'μάλιστα' - search in All Authors, Showing 1 to 500 of 2403 hits      Show next 500

1Adrianus I, Epistolae, 96, 1218C
Καὶ μάλιστα ἐὰν τῇ παραδόσει τῆς ὀρθοδόξου πίστεως τῆς Ἐκκλησίας τοῦ ἁγίου Πέτρου καὶ Παύλου τῶν κορυφαίων ἀποστόλων ἐξυκολουθήσῃ, καὶ ἐναγκαλίσηται τὸν βικάριον αὐτῶν, καθὼς καὶ οἱ ἐξ ἀρχῆς προηγησάμενοι βασιλεῖς καὶ ἐτίμησαν τὸν βικάριον αὐτῶν, καὶ ἠγάπησαν ἐξ ὅλης τῆς καρδίας αὐτῶν, τιμήσῃ δὲ τὸ ὑμέτερον Θεοδώρητον κράτος τὴν Ῥωμαϊκὴν ἁγιωτάτην Ἐκκλησίαν τῶν κορυφαίων ἀποστόλων, οἷς ἐδόθη ἐξουσία παρ' αὐτοῦ τοῦ Θεοῦ Λόγου λύειν τε καὶ δεσμεῖν ἁμαρτίας ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ.
2Adrianus I, Epistolae, 96, 1239D
Εἰ δὲ τὰς ἱερὰς καὶ σεπτὰς εἰκόνας ἐν τοῖς μέρεσι τῶν αὐτόθι οὐ καταστήσωσι τὴν ὑμετέραν χειροτονίαν κατὰ πάντα τρόπον οὐ τολμῶμεν δέξασθαι· καὶ μάλιστα ἐὰν ἐπακολουθήσῃς τοῖς ἀπειθοῦσι τῇ ἀληθείᾳ.
3Agapetus I, Epistolae, 66, 0055B
» Τοιοῦτοι πεφήνασιν ἔνιοι τῶν ἐνδιατριβόντων κατὰ τὴν μεγάλην, καὶ βασιλίδα, καὶ πρώτην τῶν πόλεων, ὄνομα μὲν ποιμένων ἐπιφερόμενοι, τὸ δὲ ὅολον, λύκοι ἅρπαγες, ὧν μάλιστα ὑπάρχει Ἄνθιμος ὁ Τραπεζοῦντος, καὶ ἅλλοι ἄλλων πόλεων.
4Agatho papa, Epistolae, 87, 1219C
» Τοίνυν ἐπειδὴ τῆς γαληναίας ὑμῶν ἀνδρείας ἡ εὐμένεια πρόσωπα ἀπὸ τοῦ τῶν ἐπισκόπων ἀριθμοῦ σταλῆναι ἐκέλευσε, βίῳ τε καὶ εἰδήσει πάντων [πασῶν, L.] Γραφῶν προὔχοντα, περὶ μὲν τῆς καθαρότητος τοῦ βίου, εἰ καὶ τὰ μάλιστά τις καθαρῶς βιώσει, ὅμως θαῤῥεῖν οὐ τολμᾷ· ἡ δὲ τελεία εἴδησις ἐὰν πρὸς εἴδησιν ἀληθοῦς εὐσεβείας ἐπαναδράμῃ, μόνη ἐστὶν ἀληθείας ἐπίγνωσις· ἐὰν δἐ πρὸς εὐγλωττίαν βιωτικὴν, οὐχ ὑπολαμβάνομεν τινα ἐν τοῖς ἡμετέροις χρόνοις δύνασθαι εὑρεθῆναι τὸν περὶ ἄκρας εἰδήσεως καυχώμενον· ὁπότε ἐν τοῖς ἡμετέροις κλίμασι τῶν διαφόρων ἐθνῶν ἡ μανία βράζει, ποτὴ μὲν καὶ καταπονοῦντες, ποτὲ δὲ κατατρέχοντες καὶ ἁρπάζοντες.
5Agatho papa, Epistolae, 87, 1226A
Εἶτα ἠλπίζομεν ἀπὸ Βρεττανίας Θεόδωρον τὸν σύνδουλον ἡμῶν καὶ συνεπίσκοπον, τῆς μεγάλης νήσου Βρεττανίας ἀρχιεπίσκοπον καὶ φιλόσοφον, μετὰ ἄλλων ἐκεῖσε κατὰ τὸν τόπον διαγόντων, ἐκεῖθεν τῇ ἡμετέρᾳ ἑνωθῆναι μετριότητι, καὶ διαφόρους ταύτης τῆς συνόδου ἐπισκόπους ἐν διαφόροις κλίμασι τυγχάνοντας, ἵνα ἐξ ὅλης τῆς κοινότητος τῆς δουλικῆς ἡμῶν συνόδου ἡ ἡμετέρα ἀναφορὰ γενήσοιτο, μήπως ἐὰν μονομερῶς τὸ πραττόμενον γνωσθήσηται, τὸ μέρος λάθῃ· καὶ μάλιστα ἐπειδὴ ἐν μέσῳ τῶν ἐθνῶν τῶν τε Λογγοβάρδων, καὶ Σκλάβων, οὐ μὴν ἀλλὰ καὶ Φράγκων, Γότθων, καὶ Βρεττανῶν πλεῖστοι ἐκ τῶν συνδούλων ἡμῶν εἶναι γνωρίζονται, οἵτινες καὶ περὶ τούτου περιεργάζεσθαι οὐκ ἀφίστανται, ἵνα γνώσωνται, τί εἰς τὸ πρᾶγμα τῆς ἀποστολικῆς πίστεως πράττεται· οἵτινες ὁπόσον ὠφελῆσαι δύνανται, ἐπὰν ἐν τῇ συμφωνίᾳ τῆς πίστεως μεθ' ἡμῶν κρατῶνται, καὶ ἡμῖν ὁμοφωνῶσι, τοσοῦτον, ὅπερ ἀπέστω, ἐὰν σκάνδαλόν τί ποτε ἐν τῷ κεφαλαίῳ τῆς πίστεως ὑπομείνωσιν, εὑρίσκονται ἐχθροὶ καὶ ἐναντίοι.
6Agatho papa, Epistolae, 87, 1178B
» Μήτι ἐκ τῆς φύσεως τοῦ Μονογενοῦς δυνήσεται τοῦτο λέγεσθαι; Ἀλλ' ἄνθρωπε, ὅστις νομίζεις στενάζειν τὴν φύσιν τοῦ Πνεύματος τοῦ ἁγίου, διὰ τί μὴ καὶ τὴν φύσιν τοῦ Θεοῦ Λόγου περίλυπον εἶναι εἴποις δύνασθαι; Πλὴν αὐτὸς, μήπως τι τοιοῦτον λεχθείη, οὐκ ἔφη· Περίλυπός εἰμι, εἰ καὶ τὰ μάλιστα εἰ καὶ τοῦτο εἰρήκει, οὐχὶ μὴ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου ἐχρῆν νοεῖσθαι, ἀλλά φησι· « Περίλυπός ἐστιν ἡ ψυχή μου, » ἣν ὡς ἄνθρωπος πάντως εἶχεν ἀνθρωπίνην, εἰ καὶ τὰ μάλιστα καὶ ἐν τούτῳ ὅ φησιν· « Οὐχ ὅπερ ἐγὼ θέλω, » ἄλλο ἑαυτὸν δείκνυσι θέλειν παρὰ τὸν Πατέρα, ὅπερ εἰ μὴ τῇ ἀνθρωπίνῃ καρδίᾳ οὐκ ἠδύνατο, ὁπόταν [ἴσ. ὁ πότε] τὴν ἡμετέραν ἀσθένειαν εἰς τὴν ἰδίαν οὐχὶ τὴν θείαν, ἀλλὰ τὴν ἀνθρωπίνην μετασχηματίσαι [ἴσ., μετεσχημάτιζε] διάθεσιν.
7Agatho papa, Epistolae, 87, 1191D
Ἑὰν γὰρ ἀνθρωπίνως οὐκ ἐνήργησεν, οὔτε ἐλάλησε· κᾂν εἰ τὰ μάλιστα καὶ ὅτε ἀνθρωπίνως ἐλάλησε καὶ ἐνήργησεν, ἅμα ἐνήργει καὶ ὡς Θεὸς.
8Agatho papa, Epistolae, 87, 1194C
Εἰ καὶ τὰ μάλιστα ἐν τῷ ἑνὶ Δεσπότῃ Ἰησοῦ Χριστῷ τῷ ἀληθεῖ τοῦ Θεοῦ καὶ τοῦ ἀνθρώπου Υἱῷ, τοῦ τε Λόγου καὶ τῆς σαρκὸς ἓν ὑπάρχει τὸ πρόσωπον, ὅπερ ἀχωρίστως καὶ ἀδιαιρέτως κοινὰς εἶχε τὰς πράξεις, δεῖ νοεῖν ὅμως αὐτῶν τῶν ἔργων τὰς ποιότητας, καὶ τῇ κατανοήσει τῆς εἰλικρινοῦς πίστεως δεῖ καθορᾷν, ἐπὶ ποῖα μὲν ἡ τῆς σαρκὸς προάγεται ταπεινότης, ἐπὶ ποῖα δὲ τὸ ὕψος τῆς θεότητος ἐπικλίνεται.
9Agatho papa, Epistolae, 87, 1195B
Καὶ ἀκολούθως κατὰ τὸν τῆς διανοίας λόγον διακρίνει τὸν Λόγον ὅπερ ἐστὶ τοῦ Λόγου ἐνεργοῦντα, καὶ τὸ σῶμα ὅπερ ἐστὶ τοῦ σώματος ἐκτελοῦν, καὶ μιᾶς ἑκάστης φύσεως τὰ πρόσφορα ἔργα θεωρεῖται, εἰ καὶ τὰ μάλιστα ταύτας ἀπὸ τῆς ἀλλήλων κοινωνίας οὐ χωρίζει, αὐτοῖς τοῖς πράγμασι δείκνυσιν ὁ ἐξαίρετος ἀρχιερεὺς, μᾶλλον δὲ καὶ πᾶσα σὺν αὐτῷ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ἡ κοινότης, ὅτι καὶ θεότης τοῦ Χριστοῦ φυσικὴν ἐνέργειαν ἀσυγχύτως ἐν τῇ ἑνώσει ἐφύλαξε, καὶ ἡ ἀνθρωπότης αὐτοῦ τὰ πρὸς ἐνέργειαν τῆς ἀνθρωπίνης οὐσίας ἁρμόζοντα ἐξετέλεσε.
10Agatho papa, Epistolae, 87, 1199A
Ἀλλ' ἵνα μή πως τῶν πολλῶν ῥημάτων φορτικὴ νομισθῇ ἡ δικαιολογία, καὶ μάλιστα οἷς τισι τὸ πρᾶγμα[L., ἡ φροντὶς] καὶ ἡ διοίκησις ὅλου τοῦ κόσμου ὡς ἐν ἰσχυρῷ θεμελίῳ ἐπίκειται, ὀλίγας ἀπὸ τῶν ἀναριθμήτων ταύτῃ τῇ μετρίᾳ ἀναφορᾷ ἐντάξαι τῶν ἁγίων Πατέρων μαρτυρίας ἐσπουδάσαμεν· ἐπειδὴ καὶ τοῦτο ἀσύγκριτον πάνυ καὶ μέγιστόν ἐστιν, ἵνα τῆς φροντίδος ὅλης τῆς Χριστιανικωτάτης πολιτείας ἐπ' ὀλίγον κωλυθείσης, ὑπὲρ πόθου τῆς ἀληθοῦς πίστεως ζέουσα, τοῦ ἀποστολικοῦ κηρύγματος τὴν διδασκαλίαν ἐξηνθισμένως ἐπιγνῶναι ἐπιθυμήσῃ ἡ σεβασμία καὶ ὑμῶν φιλανθρωπία.
11Aristoteles, Physica, 1, 8; 6
ἐπεὶ δὲ μάλιστα λέγομεν κυρίως τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ γίγνεσθαι ἐξ ἰατροῦ, ἐὰν ᾗ ἰατρὸς ταῦτα πάσχῃ ἢ ποιῇ ἢ γίγνηται, δῆλον ὅτι καὶ τὸ ἐκ μὴ ὄντος γίγνεσθαι τοῦτο σημαίνει, τὸ ᾗ μὴ ὄν.
12Aristoteles, Physica, 2, 6; 9
μάλιστα δ' ἐστὶ χωριζόμενον τοῦ ἀπὸ τύχης ἐν τοῖς φύσει γιγνομένοις· ὅταν γὰρ γένηταί τι παρὰ φύσιν, τότε οὐκ ἀπὸ τύχης ἀλλὰ μᾶλλον ἀπὸ ταὐτομάτου γεγονέναι φαμέν.
13Aristoteles, Physica, 2, 7; 6
περὶ γενέσεως γὰρ μάλιστα τοῦτον τὸν τρόπον τὰς αἰτίας σκοποῦσι, τί μετὰ τί γίγνεται, καὶ τί πρῶτον ἐποίησεν ἢ τί ἔπαθεν, καὶ οὕτως αἰεὶ τὸ ἐφεξῆς.
14Aristoteles, Physica, 2, 8; 15
μάλιστα δὲ φανερὸν ἐπὶ τῶν ζῴων τῶν ἄλλων, ἃ οὔτε τέχνῃ οὔτε ζητήσαντα οὔτε βουλευσάμενα ποιεῖ· ὅθεν διαποροῦσί τινες πότερον νῷ ἤ τινι ἄλλῳ ἐργάζονται οἵ τ' ἀρ άχναι καὶ οἱ μύρμηκες καὶ τὰ τοιαῦτα.
15Aristoteles, Physica, 2, 8; 30
μάλιστα δὲ δῆλον, ὅταν τις ἰατρεύῃ αὐτὸς ἑαυτόν· τούτῳ γὰρ ἔοικεν ἡ φύσις.
16Aristoteles, Physica, 2, 9; 2
νῦν μὲν γὰρ οἴονται τὸ ἐξ ἀνάγκης εἶναι ἐν τῇ γενέσει ὥσπερ ἂν εἴ τις τὸν τοῖχον ἐξ ἀνάγκης γε γενῆσθαι νομίζοι, ὅτι τὰ μὲν βαρέα κάτω πέφυκε φέρε σθαι τὰ δὲ κοῦφα ἐπιπολῆς, διὸ οἱ λίθοι μὲν κάτω καὶ τὰ θεμέλια, ἡ δὲ γῆ ἄνω διὰ κουφότητα, ἐπιπολῆς δὲ μάλιστα τὰ ξύλα· κουφότατα γάρ.
17Aristoteles, Physica, 3, 5; 6
μάλιστα δὲ καὶ κυ ριώτατον, ὃ τὴν κοινὴν ποιεῖ ἀπορίαν πᾶσι· διὰ γὰρ τὸ ἐν τῇ νοήσει μὴ ὑπολείπειν καὶ ὁ ἀριθμὸς δοκεῖ ἄπειρος εἶναι καὶ τὰ μαθηματικὰ μεγέθη καὶ τὸ ἔξω τοῦ οὐρανοῦ.
18Aristoteles, Physica, 3, 5; 13
μάλιστα δὲ φυσικοῦ ἐστιν σκέψασθαι εἰ ἔστι μέ γεθος αἰσθητὸν ἄπειρον.
19Aristoteles, Physica, 3, 6; 36
εἰ οὖν ὅτι μάλιστα μὴ κινεῖται τὸ ὅλον (τὸ γὰρ αὑτῷ στηριζόμενον καὶ ἐν αὑτῷ ὂν ἀκίνητον εἶναι ἀνάγκη), ἀλλὰ διὰ τί οὐ πέφυκε κινεῖσθαι, λεκτέον.
20Aristoteles, Physica, 4, 1; 3
) καὶ τῆς κινήσεως ἡ κοινὴ μάλιστα καὶ κυριωτάτη κατὰ τόπον ἐστίν, ἣν καλοῦμεν φοράν.
21Aristoteles, Physica, 4, 4; 9
ὥστ' εἰ ὅτι μάλιστα ἐν ἀλλήλοις εἶεν, ὁ μὲν ἀμφορεὺς δέξεται τὸν οἶνον οὐχ ᾗ αὐτὸς οἶνος ἀλλ' ᾗ ἐκεῖ νος, ὁ δ' οἶνος ἐνέσται ἐν τῷ ἀμφορεῖ οὐχ ᾗ αὐτὸς ἀμ φορεὺς ἀλλ' ᾗ ἐκεῖνος.
22Aristoteles, Physica, 4, 6; 26
καὶ διὰ τοῦτο τὸ μέσον τοῦ οὐρανοῦ καὶ τὸ ἔσχα τον τὸ πρὸς ἡμᾶς τῆς κύκλῳ φορᾶς δοκεῖ εἶναι τὸ μὲν ἄνω τὸ δὲ κάτω μάλιστα πᾶσι κυρίως, ὅτι τὸ μὲν αἰεὶ μένει, τοῦ δὲ κύκλῳ τὸ ἔσχατον ὡσαύτως ἔχον μένει.
23Aristoteles, Physica, 4, 10; 22
τὸ μὲν οὖν δι' οὗ φέρεται αἴτιον, ὅτι ἐμποδίζει μάλιστα μὲν ἀντιφερόμενον, ἔπειτα καὶ μένον· μᾶλλον δὲ τὸ μὴ εὐδιαίρετον· τοιοῦτο δὲ τὸ παχύτερον.
24Aristoteles, Physica, 4, 12; 20
ἐπεὶ δὲ δοκεῖ μάλιστα κίνησις εἶναι καὶ μετα βολή τις ὁ χρόνος, τοῦτ' ἂν εἴη σκεπτέον.
25Aristoteles, Physica, 4, 13; 27
καὶ γνώριμον δὲ μάλιστα τοῦτ' ἔστιν· καὶ γὰρ ἡ κίνησις διὰ τὸ κινούμενον καὶ ἡ φορὰ διὰ τὸ φερόμενον· τόδε γάρ τι τὸ φερόμενον, ἡ δὲ κίνησις οὔ.
26Aristoteles, Physica, 4, 15; 27
καὶ ταύτην μάλιστα λέ γειν εἰώθαμεν ὑπὸ τοῦ χρόνου φθοράν.
27Aristoteles, Physica, 4, 17; 16
ἐπεὶ δ' ἔστι φορὰ καὶ ταύτης ἡ κύκλῳ, ἀριθμεῖται δ' ἕκαστον ἑνί τινι συγγενεῖ, μονάδες μονάδι, ἵπποι δ' ἵππῳ, οὕτω καὶ ὁ χρόνος χρόνῳ τινὶ ὡρισμένῳ, μετρεῖται δ', ὥσπερ εἴπομεν, ὅ τε χρόνος κι νήσει καὶ ἡ κινήσις χρόνῳ (τοῦτο δ' ἐστίν, ὅτι ὑπὸ τῆς ὡρις μένης κινήσεως χρόνῳ μετρεῖται τῆς τε κινήσεως τὸ ποσὸν καὶ τοῦ χρόνου) – εἰ οὖν τὸ πρῶτον μέτρον πάντων τῶν συγ γενῶν, ἡ κυκλοφορία ἡ ὁμαλὴς μέτρον μάλιστα, ὅτι ὁ ἀρι θμὸς ὁ ταύτης γνωριμώτατος.
28Aristoteles, Physica, 5, 1; 19
εἰ δὴ τὸ μὴ ὂν λέγεται πλεοναχῶς, καὶ μήτε τὸ κατὰ σύνθεσιν ἢ διαίρεσιν ἐνδέχεται κινεῖσθαι μήτε τὸ κατὰ δύναμιν, τὸ τῷ ἁπλῶς κατ' ἐνέργειαν ὄντι ἀντικείμενον (τὸ μὲν γὰρ μὴ λευκὸν ἢ μὴ ἀγαθὸν ὅμως ἐν δέχεται κινεῖσθαι κατὰ συμβεβηκός, εἴη γὰρ ἄνθρωπος τὸ μὴ λευκόν· τὸ δ' ἁπλῶς μὴ τόδε οὐδαμῶς), ἀδύνατον [γὰρ] τὸ μὴ ὂν κινεῖσθαι (εἰ δὲ τοῦτο, καὶ τὴν γένεσιν κίνησιν εἶ ναι· γίγνεται γὰρ τὸ μὴ ὄν· εἰ γὰρ καὶ ὅτι μάλιστα κατὰ συμβεβηκὸς γίγνεται, ἀλλ' ὅμως ἀληθὲς εἰπεῖν ὅτι ὑπάρχει τὸ μὴ ὂν κατὰ τοῦ γιγνομένου ἁπλῶς) – ὁμοίως δὲ καὶ τὸ ἠρε μεῖν.
29Aristoteles, Physica, 6, 6; 19
ἠκολούθηκεν δὲ μάλιστα τὸ διαιρεῖσθαι πάντα καὶ ἄπειρα εἶναι ἀπὸ τοῦ μεταβάλλοντος· εὐθὺς γὰρ ἐνυπάρχει τῷ μεταβάλλοντι τὸ διαιρετὸν καὶ τὸ ἄπειρον.
30Aristoteles, Physica, 6, 7; 13
φανερὸν οὖν ὅτι καὶ τὸ γεγονός, ὅτε γέγονεν, ἔσται, καὶ τὸ ἐφθαρ μένον οὐκ ἔσται· καθόλου τε γὰρ εἴρηται περὶ πάσης με ταβολῆς, καὶ μάλιστα δῆλον ἐν τῇ κατ' ἀντίφασιν.
31Aristoteles, Physica, 6, 16; 4
ἴδοι δ' ἄν τις ἐπὶ τῆς σφαίρας μάλιστα τὴν διαφοράν· οὐ γὰρ ταὐτὸν τάχος ἐστὶ τῶν τε πρὸς τῷ κέντρῳ καὶ τῶν ἐκτὸς καὶ τῆς ὅλης, ὡς οὐ μιᾶς οὔσης κινήσεως.
32Aristoteles, Physica, 7, 5; 2
αἱ μὲν γὰρ ἀρεταὶ αἱ δὲ κακίαι τῶν ἕξεων· οὐκ ἔστι δὲ οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία ἀλλοίωσις, ἀλλ' ἡ μὲν ἀρετὴ τελείωσίς τις (ὅταν γὰρ λάβῃ τὴν αὑτοῦ ἀρετήν, τότε λέγεται τέλειον ἕκαστον – τότε γὰρ ἔστι μάλιστα [τὸ] κατὰ φύσιν – ὥσπερ κύκλος τέλειος, ὅταν μάλιστα γένηται κύκλος καὶ ὅταν βέλτιστος), ἡ δὲ κακία φθορὰ τούτου καὶ ἔκστασις· ὥσπερ οὖν οὐδὲ τὸ τῆς οἰκίας τελείωμα λέγομεν ἀλλοίωσιν (ἄτοπον γὰρ εἰ ὁ θριγκὸς καὶ ὁ κέραμος ἀλ λοίωσις, ἢ εἰ θριγκουμένη καὶ κεραμουμένη ἀλλοιοῦται ἀλλὰ μὴ τελειοῦται ἡ οἰκία), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρε τῶν καὶ τῶν κακιῶν καὶ τῶν ἐχόντων ἢ λαμβανόντων· αἱ μὲν γὰρ τελειώσεις αἱ δὲ ἐκστάσεις εἰσίν, ὥστ' οὐκ ἀλλοιώ σεις.
33Aristoteles, Physica, 7, 6; 2
πολὺ γὰρ μάλιστα τὸ ἐπιστῆμον ἐν τῷ πρός τι πὼς ἔχειν λέγομεν.
34Aristoteles, Physica, 8, 2; 1
Τὰ δὲ ἐναντία τούτοις οὐ χαλεπὸν λύειν. δόξειε δ' ἂν ἐκ τῶν τοιῶνδε σκοποῦσιν ἐνδέχεσθαι μάλιστα κίνησιν εἶ ναί ποτε μὴ οὖσαν ὅλως, πρῶτον μὲν ὅτι οὐδεμία ἀΐδιος μεταβολή· μεταβολὴ γὰρ ἅπασα πέφυκεν ἔκ τινος εἴς τι, ὥστε ἀνάγκη πάσης μεταβολῆς εἶναι πέρας τὰ ἐναντία ἐν οἷς γίγνεται, εἰς ἄπειρον δὲ κινεῖσθαι μηδέν.
35Aristoteles, Physica, 8, 2; 3
πολὺ δὲ μάλιστα τὸ τοιοῦτον ἐπὶ τῶν ἐμψύχων εἶναι φα νερόν· οὐδεμιᾶς γὰρ ἐν ἡμῖν ἐνούσης κινήσεως ἐνίοτε, ἀλλ' ἡσυχάζοντες ὅμως κινούμεθά ποτε, καὶ ἐγγίγνεται ἐν ἡμῖν ἐξ ἡμῶν αὐτῶν ἀρχὴ κινήσεως, κἂν μηθὲν ἔξωθεν κι νήσῃ.
36Aristoteles, Physica, 8, 2; 13
μάλιστα δ' ἂν δό ξειεν τὸ τρίτον ἔχειν ἀπορίαν, ὡς ἐγγιγνομένης οὐκ ἐνούσης πρότερον κινήσεως, τὸ συμβαῖνον ἐπὶ τῶν ἐμψύχων· ἠρε μοῦν γὰρ πρότερον μετὰ ταῦτα βαδίζει, κινήσαντος τῶν ἔξωθεν οὐδενός, ὡς δοκεῖ.
37Aristoteles, Physica, 8, 4; 6
μάλιστα δ' ἀπορεῖται τὸ λοιπὸν τῆς εἰρημένης τελευ ταίας διαιρέσεως· τῶν γὰρ ὑπ' ἄλλου κινουμένων τὰ μὲν παρὰ φύσιν ἐθήκαμεν κινεῖσθαι, τὰ δὲ λείπεται ἀντιθεῖναι ὅτι φύσει.
38Aristoteles, Physica, 8, 9; 5
μάλιστα δὲ δῆλον ὅτι τὸ κινοῦν αὐτὸ αὑτὸ μάλιστα ταύτην κινεῖ κυρίως, τὴν κατὰ τόπον· καίτοι φαμὲν τοῦτο εἶναι τῶν κινουμένων καὶ κινούντων ἀρχὴν καὶ πρῶτον τοῖς κινουμένοις, τὸ αὐτὸ αὑτὸ κινοῦν.
39Aristoteles, Physica, 8, 11; 7
μάλιστα δὲ φα νερὸν ὅτι ἀδύνατον εἶναι συνεχῆ τὴν ἐπὶ τῆς εὐθείας κίνησιν, ὅτι ἀνακάμπτον ἀναγκαῖον στῆναι, οὐ μόνον ἐπ' εὐθείας, ἀλλὰ κἂν κύκλον φέρηται.
40Aristoteles, Physica, 8, 13; 23
δῆλον οὖν ἐκ τούτων ὅτι οὐδ' οἱ φυσιολόγοι καλῶς λέγουσιν οἱ πάντα τὰ αἰσθητὰ κινεῖσθαι φάσκοντες ἀεί· κινεῖσθαι γὰρ ἀνάγκη τούτων τινὰ τῶν κινήσεων, καὶ μάλιστα κατ' ἐκείνους [ἐστὶν] ἀλ λοιοῦσθαι· ῥεῖν γάρ φασιν ἀεὶ καὶ φθίνειν, ἔτι δὲ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν λέγουσιν.
41Aristoteles, Physica, 8, 19; 3
τοῦτο γὰρ οὐκ ἀνάγκη συμμεταβάλλειν, ἀλλ' ἀεί τε δυνήσεται κινεῖν (ἄπονον γὰρ τὸ οὕτω κινεῖν) καὶ ὁμα λὴς αὕτη ἡ κίνησις ἢ μόνη ἢ μάλιστα· οὐ γὰρ ἔχει μετα βολὴν τὸ κινοῦν οὐδεμίαν.
42Aristoteles, Analytica posteriora, 1, I 2; 13 (auctor 384BC-322BC)
Ἔστι δέ πορρωτάτω μέν τά καθόλου μάλιστα, ἐγγυτάτω δέ τά καθ᾿ ἕκαστα· καί ἀντίκειται ταῦτ᾿ ἀλλήλοις.
43Aristoteles, Analytica posteriora, 1, I 9; 13 (auctor 384BC-322BC)
Ὥστ᾿ εἰ μᾶλλον οἶδε καί μάλιστα, κἂν ἐπιστήμη ἐκείνη εἴη καί μᾶλλον καί μάλιστα.
44Aristoteles, Analytica posteriora, 1, I 14; 1 (auctor 384BC-322BC)
Τῶν δέ σχημάτων ἐπιστημονικόν μάλιστα τό πρῶτόν ἐστιν.
45Aristoteles, Analytica posteriora, 1, I 14; 3 (auctor 384BC-322BC)
Ὥστε κἂν διά τοῦτ᾿ εἴη μάλιστα ἐπιστημονικόν· κυριώτατον γάρ τοῦ εἰδέναι τό διότι θεωρεῖν.
46Aristoteles, Analytica posteriora, 1, I 24; 18 (auctor 384BC-322BC)
Οἷον τίνος ἕνεκα ἦλθεν; ὅπως λάβῃ τἀργύριον, τοῦτο δ᾿, ὅπως ἀποδῷ ὃ ὤφειλε, τοῦτο δ᾿, ὅπως μή ἀδικήσῃ· καί οὕτως ἰόντες, ὅταν μηκέτι δι᾿ ἄλλο μηδ᾿ ἄλλου ἕνεκα, διά τοῦτο ὡς τέλος φαμέν ἐλθεῖν καί εἶναι καί γίνεσθαι, καί τότε εἰδέναι μάλιστα διά τί ἦλθεν.
47Aristoteles, Analytica posteriora, 1, I 24; 19 (auctor 384BC-322BC)
εἰ δή ὁμοίως ἔχει ἐπί πασῶν τῶν αἰτιῶν καί τῶν διά τί, ἐπί δέ τῶν ὅσα αἴτια οὕτως ὡς οὗ ἕνεκα οὕτως ἴσμεν μάλιστα, καί ἐπί τῶν ἄλλων ἄρα τότε μάλιστα ἴσμεν, ὅταν μηκέτι ὑπάρχῃ τοῦτο ὅτι ἄλλο.
48Aristoteles, Analytica posteriora, 1, I 24; 21 (auctor 384BC-322BC)
Εἰ δέ τοῦτο μηκέτι διότι ἄλλο, τότε μάλιστα ἴσμεν.
49Aristoteles, Analytica posteriora, 1, I 24; 37 (auctor 384BC-322BC)
Ἀλλά τῶν μέν εἰρημένων ἔνια λογικά ἐστι· μάλιστα δέ δῆλον ὅτι ἡ καθόλου κυριωτέρα, ὅτι τῶν προτάσεων τήν μέν προτέραν ἔχοντες ἴσμεν πως καί τήν ὑστέραν καί ἔχομεν δυνάμει, οἷον εἴ τις οἶδεν ὅτι πᾶν τρίγωνον δυσίν ὀρθαῖς, οἶδέ πως καί τό ἰσοσκελές ὅτι δύο ὀρθαῖς, δυνάμει, καί εἰ μή οἶδε τό ἰσοσκελές ὅτι τρίγωνον· ὁ δέ ταύτην ἔχων τήν πρότασιν τό καθόλου οὐδαμῶς οἶδεν, οὔτε δυνάμει οὔτ᾿ ἐνεργείᾳ.
50Aristoteles, Analytica posteriora, 2, II 4; 13 (auctor 384BC-322BC)
Δεῖ δ᾿ ἐν ταῖς δυσί προτάσεσι καί τοῖς πρώτοις καί ἀμέσοις σκοπεῖν· μάλιστα γάρ φανερόν τό λεγόμενον γίνεται.
51Aristoteles, Analytica posteriora, 2, II 11; 28 (auctor 384BC-322BC)
Πλεῖστα δέ τοιαῦτ᾿ ἐστί, καί μάλιστα ἐν τοῖς κατά φύσιν συνισταμένοις καί συνεστῶσιν· ἡ μέν γάρ ἕνεκά του ποιεῖ φύσις, ἡ δ᾿ ἐξ ἀνάγκης.
52Aristoteles, Analytica posteriora, 2, II 11; 31 (auctor 384BC-322BC)
Μάλιστα δέ ἐν ὅσοις ἐνδέχεται καί ὧδε καί ἄλλως, ὅταν μή ἀπό τύχης ἡ γένεσις ᾖ, ὥστε τό τέλος ἀγαθόν ἕνεκά του γίνεται καί ἢ φύσει ἢ τέχνῃ.
53Aristoteles, Analytica priora, 1, I 27; 6 (auctor 384BC-322BC)
Τά δέ μεταξύ δῆλον ὡς ἀμφοτέρως ἐνδέχεται· καί γάρ αὐτά κατ᾿ ἄλλων καί ἄλλα κατά τούτων λεχθήσεται, καί σχεδόν οἱ λόγοι καί αἱ σκέψεις εἰσί μάλιστα περί τούτων.
54Aristoteles, Analytica priora, 1, I 28; 15 (auctor 384BC-322BC)
Δεῖ δέ καί τῶν ἑπομένων, καί οἷς ἕπεται ἕκαστον, εἰς τά πρῶτα καί τά καθόλου μάλιστα βλέπειν, οἷον τοῦ μέν Ε μᾶλλον εἰς τό Κ Ζ ἢ εἰς τό Ζ μόνον, τοῦ δέ Α εἰς τό Κ Γ ἢ εἰς τό Γ μόνον.
55Aristoteles, Analytica priora, 1, I 31; 17 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι οὔτε πρός πᾶσαν σκέψιν ἁρμόζει τῆς ζητήσεως ὁ τρόπος, οὔτ᾿ ἐν οἷς μάλιστα δοκεῖ πρέπειν, ἐν τούτοις ἐστί χρήσιμος.
56Aristoteles, Analytica priora, 2, II 19; 5 (auctor 384BC-322BC)
Τοῦτο δ᾿ ἔσται πρῶτον, ἐάν τά συμπεράσματα μή προσυλλογίζωνται ἀλλ᾿ εἰλημμένων τῶν ἀναγκαίων ἄδηλα ᾖ, ἔτι δέ ἂν μή τά σύνεγγυς ἐρωτᾷ, ἀλλ᾿ ὅτι μάλιστα τά μέσα.
57Aristoteles, Analytica priora, 2, II 19; 8 (auctor 384BC-322BC)
Κἂν δι᾿ ἑνός μέσου γίνηται ὁ συλλογισμός, ἀπό τοῦ μέσου ἄρχεσθαι· μάλιστα γάρ ἂν οὕτω λανθάνοι τόν ἀποκρινόμενον.
58Aristoteles, Analytica priora, 2, II 22; 33 (auctor 384BC-322BC)
Εἰ δέ μάλιστα τούτου, καί τέλος τοῦτο.
59Aristoteles, Analytica priora, 2, II 27; 15 (auctor 384BC-322BC)
Ἢ δή οὕτω διαιρετέον τό σημεῖον, τούτων δέ τό μέσον τεκμήριον ληπτέον (τό γάρ τεκμήριον τό εἰδέναι ποιοῦν φασίν εἶναι, τοιοῦτο δέ μάλιστα τό μέσον), ἢ τά μέν ἐκ τῶν ἄκρων σημεῖα λεκτέον, τό δ᾿ ἐκ τοῦ μέσου τεκμήριον· ἐνδοξότατον γάρ καί μάλιστα ἀληθές τό διά τοῦ πρώτου σχήματος.
60Aristoteles, Athenaion Politeia, p2, 9, 1; 2 (auctor 384BC-322BC)
δοκεῖ δὲ τῆς Σόλωνος πολιτείας τρία ταῦτ' εἶναι τὰ δημοτικώτατα· πρῶτον μὲν καὶ μέγιστον τὸ μὴ δανείζειν ἐπὶ τοῖς σώμασιν, ἔπειτα τὸ ἐξεῖναι τῷ βουλομένῳ τιμωρεῖν ὑπὲρ τῶν ἀδικουμένων, τρίτον δὲ ᾧ καὶ μάλιστά φασιν ἰσχυκέναι τὸ πλῆθος, ἡ εἰς τὸ δικαστήριον ἔφεσις· κύριος γὰρ ὢν ὁ δῆμος τῆς ψήφου, κύριος γίγνεται τῆς πολιτείας.
61Aristoteles, Athenaion Politeia, p2, 13, 4; 7 (auctor 384BC-322BC)
ἦσαν δ' αἱ στάσεις τρεῖς· μία μὲν τῶν παραλίων, ὧν προειστήκει Μεγακλῆς ὁ Ἀλκμέωνος, οἵπερ ἐδόκουν μάλιστα διώκειν τὴν μέσην πολιτείαν.
62Aristoteles, Athenaion Politeia, p2, 15, 1; 2 (auctor 384BC-322BC)
μετὰ δὲ ταῦτα ὡς ἐξέπεσε τὸ δεύτερον, ἔτει μάλιστα ἑβδόμῳ μετὰ τὴν κάθοδον, (οὐ γὰρ πολὺν χρόνον κατέσχεν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τῇ τοῦ Μεγακλέους θυγατρὶ συγγίγνεσθαι, φοβηθεὶς ἀμφοτέρας τὰς στάσεις ὑπεξῆλθεν) .
63Aristoteles, Athenaion Politeia, p2, 15, 2; 3 (auctor 384BC-322BC)
καὶ πρῶτον μὲν συνῴκισε περὶ τὸν Θερμαῖον κόλπον χωρίον ὃ καλεῖται Ῥαίκηλος, ἐκεῖθεν δὲ παρῆλθεν εἰς τοὺς περὶ Πάγγαιον τόπους, ὅθεν χρηματισάμενος καὶ στρατιώτας μισθωσάμενος, ἐλθὼν εἰς Ἐρέτριαν ἑνδεκάτῳ πάλιν ἔτει τότε πρῶτον ἀνασώσασθαι βίᾳ τὴν ἀρχὴν ἐπεχείρει, συμπροθυμουμένων αὐτῷ πολλῶν μὲν καὶ ἄλλων, μάλιστα δὲ Θηβαίων καὶ Λυγδάμιος τοῦ Ναξίου, ἔτι δὲ τῶν ἱππέων τῶν ἐχόντων ἐν Ἐρετρίᾳ τὴν πολιτείαν.
64Aristoteles, Athenaion Politeia, p2, 16, 10; 18 (auctor 384BC-322BC)
ἦσαν δὲ καὶ τοῖς Ἀθηναίοις οἱ περὶ τῶν τυράννων νόμοι πρᾷοι κατ' ἐκείνους τοὺς καιρούς, οἵ τ' ἄλλοι καὶ δὴ καὶ ὁ μάλιστα καθήκων πρὸς τὴν τῆς τυραννίδος κατάστασιν.
65Aristoteles, Athenaion Politeia, p2, 19, 2; 2 (auctor 384BC-322BC)
ἔτει δὲ τετάρτῳ μάλιστα μετὰ τὸν Ἱππάρχου θάνατον, ἐπεὶ κακῶς εἶχεν τὰ ἐν τῷ ἄστει, τὴν Μουνιχίαν ἐπεχείρησε τειχίζειν, ὡς ἐκεῖ μεθιδρυσόμενος.
66Aristoteles, Athenaion Politeia, p2, 19, 6; 10 (auctor 384BC-322BC)
ὧν ληφθέντων ὁμολογίαν ἐπὶ τῇ τῶν παίδων σωτηρίᾳ ποιησάμενοι, καὶ τὰ ἑαυτῶν ἐν πένθ' ἡμέραις ἐκκομισάμενοι, παρέδωκαν τὴν ἀκρόπολιν τοῖς Ἀθηναίοις ἐπὶ Ἁρπακτίδου ἄρχοντος, κατασχόντες τὴν τυραννίδα μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἔτη μάλιστα ἑπτακαίδεκα, τὰ δὲ σύμπαντα σὺν οἷς ὁ πατὴρ ἦρξεν ἑνὸς δεῖ πεντήκοντα.
67Aristoteles, Athenaion Politeia, p2, 22, 4; 6 (auctor 384BC-322BC)
καὶ πρῶτος ὠστρακίσθη τῶν ἐκείνου συγγενῶν Ἵππαρχος Χάρμου Κολλυτεύς, δι' ὃν καὶ μάλιστα τὸν νόμον ἔθηκεν ὁ Κλεισθένης, ἐξελάσαι βουλόμενος αὐτόν.
68Aristoteles, Athenaion Politeia, p2, 25, 1; 2 (auctor 384BC-322BC)
ἔτη δὲ ἑπτακαίδεκα μάλιστα μετὰ τὰ Μηδικὰ διέμεινεν ἡ πολιτεία προεστώτων τῶν Ἀρεοπαγιτῶν, καίπερ ὑποφερομένη κατὰ μικρόν.
69Aristoteles, Athenaion Politeia, p2, 27, 1; 2 (auctor 384BC-322BC)
καὶ γὰρ τῶν Ἀρεοπαγιτῶν ἔνια παρείλετο, καὶ μάλιστα προύτρεψεν τὴν πόλιν ἐπὶ τὴν ναυτικὴν δύναμιν, ἐξ ἧς συνέβη θαρρήσαντας τοὺς πολλοὺς ἅπασαν τὴν πολιτείαν μᾶλλον ἄγειν εἰς αὑτούς.
70Aristoteles, Athenaion Politeia, p2, 28, 3; 5 (auctor 384BC-322BC)
Περικλέους δὲ τελευτήσαντος, τῶν μὲν ἐπιφανῶν προειστήκει Νικίας ὁ ἐν Σικελίᾳ τελευτήσας, τοῦ δὲ δήμου Κλέων ὁ Κλεαινέτου, ὃς δοκεῖ μάλιστα διαφθεῖραι τὸν δῆμον ταῖς ὁρμαῖς, καὶ πρῶτος ἐπὶ τοῦ βήματος ἀνέκραγε καὶ ἐλοιδορήσατο, καὶ περιζωσάμενος ἐδημηγόρησε, τῶν ἄλλων ἐν κόσμῳ λεγόντων.
71Aristoteles, Athenaion Politeia, p2, 28, 4; 8 (auctor 384BC-322BC)
ἀπὸ δὲ Κλεοφῶντος ἤδη διεδέχοντο συνεχῶς τὴν δημαγωγίαν οἱ μάλιστα βουλόμενοι θρασύνεσθαι καὶ χαρίζεσθαι τοῖς πολλοῖς πρὸς τὸ παραυτίκα βλέποντες.
72Aristoteles, Athenaion Politeia, p2, 29, 1; 2 (auctor 384BC-322BC)
ἐπεὶ δὲ μετὰ τὴν ἐν Σικελίᾳ γενομένην συμφορὰν ἰσχυρότερα τὰ τῶν Λακεδαιμονίων ἐγένετο διὰ τὴν πρὸς βασιλέα συμμαχίαν, ἠναγκάσθησαν κινήσαντες τὴν δημοκρατίαν καταστῆσαι τὴν ἐπὶ τῶν τετρακοσίων πολιτείαν, εἰπόντος τὸν μὲν πρὸ τοῦ ψηφίσματος λόγον Μηλοβίου, τὴν δὲ γνώμην γράψαντος Πυθοδώρου τοῦ Ἀναφλυστίου, μάλιστα δὲ συμπεισθέντων τῶν πολλῶν διὰ τὸ νομίζειν βασιλέα μᾶλλον ἑαυτοῖς συμπολεμήσειν, ἐὰν δι' ὀλίγων ποιήσωνται τὴν πολιτείαν.
73Aristoteles, Athenaion Politeia, p2, 32, 2; 3 (auctor 384BC-322BC)
ἡ μὲν οὖν ὀλιγαρχία τοῦτον κατέστη τὸν τρόπον, ἐπὶ Καλλίου μὲν ἄρχοντος, ἔτεσιν δ' ὕστερον τῆς τῶν τυράννων ἐκβολῆς μάλιστα ἑκατὸν, αἰτίων μάλιστα γενομένων Πεισάνδρου καὶ Ἀντιφῶντος καὶ Θηραμένους, ἀνδρῶν καὶ γεγενημένων εὖ καὶ συνέσει καὶ γνώμῃ δοκούντων διαφέρειν.
74Aristoteles, Athenaion Politeia, p2, 33, 1; 2 (auctor 384BC-322BC)
ἡττηθέντες δὲ τῇ περὶ Ἐρέτριαν ναυμαχίᾳ, καὶ τῆς Εὐβοίας ἀποστάσης ὅλης πλὴν Ὠρεοῦ, χαλεπῶς ἐνεγκόντες ἐπὶ τῇ συμφορᾷ μάλιστα τῶν προγεγενημένων (πλείω γὰρ ἐκ τῆς Εὐβοίας ἢ τῆς Ἀττικῆς ἐτύγχανον ὠφελούμενοι) , κατέλυσαν τοὺς τετρακοσίους, καὶ τὰ πράγματα παρέδωκαν τοῖς πεντακισχιλίοις τοῖς ἐκ τῶν ὅπλων, ψηφισάμενοι μηδεμίαν ἀρχὴν εἶναι μισθοφόρον.
75Aristoteles, Athenaion Politeia, p2, 34, 3; 5 (auctor 384BC-322BC)
τῆς εἰρήνης γενομένης αὐτοῖς ἐφ' ᾧ τε πολιτεύσονται τὴν πάτριον πολιτείαν, οἱ μὲν δημοτικοὶ διασῴζειν ἐπειρῶντο τὸν δῆμον, τῶν δὲ γνωρίμων οἱ μὲν ἐν ταῖς ἑταιρείαις ὄντες, καὶ τῶν φυγάδων οἱ μετὰ τὴν εἰρήνην κατελθόντες ὀλιγαρχίας ἐπεθύμουν, οἱ δ' ἐν ἑταιρείᾳ μὲν οὐδεμιᾷ συγκαθεστῶτες, ἄλλως δὲ δοκοῦντες οὐδενὸς ἐπιλείπεσθαι τῶν πολιτῶν, τὴν πάτριον πολιτείαν ἐζήτουν· ὧν ἦν μὲν καὶ Ἀρχῖνος καὶ Ἄνυτος καὶ Κλειτοφῶν καὶ Φορμίσιος καὶ ἕτεροι πολλοί, προειστήκει δὲ μάλιστα Θηραμένης.
76Aristoteles, Athenaion Politeia, p2, 38, 2; 3 (auctor 384BC-322BC)
χαλεπῶς δὲ φερόντων ἐπὶ τούτοις τῶν ἐν τῇ πολιτείᾳ, φοβούμενοι μὴ καταλυθῶσιν τῆς ἀρχῆς, καὶ βουλόμενοι καταπλῆξαι τοὺς ἄλλους (ὅπερ ἐγένετο) , συλλαβόντες Δημάρετον οὐδενὸς ὄντα δεύτερον τῶν πολιτῶν ἀπέκτειναν, καὶ τὰ πράγματα βεβαίως εἶχον, συναγωνιζομένου Καλλιβίου τε καὶ τῶν Πελοποννησίων τῶν παρόντων, καὶ πρὸς τούτοις ἐνίων τῶν ἐν τοῖς ἱππεῦσι· τούτων γάρ τινες μάλιστα τῶν πολιτῶν ἐσπούδαζον μὴ κατελθεῖν τοὺς ἀπὸ Φυλῆς.
77Aristoteles, Athenaion Politeia, p2, 38, 3; 5 (auctor 384BC-322BC)
προειστήκεσαν δ' αὐτῶν μάλιστα Ῥίνων τε ὁ Παιανιεὺς καὶ Φάυλλος ὁ Ἀχερδούσιος· οὗτοι γὰρ πρίν τε Παυσανίαν τ' ἀφικέσθαι διεπέμποντο πρὸς τοὺς ἐν Πειραιεῖ, καὶ ἀφικομένου συνεσπούδασαν τὴν κάθοδον.
78Aristoteles, Athenaion Politeia, p2, 50, 2; 2 (auctor 384BC-322BC)
κληροῦνται δὲ καὶ ἱερῶν ἐπισκευασταὶ δέκα ἄνδρες, οἳ λαμβάνοντες τριάκοντα μνᾶς παρὰ τῶν ἀποδεκτῶν ἐπισκευάζουσιν τὰ μάλιστα δεόμενα τῶν ἱερῶν· καὶ ἀστυνόμοι δέκα.
79Aristoteles, Categoriae, 5; 1 (auctor 384BC-322BC)
Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ᾿ ὑποκειμένου τινὸς λέγεται μήτ᾿ ἐν ὑποκειμένῳ τινί ἐστιν, οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τὶς ἵππος.
80Aristoteles, Categoriae, 5; 15 (auctor 384BC-322BC)
Ἔτι αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι καὶ πάντα τὰ ἄλλα κατὰ τούτων κατηγορεῖσθαι ἢ ἐν αὐταῖς εἶναι διὰ τοῦτο μάλιστα οὐσίαι λέγονται.
81Aristoteles, Categoriae, 5; 63 (auctor 384BC-322BC)
Μάλιστα δὲ ἴδιον τῆς οὐσίας δοκεῖ εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν, οἷον ἐπὶ μὲν τῶν ἄλλων οὐκ αν ἔχοι τις τὸ τοιοῦτο προενεγκεῖν, ὅσα μή εἰσιν οὐσίαι, ὃ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων δεκτικόν ἐστιν, οἷον τὸ χρῶμα, ὅ ἐστιν ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ, οὐκ ἀριθμῷ οὐκ ἔσται φαύλη καὶ σπουδαία· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅσα μή εἰσιν οὐσίαι.
82Aristoteles, Categoriae, 6; 44 (auctor 384BC-322BC)
Μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ περὶ τὸν τόπον δοκεῖ ὑπάρχειν.
83Aristoteles, Categoriae, 6; 52 (auctor 384BC-322BC)
Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι.
84Aristoteles, Categoriae, 6; 56 (auctor 384BC-322BC)
Ὥστε τοῦ ποσοῦ μάλιστα ἂν εἴη ἴδιον τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι.
85Aristoteles, Categoriae, 8; 36 (auctor 384BC-322BC)
Ἴσως μὲν οὖν καὶ ἄλλος ἄν τις φανείη τρόπος ποιότητος, ἀλλ᾿ οἵ γε μάλιστα λεγόμενοι σχεδὸν οὗτοί εἰσιν.
86Aristoteles, Categoriae, 10; 57 (auctor 384BC-322BC)
Οὐ μὴν ἀλλὰ μάλιστα ἂν δόξειε τὸ τοιοῦτο συμβαίνειν ἐπὶ τῶν κατὰ συμπλοκὴν ἐναντίων λεγομένων· τὸ γὰρ ὑγιαίνειν Σωκράτην τῷ νοσεῖν Σωκράτην ἐναντίον ἐστίν.
87Aristoteles, Categoriae, 14; 7 (auctor 384BC-322BC)
Μάλιστα δ᾿ ἔοικεν ἀντικεῖσθαι ἡ πρὸς τὸν ἐναντίον τόπον μεταβολή, οἷον τῇ κάτωθεν ἡ ἄνω, τῇ δὲ ἄνωθεν ἡ κάτω.
88Aristoteles, De anima, 1, I 1; 2 (auctor 384BC-322BC)
Δοκεῖ δέ καί πρός ἀλήθειαν ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθαι, μάλιστα δέ πρός τήν φύσιν· ἔστι γάρ οἷον ἀρχή τῶν ζῴων.
89Aristoteles, De anima, 1, I 1; 19 (auctor 384BC-322BC)
Μάλιστα δ’ ἔοικεν ἴδιον τό νοεῖν· εἰ δ’ ἐστί καί τοῦτο φαντασία τις ἢ μή ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’ ἂν οὐδέ τοῦτ’ ἄνευ σώματος εἶναι.
90Aristoteles, De anima, 1, I 2; 2 (auctor 384BC-322BC)
Ἀρχή δέ τῆς ζητήσεως προθέσθαι τά μάλιστα δοκοῦνθ’ ὑπάρχειν αὐτῇ κατά φύσιν.
91Aristoteles, De anima, 1, I 2; 3 (auctor 384BC-322BC)
Τό ἔμψυχον δή τοῦ ἀψύχου δυοῖν μάλιστα διαφέρειν δοκεῖ, κινήσει τε καί τῷ αἰσθάνεσθαι.
92Aristoteles, De anima, 1, I 2; 4 (auctor 384BC-322BC)
Παρειλήφαμεν δέ καί παρά τῶν προγενεστέρων σχεδόν δύο ταῦτα περί ψυχῆς· φασί γάρ ἔνιοι καί μάλιστα καί πρώτως ψυχήν εἶναι τό κινοῦν.
93Aristoteles, De anima, 1, I 2; 8 (auctor 384BC-322BC)
Τούτων δέ τά σφαιροειδῆ ψυχήν, διά τό μάλιστα διά παντός δύνασθαι διαδύνειν τούς τοιούτους ῥυσμούς, καί κινεῖν τά λοιπά κινούμενα καί αὐτά, ὑπολαμβάνοντες τήν ψυχήν εἶναι τό παρέχον τοῖς ζῴοις τήν κίνησιν.
94Aristoteles, De anima, 1, I 2; 24 (auctor 384BC-322BC)
Διαφέρονται δέ περί τῶν ἀρχῶν, τίνες καί πόσαι, μάλιστα μέν οἱ σωματικάς ποιοῦντες τοῖς ἀσωμάτοις, τούτοις δ’ οἱ μίξαντες καί ἀπ’ ἀμφοῖν τάς ἀρχάς ἀποφηνάμενοι.
95Aristoteles, De anima, 1, I 2; 27 (auctor 384BC-322BC)
Ὅθεν ἔδοξέ τισι πῦρ εἶναι· καί γάρ τοῦτο λεπτομερέστατόν τε καί μάλιστα τῶν στοιχείων ἀσώματον, ἔτι δέ κινεῖταί τε καί κινεῖ τά ἄλλα πρώτως.
96Aristoteles, De anima, 1, I 2; 29 (auctor 384BC-322BC)
Ἀναξαγόρας δ’ ἔοικε μέν ἕτερον λέγειν ψυχήν τε καί νοῦν, ὥσπερ εἴπομεν καί πρότερον, χρῆται δ’ ἀμφοῖν ὡς μιᾷ φύσει, πλήν ἀρχήν γε τόν νοῦν τίθεται μάλιστα πάντων· μόνον γοῦν φησίν αὐτόν τῶν ὄντων ἁπλοῦν εἶναι καί ἀμιγῆ τε καί καθαρόν.
97Aristoteles, De anima, 1, I 3; 20 (auctor 384BC-322BC)
Τήν δέ ψυχήν μάλιστα φαίη τις ἂν ὑπό τῶν αἰσθητῶν κινεῖσθαι, εἴπερ κινεῖται.
98Aristoteles, De anima, 1, I 4; 13 (auctor 384BC-322BC)
Ὅθεν οἰηθείη τις ἂν αὐτήν κινεῖσθαι· τό δ’ οὐκ ἔστιν ἀναγκαῖον· εἰ γάρ καί ὅτι μάλιστα τό λυπεῖσθαι ἢ χαίρειν ἢ διανοεῖσθαι κινήσεις εἰσί, καί ἕκαστον κινεῖσθαι τούτων, τό δέ κινεῖσθαί ἐστιν ὑπό τῆς ψυχῆς, οἷον τό ὀργίζεσθαι ἢ φοβεῖσθαι τῷ τήν καρδίαν ὡδί κινεῖσθαι, τό δέ διανοεῖσθαι ἢ τοιοῦτον ἴσως ἢ ἕτερόν τι· τούτων δέ συμβαίνει τά μέν κατά φοράν τινῶν κινουμένων, τά δέ κατ’ ἀλλοίωσιν.
99Aristoteles, De anima, 1, I 4; 18 (auctor 384BC-322BC)
Μάλιστα γάρ ἐφθείρετ’ ἂν ὑπό τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως, νῦν δ’ ἴσως ὅπερ ἐπί τῶν αἰσθητηρίων συμβαίνει· εἰ γάρ λάβοι ὁ πρεσβύτης ὄμμα τοιονδί, βλέποι ἂν ὥσπερ καί ὁ νέος.
100Aristoteles, De anima, 2, II 4; 28 (auctor 384BC-322BC)
Ἐν μέν οὖν τοῖς ἁπλοῖς σώμασι ταῦτ’ εἶναι δοκεῖ μάλιστα τό μέν τροφή τό δέ τρεφόμενον.
101Aristoteles, De anima, 2, II 7; 2 (auctor 384BC-322BC)
Ὁρατόν δ’ ἔστιν χρῶμά τε, καί ὃ λόγῳ μέν ἔστιν εἰπεῖν, ἀνώνυμον δέ τυγχάνει ὄν· δῆλον δέ ἔσται ὃ λέγομεν προελθοῦσι μάλιστα.
102Aristoteles, De anima, 3, III 1; 7 (auctor 384BC-322BC)
Γῆ δέ ἢ οὐθενός, ἢ ἐν τῇ ἁφῇ μάλιστα μέμικται ἰδίως.
103Aristoteles, De anima, 3, III 3; 1 (auctor 384BC-322BC)
Ἐπεί δέ δύο διαφοραῖς ὁρίζονται μάλιστα τήν ψυχήν, κινήσει τε τῇ κατά τόπον καί τῷ νοεῖν καί τῷ κρίνειν καί αἰσθάνεσθαι, δοκεῖ δέ καί τό νοεῖν καί τό φρονεῖν ὥσπερ αἰσθάνεσθαί τι εἶναι· ἐν ἀμφοτέροις γάρ τούτοις κρίνει τι ἡ ψυχή καί γνωρίζει τῶν ὄντων, καί οἵ γε ἀρχαῖοι τό φρονεῖν καί τό αἰσθάνεσθαι ταὐτόν εἶναί φασιν, ὥσπερ καί Ἐμπεδοκλῆς εἴρηκε πρός παρεόν γάρ μῆτις ἀέξεται ἀνθρώποισιν καί ἐν ἄλλοις ὅθεν σφίσιν αἰεί καί τό φρονεῖν ἀλλοῖα παρίσταται.
104Aristoteles, De anima, 3, III 3; 36 (auctor 384BC-322BC)
Τρίτον δέ τῶν κοινῶν καί ἑπομένων τοῖς συμβεβηκόσιν, οἷς ὑπάρχει τά ἴδια· λέγω δ’ οἷον κίνησις καί μέγεθος, ἃ συμβέβηκε τοῖς αἰσθητοῖς, περί ἃ μάλιστα ἤδη ἔστιν ἀπατηθῆναι κατά τήν αἴσθησιν.
105Aristoteles, De anima, 3, III 3; 38 (auctor 384BC-322BC)
Καί ἡ μέν πρώτη παρούσης τῆς αἰσθήσεως ἀληθής, αἱ δ’ ἕτεραι καί παρούσης καί ἀπούσης εἶεν ἂν ψευδεῖς, καί μάλιστα ὅταν πόρρω τό αἰσθητόν ᾖ.
106Aristoteles, De anima, 3, III 3; 40 (auctor 384BC-322BC)
Ἐπεί δ’ ἡ ὄψις μάλιστα αἴσθησίς ἐστι, καί τό ὄνομα ἀπό τοῦ φάους εἴληφεν, ὅτι ἄνευ φωτός οὐκ ἔστιν ἰδεῖν.
107Aristoteles, De arte poetica, 4; 3 (auctor 384BC-322BC)
Σημεῖον δέ τούτου τό συμβαῖνον ἐπί τῶν ἔργων· ἃ γάρ αὐτά λυπηρῶς ὁρῶμεν, τούτων τάς εἰκόνας τάς μάλιστα ἠκριβωμένας χαίρομεν θεωροῦντες, οἷον θηρίων τε μορφάς τῶν ἀτιμοτάτων καί νεκρῶν.
108Aristoteles, De arte poetica, 4; 6 (auctor 384BC-322BC)
Κατά φύσιν δέ ὄντος ἡμῖν τοῦ μιμεῖσθαι καί τῆς ἁρμονίας καί τοῦ ῥυθμοῦ (τά γάρ μέτρα ὅτι μόρια τῶν ῥυθμῶν ἐστί, φανερόν) ἐξ ἀρχῆς οἱ πεφυκότες πρός αὐτά μάλιστα κατά μικρόν προάγοντες ἐγέννησαν τήν ποίησιν ἐκ τῶν αὐτοσχεδιασμάτων.
109Aristoteles, De arte poetica, 4; 11 (auctor 384BC-322BC)
Ὥσπερ δέ καί τά σπουδαῖα μάλιστα ποιητής Ὅμηρος ἦν (μόνος γάρ οὐχ ὅτι εὖ, ἀλλ᾿ ὅτι καί μιμήσεις δραματικάς ἐποίησεν), οὕτω καί τά τῆς κωμῳδίας σχήματα πρῶτος ὑπέδειξεν, οὐ ψόγον ἀλλά τό γελοῖον δραματοποιήσας· ὁ γάρ Μαργίτης ἀνάλογον ἔχει, ὥσπερ Ἰλιάς καί Ὀδύσσεια πρός τάς τραγῳδίας, οὕτω καί οὗτος πρός τάς κωμῳδίας.
110Aristoteles, De arte poetica, 4; 16 (auctor 384BC-322BC)
Ἔτι δέ τό μέγεθος ἐκ μικρῶν μύθων καί λέξεως γελοίας, διά τό ἐκ σατυρικοῦ μεταβαλεῖν, ὀψέ ἀπεσεμνύνθη, τό τε μέτρον ἐκ τετραμέτρου ἰαμβεῖον ἐγένετο· τό μέν γάρ πρῶτον τετραμέτρῳ ἐχρῶντο διά τό σατυρικήν καί ὀρχηστικωτέραν εἶναι τήν ποίησιν, λέξεως δέ γενομένης αὐτή ἡ φύσις τό οἰκεῖον μέτρον εὗρεν· μάλιστα γάρ λεκτικόν τῶν μέτρων τό ἰαμβεῖόν ἐστιν.
111Aristoteles, De arte poetica, 5; 9 (auctor 384BC-322BC)
Ἔτι δέ τῷ μήκει· ἡ μέν γάρ ὅτι μάλιστα πειρᾶται ὑπό μίαν περίοδον ἡλίου εἶναι ἢ μικρόν ἐξαλλάττειν, ἡ δέ ἐποποιία ἀόριστος τῷ χρόνῳ, καί τούτῳ διαφέρει.
112Aristoteles, De arte poetica, 6; 22 (auctor 384BC-322BC)
Ἔστι τε μίμησις πράξεως, καί διά ταύτην μάλιστα τῶν πραττόντων.
113Aristoteles, De arte poetica, 9; 16 (auctor 384BC-322BC)
Ἐπεί δέ οὐ μόνον τελείας ἐστί πράξεως ἡ μίμησις ἀλλά καί φοβερῶν καί ἐλεεινῶν, ταῦτα δέ γίνεται καί μάλιστα, καί μᾶλλον ὅταν γένηται παρά τήν δόξαν, δι᾿ ἄλληλα· τό γάρ θαυμαστόν οὕτως ἕξει μᾶλλον ἢ εἰ ἀπό τοῦ αὐτομάτου καί τῆς τύχης, ἐπεί καί τῶν ἀπό τύχης ταῦτα θαυμασιώτατα δοκεῖ, ὅσα ὥσπερ ἐπίτηδες φαίνεται γεγονέναι, οἷον ὡς ὁ ἀνδριάς ὁ τοῦ Μίτυος ἐν Ἄργει ἀπέκτεινε τόν αἴτιον τοῦ θανάτου τῷ Μίτυϊ, θεωροῦντι ἐμπεσών· ἔοικε γάρ τά τοιαῦτα οὐκ εἰκῇ γενέσθαι, ὥστε ἀνάγκη τούς τοιούτους εἶναι καλλίους μύθους.
114Aristoteles, De arte poetica, 11; 5 (auctor 384BC-322BC)
Εἰσί μέν οὗν καί ἄλλαι ἀναγνωρίσεις· καί γάρ πρός ἄψυχα καί τά τυχόντα ἔστιν ὅτε, ὥσπερ εἴρηται, συμβαίνει, καί εἰ πέπραγέ τις ἢ μή πέπραγεν, ἔστιν ἀναγωρίσαι· ἀλλ᾿ ἡ μάλιστα τοῦ μύθου καί ἡ μάλιστα τῆς πράξεως ἡ εἰρημένη ἐστίν.
115Aristoteles, De arte poetica, 17; 1 (auctor 384BC-322BC)
Δεῖ δέ τούς μύθους συνιστάναι καί τῇ λέξει συναπεργάζεσθαι ὅτι μάλιστα πρό ὀμμάτων τιθέμενον· οὕτω γάρ ἂν ἐναργέστατα ὁρῶν, ὥσπερ παρ᾿ αὐτοῖς γιγνόμενος τοῖς πραττομένοις, εὑρίσκοι τό πρέπον, καί ἥκιστ᾿ ἂν λανθάνοιτο τά ὑπεναντία.
116Aristoteles, De arte poetica, 18; 5 (auctor 384BC-322BC)
Μάλιστα μέν οὖν ἅπαντα δεῖ πειρᾶσθαι ἔχειν, εἰ δέ μή, τά μέγιστα καί πλεῖστα, ἄλλως τε καί ὡς νῦν συκοφαντοῦσι τούς ποιητάς· γεγονότων γάρ καθ᾿ ἕκαστον μέρος ἀγαθῶν ποιητῶν, ἕκαστον τοῦ ἰδίου ἀγαθοῦ ἀξιοῦσι τόν ἕνα ὑπερβάλλειν.
117Aristoteles, De arte poetica, 22; 25 (auctor 384BC-322BC)
Τῶν δ᾿ ὀνομάτων τά μέν διπλᾶ μάλιστα ἁρμόττει τοῖς διθυράμβοις, αἱ δέ γλῶτται τοῖς ἡρωϊκοῖς, αἱ δέ μεταφοραί τοῖς ἰαμβείοις.
118Aristoteles, De arte poetica, 22; 26 (auctor 384BC-322BC)
Καί ἐν μέν τοῖς ἡρωϊκοῖς ἅπαντα χρήσιμα τά εἰρημένα· ἐν δέ τοῖς ἰαμβείοις, διά τό ὅτι μάλιστα λέξιν μιμεῖσθαι, ταῦτα ἁρμόττει τῶν ὀνομάτων ὅσοις κἂν ἐν λόγοις τις χρήσαιτο· ἔστι δέ τά τοιαῦτα τό κύριον καί μεταφορά καί κόσμος.
119Aristoteles, De arte poetica, 24; 13 (auctor 384BC-322BC)
Εἰ γάρ τις ἐν ἄλλῳ τινί μέτρῳ διηγηματικήν μίμησιν ποιοῖτο ἢ ἐν πολλοῖς, ἀπρεπές ἂν φαίνοιτο· τό γάρ ἡρωϊκόν στασιμώτατον καί ὀγκωδέστατον τῶν μέτρων ἐστίν, διό καί γλώττας καί μεταφοράς δέχεται μάλιστα· περιττή γάρ καί ἡ διηγηματική μίμησις τῶν ἄλλων.
120Aristoteles, De arte poetica, 24; 21 (auctor 384BC-322BC)
Διό συμβαίνει μάλιστα τό θαυμαστόν, διά τό μή ὁρᾶν εἰς τόν πράττοντα, ἐπεί τά περί τήν Ἕκτορος δίωξιν ἐπί σκηνῆς ὄντα γελοῖα ἂν φανείη, οἱ μέν ἑστῶτες καί οὐ διώκοντες, ὁ δέ ἀνανεύων· ἐν δέ τοῖς ἔπεσι λανθάνει.
121Aristoteles, De arte poetica, 24; 23 (auctor 384BC-322BC)
Δεδίδαχε δέ μάλιστα Ὅμηρος καί τούς ἄλλους ψευδῆ λέγειν ὡς δεῖ.
122Aristoteles, De arte poetica, 24; 28 (auctor 384BC-322BC)
Προαιρεῖσθαί τε δεῖ ἀδύνατα εἰκότα μᾶλλον ἢ δυνατά ἀπίθανα· τούς τε λόγους μή συνίστασθαι ἐκ μερῶν ἀλόγων, ἀλλά μάλιστα μέν μηδέν ἔχειν ἄλογον, εἰ δέ μή, ἔξω τοῦ μυθεύματος, ὥσπερ Οἰδίπους τό μή εἰδέναι πῶς ὁ Λάϊος ἀπέθανεν, ἀλλά μή ἐν τῷ δράματι, ὥσπερ ἐν Ἠλέκτρᾳ οἱ τά Πύθια ἀπαγγέλλοντες, ἢ ἐν Μυσοῖς ὁ ἄφωνος ἐκ Τεγέας εἰς τήν Μυσίαν ἥκων.
123Aristoteles, De arte poetica, 26; 19 (auctor 384BC-322BC)
Ἐάν δέ πλείους, λέγω δέ οἷον ἐάν ἐκ πλειόνων πράξεων ᾖ συγκειμένη, οὐ μία, ὥσπερ ἡ Ἰλιάς ἔχει πολλά τοιαῦτα μέρη καί ἡ Ὀδύσσεια, ἃ καί καθ᾿ ἑαυτά ἔχει μέγεθος· καίτοι ταῦτα τά ποιήματα συνέστηκεν ὡς ἐνδέχεται ἄριστα, καί ὅτι μάλιστα μιᾶς πράξεως μίμησίς ἐστιν.
124Aristoteles, De caelo, 1, 1, 3; 11 (auctor 384BC-322BC)
Εἰσὶ γάρ τινες οἵ φασιν οὐθὲν ἀγένητον εἶναι τῶν πραγμάτων, ἀλλὰ πάντα γίγνεσθαι, γενόμενα δὲ τὰ μὲν ἄφθαρτα διαμένειν, τὰ δὲ πάλιν φθείρεσθαι, μάλιστα μὲν οἱ περὶ Ἡσίοδον, εἶτα καὶ τῶν ἄλλων οἱ πρῶτοι φυσιολογήσαντες.
125Aristoteles, De caelo, 1, 3, 1; 2 (auctor 384BC-322BC)
Ἄλλο μὲν γὰρ ἐξ ἄλλου σῶμα γίγνεσθαι δυνατόν, οἷον ἐξ ἀέρος πῦρ, ὅλως δ´ ἐκ μηδενὸς ἄλλου προϋπάρχοντος μεγέθους ἀδύνατον· μάλιστα γὰρ ἂν ἐκ δυνάμει τινὸς ὄντος σώματος ἐνεργείᾳ γένοιτ´ ἂν σῶμα.
126Aristoteles, De caelo, 1, 7, 6; 21 (auctor 384BC-322BC)
Οἱ δὲ διὰ τὴν τούτων φιλίαν ταὐτὸ ποιεῖν ἐοίκασι τοῖς τὰς θέσεις ἐν τοῖς λόγοις διαφυλάττουσιν· ἅπαν γὰρ ὑπομένουσι τὸ συμβαῖνον ὡς ἀληθεῖς ἔχοντες ἀρχάς, ὥσπερ οὐκ ἐνίας δέον κρίνειν ἐκ τῶν ἀποβαινόντων, καὶ μάλιστα ἐκ τοῦ τέλους.
127Aristoteles, De caelo, 1, 7, 7; 23 (auctor 384BC-322BC)
Συμβαίνει δ´ αὐτοῖς μάλιστα τὴν γῆν εἶναι στοιχεῖον, καὶ μόνην ἄφθαρτον, εἴπερ τὸ ἀδιάλυτον ἄφθαρτόν τ´ ἐστὶ καὶ στοιχεῖον· ἡ γὰρ γῆ μόνη ἀδιάλυτος εἰς ἄλλο σῶμα.
128Aristoteles, De caelo, 1, 8, 2; 2 (auctor 384BC-322BC)
Ἔπειτα φαίνεται πάντα μὲν τὰ ἁπλᾶ σώματα σχηματιζόμενα τῷ περιέχοντι τόπῳ, μάλιστα δὲ τὸ ὕδωρ καὶ ὁ ἀήρ.
129Aristoteles, De caelo, 1, 8, 2; 6 (auctor 384BC-322BC)
Ἀλλ´ ἔοικεν ἡ φύσις αὐτὴ τοῦτο σημαίνειν ἡμῖν, ὃ καὶ κατὰ λόγον ἐστίν· ὥσπερ γὰρ ἐν τοῖς ἄλλοις ἀειδὲς καὶ ἄμορφον δεῖ τὸ ὑποκείμενον εἶναι (μάλιστα γὰρ ἂν οὕτω δύναιτο ῥυθμίζεσθαι, καθάπερ ἐν τῷ Τιμαίῳ γέγραπται, τὸ πανδεχές), οὕτω καὶ τὰ στοιχεῖα δεῖ νομίζειν ὥσπερ ὕλην εἶναι τοῖς συνθέτοις· διὸ καὶ δύναται μεταβάλλειν εἰς ἄλληλα χωριζομένων τῶν κατὰ τὰ πάθη διαφορῶν.
130Aristoteles, De caelo, 1, 8, 4; 9 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν καὶ πρὸς τὰ πάθη τε καὶ τὰς δυνάμεις καὶ τὰς κινήσεις ἀσύμφωνα τὰ σχήματα τοῖς σώμασιν, εἰς ἃ μάλιστα βλέψαντες οὕτω διένειμαν.
131Aristoteles, De caelo, 2, 1, 2; 2 (auctor 384BC-322BC)
Διόπερ καλῶς ἔχει συμπείθειν ἑαυτὸν τοὺς ἀρχαίους καὶ μάλιστα πατρίους ἡμῶν ἀληθεῖς εἶναι λόγους, ὡς ἔστιν ἀθάνατόν τι καὶ θεῖον τῶν ἐχόντων μὲν κίνησιν, ἐχόντων δὲ τοιαύτην ὥστε μηθὲν εἶναι πέρας αὐτῆς, ἀλλὰ μᾶλλον ταύτην τῶν ἄλλων πέρας· τό τε γὰρ πέρας τῶν περιεχόντων ἐστί, καὶ αὕτη τέλειος οὖσα περιέχει τὰς ἀτελεῖς καὶ τὰς ἐχούσας πέρας καὶ παῦλαν, αὐτὴ μὲν οὐδεμίαν οὔτ´ ἀρχὴν ἔχουσα οὔτε τελευτήν, ἀλλ´ ἄπαυστος οὖσα τὸν ἄπειρον χρόνον, τῶν δ´ ἄλλων τῶν μὲν αἰτία τῆς ἀρχῆς, τῶν δὲ δεχομένη τὴν παῦλαν.
132Aristoteles, De caelo, 2, 7, 2; 5 (auctor 384BC-322BC)
Τῶν δὲ ἄνω ἕκαστον ἐν τῇ σφαίρᾳ φέρεται, ὥστ´ αὐτὰ μὲν μὴ ἐκπυροῦσθαι, τοῦ δ´ ἀέρος ὑπὸ τὴν τοῦ κυκλικοῦ σώματος σφαῖραν ὄντος ἀνάγκη φερομένης ἐκείνης ἐκθερμαίνεσθαι, καὶ ταύτῃ μάλιστα ᾗ ὁ ἥλιος τετύχηκεν ἐνδεδεμένος· διὸ δὴ πλησιάζοντός τε αὐτοῦ καὶ ἀνίσχοντος καὶ ὑπὲρ ἡμῶν ὄντος γίγνεται ἡ θερμότης.
133Aristoteles, De caelo, 2, 8, 9; 22 (auctor 384BC-322BC)
Πρὸς μὲν γὰρ τὴν ἐν ἑαυτῷ κίνησιν ἡ σφαῖρα τῶν σχημάτων χρησιμώτατον (οὕτω γὰρ ἂν καὶ τάχιστα κινοῖτο καὶ μάλιστα κατέχοι τὸν αὐτὸν τόπον), πρὸς δὲ τὴν εἰς τὸ πρόσθεν ἀχρηστότατον· ἥκιστα γὰρ ὅμοιον τοῖς δι´ αὑτῶν κινητικοῖς· οὐδὲν γὰρ ἀπηρτημένον ἔχει οὐδὲ προέχον, ὥσπερ τὸ εὐθύγραμμον, ἀλλὰ πλεῖστον ἀφέστηκε τῷ σχήματι τῶν πορευτικῶν σωμάτων.
134Aristoteles, De caelo, 2, 8, 9; 23 (auctor 384BC-322BC)
Ἐπεὶ οὖν δεῖ τὸν μὲν οὐρανὸν κινεῖσθαι τὴν ἐν ἑαυτῷ κίνησιν, τὰ δ´ ἄλλα [ἄστρα] μὴ προϊέναι δι´ αὑτῶν, εὐλόγως ἂν ἑκάτερον εἴη σφαιροειδές· οὕτω γὰρ μάλιστα τὸ μὲν κινήσεται τὸ δ´ ἠρεμήσει.
135Aristoteles, De caelo, 2, 10, 2; 3 (auctor 384BC-322BC)
Τὸ μὲν γὰρ ἐγγυτάτω μάλιστα κρατεῖται, τὸ δὲ πορρωτάτω πάντων ἥκιστα διὰ τὴν ἀπόστασιν· τὰ δὲ μεταξὺ κατὰ λόγον ἤδη τῆς ἀποστάσεως, ὥσπερ καὶ δεικνύουσιν οἱ μαθηματικοί.
136Aristoteles, De caelo, 2, 12, 7; 18 (auctor 384BC-322BC)
Μάλιστα μὲν γὰρ ἐκείνου τυχεῖν ἄριστον πᾶσι τοῦ τέλους· εἰ δὲ μή, ἀεὶ ἄμεινόν ἐστιν ὅσῳ ἂν ἐγγύτερον ᾖ τοῦ ἀρίστου.
137Aristoteles, De caelo, 2, 13, 3; 6 (auctor 384BC-322BC)
Ἔτι δ´ οἵ γε Πυθαγόρειοι καὶ διὰ τὸ μάλιστα προσήκειν φυλάττεσθαι τὸ κυριώτατον τοῦ παντός, τὸ δὲ μέσον εἶναι τοιοῦτον, [ὃ] Διὸς φυλακὴν ὀνομάζουσι τὸ ταύτην ἔχον τὴν χώραν πῦρ· ὥσπερ τὸ μέσον ἁπλῶς λεγόμενον, καὶ τὸ τοῦ μεγέθους μέσον καὶ τοῦ πράγματος ὂν μέσον καὶ τῆς φύσεως.
138Aristoteles, De caelo, 2a, 1, 3; 11 (auctor 384BC-322BC)
Εἰσὶ γάρ τινες οἵ φασιν οὐθὲν ἀγένητον εἶναι τῶν πραγμάτων, ἀλλὰ πάντα γίγνεσθαι, γενόμενα δὲ τὰ μὲν ἄφθαρτα διαμένειν, τὰ δὲ πάλιν φθείρεσθαι, μάλιστα μὲν οἱ περὶ Ἡσίοδον, εἶτα καὶ τῶν ἄλλων οἱ πρῶτοι φυσιολογήσαντες.
139Aristoteles, De caelo, 2a, 3, 1; 2 (auctor 384BC-322BC)
Ἄλλο μὲν γὰρ ἐξ ἄλλου σῶμα γίγνεσθαι δυνατόν, οἷον ἐξ ἀέρος πῦρ, ὅλως δ´ ἐκ μηδενὸς ἄλλου προϋπάρχοντος μεγέθους ἀδύνατον· μάλιστα γὰρ ἂν ἐκ δυνάμει τινὸς ὄντος σώματος ἐνεργείᾳ γένοιτ´ ἂν σῶμα.
140Aristoteles, De caelo, 2a, 7, 6; 21 (auctor 384BC-322BC)
Οἱ δὲ διὰ τὴν τούτων φιλίαν ταὐτὸ ποιεῖν ἐοίκασι τοῖς τὰς θέσεις ἐν τοῖς λόγοις διαφυλάττουσιν· ἅπαν γὰρ ὑπομένουσι τὸ συμβαῖνον ὡς ἀληθεῖς ἔχοντες ἀρχάς, ὥσπερ οὐκ ἐνίας δέον κρίνειν ἐκ τῶν ἀποβαινόντων, καὶ μάλιστα ἐκ τοῦ τέλους.
141Aristoteles, De caelo, 2a, 7, 7; 23 (auctor 384BC-322BC)
Συμβαίνει δ´ αὐτοῖς μάλιστα τὴν γῆν εἶναι στοιχεῖον, καὶ μόνην ἄφθαρτον, εἴπερ τὸ ἀδιάλυτον ἄφθαρτόν τ´ ἐστὶ καὶ στοιχεῖον· ἡ γὰρ γῆ μόνη ἀδιάλυτος εἰς ἄλλο σῶμα.
142Aristoteles, De caelo, 2a, 8, 2; 2 (auctor 384BC-322BC)
Ἔπειτα φαίνεται πάντα μὲν τὰ ἁπλᾶ σώματα σχηματιζόμενα τῷ περιέχοντι τόπῳ, μάλιστα δὲ τὸ ὕδωρ καὶ ὁ ἀήρ.
143Aristoteles, De caelo, 2a, 8, 2; 6 (auctor 384BC-322BC)
Ἀλλ´ ἔοικεν ἡ φύσις αὐτὴ τοῦτο σημαίνειν ἡμῖν, ὃ καὶ κατὰ λόγον ἐστίν· ὥσπερ γὰρ ἐν τοῖς ἄλλοις ἀειδὲς καὶ ἄμορφον δεῖ τὸ ὑποκείμενον εἶναι (μάλιστα γὰρ ἂν οὕτω δύναιτο ῥυθμίζεσθαι, καθάπερ ἐν τῷ Τιμαίῳ γέγραπται, τὸ πανδεχές), οὕτω καὶ τὰ στοιχεῖα δεῖ νομίζειν ὥσπερ ὕλην εἶναι τοῖς συνθέτοις· διὸ καὶ δύναται μεταβάλλειν εἰς ἄλληλα χωριζομένων τῶν κατὰ τὰ πάθη διαφορῶν.
144Aristoteles, De caelo, 2a, 8, 4; 9 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν καὶ πρὸς τὰ πάθη τε καὶ τὰς δυνάμεις καὶ τὰς κινήσεις ἀσύμφωνα τὰ σχήματα τοῖς σώμασιν, εἰς ἃ μάλιστα βλέψαντες οὕτω διένειμαν.
145Aristoteles, De caelo, 4, 3, 1; 1 (auctor 384BC-322BC)
Ἡμεῖς δὲ λέγωμεν πρῶτον διορίσαντες περὶ οὗ μάλιστα ἀποροῦσί τινες, διὰ τί τὰ μὲν ἄνω φέρεται τὰ δὲ κάτω τῶν σωμάτων ἀεὶ κατὰ φύσιν, τὰ δὲ καὶ ἄνω καὶ κάτω, μετὰ δὲ ταῦτα περὶ βαρέος καὶ κούφου καὶ τῶν συμβαινόντων περὶ αὐτὰ παθημάτων, διὰ τίν´ αἰτίαν ἕκαστον γίνεται.
146Aristoteles, De divinatione per somnum, 1; 17 (auctor 384BC-322BC)
Τὰ δὲ πολλὰ συμπτώμασιν ἔοικε, μάλιστα δὲ τά τε ὑπερβατὰ πάντα καὶ ὧν μὴ ἐν αὐτοῖς ἡ ἀρχὴ ἀλλὰ περὶ ναυμαχίας καὶ τῶν πόρρω συμβαινόντων ἐστίν· περὶ γὰρ τούτων τὸν αὐτὸν τρόπον ἔχειν εἰκὸς οἷον ὅταν μεμνημένῳ τινὶ περί τινος τύχῃ τοῦτο γινόμενον· τί γὰρ κωλύει καὶ ἐν τοῖς ὕπνοις οὕτως; Μᾶλλον δ’ εἰκὸς πολλὰ τοιαῦτα συμβαίνειν.
147Aristoteles, De divinatione per somnum, 2; 11 (auctor 384BC-322BC)
Καὶ τοῦ ἐνίους τῶν ἐκστατικῶν προορᾶν αἴτιον ὅτι αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσιν ἀλλ’ ἀπορραπίζονται· τῶν ξενικῶν οὖν μάλιστα αἰσθάνονται.
148Aristoteles, De divinatione per somnum, 2; 12 (auctor 384BC-322BC)
Τὸ δέ τινας εὐθυονείρους εἶναι καὶ τὸ τοὺς γνωρίμους περὶ τῶν γνωρίμων μάλιστα προορᾶν συμβαίνει διὰ τὸ μάλιστα τοὺς γνωρίμους ὑπὲρ ἀλλήλων φροντίζειν· ὥσπερ γὰρ πόρρω ὄντων τάχιστα γνωρίζουσι καὶ αἰσθάνονται, οὕτω καὶ τῶν κινήσεων· αἱ γὰρ τῶν γνωρίμων γνωριμώτεραι κινήσεις.
149Aristoteles, De generatione animalium, 1, 3; 7 (auctor 384BC-322BC)
μάλιστα δὲ ἀδιόριστον ἐπὶ τῶν πολυπόδων ἐστίν, ὥστε δοκεῖν μίαν εἶναι· τούτου δ' αἴτιον ὁ τοῦ σώματος ὄγκος πάντῃ ὅμοιος ὤν.
150Aristoteles, De generatione animalium, 1, 17; 12 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἀπὸ παντὸς ἔρχεται τὸ σπέρμα σχεδὸν ἐκ τούτων μάλιστα πιστεύουσί τινες.
151Aristoteles, De generatione animalium, 1, 18; 16 (auctor 384BC-322BC)
διὸ καὶ Ἐμπεδοκλῆς ἔοικεν, εἴπερ οὕτω λεκτέον, μάλιστα λέγειν ὁμολογούμενα τούτῳ τῷ λόγῳ [τό γε τοσοῦτον, ἀλλ' εἴπερ ἑτέρᾳ πῃ, οὐ καλῶς]· φησὶ γὰρ ἐν τῷ ἄρρενι καὶ τῷ θήλει οἷον σύμβολον ἐνεῖναι, ὅλον δ' ἀπ' οὐδετέρου ἀπιέναι, ἀλλὰ διέσπασται μελέων φύσις, ἡ μὲν ἐν ἀνδρός ... διὰ τί γὰρ τὰ θήλεα οὐ γεννᾷ ἐξ αὑτῶν εἴπερ ἀπὸ παντός τε ἀπέρχεται καὶ ἔχει ὑποδοχήν; ἀλλ' ὡς ἔοικεν ἢ οὐκ ἀπέρχεται ἀπὸ παντὸς ἢ οὕτως ὥσπερ ἐκεῖνος λέγει, οὐ ταὐτὰ ἀφ' ἑκατέρου, διὸ καὶ δέονται τῆς ἀλλήλων συνουσίας.
152Aristoteles, De generatione animalium, 1, 18; 27 (auctor 384BC-322BC)
ἔπειτα τίνα τρόπον αὐξηθήσεται ταῦτα τὰ ἀπελθόντα ἀπὸ παντός; Ἀναξαγόρας μὲν γὰρ εὐλόγως φησὶ σάρκας ἐκ τῆς τροφῆς προσιέναι ταῖς σαρξίν· τοῖς δὲ ταῦτα μὲν μὴ λέγουσιν ἀπὸ παντὸς δ' ἀπιέναι φάσκουσι, πῶς ἑτέρου προσγενομένου ἔσται μεῖζον εἰ μὴ μεταβάλλει τὸ προσελθόν; ἀλλὰ μὴν εἴ γε δύναται μεταβάλλειν τὸ προσελθόν, διὰ τί οὐκ εὐθὺς ἐξ ἀρχῆς τὸ σπέρμα τοιοῦτόν ἐστιν ὥστ' ἐξ αὐτοῦ δυνατὸν εἶναι γίγνεσθαι αἷμα καὶ σάρκας, ἀλλὰ μὴ αὐτὸ εἶναι ἐκεῖνο καὶ αἷμα καὶ σάρκας; οὐ γὰρ δὴ οὐδὲ τοῦτο ἐνδέχεται λέγειν ὡς τῇ κατακεράσει αὐξάνεται ὕστερον οἷον οἶνος ὕδατος προσεγχυθέντος· αὐτὸ γὰρ ἂν πρῶτον μάλιστα ἦν ἕκαστον ἄκρατον ὄν· νῦν δὲ ὕστερον μᾶλλον καὶ σὰρξ καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστόν ἐστι μορίων.
153Aristoteles, De generatione animalium, 1, 18; 73 (auctor 384BC-322BC)
ἄχρηστον μὲν οὖν λέγω ἀφ' ἧς μηθὲν ἔτι συντελεῖται εἰς τὴν φύσιν ἀλλ' ἀναλισκομένου πλέονος μάλιστα κακοῦται, τὴν δὲ χρησίμην τὴν ἐναντίαν.
154Aristoteles, De generatione animalium, 1, 19; 28 (auctor 384BC-322BC)
ἀλλὰ τοῦτο μὲν νοσηματῶδες, διόπερ ὀλίγαις καὶ ὀλιγάκις συμβαίνει· τὰ δ' ὡς ἐπὶ τὸ πολὺ γιγνόμενα μάλιστα κατὰ φύσιν ἐστίν.
155Aristoteles, De generatione animalium, 2, 2; 21 (auctor 384BC-322BC)
τοῦτο δ' οὐ γίγνεται· μᾶλλον μὲν γὰρ ἕτερον ἑτέρου σπέρμα γεωδέστερον ἀναγκαῖον εἶναι, καὶ μάλιστα τοιοῦτον ὅσοις πολὺ γεῶδες ὑπάρχει κατὰ τὸν ὄγκον τοῦ σώματος, παχὺ δὲ καὶ λευκὸν διὰ τὸ μεμῖχθαι πνεῦμα.
156Aristoteles, De generatione animalium, 2, 2; 23 (auctor 384BC-322BC)
αἴτιον δὲ τῆς λευκότητος τοῦ σπέρματος ὅτι ἐστὶν ἡ γονὴ ἀφρός, ὁ δ' ἀφρὸς λευκόν, καὶ μάλιστα τὸ ἐξ ὀλιγίστων συγκείμενον μορίων καὶ οὕτω μικρῶν ὥσπερ ἑκάστης ἀοράτου τῆς πομφόλυγος οὔσης, ὅπερ συμβαίνει καὶ ἐπὶ τοῦ ὕδατος καὶ τοῦ ἐλαίου μιγνυμένων καὶ τριβομένων, καθάπερ ἐλέχθη πρότερον.
157Aristoteles, De generatione animalium, 2, 4; 34 (auctor 384BC-322BC)
μάλιστα δ' ἂν δόξειεν ὅτι καθάπερ τοῖς ἄρρεσι γίγνεται καὶ ταῖς γυναιξὶ νύκτωρ ὃ καλοῦσιν ἐξονειρώττειν.
158Aristoteles, De generatione animalium, 2, 4; 52 (auctor 384BC-322BC)
οὕτω καὶ ἐν τῷ κυήματι τρόπον τινὰ πάντων ἐνόντων τῶν μορίων δυνάμει ἡ ἀρχὴ πρὸ ὁδοῦ μάλιστα ἐνυπάρχει.
159Aristoteles, De generatione animalium, 2, 6; 62 (auctor 384BC-322BC)
τελευταῖοι δὲ λαμβάνουσι τέλος διὰ τὸ καὶ τὸν ἐγκέφαλον συνίστασθαι μόλις· ὀψὲ γὰρ παύεται τῆς ψυχρότητος καὶ τῆς ὑγρότητος, ἐπὶ πάντων μὲν τῶν ἐχόντων, μάλιστα δ' ἐπὶ τῶν ἀνθρώπων.
160Aristoteles, De generatione animalium, 2, 7; 18 (auctor 384BC-322BC)
ἐπὶ δὲ τῶν θαλαττίων οὐθὲν ἀξιόλογον ἑώραται, δοκοῦσι δὲ μάλιστα οἱ ῥινοβάται καλούμενοι γίγνεσθαι ἐκ ῥίνης καὶ βάτου συνδυαζομένων.
161Aristoteles, De generatione animalium, 2, 7; 25 (auctor 384BC-322BC)
γίγνεται δὲ τὰ μὲν ἰατὰ τὰ δ' ἀνίατα τῶν τοιούτων, μάλιστα δὲ διατελοῦσιν ἄγονα τὰ κατὰ τὴν πρώτην σύστασιν τοιαῦτα γενόμενα· γίγνονται γὰρ γυναῖκές τε ἀρρενωποὶ καὶ ἄνδρες θηλυκοί, καὶ ταῖς μὲν οὐ γίγνεται τὰ καταμήνια τοῖς δὲ τὸ σπέρμα λεπτὸν καὶ ψυχρόν.
162Aristoteles, De generatione animalium, 3, 1; 16 (auctor 384BC-322BC)
μάλιστα δὲ ἡ κεγχρηῒς πολύγονον· μόνον γὰρ σχεδὸν τοῦτο καὶ πίνει τῶν γαμψωνύχων, ἡ δ' ὑγρότης καὶ ἡ σύμφυτος καὶ ἡ ἐπακτὸς σπερματικὸν μετὰ τῆς ὑπαρχούσης αὐτῇ θερμότητος.
163Aristoteles, De generatione animalium, 3, 1; 33 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν οὔτε τὰ τῶν ὀρνίθων οὔτε τὰ τῶν ἰχθύων τελειοῦται πρὸς τὴν γένεσιν ἄνευ τῶν ἀρρένων ἱκανῶς ὦπται, περὶ δὲ τοῦ γίγνεσθαι καὶ ἐν τοῖς ἰχθύσι κυήματα ἄνευ τῶν ἀρρένων οὐχ ὁμοίως, μάλιστα δ' ἐπὶ τῶν ποταμίων ἑώραται συμβαῖνον· ἔνιοι γὰρ εὐθὺς ἔχοντες ᾠὰ φαίνονται, καθάπερ ἐν ταῖς ἱστορίαις γέγραπται περὶ αὐτῶν.
164Aristoteles, De generatione animalium, 3, 2; 25 (auctor 384BC-322BC)
τοῖς δὲ δὴ μάλιστα κοινωνοῦσι φρονήσεως καὶ πρὸς τελειωθέντα γίγνεται συνήθεια καὶ φιλία, καθάπερ τοῖς τε ἀνθρώποις καὶ τῶν τετραπόδων ἐνίοις, τοῖς δ' ὄρνισι μέχρι τοῦ γεννῆσαι καὶ ἐκθρέψαι· διόπερ καὶ μὴ ἐπῳάζουσαι αἱ θήλειαι ὅταν τέκωσι διατίθενται χεῖρον, ὥσπερ ἑνός τινος στερισκόμεναι τῶν συμφύτων.
165Aristoteles, De generatione animalium, 3, 11; 6 (auctor 384BC-322BC)
Διὰ τοιαύτην δ' αἰτίαν καὶ πολύμορφα τὰ ἐν τῷ ὑγρῷ μᾶλλόν ἐστι τῶν ἐν τῇ γῇ· τό τε γὰρ ὑγρὸν εὐπλαστοτέραν ἔχει τὴν φύσιν τῆς γῆς καὶ σωματικὴν οὐ πολλῷ ἧττον, καὶ μάλιστα τὰ ἐν τῇ θαλάττῃ τοιαῦτα· τὸ μὲν γὰρ πότιμον γλυκὺ μὲν καὶ τρόφιμον, ἧττον δὲ σωματῶδες καὶ ψυχρόν ἐστιν.
166Aristoteles, De generatione animalium, 4, 1; 21 (auctor 384BC-322BC)
ἔτι ἄτοπον καὶ τὸ μόνον ταῦτ' οἴεσθαι δεῖν γίγνεσθαι τὰ μόρια καὶ μὴ τὸ σύνολον μεταβεβληκέναι σῶμα, καὶ μάλιστα καὶ πρῶτον τὰς φλέβας περὶ ἃς ὡς περὶ ὑπογραφὴν τὸ σῶμα περίκειται τὸ τῶν σαρκῶν.
167Aristoteles, De generatione animalium, 4, 1; 33 (auctor 384BC-322BC)
ἀλλὰ λίαν τὸ λέγειν οὕτω πόρρωθέν ἐστιν ἅπτεσθαι τῆς αἰτίας, δεῖ δ' ὅτι μάλιστα προσάγειν ἐκ τῶν ἐνδεχομένων ἐγγὺς τῶν πρώτων αἰτίων.
168Aristoteles, De generatione animalium, 4, 2; 13 (auctor 384BC-322BC)
διαφέρει δὲ καὶ χώρα χώρας εἰς ταῦτα καὶ ὕδωρ ὕδατος διὰ τὰς αὐτὰς αἰτίας· ποιὰ γάρ τις ἡ τροφὴ γίγνεται μάλιστα καὶ τοῦ σώματος ἡ διάθεσις διά τε τὴν κρᾶσιν τοῦ περιεστῶτος ἀέρος καὶ τῶν εἰσιόντων, μάλιστα δὲ διὰ τὴν τοῦ ὕδατος τροφήν· τοῦτο γὰρ πλεῖστον εἰσφέρονται, καὶ ἐν πᾶσίν ἐστι τροφὴ τοῦτο, καὶ ἐν τοῖς ξηροῖς.
169Aristoteles, De generatione animalium, 4, 3; 19 (auctor 384BC-322BC)
Μάλιστα μὲν οὖν πέφυκεν ᾗ ἄρρεν καὶ ᾗ πατὴρ ἅμα κρατεῖν καὶ κρατεῖσθαι· μικρὰ γὰρ ἡ διαφορὰ ὥστ' οὐκ ἔργον ἅμα συμβῆναι ἀμφότερα· ὁ γὰρ Σωκράτης ἀνὴρ τοιόσδε τις.
170Aristoteles, De generatione animalium, 4, 3; 22 (auctor 384BC-322BC)
ἐὰν δὲ λυθῶσιν αἱ κινήσεις, καὶ ᾗ μὲν ἄρρεν μείνῃ, ἡ δὲ τοῦ Σωκράτους λυθῇ εἰς τὴν τοῦ πατρός, ἔσται ἄρρεν τῷ πάππῳ ἐοικὸς ἢ τῶν ἄλλων τινὶ τῶν ἄνωθεν προγόνων κατὰ τοῦτον τὸν λόγον· κρατηθέντος δὲ ᾗ ἄρρεν θῆλυ ἔσται καὶ ἐοικὸς μάλιστα μὲν τῇ μητρί, ἐὰν δὲ καὶ αὕτη λυθῇ ἡ κίνησις μητρὶ μητρὸς ἢ ἄλλῃ τινὶ τῶν ἄνωθεν ἔσται ἡ ὁμοιότης κατὰ τὸν αὐτὸν λόγον.
171Aristoteles, De generatione animalium, 4, 4; 18 (auctor 384BC-322BC)
ἐν γὰρ τούτοις μάλιστα γίγνεται καὶ τὰ μετάχοιρα καλούμενα.
172Aristoteles, De generatione animalium, 4, 4; 27 (auctor 384BC-322BC)
τὰ δὲ καὶ δύο ἔχοντα αἰδοῖα, τὸ μὲν ἄρρενος τὸ δὲ θήλεος, καὶ ἐν ἀνθρώποις καὶ μάλιστα περὶ τὰς αἶγας· γίγνονται γὰρ ἃς καλοῦσι τραγαίνας διὰ τὸ θήλεος καὶ ἄρρενος ἔχειν αἰδοῖον-ἤδη δὲ καὶ κέρας αἲξ ἔχουσα ἐγένετο πρὸς τῷ σκέλει.
173Aristoteles, De generatione animalium, 4, 4; 66 (auctor 384BC-322BC)
Ὁ δὲ ἄνθρωπος ἐπαμφοτερίζει πᾶσι τοῖς γένεσιν· καὶ γὰρ μονοτοκεῖ καὶ ὀλιγοτοκεῖ καὶ πολυτοκεῖ ποτε, μάλιστα δὲ μονοτόκον τὴν φύσιν ἐστί-διὰ μὲν τὴν ὑγρότητα τοῦ σώματος καὶ θερμότητα πολυτόκον (τοῦ γὰρ σπέρματος ἡ φύσις ὑγρὰ καὶ θερμή), διὰ δὲ τὸ μέγεθος ὀλιγοτόκον καὶ μονοτόκον.
174Aristoteles, De generatione animalium, 4, 4; 73 (auctor 384BC-322BC)
προσφύεται δὲ μάλιστα μὲν πλησίον ἀλλήλων, ἐνίοτε δὲ καὶ πόρρω διὰ τὴν γιγνομένην ἐν τῷ κυήματι κίνησιν, μάλιστα δὲ διὰ τὸ τὴν τῆς ὕλης ὑπεροχὴν ὅθεν ἀφῃρέθη ἐκεῖ ἀποδιδόναι, τὸ δ' εἶδος ἔχειν ὅθεν ἐπλεόνασεν.
175Aristoteles, De generatione animalium, 4, 6; 19 (auctor 384BC-322BC)
ἔστι μὲν οὖν ὥσπερ εἴρηται καὶ ταῦτα συμβαλλόμενα πρὸς τὴν διαφορὰν τοῦ πάθους τοῖς ἄλλοις ζῴοις καὶ ταῖς γυναιξί, μάλιστα δ' ὅτι τοῖς μὲν αὐτῶν ὀλίγη γίγνεται κάθαρσις τοῖς δ' οὐκ ἐπίδηλος ὅλως, ταῖς δὲ γυναιξὶ πλείστη τῶν ζῴων, ὥστε μὴ γιγνομένης τῆς ἐκκρίσεως διὰ τὴν κύησιν ταῖς μὲν ταραχὴν παρέχει· καὶ γὰρ μὴ κυούσαις ὅταν αἱ καθάρσεις μὴ γίγνωνται νόσοι συμβαίνουσιν, καὶ τὸ πρῶτον δὲ ταράττονται συλλαβοῦσαι μᾶλλον αἱ πλεῖσται τῶν γυναικῶν· τὸ γὰρ κύημα κωλύειν μὲν δύναται τὰς καθάρσεις, διὰ μικρότητα δὲ οὐδὲν ἀναλίσκει πλῆθος τοῦ περιττώματος τὸ πρῶτον, ὕστερον δὲ κουφίζει μεταλαμβάνον· ἐν δὲ τοῖς ἄλλοις ζῴοις διὰ τὸ ὀλίγον εἶναι σύμμετρον γίγνεται πρὸς τὴν αὔξησιν τῶν ἐμβρύων, καὶ ἀναλισκομένων τῶν περιττωμάτων τῶν ἐμποδιζόντων τὴν τροφὴν εὐημερεῖ τοῖς σώμασι μᾶλλον.
176Aristoteles, De generatione animalium, 4, 7; 8 (auctor 384BC-322BC)
αἴτιον δὲ δεῖ νομίζειν ὅτι μόνον ὑστερικόν ἐστιν ἡ γυνὴ τῶν ἄλλων ζῴων καὶ περὶ τὰς καθάρσεις πλεονάζει καὶ οὐ δύναται πέττειν αὐτάς· ὅταν οὖν ἐκ δυσπέπτου ἰκμάδος συστῇ τὸ κύημα τότε γίγνεται ἡ καλουμένη μύλη ἐν ταῖς γυναιξὶν εὐλόγως ἢ μάλιστα ἢ μόναις.
177Aristoteles, De generatione animalium, 5, 1; 4 (auctor 384BC-322BC)
ἔτι δὲ κατὰ τὰς τῶν ἡλικιῶν μεταβολὰς τὰ μὲν ὁμοίως πᾶσιν ὑπάρχει τοῖς ζῴοις τὰ δ' ὑπεναντίως, ὥσπερ περί τε φωνὰς καὶ περὶ τριχῶν χρόας· τὰ μὲν γὰρ οὐ πολιοῦται πρὸς τὸ γῆρας ἐπιδήλως, ὁ δ' ἄνθρωπος μάλιστα τοῦτο πάσχει τῶν ἄλλων ζῴων.
178Aristoteles, De generatione animalium, 5, 1; 16 (auctor 384BC-322BC)
πρῶτον μὲν οὖν ὅταν γένωνται τὰ παιδία πάντων, μάλιστα τῶν ἀτελlt;ῆ τικτόντων, καθεύδειν εἴωθε διὰ τὸ καὶ ἐν τῇ μήτρᾳ, ὅταν λάβῃ πρῶτον αἴσθησιν, καθεύδοντα διατελεῖν.
179Aristoteles, De generatione animalium, 5, 1; 29 (auctor 384BC-322BC)
μᾶλλον δὲ τῶν ἄλλων ζῴων ἐν ὕπνῳ τὸ πρῶτον διατελοῦσιν· ἀτελέστατα γὰρ γεννᾶται τῶν τετελεσμένων καὶ τὴν αὔξησιν ἔχοντα μάλιστα ἐπὶ τὸ ἄνω μέρος τοῦ σώματος.
180Aristoteles, De generatione animalium, 5, 1; 34 (auctor 384BC-322BC)
μάλιστα δὲ τῶν ἄλλων ζῴων ἵππος πολύχρων ἐστίν· καὶ γὰρ ἑτερόγλαυκοί τινες αὐτῶν γίγνονται.
181Aristoteles, De generatione animalium, 5, 1; 57 (auctor 384BC-322BC)
ἑτερόγλαυκοι δὲ γίγνονται μάλιστα οἱ ἄνθρωποι καὶ οἱ ἵπποι διὰ τὴν αὐτὴν αἰτίαν δι' ἥνπερ ὁ μὲν ἄνθρωπος πολιοῦται μόνον, τῶν δ' ἄλλων ἵππος μόνος ἐπιδήλως γηράσκων λευκαίνεται τὰς τρίχας.
182Aristoteles, De generatione animalium, 5, 1; 62 (auctor 384BC-322BC)
λέγεται γὰρ ὀξὺ ὁρᾶν ἓν μὲν τὸ πόρρωθεν δύνασθαι ὁρᾶν, ἓν δὲ τὸ τὰς διαφορὰς ὅτι μάλιστα διαισθάνεσθαι τῶν ὁρωμένων.
183Aristoteles, De generatione animalium, 5, 1; 70 (auctor 384BC-322BC)
μάλιστα μὲν οὖν ἑωρᾶτο ἂν τὰ πόρρωθεν εἰ ἀπὸ τῆς ὄψεως εὐθὺς συνεχὴς ἦν πρὸς τὸ ὁρώμενον οἷον αὐλός· οὐ γὰρ ἂν διελύετο ἡ κίνησις ἡ ἀπὸ τῶν ὁρατῶν· εἰ δὲ μή, ὅσῳπερ ἂν ἐπὶ πλέον ἐπέχῃ τοσούτῳ ἀκριβέστερον τὰ πόρρωθεν ὁρᾶν ἀνάγκη.
184Aristoteles, De generatione animalium, 5, 2; 1 (auctor 384BC-322BC)
Τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ τὴν ἀκοὴν καὶ τὴν ὄσφρησιν· ἓν μὲν γάρ ἐστι τοῦ ἀκριβῶς ἀκούειν καὶ ὀσφραίνεσθαι τὸ τὰς διαφορὰς τῶν ὑποκειμένων αἰσθητῶν ὅτι μάλιστα αἰσθάνεσθαι πάσας, ἓν δὲ τὸ πόρρωθεν καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι.
185Aristoteles, De generatione animalium, 5, 2; 8 (auctor 384BC-322BC)
Τὴν μὲν οὖν πόρρωθεν ἀκρίβειαν τῶν αἰσθήσεων ἥκιστα ὡς εἰπεῖν ἄνθρωπος ἔχει ὡς κατὰ μέγεθος τῶν ζῴων, τὴν δὲ περὶ τὰς διαφορὰς μάλιστα πάντων εὐαίσθητον.
186Aristoteles, De generatione animalium, 5, 3; 4 (auctor 384BC-322BC)
ἐνίαις δὲ τούτων τῶν διαφορῶν καὶ κατὰ τὰς ἡλικίας διαφέρουσι νέα τε καὶ παλαιούμενα, μάλιστα δὲ τοῦτ' ἐπίδηλον ἐπὶ τῶν ἀνθρώπων· καὶ γὰρ δασύνεται μᾶλλον πρεσβύτερα γιγνόμενα καὶ φαλακροῦνται τῆς κεφαλῆς ἔνιοι τὰ πρόσθεν.
187Aristoteles, De generatione animalium, 5, 3; 6 (auctor 384BC-322BC)
καὶ πολιοῦνται δὲ τὰς κεφαλὰς γηράσκοντες οἱ ἄνθρωποι, τῶν δ' ἄλλων ζῴων οὐθενὶ τοῦθ' ὡς εἰπεῖν γίγνεται ἐπίδηλον, μάλιστα δ' ἵππῳ τῶν ἄλλων.
188Aristoteles, De generatione animalium, 5, 3; 10 (auctor 384BC-322BC)
Παχύτητος μὲν οὖν καὶ λεπτότητος αἴτιόν ἐστι μάλιστα τὸ δέρμα· τοῖς μὲν γὰρ παχὺ τοῖς δὲ λεπτὸν καὶ τοῖς μὲν μανὸν τοῖς δὲ πυκνόν ἐστιν.
189Aristoteles, De generatione animalium, 5, 3; 16 (auctor 384BC-322BC)
διόπερ ὅλως μὲν τὰ παχυδερμότερα παχυτριχώτερα τῶν ζῴων, οὐ μέντοι τὰ μάλιστα μᾶλλον διὰ τὰς εἰρημένας αἰτίας, οἷον τὸ τῶν ὑῶν γένος πρὸς τὸ τῶν βοῶν πέπονθε καὶ πρὸς ἐλέφαντα καὶ πρὸς πολλὰ τῶν ἄλλων.
190Aristoteles, De generatione animalium, 5, 3; 46 (auctor 384BC-322BC)
Φαλακροῦνται δ' ἐπιδήλως οἱ ἄνθρωποι μάλιστα τῶν ζῴων.
191Aristoteles, De generatione animalium, 5, 3; 49 (auctor 384BC-322BC)
αἴτιον δὲ τοῦ πάθους ἔνδεια ὑγρότητος θερμῆς, τοιοῦτον δὲ μάλιστα τῶν ὑγρῶν τὸ λιπαρόν· διὸ καὶ τῶν φυτῶν τὰ λιπαρὰ ἀείφυλλα μᾶλλον.
192Aristoteles, De generatione animalium, 5, 3; 56 (auctor 384BC-322BC)
διὰ τὴν αὐτὴν δ' αἰτίαν καὶ τῆς κεφαλῆς τὸ πρόσθιον μόνον γίγνονται φαλακροὶ καὶ τῶν ζῴων οἱ ἄνθρωποι μόνοι-τὸ μὲν πρόσθιον ὅτι ἐνταῦθα ὁ ἐγκέφαλος, τῶν δὲ ζῴων μόνον ὅτι πολὺ πλεῖστον ἔχει ἐγκέφαλον καὶ μάλιστα ὑγρὸν ὁ ἄνθρωπος.
193Aristoteles, De generatione animalium, 5, 5; 2 (auctor 384BC-322BC)
τοῖς δ' ἵπποις πάντων ἐπισημαίνει μάλιστα ὧν ἴσμεν ζῴων ὅτι λεπτότατον τὸ ὀστοῦν ὡς κατὰ μέγεθος ἔχουσι τὸ περὶ τὸν ἐγκέφαλον τῶν ἄλλων.
194Aristoteles, De generatione animalium, 5, 5; 3 (auctor 384BC-322BC)
τεκμήριον δ' ὅτι καίριος ἡ πληγὴ εἰς τὸν τόπον τοῦτον γίγνεται αὐτοῖς· διὸ καὶ Ὅμηρος οὕτως ἐποίησεν· ἵνα τε πρῶται τρίχες ἵππων κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
195Aristoteles, De generatione animalium, 5, 6; 6 (auctor 384BC-322BC)
Μάλιστα δὲ μεταβάλλουσι καὶ τὰ φύσει ὁλόχροα μὲν ὄντα τῷ γένει δὲ πολύχροα διὰ τὰ ὕδατα· τὰ μὲν γὰρ θερμὰ λευκὴν ποιεῖ τὴν τρίχα τὰ δὲ ψυχρὰ μέλαιναν ὥσπερ καὶ ἐπὶ τῶν φυτῶν.
196Aristoteles, De generatione animalium, 5, 7; 4 (auctor 384BC-322BC)
τὸ δ' αὐτὸ συμβαίνει καὶ ἐπὶ τῶν ἀρρένων καὶ θηλειῶν· ἐν μὲν γὰρ τοῖς ἄλλοις γένεσι τὸ θῆλυ ὀξύτερον φθέγγεται τοῦ ἄρρενος (μάλιστα δ' ἐπίδηλον ἐπὶ τῶν ἀνθρώπων τοῦτο· μάλιστα γὰρ τούτοις ταύτην τὴν δύναμιν ἀποδέδωκεν ἡ φύσις διὰ τὸ λόγῳ χρῆσθαι μόνους τῶν ζῴων, τοῦ δὲ λόγου ὕλην εἶναι τὴν φωνήν), ἐπὶ δὲ τῶν βοῶν τοὐναντίον· βαρύτερον γὰρ αἱ θήλειαι φθέγγονται τῶν ταύρων.
197Aristoteles, De generatione animalium, 5, 7; 25 (auctor 384BC-322BC)
μάλιστα δ' οἱ ταῦροι νευρώδεις, καὶ ἡ καρδία· διόπερ σύντονον ἔχουσι τοῦτο τὸ μόριον ᾧ κινοῦσι τὸ πνεῦμα ὥσπερ χορδὴν τεταμένην νευρίνην.
198Aristoteles, De generatione et corruptione, 1, 3, 5; 13 (auctor 384BC-322BC)
Πότερον οὖν ὑπάρξει τι τούτῳ τῶν ἄλλων ἐντελεχείᾳ; λέγω δ´ οἷον ἆρ´ ἔσται ποσὸν ἢ ποιὸν ἢ ποῦ τὸ δυνάμει μόνον τόδε καὶ ὄν, ἁπλῶς δὲ μὴ τόδε μηδ´ ὄν; εἰ γὰρ μηδὲν ἀλλὰ πάντα δυνάμει, χωριστόν τε συμβαίνει τὸ μὴ οὕτως ὄν, καὶ ἔτι, ὃ μάλιστα φοβούμενοι διετέλεσαν οἱ πρῶτοι φιλοσοφήσαντες, τὸ ἐκ μηδενὸς γίνεσθαι προυπάρχοντος· εἰ δὲ τὸ μὲν εἶναι τόδε τι ἢ οὐσίαν οὐχ ὑπάρξει, τῶν δ´ ἄλλων τι τῶν εἰρημένων, ἔσται, καθάπερ εἴπομεν, χωριστὰ τὰ πάθη τῶν οὐσιῶν.
199Aristoteles, De generatione et corruptione, 1, 4, 3; 3 (auctor 384BC-322BC)
Ὅταν δ´ ὅλον μεταβάλλῃ μὴ ὑπομένοντος αἰσθητοῦ τινὸς ὡς ὑποκειμένου τοῦ αὐτοῦ, ἀλλ´ οἷον ἐκ τῆς γονῆς αἷμα πάσης ἢ ἐξ ὕδατος ἀὴρ ἢ ἐξ ἀέρος παντὸς ὕδωρ, γένεσις ἤδη τὸ τοιοῦτον, τοῦ δὲ φθορά, μάλιστα δέ, ἂν ἡ μεταβολὴ γίνηται ἐξ ἀναισθήτου εἰς αἰσθητὸν ἢ ἁφῇ ἢ πάσαις ταῖς αἰσθήσεσιν, οἷον ὅταν ὕδωρ γένηται ἢ φθαρῇ εἰς ἀέρα· ὁ γὰρ ἀὴρ ἐπιεικῶς ἀναίσθητον.
200Aristoteles, De generatione et corruptione, 1, 4, 6; 9 (auctor 384BC-322BC)
Ἐστὶ δὲ ὕλη μάλιστα μὲν καὶ κυρίως τὸ ὑποκείμενον γενέσεως καὶ φθορᾶς δεκτικόν, τρόπον δέ τινα καὶ τὸ ταῖς ἄλλαις μεταβολαῖς, ὅτι πάντα δεκτικὰ τὰ ὑποκείμενα ἐναντιώσεών τινων.
201Aristoteles, De generatione et corruptione, 1, 8, 13; 4 (auctor 384BC-322BC)
Ὁδῷ δὲ μάλιστα καὶ περὶ πάντων ἑνὶ λόγῳ διωρίκασι Λεύκιππος καὶ Δημόκριτος, ἀρχὴν ποιησάμενοι κατὰ φύσιν ἥπερ ἐστίν.
202Aristoteles, De generatione et corruptione, 1, 8, 20; 77 (auctor 384BC-322BC)
Διὸ τὰ εὐόριστα τῶν διαιρετῶν καὶ παθητικῶν μικτά (διαιρεῖται γὰρ εἰς μικρὰ ταῦτα ῥᾳδίως· τοῦτο γὰρ ἦν τὸ εὐορίστῳ εἶναι), οἷον τὰ ὑγρὰ μικτὰ μάλιστα τῶν σωμάτων· εὐόριστον γὰρ μάλιστα τὸ ὑγρὸν τῶν διαιρετῶν, ἐὰν μὴ γλίσχρον ᾖ· ταῦτα γὰρ δὴ πλείω καὶ μείζω μόνον ποιεῖ τὸν ὄγκον.
203Aristoteles, De generatione et corruptione, 2, 2, 5; 10 (auctor 384BC-322BC)
Τὸ δὲ λεπτὸν καὶ παχὺ καὶ γλίσχρον καὶ κραῦρον καὶ σκληρὸν καὶ μαλακὸν καὶ αἱ ἄλλαι διαφοραὶ ἐκ τούτων· ἐπεὶ γὰρ τὸ ἀναπληστικόν ἐστι τοῦ ὑγροῦ διὰ τὸ μὴ ὡρίσθαι μὲν εὐόριστον δ´ εἶναι καὶ ἀκολουθεῖν τῷ ἁπτομένῳ, τὸ δὲ λεπτὸν ἀναπληστικόν (λεπτομερὲς γάρ, καὶ τὸ μικρομερὲς ἀναπληστικόν· ὅλον γὰρ ὅλου ἅπτεται· τὸ δὲ λεπτὸν μάλιστα τοιοῦτον), φανερὸν ὅτι τὸ μὲν λεπτὸν ἔσται τοῦ ὑγροῦ, τὸ δὲ παχὺ τοῦ ξηροῦ.
204Aristoteles, De generatione et corruptione, 2, 4, 8; 14 (auctor 384BC-322BC)
Μάλιστα μὲν γὰρ πῦρ ἡ φλόξ, αὕτη δ´ ἐστὶ καπνὸς καιόμενος, ὁ δὲ καπνὸς ἐξ ἀέρος καὶ γῆς.
205Aristoteles, De generatione et corruptione, 2, 8, 8; 2 (auctor 384BC-322BC)
Γῆ μὲν γὰρ ἐνυπάρχει πᾶσι διὰ τὸ ἕκαστον εἶναι μάλιστα καὶ πλεῖστον ἐν τῷ οἰκείῳ τόπῳ, ὕδωρ δὲ διὰ τὸ δεῖν μὲν ὁρίζεσθαι τὸ σύνθετον, μόνον δ´ εἶναι τῶν ἁπλῶν εὐόριστον τὸ ὕδωρ, ἔτι δὲ καὶ τὴν γῆν ἄνευ τοῦ ὑγροῦ μὴ δύνασθαι συμμένειν, ἀλλὰ τοῦτ´ εἶναι τὸ συνέχον· εἰ γὰρ ἐξαιρεθείη τελέως ἐξ αὐτῆς τὸ ὑγρόν, διαπίπτοι ἄν.
206Aristoteles, De generatione et corruptione, 2, 8, 5; 7 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ἐστὶν ἡ μὲν τροφὴ τῆς ὕλης, τὸ δὲ τρεφόμενον συνειλημμένον τῇ ὕλῃ ἡ μορφὴ καὶ τὸ εἶδος, εὔλογον ἤδη τὸ μόνον τῶν ἁπλῶν σωμάτων τρέφεσθαι τὸ πῦρ ἁπάντων ἐξ ἀλλήλων γινομένων, ὥσπερ καὶ οἱ πρότεροι λέγουσιν· μόνον γάρ ἐστι καὶ μάλιστα τοῦ εἴδους τὸ πῦρ διὰ τὸ πεφυκέναι φέρεσθαι πρὸς τὸν ὅρον.
207Aristoteles, De generatione et corruptione, 2, 9, 9; 21 (auctor 384BC-322BC)
Ὥστ´ εἰ ὅτι μάλιστα ποιεῖ καὶ κινεῖ τὸ πῦρ, ἀλλὰ πῶς κινεῖ οὐχ ὁρῶσιν, ὅτι χεῖρον ἢ τὰ ὄργανα.
208Aristoteles, De generatione et corruptione, 2, 10, 7; 14 (auctor 384BC-322BC)
Τοῦτο δ´ εὐλόγως συμβέβηκεν· ἐπεὶ γὰρ ἐν ἅπασιν ἀεὶ τοῦ βελτίονος ὀρέγεσθαί φαμεν τὴν φύσιν, βέλτιον δὲ τὸ εἶναι ἢ τὸ μὴ εἶναι (τὸ δ´ εἶναι ποσαχῶς λέγομεν ἐν ἄλλοις εἴρηται), τοῦτο δ´ ἀδύνατον ἐν ἅπασιν ὑπάρχειν διὰ τὸ πόρρω τῆς ἀρχῆς ἀφίστασθαι, τῷ λειπομένῳ τρόπῳ συνεπλήρωσε τὸ ὅλον ὁ θεός, ἐνδελεχῆ ποιήσας τὴν γένεσιν· οὕτω γὰρ ἂν μάλιστα συνείροιτο τὸ εἶναι διὰ τὸ ἐγγύτατα εἶναι τῆς οὐσίας τὸ γίνεσθαι ἀεὶ καὶ τὴν γένεσιν.
209Aristoteles, De incessu animalium, 4, 11; 23 (auctor 384BC-322BC)
Ἀπολελυμένα δ' ἔχουσι τὰ ἀριστερὰ τῶν ζῴων μάλιστα ἄνθρωποι διὰ τὸ κατὰ φύσιν ἔχειν μάλιστα τῶν ζῴων· φύσει δὲ βέλτιον τὸ δεξιὸν τοῦ ἀριστεροῦ κεχωρισμένον.
210Aristoteles, De incessu animalium, 4, 11; 24 (auctor 384BC-322BC)
Διὸ καὶ τὰ δεξιὰ ἐν τοῖς ἀνθρώποις μάλιστα δεξιά ἐστι.
211Aristoteles, De incessu animalium, 4, 11; 25 (auctor 384BC-322BC)
Διωρισμένων δὲ τῶν δεξιῶν εὐλόγως τὰ ἀριστερὰ ἀκινητότερά ἐστι, καὶ ἀπολελυμένα μάλιστα ἐν τούτοις.
212Aristoteles, De incessu animalium, 4, 11; 26 (auctor 384BC-322BC)
Καὶ αἱ ἄλλαι δ' ἀρχαὶ μάλιστα κατὰ φύσιν καὶ διωρισμέναι ἐν τῷ ἀνθρώπῳ ὑπάρχουσι, τό τ' ἄνω καὶ τὸ ἔμπροσθεν.
213Aristoteles, De incessu animalium, 5, 4; 7 (auctor 384BC-322BC)
Τὰ δὲ τετράποδα ἐπὶ τὸ μέσον καὶ τὰ πολύποδα καὶ ἄποδα διὰ τὸ μὴ ὀρθὰ εἶναι· τὰ δὲ δίποδα πρὸς τὸ ἄνω διὰ τὸ ὀρθὰ εἶναι, μάλιστα δ' ὁ ἄνθρωπος· μάλιστα γὰρ κατὰ φύσιν ἐστὶ δίπους.
214Aristoteles, De incessu animalium, 7, 1; 1 (auctor 384BC-322BC)
δῆλον οὖν ὡς ἢ μόνοις ἢ μάλιστα τούτοις ὑπάρχει τῶν ζῴων ἡ κατὰ τόπον κίνησις, ἃ δυσὶν ἢ τέτταρσι ποιεῖται σημείοις τὴν κατὰ τόπον μεταβολήν.
215Aristoteles, De incessu animalium, 7, 1; 2 (auctor 384BC-322BC)
Ὥστ' ἐπεὶ σχεδὸν τοῖς ἐναίμοις τοῦτο μάλιστα συμβέβηκε, φανερὸν ὅτι πλείοσί τε σημείοις τεττάρων οὐθὲν οἷόν τε κινεῖσθαι τῶν ἐναίμων ζῴων, καὶ εἴ τι τέτταρσι σημείοις κινεῖσθαι πέφυκε μόνον, ἀναγκαῖον τοῦτ' εἶναι ἔναιμον.
216Aristoteles, De incessu animalium, 7, 4; 7 (auctor 384BC-322BC)
Δυσὶ γὰρ ἢ τέτταρσι κινεῖσθαι πέφυκε σημείοις τὰ μάλιστα συνεστηκότα κατὰ φύσιν, ὁμοίως δὲ καὶ τῶν ἐναίμων ὅσα ἄποδά ἐστι.
217Aristoteles, De incessu animalium, 10, 6; 14 (auctor 384BC-322BC)
Ὑπεναντίως δ' ἔχουσιν οἱ ὄρνιθες τοῖς ὁλοπτέροις τὴν τῶν πτερῶν φύσιν, μάλιστα δ' οἱ τάχιστα αὐτῶν πετόμενοι.
218Aristoteles, De incessu animalium, 11, 4; 6 (auctor 384BC-322BC)
Αἴτιον δὲ μάλιστα τοῦ δίποδας ὄντας δύνασθαι ἑστάναι τὸ ἔχειν τὸ ἰσχίον ὅμοιον μηρῷ καὶ τηλικοῦτον ὥστε δοκεῖν δύο μηροὺς ἔχειν, τόν τ' ἐν τῷ σκέλει πρὸ τῆς καμπῆς καὶ τὸν πρὸς τοῦτο τὸ μέρος ἀπὸ τῆς ἕδρας· ἔστι δ' οὐ μηρὸς ἀλλ' ἰσχίον.
219Aristoteles, De insomniis, 2; 12 (auctor 384BC-322BC)
Καὶ αἱ ἀπὸ τῶν κινουμένων δὲ μεταβάλλουσιν, οἷον ἀπὸ τῶν ποταμῶν, μάλιστα δ’ ἀπὸ τῶν τάχιστα ῥεόντων· φαίνεται γὰρ τὰ ἠρεμοῦντα κινούμενα.
220Aristoteles, De insomniis, 2; 21 (auctor 384BC-322BC)
Ὥσ περ δὲ τῶν ἱματίων τὰ μάλιστα καθαρὰ τάχιστα κηλιδοῦται· τὸ γὰρ καθαρὸν ἀκριβῶς δηλοῖ ὅ τι ἂν δέξηται, καὶ μάλιστα τὰς ἐλαχίστας κινήσεις.
221Aristoteles, De insomniis, 2; 22 (auctor 384BC-322BC)
Ὁ δὲ χαλκὸς διὰ μὲν τὸ λεῖος εἶναι ὁποιασοῦν ἁφῆς μάλιστα αἰσθάνεται (δεῖ δὲ νοῆσαι οἷον τρίψιν οὖσαν τὴν τοῦ ἀέρος ἁφὴν καὶ ὥσπερ ἔκμαξιν καὶ ἀνάπλυσιν), διὰ δὲ τὸ καθαρὸν ἔκδηλος γίνεται ὁπηλικηοῦν οὖσα.
222Aristoteles, De interpretatione, 14; 15 (auctor 384BC-322BC)
Διέψευσται δὲ μάλιστα περὶ ἕκαστον ὁ τὴν ἐναντίαν ἔχων δόξαν· τὰ γὰρ ἐναντία τῶν πλεῖστον διαφερόντων περὶ τὸ αὐτό.
223Aristoteles, De iuventute et senectute De vita et morte, 1; 7 (auctor 384BC-322BC)
Ἔχει δ’ ἐναντίως τοῖς φυτοῖς τοῦτο καὶ τοῖς ζῴοις· τῷ μὲν γὰρ ἀνθρώπῳ διὰ τὴν ὀρθότητα μάλιστα ὑπάρχει τοῦτο τῶν ζῴων, τὸ ἔχειν τὸ ἄνω μόριον πρὸς τὸ τοῦ παντὸς ἄνω, τοῖς δ’ ἄλλοις μεταξύ· τοῖς δὲ φυτοῖς ἀκινήτοις οὖσι καὶ λαμβάνουσιν ἐκ τῆς γῆς τὴν τροφὴν ἀναγκαῖον ἀεὶ κάτω τοῦτ’ ἔχειν τὸ μόριον.
224Aristoteles, De iuventute et senectute De vita et morte, 2; 10 (auctor 384BC-322BC)
Ἐοίκασι γὰρ τὰ τοιαῦτα τῶν ζῴων πολλοῖς ζῴοις συμπεφυκόσιν· τὰ δ’ ἄριστα συνεστηκότα τοῦτ’ οὐ πάσχει τῶν ζῴων διὰ τὸ εἶναι τὴν φύσιν αὐτῶν ὡς ἐνδέχεται μάλιστα μίαν.
225Aristoteles, De iuventute et senectute De vita et morte, 3; 3 (auctor 384BC-322BC)
Ἔν τε ταῖς ἐμφυτείαις καὶ ταῖς ἀποφυτείαις μάλιστα τοῦτο συμβαίνει περὶ τοὺς ὄζους· ἔστι γὰρ ἀρχή τις ὁ ὄζος τοῦ κλάδου, ἅμα δὲ καὶ μέσον, ὥστε ἢ τοῦτο ἀφαιροῦσιν ἢ εἰς τοῦτο ἐμβάλλουσιν, ἵνα ἢ ὁ κλάδος ἢ αἱ ῥίζαι ἐκ τούτων γίνωνται, ὡς οὔσης τῆς ἀρχῆς ἐκ τοῦ μέσου καυλοῦ καὶ ῥίζης.
226Aristoteles, De iuventute et senectute De vita et morte, 4; 2 (auctor 384BC-322BC)
Ἐν τῷ μέσῳ δὲ τῆς οὐσίας τῆς ἀρχῆς οὔσης ἑκατέρας μάλιστα μὲν ἀποτελεῖ τῶν μορίων ἑκάτερον τὸ αὑτοῦ ἔργον, τό τε κατεργαζόμενον τὴν ἐσχάτην τροφὴν καὶ τὸ δεκτικόν· πρὸς ἑκατέρῳ γὰρ αὐτῶν οὕτως ἔσται, καὶ ἔστιν ἡ τοῦ τοιούτου μέση χώρα ἄρχοντος χώρα.
227Aristoteles, De iuventute et senectute De vita et morte, 4; 7 (auctor 384BC-322BC)
Ἀναγκαῖον δὴ ταύτης τὴν ἀρχὴν τῆς θερμότητος ἐν τῇ καρδίᾳ τοῖς ἐναίμοις εἶναι, τοῖς δ’ ἀναίμοις ἐν τῷ ἀνάλογον· ἐργάζεται γὰρ καὶ πέττει τῷ φυσικῷ θερμῷ τὴν τροφὴν πάντα, μάλιστα δὲ τὸ κυριώτατον.
228Aristoteles, De memoria et reminiscentia, 2; 57 (auctor 384BC-322BC)
Ὅτι δὲ σωματικόν τι τὸ πάθος καὶ ἡ ἀνάμνησις ζήτησις ἐν τοιούτῳ φαντάσματος, σημεῖον τὸ παρενοχλεῖν ἐνίους, ἐπειδὰν μὴ δύνωνται ἀναμνησθῆναι, καὶ πάνυ ἐπέχοντας τὴν διάνοιαν, καὶ οὐκέτ’ ἐπιχειροῦντας ἀναμιμνήσκεσθαι οὐδὲν ἧττον, καὶ μάλιστα τοὺς μελαγχολικούς· τούτους γὰρ φαντάσματα κινεῖ μάλιστα.
229Aristoteles, De memoria et reminiscentia, 2; 59 (auctor 384BC-322BC)
Μάλιστα δ’ ἐνοχλοῦνται οἷς ἂν ὑγρότης τύχῃ ὑπάρχουσα περὶ τὸν αἰσθητικὸν τόπον· οὐ γὰρ ῥᾳδίως παύεται κινηθεῖσα, ἕως ἂν ἐπέλθῃ τὸ ζητούμενον καὶ εὐθυπορήσῃ ἡ κίνησις.
230Aristoteles, De motu animalium, 11; 6 (auctor 384BC-322BC)
(ἡ γὰρ νόησις καὶ ἡ φαντασία, ὥσπερ εἴρηται πρότερον, τὰ ποιητικὰ τῶν παθημάτων προσφέρουσι· τὰ γὰρ εἴδη τῶν ποιητικῶν προσφέρουσι.) μάλιστα δὲ τῶν μορίων ταῦτα ποιεῖ ἐπιδήλως διὰ τὸ ὥσπερ ζῷον κεχωρισμένον ἑκάτερον εἶναι τῶν μορίων.
231Aristoteles, De partibus animalium, 1, 1, 17; 34 (auctor 384BC-322BC)
Διὸ μάλιστα μὲν λεκτέον ὡς ἐπειδὴ τοῦτ´ ἦν τὸ ἀνθρώπῳ εἶναι, διὰ τοῦτο ταῦτ´ ἔχει· οὐ γὰρ ἐνδέχεται εἶναι ἄνευ τῶν μορίων τούτων.
232Aristoteles, De partibus animalium, 1, 1, 36; 86 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν δύο τρόποι τῆς αἰτίας, καὶ δεῖ λέγοντας τυγχάνειν μάλιστα μὲν ἀμφοῖν, εἰ δὲ μή, δῆλόν γε πειρᾶσθαι ποιεῖν, καὶ ὅτι πάντες οἱ τοῦτο μὴ λέγοντες οὐδὲν ὡς εἰπεῖν περὶ φύσεως λέγουσιν· ἀρχὴ γὰρ ἡ φύσις μᾶλλον τῆς ὕλης.
233Aristoteles, De partibus animalium, 1, 5, 6; 10 (auctor 384BC-322BC)
Τὸ γὰρ μὴ τυχόντως ἀλλ´ ἕνεκά τινος ἐν τοῖς τῆς φύσεως ἔργοις ἐστὶ καὶ μάλιστα· οὗ δ´ ἕνεκα συνέστηκεν ἢ γέγονε τέλους, τὴν τοῦ καλοῦ χώραν εἴληφεν.
234Aristoteles, De partibus animalium, 2, 1, 14; 25 (auctor 384BC-322BC)
Οὔσης δὲ τῆς αἰσθήσεως ἐν τοῖς ἁπλοῖς μέρεσιν εὐλόγως μάλιστα συμβαίνει τὴν ἁφὴν ἐν ὁμοιομερεῖ μὲν ἥκιστα δ´ ἁπλῷ τῶν αἰσθητηρίων ἐγγίνεσθαι· μάλιστα γὰρ αὕτη δοκεῖ πλειόνων εἶναι γενῶν, καὶ πολλὰς ἔχειν ἐναντιώσεις τὸ ὑπὸ ταύτην αἰσθητόν, θερμὸν ψυχρόν, ξηρὸν ὑγρὸν καὶ ἔτι ἄλλα τοιαῦτα· καὶ τὸ τούτων αἰσθητήριον, ἡ σάρξ, καὶ τὸ ταύτῃ ἀνάλογον σωματωδέστατόν ἐστι τῶν αἰσθητηρίων.
235Aristoteles, De partibus animalium, 2, 3, 3; 4 (auctor 384BC-322BC)
Καὶ τὸ κυρίως καὶ ἁπλῶς ξηρὸν τοῦτον μάλιστα λέγεται τὸν τρόπον.
236Aristoteles, De partibus animalium, 2, 7, 4; 9 (auctor 384BC-322BC)
Τούτου δ´ αἴτιον ὅτι τοῖς τῆς ψυχῆς ἔργοις ὑπηρετικώτατον τῶν σωμάτων τὸ θερμόν ἐστιν· τὸ τρέφειν γὰρ καὶ κινεῖν ψυχῆς ἔργον ἐστί, ταῦτα δὲ διὰ ταύτης μάλιστα γίνεται τῆς δυνάμεως.
237Aristoteles, De partibus animalium, 2, 8, 2; 3 (auctor 384BC-322BC)
Ἐπὶ μὲν οὖν τῶν ἄλλων αἰσθήσεων ἀδύνατόν τε καὶ οὐδὲν προὔργου τοῦτ´ ἦν ποιῆσαι τῇ φύσει, τὸ δ´ ἁπτικὸν ἐξ ἀνάγκης· μόνον γὰρ ἢ μάλιστα τοῦτ´ ἔστι σωματῶδες τῶν αἰσθητηρίων.
238Aristoteles, De partibus animalium, 2, 10, 3; 7 (auctor 384BC-322BC)
Τοιοῦτο δ´ ἐστὶ τὸ τῶν ἀνθρώπων γένος· ἢ γὰρ μόνον μετέχει τοῦ θείου τῶν ἡμῖν γνωρίμων ζῴων, ἢ μάλιστα πάντων.
239Aristoteles, De partibus animalium, 2, 13, 6; 15 (auctor 384BC-322BC)
Διὸ καὶ τὰ γαμψώνυχα μὲν ὀξυωπά (ἄνωθεν γὰρ αὐτοῖς ἡ θεωρία τῆς τροφῆς, διὸ καὶ ἀναπέτονται ταῦτα μάλιστα τῶν ὀρνέων εἰς ὕψος), τὰ δ´ ἐπίγεια καὶ μὴ πτητικά, οἷον ἀλεκτρυόνες καὶ τὰ τοιαῦτα, οὐκ ὀξυωπά· οὐδὲν γὰρ αὐτὰ κατεπείγει πρὸς τὸν βίον.
240Aristoteles, De partibus animalium, 2, 14, 5; 11 (auctor 384BC-322BC)
Πλεῖστος δ´ ὢν καὶ ὑγρότατος ὁ τῶν ἀνθρώπων ἐγκέφαλος πλείστης καὶ τῆς φυλακῆς δεῖται· τὸ γὰρ ὑγρότατον καὶ ζεῖ καὶ ψύχεται μάλιστα, τὸ δ´ ἐναντίως ἔχον ἀπαθέστερόν ἐστιν.
241Aristoteles, De partibus animalium, 2, 17, 3; 2 (auctor 384BC-322BC)
Ὁ μὲν οὖν ἄνθρωπος ἀπολελυμένην τε καὶ μαλακωτάτην ἔχει μάλιστα τὴν γλῶτταν καὶ πλατεῖαν, ὅπως πρὸς ἀμφοτέρας ᾖ τὰς ἐργασίας χρήσιμος, πρός τε τὴν τῶν χυμῶν αἴσθησιν (ὁ γὰρ ἄνθρωπος εὐαισθητότατος τῶν ἄλλων ζῴων, καὶ ἡ μαλακὴ γλῶττα· ἁπτικωτάτη γάρ, ἡ δὲ γεῦσις ἁφή τίς ἐστιν), καὶ πρὸς τὴν τῶν γραμμάτων διάρθρωσιν καὶ πρὸς τὸν λόγον ἡ μαλακὴ καὶ πλατεῖα χρήσιμος· συστέλλειν γὰρ καὶ προβάλλειν παντοδαπῇ τοιαύτη οὖσα καὶ ἀπολελυμένη μάλιστ´ ἂν δύναιτο.
242Aristoteles, De partibus animalium, 2, 17, 4; 5 (auctor 384BC-322BC)
Διὸ καὶ τῶν ὀρνίθων οἱ μάλιστα φθεγγόμενοι γράμματα πλατυγλωττότεροι τῶν ἄλλων εἰσίν.
243Aristoteles, De partibus animalium, 2, 17, 11; 22 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ τῆς τροφῆς χάριν τῆς ἐν τοῖς χυμοῖς ἐστιν εἰς αἴσθησιν μὲν τὸ γλωττοειδὲς μόριον, οὐ πάντῃ δ´ ὁμοίως ἀλλὰ τῷ ἄκρῳ μάλιστα, διὰ τοῦτο τοῖς ἰχθύσι τοῦτ´ ἀφώρισται μόνον.
244Aristoteles, De partibus animalium, 3, 1, 3; 6 (auctor 384BC-322BC)
Μάλιστα δὲ καὶ τούτους τοιούτους καὶ τοσούτους πρὸς τὴν διάλεκτον· πολλὰ γὰρ πρὸς τὴν γένεσιν τῶν γραμμάτων οἱ πρόσθιοι τῶν ὀδόντων συμβάλλονται.
245Aristoteles, De partibus animalium, 3, 1, 6; 13 (auctor 384BC-322BC)
Τῶν τε γὰρ πρὸς ἀλκήν τε καὶ βοήθειαν ὀργανικῶν μορίων ἕκαστα ἀποδίδωσιν ἡ φύσις τοῖς δυναμένοις χρῆσθαι μόνοις ἢ μᾶλλον, μάλιστα δὲ τῷ μάλιστα, οἷον κέντρον, πλῆκτρον, κέρατα, χαυλιόδοντας καὶ εἴ τι τοιοῦτον ἕτερον.
246Aristoteles, De partibus animalium, 3, 2, 8; 22 (auctor 384BC-322BC)
Ἅμα δὲ καὶ πρὸς τὰς ἄλλας κινήσεις τοῦ σώματος ἀνεμπόδιστα πέφυκεν οὕτω μάλιστα.
247Aristoteles, De partibus animalium, 3, 4, 14; 35 (auctor 384BC-322BC)
Ἔστι δ´ ἡ καρδία τοῖς μὲν ἄλλοις ζῴοις κατὰ μέσον τοῦ στηθικοῦ τόπου, τοῖς δ´ ἀνθρώποις μικρὸν εἰς τὰ εὐώνυμα παρεγκλίνουσα πρὸς τὸ ἀνισοῦν τὴν κατάψυχιν τῶν ἀριστερῶν· μάλιστα γὰρ τῶν ἄλλων ζῴων ἄνθρωπος ἔχει κατεψυγμένα τὰ ἀριστερά.
248Aristoteles, De partibus animalium, 3, 4, 23; 61 (auctor 384BC-322BC)
Οἵ τε γὰρ νεφροὶ πολλάκις φαίνονται λίθων μεστοὶ καὶ φυμάτων καὶ δοθιήνων καὶ τὸ ἧπαρ, ὡσαύτως δὲ καὶ ὁ πλεύμων, μάλιστα δὲ ὁ σπλήν.
249Aristoteles, De partibus animalium, 3, 4, 23; 62 (auctor 384BC-322BC)
Πολλὰ δὲ καὶ ἕτερα παθήματα συμβαίνοντα περὶ αὐτὰ φαίνεται, ἥκιστα δὲ τοῦ μὲν πλεύμονος περὶ τὴν ἀρτηρίαν, τοῦ δ´ ἥπατος περὶ τὴν σύναψιν τῇ μεγάλῃ φλεβί, καὶ ταῦτ´ εὐλόγως· ταύτῃ γὰρ μάλιστα κοινωνοῦσι τῇ καρδίᾳ.
250Aristoteles, De partibus animalium, 3, 5, 8; 14 (auctor 384BC-322BC)
Γίνεται δὲ κατάδηλον ἐν τοῖς μάλιστα καταλελεπτυσμένοις οὐθὲν γὰρ ἄλλο φαίνεται παρὰ τὰς φλέβας, καθάπερ ἐπὶ τῶν ἀμπελίνων τε καὶ συκίνων φύλλων καὶ ὅς´ ἄλλα τοιαῦτα· καὶ γὰρ τούτων αὑαινομένων φλέβες λείπονται μόνον.
251Aristoteles, De partibus animalium, 3, 5, 11; 23 (auctor 384BC-322BC)
Ῥεῖ δὲ μάλιστα τὸ αἷμα κατὰ τοὺς εὐρυχωρεστάτους τῶν πόρων· διόπερ ἐκ τῶν μυκτήρων καὶ τῶν οὔλων καὶ τῆς ἕδρας, ἐνίοτε δὲ καὶ ἐκ τοῦ στόματος αἱμορροΐδες ἄπονοι γίνονται, καὶ οὐχ ὥσπερ ἐκ τῆς ἀρτηρίας μετὰ βίας.
252Aristoteles, De partibus animalium, 3, 8, 1; 2 (auctor 384BC-322BC)
Διὰ γὰρ τὴν ὑπεροχὴν τῆς φύσεως, ἣν ἔχουσιν ἐν τῷ μορίῳ τούτῳ, διψητικά τε ταῦτ´ ἐστὶ μάλιστα τῶν ζῴων, καὶ δεῖται τροφῆς οὐ μόνον ξηρᾶς ἀλλὰ καὶ τῆς ὑγρᾶς πλείονος, ὥστ´ ἐξ ἀνάγκης καὶ περίττωμα γίνεσθαι πλεῖον καὶ μὴ τοσοῦτον μόνον ὅσον ὑπὸ τῆς κοιλίας πέττεσθαι καὶ ἐκκρίνεσθαι μετὰ τοῦ ταύτης περιττώματος.
253Aristoteles, De partibus animalium, 3, 9, 7; 16 (auctor 384BC-322BC)
Ἔχουσι δ´ οἱ νεφροὶ μάλιστα τῶν σπλάγχνων πιμελήν, ἐξ ἀνάγκης μὲν διὰ τὸ διηθεῖσθαι τὸ περίττωμα διὰ τῶν νεφρῶν· τὸ γὰρ λειπόμενον αἷμα καθαρὸν ὂν εὔπεπτόν ἐστι, τέλος δ´ εὐπεψίας αἱματικῆς πιμελὴ καὶ στέαρ ἐστίν.
254Aristoteles, De partibus animalium, 3, 9, 10; 27 (auctor 384BC-322BC)
Αἴτιον δὲ τοῦ μόνον ἢ μάλιστα τοῦτο συμβαίνειν ἐπὶ τῶν προβάτων, ὅτι τοῖς μὲν πιμελώδεσιν ὑγρὸν τὸ πῖον, ὥστ´ οὐχ ὁμοίως ἐγκατακλειόμενα τὰ πνεύματα ποιεῖ τὸν πόνον.
255Aristoteles, De partibus animalium, 3, 11, 2; 3 (auctor 384BC-322BC)
Ἡ μὲν γὰρ φυλακὴ περὶ τὰ κύρια, ταῦτα δὲ κύρια μάλιστα τῆς ζωῆς.
256Aristoteles, De partibus animalium, 3, 12, 2; 4 (auctor 384BC-322BC)
Τὸ δὲ τῶν ὀρνίθων μάλιστα προσεμφερὲς τῷ τῶν ζῳοτόκων ἐστὶν ἥπατι· καθαρὸν γὰρ καὶ ἔναιμον τὸ χρῶμα αὐτῶν ἐστι καθάπερ κἀκείνων.
257Aristoteles, De partibus animalium, 3, 12, 3; 6 (auctor 384BC-322BC)
Διόπερ ἔνια καὶ οὐκ ἔχει χολὴν τῶν ζῳοτόκων· τὸ γὰρ ἧπαρ συμβάλλεται πολὺ μέρος πρὸς εὐκρασίαν τοῦ σώματος καὶ ὑγίειαν· ἐν μὲν γὰρ τῷ αἵματι μάλιστα τὸ τούτων τέλος, τὸ δ´ ἧπαρ αἱματικώτατον μετὰ τὴν καρδίαν τῶν σπλάγχνων.
258Aristoteles, De partibus animalium, 4, 2, 1; 2 (auctor 384BC-322BC)
Δῆλον δὲ μάλιστα ἐπὶ τῶν ἰχθύων· οὗτοι γὰρ ἔχουσί τε πάντες, καὶ οἱ πολλοὶ πρὸς τοῖς ἐντέροις, ἔνιοι δὲ παρ´ ὅλον τὸ ἔντερον παρυφασμένην, οἷον ἡ ἀμία· καὶ τῶν ὄφεων οἱ πλεῖστοι τὸν αὐτὸν τρόπον.
259Aristoteles, De partibus animalium, 4, 5, 8; 18 (auctor 384BC-322BC)
Ἔχει μὲν οὖν πάντα τὰ μαλάκια τοῦτο τὸ μόριον ἴδιον, μάλιστα δ´ ἡ σηπία καὶ πλεῖστον.
260Aristoteles, De partibus animalium, 4, 5, 13; 30 (auctor 384BC-322BC)
Οἱ μὲν οὖν κόχλοι καὶ ὀδόντας ἔχουσι σκληροὺς καὶ ὀξεῖς, ὥσπερ εἴρηται πρότερον, καὶ τὸ μεταξὺ σαρκῶδες ὁμοίως τοῖς μαλακίοις καὶ μαλακοστράκοις, καὶ τὴν προβοσκίδα, καθάπερ εἴρηται, μεταξὺ κέντρου καὶ γλώττης, τοῦ δὲ στόματος ἐχόμενον οἷον ὀρνιθώδη τινὰ πρόλοβον, τούτου δ´ ἐχόμενον στόμαχον· τούτου δ´ ἔχεται ἡ κοιλία, ἐν ᾗ ἡ καλουμένη μήκων, ἀφ´ ἧς συνεχές ἐστιν ἔντερον ἁπλῆν τὴν ἀρχὴν ἔχον ἀπὸ τῆς μήκωνος· ἔστι γὰρ ἐν πᾶσι τοῖς ὀστρακηροῖς περίττωμα τοῦτο τὸ μάλιστα δοκοῦν εἶναι ἐδώδιμον.
261Aristoteles, De partibus animalium, 4, 5, 15; 36 (auctor 384BC-322BC)
Ὁ δ´ ἐχῖνος μάλιστα πάντων ἀλεωρὰν ἔχει· κύκλῳ γὰρ τὸ ὄστρακον συνηρεφὲς καὶ κεχαρακωμένον ταῖς ἀκάνθαις.
262Aristoteles, De partibus animalium, 4, 5, 30; 89 (auctor 384BC-322BC)
Διὸ μάλιστα καὶ τοῦτο, κἂν εἴ τι ἄλλο τοιοῦτον τῶν ζῴων, φυτικὸν δίκαιον καλεῖν· οὐδὲ γὰρ τῶν φυτῶν οὐδὲν ἔχει περίττωμα.
263Aristoteles, De partibus animalium, 4, 5, 37; 113 (auctor 384BC-322BC)
Τὸ δὲ τῶν τεττίγων γένος ἰδίαν ἔχει μάλιστα τούτων φύσιν· τὸ γὰρ αὐτὸ μόριον ἔχει στόμα καὶ γλῶτταν συμπεφυκός, δι´ οὗ καθαπερεὶ διὰ ῥίζης δέχεται τὴν τροφὴν ἀπὸ τῶν ὑγρῶν· Πάντα μὲν οὖν ἐστιν ὀλιγότροφα τὰ ἔντομα τῶν ζῴων, οὐχ οὕτω διὰ μικρότητα ὡς διὰ ψυχρότητα (τὸ γὰρ θερμὸν καὶ δεῖται τροφῆς καὶ πέττει τὴν τροφὴν ταχέως, τὸ δὲ ψυχρὸν ἄτροφον), μάλιστα δὲ τὸ τῶν τεττίγων γένος.
264Aristoteles, De partibus animalium, 4, 6, 1; 3 (auctor 384BC-322BC)
τέραν αὐτοῖς ποιεῖν τὴν κίνησιν· καὶ μάλιστα πολύποδα τὰ .
265Aristoteles, De partibus animalium, 4, 6, 1; 4 (auctor 384BC-322BC)
μάλιστα κατεψυγμένα διὰ τὸ μῆκος, οἷον τὸ τῶν ἰούλων γένος.
266Aristoteles, De partibus animalium, 4, 9, 2; 7 (auctor 384BC-322BC)
Ἧι μὲν γὰρ ἔξωθεν τὸ γεῶδες ἐντὸς δὲ τὸ σαρκῶδες, τοῖς μαλακοστράκοις, τὸ δὲ σχῆμα τοῦ σώματος ὃν τρόπον συνέστηκε, τοῖς μαλακίοις, τρόπον μέν τινα πάντα, μάλιστα δὲ τῶν στρομβωδῶν τὰ ἔχοντα τὴν ἑλίκην.
267Aristoteles, De partibus animalium, 4, 9, 7; 19 (auctor 384BC-322BC)
Ὥσπερ γὰρ τοῖς τετράποσι τὰ ὀπίσθια ἰσχυρότερα κῶλα, καὶ ταύταις μέγιστοι οἱ κάτωθεν· τὸ γὰρ φορτίον οὗτοι ἔχουσι καὶ κινοῦσι μάλιστα, καὶ οἱ ἔσχατοι δύο μείζους τῶν μέσων, ὅτι τούτοις συνυπηρετοῦσιν.
268Aristoteles, De partibus animalium, 4, 10, 3; 5 (auctor 384BC-322BC)
Ἔστι δ´ ἡ μὲν κεφαλὴ μάλιστα τοῦ ἐγκεφάλου χάριν· ἀνάγκη γὰρ τοῦτο τὸ μόριον ἔχειν τοῖς ἐναίμοις, καὶ ἐν ἀντικειμένῳ τόπῳ τῆς καρδίας, διὰ τὰς εἰρημένας πρότερον αἰτίας.
269Aristoteles, De partibus animalium, 4, 10, 3; 7 (auctor 384BC-322BC)
Ἔτι δὲ τρίτον μόριον ὑπέθηκε τὸ τὴν τῆς τροφῆς εἴσοδον δημιουργοῦν· ἐνταῦθα γὰρ ὑπέκειτο συμμέτρως μάλιστα.
270Aristoteles, De partibus animalium, 4, 10, 20; 49 (auctor 384BC-322BC)
Καὶ ὁ ἔσχατος δὲ μικρὸς ὀρθῶς, καὶ ὁ μέσος μακρός, ὥσπερ κώπη μεσόνεως· μάλιστα γὰρ τὸ λαμβανόμενον ἀνάγκη περιλαμβάνεσθαι κύκλῳ κατὰ τὸ μέσον πρὸς τὰς ἐργασίας.
271Aristoteles, De partibus animalium, 4, 10, 44; 108 (auctor 384BC-322BC)
Τὸ δὲ τῶν ὀνύχων γένος διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἐπὶ τῶν χειρῶν ἔχουσιν· δεῖ γὰν σκέπεσθαι τὰ ἀκρωτήρια μάλιστα διὰ τὴν ἀσθένειαν.
272Aristoteles, De sensu et sensibilibus, 1; 16 (auctor 384BC-322BC)
Διαφορὰς μὲν γὰρ πολλὰς εἰσαγγέλλει καὶ παντοδαπὰς ἡ τῆς ὄψεως δύναμις διὰ τὸ πάντα τὰ σώματα μετέχειν χρώματος, ὥστε καὶ τὰ κοινὰ διὰ ταύτης αἰσθάνεσθαι μάλιστα (λέγω δὲ κοινὰ σχῆμα, μέγεθος, κίνησιν, ἀριθμόν)· ἡ δ’ ἁκοὴ τὰ τοῦ ψόφου διαφορὰς μόνον, ὀλίγοις δὲ καὶ τὰς τῆς φωνῆς.
273Aristoteles, De sensu et sensibilibus, 1; 97 (auctor 384BC-322BC)
Ὅσα δὲ μὴ διαιρεῖται εἰς τὸ ἐλάχιστον, τούτων οὐκ ἐνδέχεται μίξιν γενέσθαι τὸν τρόπον τοῦτον ἀλλὰ τῷ πάντῃ μεμῖχθαι, ἅπερ καὶ μάλιστα μίγνυσθαι πέφυκεν.
274Aristoteles, De sensu et sensibilibus, 1; 117 (auctor 384BC-322BC)
Καὶ τοῦτο δῆλόν ἐστιν ἐπὶ τῶν ἁλμυρῶν ὑδάτων μάλιστα· οἱ γὰρ ἅλες γῆς τι εἶδός εἰσιν.
275Aristoteles, De sensu et sensibilibus, 1; 120 (auctor 384BC-322BC)
Εὐλόγως δ’ ἐν τοῖς φυομένοις τὸ τῶν χυμῶν γίνεται γένος μάλιστα.
276Aristoteles, De sensu et sensibilibus, 1; 148 (auctor 384BC-322BC)
Εἰ δ’ ἄρα τῆς γεύσεως μᾶλλον, τὰ γοῦν ἐλάχιστα τῆς ἀκριβεστάτης ἐστὶν αἰσθήσεως διακρίνειν περὶ ἕκαστον γένος, ὥστε ἐχρῆν τὴν γεῦσιν καὶ τῶν ἄλλων κοινῶν αἰσθάνεσθαι μάλιστα καὶ τῶν σχημάτων εἶναι κριτικωτάτην.
277Aristoteles, De somno et vigilia, 3; 11 (auctor 384BC-322BC)
Διὸ μάλιστα γίνονται ὕπνοι ἀπὸ τῆς τροφῆς· ἀθρόον γὰρ πολὺ τότε ὑγρὸν καὶ τὸ σωματῶδες ἀναφέρεται.
278Aristoteles, De somno et vigilia, 3; 15 (auctor 384BC-322BC)
Καὶ μετὰ τὰ σῖτα μάλιστα τοιοῦτος ὁ ὕπνος· πολλὴ γὰρ ἡ ἀπὸ τῶν σιτίων ἀναθυμίασις.
279Aristoteles, De sophisticis elenchis, 3; 3 (auctor 384BC-322BC)
Μάλιστα μέν γάρ προαιροῦνται φαίνεσθαι ἐλέγχοντες, δεύτερον δέ ψευδόμενόν τι δεικνύναι, τρίτον εἰς παράδοξον ἄγειν, τέταρτον δέ σολοικίζειν ποιεῖν· τοῦτο δ᾿ ἐστί τό ποιῆσαι τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου τόν ἀποκρινόμενον· τελευταῖον δέ τό πλεονάκις ταὐτό λέγειν.
280Aristoteles, De sophisticis elenchis, 7; 4 (auctor 384BC-322BC)
Χαλεπόν γάρ διελεῖν ποῖα ὡσαύτως καί ποῖα ὡς ἑτέρως λέγεται· σχεδόν γάρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τἀληθές, μάλιστα δ᾿ ἐπίσταται συνεπινεύειν, ὅτι πᾶν τό κατηγορούμενόν τινος ὑπολαμβάνομεν τόδε τι καί ὡς ἓν ὑπακούομεν· τῷ γάρ ἑνί καί τῇ οὐσίᾳ μάλιστα δοκεῖ παρέπεσθαι τό τόδε τι καί τό ὄν.
281Aristoteles, De sophisticis elenchis, 12; 1 (auctor 384BC-322BC)
Καί περί μέν τῶν ἐλέγχων εἴρηται τῶν φαινομένων· περί δέ τοῦ ψευδόμενόν τι δεῖξαι καί τόν λόγον εἰς ἄδοξον ἀγαγεῖν (τοῦτο γάρ ἦν δεύτερον τῆς σοφιστικῆς προαιρέσεως) πρῶτον μέν οὖν ἐκ τοῦ πυνθάνεσθαί πως καί διά τῆς ἐρωτήσεως συμβαίνει μάλιστα.
282Aristoteles, De sophisticis elenchis, 15; 13 (auctor 384BC-322BC)
Σφόδρα δέ καί πολλάκις ποιεῖ δοκεῖν ἐληλέγχθαι τό μάλιστα σοφιστικόν συκοφάντημα τῶν ἐρωτώντων, τό μηδέν συλλογισαμένους μή ἐρώτημα ποιεῖν τό τελευταῖον, ἀλλά συμπεραντικῶς εἰπεῖν, ὡς συλλελογισμένους, οὐκ ἄρα τό καί τό.
283Aristoteles, De sophisticis elenchis, 17; 30 (auctor 384BC-322BC)
Ἀποκριτέον δ᾿ ἐπί μέν τῶν δοκούντων τό ἔστω λέγοντα· καί γάρ οὕτως ἥκιστα γίνοιτ᾿ ἂν παρεξέλεγχος· ἂν δέ τι παράδοξον ἀναγκάζηται λέγειν, ἐνταῦθα μάλιστα προσθετέον τό δοκεῖν· οὕτω γάρ ἂν οὔτ᾿ ἔλεγχος οὔτε παράδοξον γίνεσθαι δόξειεν.
284Aristoteles, De sophisticis elenchis, 17; 44 (auctor 384BC-322BC)
Ἔτι οὗ τἀληθές ἀμφιδοξεῖται, μάλιστα μεταφέρων ἄν τις λανθάνοι τά ὀνόματα περί τούτων.
285Aristoteles, De sophisticis elenchis, 17; 46 (auctor 384BC-322BC)
Ἔτι ὅσα ἄν τις προαισθάνηται τῶν ἐρωτημάτων, προενστατέον καί προαγορευτέον· οὕτω γάρ ἂν μάλιστα τόν πυνθανόμενον κωλύσειεν.
286Aristoteles, De sophisticis elenchis, 33; 11 (auctor 384BC-322BC)
Ἔστι δέ δριμύς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα· δάκνει γάρ οὗτος μάλιστα.
287Aristoteles, De sophisticis elenchis, 33; 14 (auctor 384BC-322BC)
Ἔστι δέ συλλογιστικός μέν λόγος δριμύτατος, ἂν ἐξ ὅτι μάλιστα δοκούντων ὅτι μάλιστα ἔνδοξον ἀναιρῇ.
288Aristoteles, De sophisticis elenchis, 33; 16 (auctor 384BC-322BC)
Μάλιστα μέν οὖν ὁ τοιοῦτος δριμύς, ὁ ἐξ ἴσου τό συμπέρασμα ποιῶν τοῖς ἐρωτήμασι, δεύτερος δ᾿ ὁ ἐξ ἁπάντων ὁμοίων· οὗτος γάρ ὁμοίως ποιήσει ἀπορεῖν ὁποῖον τῶν ἐρωτημάτων ἀναιρετέον.
289Aristoteles, Ethica Eudemia, 1; 8 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἡ παρουσία διὰ τούτων ἁπάντων ἢ τινῶν ἢ τινὸς ὑπάρχει τοῖς ἀνθρώποις, οὐκ ἄδηλον (ἅπασαι γὰρ αἱ γενέσεις σχεδὸν πίπτουσιν εἰς ταύτας τὰς ἀρχάς· καὶ γὰρ τὰσ ἀπὸ τῆς διανοίας ἁπάσας πρὸς τὰς ἀπὸ ἐπιστήμης ἄν τις συναγάγοι πράξεις) · τὸ δ' εὐδαιμονεῖν καὶ τὸ ζῆν μακαρίως καὶ καλῶς εἴη ἂν ἐν τρισὶ μάλιστα, τοῖς εἶναι δοκοῦσιν αἰρετωτάτοις.
290Aristoteles, Ethica Eudemia, 1; 12 (auctor 384BC-322BC)
περὶ δὴ τούτων ἐπιστήσαντας, ἅπαντα τὸν δυνάμενον ζῆν κατὰ τὴν αὑτοῦ προαίρεσιν θέσθαι τινὰ σκοπὸν τοῦ καλῶς ζῆν, ἤτοι τιμὴν ἢ δόξαν ἢ πλοῦτον ἢ παιδείαν, πρὸς ὃν ἀποβλέπων ποιήσεται πάσας τὰς πράξεις (ὡς τό γε μὴ συντετάχθαι τὸν βίον πρός τι τέλος ἀφροσύνης πολλῆς σημεῖον ἐστίν) , μάλιστα δὴ δεῖ πρῶτον ἐν αὑτῷ διορίσασθαι μήτε προπετῶς μήτε ῥαθύμως, ἐν τίνι τῶν ἡμετέρων τὸ ζῆν εὖ, καὶ τίνων ἄνευ τοῖς ἀνθρώποις οὐκ ἐνδέχεται τοῦθ' ὑπάρχειν.
291Aristoteles, Ethica Eudemia, 1; 15 (auctor 384BC-322BC)
πάσας μὲν οὖν τὰς δόξας ἐπισκοπεῖν, ὅσας ἔχουσί τινες περὶ αὐτῆς, περίεργον (πολλὰ γὰρ φαίνεται καὶ τοῖς παιδαρίοις καὶ τοῖς κάμνουσι καὶ παραφρονοῦσι, περὶ ὧν ἂν οὐθεὶς νοῦν ἔχων διαπορήσειεν· δέονται γὰρ οὐ λόγων, ἀλλ' οἳ μὲν ἡλικίας ἐν ᾗ μεταβαλοῦσιν, οἳ δὲ κολάσεως ἰατρικῆς ἢ πολιτικῆς· κόλασις γὰρ ἡ φαρμακεία τῶν πληγῶν οὐκ ἐλάττων ἐστίν) , ὁμοίως δὲ ταύταις οὐδὲ τὰς τῶν πολλῶν ἐπισκεπτέον (εἰκῇ γὰρ λέγουσι σχεδὸν περὶ ἁπάντων, καὶ μάλιστα περὶ [ἐπισκεπτέον] εὐδαιμονίας· ἄτοπον γὰρ προσφέρειν λόγον τοῖς λόγου μηθὲν δεομένοις, ἀλλὰ πάθους) · ἐπεὶ δ' εἰσὶν ἀπορίαι περὶ ἑκάστην πραγματείαν οἰκεῖαι, δῆλον ὅτι καὶ περὶ βίου τοῦ κρατίστου καὶ ζωῆς τῆς ἀρίστης εἰσίν.
292Aristoteles, Ethica Eudemia, 1; 17 (auctor 384BC-322BC)
ἔτι δὲ πρὸ ἔργου τὸ τὰ τοιαῦτα μὴ λανθάνειν, μάλιστα πρὸς ἃ δεῖ συντείνειν πᾶσαν σκέψιν, ἐκ τίνων ἐνδέχεται μετασχεῖν τοῦ εὖ καὶ καλῶς ζῆν, εἴ τῳ μακαρίως ἐπιφθονώτερον εἰπεῖν, καὶ πρὸς τὴν ἐλπίδα τὴν περὶ ἕκαστα γενομένην ἂν τῶν ἐπιεικῶν.
293Aristoteles, Ethica Eudemia, 1; 24 (auctor 384BC-322BC)
περὶ πολλῶν μὲν οὖν καὶ ἑτέρων οὐ ῥᾴδιον τὸ κρῖναι καλῶς, μάλιστα δὲ περὶ οὗ πᾶσι ῥᾷστον εἶναι δοκεῖ, καὶ παντὸς ἀνδρὸς τὸ γνῶναι, τί τῶν ἐν τῷ ζῆν αἱρετόν, καὶ λαβὼν ἄν τις ἔχοι πλήρη τὴν ἐπιθυμίαν.
294Aristoteles, Ethica Eudemia, 1; 68 (auctor 384BC-322BC)
ἐν τρισὶ δὴ μάλιστα φαίνεται δόξαις εἶναι τοῦτο.
295Aristoteles, Ethica Eudemia, 1; 72 (auctor 384BC-322BC)
μάλιστά τε γὰρ τἀγαθὸν λέγεσθαι κατ' ἐκείνης ἀληθῶς (κατὰ μετοχὴν γὰρ καὶ ὁμοιότητα τἆλλα ἀγαθὰ ἐκείνης εἶναι) , καὶ πρῶτον τῶν ἀγαθῶν· ἀναιρουμένου γὰρ τοῦ μετεχομένου ἀναιρεῖσθαι καὶ τὰ μετέχοντα τῆς ἰδέας, ἃ λέγεται τῷ μετέχειν ἐκείνης, τὸ δὲ πρῶτον τοῦτον ἔχειν τὸν τρόπον πρὸς τὸ ὕστερον.
296Aristoteles, Ethica Eudemia, 2; 119 (auctor 384BC-322BC)
τῶν δ' ἀρχῶν ὅσαι τοιαῦται, ὅθεν πρῶτον αἱ κινήσεις, κύριαι λέγονται, μάλιστα δὲ δικαίως ἀφ' ὧν μὴ ἐνδέχεται ἄλλως, ἣν ἴσως ὁ θεὸς ἄρχει.
297Aristoteles, Ethica Eudemia, 2; 220 (auctor 384BC-322BC)
μάλιστα δὲ λέγεται παρά τινων, καὶ ζητοῦντι δόξειε δ' ἂν δυοῖν εἶναι θάτερον ἡ προαίρεσις, ἤτοι δόξα ἢ ὄρεξις· ἀμφότερα γὰρ φαίνεται παρακολουθοῦντα.
298Aristoteles, Ethica Eudemia, 2; 234 (auctor 384BC-322BC)
βούλεται δέ γε μάλιστα τὸ τέλος, καὶ δοξάζει δεῖν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν.
299Aristoteles, Ethica Eudemia, 2; 236 (auctor 384BC-322BC)
βούλεσθαι μὲν γὰρ καὶ δόξα μάλιστα τοῦ τέλους, προαίρεσις δ' οὐκ ἔστιν.
300Aristoteles, Ethica Eudemia, 3; 37 (auctor 384BC-322BC)
ὅμως δὲ μάλιστα φυσικὴ ἡ τοῦ θυμοῦ· ἀήττητον γὰρ ὁ θυμός, διὸ καὶ οἱ παῖδες ἄριστα μάχονται.
301Aristoteles, Ethica Eudemia, 3; 52 (auctor 384BC-322BC)
οἱ μὲν οὖν δειλοὶ καὶ θρασεῖς ἐπιψεύδονται διὰ τὰς ἕξεις· τῷ μὲν γὰρ δειλῷ τά τε μὴ φοβερὰ δοκεῖ φοβερὰ εἶναι καὶ τὰ ἠρέμα σφόδρα, τῷ δὲ θρασεῖ τὸ ἐναντίον τά τε φοβερὰ θαρραλέα καὶ τὰ σφόδρα ἠρέμα, τῷ δ' ἀνδρείῳ τἀληθῆ μάλιστα.
302Aristoteles, Ethica Eudemia, 3; 68 (auctor 384BC-322BC)
ἀλλὰ πάντων τῶν τοιούτων ἀνδρείων οἱ διὰ τὴν αἰδῶ ὑπομένοντες μάλιστα φανεῖεν ἂν ἀνδρεῖοι, καθάπερ καὶ Ὅμηρος τὸν Ἕκτορά φησιν ὑπομεῖναι τὸν κίνδυνον τὸν πρὸς τὸν Ἀχιλλέα· Ἕκτορα δ' αἰδὼς εἷλε· σουρξε υνκνοων καὶ Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει.
303Aristoteles, Ethica Eudemia, 3; 84 (auctor 384BC-322BC)
μάλιστα δ' εἰσὶ τοιοῦτοι, οἵους οἱ κωμῳδοδιδάσκαλοι παράγουσιν ἀγροίκους, οἳ οὐδὲ τὰ μέτρια καὶ τὰ ἀναγκαῖα πλησιάζουσι τοῖς ἡδέσιν.
304Aristoteles, Ethica Eudemia, 3; 109 (auctor 384BC-322BC)
σχεδὸν γὰρ ταῦτα μάλιστα καλοῦσι τοὺς μηδ' ἐφ' ὅσοις δεῖ κινουμένους τὸν θυμόν, ἀλλὰ προπηλακιζομένους εὐχερῶς καὶ ταπεινοὺς πρὸς τὰς ὀλιγωρίας.
305Aristoteles, Ethica Eudemia, 3; 138 (auctor 384BC-322BC)
καὶ χαίρει μάλιστα τυγχάνων.
306Aristoteles, Ethica Eudemia, 3; 139 (auctor 384BC-322BC)
οὕτω μὲν οὖν δόξειεν ἂν ἐναντίως ἔχειν· τῷ γὰρ εἶναί τε μάλιστα περὶ τιμὴν καὶ καταφρονητικὸν εἶναι τῶν πολλῶν [καὶ] δόξης οὐχ ὁμολογεῖσθαι.
307Aristoteles, Ethica Eudemia, 7; 2 (auctor 384BC-322BC)
τῆς τε γὰρ πολιτικῆς ἔργον εἶναι δοκεῖ μάλιστα ποιῆσαι φιλίαν, καὶ τὴν ἀρετὴν διὰ τοῦτό φασιν εἶναι χρήσιμον· οὐ γὰρ ἐνδέχεσθαι φίλους ἑαυτοῖς εἶναι τοὺς ἀδικουμένους ὑπ' ἀλλήλων.
308Aristoteles, Ethica Eudemia, 7; 3 (auctor 384BC-322BC)
ἔτι τὸ δίκαιον καὶ τὸ ἄδικον περὶ τοὺς φίλους εἶναι μάλιστα πάντες φαμέν, καὶ ὁ αὐτὸς δοκεῖ ἀνὴρ εἶναι καὶ ἀγαθὸς καὶ φίλος, καὶ φιλία ἠθική τις εἶναι ἕξις, καὶ ἐάν τις βούληται ποιῆσαι ὥστε μὴ ἀδικεῖν, ἀλλ' εἰς φίλους ποιῆσαι· οἱ γὰρ ἀληθινοὶ φίλοι οὐκ ἀδικοῦσιν.
309Aristoteles, Ethica Eudemia, 7; 31 (auctor 384BC-322BC)
ληπτέος δὴ τρόπος ὅστις ἡμῖν ἅμα τά τε δοκοῦντα περὶ τούτων μάλιστα ἀποδώσει, καὶ τὰς ἀπορίας λύσει καὶ τὰς ἐναντιώσεις.
310Aristoteles, Ethica Eudemia, 7; 32 (auctor 384BC-322BC)
τοῦτο δ' ἔσται, ἐὰν εὐλόγως φαίνηται τὰ ἐναντία δοκοῦντα· μάλιστα γὰρ ὁμολογούμενος ὁ τοιοῦτος ἔσται λόγος τοῖς φαινομένοις.
311Aristoteles, Ethica Eudemia, 7; 35 (auctor 384BC-322BC)
εἰ μὲν γὰρ φιλοῦμεν οὗ ἐπιθυμοῦμεν, καὶ μάλιστα ὁ ἔρως τοιοῦτον (οὐθεὶς γὰρ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ, ευρ. τρο. 1051 ) ἡ δὲ ἐπιθυμία τοῦ ἡδέος, ταύτῃ μὲν τὸ φιλούμενον τὸ ἡδὺ, εἰ δὲ ὃ βουλόμεθα, τὸ ἀγαθόν· ἔστι δ' ἕτερον τὸ ἡδὺ καὶ τὸ ἀγαθόν.
312Aristoteles, Ethica Eudemia, 7; 92 (auctor 384BC-322BC)
δῆλον δ' ὅτι ὥσπερ ἐπὶ τῆς ἐπιστήμης αἱ πρόσφατοι θεωρίαι καὶ μαθήσεις αἰσθηταὶ μάλιστα τῷ ἡδεῖ, οὕτω καὶ αἱ τῶν συνήθων ἀναγνωρίσεις, καὶ ὁ λόγος ὁ αὐτὸς ἐπ' ἀμφοῖν.
313Aristoteles, Ethica Eudemia, 7; 113 (auctor 384BC-322BC)
οὐδ' ἄνευ χρόνου φίλος, ἀλλὰ βούλονται φίλοι, καὶ μάλιστα λανθάνει ἡ τοιαύτη ἕξις ὡς φιλία.
314Aristoteles, Ethica Eudemia, 7; 175 (auctor 384BC-322BC)
μάλιστα δ' οἱ φιλότιμοι τοιοῦτοι· τὸ γὰρ θαυμάζεσθαι ἐν ὑπεροχῇ.
315Aristoteles, Ethica Eudemia, 7; 206 (auctor 384BC-322BC)
δοκεῖ γὰρ ἐνίοις μάλιστα ἕκαστος αὐτὸς αὑτῷ φίλος εἶναι, καὶ τούτῳ χρώμενοι κανόνι κρίνουσι τὴν πρὸς τοὺς ἄλλους φίλους φιλίαν· κατὰ δὲ τοὺς λόγους καὶ τὰ δοκοῦνθ' ὑπάρχειν τοῖς φίλοις τὰ μὲν ὑπεναντιοῦται, τὰ δ' ὅμοια φαίνεται ὄντα.
316Aristoteles, Ethica Eudemia, 7; 211 (auctor 384BC-322BC)
δοκεῖ γὰρ φίλος εἶναι ὁ βουλόμενός τινι τἀγαθὰ ἢ οἷα οἴεται ἀγαθά, μὴ δι' αὑτὸν, ἀλλ' ἐκείνου ἕνεκα· ἄλλον δὲ τρόπον ᾧ τὸ εἶναι βούλεται δι' ἐκεῖνον καὶ μὴ δι' αὑτὸν, κἂν εἰ μὴ διανέμων τἀγαθά, μὴ τῷ τὸ εἶναι τούτῳ ἂν δόξειε μάλιστα φιλεῖν· ἄλλον δὲ τρόπον ᾧ συζῆν αἱρεῖται δι' αὐτὴν τὴν ὁμιλίαν καὶ μὴ δι' ἕτερόν τι, οἷον οἱ πατέρες τὸ μὲν εἶναι τοῖς τέκνοις, συζῶσι δ' ἑτέροις.
317Aristoteles, Ethica Eudemia, 7; 215 (auctor 384BC-322BC)
βούλεται γὰρ μάλιστά γε οὐ μόνον συλλυπεῖσθαι ὁ φίλος τῷ φίλῳ, ἀλλὰ καὶ τὴν αὐτὴν λύπην, οἷον διψῶντι συνδιψῆν, εἰ ἐνεδέχετο, ὅτι [μὴ] ἐγγύτατα.
318Aristoteles, Ethica Eudemia, 7; 222 (auctor 384BC-322BC)
καὶ τὸ εἶναι μάλιστα καὶ τὸ συζῆν καὶ τὸ συγχαίρειν καὶ τὸ συναλγεῖν, καὶ μία δὴ ψυχή, καὶ τὸ μὴ δύνασθαι ἄνευ ἀλλήλων μηδὲ ζῆν, ἀλλὰ συναποθνήσκειν.
319Aristoteles, Ethica Eudemia, 7; 275 (auctor 384BC-322BC)
ἔστι μὲν συγγενικὴ πολλὰ ἔχουσα εἴδη, ἣ μὲν ὡς ἀδελφῶν, ἣ δ' ὡς πατρὸς καὶ υἱῶν (καὶ γὰρ κατ' ἀναλογίαν, οἷον ἡ πατρική, καὶ κατ' ἀριθμόν, οἷον ἡ τῶν ἀδελφῶν· ἐγγὺς γὰρ αὕτη τῆς ἑταιρικῆς· ἐπιλαμβάνουσι γὰρ καὶ ἐνταῦθα πρέσβειον) · ἡ δὲ πολιτικὴ συνέστηκε μὲν κατὰ τὸ χρήσιμον καὶ μάλιστα.
320Aristoteles, Ethica Eudemia, 7; 278 (auctor 384BC-322BC)
μάλιστα δὲ δίκαιον τὸ ἐν τῇ τῶν χρησίμων φιλίᾳ, διὰ τὸ τοῦτ' εἶναι τὸ πολιτικὸν δίκαιον.
321Aristoteles, Ethica Eudemia, 7; 287 (auctor 384BC-322BC)
δεσπότου μὲν οὖν καὶ δούλου ἥπερ καὶ τέχνης καὶ ὀργάνων καὶ ψυχῆς καὶ σώματος, αἱ δὲ τοιαῦται οὔτε φιλίαι οὔτε δικαιοσύναι, ἀλλ' ἀνάλογον, ὥσπερ καὶ τὸ ὑγιεινὸν οὐ δίκαιον, ἀλλ' ἀνάλογον· γυναικὸς δὲ καὶ ἀνδρὸς φιλία ὡς χρήσιμον καὶ κοινωνία· πατρὸς δὲ καὶ υἱοῦ ἡ αὐτὴ ἥπερ θεοῦ πρὸς ἄνθρωπον καὶ τοῦ εὖ ποιήσαντος πρὸς τὸν παθόντα καὶ ὅλως τοῦ φύσει ἄρχοντος πρὸς τὸν φύσει ἀρχόμενον· ἣ δὲ τῶν ἀδελφῶν πρὸς ἀλλήλους ἑταιρικὴ μάλιστα ἡ κατ' ἰσότητα.
322Aristoteles, Ethica Eudemia, 7; 312 (auctor 384BC-322BC)
διὸ μάλιστα ἔγκλημα ἐν ταύτῃ τῇ φιλίᾳ· αἴτιον δ' ὅτι παρὰ φύσιν.
323Aristoteles, Ethica Eudemia, 7; 365 (auctor 384BC-322BC)
μάλιστα δὲ τοῦτο φανερὸν ἐπὶ θεοῦ· δῆλον γὰρ ὡς οὐδενὸς προσδεόμενος οὐδὲ φίλου δεήσεται, οὐδ' ἔσται αὐτῷ οὔτε μηθὲν δεσπότου.
324Aristoteles, Ethica Eudemia, 7; 370 (auctor 384BC-322BC)
ἀμείνω δ' ἔχομεν κρίσιν αὐτάρκεις ὄντες ἢ μετ' ἐνδείας, ὅτε μάλιστα τῶν συζῆν ἀξίων δεόμεθα φίλων.
325Aristoteles, Ethica Eudemia, 7; 383 (auctor 384BC-322BC)
ὅθεν καὶ ὁ ἔρως δοκεῖ φιλίᾳ ὅμοιον εἶναι· τοῦ γὰρ συζῆν ὀρέγεται ὁ ἐρῶν, ἀλλ' οὐχ ᾗ μάλιστα δεῖ, ἀλλὰ κατ' αἴσθησιν.
326Aristoteles, Ethica Eudemia, 7; 393 (auctor 384BC-322BC)
εἰ δ' αὐτὸν εὖ ζῆν, καὶ οὕτω καὶ τὸν φίλον, ἐν δὲ τῷ συζῆν συνεργεῖν, ἡ κοινωνία τῶν ἐν τέλει μάλιστά γε.
327Aristoteles, Ethica Eudemia, 7; 395 (auctor 384BC-322BC)
ἀλλ' ἕκαστος οὗ δύναται τυγχάνειν τέλους, ἐν τούτῳ βούλεται συζῆν· εἰ δὲ μή, καὶ ποιεῖν εὖ καὶ πάσχειν ὑπὸ τῶν φίλων αἱροῦνται μάλιστα.
328Aristoteles, Ethica Eudemia, 7; 396 (auctor 384BC-322BC)
ὅτι μὲν τοίνυν καὶ δεῖ συζῆν, καὶ ὅτι μάλιστα βούλονται πάντες, καὶ ὅτι ὁ εὐδαιμονέστατος καὶ ἄριστος μάλιστα τοιοῦτος, φανερόν· ὅτι δὲ κατὰ τὸν λόγον οὐκ ἐφαίνετο, καὶ τοῦτ' εὐλόγως συνέβαινε λέγοντος ἀληθῆ.
329Aristoteles, Ethica Eudemia, 7; 417 (auctor 384BC-322BC)
καὶ τοῦτο ἐπὶ τῶν χειρόνων συμβαίνει καὶ διὰ τὴν αὐτὴν αἰτίαν γίνεσθαι· μάλιστα γὰρ φιλοτιμοῦνται τοὺς φίλους μὴ πράττειν εὖ μηδ' εἶναι ἀνάγκαι αὐτοῖς κακῶς.
330Aristoteles, Ethica Eudemia, 8; 105 (auctor 384BC-322BC)
ἥτις οὖν αἵρεσις καὶ κτῆσις τῶν φύσει ἀγαθῶν ποιήσει μάλιστα τὴν τοῦ θεοῦ θεωρίαν, ἢ σώματος ἢ χρημάτων ἢ φίλων ἢ τῶν ἄλλων ἀγαθῶν, αὕτη ἀρίστη, καὶ οὗτος ὁ ὅρος κάλλιστος· ἥτις δ' ἢ δι' ἔνδειαν ἢ δι' ὑπερβολὴν κωλύει τὸν θεὸν θεραπεύειν καὶ θεωρεῖν, αὕτη δὲ φαύλη.
331Aristoteles, Ethica Nicomachea, 1, 1; 9 (auctor 384BC-322BC)
δόξειε δ' ἂν τῆς κυριωτάτης καὶ μάλιστα ἀρχιτεκτονικῆς.
332Aristoteles, Ethica Nicomachea, 1, 2; 5 (auctor 384BC-322BC)
ἁπάσας μὲν οὖν ἐξετάζειν τὰς δόξας ματαιότερον ἴσως ἐστίν, ἱκανὸν δὲ τὰς μάλιστα ἐπιπολαζούσας ἢ δοκούσας ἔχειν τινὰ λόγον.
333Aristoteles, Ethica Nicomachea, 1, 3; 2 (auctor 384BC-322BC)
τρεῖς γάρ εἰσι μάλιστα οἱ προύχοντες, ὅ τε νῦν εἰρημένος καὶ ὁ πολιτικὸς καὶ τρίτος ὁ θεωρητικός.
334Aristoteles, Ethica Nicomachea, 1, 8; 2 (auctor 384BC-322BC)
νενεμημένων δὴ τῶν ἀγαθῶν τριχῇ, καὶ τῶν μὲν ἐκτὸς λεγομένων τῶν δὲ περὶ ψυχὴν καὶ σῶμα, τὰ περὶ ψυχὴν κυριώτατα λέγομεν καὶ μάλιστα ἀγαθά, τὰς δὲ πράξεις καὶ τὰς ἐνεργείας τὰς ψυχικὰς περὶ ψυχὴν τίθεμεν.
335Aristoteles, Ethica Nicomachea, 1, 9; 14 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ ἀγαθαί γε καὶ καλαί, καὶ μάλιστα τούτων ἕκαστον, εἴπερ καλῶς κρίνει περὶ αὐτῶν ὁ σπουδαῖος· κρίνει δ' ὡς εἴπομεν.
336Aristoteles, Ethica Nicomachea, 1, 10; 2 (auctor 384BC-322BC)
εἰ μὲν οὖν καὶ ἄλλο τί ἐστι θεῶν δώρημα ἀνθρώποις, εὔλογον καὶ τὴν εὐδαιμονίαν θεόσδοτον εἶναι, καὶ μάλιστα τῶν ἀνθρωπίνων ὅσῳ βέλτιστον.
337Aristoteles, Ethica Nicomachea, 1, 10; 5 (auctor 384BC-322BC)
εἰ δ' ἐστὶν οὕτω βέλτιον ἢ τὸ διὰ τύχην εὐδαιμονεῖν, εὔλογον ἔχειν οὕτως, εἴπερ τὰ κατὰ φύσιν, ὡς οἷόν τε κάλλιστα ἔχειν, οὕτω πέφυκεν, ὁμοίως δὲ καὶ τὰ κατὰ τέχνην καὶ πᾶσαν αἰτίαν, καὶ μάλιστα τὰ κατὰ τὴν ἀρίστην.
338Aristoteles, Ethica Nicomachea, 1, 11; 8 (auctor 384BC-322BC)
περὶ οὐδὲν γὰρ οὕτως ὑπάρχει τῶν ἀνθρωπίνων ἔργων βεβαιότης ὡς περὶ τὰς ἐνεργείας τὰς κατ' ἀρετήν· μονιμώτεραι γὰρ καὶ τῶν ἐπιστημῶν αὗται δοκοῦσιν εἶναι· τούτων δ' αὐτῶν αἱ τιμιώταται μονιμώτεραι διὰ τὸ μάλιστα καὶ συνεχέστατα καταζῆν ἐν αὐταῖς τοὺς μακαρίους· τοῦτο γὰρ ἔοικεν αἰτίῳ τοῦ μὴ γίνεσθαι περὶ αὐτὰς λήθην.
339Aristoteles, Ethica Nicomachea, 1, 11; 9 (auctor 384BC-322BC)
ὑπάρξει δὴ τὸ ζητούμενον τῷ εὐδαίμονι, καὶ ἔσται διὰ βίου τοιοῦτος· ἀεὶ γὰρ ἢ μάλιστα πάντων πράξει καὶ θεωρήσει τὰ κατ' ἀρετήν, καὶ τὰς τύχας οἴσει κάλλιστα καὶ πάντῃ πάντως ἐμμελῶς ὅ γ' ὡς ἀληθῶς ἀγαθὸς καὶ τετράγωνος ἄνευ ψόγου.
340Aristoteles, Ethica Nicomachea, 1, 13; 2 (auctor 384BC-322BC)
δοκεῖ δὲ καὶ ὁ κατ' ἀλήθειαν πολιτικὸς περὶ ταύτην μάλιστα πεπονῆσθαι· βούλεται γὰρ τοὺς πολίτας ἀγαθοὺς ποιεῖν καὶ τῶν νόμων ὑπηκόους.
341Aristoteles, Ethica Nicomachea, 1, 13; 12 (auctor 384BC-322BC)
ταύτης μὲν οὖν κοινή τις ἀρετὴ καὶ οὐκ ἀνθρωπίνη φαίνεται· δοκεῖ γὰρ ἐν τοῖς ὕπνοις ἐνεργεῖν μάλιστα τὸ μόριον τοῦτο καὶ ἡ δύναμις αὕτη, ὁ δ' ἀγαθὸς καὶ κακὸς ἥκιστα διάδηλοι καθ' ὕπνον (ὅθεν φασὶν οὐδὲν διαφέρειν τὸ ἥμισυ τοῦ βίου τοὺς εὐδαίμονας τῶν ἀθλίων· συμβαίνει δὲ τοῦτο εἰκότως· ἀργία γάρ ἐστιν ὁ ὕπνος τῆς ψυχῆς ᾗ λέγεται σπουδαία καὶ φαύλη) , πλὴν εἰ μὴ κατὰ μικρὸν καὶ διικνοῦνταί τινες τῶν κινήσεων, καὶ ταύτῃ βελτίω γίνεται τὰ φαντάσματα τῶν ἐπιεικῶν ἢ τῶν τυχόντων.
342Aristoteles, Ethica Nicomachea, 2, 2; 9 (auctor 384BC-322BC)
ἀλλ' οὐ μόνον αἱ γενέσεις καὶ αὐξήσεις καὶ αἱ φθοραὶ ἐκ τῶν αὐτῶν καὶ ὑπὸ τῶν αὐτῶν γίνονται, ἀλλὰ καὶ αἱ ἐνέργειαι ἐν τοῖς αὐτοῖς ἔσονται· καὶ γὰρ ἐπὶ τῶν ἄλλων τῶν φανερωτέρων οὕτως ἔχει, οἷον ἐπὶ τῆς ἰσχύος· γίνεται γὰρ ἐκ τοῦ πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς πόνους ὑπομένειν, καὶ μάλιστα ἂν δύναιτ' αὐτὰ ποιεῖν ὁ ἰσχυρός.
343Aristoteles, Ethica Nicomachea, 2, 2; 10 (auctor 384BC-322BC)
οὕτω δ' ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἔκ τε γὰρ τοῦ ἀπέχεσθαι τῶν ἡδονῶν γινόμεθα σώφρονες, καὶ γενόμενοι μάλιστα δυνάμεθα ἀπέχεσθαι αὐτῶν· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀνδρείας· ἐθιζόμενοι γὰρ καταφρονεῖν τῶν φοβερῶν καὶ ὑπομένειν αὐτὰ γινόμεθα ἀνδρεῖοι, καὶ γενόμενοι μάλιστα δυνησόμεθα ὑπομένειν τὰ φοβερά.
344Aristoteles, Ethica Nicomachea, 2, 2; 20 (auctor 384BC-322BC)
τριῶν γὰρ ὄντων τῶν εἰς τὰς αἱρέσεις καὶ τριῶν τῶν εἰς τὰς φυγάς, καλοῦ συμφέροντος ἡδέος, καὶ [τριῶν] τῶν ἐναντίων, αἰσχροῦ βλαβεροῦ λυπηροῦ, περὶ ταῦτα μὲν πάντα ὁ ἀγαθὸς κατορθωτικός ἐστιν ὁ δὲ κακὸς ἁμαρτητικός, μάλιστα δὲ περὶ τὴν ἡδονήν· κοινή τε γὰρ αὕτη τοῖς ζῴοις, καὶ πᾶσι τοῖς ὑπὸ τὴν αἵρεσιν παρακολουθεῖ· καὶ γὰρ τὸ καλὸν καὶ τὸ συμφέρον ἡδὺ φαίνεται.
345Aristoteles, Ethica Nicomachea, 2, 9; 5 (auctor 384BC-322BC)
τῶν γὰρ ἄκρων τὸ μέν ἐστιν ἁμαρτωλότερον τὸ δ' ἧττον· ἐπεὶ οὖν τοῦ μέσου τυχεῖν ἄκρως χαλεπόν, κατὰ τὸν δεύτερον, φασί, πλοῦν τὰ ἐλάχιστα ληπτέον τῶν κακῶν· τοῦτο δ' ἔσται μάλιστα τοῦτον τὸν τρόπον ὃν λέγομεν.
346Aristoteles, Ethica Nicomachea, 2, 9; 8 (auctor 384BC-322BC)
ἐν παντὶ δὲ μάλιστα φυλακτέον τὸ ἡδὺ καὶ τὴν ἡδονήν· οὐ γὰρ ἀδέκαστοι κρίνομεν αὐτήν.
347Aristoteles, Ethica Nicomachea, 2, 9; 10 (auctor 384BC-322BC)
ταῦτ' οὖν ποιοῦντες, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, μάλιστα δυνησόμεθα τοῦ μέσου τυγχάνειν.
348Aristoteles, Ethica Nicomachea, 3, 2; 8 (auctor 384BC-322BC)
περὶ πάντα δὴ ταῦτα τῆς ἀγνοίας οὔσης, ἐν οἷς ἡ πρᾶξις, ὁ τούτων τι ἀγνοήσας ἄκων δοκεῖ πεπραχέναι, καὶ μάλιστα ἐν τοῖς κυριωτάτοις· κυριώτατα δ' εἶναι δοκεῖ ἐν οἷς ἡ πρᾶξις καὶ οὗ ἕνεκα.
349Aristoteles, Ethica Nicomachea, 3, 4; 17 (auctor 384BC-322BC)
καὶ προαιρούμεθα μὲν ἃ μάλιστα ἴσμεν ἀγαθὰ ὄντα, δοξάζομεν δὲ ἃ οὐ πάνυ ἴσμεν· δοκοῦσι δὲ οὐχ οἱ αὐτοὶ προαιρεῖσθαί τε ἄριστα καὶ δοξάζειν, ἀλλ' ἔνιοι δοξάζειν μὲν ἄμεινον, διὰ κακίαν δ' αἱρεῖσθαι οὐχ ἃ δεῖ.
350Aristoteles, Ethica Nicomachea, 3, 9; 15 (auctor 384BC-322BC)
κυρίως δὴ λέγοιτ' ἂν ἀνδρεῖος ὁ περὶ τὸν καλὸν θάνατον ἀδεής, καὶ ὅσα θάνατον ἐπιφέρει ὑπόγυια ὄντα· τοιαῦτα δὲ μάλιστα τὰ κατὰ πόλεμον.
351Aristoteles, Ethica Nicomachea, 3, 11; 3 (auctor 384BC-322BC)
ἔστι μὲν οὖν ἡ ἀνδρεία τοιοῦτόν τι, λέγονται δὲ καὶ ἕτεραι κατὰ πέντε τρόπους· πρῶτον μὲν ἡ πολιτική· μάλιστα γὰρ ἔοικεν.
352Aristoteles, Ethica Nicomachea, 3, 11; 6 (auctor 384BC-322BC)
» ὡμοίωται δ' αὕτη μάλιστα τῇ πρότερον εἰρημένῃ, ὅτι δι' ἀρετὴν γίνεται· δι' αἰδῶ γὰρ καὶ διὰ καλοῦ ὄρεξιν (τιμῆς γάρ) καὶ φυγὴν ὀνείδους, αἰσχροῦ ὄντος.
353Aristoteles, Ethica Nicomachea, 3, 11; 11 (auctor 384BC-322BC)
τοιοῦτοι δὲ ἄλλοι μὲν ἐν ἄλλοις, ἐν τοῖς πολεμικοῖς δ' οἱ στρατιῶται· δοκεῖ γὰρ εἶναι πολλὰ κενὰ τοῦ πολέμου, ἃ μάλιστα συνεωράκασιν οὗτοι· φαίνονται δὴ ἀνδρεῖοι, ὅτι οὐκ ἴσασιν οἱ ἄλλοι οἷά ἐστιν.
354Aristoteles, Ethica Nicomachea, 3, 11; 12 (auctor 384BC-322BC)
εἶτα ποιῆσαι καὶ μὴ παθεῖν μάλιστα δύνανται ἐκ τῆς ἐμπειρίας, δυνάμενοι χρῆσθαι τοῖς ὅπλοις καὶ τοιαῦτα ἔχοντες ὁποῖα ἂν εἴη καὶ πρὸς τὸ ποιῆσαι καὶ πρὸς τὸ μὴ παθεῖν κράτιστα· ὥσπερ οὖν ἀνόπλοις ὡπλισμένοι μάχονται καὶ ἀθληταὶ ἰδιώταις· καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐχ οἱ ἀνδρειότατοι μαχιμώτατοί εἰσιν, ἀλλ' οἱ μάλιστα ἰσχύοντες καὶ τὰ σώματα ἄριστα ἔχοντες.
355Aristoteles, Ethica Nicomachea, 3, 12; 6 (auctor 384BC-322BC)
καὶ ὅσῳ ἂν μᾶλλον τὴν ἀρετὴν ἔχῃ πᾶσαν καὶ εὐδαιμονέστερος ᾖ, μᾶλλον ἐπὶ τῷ θανάτῳ λυπήσεται· τῷ τοιούτῳ γὰρ μάλιστα ζῆν ἄξιον, καὶ οὗτος μεγίστων ἀγαθῶν ἀποστερεῖται εἰδώς, λυπηρὸν δὲ τοῦτο.
356Aristoteles, Ethica Nicomachea, 3, 13; 16 (auctor 384BC-322BC)
τὸ δὴ τοιούτοις χαίρειν καὶ μάλιστα ἀγαπᾶν θηριῶδες.
357Aristoteles, Ethica Nicomachea, 3, 14; 1 (auctor 384BC-322BC)
ὁ μὲν οὖν ἀκόλαστος ἐπιθυμεῖ τῶν ἡδέων πάντων ἢ τῶν μάλιστα, καὶ ἄγεται ὑπὸ τῆς ἐπιθυμίας ὥστε ἀντὶ τῶν ἄλλων ταῦθ' αἱρεῖσθαι· διὸ καὶ λυπεῖται καὶ ἀποτυγχάνων καὶ ἐπιθυμῶν· μετὰ λύπης γὰρ ἡ ἐπιθυμία· ἀτόπῳ δ' ἔοικε τὸ δι' ἡδονὴν λυπεῖσθαι.
358Aristoteles, Ethica Nicomachea, 3, 14; 3 (auctor 384BC-322BC)
ὁ δὲ σώφρων μέσως μὲν περὶ ταῦτ' ἔχει· οὔτε γὰρ ἥδεται οἷς μάλιστα ὁ ἀκόλαστος, ἀλλὰ μᾶλλον δυσχεραίνει, οὐδ' ὅλως οἷς μὴ δεῖ οὐδὲ σφόδρα τοιούτῳ οὐδενί, οὔτ' ἀπόντων λυπεῖται οὐδ' ἐπιθυμεῖ, ἢ μετρίως, οὐδὲ μᾶλλον ἢ δεῖ, οὐδ' ὅτε μὴ δεῖ, οὐδ' ὅλως τῶν τοιούτων οὐδέν· ὅσα δὲ πρὸς ὑγίειάν ἐστιν ἢ πρὸς εὐεξίαν ἡδέα ὄντα, τούτων ὀρέξεται μετρίως καὶ ὡς δεῖ, καὶ τῶν ἄλλων ἡδέων μὴ ἐμποδίων τούτοις ὄντων ἢ παρὰ τὸ καλὸν ἢ ὑπὲρ τὴν οὐσίαν.
359Aristoteles, Ethica Nicomachea, 3, 15; 9 (auctor 384BC-322BC)
οὐ κακῶς δ' ἔοικε μετενηνέχθαι· κεκολάσθαι γὰρ δεῖ τὸ τῶν αἰσχρῶν ὀρεγόμενον καὶ πολλὴν αὔξησιν ἔχον, τοιοῦτον δὲ μάλιστα ἡ ἐπιθυμία καὶ ὁ παῖς· κατ' ἐπιθυμίαν γὰρ ζῶσι καὶ τὰ παιδία, καὶ μάλιστα ἐν τούτοις ἡ τοῦ ἡδέος ὄρεξις.
360Aristoteles, Ethica Nicomachea, 4, 1; 15 (auctor 384BC-322BC)
φιλοῦνται δὲ σχεδὸν μάλιστα οἱ ἐλευθέριοι τῶν ἀπ' ἀρετῆς· ὠφέλιμοι γὰρ, τοῦτο δ' ἐν τῇ δόσει.
361Aristoteles, Ethica Nicomachea, 4, 2; 14 (auctor 384BC-322BC)
διὸ καὶ ἐγκαλεῖται τῇ τύχῃ ὅτι οἱ μάλιστα ἄξιοι ὄντες ἥκιστα πλουτοῦσιν.
362Aristoteles, Ethica Nicomachea, 4, 5; 5 (auctor 384BC-322BC)
μάλιστα μὲν οὖν τοιοῦτος ὁ μεγαλοπρεπής, καὶ ἐν τοῖς τοιούτοις δαπανήμασιν ἡ μεγαλοπρέπεια, ὥσπερ εἴρηται· μέγιστα γὰρ καὶ ἐντιμότατα· τῶν δὲ ἰδίων ὅσα εἰσάπαξ γίνεται, οἷον γάμος καὶ εἴ τι τοιοῦτον, καὶ εἰ περί τι ἡ πᾶσα πόλις σπουδάζει ἢ οἱ ἐν ἀξιώματι, καὶ περὶ ξένων δὲ ὑποδοχὰς καὶ ἀποστολάς, καὶ δωρεὰς καὶ ἀντιδωρεάς· οὐ γὰρ εἰς ἑαυτὸν δαπανηρὸς ὁ μεγαλοπρεπὴς ἀλλ' εἰς τὰ κοινά, τὰ δὲ δῶρα τοῖς ἀναθήμασιν ἔχει τι ὅμοιον.
363Aristoteles, Ethica Nicomachea, 4, 7; 8 (auctor 384BC-322BC)
εἰ δὴ μεγάλων ἑαυτὸν ἀξιοῖ ἄξιος ὤν, καὶ μάλιστα τῶν μεγίστων, περὶ ἓν μάλιστ' ἂν εἴη.
364Aristoteles, Ethica Nicomachea, 4, 7; 10 (auctor 384BC-322BC)
καὶ ἄνευ δὲ λόγου φαίνονται οἱ μεγαλόψυχοι περὶ τιμὴν εἶναι· τιμῆς γὰρ μάλιστα [οἱ μεγάλοι] ἀξιοῦσιν ἑαυτούς, κατ' ἀξίαν δέ.
365Aristoteles, Ethica Nicomachea, 4, 7; 20 (auctor 384BC-322BC)
μάλιστα μὲν οὖν περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστι· καὶ ἐπὶ μὲν ταῖς μεγάλαις καὶ ὑπὸ τῶν σπουδαίων μετρίως ἡσθήσεται, ὡς τῶν οἰκείων τυγχάνων ἢ καὶ ἐλαττόνων· ἀρετῆς γὰρ παντελοῦς οὐκ ἂν γένοιτο ἀξία τιμή, οὐ μὴν ἀλλ' ἀποδέξεταί γε τῷ μὴ ἔχειν αὐτοὺς μείζω αὐτῷ ἀπονέμειν· τῆς δὲ παρὰ τῶν τυχόντων καὶ ἐπὶ μικροῖς πάμπαν ὀλιγωρήσει· οὐ γὰρ τούτων ἄξιος· ὁμοίως δὲ καὶ ἀτιμίας· οὐ γὰρ ἔσται δικαίως περὶ αὐτόν.
366Aristoteles, Ethica Nicomachea, 4, 7; 21 (auctor 384BC-322BC)
μάλιστα μὲν οὖν ἐστίν, ὥσπερ εἴρηται, ὁ μεγαλόψυχος περὶ τιμάς, οὐ μὴν ἀλλὰ καὶ περὶ πλοῦτον καὶ δυναστείαν καὶ πᾶσαν εὐτυχίαν καὶ ἀτυχίαν μετρίως ἕξει, ὅπως ἂν γίνηται, καὶ οὔτ' εὐτυχῶν περιχαρὴς ἔσται οὔτ' ἀτυχῶν περίλυπος.
367Aristoteles, Ethica Nicomachea, 4, 11; 16 (auctor 384BC-322BC)
εἰσὶ δ' οἱ τοιοῦτοι ἑαυτοῖς ὀχληρότατοι καὶ τοῖς μάλιστα φίλοις.
368Aristoteles, Ethica Nicomachea, 4, 12; 2 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν αἱ εἰρημέναι ἕξεις ψεκταί εἰσιν, οὐκ ἄδηλον, καὶ ὅτι ἡ μέση τούτων ἐπαινετή, καθ' ἣν ἀποδέξεται ἃ δεῖ καὶ ὡς δεῖ, ὁμοίως δὲ καὶ δυσχερανεῖ· ὄνομα δ' οὐκ ἀποδέδοται αὐτῇ τι, ἔοικε δὲ μάλιστα φιλίᾳ.
369Aristoteles, Ethica Nicomachea, 4, 13; 17 (auctor 384BC-322BC)
οἱ δ' εἴρωνες ἐπὶ τὸ ἔλαττον λέγοντες χαριέστεροι μὲν τὰ ἤθη φαίνονται· οὐ γὰρ κέρδους ἕνεκα δοκοῦσι λέγειν, ἀλλὰ φεύγοντες τὸ ὀγκηρόν· μάλιστα δὲ καὶ οὗτοι τὰ ἔνδοξα ἀπαρνοῦνται, οἷον καὶ Σωκράτης ἐποίει.
370Aristoteles, Ethica Nicomachea, 5, 3; 4 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο πολλάκις κρατίστη τῶν ἀρετῶν εἶναι δοκεῖ ἡ δικαιοσύνη, καὶ οὔθ' ἕσπερος οὔθ' ἑῷος οὕτω θαυμαστός· καὶ παροιμιαζόμενοί φαμεν ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ' ἀρετὴ ἔνι καὶ τελεία μάλιστα ἀρετή, ὅτι τῆς τελείας ἀρετῆς χρῆσίς ἐστιν.
371Aristoteles, Ethica Nicomachea, 6, 2; 18 (auctor 384BC-322BC)
καθ' ἃς οὖν μάλιστα ἕξεις ἀληθεύσει ἑκάτερον, αὗται ἀρεταὶ ἀμφοῖν.
372Aristoteles, Ethica Nicomachea, 6, 7; 12 (auctor 384BC-322BC)
ἡ δὲ φρόνησις περὶ τὰ ἀνθρώπινα καὶ περὶ ὧν ἔστι βουλεύσασθαι· τοῦ γὰρ φρονίμου μάλιστα τοῦτ' ἔργον εἶναί φαμεν, τὸ εὖ βουλεύεσθαι, βουλεύεται δ' οὐδεὶς περὶ τῶν ἀδυνάτων ἄλλως ἔχειν, οὐδ' ὅσων μὴ τέλος τι ἔστι, καὶ τοῦτο πρακτὸν ἀγαθόν.
373Aristoteles, Ethica Nicomachea, 6, 11; 8 (auctor 384BC-322BC)
σημεῖον δέ· τὸν γὰρ ἐπιεικῆ μάλιστά φαμεν εἶναι συγγνωμονικόν, καὶ ἐπιεικὲς τὸ ἔχειν περὶ ἔνια συγγνώμην.
374Aristoteles, Ethica Nicomachea, 7, 1; 4 (auctor 384BC-322BC)
ἐπεὶ δὲ σπάνιον καὶ τὸ θεῖον ἄνδρα εἶναι, καθάπερ οἱ Λάκωνες εἰώθασι προσαγορεύειν, οἳ ὅταν ἀγασθῶσι σφόδρα του, σεῖος ἀνήρ φασιν, οὕτω καὶ ὁ θηριώδης ἐν τοῖς ἀνθρώποις σπάνιος· μάλιστα δ' ἐν τοῖς βαρβάροις ἐστίν, γίνεται δ' ἔνια καὶ διὰ νόσους καὶ πηρώσεις· καὶ τοὺς διὰ κακίαν δὲ τῶν ἀνθρώπων ὑπερβάλλοντας οὕτως ἐπιδυσφημοῦμεν.
375Aristoteles, Ethica Nicomachea, 7, 1; 6 (auctor 384BC-322BC)
δεῖ δ', ὥσπερ ἐπὶ τῶν ἄλλων, τιθέντας τὰ φαινόμενα καὶ πρῶτον διαπορήσαντας οὕτω δεικνύναι μάλιστα μὲν πάντα τὰ ἔνδοξα περὶ ταῦτα τὰ πάθη, εἰ δὲ μή, τὰ πλεῖστα καὶ κυριώτατα· ἐὰν γὰρ λύηταί τε τὰ δυσχερῆ καὶ καταλείπηται τὰ ἔνδοξα, δεδειγμένον ἂν εἴη ἱκανῶς.
376Aristoteles, Ethica Nicomachea, 7, 7; 12 (auctor 384BC-322BC)
εἰ οὖν οἷς ὀργίζεσθαι μάλιστα δίκαιον, ταῦτα ἀδικώτερα, καὶ ἡ ἀκρασία ἡ δι' ἐπιθυμίαν· οὐ γάρ ἐστιν ἐν θυμῷ ὕβρις.
377Aristoteles, Ethica Nicomachea, 7, 8; 17 (auctor 384BC-322BC)
μάλιστα δ' οἱ ὀξεῖς καὶ μελαγχολικοὶ τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· οἳ μὲν γὰρ διὰ τὴν ταχυτῆτα οἳ δὲ διὰ τὴν σφοδρότητα οὐκ ἀναμένουσι τὸν λόγον, διὰ τὸ ἀκολουθητικοὶ εἶναι τῇ φαντασίᾳ.
378Aristoteles, Ethica Nicomachea, 8, 3; 10 (auctor 384BC-322BC)
μάλιστα δ' ἐν τοῖς πρεσβύταις ἡ τοιαύτη δοκεῖ φιλία γίνεσθαι (οὐ γὰρ τὸ ἡδὺ οἱ τηλικοῦτοι διώκουσιν ἀλλὰ τὸ ὠφέλιμον) , καὶ τῶν ἐν ἀκμῇ καὶ νέων ὅσοι τὸ συμφέρον διώκουσιν.
379Aristoteles, Ethica Nicomachea, 8, 3; 13 (auctor 384BC-322BC)
ἡ δὲ τῶν νέων φιλία δι' ἡδονὴν εἶναι δοκεῖ· κατὰ πάθος γὰρ οὗτοι ζῶσι, καὶ μάλιστα διώκουσι τὸ ἡδὺ αὑτοῖς καὶ τὸ παρόν· τῆς ἡλικίας δὲ μεταπιπτούσης καὶ τὰ ἡδέα γίνεται ἕτερα.
380Aristoteles, Ethica Nicomachea, 8, 4; 2 (auctor 384BC-322BC)
οἱ δὲ βουλόμενοι τἀγαθὰ τοῖς φίλοις ἐκείνων ἕνεκα μάλιστα φίλοι· δι' αὑτοὺς γὰρ οὕτως ἔχουσι, καὶ οὐ κατὰ συμβεβηκός· διαμένει οὖν ἡ τούτων φιλία ἕως ἂν ἀγαθοὶ ὦσιν, ἡ δ' ἀρετὴ μόνιμον.
381Aristoteles, Ethica Nicomachea, 8, 4; 6 (auctor 384BC-322BC)
πᾶσα γὰρ φιλία δι' ἀγαθόν ἐστιν ἢ δι' ἡδονήν, ἢ ἁπλῶς ἢ τῷ φιλοῦντι, καὶ καθ' ὁμοιότητά τινα· ταύτῃ δὲ πάνθ' ὑπάρχει τὰ εἰρημένα καθ' αὑτούς· † ταύτῃ γὰρ ὅμοια † καὶ τὰ λοιπά, τό τε ἁπλῶς ἀγαθὸν καὶ ἡδὺ ἁπλῶς ἐστίν, μάλιστα δὲ ταῦτα φιλητά· καὶ τὸ φιλεῖν δὴ καὶ ἡ φιλία ἐν τούτοις μάλιστα καὶ ἀρίστη.
382Aristoteles, Ethica Nicomachea, 8, 5; 4 (auctor 384BC-322BC)
μάλιστα δὲ καὶ ἐν τούτοις αἱ φιλίαι μένουσιν, ὅταν τὸ αὐτὸ γίνηται παρ' ἀλλήλων, οἷον ἡδονή, καὶ μὴ μόνον οὕτως ἀλλὰ καὶ ἀπὸ τοῦ αὐτοῦ, οἷον τοῖς εὐτραπέλοις, καὶ μὴ ὡς ἐραστῇ καὶ ἐρωμένῳ.
383Aristoteles, Ethica Nicomachea, 8, 6; 5 (auctor 384BC-322BC)
οὐ φαίνονται δ' οὔθ' οἱ πρεσβῦται οὔθ' οἱ στρυφνοὶ φιλικοὶ εἶναι· βραχὺ γὰρ ἐν αὐτοῖς τὸ τῆς ἡδονῆς, οὐδεὶς δὲ δύναται συνημερεύειν τῷ λυπηρῷ οὐδὲ τῷ μὴ ἡδεῖ· μάλιστα γὰρ ἡ φύσις φαίνεται τὸ λυπηρὸν φεύγειν, ἐφίεσθαι δὲ τοῦ ἡδέος.
384Aristoteles, Ethica Nicomachea, 8, 7; 1 (auctor 384BC-322BC)
μάλιστα μὲν οὖν ἐστὶ φιλία ἡ τῶν ἀγαθῶν, καθάπερ πολλάκις εἴρηται· δοκεῖ γὰρ φιλητὸν μὲν καὶ αἱρετὸν τὸ ἁπλῶς ἀγαθὸν ἢ ἡδύ, ἑκάστῳ δὲ τὸ αὑτῷ τοιοῦτον· ὁ δ' ἀγαθὸς τῷ ἀγαθῷ δι' ἄμφω ταῦτα.
385Aristoteles, Ethica Nicomachea, 8, 7; 4 (auctor 384BC-322BC)
ἑκάτερος οὖν φιλεῖ τε τὸ αὑτῷ ἀγαθόν, καὶ τὸ ἴσον ἀνταποδίδωσι τῇ βουλήσει καὶ τῷ ἡδεῖ· λέγεται γὰρ φιλότης ἰσότης, μάλιστα δὲ τῇ τῶν ἀγαθῶν ταῦθ' ὑπάρχει.
386Aristoteles, Ethica Nicomachea, 8, 10; 3 (auctor 384BC-322BC)
ἡ δ' ἰσότης καὶ ὁμοιότης φιλότης, καὶ μάλιστα μὲν ἡ τῶν κατ' ἀρετὴν ὁμοιότης· μόνιμοι γὰρ ὄντες καθ' αὑτοὺς καὶ πρὸς ἀλλήλους μένουσι, καὶ οὔτε δέονται φαύλων οὔθ' ὑπηρετοῦσι τοιαῦτα, ἀλλ' ὡς εἰπεῖν καὶ διακωλύουσιν· τῶν ἀγαθῶν γὰρ μήτ' αὐτοὺς ἁμαρτάνειν μήτε τοῖς φίλοις ἐπιτρέπειν.
387Aristoteles, Ethica Nicomachea, 8, 10; 6 (auctor 384BC-322BC)
ἐξ ἐναντίων δὲ μάλιστα μὲν δοκεῖ ἡ διὰ τὸ χρήσιμον γίνεσθαι φιλία, οἷον πένης πλουσίῳ, ἀμαθὴς εἰδότι· οὗ γὰρ τυγχάνει τις ἐνδεὴς ὤν, τούτου ἐφιέμενος ἀντιδωρεῖται ἄλλο.
388Aristoteles, Ethica Nicomachea, 8, 11; 13 (auctor 384BC-322BC)
αἱ γὰρ ἀρχαῖαι θυσίαι καὶ σύνοδοι φαίνονται γίνεσθαι μετὰ τὰς τῶν καρπῶν συγκομιδὰς οἷον ἀπαρχαί· μάλιστα γὰρ ἐν τούτοις ἐσχόλαζον τοῖς καιροῖς.
389Aristoteles, Ethica Nicomachea, 8, 12; 22 (auctor 384BC-322BC)
δημοκρατία δὲ μάλιστα μὲν ἐν ταῖς ἀδεσπότοις τῶν οἰκήσεων (ἐνταῦθα γὰρ πάντες ἐξ ἴσου) , καὶ ἐν αἷς ἀσθενὴς ὁ ἄρχων καὶ ἑκάστῳ ἐξουσία.
390Aristoteles, Ethica Nicomachea, 8, 13; 2 (auctor 384BC-322BC)
ἄνευ γὰρ φίλων οὐδεὶς ἕλοιτ' ἂν ζῆν, ἔχων τὰ λοιπὰ ἀγαθὰ πάντα· καὶ γὰρ πλουτοῦσι καὶ ἀρχὰς καὶ δυναστείας κεκτημένοις δοκεῖ φίλων μάλιστ' εἶναι χρεία· τί γὰρ ὄφελος τῆς τοιαύτης εὐετηρίας ἀφαιρεθείσης εὐεργεσίας, ἣ γίγνεται μάλιστα καὶ ἐπαινετωτάτη πρὸς φίλους· ἢ πῶς ἂν τηρηθείη καὶ σῴζοιτ' ἄνευ φίλων· ὅσῳ γὰρ πλείων, τοσούτῳ ἐπισφαλεστέρα.
391Aristoteles, Ethica Nicomachea, 8, 13; 5 (auctor 384BC-322BC)
φύσει τ' ἐνυπάρχειν ἔοικε πρὸς τὸ γεγεννημένον τῷ γεννήσαντι καὶ πρὸς τὸ γεννῆσαν τῷ γεννηθέντι, οὐ μόνον ἐν ἀνθρώποις ἀλλὰ καὶ ἐν ὄρνισι καὶ τοῖς πλείστοις τῶν ζῴων, καὶ τοῖς ὁμοεθνέσι πρὸς ἄλληλα, καὶ μάλιστα τοῖς ἀνθρώποις, ὅθεν τοὺς φιλανθρώπους ἐπαινοῦμεν.
392Aristoteles, Ethica Nicomachea, 8, 13; 7 (auctor 384BC-322BC)
ἔοικε δὲ καὶ τὰς πόλεις συνέχειν ἡ φιλία, καὶ οἱ νομοθέται μᾶλλον περὶ αὐτὴν σπουδάζειν ἢ τὴν δικαιοσύνην· ἡ γὰρ ὁμόνοια ὅμοιόν τι τῇ φιλίᾳ ἔοικεν εἶναι, ταύτης δὲ μάλιστ' ἐφίενται καὶ τὴν στάσιν ἔχθραν οὖσαν μάλιστα ἐξελαύνουσιν· καὶ φίλων μὲν ὄντων οὐδὲν δεῖ δικαιοσύνης, δίκαιοι δ' ὄντες προσδέονται φιλίας, καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ.
393Aristoteles, Ethica Nicomachea, 8, 15; 2 (auctor 384BC-322BC)
γίνεται δὲ τὰ ἐγκλήματα καὶ αἱ μέμψεις ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἢ μόνῃ ἢ μάλιστα, εὐλόγως.
394Aristoteles, Ethica Nicomachea, 9, 3; 9 (auctor 384BC-322BC)
εἰ δ' ὃ μὲν διαμένοι ὃ δ' ἐπιεικέστερος γίνοιτο καὶ πολὺ διαλλάττοι τῇ ἀρετῇ, ἆρα χρηστέον φίλῳ· ἢ οὐκ ἐνδέχεται· ἐν μεγάλῃ δὲ διαστάσει μάλιστα δῆλον γίνεται, οἷον ἐν ταῖς παιδικαῖς φιλίαις· εἰ γὰρ ὃ μὲν διαμένοι τὴν διάνοιαν παῖς ὃ δ' ἀνὴρ εἴη οἷος κράτιστος, πῶς ἂν εἶεν φίλοι μήτ' ἀρεσκόμενοι τοῖς αὐτοῖς μήτε χαίροντες καὶ λυπούμενοι· οὐδὲ γὰρ περὶ ἀλλήλους ταῦθ' ὑπάρξει αὐτοῖς, ἄνευ δὲ τούτων οὐκ ἦν φίλους εἶναι· συμβιοῦν γὰρ οὐχ οἷόν τε.
395Aristoteles, Ethica Nicomachea, 9, 4; 3 (auctor 384BC-322BC)
οἳ δὲ τὸν συνδιάγοντα καὶ ταὐτὰ αἱρούμενον, ἢ τὸν συναλγοῦντα καὶ συγχαίροντα τῷ φίλῳ· μάλιστα δὲ καὶ τοῦτο περὶ τὰς μητέρας συμβαίνει.
396Aristoteles, Ethica Nicomachea, 9, 4; 5 (auctor 384BC-322BC)
πρὸς ἑαυτὸν δὲ τούτων ἕκαστον τῷ ἐπιεικεῖ ὑπάρχει (τοῖς δὲ λοιποῖς, ᾗ τοιοῦτοι ὑπολαμβάνουσιν εἶναι· ἔοικε δέ, καθάπερ εἴρηται, μέτρον ἑκάστων ἡ ἀρετὴ καὶ ὁ σπουδαῖος εἶναι) · οὗτος γὰρ ὁμογνωμονεῖ ἑαυτῷ, καὶ τῶν αὐτῶν ὀρέγεται κατὰ πᾶσαν τὴν ψυχήν· καὶ βούλεται δὴ ἑαυτῷ τἀγαθὰ καὶ τὰ φαινόμενα καὶ πράττει (τοῦ γὰρ ἀγαθοῦ τἀγαθὸν διαπονεῖν) καὶ ἑαυτοῦ ἕνεκα (τοῦ γὰρ διανοητικοῦ χάριν, ὅπερ ἕκαστος εἶναι δοκεῖ) · καὶ ζῆν δὲ βούλεται ἑαυτὸν καὶ σῴζεσθαι, καὶ μάλιστα τοῦτο ᾧ φρονεῖ.
397Aristoteles, Ethica Nicomachea, 9, 4; 6 (auctor 384BC-322BC)
ἀγαθὸν γὰρ τῷ σπουδαίῳ τὸ εἶναι, ἕκαστος δ' ἑαυτῷ βούλεται τἀγαθά, γενόμενος δ' ἄλλος αἱρεῖται οὐδεὶς πάντ' ἔχειν [ἐκεῖνο τὸ γενόμενον] (ἔχει γὰρ καὶ νῦν ὁ θεὸς τἀγαθόν) ἀλλ' ὢν ὅ τι ποτ' ἐστίν· δόξειε δ' ἂν τὸ νοοῦν ἕκαστος εἶναι ἢ μάλιστα.
398Aristoteles, Ethica Nicomachea, 9, 7; 5 (auctor 384BC-322BC)
ὅπερ καὶ ἐπὶ τῶν τεχνιτῶν συμβέβηκεν· πᾶς γὰρ τὸ οἰκεῖον ἔργον ἀγαπᾷ μᾶλλον ἢ ἀγαπηθείη ἂν ὑπὸ τοῦ ἔργου ἐμψύχου γενομένου· μάλιστα δ' ἴσως τοῦτο περὶ τοὺς ποιητὰς συμβαίνει· ὑπεραγαπῶσι γὰρ οὗτοι τὰ οἰκεῖα ποιήματα, στέργοντες ὥσπερ τέκνα.
399Aristoteles, Ethica Nicomachea, 9, 8; 1 (auctor 384BC-322BC)
ἀπορεῖται δὲ καὶ πότερον δεῖ φιλεῖν ἑαυτὸν μάλιστα ἢ ἄλλον τινά.
400Aristoteles, Ethica Nicomachea, 9, 8; 4 (auctor 384BC-322BC)
φασὶ γὰρ δεῖν φιλεῖν μάλιστα τὸν μάλιστα φίλον, φίλος δὲ μάλιστα ὁ βουλόμενος ᾧ βούλεται τἀγαθὰ ἐκείνου ἕνεκα, καὶ εἰ μηδεὶς εἴσεται· ταῦτα δ' ὑπάρχει μάλιστ' αὐτῷ πρὸς αὑτόν, καὶ τὰ λοιπὰ δὴ πάνθ' οἷς ὁ φίλος ὁρίζεται· εἴρηται γὰρ ὅτι ἀπ' αὐτοῦ πάντα τὰ φιλικὰ καὶ πρὸς τοὺς ἄλλους διήκει.
401Aristoteles, Ethica Nicomachea, 9, 8; 5 (auctor 384BC-322BC)
καὶ αἱ παροιμίαι δὲ πᾶσαι ὁμογνωμονοῦσιν, οἷον τὸ « μία ψυχή » καὶ « κοινὰ τὰ φίλων » καὶ « ἰσότης φιλότης » καὶ « γόνυ κνήμης ἔγγιον· » πάντα γὰρ ταῦτα πρὸς αὑτὸν μάλιστ' ἂν ὑπάρχοι· μάλιστα γὰρ φίλος αὑτῷ· καὶ φιλητέον δὴ μάλισθ' ἑαυτόν.
402Aristoteles, Ethica Nicomachea, 9, 8; 11 (auctor 384BC-322BC)
ὅτι δὲ τοὺς τὰ τοιαῦθ' αὑτοῖς ἀπονέμοντας εἰώθασι λέγειν οἱ πολλοὶ φιλαύτους, οὐκ ἄδηλον· εἰ γάρ τις ἀεὶ σπουδάζοι τὰ δίκαια πράττειν αὐτὸς μάλιστα πάντων ἢ τὰ σώφρονα ἢ ὁποιαοῦν ἄλλα τῶν κατὰ τὰς ἀρετάς, καὶ ὅλως ἀεὶ τὸ καλὸν ἑαυτῷ περιποιοῖτο, οὐδεὶς ἐρεῖ τοῦτον φίλαυτον οὐδὲ ψέξει.
403Aristoteles, Ethica Nicomachea, 9, 8; 12 (auctor 384BC-322BC)
δόξειε δ' ἂν ὁ τοιοῦτος μᾶλλον εἶναι φίλαυτος· ἀπονέμει γοῦν ἑαυτῷ τὰ κάλλιστα καὶ μάλιστ' ἀγαθά, καὶ χαρίζεται ἑαυτοῦ τῷ κυριωτάτῳ, καὶ πάντα τούτῳ πείθεται· ὥσπερ δὲ καὶ πόλις τὸ κυριώτατον μάλιστ' εἶναι δοκεῖ καὶ πᾶν ἄλλο σύστημα, οὕτω καὶ ἄνθρωπος· καὶ φίλαυτος δὴ μάλιστα ὁ τοῦτο ἀγαπῶν καὶ τούτῳ χαριζόμενος.
404Aristoteles, Ethica Nicomachea, 9, 8; 13 (auctor 384BC-322BC)
καὶ ἐγκρατὴς δὲ καὶ ἀκρατὴς λέγεται τῷ κρατεῖν τὸν νοῦν ἢ μή, ὡς τούτου ἑκάστου ὄντος· καὶ πεπραγέναι δοκοῦσιν αὐτοὶ καὶ ἑκουσίως τὰ μετὰ λόγου μάλιστα.
405Aristoteles, Ethica Nicomachea, 9, 8; 14 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν τοῦθ' ἕκαστός ἐστιν ἢ μάλιστα, οὐκ ἄδηλον, καὶ ὅτι ὁ ἐπιεικὴς μάλιστα τοῦτ' ἀγαπᾷ.
406Aristoteles, Ethica Nicomachea, 9, 9; 21 (auctor 384BC-322BC)
εἰ δ' αὐτὸ τὸ ζῆν ἀγαθὸν καὶ ἡδύ (ἔοικε δὲ καὶ ἐκ τοῦ πάντας ὀρέγεσθαι αὐτοῦ, καὶ μάλιστα τοὺς ἐπιεικεῖς καὶ μακαρίους· τούτοις γὰρ ὁ βίος αἱρετώτατος, καὶ ἡ τούτων μακαριωτάτη ζωή) , ὁ δ' ὁρῶν ὅτι ὁρᾷ αἰσθάνεται καὶ ὁ ἀκούων ὅτι ἀκούει καὶ ὁ βαδίζων ὅτι βαδίζει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἔστι τι τὸ αἰσθανόμενον ὅτι ἐνεργοῦμεν, ὥστε ἂν αἰσθανώμεθ', ὅτι αἰσθανόμεθα, κἂν νοῶμεν, ὅτι νοοῦμεν, τὸ δ' ὅτι αἰσθανόμεθα ἢ νοοῦμεν, ὅτι ἐσμέν (τὸ γὰρ εἶναι ἦν αἰσθάνεσθαι ἢ νοεῖν) , τὸ δ' αἰσθάνεσθαι ὅτι ζῇ, τῶν ἡδέων καθ' αὑτό (φύσει γὰρ ἀγαθὸν ζωή, τὸ δ' ἀγαθὸν ὑπάρχον ἐν ἑαυτῷ αἰσθάνεσθαι ἡδύ) , αἱρετὸν δὲ τὸ ζῆν καὶ μάλιστα τοῖς ἀγαθοῖς, ὅτι τὸ εἶναι ἀγαθόν ἐστιν αὐτοῖς καὶ ἡδύ (συναισθανόμενοι γὰρ τοῦ καθ' αὑτὸ ἀγαθοῦ ἥδονται) , ὡς δὲ πρὸς ἑαυτὸν ἔχει ὁ σπουδαῖος, καὶ πρὸς τὸν φίλον (ἕτερος γὰρ αὐτὸς ὁ φίλος ἐστίν) · καθάπερ οὖν τὸ αὐτὸν εἶναι αἱρετόν ἐστιν ἑκάστῳ, οὕτω καὶ τὸ τὸν φίλον, ἢ παραπλησίως.
407Aristoteles, Ethica Nicomachea, 9, 11; 12 (auctor 384BC-322BC)
» μάλιστα δὲ παρακλητέον ὅταν μέλλωσιν ὀλίγα ὀχληθέντες μεγάλ' αὐτὸν ὠφελήσειν.
408Aristoteles, Ethica Nicomachea, 9, 11; 13 (auctor 384BC-322BC)
ἰέναι δ' ἀνάπαλιν ἴσως ἁρμόζει πρὸς μὲν τοὺς ἀτυχοῦντας ἄκλητον καὶ προθύμως (φίλου γὰρ εὖ ποιεῖν, καὶ μάλιστα τοὺς ἐν χρείᾳ καὶ [τὸ] μὴ ἀξιώσαντας· ἀμφοῖν γὰρ κάλλιον καὶ ἥδιον) , εἰς δὲ τὰς εὐτυχίας συνεργοῦντα μὲν προθύμως (καὶ γὰρ εἰς ταῦτα χρεία φίλων) , πρὸς εὐπάθειαν δὲ σχολαίως· οὐ γὰρ καλὸν τὸ προθυμεῖσθαι ὠφελεῖσθαι.
409Aristoteles, Ethica Nicomachea, 9, 12; 1 (auctor 384BC-322BC)
ἆρ' οὖν, ὥσπερ τοῖς ἐρῶσι τὸ ὁρᾶν ἀγαπητότατόν ἐστι καὶ μᾶλλον αἱροῦνται ταύτην τὴν αἴσθησιν ἢ τὰς λοιπὰς ὡς κατὰ ταύτην μάλιστα τοῦ ἔρωτος ὄντος καὶ γινομένου, οὕτω καὶ τοῖς φίλοις αἱρετώτατόν ἐστι τὸ συζῆν· κοινωνία γὰρ ἡ φιλία, καὶ ὡς πρὸς ἑαυτὸν ἔχει, οὕτω καὶ πρὸς τὸν φίλον· περὶ αὑτὸν δ' ἡ αἴσθησις ὅτι ἔστιν αἱρετή, καὶ περὶ τὸν φίλον δή· ἡ δ' ἐνέργεια γίνεται αὐτῆς ἐν τῷ συζῆν, ὥστ' εἰκότως τούτου ἐφίενται.
410Aristoteles, Ethica Nicomachea, 9, 13; 15 (auctor 384BC-322BC)
μὴ τοιαύτης δ' οὔσης τῆς δόσεως ἀλλ' ἐπί τινι, μάλιστα μὲν ἴσως δεῖ τὴν ἀνταπόδοσιν γίνεσθαι δοκοῦσαν ἀμφοῖν κατ' ἀξίαν εἶναι, εἰ δὲ τοῦτο μὴ συμβαίνοι, οὐ μόνον ἀναγκαῖον δόξειεν ἂν τὸν προέχοντα τάττειν, ἀλλὰ καὶ δίκαιον· ὅσον γὰρ οὗτος ὠφελήθη ἢ ἀνθ' ὅσου τὴν ἡδονὴν εἵλετ' ἄν, τοσοῦτον ἀντιλαβὼν ἕξει τὴν παρὰ τούτου ἀξίαν.
411Aristoteles, Ethica Nicomachea, 10, 1; 2 (auctor 384BC-322BC)
μάλιστα γὰρ δοκεῖ συνῳκειῶσθαι τῷ γένει ἡμῶν, διὸ παιδεύουσι τοὺς νέους οἰακίζοντες ἡδονῇ καὶ λύπῃ· δοκεῖ δὲ καὶ πρὸς τὴν τοῦ ἤθους ἀρετὴν μέγιστον εἶναι τὸ χαίρειν οἷς δεῖ καὶ μισεῖν ἃ δεῖ.
412Aristoteles, Ethica Nicomachea, 10, 2; 1 (auctor 384BC-322BC)
εὔδοξος μὲν οὖν τὴν ἡδονὴν τἀγαθὸν ᾤετ' εἶναι διὰ τὸ πάνθ' ὁρᾶν ἐφιέμενα αὐτῆς, καὶ ἔλλογα καὶ ἄλογα, ἐν πᾶσι δ' εἶναι τὸ αἱρετὸν τὸ ἐπιεικές, καὶ τὸ μάλιστα κράτιστον· τὸ δὴ πάντ' ἐπὶ ταὐτὸ φέρεσθαι μηνύειν ὡς πᾶσι τοῦτο ἄριστον ὄν (ἕκαστον γὰρ τὸ αὑτῷ ἀγαθὸν εὑρίσκειν, ὥσπερ καὶ τροφήν) , τὸ δὲ πᾶσιν ἀγαθόν, καὶ οὗ πάντ' ἐφίεται, τἀγαθὸν εἶναι.
413Aristoteles, Ethica Nicomachea, 10, 2; 3 (auctor 384BC-322BC)
οὐχ ἧττον δ' ᾤετ' εἶναι φανερὸν ἐκ τοῦ ἐναντίου· τὴν γὰρ λύπην καθ' αὑτὸ πᾶσι φευκτὸν εἶναι, ὁμοίως δὴ τοὐναντίον αἱρετόν· μάλιστα δ' εἶναι αἱρετὸν ὃ μὴ δι' ἕτερον μηδ' ἑτέρου χάριν αἱρούμεθα· τοιοῦτο δ' ὁμολογουμένως εἶναι τὴν ἡδονήν· οὐδένα γὰρ ἐπερωτᾶν τίνος ἕνεκα ἥδεται, ὡς καθ' αὑτὴν οὖσαν αἱρετὴν τὴν ἡδονήν.
414Aristoteles, Ethica Nicomachea, 10, 2; 35 (auctor 384BC-322BC)
οὐδείς τ' ἂν ἕλοιτο ζῆν παιδίου διάνοιαν ἔχων διὰ βίου, ἡδόμενος ἐφ' οἷς τὰ παιδία ὡς οἷόν τε μάλιστα, οὐδὲ χαίρειν ποιῶν τι τῶν αἰσχίστων, μηδέποτε μέλλων λυπηθῆναι.
415Aristoteles, Ethica Nicomachea, 10, 4; 5 (auctor 384BC-322BC)
καθ' ἑκάστην δ' αἴσθησιν ὅτι γίνεται ἡδονή, δῆλον (φαμὲν γὰρ ὁράματα καὶ ἀκούσματα εἶναι ἡδέα) · δῆλον δὲ καὶ ὅτι μάλιστα, ἐπειδὰν ἥ τε αἴσθησις ᾖ κρατίστη καὶ πρὸς τοιοῦτον ἐνεργῇ· τοιούτων δ' ὄντων τοῦ τε αἰσθητοῦ καὶ τοῦ αἰσθανομένου, ἀεὶ ἔσται ἡδονὴ ὑπάρχοντός γε τοῦ τε ποιήσοντος καὶ τοῦ πεισομένου.
416Aristoteles, Ethica Nicomachea, 10, 7; 17 (auctor 384BC-322BC)
τὸ λεχθέν τε πρότερον ἁρμόσει καὶ νῦν· τὸ γὰρ οἰκεῖον ἑκάστῳ τῇ φύσει κράτιστον καὶ ἥδιστόν ἐστιν ἑκάστῳ· καὶ τῷ ἀνθρώπῳ δὴ ὁ κατὰ τὸν νοῦν βίος, εἴπερ τοῦτο μάλιστα ἄνθρωπος.
417Aristoteles, Ethica Nicomachea, 10, 8; 12 (auctor 384BC-322BC)
τοὺς θεοὺς γὰρ μάλιστα ὑπειλήφαμεν μακαρίους καὶ εὐδαίμονας εἶναι· πράξεις δὲ ποίας ἀπονεῖμαι χρεὼν αὐτοῖς· πότερα τὰς δικαίας· ἢ γελοῖοι φανοῦνται συναλλάττοντες καὶ παρακαταθήκας ἀποδιδόντες καὶ ὅσα τοιαῦτα· ἀλλὰ τὰς ἀνδρείους . . . ὑπομένοντας τὰ φοβερὰ καὶ κινδυνεύοντας ὅτι καλόν· ἢ τὰς ἐλευθερίους· τίνι δὲ δώσουσιν· ἄτοπον δ' εἰ καὶ ἔσται αὐτοῖς νόμισμα ἤ τι τοιοῦτον.
418Aristoteles, Ethica Nicomachea, 10, 9; 9 (auctor 384BC-322BC)
εἰ γάρ τις ἐπιμέλεια τῶν ἀνθρωπίνων ὑπὸ θεῶν γίνεται, ὥσπερ δοκεῖ, καὶ εἴη ἂν εὔλογον χαίρειν τε αὐτοὺς τῷ ἀρίστῳ καὶ συγγενεστάτῳ (τοῦτο δ' ἂν εἴη ὁ νοῦς) καὶ τοὺς ἀγαπῶντας μάλιστα τοῦτο καὶ τιμῶντας ἀντευποιεῖν ὡς τῶν φίλων αὐτοῖς ἐπιμελουμένους καὶ ὀρθῶς τε καὶ καλῶς πράττοντας.
419Aristoteles, Historia animalium, 1, I 1; 56 (auctor 384BC-322BC)
Καί τά μέν ψοφητικά, τά δέ ἄφωνα, τά δέ φωνήεντα, καί τούτων τά μέν διάλεκτον ἔχει τά δέ ἀγράμματα, καί τά μέν κωτίλα τά δέ σιγηλά, τά δ’ ᾠδικά τά δ’ ἄνῳδα· πάντων δέ κοινόν τό περί τάς ὀχείας μάλιστα ᾄδειν καί λαλεῖν.
420Aristoteles, Historia animalium, 1, I 6; 18 (auctor 384BC-322BC)
Κατά γάρ ταῦτα μάλιστα καί πρῶτα διαφέρει καί τά ὅλα, ἢ τῷ τά μέν ἔχειν τά δέ μή ἔχειν, ἢ τῇ θέσει καί τῇ τάξει, ἢ καί κατά τάς εἰρημένας πρότερον διαφοράς, εἴδει καί ὑπεροχῇ καί ἀναλογίᾳ καί τῶν παθημάτων ἐναντιότητι.
421Aristoteles, Historia animalium, 1, I 10; 2 (auctor 384BC-322BC)
Μόνον δ’ ἢ μάλιστα τῶν ζῴων ἄνθρωπος πολύχρους τά ὄμματά ἐστιν· τῶν δ’ ἄλλων ἓν εἶδος· ἵπποι δέ γίνονται γλαυκοί ἔνιοι.
422Aristoteles, Historia animalium, 1, I 10; 4 (auctor 384BC-322BC)
Καί ἢ ἐκτός σφόδρα ἢ ἐντός ἢ μέσως· τούτων οἱ ἐντός μάλιστα ὀξυωπέστατοι ἐπί παντός ζῴου, τό δέ μέσον ἤθους βελτίστου σημεῖον.
423Aristoteles, Historia animalium, 1, I 15; 20 (auctor 384BC-322BC)
Μάλιστα δ’ ἔχει διωρισμένα πρός τούς κατά φύσιν τόπους τά ἄνω καί κάτω ἄνθρωπος τῶν ἄλλων ζῴων· τά τε γάρ ἄνω καί κάτω πρός τά τοῦ παντός ἄνω καί κάτω τέτακται.
424Aristoteles, Historia animalium, 1, I 15; 27 (auctor 384BC-322BC)
Ἐκ δέ τῶν πλαγίων τῶν δεξιῶν καί τῶν ἀριστερῶν οἱ βραχίονες, τήν κάμψιν ἔχοντες εἰς τό ἐντός, ὥστε τά κυρτά τῶν σκελῶν καί τῶν βραχιόνων πρός ἄλληλα εἶναι ἐπ’ ἀνθρώπου μάλιστα.
425Aristoteles, Historia animalium, 1, I 16; 1 (auctor 384BC-322BC)
Τά μέν οὖν μόρια τά πρός τήν ἔξω ἐπιφάνειαν τοῦτον τέτακται τόν τρόπον, καί καθάπερ ἐλέχθη, διωνόμασταί τε μάλιστα καί γνώριμα διά τήν συνήθειάν ἐστιν· τά δ’ ἐντός τοὐναντίον.
426Aristoteles, Historia animalium, 1, I 16; 2 (auctor 384BC-322BC)
Ἄγνωστα γάρ ἐστι μάλιστα τά τῶν ἀνθρώπων, ὥστε δεῖ πρός τά τῶν ἄλλων μόρια ζῴων ἀνάγοντας σκοπεῖν, οἷς ἔχει παραπλησίαν τήν φύσιν.
427Aristoteles, Historia animalium, 1, I 16; 14 (auctor 384BC-322BC)
Φέρουσι δ’ ἐκ τοῦ ὀφθαλμοῦ τρεῖς πόροι εἰς τόν ἐγκέφαλον, ὁ μέν μέγιστος καί ὁ μέσος εἰς τήν παρεγκεφαλίδα, ὁ δ’ ἐλάχιστος εἰς αὐτόν τόν ἐγκέφαλον· ἐλάχιστος δ’ ἐστίν ὁ πρός τῷ μυκτῆρι μάλιστα.
428Aristoteles, Historia animalium, 1, I 16; 15 (auctor 384BC-322BC)
Οἱ μέν οὖν μέγιστοι παρ’ ἀλλήλους εἰσί καί οὐ συμπίπτουσιν, οἱ δέ μέσοι συμπίπτουσι (δῆλον δέ τοῦτο μάλιστα ἐπί τῶν ἰχθύων)· καί γάρ ἐγγύτερον οὗτοι τοῦ ἐγκεφάλου ἢ οἱ μεγάλοι· οἱ δ’ ἐλάχιστοι πλεῖστόν τε ἀπήρτηνται ἀλλήλων καί οὐ συμπίπτουσιν.
429Aristoteles, Historia animalium, 2, II 1; 6 (auctor 384BC-322BC)
Ἔχει δέ τά τετράποδα ζῷα καί ζῳοτόκα ἀντί τῶν βραχιόνων σκέλη πρόσθια, πάντα μέν τά τετράποδα, μάλιστα δέ ἀνάλογον ταῖς χερσί τά πολυσχιδῆ αὐτῶν· χρῆται γάρ πρός πολλά ὡς χερσίν.
430Aristoteles, Historia animalium, 2, II 1; 51 (auctor 384BC-322BC)
Ὁ δ’ ἄνθρωπος τοὐναντίον· σαρκώδη γάρ ἔχει σχεδόν μάλιστα τοῦ σώματος τά ἰσχία καί τούς μηρούς καί τάς κνήμας· αἱ γάρ καλούμεναι γαστροκνημίαι ἐν ταῖς κνήμαις εἰσί σαρκώδεις.
431Aristoteles, Historia animalium, 2, II 12; 1 (auctor 384BC-322BC)
Ὁμοίως δ’ ἔνια μόρια καί οἱ ὄρνιθες τοῖς εἰρημένοις ἔχουσι ζῴοις· καί γάρ κεφαλήν καί αὐχένα πάντ’ ἔχει καί νῶτον καί τά ὕπτια τοῦ σώματος καί τό ἀνάλογον τῷ στήθει· σκέλη δέ δύο καθάπερ ἄνθρωπος μάλιστα τῶν ζῴων· πλήν κάμπτει εἰς τοὔπισθεν ὁμοίως τοῖς τετράποσιν, ὥσπερ εἴρηται πρότερον.
432Aristoteles, Historia animalium, 2, II 12; 18 (auctor 384BC-322BC)
Μάλιστα δέ τῶν ζῴων μετά τόν ἄνθρωπον γράμματα φθέγγεται ἔνια τῶν ὀρνίθων γένη· τοιαῦτα δ’ ἐστί τά πλατύγλωττα αὐτῶν μάλιστα.
433Aristoteles, Historia animalium, 2, II 15; 16 (auctor 384BC-322BC)
Σκώληκας μέντοι πάντες ἔχουσιν ἐν τῇ κεφαλῇ ζῶντας· ἐγγίνονται δέ ὑποκάτω τοῦ ὑπογλωττίου ἐν τῷ κοίλῳ καί περί τόν σφόνδυλον, ᾗ ἡ κεφαλή προσπέφυκε, τό μέγεθος οὐκ ἐλάττους ὄντες τῶν μεγίστων εὐλῶν· ἐγγίνονται δ’ ἀθρόοι καί συνεχεῖς, τόν ἀριθμόν δ’ εἰσί μάλιστα περί εἴκοσι.
434Aristoteles, Historia animalium, 2, II 17; 37 (auctor 384BC-322BC)
Ἴδιον δέ παρά τάς τῶν ἄλλων γλώττας ἔχουσι καί οἱ ὄφεις καί οἱ σαῦροι τό δικρόαν αὐτῶν εἶναι τήν γλῶτταν ἄκραν, πολύ δέ μάλιστα οἱ ὄφεις· τά γάρ ἄκρα αὐτῶν ἐστί λεπτά ὥσπερ τρίχες.
435Aristoteles, Historia animalium, 3, III 2; 1 (auctor 384BC-322BC)
Τῶν δ’ ὁμοιομερῶν κοινότατον μέν ἐστι τό αἷμα πᾶσι τοῖς ἐναίμοις ζῴοις καί τό μόριον ἐν ᾧ πέφυκεν ἐγγίνεσθαι (τοῦτο δέ καλεῖται φλέψ), ἔπειτα δέ τό ἀνάλογον τούτοις, ἰχώρ καί ἶνες, καί ὃ μάλιστα δή ἐστι τό σῶμα τῶν ζῴων, ἡ σάρξ καί τό τούτῳ ἀνάλογον ἐν ἑκάστῳ μόριον, ἔτι ὀστοῦν καί τό ἀνάλογον τούτῳ, οἷον ἄκανθα καί χόνδρος· ἔτι δέ δέρμα, ὑμήν, νεῦρα, τρίχες, ὄνυχες, καί τά ὁμολογούμενα τούτοις· πρός δέ τούτοις πιμελή, στέαρ καί τά περιττώματα· ταῦτα δ’ ἐστί κόπρος, φλέγμα, χολή ξανθή καί μέλαινα.
436Aristoteles, Historia animalium, 3, III 2; 4 (auctor 384BC-322BC)
Ἐν μέν γάρ τοῖς τεθνεῶσι τῶν ζῴων ἄδηλος ἡ φύσις τῶν κυριωτάτων φλεβῶν διά τό συμπίπτειν εὐθύς ἐξιόντος τοῦ αἵματος μάλιστα ταύτας (ἐκ τούτων γάρ ἐκχεῖται ἀθρόον ὥσπερ ἐξ ἀγγείου· καθ’ αὑτό γάρ οὐδέν ἔχει αἷμα, πλήν ὀλίγον ἐν τῇ καρδίᾳ, ἀλλά πᾶν ἐστίν ἐν ταῖς φλεψίν), ἐν δέ τοῖς ζῶσιν ἀδύνατόν ἐστι θεάσασθαι πῶς ἔχουσιν· ἐντός γάρ ἡ φύσις αὐτῶν.
437Aristoteles, Historia animalium, 3, III 4; 12 (auctor 384BC-322BC)
Προσπέφυκε δ’ ἡ ἀορτή μάλιστα τῇ ῥάχει περί τήν καρδίαν· ἡ δέ πρόσφυσίς ἐστι φλεβίοις νευρώδεσι καί μικροῖς.
438Aristoteles, Historia animalium, 3, III 4; 24 (auctor 384BC-322BC)
Ἔχει δ’ ἐν ἅπασι μέν οὕτω τοῖς ἐναίμοις ζῴοις τά περί τάς ἀρχάς καί τάς μεγίστας φλέβας (τό γάρ ἄλλο πλῆθος τῶν φλεβῶν οὐχ ὡσαύτως ἔχει πᾶσιν· οὐδέ γάρ τά μέρη τόν αὐτόν τρόπον ἔχουσιν, οὐδέ ταῦτα πάντα ἔχουσιν), οὐ μήν οὐδ’ ὁμοίως ἐν ἅπασίν ἐστι φανερόν, ἀλλά μάλιστα ἐν τοῖς μάλιστα πολυαίμοις καί μεγίστοις.
439Aristoteles, Historia animalium, 3, III 4; 26 (auctor 384BC-322BC)
Ἡ δέ μεγάλη φλέψ ἐν πᾶσι μάλιστα διάδηλος, καί τοῖς μικροῖς.
440Aristoteles, Historia animalium, 3, III 5; 14 (auctor 384BC-322BC)
Ἔχει δέ νεῦρα πάντα ὅσα ἔχει αἷμα· ἀλλ’ ἐν οἷς μή εἰσι καμπαί ἀλλ’ ἄποδα καί ἄχειρά ἐστι, λεπτά καί ἄδηλα· διό τῶν ἰχθύων μάλιστά ἐστι δῆλα πρός τοῖς πτερυγίοις.
441Aristoteles, Historia animalium, 3, III 7; 19 (auctor 384BC-322BC)
Στερεά δέ πάντων μάλιστα ὁ λέων ἔχει τά ὀστᾶ· οὕτω γάρ ἐστι σκληρά ὥστε συντριβομένων ὥσπερ ἐκ λίθων ἐκλάμπειν πῦρ.
442Aristoteles, Historia animalium, 3, III 11; 6 (auctor 384BC-322BC)
Ἀναίσθητον δέ τό δέρμα τεμνόμενόν ἐστι καθ’ αὑτό· μάλιστα δέ τοιοῦτον τό ἐν τῇ κεφαλῇ, διά τό τό μεταξύ ἀσαρκότατον εἶναι πρός τό ὀστοῦν.
443Aristoteles, Historia animalium, 3, III 11; 18 (auctor 384BC-322BC)
Λείπουσι δέ καί ῥέουσι κατά τήν ἡλικίαν αἱ ἐκ τῆς κεφαλῆς καί μάλιστα καί πρῶται.
444Aristoteles, Historia animalium, 3, III 11; 25 (auctor 384BC-322BC)
Αἱ μέν οὖν ἄλλαι τρίχες αὔξονται κατά λόγον ἢ πλέον ἢ ἔλαττον, μάλιστα μέν αἱ ἐν τῇ κεφαλῇ, εἶτα πώγωνι, καί οἱ λεπτότριχοι μάλιστα.
445Aristoteles, Historia animalium, 3, III 17; 10 (auctor 384BC-322BC)
Τά δέ πλεῖστα γίνεται πίονα κατά τήν γαστέρα, καί μάλιστα τά μή ἐν κινήσει ὄντα τῶν ζῴων.
446Aristoteles, Historia animalium, 3, III 17; 12 (auctor 384BC-322BC)
Τῶν δέ σπλάγχνων περί τούς νεφρούς μάλιστα πίονα γίνεται τά ζῷα· ἔστι δ’ ἀεί ὁ δεξιός ἀπιμελώτερος, κἂν σφόδρα πίονες ὦσιν, ἐλλείπει τι ἀεί κατά τό μέσον.
447Aristoteles, Historia animalium, 3, III 17; 13 (auctor 384BC-322BC)
Περίνεφρα δέ γίνεται τά στεατώδη μᾶλλον, καί μάλιστα τῶν ζῴων πρόβατον· τοῦτο γάρ ἀποθνήσκει τῶν νεφρῶν πάντῃ καλυφθέντων.
448Aristoteles, Historia animalium, 3, III 18; 3 (auctor 384BC-322BC)
Πιαίνεται δέ πάντα πρεσβύτερα μᾶλλον ἢ νεώτερα ὄντα, μάλιστα δ’ ὅταν καί τό πλάτος καί τό μῆκος ἔχῃ τοῦ μεγέθους καί εἰς βάθος αὐξάνηται.
449Aristoteles, Historia animalium, 3, III 19; 23 (auctor 384BC-322BC)
Μάλιστα δέ καί τῶν θηλέων ζῴων γυνή πολύαιμον, καί τά καλούμενα καταμήνια γίνεται πλεῖστα τῶν ζῴων ἐν ταῖς γυναιξίν.
450Aristoteles, Historia animalium, 3, III 20; 24 (auctor 384BC-322BC)
Πήγνυται δέ μάλιστα οὐ μόνον τό τυρόν ἔχον πλεῖστον, ἀλλά καί τό αὐχμηρότερον ἔχον.
451Aristoteles, Historia animalium, 3, III 20; 25 (auctor 384BC-322BC)
Τά μέν οὖν πλέον ἔχει γάλα ἢ ὅσον εἰς τήν ἐκτροφήν τῶν τέκνων, καί χρήσιμον εἰς τύρευσιν καί ἀπόθεσιν, μάλιστα μέν τό προβάτειον καί τό αἴγειον, ἔπειτα τό βόειον· τό δ’ ἵππειον καί τό ὄνειον μίγνυται εἰς τόν Φρύγιον τυρόν.
452Aristoteles, Historia animalium, 3, III 21; 3 (auctor 384BC-322BC)
Βελτίων δ’ ἐστίν ἡ πυετία ὅσῳ ἂν ᾖ παλαιοτέρα· συμφέρει γάρ πρός τάς διαρροίας ἡ τοιαύτη μάλιστα καί ἡ τοῦ δασύποδος· ἀρίστη δέ πυετία ἡ τοῦ νεβροῦ.
453Aristoteles, Historia animalium, 3, III 21; 8 (auctor 384BC-322BC)
Τῆς δέ τροφῆς ἡ μέν σβέννυσι τό γάλα, οἷον ἡ Μηδική πόα, καί μάλιστα τοῖς μηρυκάζουσιν· ποιεῖ δέ πολύ ἕτερα, οἷον κύτισος καί ὄροβοι, πλήν κύτισος μέν ὁ ἀνθῶν οὐ συμφέρει (πίμπρησι γάρ), οἱ δέ ὄροβοι ταῖς κυούσαις οὐ συμφέρουσι (τίκτουσι γάρ χαλεπώτερον).
454Aristoteles, Historia animalium, 3, III 21; 12 (auctor 384BC-322BC)
Γίνεται δέ πολύν χρόνον γάλα πᾶσι τοῖς ἔχουσιν, ἂν ἀνόχευτα διατελῇ καί τά ἐπιτήδεια ἔχωσι, μάλιστα δέ τῶν τετραπόδων πρόβατον· ἀμέλγεται γάρ μῆνας ὀκτώ.
455Aristoteles, Historia animalium, 4, IV 1; 37 (auctor 384BC-322BC)
Τοῦτον δέ πλεῖστον αὐτῶν καί μέγιστον ἡ σηπία ἔχει· ἀφίησι μέν οὖν ἅπαντα, ὅταν φοβηθῇ, μάλιστα δέ ἡ σηπία.
456Aristoteles, Historia animalium, 4, IV 1; 48 (auctor 384BC-322BC)
Πάντα δέ τά ἄρρενα ταῦτα τῶν θηλειῶν διαφέρει, καί μάλιστα ἡ σηπία· τά τε γάρ πρανῆ τοῦ κύτους πάντα μελάντερα τῶν ὑπτίων τραχύτερά τε ἔχει ὁ ἄρρην τῆς θηλείας, καί διαποίκιλα ῥάβδοις, καί τό ὀρροπύγιον ὀξύτερον.
457Aristoteles, Historia animalium, 4, IV 4; 18 (auctor 384BC-322BC)
Τά μέν οὖν ἔξωθεν μόρια τούτων τῶν ζῴων τοιαύτας ἔχει τάς διαφοράς· τῶν δ’ ἐντός τρόπον μέν τινα παραπλήσιος ἡ φύσις ἐστί πάντων, καί μάλιστα τῶν στρομβωδῶν (μεγέθει γάρ ἀλλήλων διαφέρει καί τοῖς καθ’ ὑπεροχήν πάθεσιν), οὐ πολύ δέ διαφέρει οὐδέ τά μονόθυρα καί δίθυρα, συγκλειστά δέ· διαφοράν γάρ ἔχει πρός ἄλληλα μέν μικράν, πρός δέ τά ἀκίνητα πλείω.
458Aristoteles, Historia animalium, 4, IV 4; 44 (auctor 384BC-322BC)
Διό μάλιστα ἐν τοῖς μεγάλοις κτεσί φανερά ἐστιν· οὗτοι δ’ εἰσίν οἱ τήν ἑτέραν θυρίδα πλατεῖαν ἔχοντες, οἷον ἐπίθεμα.
459Aristoteles, Historia animalium, 4, IV 5; 7 (auctor 384BC-322BC)
Κινοῦνται δέ μάλιστα καί πλειστάκις οἱ ἐδώδιμοι αὐτῶν· καί σημεῖον δέ τι ἔχουσιν ἐπί ταῖς ἀκάνθαις.
460Aristoteles, Historia animalium, 4, IV 8; 14 (auctor 384BC-322BC)
Ὅτι δ’ αἰσθάνονται γευόμενα, φανερόν· ἰδίοις τε γάρ πολλά χαίρει χυμοῖς, καί τό τῆς ἀμίας λαμβάνουσι μάλιστα δέλεαρ καί τό τῶν πιόνων ἰχθύων, ὡς χαίροντες ἐν τῇ γεύσει καί ἐδωδῇ τοῖς τοιούτοις δελέασιν.
461Aristoteles, Historia animalium, 4, IV 8; 19 (auctor 384BC-322BC)
Ἔτι δ’ ἐν ταῖς θήραις τῶν ἰχθύων ὅτι μάλιστα εὐλαβοῦνται ψόφον ποιεῖν ἢ κώπης ἢ δικτύων οἱ περί τήν θήραν ταύτην ὄντες· ἀλλ’ ὅταν κατανοήσωσιν ἔν τινι τόπῳ πολλούς ἀθρόους ὄντας, ἐκ τοσούτου τόπου τεκμαιρόμενοι καθιᾶσι τά δίκτυα, ὅπως μήτε κώπης μήτε τῆς ῥύμης τῆς ἁλιάδος ἀφίκηται πρός τόν τόπον ἐκεῖνον ὁ ψόφος· παραγγέλλουσί τε πᾶσι τοῖς ναύταις ὅτι μάλιστα σιγῇ πλεῖν, μέχρι περ ἂν συγκυκλώσωνται.
462Aristoteles, Historia animalium, 4, IV 8; 24 (auctor 384BC-322BC)
Ὅτι μέν οὖν ἀκούουσιν, ἐκ τῶν τοιούτων ἐστί φανερόν· εἰσί δέ τινες οἵ φασι καί μάλιστα ὀξυηκόους εἶναι τῶν ζῴων τούς ἰχθῦς, ἐκ τοῦ διατρίβοντας περί τήν θάλατταν ἐντυγχάνειν τοιούτοις πολλοῖς.
463Aristoteles, Historia animalium, 4, IV 8; 25 (auctor 384BC-322BC)
Μάλιστα δ’ εἰσί τῶν ἰχθύων ὀξυήκοοι κεστρεύς, χρέμψ, λάβραξ, σάλπη, χρομίς, καί ὅσοι ἄλλοι τοιοῦτοι τῶν ἰχθύων· οἱ δ’ ἄλλοι τούτων ἧττον, διό μᾶλλον πρός τῷ ἐδάφει τῆς θαλάττης ποιοῦνται τάς διαγωγάς.
464Aristoteles, Historia animalium, 4, IV 8; 36 (auctor 384BC-322BC)
Μάλιστα δέ φανερόν ἐστι περί τῶν εἰρημένων ἐπί τῶν δελφίνων· οὗτοι γάρ τῆς ἀκοῆς αἰσθητήριον μέν οὐδέν ἔχουσι φανερόν, ἁλίσκονται δέ διά τό καρηβαρεῖν ὑπό τοῦ ψόφου, καθάπερ εἴρηται πρότερον.
465Aristoteles, Historia animalium, 4, IV 8; 41 (auctor 384BC-322BC)
Ἔτι δ’ οἱ μύρμηκες ὑπ’ ὀριγάνου καί θείου περιπαττομένων λείων ἐκλείπουσι τάς μυρμηκίας, καί ἐλαφείου κέρατος θυμιωμένου τά πλεῖστα φεύγει τῶν τοιούτων· μάλιστα δέ φεύγουσι θυμιωμένου τοῦ στύρακος.
466Aristoteles, Historia animalium, 4, IV 9; 22 (auctor 384BC-322BC)
Τό δέ τῶν ὀρνίθων γένος ἀφίησι φωνήν· καί μάλιστα ἔχει διάλεκτον ὅσοις ὑπάρχει μετρίως ἡ γλῶττα πλατεῖα, καί ὅσοι ἔχουσι λεπτήν τήν γλῶτταν αὐτῶν.
467Aristoteles, Historia animalium, 4, IV 9; 24 (auctor 384BC-322BC)
Πολύφωνα δ’ ἐστί καί λαλίστερα τά ἐλάττω τῶν μεγάλων· καί μάλιστα περί τήν ὀχείαν ἕκαστον γίνεται τῶν ὀρνέων τοιοῦτον, καί τά μέν μαχόμενα φθέγγεται, οἷον ὄρτυξ, τά δέ πρό τοῦ μάχεσθαι προκαλούμενα, ἢ νικῶντα, οἷον ἀλεκτρυόνες.
468Aristoteles, Historia animalium, 4, IV 9; 30 (auctor 384BC-322BC)
Ἡ μέν οὖν φωνή ὀξύτητι καί βαρύτητι μάλιστα ἐπίδηλος, τό δ’ εἶδος οὐδέν διαφέρει τῶν αὐτῶν γενῶν· ἡ δ’ ἐν τοῖς ἄρθροις, ἣν ἄν τις ὥσπερ διάλεκτον εἴπειεν, καί τῶν ἄλλων ζῴων διαφέρει καί τῶν ἐν ταὐτῷ γένει ζῴων κατά τόπους, οἷον τῶν περδίκων οἱ μέν κακκαβίζουσιν οἱ δέ τρίζουσιν.
469Aristoteles, Historia animalium, 4, IV 10; 21 (auctor 384BC-322BC)
Μάλιστα δ’ ἐπί τῶν μελιττῶν τοῦτο δῆλον· ἠρεμοῦσί τε γάρ καί παύονται βομβοῦσαι τῆς νυκτός.
470Aristoteles, Historia animalium, 4, IV 10; 22 (auctor 384BC-322BC)
Δῆλον δέ καί ἐπί τῶν ἐν ποσί μάλιστα τῶν τοιούτων· οὐ γάρ μόνον διά τό μή ὀξύ βλέπειν ἡσυχάζουσι τῆς νυκτός (ἅπαντα γάρ ἀμυδρῶς βλέπουσι τά σκληρόφθαλμα), ἀλλά καί πρός τό φῶς τό τῶν λύχνων ἡσυχάζοντα φαίνονται οὐδέν ἧττον.
471Aristoteles, Historia animalium, 4, IV 10; 23 (auctor 384BC-322BC)
Ἐνυπνιάζει δέ τῶν ζῴων μάλιστα ἄνθρωπος.
472Aristoteles, Historia animalium, 5, V 2; 12 (auctor 384BC-322BC)
Οἱ δ’ ἐλέφαντες ὀχεύονται μέν ἐν ταῖς ἐρημίαις, μάλιστα δέ περί τούς ποταμούς καί οὗ διατρίβειν εἰώθασιν· ὀχεύεται δ’ ἡ μέν θήλεια συγκαθιεῖσα καί διαβαίνουσα, ὁ δ’ ἄρρην ἐπαναβαίνων ὀχεύει.
473Aristoteles, Historia animalium, 5, V 8; 11 (auctor 384BC-322BC)
Ποιεῖται δ’ ἔνια τήν ὀχείαν καί τόν τόκον καί μετοπώρου καί χειμῶνος, οἷον τῶν τ’ ἐνύδρων γένη ἄττα καί τῶν πτηνῶν· ἄνθρωπος δέ μάλιστα πᾶσαν ὥραν, καί τῶν συνανθρωπευομένων ζῴων πολλά διά τήν ἀλέαν καί εὐτροφίαν, ὅσων καί αἱ κυήσεις ὀλιγοχρόνιοί εἰσιν, οἷον ὑός καί κυνός, καί τῶν πτηνῶν ὅσα πλεονάκις ποιοῦνται τούς τόκους.
474Aristoteles, Historia animalium, 5, V 10; 10 (auctor 384BC-322BC)
Αἱ δέ πηλαμύδες καί οἱ θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δ’ οὔ· κεστρεῖς δέ καί χρυσόφρυες καί λάβρακες μάλιστα οὗ ἂν ποταμοί ῥέωσιν· οἱ δ’ ὄρκυνες καί σκορπίδες καί ἄλλα πολλά γένη ἐν τῷ πελάγει.
475Aristoteles, Historia animalium, 5, V 12; 11 (auctor 384BC-322BC)
Καί ὅλως τά ὀστρακόδερμα ἔν τε τῷ ἔαρι φαίνεται τά καλούμενα ᾠά ἔχοντα καί ἐν τῷ μετοπώρῳ, πλήν τῶν ἐχίνων τῶν ἐδωδίμων· οὗτοι δέ μάλιστα μέν ἐν ταύταις ταῖς ὥραις, οὐ μήν ἀλλά καί ἀεί ἔχουσι, καί μάλιστα ταῖς πανσελήνοις καί ταῖς ἀλεειναῖς ἡμέραις, πλήν τῶν ἐν τῷ εὐρίπῳ τῶν Πυρραίων· ἐκεῖνοι δέ ἀμείνους τοῦ χειμῶνος.
476Aristoteles, Historia animalium, 5, V 14; 3 (auctor 384BC-322BC)
Τοῦτο δέ μάλιστα δῆλον ἐπί τε τῶν ἀνθρώπων καί τῶν ζῳοτόκων τετραπόδων καί ἐπί τῶν ὀρνίθων· τῶν μέν γάρ τά ἔκγονα ἐλάττω, τῶν δέ τά ᾠά.
477Aristoteles, Historia animalium, 5, V 14; 5 (auctor 384BC-322BC)
Τοῖς μέν οὖν ἀνθρώποις ἐπισημαίνει κατά τε τήν τῆς φωνῆς μεταβολήν καί τῶν αἰδοίων οὐ μόνον μεγέθει ἀλλά καί εἴδει, καί ἐπί τῶν μαστῶν ὡσαύτως, μάλιστα δέ τῇ τριχώσει τῆς ἥβης.
478Aristoteles, Historia animalium, 5, V 14; 43 (auctor 384BC-322BC)
Ὁ δ’ ἄρρην, ἐάν μέν εὐτραφής ᾖ, πᾶσαν ὥραν ὀχεύειν δύναται, καί μεθ’ ἡμέραν καί νύκτωρ· εἰ δέ μή, μάλιστα τό γ’ ἕωθεν· καί γηράσκων ἧττον ἀεί, ὥσπερ εἴρηται καί πρότερον.
479Aristoteles, Historia animalium, 5, V 14; 45 (auctor 384BC-322BC)
Κυΐσκεται δέ μάλιστα ἡ ὗς, ἐπειδάν θυῶσα καταβάλλῃ τά ὦτα· εἰ δέ μή, ἀναθυᾷ πάλιν.
480Aristoteles, Historia animalium, 5, V 15; 21 (auctor 384BC-322BC)
Μάλιστα δ’ ἀποπίπτει, ἐάν πλήρης ᾖ· κενῆς δ’ οὔσης καί ἀποσπάσαι χαλεπόν.
481Aristoteles, Historia animalium, 5, V 15; 33 (auctor 384BC-322BC)
Ἅπαντα μέν οὖν τά τοιαῦτα τήν αὔξησιν ἔχει ταχεῖαν, μάλιστα δ’ αἵ τε πορφύραι καί οἱ κτένες· ταῦτα γάρ ἐν ἐνιαυτῷ γίνεται τέλεια.
482Aristoteles, Historia animalium, 5, V 15; 45 (auctor 384BC-322BC)
Ὧι δ’ οἱ γραφεῖς ὀστρέῳ χρῶνται, πάχει τε πολύ ὑπερβάλλει, καί ἔξωθεν τοῦ ὀστράκου τό ἄνθος ἐπιγίνεται· εἰσί δέ τά τοιαῦτα μάλιστα περί τούς τόπους τούς περί Καρίαν.
483Aristoteles, Historia animalium, 5, V 16; 26 (auctor 384BC-322BC)
Ὁμολογεῖται δέ μάλιστα παρά πάντων τοῦτο τό γένος αἴσθησιν ἔχειν καί πολυχρόνιον εἶναι.
484Aristoteles, Historia animalium, 5, V 17; 7 (auctor 384BC-322BC)
Οὐκ εὐθύς δ’ ἐστίν ἐχόμενα τοῦ πόρου, ἀλλά κατά μέσον· ἑκατέρωθεν γάρ ἀπό τῆς κέρκου καί ἀπό τοῦ θώρακος δύο διαστήματα μάλιστα ἀπέχει· οὕτω γάρ καί τά ἐπικαλύμματα πέφυκεν.
485Aristoteles, Historia animalium, 5, V 17; 11 (auctor 384BC-322BC)
Ἀποτίκτει μέν οὖν τοῦτον τόν τρόπον, συμπέψασα δ’ ἐνταῦθα μάλιστα ἐν εἴκοσιν ἡμέραις ἀποβάλλει συνεστηκός καί ἀθρόον, ὥσπερ φαίνεται καί ἐκτός· εἶτ’ ἐκ τούτων γίνονται οἱ κάραβοι ἐν ἡμέραις μάλιστα πεντεκαίδεκα, καί λαμβάνονται πολλάκις ἐλάττους ἢ δακτυλιαῖοι.
486Aristoteles, Historia animalium, 5, V 18; 5 (auctor 384BC-322BC)
Τά μέν οὖν τῶν πολυπόδων μεθ’ ἡμέρας μάλιστα πεντήκοντα γίνεται ἐκ τῶν ἀπορραγέντων πολυπόδια, καί ἐξέρπει, ὥσπερ τά φαλάγγια, πολλά τό πλῆθος· ὧν ἡ μέν καθ’ ἕκαστα φύσις τῶν μελῶν οὔπω διάδηλος, ἡ δ’ ὅλη μορφή φανερά.
487Aristoteles, Historia animalium, 5, V 18; 18 (auctor 384BC-322BC)
Τά μέν οὖν μαλακόστρακα αὐτά ὑφ’ αὑτά θέμενα τά ᾠά ἐπῳάζει, ὁ δέ πολύπους καί ἡ σηπία καί τἆλλα τά τοιαῦτα ἐκτεκόντα, οὗ ἂν τά κυήματα αὐτῶν ᾖ, μάλιστα μέν ἡ σηπία· πολλάκις γάρ ὑπερφαίνεται πρός τῇ γῇ τό κύτος αὐτῆς.
488Aristoteles, Historia animalium, 5, V 19; 7 (auctor 384BC-322BC)
Γίνονται δ’ αἱ μέν καλούμεναι ψυχαί ἐκ τῶν καμπῶν, αἳ γίνονται ἐπί τῶν φύλλων τῶν χλωρῶν, καί μάλιστα ἐπί τῆς ῥαφάνου, ἣν καλοῦσί τινες κράμβην, πρῶτον μέν ἔλαττον κέγχρου, εἶτα μικροί σκώληκες αὐξανόμενοι, ἔπειτα ἐν τρισίν ἡμέραις κάμπαι μικραί· μετά δέ ταῦτα αὐξηθεῖσαι ἀκινητίζουσι, καί μεταβάλλουσι τήν μορφήν, καί καλοῦνται χρυσαλλίδες, καί σκληρόν ἔχουσι τό κέλυφος, ἁπτομένου δέ κινοῦνται.
489Aristoteles, Historia animalium, 5, V 21; 4 (auctor 384BC-322BC)
Τῶν δ’ ἡγεμόνων ἐστί γένη δύο, ὁ μέν βελτίων πυρρός, ὁ δ’ ἕτερος μέλας καί ποικιλώτερος, τό δέ μέγεθος διπλάσιος τῆς χρηστῆς μελίττης· καί τό κάτω τοῦ διαζώματος ἔχουσιν ἡμιόλιον μάλιστα τῷ μήκει, καί καλοῦνται ὑπό τινων μητέρες ὡς γεννῶντες.
490Aristoteles, Historia animalium, 5, V 22; 6 (auctor 384BC-322BC)
Γίνεται δέ κηρίον μέν ἐξ ἀνθέων, κήρωσιν δέ φέρουσιν ἀπό τοῦ δακρύου τῶν δένδρων, μέλι δέ τό πῖπτον ἐκ τοῦ ἀέρος, καί μάλιστα ἐν ταῖς τῶν ἄστρων ἐπιτολαῖς, καί ὅταν κατασκήψῃ ἡ ἶρις· ὅλως δ’ οὐ γίνεται μέλι πρό Πλειάδος ἐπιτολῆς.
491Aristoteles, Historia animalium, 5, V 22; 10 (auctor 384BC-322BC)
Συνίσταται δέ τό μέλι πεττόμενον· ἐξ ἀρχῆς γάρ οἷον ὕδωρ γίνεται, καί ἐφ’ ἡμέρας μέν τινας ὑγρόν ἐστι (διό κἂν ἀφαιρεθῇ ἐν ταύταις ταῖς ἡμέραις, οὐκ ἔχει πάχος), ἐν εἴκοσι δέ μάλιστα συνίσταται.
492Aristoteles, Historia animalium, 5, V 30; 4 (auctor 384BC-322BC)
Οὐ γίνονται δέ τέττιγες ὅπου μή δένδρα ἐστίν· διό καί ἐν Κυρήνῃ οὐ γίνονται ἐν τῷ πεδίῳ, περί δέ τήν πόλιν πολλοί, μάλιστα δ’ οὗ ἐλαῖαι· οὐ γάρ γίνονται παλίνσκιοι.
493Aristoteles, Historia animalium, 5, V 31; 19 (auctor 384BC-322BC)
Ἕν δ’ εἶδός ἐστι τῶν φθειρῶν τῶν θαλαττίων, καί γίνονται πανταχοῦ, μάλιστα δέ περί τάς τρίγλας.
494Aristoteles, Historia animalium, 5, V 32; 1 (auctor 384BC-322BC)
Γίνεται δέ καί ἄλλα ζῳδάρια, ὥσπερ ἐλέχθη καί πρότερον, τά μέν ἐν ἐρίοις καί ὅσα ἐξ ἐρίων ἐστίν, οἷον οἱ σῆτες, οἳ ἐμφύονται μᾶλλον ὅταν κονιορτώδη ᾖ τά ἔρια, μάλιστα δέ γίνονται ἂν ἀράχνης συγκατακλεισθῇ· ἐκπίνων γάρ, ἐάν τι ἐνῇ ὑγρόν, ξηραίνει.
495Aristoteles, Historia animalium, 6, VI 3; 31 (auctor 384BC-322BC)
Τίκτουσι δ’ αἱ ὄρνιθες ἔνια ἄγονα τῶν ᾠῶν καί τά ἐξ ὀχείας γινόμενα, καί ἐπῳαζουσῶν οὐθέν γίνεται ἔκγονον· τεθεώρηται δέ τοῦτο μάλιστα ἐπί τῶν περιστερῶν.
496Aristoteles, Historia animalium, 6, VI 7; 7 (auctor 384BC-322BC)
Νεοττούς δέ κόκκυγος λέγουσιν ὡς οὐδείς ἑώρακεν· ὁ δέ τίκτει μέν, ἀλλ’ οὐ ποιησάμενος νεοττιάν, ἀλλ’ ἐνίοτε μέν ἐν τῇ τῶν ἐλαττόνων ὀρνίθων ἐντίκτει καταφαγών τά ᾠά τά ἐκείνων, μάλιστα δ’ ἐν ταῖς τῶν φαβῶν νεοττιαῖς, καταφαγών καί τά τούτων ᾠά.
497Aristoteles, Historia animalium, 6, VI 7; 10 (auctor 384BC-322BC)
Γίνεται δέ πίων καί ἡδύκρεως κατά τοῦτον τόν καιρόν μάλιστα.
498Aristoteles, Historia animalium, 6, VI 9; 1 (auctor 384BC-322BC)
Ὁ δέ ταώς ζῇ μέν περί πέντε καί εἴκοσιν ἔτη, γεννᾷ δέ τριέτης μάλιστα, ἐν οἷς καί τήν ποικιλίαν τῶν πτερῶν ἀπολαμβάνει· ἐκλέπει δ’ ἐν τριάκονθ’ ἡμέραις ἢ μικρῷ πλείοσιν.
499Aristoteles, Historia animalium, 6, VI 9; 2 (auctor 384BC-322BC)
Ἅπαξ δέ τοῦ ἔτους μόνον τίκτει· τίκτει δ’ ᾠά δώδεκα ἢ μικρῷ ἐλάττω· τίκτει δέ διαλείπων δύο ἢ τρεῖς ἡμέρας καί οὐκ ἐφεξῆς· αἱ δέ πρωτοτόκοι μάλιστα περί ὀκτώ ᾠά.
500Aristoteles, Historia animalium, 6, VI 9; 7 (auctor 384BC-322BC)
Ὑποτίθεται δέ τοῖς ὄρνισι μάλιστα δύο ᾠά· τοσαῦτα γάρ μόνα δύναται ἐπῳάζουσα ἐξάγειν.