖνε φίλ', ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω· τούτοισιν μέν ταῦτα μέλει, κίθαρις καί ἀοιδή, ῥεῖ', ἐπεί ἀλλότριον βίοτον νήποινον ἔδουσιν, ἀνέρος, οὗ δή που λεύκ' ὀστέα πύθεται ὄμβρῳ κείμεν' ἐπ' ἠπείρου, ἢ εἰν ἁλί κῦμα κυλίνδει.
59Homerus, Odyssea, 2, 388; 18 (auctor fl.700BC)
ἔπρησεν δ' ἄνεμος μέσον ἱστίον, ἀμφί δέ κῦμα στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηός ἰούσης· ἡ δ' ἔθεεν κατά κῦμα διαπρήσσουσα κέλευθον.
60Homerus, Odyssea, 3, 276; 5 (auctor fl.700BC)
ἔστι δέ τις λισσή αἰπεῖά τε εἰς ἅλα πέτρη ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ· ἔνθα Νότος μέγα κῦμα ποτί σκαιόν ῥίον ὠθεῖ, ἐς Φαιστόν, μικρός δέ λίθος μέγα κῦμ' ἀποέργει.
61Homerus, Odyssea, 5, 50; 1 (auctor fl.700BC)
Πιερίην δ' ἐπιβάς ἐξ αἰθέρος ἔμπεσε πόντῳ· σεύατ' ἔπειτ' ἐπί κῦμα λάρῳ ὄρνιθι ἐοικώς, ὅς τε κατά δεινούς κόλπους ἁλός ἀτρυγέτοιο ἰχθῦς ἀγρώσσων πυκινά πτερά δεύεται ἅλμῃ· τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
62Homerus, Odyssea, 5, 92; 7 (auctor fl.700BC)
ἔνθ' ἄλλοι μέν πάντες ἀπέφθιθεν ἐσθλοί ἑταῖροι, τόν δ' ἄρα δεῦρ' ἄνεμός τε φέρων καί κῦμα πέλασσε.
63Homerus, Odyssea, 5, 92; 14 (auctor fl.700BC)
ἔνθ' ἄλλοι μέν πάντες ἀπέφθιθεν ἐσθλοί ἑταῖροι, τόν δ' ἄρα δεῦρ' ἄνεμός τε φέρων καί κῦμα πέλασσε.
64Homerus, Odyssea, 5, 262; 10 (auctor fl.700BC)
σύν δ' Εὖρός τε Νότος τ' ἔπεσον Ζέφυρός τε δυσαής καί Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
65Homerus, Odyssea, 5, 313; 1 (auctor fl.700BC)
ὣς ἄρα μιν εἰπόντ' ἔλασεν μέγα κῦμα κατ' ἄκρης δεινόν ἐπεσσύμενον, περί δέ σχεδίην ἐλέλιξε.
66Homerus, Odyssea, 5, 313; 6 (auctor fl.700BC)
τήν δ' ἐφόρει μέγα κῦμα κατά ῥόον ἔνθα καί ἔνθα.
67Homerus, Odyssea, 5, 313; 13 (auctor fl.700BC)
" ὣς ἄρα φωνήσασα θεά κρήδεμνον ἔδωκεν, αὐτή δ' ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
68Homerus, Odyssea, 5, 313; 16 (auctor fl.700BC)
ἀλλά μάλ' ὧδ' ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον· ὄφρ' ἂν μέν κεν δούρατ' ἐν ἁρμονίῃσιν ἀρήρῃ, τόφρ' αὐτοῦ μενέω καί τλήσομαι ἄλγεα πάσχων· αὐτάρ ἐπήν δή μοι σχεδίην διά κῦμα τινάξῃ, νήξομ', ἐπεί οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.
69Homerus, Odyssea, 5, 365; 1 (auctor fl.700BC)
ἧος ὁ ταῦθ' ὥρμαινε κατά φρένα καί κατά θυμόν, ὦρσε δ' ἐπί μέγα κῦμα Ποσειδάων ἐνοσίχθων, δεινόν τ' ἀργαλέον τε, κατηρεφές, ἤλασε δ' αὐτόν.
70Homerus, Odyssea, 5, 365; 13 (auctor fl.700BC)
ἀλλ' ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας, καί δή δοῦπον ἄκουσε ποτί σπιλάδεσσι θαλάσσης· ῥόχθει γάρ μέγα κῦμα ποτί ξερόν ἠπείροιο δεινόν ἐρευγόμενον, εἴλυτο δέ πάνθ' ἁλός ἄχνῃ· οὐ γάρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδ' ἐπιωγαί.
71Homerus, Odyssea, 5, 408; 1 (auctor fl.700BC)
" ὤ μοι, ἐπεί δή γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι Ζεύς, καί δή τόδε λαῖτμα διατμήξας ἐπέρησα, ἔκβασις οὔ πῃ φαίνεθ' ἁλός πολιοῖο θύραζε· ἔκτοσθεν μέν γάρ πάγοι ὀξέες, ἀμφί δέ κῦμα βέβρυχεν ῥόθιον, λισσή δ' ἀναδέδρομε πέτρη, ἀγχιβαθής δέ θάλασσα, καί οὔ πως ἔστι πόδεσσι στήμεναι ἀμφοτέροισι καί ἐκφυγέειν κακότητα· μή πώς μ' ἐκβαίνοντα βάλῃ λίθακι ποτί πέτρῃ κῦμα μέγ' ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
72Homerus, Odyssea, 5, 408; 3 (auctor fl.700BC)
" ἧος ὁ ταῦθ' ὥρμαινε κατά φρένα καί κατά θυμόν, τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπ' ἀκτήν.
73Homerus, Odyssea, 5, 408; 4 (auctor fl.700BC)
ἔνθα κ' ἀπό ῥινούς δρύφθη, σύν δ' ὀστέ' ἀράχθη, εἰ μή ἐπί φρεσί θῆκε θεά, γλαυκῶπις Ἀθήνη· ἀμφοτέρῃσι δέ χερσίν ἐπεσσύμενος λάβε πέτρης, τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
74Homerus, Odyssea, 5, 408; 6 (auctor fl.700BC)
ὡς δ' ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο πρός κοτυληδονόφιν πυκιναί λάιγγες ἔχονται, ὣς τοῦ πρός πέτρῃσι θρασειάων ἀπό χειρῶν ῥινοί ἀπέδρυφθεν· τόν δέ μέγα κῦμα κάλυψεν.
75Homerus, Odyssea, 5, 451; 1 (auctor fl.700BC)
ὣς φάθ', ὁ δ' αὐτίκα παῦσεν ἑόν ῥόον, ἔσχε δέ κῦμα, πρόσθε δέ οἱ ποίησε γαλήνην, τόν δ' ἐσάωσεν ἐς ποταμοῦ προχοάς.
76Homerus, Odyssea, 5, 451; 6 (auctor fl.700BC)
καί τό μέν ἐς ποταμόν ἁλιμυρήεντα μεθῆκεν, ἂψ δ' ἔφερεν μέγα κῦμα κατά ῥόον, αἶψα δ' ἄρ' Ἰνώ δέξατο χερσί φίλῃσιν· ὁ δ' ἐκ ποταμοῖο λιασθείς σχοίνῳ ὑπεκλίνθη, κύσε δέ ζείδωρον ἄρουραν.
77Homerus, Odyssea, 7, 240; 7 (auctor fl.700BC)
ἑπτά δέ καί δέκα μέν πλέον ἤματα ποντοπορεύων, ὀκτωκαιδεκάτῃ δ' ἐφάνη ὄρεα σκιόεντα γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ δυσμόρῳ· ἦ γάρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων, ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον, ὤρινεν δέ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα εἴα ἐπί σχεδίης ἁδινά στενάχοντα φέρεσθαι.
78Homerus, Odyssea, 9, 47; 14 (auctor fl.700BC)
καί νύ κεν ἀσκηθής ἱκόμην ἐς πατρίδα γαῖαν· ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν καί Βορέης ἀπέωσε, παρέπλαγξεν δέ Κυθήρων.
79Homerus, Odyssea, 9, 461; 9 (auctor fl.700BC)
» " ὣς ἐφάμην, ὁ δ' ἔπειτα χολώσατο κηρόθι μᾶλλον, ἧκε δ' ἀπορρήξας κορυφήν ὄρεος μεγάλοιο, κάδ δ' ἔβαλε προπάροιθε νεός κυανοπρῴροιο τυτθόν, ἐδεύησεν δ' οἰήιον ἄκρον ἱκέσθαι, ἐκλύσθη δέ θάλασσα κατερχομένης ὑπό πέτρης· τήν δ' αἶψ' ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα, πλημυρίς ἐκ πόντοιο, θέμωσε δέ χέρσον ἱκέσθαι.
80Homerus, Odyssea, 9, 536; 3 (auctor fl.700BC)
ἐκλύσθη δέ θάλασσα κατερχομένης ὑπό πέτρης· τήν δέ πρόσω φέρε κῦμα, θέμωσε δέ χέρσον ἱκέσθαι.
81Homerus, Odyssea, 10, 87; 2 (auctor fl.700BC)
αἱ μέν ἄρ' ἔντοσθεν λιμένος κοίλοιο δέδεντο πλησίαι· οὐ μέν γάρ ποτ' ἀέξετο κῦμά γ' ἐν αὐτῷ, οὔτε μέγ' οὔτ' ὀλίγον, λευκή δ' ἦν ἀμφί γαλήνη· αὐτάρ ἐγών οἶος σχέθον ἔξω νῆα μέλαιναν, αὐτοῦ ἐπ' ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας· ἔστην δέ σκοπιήν ἐς παιπαλόεσσαν ἀνελθών.
82Homerus, Odyssea, 11, 225; 6 (auctor fl.700BC)
τῷ δ' ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος· πορφύρεον δ' ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον, κυρτωθέν, κρύψεν δέ θεόν θνητήν τε γυναῖκα.
83Homerus, Odyssea, 11, 601; 12 (auctor fl.700BC)
τήν δέ κατ' Ὠκεανόν ποταμόν φέρε κῦμα ῥόοιο, πρῶτα μέν εἰρεσίῃ, μετέπειτα δέ κάλλιμος οὖρος.
84Homerus, Odyssea, 12, 1; 1 (auctor fl.700BC)
" αὐτάρ ἐπεί ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο νηῦς, ἀπό δ' ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο νῆσόν τ' Αἰαίην, ὅθι τ' Ἠοῦς ἠριγενείης οἰκία καί χοροί εἰσι καί ἀντολαί Ἠελίοιο, νῆα μέν ἔνθ' ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, ἐκ δέ καί αὐτοί βῆμεν ἐπί ῥηγμῖνι θαλάσσης· ἔνθα δ' ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
85Homerus, Odyssea, 12, 36; 7 (auctor fl.700BC)
ἔνθεν μέν γάρ πέτραι ἐπηρεφέες, προτί δ' αὐτάς κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης· Πλαγκτάς δή τοι τάς γε θεοί μάκαρες καλέουσι.
86Homerus, Odyssea, 12, 192; 4 (auctor fl.700BC)
" ἀλλ' ὅτε δή τήν νῆσον ἐλείπομεν, αὐτίκ' ἔπειτα καπνόν καί μέγα κῦμα ἴδον καί δοῦπον ἄκουσα.
87Homerus, Odyssea, 12, 327; 8 (auctor fl.700BC)
εἰ δέ χολωσάμενός τι βοῶν ὀρθοκραιράων νῆ' ἐθέλῃ ὀλέσαι, ἐπί δ' ἕσπωνται θεοί ἄλλοι, βούλομ' ἅπαξ πρός κῦμα χανών ἀπό θυμόν ὀλέσσαι, ἢ δηθά στρεύγεσθαι ἐών ἐν νήσῳ ἐρήμῃ.
88Homerus, Odyssea, 12, 397; 7 (auctor fl.700BC)
αὐτάρ ἐγώ διά νηός ἐφοίτων, ὄφρ' ἀπό τοίχους λῦσε κλύδων τρόπιος, τήν δέ ψιλήν φέρε κῦμα, ἐκ δέ οἱ ἱστόν ἄραξε ποτί τρόπιν.
89Homerus, Odyssea, 13, 47; 9 (auctor fl.700BC)
ἡ δ', ὥς τ' ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι, πάντες ἅμ' ὁρμηθέντες ὑπό πληγῇσιν ἱμάσθλης, ὑψόσ' ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον, ὣς ἄρα τῆς πρύμνη μέν ἀείρετο, κῦμα δ' ὄπισθε πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
90Homerus, Odyssea, 13, 93; 2 (auctor fl.700BC)
Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος, ἐν δήμῳ Ἰθάκης· δύο δέ προβλῆτες ἐν αὐτῷ ἀκταί ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι, αἵ τ' ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα ἔκτοθεν· ἔντοσθεν δέ τ' ἄνευ δεσμοῖο μένουσι νῆες ἐΰσσελμοι, ὅτ' ἂν ὅρμου μέτρον ἵκωνται.
91Homerus, Odyssea, 14, 285; 12 (auctor fl.700BC)
ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτί μελαίνῃ γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
92Iulius Firmicus Maternus, Liber de errore profanorum religionum [CSEL], 6, 8; 3 (auctor fl.337)
hunc finem Liberi Homerus, ut fugam et trepidationem detegeret et ut ostenderet mortem, ait: θεινόμεναι βουπλῆγι: Διώνυσος δὲ φοβηθεὶς δύσεθ᾽ ἁλὸς κατὰ κῦμα, Θέτις δ᾽ ὑπεδέξατο κόλπῳ δειδιότα: κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
93Iulius Firmicus Maternus, De errore profanarum religionum, 12, 0998B (auctor fl.337)
Hunc finem Liberi Homerus, ut fugam et trepidationem detegeret, et ut ostenderet mortem, ait: . . . . . . . Διώνυσος δέ φοβηθείς Δύσαθ' ἁλός καπά κῦμα· Θίτις δ' ὑπεδέξατο κόλπῳ Δειδιότα· κρατερός γάρ ἔχε τρόμος ἀνδρός ὁμοκλῇ.
94Macrobius Theodosius, Saturnalia, p6, 3; 7 (auctor c.420)
Πορφύρεον δ᾽ ἄρα κῦμα παρίστατο, οὔρει ἶσον, κυρτωθέν curvata in molis faciem circumstetit unda.
95Macrobius Theodosius, Saturnalia, p6, 3; 35 (auctor c.420)
Φόρκυνος δέ τίς ἐστι λιμὴν, ἁλίοιο γέροντος, ἐν δήμῳ Ἰθάκης• δύο δὲ προβλῆτες ἐν αὐτῷ ἀκταὶ ἀπορρῶγες λιμένος ποτὶ πεπτηυῖαι αἵ τ᾽ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα ἔκτοθεν• ἔντοσθεν δέ τ᾽ ἄνευ δεσμοῖο μένουσιν νῆες ἐΰσσελμοι, ὅτ᾽ ἂν ὅρμου μέτρον ἵκωνται.
96Macrobius Theodosius, Saturnalia, p6, 13; 28 (auctor c.420)
Ὡς δ᾽ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον, ἐλθόντ᾽ ἐξαπίνης• ἄμυδις δέ τε κῦμα κελαινὸν κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν.
97Macrobius Theodosius, Saturnalia, p6, 13; 47 (auctor c.420)
Ὡς δ᾽ ὅτ᾽ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτ᾽ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος• πόντῳ μὲν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ᾽ ἄκρας κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ᾽ ἁλὸς ἄχνην.
98Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 41; 9 (auctor 1606-1681)
Α)πὸ πετρῶν εἰς κῦμα .
99Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 103; 1 (auctor 1606-1681)
Κῦμα κοφόν , fluctus mutus, iam insurgens.
100Plato, Leges, 1d, 740; 6 (auctor c.425BC-347BC)
ἐάν τ' αὖ καὶ τοὐναντίον ἐπέλθῃ ποτὲ κῦμα
101Plato, Phaedo, p1, 114; 1 (auctor c.425BC-347BC)
ὑπ' ὀργῆς βίαιόν τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον βιῶσιν, ἢ ἀνδροφόνοι τοιούτῳ τινὶ ἄλλῳ τρόπῳ γένωνται, τούτους δὲ ἐμπεσεῖν μὲν εἰς τὸν Τάρταρον ἀνάγκη, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ἐκεῖ γενομένους ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους κατὰ τὸν Κωκυτόν, τοὺς δὲ πατραλοίας καὶ μητραλοίας κατὰ τὸν Πυριφλεγέθοντα· ἐπειδὰν δὲ φερόμενοι γένωνται κατὰ τὴν λίμνην τὴν Ἀχερουσιάδα, ἐνταῦθα βοῶσί τε καὶ καλοῦσιν, οἱ μὲν οὓς ἀπέκτειναν, οἱ δὲ οὓς ὕβρισαν, καλέσαντες δ' ἱκετεύουσι καὶ δέονται ἐᾶσαι σφᾶς ἐκβῆναι εἰς τὴν λίμνην καὶ δέξασθαι, καὶ ἐὰν μὲν πείσωσιν, ἐκβαίνουσί τε καὶ λήγουσι τῶν κακῶν, εἰ δὲ μή, φέρονται αὖθις εἰς τὸν Τάρταρον καὶ ἐκεῖθεν πάλιν εἰς τοὺς ποταμούς, καὶ ταῦτα πάσχοντες οὐ πρότερον παύονται πρὶν ἂν πείσωσιν οὓς ἠδίκησαν· αὕτη γὰρ ἡ δίκη ὑπὸ τῶν δικαστῶν αὐτοῖς ἐτάχθη.
102Plato, Respublica, 1d, 457; 6 (auctor c.425BC-347BC)
τοῦτο μὲν τοίνυν ἓν ὥσπερ κῦμα φῶμεν διαφεύγειν τοῦ γυναικείου πέρι νόμου λέγοντες, ὥστε μὴ παντάπασι κατακλυσθῆναι τιθέντας ὡς δεῖ κοινῇ πάντα ἐπιτηδεύειν τούς τε φύλακας ἡμῖν καὶ τὰς φυλακίδας, ἀλλά πῃ τὸν λόγον αὐτὸν αὑτῷ ὁμολογεῖσθαι ὡς δυνατά τε καὶ ὠφέλιμα λέγει· καὶ μάλα, ἔφη, οὐ σμικρὸν κῦμα διαφεύγεις.
103Plato, Respublica, 1d, 473; 10 (auctor c.425BC-347BC)
εἰρήσεται δ' οὖν, εἰ καὶ μέλλει γέλωτί τε ἀτεχνῶς ὥσπερ κῦμα ἐκγελῶν καὶ ἀδοξίᾳ κατακλύσειν.
104Plinius minor, Epistolae, 9, 26, 6; 12 (auctor c.61–c.113)
Atque ut Homerum potissimum attingam, quem tandem alterutram in partem potest fugere ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός ... ἠέρι δ' ἔγχος ἐκεκλιτο et totum illud οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ?
105Servius, In Vergilii Aeneide comentarii, 1, 85; 3 (auctor fl.c.400)
ideo Homerus de eo " καὶ βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων ".
106Servius, In Vergilii Aeneide comentarii, 1, 144; 1 (auctor fl.c.400)
Cymothoe nomina deorum plerumque de causis sunt ficta ab elementis, quae numina dici voluere maiores, ut 'Cymothoe', id est cursus fluctuum, ἀπὸ τοῦ θέειν τὸ κῦμα .
107Sixtus III, Epistolae et decreta, 50, 0586B
Μόνος οὖν εἴη ναυάγησας αὐτὸς, ὃν ἐν τοσαύτῃ ὁμίχλῃ τῶν ἰδίων διδαγμάτων μηδὲν ὁρῶντα, τὸ τῆς ἀσεβείας κῦμα προσέῤῥηξε τῷ σκοπέλῳ τῆς καθαιρέσεως.