'λύπη' - search in All Authors, Showing 1 to 154 of 154 hits

1Anonymi, Ars Bobiensis, p. 32, l. 3 (auctor c.450)
hic actus ἡ πρᾶξις, hic affectus, hic accentus, angulus γωνία, ascensus, aditus, aduentus, anus ἡ ἕδρα, acus, apex κεραία, clamor, conplexus, casus, clipeus, conspectus, coetus, coitus, calx πτέρνα (λάκτισμα, ἄσβεστος), carcer, conatus, census ἀπογραφή, cibus, coactus ἡ ἀνάγκη, canus πολιά, concursus, cantus, concentus συνῳδή, collis ἀκρώρεια, cultus, calix κύλιξ, comitatus συνεκδημία, cliuus ἀνάβασις, calor, calculus ψῆφος, callis ἀτραπός, culmus καλάμη, consulatus, cardus κινάρα, cippus στήλη, descensus, dies, ductus χαραγμή, euentus, exitus, error, fons, fragor, focus ἑστία, fetor τρυγίας τοῦ οἴνου ὀδμή, furor, fascis δέσμη, fornix ἁψίς, forfex ψαλίς, faex τρυγία, fulgor, honor, gremius, hortatus προτροπή, ingressus εἴσβασις, ictus πληγή, iuncus ὀξύσχοινος, incessus ἐπίβασις, iussus κέλευσις, inpulsus ἡ μετὰ τοῦ ἀναγκάζειν πειθώ, interitus, introitus, inpetus, luxus ἀσωτία, langor νωθρία, lectus, later πλίνθος, luscinius ἀηδών (et luscinia, ut Horatius dixit), limus ἰλύς, maeror λύπη, motus, mador ὑγρασία (Sallustius in historiis), mergus αἴθυια, magistratus ἀρχή, mercatus ἐμπορία, morbus, mullus, nuntius ἀγγελία, nidor κνῖσα, nidus καλιά, ordo τάξις, odor ὀδμή, obiectus προβολή, ortus ἀνατολή, occasus, ornatus κόσμησις, pons, pumex, profectus προκοπή, poples ἀγκύλη, pelicatus ζηλοτυπία, pallor, pauor, postis φλιά, ros, remus, reditus, raster, radius, rogus, sermo ὁμιλία, solius ἔμβασις, successus διαδοχή, pulpitus θυμέλη, pudor, pilus θρίξ, septentrio, splendor, senatus, sensus αἴσθησις, status, situs θέσις, secessus ὑποχώρησις, torus, turbo θύελλα, turtur τρυγών, turdus κίχλα, terror, uertex κορυφή, uisus, usus, uenter, uortex ἴλιγξ, uomis ὕνις, uicus κώμη, uapor ἀτμίς.
2Anonymi, Ars Bobiensis, p. 30, l. 11 (auctor c.450)
item singularia semper sunt quae nec uideri nec tangi possunt, uerum ab his in alterutram partem doloris aut gaudii adficimur, ut gaudium (et gaudia dixerunt), uigor (et uigores dixerunt), metus (et metus pluraliter), letum, fuga, pallor (pallores dixerunt), timor, terror (terrores dixerunt), insania, sopor (sopores dixerunt), furor (pluraliter dixerunt), ius (pluraliter iura tantum), iustitia, maestitia, senium μέριμνα ψυχική, maeror λύπη (Cicero pluraliter extulit in pro Cluentio sed multorum medicamentum maerorum ), scrupulum, sapientia, salus, fides, perfidia, macies maciei, inertia, misericordia, segnitia, pigritia, uelocitas (pluraliter dixerunt); sed auctores non usquequaque haec obseruauerunt.
3Aristoteles, De anima, 2, II 2; 16 (auctor 384BC-322BC)
Ὥσπερ γάρ ἐπί τῶν φυτῶν ἔνια διαιρούμενα φαίνεται ζῶντα καί χωριζόμενα ἀπ’ ἀλλήλων, ὡς οὔσης τῆς ἐν τούτοις ψυχῆς ἐντελεχείᾳ μέν μιᾶς ἐν ἑκάστῳ φυτῷ, δυνάμει δέ πλειόνων, οὕτως ὁρῶμεν καί περί ἑτέρας διαφοράς τῆς ψυχῆς συμβαῖνον ἐπί τῶν ἐντόμων ἐν τοῖς διατεμνομένοις· καί γάρ αἴσθησιν ἑκάτερον τῶν μερῶν ἔχει καί κίνησιν τήν κατά τόπον, εἰ δ’ αἴσθησιν, καί φαντασίαν καί ὄρεξιν· ὅπου μέν γάρ αἴσθησις, καί λύπη τε καί ἡδονή, ὅπου δέ ταῦτα, ἐξ ἀνάγκης καί ἐπιθυμία.
4Aristoteles, De anima, 2, II 3; 4 (auctor 384BC-322BC)
Εἰ δέ τό αἰσθητικόν, καί τό ὀρεκτικόν· ὄρεξις μέν γάρ ἐπιθυμία καί θυμός καί βούλησις, τά δέ ζῷα πάντ’ ἔχουσι μίαν γε τῶν αἰσθήσεων, τήν ἁφήν· ᾧ δ’ αἴσθησις ὑπάρχει, τούτῳ ἡδονή τε καί λύπη καί τό ἡδύ τε καί λυπηρόν, οἷς δέ ταῦτα, καί ἡ ἐπιθυμία· τοῦ γάρ ἡδέος ὄρεξις αὕτη.
5Aristoteles, De anima, 3, III 11; 2 (auctor 384BC-322BC)
Φαίνεται γάρ λύπη καί ἡδονή ἐνοῦσα.
6Aristoteles, De sensu et sensibilibus, 1; 3 (auctor 384BC-322BC)
Φαίνεται δὲ τὰ μέγιστα, καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τῶν ζῴων, κοινὰ τῆς ψυχῆς ὄντα καὶ τοῦ σώματος, οἷον αἴσθησις καὶ μνήμη καὶ θυμὸς καὶ ἐπιθυμία καὶ ὅλως ὄρεξις, καὶ πρὸς τούτοις ἡδονή τε καὶ λύπη· καὶ γὰρ ταῦτα σχεδὸν ὑπάρχει πᾶσι τοῖς ζῴοις.
7Aristoteles, Ethica Eudemia, 2; 55 (auctor 384BC-322BC)
λέγω δὲ πάθη μὲν τὰ τοιαῦτα, θυμὸν φόβον αἰδῶ ἐπιθυμίαν, ὅλως οἷς ἕπεται ὡς ἐπὶ τὸ πολὺ ἡ αἰσθητικὴ ἡδονὴ ἢ λύπη καθ' αὑτά.
8Aristoteles, Ethica Eudemia, 2; 96 (auctor 384BC-322BC)
αἱ μὲν γὰρ δυνάμεις καὶ αἱ ἕξεις τῶν παθημάτων, τὰ δὲ πάθη λύπῃ καὶ ἡδονῇ διώρισται· ὥστε διά τε ταῦτα καὶ διὰ τὰς ἔμπροσθεν θέσεις συμβαίνει πᾶσαν ἠθικὴν ἀρετὴν περὶ ἡδονὰς εἶναι καὶ λύπας.
9Aristoteles, Ethica Eudemia, 2; 191 (auctor 384BC-322BC)
ἔτι καὶ ἡδονὴ καὶ λύπη ἐν ἀμφοτέροις ἔνεστι.
10Aristoteles, Ethica Eudemia, 2; 274 (auctor 384BC-322BC)
περὶ μὲν γὰρ τὰ προαιρετὰ τυγχάνουσιν οὖσαι, ἡ δὲ προαίρεσις περὶ τὸ ἀγαθὸν καὶ κακὸν καὶ τὰ φαινόμενα, τοιαῦτα δὲ φύσει ἡδονὴ καὶ λύπη.
11Aristoteles, Ethica Eudemia, 3; 42 (auctor 384BC-322BC)
τοιαῦτα δ' ἐστὶν ὅσα φαίνεται ποιητικὰ λύπης φθαρτικῆς· τοῖς γὰρ ἄλλην τινὰ προσδεχομένοις λύπην ἑτέρα μὲν ἄν τις ἴσως λύπη γένοιτο καὶ πάθος ἕτερον, φόβος δ' οὐκ ἔσται, οἷον εἴ τις προορῷτο ὅτι λυπήσεται λύπην ἣν οἱ φθονοῦντες λυποῦνται, ἢ τοιαύτην οἵαν οἱ ζηλοῦντες ἢ οἱ αἰσχυνόμενοι.
12Aristoteles, Ethica Nicomachea, 2, 2; 14 (auctor 384BC-322BC)
ἔτι δ' εἰ αἱ ἀρεταί εἰσι περὶ πράξεις καὶ πάθη, παντὶ δὲ πάθει καὶ πάσῃ πράξει ἕπεται ἡδονὴ καὶ λύπη, καὶ διὰ τοῦτ' ἂν εἴη ἡ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας.
13Aristoteles, Ethica Nicomachea, 2, 2; 22 (auctor 384BC-322BC)
κανονίζομεν δὲ καὶ τὰς πράξεις, οἳ μὲν μᾶλλον οἳ δ' ἧττον, ἡδονῇ καὶ λύπῃ.
14Aristoteles, Ethica Nicomachea, 2, 4; 3 (auctor 384BC-322BC)
λέγω δὲ πάθη μὲν ἐπιθυμίαν ὀργὴν φόβον θάρσος φθόνον χαρὰν φιλίαν μῖσος πόθον ζῆλον ἔλεον, ὅλως οἷς ἕπεται ἡδονὴ ἢ λύπη· δυνάμεις δὲ καθ' ἃς παθητικοὶ τούτων λεγόμεθα, οἷον καθ' ἃς δυνατοὶ ὀργισθῆναι ἢ λυπηθῆναι ἢ ἐλεῆσαι· ἕξεις δὲ καθ' ἃς πρὸς τὰ πάθη ἔχομεν εὖ ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι, εἰ μὲν σφοδρῶς ἢ ἀνειμένως, κακῶς ἔχομεν, εἰ δὲ μέσως, εὖ· ὁμοίως δὲ καὶ πρὸς τἆλλα.
15Aristoteles, Ethica Nicomachea, 3, 15; 2 (auctor 384BC-322BC)
ἣ μὲν γὰρ δι' ἡδονήν, ἣ δὲ διὰ λύπην, ὧν τὸ μὲν αἱρετόν, τὸ δὲ φευκτόν· καὶ ἡ μὲν λύπη ἐξίστησι καὶ φθείρει τὴν τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐδὲν τοιοῦτο ποιεῖ.
16Aristoteles, Ethica Nicomachea, 7, 6; 8 (auctor 384BC-322BC)
διὸ μᾶλλον ἀκόλαστον ἂν εἴποιμεν ὅστις μὴ ἐπιθυμῶν ἢ ἠρέμα διώκει τὰς ὑπερβολὰς καὶ φεύγει μετρίας λύπας, ἢ τοῦτον ὅστις διὰ τὸ ἐπιθυμεῖν σφόδρα· τί γὰρ ἂν ἐκεῖνος ποιήσειεν, εἰ προσγένοιτο ἐπιθυμία νεανικὴ καὶ περὶ τὰς τῶν ἀναγκαίων ἐνδείας λύπη ἰσχυρά· ἐπεὶ δὲ τῶν ἐπιθυμιῶν καὶ τῶν ἡδονῶν αἳ μέν εἰσι τῶν τῷ γένει καλῶν καὶ σπουδαίων (τῶν γὰρ ἡδέων ἔνια φύσει αἱρετά) , τὰ δ' ἐναντία τούτων, τὰ δὲ μεταξύ, καθάπερ διείλομεν πρότερον, οἷον χρήματα καὶ κέρδος καὶ νίκη καὶ τιμή· πρὸς ἅπαντα δὲ καὶ τὰ τοιαῦτα καὶ τὰ μεταξὺ οὐ τῷ πάσχειν καὶ ἐπιθυμεῖν καὶ φιλεῖν ψέγονται, ἀλλὰ τῷ πῶς καὶ ὑπερβάλλειν (διὸ ὅσοι μὲν παρὰ τὸν λόγον ἢ κρατοῦνται ἢ διώκουσι τῶν φύσει τι καλῶν καὶ ἀγαθῶν, οἷον οἱ περὶ τιμὴν μᾶλλον ἢ δεῖ σπουδάζοντες ἢ περὶ τέκνα καὶ γονεῖς· καὶ γὰρ ταῦτα τῶν ἀγαθῶν, καὶ ἐπαινοῦνται οἱ περὶ ταῦτα σπουδάζοντες· ἀλλ' ὅμως ἔστι τις ὑπερβολὴ καὶ ἐν τούτοις, εἴ τις ὥσπερ ἡ Νιόβη μάχοιτο καὶ πρὸς τοὺς θεούς, ἢ ὥσπερ Σάτυρος ὁ φιλοπάτωρ ἐπικαλούμενος περὶ τὸν πατέρα· λίαν γὰρ ἐδόκει μωραίνειν) · μοχθηρία μὲν οὖν οὐδεμία περὶ ταῦτ' ἐστὶ διὰ τὸ εἰρημένον, ὅτι φύσει τῶν αἱρετῶν ἕκαστόν ἐστι δι' αὑτό, φαῦλαι δὲ καὶ φευκταὶ αὐτῶν εἰσὶν αἱ ὑπερβολαί.
17Aristoteles, Ethica Nicomachea, 7, 14; 1 (auctor 384BC-322BC)
ἀλλὰ μὴν ὅτι καὶ ἡ λύπη κακόν, ὁμολογεῖται, καὶ φευκτόν· ἣ μὲν γὰρ ἁπλῶς κακόν, ἣ δὲ τῷ πῇ ἐμποδιστική.
18Aristoteles, Ethica Nicomachea, 7, 14; 14 (auctor 384BC-322BC)
φανερὸν δὲ καὶ ὅτι, εἰ μὴ ἡδονὴ ἀγαθὸν καὶ ἡ ἐνέργεια, οὐκ ἔσται ζῆν ἡδέως τὸν εὐδαίμονα· τίνος γὰρ ἕνεκα δέοι ἂν αὐτῆς, εἴπερ μὴ ἀγαθόν, ἀλλὰ καὶ λυπηρῶς ἐνδέχεται ζῆν· οὔτε κακὸν γὰρ οὔτ' ἀγαθὸν ἡ λύπη, εἴπερ μηδ' ἡδονή· ὥστε διὰ τί ἂν φεύγοι· οὐδὲ δὴ ἡδίων ὁ βίος ὁ τοῦ σπουδαίου, εἰ μὴ καὶ αἱ ἐνέργειαι αὐτοῦ.
19Aristoteles, Ethica Nicomachea, 7, 14; 19 (auctor 384BC-322BC)
ἐναντίως δ' ἐπὶ τῆς λύπης· οὐ γὰρ τὴν ὑπερβολὴν φεύγει, ἀλλ' ὅλως· οὐ γάρ ἐστι τῇ ὑπερβολῇ λύπη ἐναντία ἀλλ' ἢ τῷ διώκοντι τὴν ὑπερβολήν.
20Aristoteles, Ethica Nicomachea, 10, 1; 2 (auctor 384BC-322BC)
μάλιστα γὰρ δοκεῖ συνῳκειῶσθαι τῷ γένει ἡμῶν, διὸ παιδεύουσι τοὺς νέους οἰακίζοντες ἡδονῇ καὶ λύπῃ· δοκεῖ δὲ καὶ πρὸς τὴν τοῦ ἤθους ἀρετὴν μέγιστον εἶναι τὸ χαίρειν οἷς δεῖ καὶ μισεῖν ἃ δεῖ.
21Aristoteles, Ethica Nicomachea, 10, 2; 13 (auctor 384BC-322BC)
οὐ γάρ φασιν, εἰ ἡ λύπη κακόν ἐστι, τὴν ἡδονὴν ἀγαθὸν εἶναι· ἀντικεῖσθαι γὰρ καὶ κακὸν κακῷ καὶ ἄμφω τῷ μηδετέρῳ – λέγοντες ταῦτα οὐ κακῶς, οὐ μὴν ἐπί γε τῶν εἰρημένων ἀληθεύοντες.
22Aristoteles, Ethica Nicomachea, 10, 2; 26 (auctor 384BC-322BC)
γένεσίς τε πῶς ἂν εἴη· δοκεῖ γὰρ οὐκ ἐκ τοῦ τυχόντος τὸ τυχὸν γίνεσθαι, ἀλλ' ἐξ οὗ γίνεται, εἰς τοῦτο διαλύεσθαι· καὶ οὗ γένεσις ἡ ἡδονή, τούτου ἡ λύπη φθορά.
23Aristoteles, Ethica Nicomachea, 10, 5; 15 (auctor 384BC-322BC)
αἱ δ' ἀλλότριαι ἡδοναὶ εἴρηται ὅτι παραπλήσιόν τι τῇ λύπῃ ποιοῦσιν· φθείρουσι γάρ, πλὴν οὐχ ὁμοίως.
24Aristoteles, Ethica Nicomachea, 10, 10; 10 (auctor 384BC-322BC)
διόπερ οἴονταί τινες τοὺς νομοθετοῦντας δεῖν μὲν παρακαλεῖν ἐπὶ τὴν ἀρετὴν καὶ προτρέπεσθαι τοῦ καλοῦ χάριν, ὡς ἐπακουσομένων τῶν ἐπιεικῶς τοῖς ἔθεσι προηγμένων, ἀπειθοῦσι δὲ καὶ ἀφυεστέροις οὖσι κολάσεις τε καὶ τιμωρίας ἐπιτιθέναι, τοὺς δ' ἀνιάτους ὅλως ἐξορίζειν· τὸν μὲν γὰρ ἐπιεικῆ πρὸς τὸ καλὸν ζῶντα τῷ λόγῳ πειθαρχήσειν, τὸν δὲ φαῦλον ἡδονῆς ὀρεγόμενον λύπῃ κολάζεσθαι ὥσπερ ὑποζύγιον.
25Aristoteles, Historia animalium, 3, III 2; 19 (auctor 384BC-322BC)
Καί φαίνονται παρά τε τήν σπληνῖτιν καί τήν ἡπατῖτιν ἕτεραι ὀλίγον ἐλάττους, ἃς ἀποσχῶσιν, ὅταν τι ὑπό τό δέρμα λυπῇ· ἂν δέ τι περί τήν κοιλίαν, τήν ἡπατῖτιν καί τήν σπληνῖτιν.
26Aristoteles, Magna moralia, 1, 6, 1; 1 (auctor 384BC-322BC)
Ἔτι οὐ μόνον τοῖς τοιούτοις τὴν ἀρετὴν ἀφορίσειεν ἄν τις, ἀλλὰ καὶ λύπῃ καὶ ἡδονῇ.
27Aristoteles, Magna moralia, 1, 7, 3; 3 (auctor 384BC-322BC)
πάθη μὲν οὖν ἐστιν ὀργὴ φόβος μῖσος πόθος ζῆλος ἔλεος τὰ τοιαῦτα, οἷς εἴωθεν παρακολουθεῖν λύπη καὶ ἡδονή δυνάμεις δὲ καθ' ἃς παθητικοὶ τούτων λεγόμεθα, οἷον καθ' ἃς δυνατοί ἐσμεν ὀργισθῆναι λυπηθῆναι ἐλεῆσαι, [καὶ] τὰ τοιαῦτα ἕξεις δ' εἰσὶν καθ' ἃς πρὸς ταῦτα ἔχομεν εὖ ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι, εἰ μὲν λίαν ὀργίλως, κακῶς ἔχομεν πρὸς ὀργήν, εἰ δ' ὅλως μὴ ὀργιζόμεθα ἐφ' οἷς δεῖ, καὶ οὕτως κακῶς ἔχομεν πρὸς ὀργήν.
28Aristoteles, Magna moralia, 1, 12, 2; 6 (auctor 384BC-322BC)
διὰ τί καὶ πόθεν; ὅτι ὅσα μὴ ἑκόντες πράττομεν, ἀναγκαζόμενοι πράττομεν, ἐπὶ δὲ τοῖς ἐξ ἀνάγκης πραττομένοις πᾶσιν ἕπεται λύπη, τοῖς δὲ δι' ἐπιθυμίαν πραττομένοις ἡδονὴ ἀκολουθεῖ, ὥστε οὑτωσί γε οὐκ ἂν εἴη τὰ δι' ἐπιθυμίαν πραττόμενα ἀκούσια, ἀλλ' ἑκούσια.
29Aristoteles, Magna moralia, 1, 18, 2; 6 (auctor 384BC-322BC)
μάλιστα οὖν ποιεῖ ἐν τούτοις τὸ σφάλλεσθαι ἡδονὴ καὶ λύπη τὴν μὲν γὰρ φεύγομεν, τὴν δὲ αἱρούμεθα.
30Aristoteles, Magna moralia, 1, 27, 1; 2 (auctor 384BC-322BC)
ἔστι δ' ἡ νέμεσις περὶ ἀγαθά, ἃ τυγχάνει ὑπάρχοντα ἀναξίῳ ὄντι, λυπή τις.
31Aristoteles, Magna moralia, 2, 6, 26; 64 (auctor 384BC-322BC)
ἡ μὲν γὰρ δι' ὀργὴν ἀκρασία λύπη ἐστίν (οὐδεὶς γὰρ ὀργιζόμενος οὐ λυπεῖται), ἡ δὲ δι' ἐπιθυμίαν μεθ' ἡδονῆς διὸ μᾶλλον ψεκτή ἡ γὰρ δι' ἡδονὴν ἀκρασία μεθ' ὕβρεως δοκεῖ εἶναι.
32Aristoteles, Magna moralia, 2, 7, 5; 16 (auctor 384BC-322BC)
ἡ δ' ἔνδεια καὶ ὑπερβολὴ λύπη.
33Aristoteles, Magna moralia, 2, 7, 5; 17 (auctor 384BC-322BC)
λύπη οὖν ἐνταῦθα ἔνθα ἡδονῆς γένεσις.
34Aristoteles, Magna moralia, 2, 7, 10; 29 (auctor 384BC-322BC)
καὶ γὰρ μὴ ἀποκαθισταμένοις εἰς φύσιν ἐστὶν ἡδονή τὸ γὰρ ἀποκαθίστασθαί ἐστι τὸ τοῦ ἐνδεοῦς τῇ φύσει, τούτου τὴν ἀναπλήρωσιν γενέσθαι, ἔστιν δέ, ὡς φαμέν, μὴ ὄντα ἐνδεᾶ ἥδεσθαι ἡ μὲν γὰρ ἔνδεια λύπη, ἄνευ δὲ λύπης καὶ πρὸ λύπης φαμὲν ἥδεσθαι ὥστ' οὐκ ἂν εἴη ἡ ἡδονὴ ἀποκατάστασις τοῦ ἐνδεοῦς ἐνδεὲς γὰρ ἐπὶ τῶν τοιούτων ἡδονῶν οὐδέν.
35Aristoteles, Magna moralia, 2, 7, 23; 62 (auctor 384BC-322BC)
ἡ γὰρ λύπη ἐπὶ τοῖς δι' ἀνάγκην ἐστίν, ὥστ' εἰ λυπεῖταί τις τὰ καλὰ πράττων, ἀναγκαζόμενος πράττει ὁ δ' ἐξ ἀνάγκης πράττων οὐ σπουδαῖος.
36Aristoteles, Magna moralia, 2, 7, 24; 64 (auctor 384BC-322BC)
διὰ τί; ὅτι ἡ ἀρετὴ ἐν πάθει, τὸ δὲ πάθος ἐν λύπῃ καὶ ἡδονῇ, ἐν δὲ τῷ ἀνὰ μέσον οὐκ ἔστιν δῆλον οὖν ὡς καὶ ἡ ἀρετὴ μετὰ λύπης ἢ ἡδονῆς.
37Aristoteles, Problemata, 11; 47 (auctor 384BC-322BC)
ἔτι οἱ μὲν γελῶντες θερμὸν τὸ πνεῦμα ἀφιᾶσιν, οἱ δὲ κλαίοντες, ὥσπερ καὶ ἡ λύπη κατάψυξίς ἐστι τοῦ τόπου τοῦ περὶ τὰ στήθη, καὶ τὸ πνεῦμα ψυχρότερον ἀφιᾶσιν.
38Aristoteles, Rhetorica, 1, 6, 27; 39 (auctor 384BC-322BC)
καὶ ὅλως τὰ προαιρετά· προαιροῦνται δὲ πράττειν τά τε εἰρημένα καὶ τὰ τοῖς ἐχθροῖς κακὰ καὶ τὰ τοῖς φίλοις ἀγαθὰ καὶ τὰ δυνατά· ταῦτα δὲ διχῶς ἐστιν, τά τε γενόμενα ἂν καὶ τὰ ῥᾳδίως γιγνόμενα· ῥᾴδια δὲ ὅσα ἢ ἄνευ λύπης ἢ ἐν ὀλίγῳ χρόνῳ· τὸ γὰρ χαλεπὸν ὁρίζεται ἢ λύπῃ ἢ πλήθει χρόνου.
39Aristoteles, Rhetorica, 1, 11, 12; 18 (auctor 384BC-322BC)
καὶ ἀρχὴ δὲ τοῦ ἔρωτος αὕτη γίγνεται πᾶσιν, ὅταν μὴ μόνον παρόντος χαίρωσιν ἀλλὰ καὶ ἀπόντος μεμνημένοις [ἐρῶσιν] λύπη προσγένηται τῷ μὴ παρεῖναι, καὶ ἐν πένθεσι καὶ θρήνοις ὡσαύτως ἐπιγίγνεταί τις ἡδονή· ἡ μὲν γὰρ λύπη ἐπὶ τῷ μὴ ὑπάρχειν, ἡδονὴ δ' ἐν τῷ μεμνῆσθαι καὶ ὁρᾶν πως ἐκεῖνον καὶ ἃ ἔπραττεν καὶ οἷος ἦν· διὸ καὶ τοῦτ' εἰκότως εἴρηται ὧς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο.
40Aristoteles, Rhetorica, 2, 1, 8; 8 (auctor 384BC-322BC)
ἔστι δὲ τὰ πάθη δι' ὅσα μεταβάλλοντες διαφέρουσι πρὸς τὰς κρίσεις οἷς ἕπεται λύπη καὶ ἡδονή, οἷον ὀργὴ ἔλεος φόβος καὶ ὅσα ἄλλα τοιαῦτα, καὶ τὰ τούτοις ἐναντία.
41Aristoteles, Rhetorica, 2, 5, 1; 2 (auctor 384BC-322BC)
ἔστω δὴ ὁ φόβος λύπη τις ἢ ταραχὴ ἐκ φαντασίας μέλλοντος κακοῦ φθαρτικοῦ ἢ λυπηροῦ· οὐ γὰρ πάντα τὰ κακὰ φοβοῦνται, οἷον εἰ ἔσται ἄδικος ἢ βραδύς, ἀλλ' ὅσα λύπας μεγάλας ἢ φθορὰς δύναται, καὶ ταῦτα ἐὰν μὴ πόρρω ἀλλὰ σύνεγγυς φαίνηται ὥστε μέλλειν.
42Aristoteles, Rhetorica, 2, 6, 2; 2 (auctor 384BC-322BC)
ἔστω δὴ αἰσχύνη λύπη τις ἢ ταραχὴ περὶ τὰ εἰς ἀδοξίαν φαινόμενα φέρειν τῶν κακῶν, ἢ παρόντων ἢ γεγονότων ἢ μελλόντων, ἡ δ' ἀναισχυντία ὀλιγωρία τις καὶ ἀπάθεια περὶ τὰ αὐτὰ ταῦτα.
43Aristoteles, Rhetorica, 2, 7, 5; 5 (auctor 384BC-322BC)
ἀνάγκη οὖν μάλιστα μὲν εἰς ταὐτὰ ἔχειν τὴν ὑπουργίαν, εἰ δὲ μή, εἰς ἴσα ἢ μείζω· ὥστε ἐπεὶ φανερὸν καὶ οἷς καὶ ἐφ' οἷς γίγνεται χάρις καὶ πῶς ἔχουσι, δῆλον ὅτι ἐκ τούτων παρασκευαστέον, τοὺς μὲν δεικνύντας ἢ ὄντας ἢ γεγενημένους ἐν τοιαύτῃ λύπῃ καὶ δεήσει, τοὺς δὲ ὑπηρετηκότας ἐν τοιαύτῃ χρείᾳ τοιοῦτόν τι ἢ ὑπηρετοῦντας.
44Aristoteles, Rhetorica, 2, 8, 3; 2 (auctor 384BC-322BC)
ἔστω δὴ ἔλεος λύπη τις ἐπὶ φαινομένῳ κακῷ φθαρτικῷ ἢ λυπηρῷ τοῦ ἀναξίου τυγχάνειν, ὃ κἂν αὐτὸς προσδοκήσειεν ἂν παθεῖν ἢ τῶν αὑτοῦ τινα, καὶ τοῦτο ὅταν πλησίον φαίνηται· δῆλον γὰρ ὅτι ἀνάγκη τὸν μέλλοντα ἐλεήσειν ὑπάρχειν τοιοῦτον οἷον οἴεσθαι παθεῖν ἄν τι κακὸν ἢ αὐτὸν ἢ τῶν αὑτοῦ τινα, καὶ τοιοῦτο κακὸν οἷον εἴρηται ἐν τῷ ὅρῳ ἢ ὅμοιον ἢ παραπλήσιον· διὸ οὔτε οἱ παντελῶς ἀπολωλότες ἐλεοῦσιν (οὐδὲν γὰρ ἂν ἔτι παθεῖν οἴονται· πεπόνθασι γάρ) , οὔτε οἱ ὑπερευδαιμονεῖν οἰόμενοι, ἀλλ' ὑβρίζουσιν· εἰ γὰρ ἅπαντα οἴονται ὑπάρχειν τἀγαθά, δῆλον ὅτι καὶ τὸ μὴ ἐνδέχεσθαι παθεῖν μηδὲν κακόν· καὶ γὰρ τοῦτο τῶν ἀγαθῶν.
45Aristoteles, Rhetorica, 2, 9, 3; 3 (auctor 384BC-322BC)
δόξειε δ' ἂν καὶ ὁ φθόνος τῷ ἐλεεῖν τὸν αὐτὸν ἀντικεῖσθαι τρόπον, ὡς σύνεγγυς ὢν καὶ ταὐτὸν τῷ νεμεσᾶν, ἔστι δ' ἕτερον· λύπη μὲν γὰρ ταραχώδης καὶ ὁ φθόνος ἐστὶν καὶ ἐπὶ εὐπραγίᾳ, ἀλλ' οὐ τοῦ ἀναξίου ἀλλὰ τοῦ ἴσου καὶ ὁμοίου.
46Aristoteles, Rhetorica, 2, 9, 3; 4 (auctor 384BC-322BC)
τὸ δὲ μὴ ὅτι αὐτῷ τι συμβήσεται ἕτερον, ἀλλὰ δι' αὐτὸν τὸν πλησίον, ἅπασιν ὁμοίως δεῖ ὑπάρχειν· οὐ γὰρ ἔτι ἔσται τὸ μὲν φθόνος, τὸ δὲ νέμεσις, ἀλλὰ φόβος, ἐὰν διὰ τοῦτο ἡ λύπη ὑπάρχῃ καὶ ἡ ταραχή, ὅτι αὐτῷ τι ἔσται φαῦλον ἀπὸ τῆς ἐκείνου εὐπραξίας.
47Aristoteles, Rhetorica, 2, 10, 2; 1 (auctor 384BC-322BC)
δῆλον δὲ καὶ ἐπὶ τίσι φθονοῦσι καὶ τίσι καὶ πῶς ἔχοντες, εἴπερ ἐστὶν ὁ φθόνος λύπη τις ἐπὶ εὐπραγίᾳ φαινομένῃ τῶν εἰρημένων ἀγαθῶν περὶ τοὺς ὁμοίους, μὴ ἵνα τι αὑτῷ, ἀλλὰ δι' ἐκείνους· φθονήσουσι μὲν γὰρ οἱ τοιοῦτοι οἷς εἰσί τινες ὅμοιοι ἢ φαίνονται· ὁμοίους δὲ λέγω κατὰ γένος, κατὰ συγγένειαν, καθ' ἡλικίας, κατὰ ἕξεις, κατὰ δόξαν, κατὰ τὰ ὑπάρχοντα.
48Aristoteles, Rhetorica, 2, 11, 1; 1 (auctor 384BC-322BC)
πῶς δὲ ἔχοντες ζηλοῦσι καὶ τὰ ποῖα καὶ ἐπὶ τίσιν, ἐνθένδ' ἐστὶ δῆλον· εἰ γάρ ἐστιν ζῆλος λύπη τις ἐπὶ φαινομένῃ παρουσίᾳ ἀγαθῶν ἐντίμων καὶ ἐνδεχομένων αὐτῷ λαβεῖν περὶ τοὺς ὁμοίους τῇ φύσει, οὐχ ὅτι ἄλλῳ ἀλλ' ὅτι οὐχὶ καὶ αὑτῷ ἔστιν (διὸ καὶ ἐπιεικές ἐστιν ὁ ζῆλος καὶ ἐπιεικῶν, τὸ δὲ φθονεῖν φαῦλον καὶ φαύλων· ὁ μὲν γὰρ αὑτὸν παρασκευάζει διὰ τὸν ζῆλον τυγχάνειν τῶν ἀγαθῶν, ὁ δὲ τὸν πλησίον μὴ ἔχειν διὰ τὸν φθόνον) , ἀνάγκη δὴ ζηλωτικοὺς μὲν εἶναι τοὺς ἀξιοῦντας αὑτοὺς ἀγαθῶν ὧν μὴ ἔχουσιν, ἐνδεχομένων αὐτοῖς λαβεῖν· οὐδεὶς γὰρ ἀξιοῖ τὰ φαινόμενα ἀδύνατα (διὸ οἱ νέοι καὶ οἱ μεγαλόψυχοι τοιοῦτοι) .
49Aristoteles, Topica, 1, I 15; 17 (auctor 384BC-322BC)
Ἔτι εἰ τῷ μέν ἐστί τι ἐναντίον τῷ δ᾿ ἁπλῶς μηδέν, οἷον τῇ μέν ἀπό τοῦ πίνειν ἡδονῇ ἡ ἀπό τοῦ διψῆν λύπη ἐναντίον, τῇ δ᾿ ἀπό τοῦ θεωρεῖν ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρος οὐδέν, ὥστε πλεοναχῶς ἡ ἡδονή λέγεται.
50Aristoteles, Topica, 2, II 2; 15 (auctor 384BC-322BC)
Καί εἰ φθονερός ὁ σπουδαῖος, τίς ὁ φθονερός καί τίς ὁ φθόνος; εἰ γάρ ὁ φθόνος ἐστί λύπη ἐπί φαινομένῃ εὐπραγίᾳ τῶν ἐπιεικῶν τινός, δῆλον ὅτι ὁ σπουδαῖος οὐ φθονερός· φαῦλος γάρ ἂν εἴη.
51Aristoteles, Topica, 4, IV 5; 6 (auctor 384BC-322BC)
Ἄμφω γάρ τά εἰρημένα παρακολουθεῖ μέν τρόπον τινά τοῖς ἀποδοθεῖσιν εἴδεσιν, οὐδέτερον δ᾿ αὐτῶν γένος ἐστίν· ὁ μέν γάρ ὀργιζόμενος λυπεῖται προτέρας ἐν αὐτῷ τῆς λύπης γενομένης· οὐ γάρ ἡ ὀργή τῆς λύπης, ἀλλ᾿ ἡ λύπη τῆς ὀργῆς αἰτία, ὥσθ᾿ ἁπλῶς ἡ ὀργή οὐκ ἔστι λύπη.
52Aristoteles, Topica, 4, IV 5; 11 (auctor 384BC-322BC)
Ἐάν οὖν τις τήν αἰσχύνην φόβον εἴπῃ ἢ τήν ὀργήν λύπην, οὐ συμβήσεται ἐν τῷ αὐτῷ τό εἶδος καί τό γένος ὑπάρχειν· ἡ μέν γάρ αἰσχύνη ἐν τῷ λογιστικῷ, ὁ δέ φόβος ἐν τῷ θυμοειδεῖ, καί ἡ μέν λύπη ἐν τῷ ἐπιθυμητικῷ (ἐν τούτῳ γάρ καί ἡ ἡδονή), ἡ δέ ὀργή ἐν τῷ θυμοειδεῖ, ὥστ᾿ οὐ γένη τά ἀποδοθέντα, ἐπειδή οὐκ ἐν τῷ αὐτῷ τοῖς εἴδεσι πέφυκε γίνεσθαι.
53Aristoteles, Topica, 4, IV 6; 20 (auctor 384BC-322BC)
Χρήσιμος δ᾿ ὁ τόπος ἐπί τῶν τοιούτων μάλιστα ἐφ᾿ ὧν πλείω φαίνεται τοῦ εἴδους ἐν τῷ τί ἐστι κατηγορούμενα, καί μή διώρισται, μηδ᾿ ἔχομεν εἰπεῖν ποῖον αὐτῶν γένος, οἷον τῆς ὀργῆς καί ἡ λύπη καί ἡ ὑπόληψις ὀλιγωρίας ἐν τῷ τί ἐστι κατηγορεῖσθαι δοκεῖ· λυπεῖταί τε γάρ ὁ ὀργιζόμενος καί ὑπολαμβάνει ὀλιγωρεῖσθαι.
54Aristoteles, Topica, 6, VI 13; 29 (auctor 384BC-322BC)
Ἔνια δέ τῶν οὕτως ἀποδιδομένων οὐδαμῶς ὑπό τήν εἰρημένην πίπτει διαίρεσιν, οἷον εἰ ἡ ὀργή λύπη μεθ᾿ ὑπολήψεως τοῦ ὀλιγωρεῖσθαι.
55Aristoteles, Topica, 6, VI 13; 30 (auctor 384BC-322BC)
Ὅτι γάρ διά τήν ὑπόληψιν τήν τοιαύτην ἡ λύπη γίνεται, τοῦτο βούλεται δηλοῦν· τό δέ διά τόδε γίνεσθαί τι οὐκ ἔστι ταὐτόν τῷ μετά τούτου τόδ᾿ εἶναι κατ᾿ οὐδένα τῶν εἰρημένων τρόπων.
56Auctores varii 013, Epistolae et decreta, 13, 0572A
Τὰ γράμματα τῆς σῆς φιλανθρωπίας ἐδεξάμεθα, κύριε θεοφιλέστατε βασιλεῦ, τὰ περιέχοντα διὰ τὴν τῶν δημοσίων ἀνάγκην, τέως μὴ δεδυνῆσθαί σε τοὺς ἡμετέροὺς πρέσβεις θεωρῆσαι· ἡμᾶς δὲ κελεύεις ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον ἕως ἂν τὰ παρ' ἡμῶν ὁρισθέντα ἀκολούθως τοῖς προγόνοις ἡμῶν ἐπιγνῷ παρ' αὐτῶν ἡ σὴ εὐλάβεια· ἀλλὰ καὶ νῦν διὰ τούτων τῶν γραμμάτων ὁμολογοῦμεν καὶ διαβεβαιούμεθα, μηδαμῶς ἡμᾶς ἀναχωρεῖν τῆς ἡμετέρας προθέσεως· τοῦτο γὰρ καὶ τοῖς πρέσβεσιν ἡμῶν ἐνετειλάμεθα· ἀξιοῦμεν τοίνυν ὅπως γαληναίᾳ τῇ προσόψει, τάτε νῦν γράμματα τῆς ἡμετέρας μετριότητος κελεύσεις ἀναγνωσθῆναι· ἀλλὰ γὰρ κᾀκεῖνα ἃ διὰ τῶν πρέσβεων ἡμῶν ἐνετειλάμεθα ἡδέως ὑπόδεξαι· ἐκεῖνο μέντοι συνορᾷ μεθ' ἡμῶν καὶ ἡ σὴ ἡμερότης, ὅση νῦν ἐστι λύπη καὶ κατήφεια, ὅτι ἐν τοῖς μακαριωτάτοις καιροῖς τοσαῦται ἐκκλησίαι χωρὶς ἐπισκόπων εἰσι· καὶ διὰ τοῦτο πάλιν τὴν σὴν φιλανθρωπίαν ἀξιοῦμεν, κύριε θεοφιλέστατε βασιλεῦ, ὅπως πρὸ τῆς τραχύτητος τῶν χειμώνων, εἴπερ ἀρέσειε τῇ σῇ εὐσεβείᾳ, κελεύσεις ἡμᾶς εἰς τὰς ἡμετέρας ἐκκλησίας ἐπανελθεῖν, ὑπὲρ τοῦ δύνασθαι ἡμᾶς τῷ παντοκράτορι Θεῷ καὶ τῷ δεσπότῃ καὶ σωτῆρι ἡμῶν Χριστῷ, τῷ υἱῷ αὐτοῦ τῷ μονογενεῖ, ὑπὲρ τῆς σῆς βασιλείας, τὰς ἐθίμους εὐχὰς μετὰ τῶν λαῶν ἀποπληροῦν, καθὼς καὶ ἀεὶ ἐπετελέσαμεν καὶ νῦν ἐχόμενοι.
57Auctores varii 013, Epistolae et decreta, 13, 0564A
Εὐχὴν ἀεί μοι ταύτην γεγενῆσθαι, ὥστε πάντα καταθυμίως ἀποβαίνειν τῷ ποτέ μου ἀδελφῷ Κώνσταντι, οὐδὲ τὴν σὴν σύνεσιν ἔλαθεν, ἐν ὅσῃ τε λύπῃ διετέθην, μαθὼν τοῦτον ἀνῃρηθῆναι παρά τινων ἀνοσιωτάτων, στοχάζεσθαι πάλιν δύναται ἡ σὴ φρόνησις.
58Augustinus Hipponensis, Epistolae, 33, 0554 (auctor 354-430)
Nam et tristitia quasi solvit cor: unde dicitur etiam graece quod appellata sit λύπη.
59Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 3; 6
καὶ νῦν κατὰ τὸ ἀρεστόν σου ποίησον μετ’ ἐμοῦ καὶ ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου ἐξ ἐμοῦ, ὅπως ἀπολυθῶ ἀπὸ προσώπου τῆς γῆς καὶ γένωμαι γῆ· διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, καὶ λύπη πολλὴ μετ’ ἐμοῦ. κύριε, ἐπίταξον ὅπως ἀπολυθῶ ἀπὸ τῆς ἀνάγκης ταύτης, ἀπόλυσόν με εἰς τὸν τόπον τὸν αἰώνιον καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, κύριε, ἀπ’ ἐμοῦ· διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ βλέπειν ἀνάγκην πολλὴν ἐν τῇ ζωῇ μου καὶ μὴ ἀκούειν ὀνειδισμούς.
60Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 15; 4
καὶ ἀπότρεχε εἰς Μηδίαν, ὅτι πιστεύω ἐγὼ τῷ ῥήματι τοῦ θεοῦ ἐπὶ Νινευη, ἃ ἐλάλησεν Ναουμ, ὅτι πάντα ἔσται καὶ ἀπαντήσει ἐπὶ Αθουρ καὶ Νινευη, καὶ ὅσα ἐλάλησαν οἱ προφῆται τοῦ Ισραηλ, οὓς ἀπέστειλεν ὁ θεός, πάντα ἀπαντήσει, καὶ οὐ μηθὲν ἐλαττονωθῇ ἐκ πάντων τῶν ῥημάτων, καὶ πάντα συμβήσεται τοῖς καιροῖς αὐτῶν, καὶ ἐν τῇ Μηδίᾳ ἔσται σωτηρία μᾶλλον ἤπερ ἐν Ἀσσυρίοις καὶ ἐν Βαβυλῶνι· διὸ γινώσκω ἐγὼ καὶ πιστεύω ὅτι πάντα, ἃ εἶπεν ὁ θεός, συντελεσθήσεται καὶ ἔσται, καὶ οὐ μὴ διαπέσῃ ῥῆμα ἐκ τῶν λόγων· καὶ οἱ ἀδελφοὶ ἡμῶν οἱ κατοικοῦντες ἐν τῇ γῇ Ισραηλ πάντες διασκορπισθήσονται καὶ αἰχμαλωτισθήσονται ἐκ τῆς γῆς τῆς ἀγαθῆς, καὶ ἔσται πᾶσα ἡ γῆ τοῦ Ισραηλ ἔρημος, καὶ Σαμάρεια καὶ Ιερουσαλημ ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν λύπῃ καὶ καυθήσεται μέχρι χρόνου.
61Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 10; 1
Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί.
62Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 10; 22
εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου· αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ.
63Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 14; 13
ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη, τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται.
64Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 25; 20
a ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν.
65Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 11; 12
διπλῆ γὰρ αὐτοὺς ἔλαβεν λύπη καὶ στεναγμὸς μνημῶν τῶν παρελθόντων·
66Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 12; 9
ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.
67Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 14; 1
μακάριος ἀνήρ, ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτιῶν·
68Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 30; 23
ἀπάτα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ.
69Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 37; 2
οὐχὶ λύπη ἔνι ἕως θανάτου ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν;
70Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 38; 18
ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν.
71Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 38; 19
ἐν ἐπαγωγῇ παραμένει καὶ λύπη, καὶ βίος πτωχοῦ κατὰ καρδίας.
72Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 35; 10
καὶ συνηγμένοι διὰ κύριον ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ’ εὐφροσύνης, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
73Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 50; 11
ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογί, ᾗ ἐξεκαύσατε· δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.
74Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 51; 11
καὶ λελυτρωμένοις; ὑπὸ γὰρ κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ’ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
75Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 6; 9
καὶ ἦν ἐκεῖ ἡμέρας πλείους, ὅτι ἀνεκαινίσθη ἐπ’ αὐτὸν λύπη μεγάλη, καὶ ἐλογίσατο ὅτι ἀποθνῄσκει.
76Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 6; 13
ἔγνων ὅτι χάριν τούτων εὗρέν με τὰ κακὰ ταῦτα· καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ.
77Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 1; 23
πρὸ δὲ τοῦ πόνου ἐστὶν φόβος, μετὰ δὲ τὸν πόνον λύπη.
78Biblia, Novum testamentum graece, Io, 16; 6
ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
79Biblia, Novum testamentum graece, Io, 16; 20
ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.
80Biblia, Novum testamentum graece, Rom, 9; 2
ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.
81Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 1
ἔκρινα γὰρ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν·
82Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 7
ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
83Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 10
ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.
84Cicero, Academica, p5, 46; 39 (opus 45BC)
adprobare aegritudo ( λύπη ) 96, 22 L. Aelius (Stilo Praeconinus, PW. 144) 4, 9 (Q. Aelius) Tubero (P. Africani minoris sororis filius, PW. 155) 96, 18 aequitas 10, 25 39, 14 aequor 20, 19 aer infinitus Anaximenis 86, 1. elementum 12, 3 7. crassus 66, 22. vocabulum 12, 3. cf.
85Cicero, Tusculanae disputationes, 6, 2, 121; 4 (opus 45BC)
interest nihil admirari 339 9 441 10 adpetere (in universum = ἐφίεσθαι, διώκειν, ὀρέγεσθαι) 245 26 310 28 326 3 367 24 395 16 ) adpetentia ( δίωξις) 368 24 adpetitio ( ὄρεξις) 329 18 367 13 378 11 ( ὁρμή) 371 22. 23 adpetitus ( ὁρμή) 366 24 384 10 391 9 393 10 adsciscere 295 16 adsensio ( ρυγκατάθεσις) 368 26 401 16 aegritudo λύπη (348 15).
86Cicero, Tusculanae disputationes, 6, 2, 121; 124 (opus 45BC)
λόγου = aspernari rationem 329 11, aspernatio rationis 376 24 391 8 * ἀπειθὴς τῷ λόγῳ = rationi non oboediens, obtemperans 329 11.19 luctus ( πένθος) 349 24sqq. 351 24 352 16 370 4 λύπη 348 11 v.
87Desiderius Erasmus, Adagia, Chiliades, 2, 1249; 55 (opus 1508)
Eleganter et Menander apud Plutarchum libello De animi tranquillitate: Ἄρ’ ἐστί συγγενές τι λύπη καί βίος, id est Cognata sunt haec sibi, dolere ac vivere, quod hominum vita suapte natura multis molestiis sit obnoxia.
88Desiderius Erasmus, Adagia, Chiliades, 3, 2087; 5 (opus 1508)
Menander apud Plutarchum, Περί εὐθυμίας: Ἆρ' ἐστί συγγενές τι λύπη καί βίος; id est Num quaepiam intercedit his cognatio, Vitae ac dolori ?
89Desiderius Erasmus, Adagia, Chiliades, 4, 3408; 1 (opus 1508)
Celebratur inter Graecos cum primis bellus et elegans trimeter: Αὐθαίρετος λύπη ᾿στιν ἡ τέκνον σπορά, id est Ultroneus dolor est parare liberos.
90Flauius Sosipater Charisius, Ars, p. 39, l. 8 (auctor c.362)
item singularia semper sunt quae nec uideri nec tangi possunt, uerum ab his in alterutram partem doloris aut gaudii adficimur, ut gaudium χαρά; quamuis Vergilius et gaudia dixerit, Latonae tacitum pertemptant gaudia pectus : uigor σθένος, metus δέος, letum θάνατος, fuga φυγή, pallor ὠχρίασις, luxuria ἀσωτία, timor φόβος, terror πτόησις, insania μανία, sopor κάρωσις, ius δίκαιον et pluraliter iura tantum, iustitia δικαιοσύνη, maestitia λύπη, stultitia μωρία, senium μέριμνα φύσεως senilis morbus, scrupulum σκάνδαλον, sapientia φρόνησις, salus σωτηρία ὑγίεια, fides πίστις, perfidia ἀπιστία, macies λεπτότης maciei, maeror λύπη maeroris, misericordia ἔλεος, inertia ἀδράνεια, segnitia νώθεια, pigritia ὄκνος, uelocitas ταχυτής.
91Flauius Sosipater Charisius, Ars, p. 451, l. 64 (auctor c.362)
maeror λύπη.
92Fronto, Epistulae, add., 4; 13 (auctor c.95-165)
ἐννόησον δὲ κἀκεῖνο, ὅση μὲν ἡδονὴ τῷ πέμψαντι ληφθέντων, ὅση δὲ λύπη μὴ ληφθέντων εἰσγίγνεται, εἰ τὸ καθαρὸν . . . . . . . . . . . . . καὶ μετὰ πο . . . . . . προσιέναι σοι.
93Fronto, Epistulae, ad M. Caesarem, 2, 1; 9 (auctor c.95-165)
καὶ δὴ τοῦτο ἐννοῶν ὅτι μοι σώζοιτο κεῖνος οὗπερ ἐρῶν τύχοιμι, ἧττον ἦν τῇ λύπῃ καὶ τοῖς προσπίπτουσιν ἁλώσιμος.
94Furstenberg Ferdinandus de, Poemata accedunt Adoptivorum carminum libri II, 079, p66; 13 (auctor 1626-1683)
Τί δὴ ποιεῖς; πλέον οὐδέν· ἡ λύπη δ´ ἔχει, Ὥσπερ τὸ δ́ενδρον τοῦτο καρπὸν, τὸ δάκρυον.
95Gregorius I, Dialogi, 77, 0298C (auctor 540-604)
Ἠρξάμην τοίνυν τῇ λύπῃ πλειοτέρως, εἴπερ τῆς ἀσθενείας ἐκλιμπάνειν.
96Gregorius I, Dialogi, 77, 0306B (auctor 540-604)
Μοναχὸς δέ τις ἐκ τῆς αὐτῆς χώρας πρὸ τριῶν ἡμερῶν ἐλθὼν, τοῦτον τὸν ἄνδρα τετελευτηκέναι ἔφησεν, ὅστις ἐν βαρείᾳ λύπῃ με κατέκαμψεν διὰ τῆς ἀπαγγελίας ταύτης.
97Gregorius I, Dialogi, 77, 0378A (auctor 540-604)
Τούτου δὲ θανόντος, μεγάλη λύπη ἐν τῷ μοναστηρίῳ γέγονεν.
98Gregorius I, Dialogi, 77, 0378B (auctor 540-604)
Ἀνακρίναντες δὲ αὐτοὺς τίνος ἕνεκεν ἐν τοιαύτῃ λύπῃ ἑαυτοὺς κατεχθόνισαν, ἀπεκρίθησαν, λέγοντες· Τὴν κατάλυσιν τοῦ τόπου τούτου στενάζομεν.
99Gregorius I, Dialogi, 77, 0150C (auctor 540-604)
Ἐκεῖ τοίνυν καθεζομένου μου, πάνυ τεθλιμμένου καὶ ἡσυχάζοντος, ὁ ἀγαπητός μου υἱὸς Πέτρος ὁ διάκονος παρέστη μοι, ὅς τις καὶ ἐκ πρώτου καιροῦ τῆς ἡλικίας αὐτοῦ, καὶ ἐν τῷ τῆς νεότητος ἄνθει, γνησίως ἐν τῷ τῆς φιλίας δεσμῷ συνηρμόσθη μοι, οὐ μὴν ἀλλὰ καὶ ἐν τῇ τῶν ἱερῶν λόγων διατυπώσει κοινωνός μοι γεγονὼς, ὅς τις θεασάμενός με σφοδρῶς τῷ τῆς καρδίας νοσήματι συγκαιόμενον, ἔφη· Μήτοι γε νέον τι συνέβη, ὅτι πλειοτέρα σε τοῦ ἔθους λύπη, ὡς ὁρῶ, κατέχει; ᾧ τινι ἀποκριθεὶς, εἶπον· Ἡ λύπη, Πέτρε, ἥνπερ καθ' ἡμέραν ὑπομένω, τῶ μὲν ἔθει παλαιά ἐστι, διὰ δὲ προσθήκης νεάζει.
100Gregorius I, Dialogi, 77, 0419B (auctor 540-604)
Λύπῃ οὖν κατασχεθεὶς, διαλογίζεσθαι ἠρξάμην, τί ὤφειλον πρὸς κάθαρσιν μὲν τοῦ ἀποθνήσκοντος, πρὸς ἔνδειγμα δὲ καὶ διόρθωσιν τῶν ζώντων ἀδελφῶν ποιῆσαι.
101Gregorius I, Prolegomena, 66, 0191B (auctor 540-604)
Τοῦτο οὖν ἀκούσας ἐνώπιον τῆς τοῦ μοναστηρίου πύλης τὸ σκήνωμα τοῦ τελευτήσαντος αὐτοῦ υἱοῦ ἀποθέμενος, καὶ τῇ ἀποῤῥήτῳ λύπῃ πιεσθεὶς, πρὸς τὴν τοῦ σεβασμίου πατρὸς ζήτησιν ἑαυτὸν συντόμως δρόμῳ ἐκδέδωκε.
102Herodotus, Historiae, 7, 16, 2; 3 (auctor c.484BC-425BC)
ἐμὲ δὲ ἀκούσαντα πρὸς σεῦ κακῶς οὐ τοσοῦτο ἔδακε λύπη ὅσον γνωμέων δύο προκειμενέων Πέρσῃσι, τῆς μὲν ὕβριν αὐξανούσης, τῆς δὲ καταπαυούσης καὶ λεγούσης ὡς κακὸν εἴη διδάσκειν τὴν ψυχὴν πλέον τι δίζησθαι αἰεὶ ἔχειν τοῦ παρεόντος, τοιουτέων προκειμενέων γνωμέων ὅτι τὴν σφαλερωτέρην σεωυτῷ τε καὶ Πέρσῃσι ἀναιρέο.
103Hieronymus Stridonensis Auctores incerti, Graeca fragmenta libri nominum Hebraicorum, 23, 1163A (auctor 340-420)
Τραχωνίτιδος, ἐμπορίας λύπη.
104Hieronymus Stridonensis, Dialogus contra Pelagianos, 23, 0541D (auctor 340-420)
Aegritudo, quae Graece dicitur λύπη, et gaudium, quod illi χάραν vel ἡδονὴν, vocant: quamquam ἡδονὴ voluptas a plerisque dicatur: alterum mali, alterum boni.
105Ioannes Scotus Erigena, De divisione naturae, 122, 0971B (auctor 810-877)
Item λύπη vocatur, cuius interpretatio est tristitia, vel moeror, vel luctus.
106Iulius I, Monumenta genuina, 8, 0882B
εἰ δὲ ὡς τινῶν λελυπημένων διἀ τὴν πρὸς ἀλλήλοις μικροψυχίαν, οὐ γὰρ ἂν εἴποιμι πάντων εἶναι ταύτην γνώμην, τοιαύτη γέγονεν ἡ ἐπιστολὴ, ἔπρεπε μὲν μηδὲ ὃλως λυπηθῆναι, μηδὲ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῇ λύπῃ· ἔδει δὲ ὅμως μὴ εἰς τοσοῦτον παραχθῆνσι, ὥστε καὶ ἔγγραφον αὐτὴν ἐπιδείξασθαι.
107Leo I, Epistolae, 54, 0740A (auctor 440-461)
Στυγνὼς ἀνέγνων τάς στυγνάς σου ἐπιστολὰς, καὶ τὰ γράμματά σου τὰ στυγνὰ τῃ προσηκούσῃ λύπῃ διέδραμον· ἐπειδὴ ὥσπερ ἡμᾶς ἡ εἰρήνη τῶν Ἐκκλησιῶν, ἡ ὁμόνοια τῶν ἱερέων, ἡ γαλήνη τοῦ δήμου χαίρειν ποιεῖ οὐρανίῳ χαρᾷ, οὕτως ἡμᾶς καταπονεῖ, καὶ καταβάλλει ἡ ἀδελφικὴ διχόνοια· καί μὰλιστα, ὅταν ἐκ τοιούτων ἀναφύυηται αἰτιῶν.
108Leo I, Epistolae, 54, 0842B (auctor 440-461)
Εἰς γνῶσιν ἡμῖν ἐλθόντων ἅπερ ἐν τῇ Ἐφέσῳ παρὰ τὴν προσδοκίαν πάντων πέπρακται, μεγάλῃ λύπῃ τὴν ψυχὴν ἡμῶν ὁμολογοῦμεν συγχυθῆναι, οὐδὲ τοσοῦτον ἐξεῖναι τῇ ἀνομίᾳ εὐχερῶς ἠδυνἡθημεν πιστεῦσαι, εἰ μὴ ὁ υἱὸς ἡμῶν Ἰλαρίων ὁ διάκονος, ὅς τις εἰς τόπον τὸν ἡμέτερον μετ' ἄλλων ἵνα παραγένηται ἐν τῇ συνόδῳ ἀποσταλεὶς, φεύγων ὑπέστρεψεν, ἐκκλίνων τῆς ἀδικίας κοινωνὸς γενέσθαι.
109Leo I, Epistolae, 54, 0844A (auctor 440-461)
Οὐ γὰρ βουλόμεθα τὴν ἀγάπην ὑμῶν, ταύτῃ τῇ λὑπῃ καταφορτίζεσθαι, ὅθαν μείζων δόξα τῇ ὑμετέρᾳ παραμονῇ ἐπακολουθῇ ἵνα ἀπὸ τοῦ δεδοκιμασμένου ἐπισκόπου ὑμῶν, οὐδὲ μία ὑμᾶς ἀπειλὴ, οὐδὲ εἷς φόβος ἀποσπάσαι δυνήσεται· εἴ τις γὰρ ὑγιαίνοντος καὶ ζῶντος Φλαβιανοῦ τοῦ ἐπισκόπου (ὑμῶν) τὴν ἀρχιερωσύνην αὐτοῦ τολμήσει ὑπεισελθεῖν, οὐδέποτε εἰς κοινωνίαν ἡμετέραν γενήσεται, οὐδὲ μεταξὺ τῶν ἐπισκόπων δυνήσεται ἀριθμηθῆναι.
110Leo II, Epistolae, 96, 0411B
Ἀνέστησε γὰρ ὁ σὸς ἀήττητος βασιλεὺς ὁ Χριστὸς βασιλέα φιλόχριστον τὸν σὸν ὑπέρμαχον, τὸν σὸν εὐεργέτην καὶ πάροχον [εὐπάροχον]· οὗτινος τῷ σπουδάσματι τῆς ὀρθοδόξου πίστεως τὴν ἑαυτῆς ἐπισυνάγουσα λαμπρότητα ὅλον καταυγάζει τὸν κόσμον· καὶ πάντες οἱ πιστοὶ ἀγαλλιῶνται εὐχαριστίας ἀναπέμποντες, τοὺς δὲ ἀπίστους ἡ λύπῃ καὶ ἡ κατάβλησις καταπαύει, καὶ συντελεῖ· αἱ τοῦ Θεοῦ Ἐκκλησίαι ανέπνευσαν ῥυσθεῖσαι ἀπὸ πασῶν τῶν ἰδίων περιστάσεων, καὶ τοῖς βασιλικοῖς περιθάλπονται δώροις, καὶ τῇ αὐτοκρατορικῇ ὀχυροῦνται προστασίᾳ· αἷστισι καὶ ἡ σεβασμιωτάτη ὑμῶν εὐσέβεια τοῖς Δεσποτικοῖς ῥήμασι τὸν Χριστὸν μιμουμένη ἐπαγγέλλεται· « Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος, » ὥσπερ ὁ Κύριος Ἰησοῦς Χριστὸς, οὗτινος τοῖς διδάγμασι κέχρηται, καὶ τῆς αἰωνίου βασιλείας καὶ διηνεκοῦς δόξης ἐν ἀπολαύσει γένηται· καὶ καθολικῶς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὸ κράτος αὐτῆς αἰωνιζόντως πλατύνηται.
111Markos monachos, Florilegium et opuscula, Appendix, 43; 9 (auctor fl.1260)
Ὀκτώ εἰσι πάντες οἱ περιεκτικοὶ λογισμοί, ἤγουν γαστριμαργία, πορνεία, φιλαργυρία, ὀργή, λύπη, ἀκηδία, κενοδοξία καὶ ὑπερηφανία.
112Martinus I, Epistolae, 87, 0156D
Λύπη γάρ μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου μέχρις ἃν διὰ τῆς ὑμετέρας ἐν Κυρίῳ σπουδῆς, τοῦτο τὸ ἔργον ἀκούσω τετελειωμένον· ἐπειδὴ τοῦτο καὶ πρότερον ὁ καθ' ἡμᾶς ἀποστολικὸς γενέσθαι προσέταξε θρόνος, διὰ τοῦ ῥηθέντος Στεφάνου, τοῦ ἀγαπητοῦ συνεπισκόπου ἡμῶν.
113Origenes Hieronymus Stridonensis Incertus, Lexicon nominum hebraicorum, 23, 1217
Δαγὼν, εἶδος ἰχθύος, ἢ λύπη· λέγεται
114Plato, Cratylos, p1, 419; 4 (auctor c.425BC-347BC)
» Ἑρμογένης τί δὲ δὴ «ἡδονὴ» καὶ «λύπη» καὶ «ἐπιθυμία» καὶ τὰ τοιαῦτα, ὦ Σώκρατες· Σωκράτης οὐ πάνυ χαλεπά μοι φαίνεται, ὦ Ἑρμόγενες.
115Plato, Cratylos, p1, 419; 5 (auctor c.425BC-347BC)
ἥ τε γὰρ «ἡδονή,» ἡ πρὸς τὴν ὄνησιν ἔοικε τείνουσα πρᾶξις τοῦτο ἔχειν τὸ ὄνομα – τὸ δέλτα δὲ ἔγκειται, ὥστε «ἡδονὴ» ἀντὶ «ἡονῆς» καλεῖται – ἥ τε «λύπη» ἀπὸ τῆς διαλύσεως τοῦ σώματος ἔοικεν ἐπωνομάσθαι ἣν ἐν τούτῳ τῷ πάθει ἴσχει τὸ σῶμα.
116Plato, Crito, p1, 43; 6 (auctor c.425BC-347BC)
Σωκράτης εἶτα πῶς οὐκ εὐθὺς ἐπήγειράς με, ἀλλὰ σιγῇ παρακάθησαι·γ Κρίτων οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐδ' ἂν αὐτὸς ἤθελον ἐν τοσαύτῃ τε ἀγρυπνίᾳ καὶ λύπῃ εἶναι, ἀλλὰ καὶ σοῦ πάλαι θαυμάζω αἰσθανόμενος ὡς ἡδέως καθεύδεις· καὶ ἐπίτηδές σε οὐκ ἤγειρον ἵνα ὡς ἥδιστα διάγῃς.
117Plato, Epistolae, 1b, 315; 1 (auctor c.425BC-347BC)
«Πλάτων Διονυσίῳ χαίρειν» ἐπιστείλας ἆρ' ὀρθῶς ἂν τυγχάνοιμι τῆς βελτίστης προσρήσεως· ἢ μᾶλλον κατὰ τὴν ἐμὴν συνήθειαν γράφων «εὖ πράττειν,» ὥσπερ εἴωθα ἐν ταῖς ἐπιστολαῖς τοὺς φίλους προσαγορεύειν· σὺ μὲν γὰρ δὴ καὶ τὸν θεόν, ὡς ἤγγειλαν οἱ τότε θεωροῦντες, προσεῖπες ἐν Δελφοῖς αὐτῷ τούτῳ θωπεύσας τῷ ῥήματι, καὶ γέγραφας, ὡς φασί, χαῖρε καὶ ἡδόμενον βίοτον διάσῳζε τυράννου· ἐγὼ δὲ οὐδὲ ἀνθρώπῳ κλήσει, μήτι δὴ θεῷ, παρακελευσαίμην ἂν δρᾶν τοῦτο, θεῷ μέν, ὅτι παρὰ φύσιν προστάττοιμ' ἄν, πόρρω γὰρ ἡδονῆς ἵδρυται καὶ λύπης τὸ θεῖον, ἀνθρώπῳ δέ, ὅτι τὰ πολλὰ βλάβην ἡδονὴ καὶ λύπη γεννᾷ, δυσμάθειαν καὶ λήθην καὶ ἀφροσύνην καὶ ὕβριν τίκτουσα ἐν τῇ ψυχῇ.
118Plato, Gorgias, p1, 475; 3 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν τὸ αἰσχρὸν τῷ ἐναντίῳ, λύπῃ τε καὶ κακῷ· Πῶλος ἀνάγκη.
119Plato, Gorgias, p1, 475; 6 (auctor c.425BC-347BC)
Σωκράτης καὶ ὅταν δὲ δὴ δυοῖν αἰσχροῖν τὸ ἕτερον αἴσχιον ᾖ, ἤτοι λύπῃ ἢ κακῷ ὑπερβάλλον αἴσχιον ἔσται· ἢ οὐκ ἀνάγκη· Πῶλος ναί.
120Plato, Gorgias, p1, 475; 8 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν εἴπερ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, ἤτοι λυπηρότερόν ἐστιν καὶ λύπῃ ὑπερβάλλον αἴσχιον ἂν εἴη ἢ κακῷ ἢ ἀμφοτέροις· οὐ καὶ τοῦτο ἀνάγκη· Πῶλος πῶς γὰρ οὔ· Σωκράτης πρῶτον μὲν δὴ σκεψώμεθα, ἆρα λύπῃ ὑπερβάλλει τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, καὶ ἀλγοῦσι μᾶλλον οἱ ἀδικοῦντες ἢ οἱ ἀδικούμενοι· Πῶλος οὐδαμῶς, ὦ Σώκρατες, τοῦτό γε.
121Plato, Gorgias, p1, 475; 9 (auctor c.425BC-347BC)
Σωκράτης οὐκ ἄρα λύπῃ γε ὑπερέχει.
122Plato, Gorgias, p1, 475; 11 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν εἰ μὴ λύπῃ, ἀμφοτέροις μὲν οὐκ ἂν ἔτι ὑπερβάλλοι.
123Plato, Laches, p1, 192; 4 (auctor c.425BC-347BC)
Σωκράτης πειρῶ δὴ καὶ σύ, ὦ Λάχης, τὴν ἀνδρείαν οὕτως εἰπεῖν τίς οὖσα δύναμις ἡ αὐτὴ ἐν ἡδονῇ καὶ ἐν λύπῃ καὶ ἐν ἅπασιν οἷς νυνδὴ ἐλέγομεν αὐτὴν εἶναι, ἔπειτα ἀνδρεία κέκληται.
124Plato, Leges, 1a, 653; 5 (auctor c.425BC-347BC)
παιδείαν δὴ λέγω τὴν παραγιγνομένην πρῶτον παισὶν ἀρετήν· ἡδονὴ δὴ καὶ φιλία καὶ λύπη καὶ μῖσος ἂν ὀρθῶς ἐν ψυχαῖς ἐγγίγνωνται μήπω δυναμένων λόγῳ λαμβάνειν, λαβόντων δὲ τὸν λόγον, συμφωνήσωσι τῷ λόγῳ ὀρθῶς εἰθίσθαι ὑπὸ τῶν προσηκόντων ἐθῶν, αὕτη 'σθ' ἡ συμφωνία σύμπασα μὲν ἀρετή, τὸ δὲ περὶ τὰς ἡδονὰς καὶ λύπας τεθραμμένον αὐτῆς ὀρθῶς ὥστε μισεῖν μὲν ἃ χρὴ μισεῖν εὐθὺς ἐξ ἀρχῆς μέχρι τέλους, στέργειν δὲ ἃ χρὴ στέργειν, τοῦτ' αὐτὸ ἀποτεμὼν τῷ λόγῳ καὶ παιδείαν προσαγορεύων, κατά γε τὴν ἐμὴν ὀρθῶς ἂν προσαγορεύοις.
125Plato, Leges, 1a, 654; 9 (auctor c.425BC-347BC)
Ἀθηναῖος τί δ' ἂν τὰ καλά τε ἡγούμενος εἶναι καλὰ καὶ τὰ αἰσχρὰ αἰσχρὰ οὕτως αὐτοῖς χρῆται· βέλτιον ὁ τοιοῦτος πεπαιδευμένος ἡμῖν ἔσται τὴν χορείαν τε καὶ μουσικὴν ἢ ὃς ἂν τῷ μὲν σώματι καὶ τῇ φωνῇ τὸ διανοηθὲν εἶναι καλὸν ἱκανῶς ὑπηρετεῖν δυνηθῇ ἑκάστοτε, χαίρῃ δὲ μὴ τοῖς καλοῖς μηδὲ μισῇ τὰ μὴ καλά· ἢ 'κεῖνος ὃς ἂν τῇ μὲν φωνῇ καὶ τῷ σώματι μὴ πάνυ δυνατὸς ᾖ κατορθοῦν, ἢ διανοεῖσθαι, τῇ δὲ ἡδονῇ καὶ λύπῃ κατορθοῖ, τὰ μὲν ἀσπαζόμενος, ὅσα καλά, τὰ δὲ δυσχεραίνων, ὁπόσα μὴ καλά· Κλεινίας πολὺ τὸ διαφέρον, ὦ ξένε, λέγεις τῆς παιδείας.
126Plato, Leges, 1f, 792; 5 (auctor c.425BC-347BC)
Ἀθηναῖος τί οὖν· εἴ τις τὰ τρί' ἔτη πειρῷτο πᾶσαν μηχανὴν προσφέρων ὅπως τὸ τρεφόμενον ἡμῖν ὡς ὀλιγίστῃ προσχρήσεται ἀλγηδόνι καὶ φόβοις καὶ λύπῃ πάσῃ κατὰ δύναμιν, ἆρ' οὐκ οἰόμεθα εὔθυμον μᾶλλόν τε καὶ ἵλεων ἀπεργάζεσθαι τηνικαῦτα τὴν ψυχὴν τοῦ τρεφομένου· Κλεινίας δῆλον δή, καὶ μάλιστά γ' ἄν, ὦ ξένε, εἴ τις πολλὰς ἡδονὰς αὐτῷ παρασκευάζοι.
127Plato, Phaedo, p1, 83; 5 (auctor c.425BC-347BC)
οὐκοῦν ἐν τούτῳ τῷ πάθει μάλιστα καταδεῖται ψυχὴ ὑπὸ σώματος· πῶς δή· ὅτι ἑκάστη ἡδονὴ καὶ λύπη ὥσπερ ἧλον ἔχουσα προσηλοῖ αὐτὴν πρὸς τὸ σῶμα καὶ προσπερονᾷ καὶ ποιεῖ σωματοειδῆ, δοξάζουσαν ταῦτα ἀληθῆ εἶναι ἅπερ ἂν καὶ τὸ σῶμα φῇ.
128Plato, Philebus, p1, 27; 17 (auctor c.425BC-347BC)
Σωκράτης ἡδονὴ καὶ λύπη πέρας ἔχετον, ἢ τῶν τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένων ἐστόν· Φίληβος ναί, τῶν τὸ μᾶλλον, ὦ Σώκρατες· οὐ γὰρ ἂν ἡδονὴ πᾶν ἀγαθὸν ἦν, εἰ μὴ ἄπειρον ἐτύγχανε πεφυκὸς καὶ πλήθει καὶ τῷ μᾶλλον.
129Plato, Philebus, p1, 28; 1 (auctor c.425BC-347BC)
Σωκράτης οὐδέ γ' ἄν, ὦ Φίληβε, λύπη πᾶν κακόν· ὥστ' ἄλλο τι νῷν σκεπτέον ἢ τὴν τοῦ ἀπείρου φύσιν ὡς παρέχεταί τι μέρος ταῖς ἡδοναῖς ἀγαθοῦ.
130Plato, Philebus, p1, 31; 10 (auctor c.425BC-347BC)
Σωκράτης ἆρ' οὖν σοὶ καθάπερ ἐμοὶ φαίνεται τῆς γενέσεως αὐτῶν πέρι· Πρώταρχος τὸ ποῖον· Σωκράτης ἐν τῷ κοινῷ μοι γένει ἅμα φαίνεσθον λύπη τε καὶ ἡδονὴ γίγνεσθαι κατὰ φύσιν.
131Plato, Philebus, p1, 31; 22 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν τὰ δημόσιά που καὶ περιφανῆ ῥᾷστον συννοεῖν· Πρώταρχος ποῖα· Σωκράτης πείνη μέν που λύσις καὶ λύπη· Πρώταρχος ναί.
132Plato, Philebus, p1, 31; 24 (auctor c.425BC-347BC)
Σωκράτης δίψος δ' αὖ φθορὰ καὶ λύπη [καὶ λύσις], ἡ δὲ τοῦ
133Plato, Philebus, p1, 32; 1 (auctor c.425BC-347BC)
ὑγροῦ πάλιν τὸ ξηρανθὲν πληροῦσα δύναμις ἡδονή· διάκρισις δέ γ' αὖ καὶ διάλυσις ἡ παρὰ φύσιν, τοῦ πνίγους πάθη, λύπη, κατὰ φύσιν δὲ πάλιν ἀπόδοσίς τε καὶ ψῦξις ἡδονή.
134Plato, Philebus, p1, 32; 3 (auctor c.425BC-347BC)
Σωκράτης καὶ ῥίγους ἡ μὲν παρὰ φύσιν τοῦ ζῴου τῆς ὑγρότητος πῆξις λύπη· πάλιν δ' εἰς ταὐτὸν ἀπιόντων καὶ διακρινομένων ἡ κατὰ φύσιν ὁδὸς ἡδονή.
135Plato, Philebus, p1, 32; 10 (auctor c.425BC-347BC)
ἐν γὰρ τούτοις οἶμαι, κατά γε τὴν ἐμὴν δόξαν, εἰλικρινέσιν τε ἑκατέροις γιγνομένοις, ὡς δοκεῖ, καὶ ἀμείκτοις λύπης τε καὶ ἡδονῆς, ἐμφανὲς ἔσεσθαι τὸ περὶ τὴν ἡδονήν, πότερον ὅλον ἐστὶ τὸ γένος ἀσπαστόν, ἢ τοῦτο μὲν ἑτέρῳ τινὶ τῶν προειρημένων δοτέον ἡμῖν γενῶν, ἡδονῇ δὲ καὶ λύπῃ, καθάπερ θερμῷ καὶ ψυχρῷ καὶ πᾶσι τοῖς τοιούτοις, τοτὲ μὲν ἀσπαστέον αὐτά, τοτὲ δὲ οὐκ ἀσπαστέον, ὡς ἀγαθὰ μὲν οὐκ ὄντα, ἐνίοτε δὲ καὶ ἔνια δεχόμενα τὴν τῶν ἀγαθῶν ἔστιν ὅτε φύσιν.
136Plato, Philebus, p1, 36; 2 (auctor c.425BC-347BC)
Σωκράτης πότερον ἀλγοῦνθ' ὅλως ἢ χαίροντα· Πρώταρχος μὰ Δί', ἀλλὰ διπλῇ τινὶ λύπῃ λυπούμενον, κατὰ μὲν τὸ σῶμα ἐν τῷ παθήματι, κατὰ δὲ τὴν ψυχὴν προσδοκίας τινὶ πόθῳ.
137Plato, Philebus, p1, 37; 11 (auctor c.425BC-347BC)
Σωκράτης πρὸς δέ γε τούτοις, εἰ καὶ τὸ παράπαν ἡμῖν τὰ μέν ἐστι ποί' ἄττα, ἡδονὴ δὲ καὶ λύπη μόνον ἅπερ ἐστί, ποιώ τινε δὲ οὐ γίγνεσθον, καὶ ταῦθ' ἡμῖν διομολογητέον.
138Plato, Philebus, p1, 38; 9 (auctor c.425BC-347BC)
Σωκράτης ἕπεται μὴν ταύταις, ὃ νυνδὴ ἐλέγομεν, ἡδονὴ καὶ λύπη πολλάκις, ἀληθεῖ καὶ ψευδεῖ δόξῃ λέγω.
139Plato, Philebus, p1, 41; 18 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν καὶ τόδε εἴρηται καὶ συνωμολογημένον ἡμῖν ἔμπροσθε κεῖται· Πρώταρχος τὸ ποῖον· Σωκράτης ὡς τὸ μᾶλλόν τε καὶ ἧττον ἄμφω τούτω δέχεσθον, λύπη τε καὶ ἡδονή, καὶ ὅτι τῶν ἀπείρων εἴτην.
140Plato, Philebus, p1, 41; 20 (auctor c.425BC-347BC)
τί μήν· Σωκράτης τίς οὖν μηχανὴ ταῦτ' ὀρθῶς κρίνεσθαι· Πρώταρχος πῇ δὴ καὶ πῶς· Σωκράτης εἰ τὸ βούλημα ἡμῖν τῆς κρίσεως τούτων ἐν τοιούτοις τισὶ διαγνῶναι βούλεται ἑκάστοτε τίς τούτων πρὸς ἀλλήλας μείζων καὶ τίς ἐλάττων καὶ τίς μᾶλλον καὶ τίς σφοδροτέρα, λύπη τε πρὸς ἡδονὴν καὶ λύπη πρὸς λύπην καὶ ἡδονὴ πρὸς ἡδονήν.
141Plato, Philebus, p1, 42; 17 (auctor c.425BC-347BC)
Πρώταρχος δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, ὡς οὔτε ἡδονὴ γίγνοιτ' ἂν ἐν τῷ τοιούτῳ ποτὲ οὔτ' ἄν τις λύπη.
142Plato, Philebus, p1, 49; 12 (auctor c.425BC-347BC)
Σωκράτης λύπη τις ἄδικός ἐστί που καὶ ἡδονή· Πρώταρχος τοῦτο μὲν ἀνάγκη.
143Plato, Philebus, p1, 50; 3 (auctor c.425BC-347BC)
Σωκράτης γελῶντας ἄρα ἡμᾶς ἐπὶ τοῖς τῶν φίλων γελοίοις φησὶν ὁ λόγος, κεραννύντας ἡδονὴν αὖ φθόνῳ, λύπῃ τὴν ἡδονὴν συγκεραννύναι· τὸν γὰρ φθόνον ὡμολογῆσθαι λύπην ψυχῆς ἡμῖν πάλαι, τὸ δὲ γελᾶν ἡδονήν, ἅμα γίγνεσθαι δὲ τούτω ἐν τούτοις τοῖς χρόνοις.
144Plato, Protagoras, p1, 356; 3 (auctor c.425BC-347BC)
εἰ γάρ τις λέγοι ὅτι «ἀλλὰ πολὺ διαφέρει, ὦ Σώκρατες, τὸ παραχρῆμα ἡδὺ τοῦ εἰς τὸν ὕστερον χρόνον καὶ ἡδέος καὶ λυπηροῦ,» μῶν ἄλλῳ τῳ, φαίην ἂν ἔγωγε, ἢ ἡδονῇ καὶ λύπῃ· οὐ γὰρ ἔσθ' ὅτῳ ἄλλῳ.
145Plato, Respublica, 1b, 402; 9 (auctor c.425BC-347BC)
ἀλλὰ τόδε μοι εἰπέ· σωφροσύνῃ καὶ ἡδονῇ ὑπερβαλλούσῃ ἔστι τις κοινωνία· καὶ πῶς· ἔφη, ἥ γε ἔκφρονα ποιεῖ οὐχ ἧττον ἢ λύπη· ἀλλὰ τῇ ἄλλῃ ἀρετῇ·
146Plato, Respublica, 1c, 430; 1 (auctor c.425BC-347BC)
ἐπαιδεύομεν μουσικῇ καὶ γυμναστικῇ· μηδὲν οἴου ἄλλο μηχανᾶσθαι ἢ ὅπως ἡμῖν ὅτι κάλλιστα τοὺς νόμους πεισθέντες δέξοιντο ὥσπερ βαφήν, ἵνα δευσοποιὸς αὐτῶν ἡ δόξα γίγνοιτο καὶ περὶ δεινῶν καὶ περὶ τῶν ἄλλων διὰ τὸ τήν τε φύσιν καὶ τὴν τροφὴν ἐπιτηδείαν ἐσχηκέναι, καὶ μὴ αὐτῶν ἐκπλύναι τὴν βαφὴν τὰ ῥύμματα ταῦτα, δεινὰ ὄντα ἐκκλύζειν, ἥ τε ἡδονή, παντὸς χαλεστραίου δεινοτέρα οὖσα τοῦτο δρᾶν καὶ κονίας, λύπη τε καὶ φόβος καὶ ἐπιθυμία, παντὸς ἄλλου ῥύμματος.
147Plato, Respublica, 1h, 583; 19 (auctor c.425BC-347BC)
ὃ μεταξὺ ἄρα νυνδὴ ἀμφοτέρων ἔφαμεν εἶναι, τὴν ἡσυχίαν, τοῦτό ποτε ἀμφότερα ἔσται, λύπη τε καὶ ἡδονή.
148Plato, Respublica, 1i, 604; 1 (auctor c.425BC-347BC)
τόδε νῦν μοι περὶ αὐτοῦ εἰπέ· πότερον μᾶλλον αὐτὸν οἴει τῇ λύπῃ μαχεῖσθαί τε καὶ ἀντιτείνειν, ὅταν ὁρᾶται ὑπὸ τῶν ὁμοίων, ἢ ὅταν ἐν ἐρημίᾳ μόνος αὐτὸς καθ' αὑτὸν γίγνηται· πολύ που, ἔφη, διοίσει, ὅταν ὁρᾶται.
149Plato, Respublica, 1i, 607; 1 (auctor c.425BC-347BC)
φιλεῖν μὲν χρὴ καὶ ἀσπάζεσθαι ὡς ὄντας βελτίστους εἰς ὅσον δύνανται, καὶ συγχωρεῖν Ὅμηρον ποιητικώτατον εἶναι καὶ πρῶτον τῶν τραγῳδοποιῶν, εἰδέναι δὲ ὅτι ὅσον μόνον ὕμνους θεοῖς καὶ ἐγκώμια τοῖς ἀγαθοῖς ποιήσεως παραδεκτέον εἰς πόλιν· εἰ δὲ τὴν ἡδυσμένην Μοῦσαν παραδέξῃ ἐν μέλεσιν ἢ ἔπεσιν, ἡδονή σοι καὶ λύπη ἐν τῇ πόλει βασιλεύσετον ἀντὶ νόμου τε καὶ τοῦ κοινῇ ἀεὶ δόξαντος εἶναι βελτίστου λόγου.
150Plato, Timaeus, p1, 42; 2 (auctor c.425BC-347BC)
ὁπότε δὴ σώμασιν ἐμφυτευθεῖεν ἐξ ἀνάγκης, καὶ τὸ μὲν προσίοι, τὸ δ' ἀπίοι τοῦ σώματος αὐτῶν, πρῶτον μὲν αἴσθησιν ἀναγκαῖον εἴη μίαν πᾶσιν ἐκ βιαίων παθημάτων σύμφυτον γίγνεσθαι, δεύτερον δὲ ἡδονῇ καὶ λύπῃ μεμειγμένον ἔρωτα, πρὸς δὲ τούτοις φόβον καὶ θυμὸν ὅσα τε ἑπόμενα αὐτοῖς καὶ ὁπόσα ἐναντίως πέφυκε διεστηκότα· ὧν εἰ μὲν κρατήσοιεν, δίκῃ βιώσοιντο, κρατηθέντες δὲ ἀδικίᾳ.
151Plotinus, Enneades, 1, 1, 5; 4 (auctor c.205-270)
Ἀλλ᾽ ὅταν ἡ λύπη ἀρχὴν ἀπὸ δόξης καὶ κρίσεως λάβῃ τοῦ κακόν τι παρεῖναι ἢ αὐτῷ ἤ τινι τῶν οἰκείων, εἶτ᾽ ἐντεῦθεν τροπὴ λυπηρὰ ἐπὶ τὸ σῶμα καὶ ὅλως ἐπὶ πᾶν τὸ ζῷον γένηται; Ἀλλὰ καὶ τὸ τῆς δόξης οὔπω δῆλον τίνος, τῆς ψυχῆς ἢ τοῦ συναμφοτέρου· εἶτα ἡ μὲν δόξα ἡ περὶ τοῦ κακὸν τὸ τῆς λύπης οὐκ ἔχει πάθος· καὶ γὰρ καὶ δυνατὸν τῆς δόξης παρούσης μὴ πάντως ἐπιγίνεσθαι τὸ λυπεῖσθαι, μηδ᾽ αὖ τὸ ὀργίζεσθαι δόξης τοῦ ὀλιγωρεῖσθαι γενομένης, μηδ᾽ αὖ ἀγαθοῦ δόξης κινεῖσθαι τὴν ὄρεξιν.
152Plotinus, Enneades, 1, 9, 1; 4 (auctor c.205-270)
Τί οὖν, εἰ μηχανήσαιτό τις λυθῆναι τὸ σῶμα; Ἢ ἐβιάσατο καὶ ἀπέστη αὐτός, οὐκ ἐκεῖνο ἀφῆκε· καὶ ὅτε λύει, οὐκ ἀπαθής, ἀλλ᾽ ἢ δυσχέρανσις ἢ λύπη ἢ θυμός· δεῖ δὲ μηδὲν πράττειν.
153Plotinus, Enneades, 2, 3, 3; 8 (auctor c.205-270)
Εἶτα διὰ τί ἡ ἐκείνων λύπη ἡμᾶς κακώσει; Ὅλως δὲ οὐδὲ λυπεῖσθαι οὐδ᾽ ἐπὶ καιροῦ χαίρειν αὐτοῖς δοτέον, ἀλλ᾽ ἀεὶ τὸ ἵλεων ἔχειν χαίροντας ἐφ᾽ οἷς ἀγαθοῖς ἔχουσι καὶ ἐφ᾽ οἷς ὁρῶσι.
154Plotinus, Enneades, 3, 6, 4; 3 (auctor c.205-270)
Λέγεται δὴ πάντως περὶ ὃ τὰ πάθη δοκεῖ συνίστασθαι· ταῦτα δ᾽ ἐστὶν οἷς ἕπεται ἡδονὴ καὶ λύπη.