'μέχρι' - search in All Authors, Showing 1 to 500 of 827 hits      Show next 327

1Adrianus I, Epistolae, 96, 1222B
], καὶ ἀλήθειαν καὶ πόθον τοῦ θεΐκοῦ σεβάσματος, καὶ ἀπαλλαγῆναι πάντας ἐκ τῆς τῶν ἐθνῶν εἰδωλολατρείας καὶ δαιμόνων πλάνης· καθὼς ὁ ἅγιος Γρηγόριος ὁ διάδοχος τῶν ἀποστόλων ἐκήρυξε, τοῦ πάντας ἀνθρώπους ἀγραμματίστους καὶ μὴ δυναμένους ἀναγνῶναι, θεωρεῖν τὰς εὐαγγελικὰς ἱστορίας, καὶ δι' αὐτῶν ἀνάγεσθαι πρὸς δόξαν καὶ ἀνάμνησιν τῆς ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου καὶ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάντες οἱ ὀρθόδοξοι καὶ χριστιανικώτατοι βασιλεῖς σὺν πᾶσι τοῖς ἱερεῦσι καὶ ἐντίμοις ἀνδράσι τοῖς θεραπεύουσι τὸν Θεὸν ἅμα παντὶ τῷ χριστιανικωτάτῳ λαῷ, κατὰ τὴν ἀρχαίαν παράδοσιν τῶν ἁγίων Πατέρων καὶ ἐδέξαντο, καὶ ἐκράτησαν, καὶ ἔχουσι τὰς αὐτὰς σεβασμίας εἰκόνας εἰς ἀνάμνησιν καὶ κατάνυξιν καρδίας, καὶ μέχρι τοῦ παρόντος σέβονται αὐτὰς, καὶ ἐν τοῖς μέρεσι δὲ αὐτοῖς ἕως τοῦ προπάππου ὑμῶν ὀρθοδόξως ἐσεβάσθησαν.
2Agapetus I, Epistolae, 66, 0055A
Ἀλλ' εἰ οὗτοι μόνοι τὴν τοῦ Θεοῦ ἐκκλησίαν διετάραττον, καὶ παρελύπουν, ἐστήσαμεν ἃν μέχρι τοῦτων τὸν ὀδυρμὸν· ἀλλ' ἐπειδὴ καὶ ὑπὸ τῶν δοκούντων ἐντὸς ταύτης εἶναι, καὶ εἰς ἀρχιερέων τάξιν τελεῖν, παντοίως ἐκπορθεῖται, καιρὸς τὸ τοῦ ψαλμοῦ περὶ αὐτῶν εἰπεῖν, « Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἃν ἀπ' αὐτοῦ· σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.
3Agapetus I, Epistolae, 66, 0055D
Τοῦτο οὖν ἠδυνήθη διὰ τῆς ἐκείνων συνάρσεως καὶ τὸν εὐαγῆ θρόνον τῆσδε ἁρπάσαι τῆς πόλεως, καὶ εἰς τοσαύτην διοίκησιν προαχθῆναι, τῆς δίας ἀμελήσας ἐκκλησίας, καὶ χήραν καὶ ἄνανδρον μέχρι τοῦδε ταύτην καταλιπὼν, ἐξ οὗ καὶ τὸν δόλον τῆς πεπλασμένης πολιτείας προφανῆ πᾶσιν ἀπέδειξε.
4Agapetus I, Epistolae, 66, 0067D
Διά τοι τοῦτο, τεθαῤῥηκότες πιστεύοντές τε τῷ θείῳ λογίῳ τῷ διαγορεύοντι, « Ἑν καιρῷ οὐ δειλιάσει καρδία ἡδρασμένη ἐπὶ διανοίᾳ συνέσεως, » πείρᾳ τε μαθόντες ἀκριβεῖς ὑμᾶς φύλακας εἶναι τῶν ἀποστολικῶν θησαυρῶν ἐξωστρακίσαντες ἀρτίως Ἄνθιμον τὸν πρόσχημα εὐσεβείας περιβαλόμενον, τὴν δὲ δύναμιν αὐτῆς ἀρνησάμενον, τὸν τὴν ἁρμοσθεῖσαν αὐτῷ νύμφην ἐξωθήσαντα, καὶ λαβηῖν ἑτέραν κατατολμήσαντα παρὰ τοὺς θείους κανόνας, γινὼσκοντες δὲ καὶ τὸν θεοφύλακτον ἡμῶν βασιλέα, καθάπερ Χριστοῦ μαθητὴν δεδοκιμασμένην ἔχοντα ψυχὴν κοινωνον ὑμῖν τοῦ ἀγαθοῦ ἔργου τούτου γενόμενον, καὶ σπουδάσαντα μὲν ἐκ προοιμίων τῆς αὐτοῦ βασιλείας μεχρι τοῦ νῦν, τὸ τῆς ἐκκλησίας, ἅπαν σῶμα φυλάξαι ὑγιὲς, καὶ ἀκέραιον καὶ πάσης νόσου αἱρετικῆς ἐλεύθερον, καὶ διὰ τοῦτο νομοθετῆσαι τὰς ἁγίας, καὶ ἱερὰς τέσσαρας συνόδουσ, ἐν ταῖς ὅτε δήποτε γινομέναις θείαις μυσταγωγίαις.
5Agapetus I, Epistolae, 66, 0071A
Παρέντες τοίνυν τὸ πλῆθος ὑπ' αὐτοῦ τολμηθέντων τά τε κατὰ τὴν ἑῴαν αἵματα τῶν ὁσίων ἀνδρῶν ἐκχυθέντα ὑπὸ τοῦ κατὰ πατρίαν ἐστασιασμένου ὑπ' αὐτοῦ Ἰουδαϊκοῦ συστάντος τότε στρατεύματος, καὶ ἄλλα δὲ τῶν εἰρημένων πολὺ χαλεπώτερα διὰ τὸ μῆκος τοῦ διηγήματος, ἱκετεύομεν, ἁγιώτατε, ἐπειδὴ « νῦν καιρὸς εὐπόσδεκτος, νῦν ἡμέρα σωτηρίας, » βοῶμεν, βοὴθησον ἡῖν, καὶ ταῖς φονευθείσαις ὁσίαις ψυχαῖς, ἃς παρεστάναι νομίσατε νοητῶς, καὶ δεικνύναι ὑμῖν ὡς διὰ Χριστὸν παρεδόθησαν τῷ θανάτῳ, ὑπὸ τοῦ πολυκεφάλου θηρὸς, ἵνα μὴ καὶ αὖθις ἐκ τῆς φανερωθείσης πᾶσιν αὐτῷ μαγγανείας, καὶ Μανιχαϊκῆς πλάνης, ᾗ θαῤῥῶν ὁ δείλαιος οὗτος, κατετόλμησεν εἰς τὰς καθαρὰς βασιλείους εἰσδύναι αὐλὰς, μηδένα τόπον ὀφείλων ἔχειν, ἤ τὸ βάραθρον εἰς κατάλυμα ἀνατρέψαι, καὶ ἐπὶ τοῦ παρόντος, τὴν μετὰ τοσούτων κόπων, καὶ ἰδρώτων, ὑμῶν τε καὶ τοῦ φιλοχρίστου ἡμῶν βασιλέως φιλοτιμηθεῖσαν εἰρηνεν, ταῖς ἁπανταχοῦ τῶν πιστῶν ἐκκλησίαις, ἀπελαθῆναι σπουδάσατε πόῤῥω που καὶ τῆς ἐσχατιᾶς αὐτῆς, φεισάμενοι τῶν τὰς συνουσίας πρὸς αὐτὸν ποιουμένων ψυχῶν, καὶ κοινωνουσῶν διὰ τῆς ἐντεύξεως τοῖς κατ' αὐτοῦ ἀναθέμασι τὸν ἀκάθαρτον, τὸν ἀποκήρυκτον, τὸν ἀναθέμασιν ἐγγράπτοις, καὶ διηνεκέσιν, ὑπὸ τοῦ ἀποστολικοῦ υμῶν θρόνου, καὶ τοσούτων ἀρχιερέων, καὶ ἐν οὐρανῷ παρὰ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων, κατάκριτον ἤδη γενόμενον, κατὰ τὴν εὐαγγελικὴν· ἐκείνεν καὶ θείαν φωνὴν, μετ' ἐκδικίου τοῦ βδελυροῦ ἄλλου τοῦ Πέτρου, τοῦ καὶ τὴν ἑαυτοῦ προσηγορίαν μέχρι τοῦ νῦν οὐκ ἐρυθριάσαντος ψεύσασται τοῦ αὐτοῦ μαθητοῦ, καὶ τὰ τῆς ἀποστασίας καθ' ἑκάστην ῥήματα φθεγξαμένου· καὶ μετὰ Ζωόρα δὲ, τοῦ παντελῶς ἀμυήτου τῆς θείας γραφῆς, καὶ πάσης ἱερατικῆς λειτουργίας, καὶ τάξεως, μετὰ δὲ παῤῥησιας οὐκ ἴσμεν τῆς ὅθεν χορεγουμένης αὐτῷ καταπατοῦντος τὴν κρατοῦσον ἐκκλησιαστικὴν εὐκοσμίαν τε, καὶ κατάστασιν, ἐκ τῶν καθ' ἡμέραν παρασυνάξεων, καὶ παραβαπτισματων ὑπ' αὐτοῦ τολμωμένων, οὗ τὴν συναγωγὴν, γύναια κώμοις, καὶ μέθαις, ἀσελγείαις, τε, καὶ ἀκολασίαις ἐνδεδομένα πληροῖ.
6Agapetus I, Epistolae, 66, 0071C
Ἐν γὰρ καταγωγίῳ τινὶ τιμίας εἰκόνος ἀνακειμένης τοῦ τῶν εὐσεβῶν ἐπὶ τοῦ παρόντος σκέπτρων κρατοῦντος, ὥσπερ ἁμιλλώμενος ὁ προλεχθεὶς δείλαιος, καὶ ἀλάστωρ ἀνὴρ, εἰ μὴ καὶ κατὰ τὸν ῥηθησόμενον νεώτερον τρόπον βλασφημήσοι τὸ θεῖον, ἀνατείνας τὴν βακτηρίαν, ἐν ᾗ τὸ ἄτιμον αὐτιῦ σχηματίζεται γῆρας στηρίζειν, πληρῶν τὴν πεπλανημένην ἐπίθεσιν, ἔμπροσθεν τῶν ὑπ' αὐτοῦ καταγινομένων ἀπάγεσθαι, ἔτυπτεν ἀφειδῶς τὸ τοῦ φιλοχρίστου βασιλέως ὁμοίωμα, αἱρετικὸν ἀποκαλῶν τὸν ἡνωμένον οὕτω Θεῷ καὶ φρουρούμενον ὑπ' αὐτοῦ, τὸ τῆς ἀληθείας φυλάττοντα κήρυγμα, καὶ οὐκ ἔπαυσε τὸν θυμὸν μέχρι τοσούτου, ἕως οὗ καὶ τὴν φέρουσαν τὸ περιφανὲς ἐκτύπωμα σινδόνα διέῤῥηξε, καὶ μέρος κατέαξεν ἐξ αὐτοῦ, ὃ καὶ πυρὶ παραδέδωκε.
7Agatho papa, Epistolae, 87, 1218D
Πιστεύομεν δὲ, ὅτι ὅπερ ὀλίγοις καὶ άραιοῖς συνεφωνήθη [συνεχωρήθη, L.], τῷ Θεοστέπτῳ ὑμῶν κράτει θεόθεν δωρηθησεται, ἵνα δι' αὐτοῦ τῆς καθολικῆς, καὶ ἀποστολικῆς ἡμῶν πίστεως τὸ τηλαυγέστατον λάμψῃ φῶς [ἐκλάμψοι] ἐν ταῖς πάντων καρδίαις· ὅπερ ἐκ τῆς πηγῆς τοῦ ἀληθινοῦ φωτὸς, ὡς δι' ἀκτίνων τῆς ζωοποιοῦ λαμπηδόνος τοῖς μακαρίοις λειτουργοῖς Πέτρῳ καὶ Παύλῳ τοῖς τῶν ἀποστόλων κορυφαίοις, καὶ τοῖς τούτων μαθηταῖς καὶ διαδόχοις τοῖς ἀποστολικοῖς κατὰ βαθμὸν μέχρι τῆς ἡμετέρας οὐδενότητος τῇ τοῦ Θεοῦ βοηθείᾳ ἐφυλάχθη, μηδεμιᾷ τῆς αἱρετικῆς πλάνης δυσωδεστάτου σκότους ἀχλύϊ, μήτε νεφέλαις ψεύδους, ἢ νέφεσιν ἀπάτης μολυνθὲν, μήτε παραμεμιγμέναις αἱρετικῶν φαυλότησι, καθάπερ ἀμαυροῖς νέφεσι κατασκιασθὲν, ἀβαρὲς καὶ ἀκέραιον καὶ ταῖς ἰδίαις ἀκτῖσι διαλάμψαν.
8Agatho papa, Epistolae, 87, 1218D
Ἐν τούτῳ γὰρ ὅ τε ἀποστολικὸς θρόνος, οἵ τε προηγησάμενοι τὴν ἡμετέραν μετριότητα μέχρι τοσούτου [τούτων, L.] οὐ χωρὶς κινδύνων ἀπέκαμον, νῦν δογματικῶς μετὰ τῶν ἀποστολικῶν ἀρχιερέων βουλευσάμενοι, νῦν συνοδικῷ ὅρῳ τῆς ἀληθείας περιεχομένους κανόνας πᾶσι γνωρίσαντες· καὶ τὰ αἰώνια ὅρια, ἅτινα παραβῆναι οὐ θέμις ἐστὶ, μέχρι τῆς ἐξόδου αὐτῆς τῆς ψυχῆς συστατικῶς διεκδικοῦντες, μὴ ἀπατηθέντες κολακείαις, μήτε κινδύνους ὑφορώμενοι, ὅπως ἐκεῖνο τὸ ἐν Εὐαγγελίοις τοῦ Κυρίου ἡμῶν θέσπισμα ἔργοις ἀποδείξωσιν, ᾧπερ ἀποφαντικῶς διδάσκων παραγγέλλει· « Ὅστις μὲ ὁμολογήσει ἐνώπιον τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, » καὶ τῇ ἐπακολουθήσῃ τιμωρίᾳ ἐκφοβεῖ, ᾗτινι αὐστηρῶς ἀπειλεῖ· « Καὶ ὅστις μὲ ἀρνήσεται ἐνώπιον τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
9Agatho papa, Epistolae, 87, 1219C
Αὕτη ἐστὶν ἡ τελεία ἡμῶν εἴδησις, ἵνα τοὺς ὅρους τῆς καθολικῆς καὶ ἀποστολίκῆς πίστεως, οὓς μέχρι τούτου ὁ ἀποστολικὸς θρόνος ἅμα ἡμῖν καὶ ἐκράτησε καὶ παραδίδωσιν, ὅλῃ τῇ τῆς διανοίας παραφυλακῇ φυλάξωμεν· Πιστεύοντες εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν πρὸ πάντων τῶν αἰώνων ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεὸν ἐκ Θεοῦ ἀληθινοῦ, φῶς ἐκ φωτὸς, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, καὶ ζωοποιοῦν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον, καὶ συνδοξαζόμενον· Τριάδα ἐν μονάδι, καὶ μονάδα ἐν Τριάδι, ἑνότητα μὲν φύσεως, Τριάδα δὲ προσώπων, ἤγουν ὑποστάσεων, Θεὸν τὸν Πατέρα ὁμολογοῦντες, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· οὐ τρεῖς Θεοὺς, ἀλλ' ἕνα Θεὸν, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ἅγιον· οὐ τριῶν ὀνομάτων ὑπόστασιν, ἀλλὰ τριῶν ὑποστάσεων μίαν οὐσίαν· ὧν μία οὐσία, ἤτοι φύσις, τουτέστι μία θεότης, μία ἀϊδιότης, μία δυναστεία, ἓν κράτος, μία δόξα, μία προσκύνησις, ἓν οὐσιῶδες τῆς αὐτῆς ἁγίας καὶ ἀχωρίστου Τριάδος θέλημα καὶ ἐνέργεια, ἥτις πάντα ἔκτισε, διοικεῖ καὶ διακρατεῖ.
10Agatho papa, Epistolae, 87, 1223A
, L.] τὴν ἡμετέραν μετριότητα, ἣν καὶ μέχρι τέλους παραφυλαχθῆναι ἡμῖν εἴτε ἐν ζωῇ, εἴτε ἐν θανάτῳ εὐχόμεθα.
11Agatho papa, Epistolae, 87, 1223C
Ὧντινων αὐθένται ὑπάρχουσι Θεόδωρος ὁ Φαρανίτης, Κῦρος Ἀλεξανδρείας, Σέργιος, Πύῤῥος, Παῦλος καὶ Πέτρος οἱ Κωνσταντινουπόλεως, καὶ οἱ τούτων ὁμόφρονες μέχρι τέλους ἀποδειχθέντες, οἵτινες τῆς καινῆς πλάνης αὐθένται, καὶ τῆς τελείας οἰκονομίας, ἐν ᾗ πάντες ἐσώθημεν, ἐχθροὶ οὐ μόνον τῆς ἀληθοῦς ὁμολογίας ἐναντίοι, ἀλλ' ἅτε δὴ πλανώμενοι ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας τὰ ἐναντία ἐδίδαξαν, ἄλλως καὶ ἄλλως δικαιολογούμενοι, καὶ ἀλλήλων τὰ δόγματα καταλύοντες.
12Agatho papa, Epistolae, 87, 1223D
Πρῶτον μὲν οὖν, ὅτι ἀναρίθμητον πλῆθος τῶν ἡμετέρων μέχρι τῶν κλιμάτων τοῦ ὠκεανοῦ ἐπεκτείνεται· ἧστινος συνόδου [ὁδοῦ, L.] τὸ μῆκος ἐν πολλῇ καιροῦ παραδρομῇ διατείνει.
13Agatho papa, Epistolae, 87, 1227C
Καὶ καθὼς τοῦ τελευταίου μὲν, ὅμως δὲ πάντων ἐξοχωτέρου, τοῦ μεγάλου ἐκείνου Ἰουστινιανοῦ, οὗτινος ὡς ἡ ἀρετὴ, οὕτω καὶ ἡ εὐσέβεια εἰς κρείττονα τάξιν ἀνεκαίνισε τὰ πάντα· οὗτινος καθ' ὁμοίωμα ἡ αὐτοκρατορία τῆς ἀνδρειοτάτης ὑμῶν εὐμενείας ἀρεταῖς τε καὶ ἐγχειρήμασι τὴν πολιτείαν τῶν Χριστιανῶν κατασφαλίζεται, καὶ ἐπὶ τὸ κρεῖττον ἀνακαινίζει, τοῖς τε τῆς εὐσεβείας σπουδάσμασι τῇ καθολικῇ συντρέχει Ἐκκλησία, ἵνα ἐν τῇ ἑνώσει [ἑνότητι L.] τῆς ἀληθοῦς ἀποστολικῆς ὁμολογίας τελεώτερον συναφθῇ, ἣν μέχρι τοῦ παρόντος σὺν ἡμῖν ἡ ἁγία τῶν Ρὡμαίων Ἐκκλησία φυλάττει, ὅπως τῆς ἀληθοῦς εὐσεβείας τὸ μυστήριον λαμπρότερον σάλπιγγος εἰς ὅλον τὸν κόσμον κηρυχθῇ· καὶ ἔνθα ταύτης τῆς ἀληθοῦς ὁμολογίας τὸ ἀκέραιον ταῖς εὐσεβέσι σπουδαῖς τῆς ὑμετέρας βασιλείας ἐπικρατεῖ, ἔπαινος ἅμα καὶ εὐεργεσία τοῦ γαληναίου ὑμῶν κράτους κηρυχθῇ, ἵνα μετὰ τῶν τῆς εὐσεβείας ἐπαίνων καὶ τῆς βασιλείας ὑμῶν πλατυνθῶσι Θεοῦ ἐπινεύοντος τὰ ἐξαίρετα [ἐπίσημα]· καὶ οὓς ἡ τῆς ἀληθοῦς εὐσεβείας ὁμολογία προτρέπεται, ἡ βασιλικὴ ἀνδρεία κτήσηται.
14Agatho papa, Epistolae, 87, 1230A
Διὰ τοῦτο χαρὰ μεγάλη ἔσται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐὰν τῆς ὑμετέρας εὐμενοῦς βασιλείας μεσιτευούσης ὁ συμβασιλεὺς ἡμῶν καὶ παντοκράτωρ Θεὸς ταῦτα πρὸς πέρας ἀγάγῃ, ἵνα ὁ οὐρανὸς εὐφρανθῇ, καὶ ἀγαλλιάσηται ἡ γῆ γινομένης εἰρήνης πολλῆς τοῖς τὴν ἀλήθειαν ἀγαπῶσι, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον· καὶ ἀφαιρεθῇ ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ βδέλυγμα σκανδάλου, τὸ ὂν εἰς πτῶσιν πολλῶν ἀσυστάτων καὶ ἁπλουστέρων· καὶ γένηται μία πίστις, ἓν στόμα, καὶ χεῖλος ἓν, καὶ μία πρὸς πάντα [παρὰ πᾶσι] τοῦ ἀποστολικοῦ κηρύγματος ὁμολογία, ἐν ὅσῳ πάντες ὁμοθυμαδὸν λαλοῦσι τὰ μεγαλεῖα τοῦ Θεοῦ· ἥντινα ἐν τοῖς χρόνοις τῆς ὑμετέρας γαληναίας εὐδαιμονίας ὁ πολυέλεος Θεὸς χαρίσασθαι καταξιώσοι, ἐν ᾧ [ι., ως] τὰ διεσπασμένα πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ κατασκευάζονται, τὰ διακεχωρισμένα εἰς ἁρμογὴν ἀληθείας συνέρχονται, τὰ διεζευγμένα εἰς ἀγάπην ἀποστολικῆς πίστεως [ἀληθείας] συνάπτονται, τὰ διεσκορπισμένα εἰς ἕνωσιν ἐπικρατούσης τῆς ἀποστολικῆς Ἐκκλησίας συνέρχονται, ἵνα ὁμοφρόνως ἅμα ἡμῖν πάντες τὴν μεγαλειότητα τοῦ ἐνεργήσαντος τὸ ἀγαθὸν τοῦτο Θεοῦ πιστῶς ἰσχύσωσι παρακαλέσαι ὑπὲρ τοῦ μακροχρόνιον καὶ τελείαν εὐδαιμονίαν θεόθεν χαρισθῆναι τῷ κράτει τῆς ὑμῶν ἀνδρείας, ἵνα τοῖς καμάτοις τῆς ὑμῶν ἀηττήτου ἡμερότητος συναχθήσωνται ἐκ τῶν ἐθνῶν εἰς τὸ πιστεύειν [L., ἐξομολογήσασθαι] τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ, καὶ δοξάζειν ἐν ὕμνοις τὴν ἀληθῆ αὐτοῦ ὁμολογίαν, τοῦ ποιήσαντος θαυμάσια μεγάλα μόνου, τοῦ ποιήσαντος τέρατα ἐπὶ τῆς γῆς· ἀνταναιροῦντος πολέμους μέχρι τῶν ἐσχάτων τῆς γῆς· ὅς τὰ διεσπαρμένα συνήγαγε, καὶ τὰ συναχθέντα φυλάττει· ὃς τοὺς εὐσεβεῖς βασιλεῖς ἐπὶ τὸν λαὸν αὐτοῦ βασιλεύειν προστάττει, ὅντινα διὰ τῆς ἀγρύπνου εὐσεβείας, καὶ τῶν ἀηττήτων καμάτων συνεργοῦντος Θεοῦ φυλάττουσιν.
15Agatho papa, Epistolae, 87, 1250C
Μέχρι τούτων τοίνυν ἡμῖν τὸ κατηφὲς καὶ στυγνὸν καὶ πολύδακρυ.
16Agatho papa, Epistolae, 87, 1166A
Οἷς τισι διακομισταῖς καὶ χρησεις τινὰς τῶν ἁγίων Πατέρων, οὓς ἐδέξατο αὕτη [ταύτη] ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία, μετὰ τῶν βιβλίων αὐτῶν παραδεδώκαμεν· ὅπως εὐπορίας τυχόντες τοῦ ἀναφέρειν ἀπὸ τοῦ εὐμενοῦς ὑμῶν καὶ Χριστιανικωτάτου κράτους ἐκ τούτων μόνον ἀπολογήσασθαι σπεύσωσι, ἐπ' ἄν ἡ βασιλικὴ ἡμερότης προστάξῃ, τί αὕτη [ταύτη] ἡ πνευματικὴ μήτηρ τοῦ θεοκατορθώτου ὑμῶν κράτους, ἡ τοῦ Χριστοῦ ἀποστολικὴ Ἐκκλησία πιστεύει, καὶ κηρύσσει οὐ διὰ κοσμικῆς εὐγλωττίας, ἥτις οὐδὲ ἰδιώταις ἀνθρώποις βοηθεῖ, ἀλλὰ δι' ἀκεραιότητος τῆς ἀποστολικῆς πίστεως, ἐν ᾗ καὶ ἐκ σπαργάνων ἀνατραφέντες μέχρι τέλους τῷ κατορθωτῇ τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους τῷ Κυρίῳ τοῦ οὐρανοῦ πάντας σὺν ἡμῖν ἱκετεύομεν δουλεύειν καὶ φυλάττεσθαι.
17Agatho papa, Epistolae, 87, 1170B
Αὕτη ἐστὶν ἡ τῶν ἀποστόλων τοῦ Χριστοῦ ζῶσα παράδοσις, ἥν τινα μέχρι τοῦ παρόντος ἡ αὐτοῦ κρατεῖ Ἐκκλησία, ἥτις ἐξαιρέτως ἀγαπωμένη, καὶ θαλπομένη, καὶ παῤῥησιαστικῶς κηρυχθεῖσα· ἥτις διὰ τῆς ἀληθοῦς ὁμολογίας τῷ Θεῷ καταλλάσσει· ἥτις τῷ Δεσπότῃ Χριστῷ παρατίθεται· ἥτις τῆς εὐσεβείας ὑμῶν τὸ Χριστιανικώτατων διαφυλάττει κράτος· ἥτις ἀπὸ τοῦ Δεσπότου τοῦ οὐρανοῦ δαψιλεῖς νίκας τῇ ἀνδρείᾳ τῆς ὑμετέρας εὐσεβείας συνεισάγει· ἥτις συνοδεύει ἐν τοῖς πολέμοις, καὶ ἐκπολεμεῖ τοὺς ἐναντίους, τὸ ὑμέτερον θεοκατόρθωτον κράτος πανταχοῦ ὡς ἀκαταμάχητον τεῖχος περισκέπει· ἥτις φόβον τοῖς ἐναντίοις ἔθνεσιν ἐμβάλλει [L., ἐμβάλλοι], καὶ τῇ θείᾳ ὀργῇ τιμωρεῖται [L., τιμωρῆσαιτο]· ἥτις καὶ ἐν πολέμοις τὰ τῆς νίκης βραβεῖα περὶ τῆς τῶν πολεμίων καταστροφῆς καὶ ὑποταγῆς [ἴσ.
18Agatho papa, Epistolae, 87, 1170D
Αὕτη δέ ἐστι τῆς ἀληθοῦς πίστεως ὁ κανων· ἥν τινα καὶ ἐν τοῖς εὐτυχήμασι, καὶ ἐν τοῖς ἐναντίοις θερμῶς ἐκράτησε καὶ ἐξεδίκησεν αὕτη ἡ πνευματικὴ μήτηρ τοῦ ὑμετέρου γαληναίου κράτους ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία· ἥτις διὰ τῆς χάριτος τοῦ παντοδυνάμου Θεοῦ ἀπὸ τῆς ὁδοῦ τῆς ἀποστολικῆς παραδόσεως οὐδέποτε πλανηθῆναι δείκνυται· οὔτε τοῖς τῶν αἱρετικῶν καινισμοῖς στρεβλωθεῖσα ὑπέπεσεν, ἀλλὰ καθὼς ἐκ προοιμίων τῆς τῶν Χριστιανῶν πίστεως παρέλαβεν ἀπὸ τῶν ἰδίων αὐθεντῶν τῶν κορυφαίων τοῦ Χριστοῦ ἀποστόλων, ἀπαράτρωτος μέχρι τέλους μένει κατὰ τὴν τοῦ Κυρίου αὐτοῦ τοῦ Σωτῆρος θείαν παραγγελίαν [L., ἐπαγγελίαν], ἣν τῷ ἐξάρχῳ τῶν ἑαυτοῦ μαθητῶν ἐν τοῖς Εὐαγγελίοις ὡμολόγησε φήσας· « Πέτρε, Πέτρε, ἰδοὺ ὁ Σατανᾶς ἐζήτησε τοῦ σινιάσαι ὑμᾶς, ὡς ὁ σινιάζων τὸν σῖτον· ἐγὼ δὲ περὶ σοῦ ἠρώτησα, ἵνα μὴ ἐκλείψῃ [ἄλλ' ἐκλείπῃ] ἡ πίστις σου.
19Agatho papa, Epistolae, 87, 1175B
» Ἐμὴ γάρ ἐστιν ἡ στυγνότης, ἣν κατ' ἐμὴν διάθεσιν ἀνεδέξατο· Ἰδοὺ φαίνεται, εὐσεβέστατοι βασιλέων, ὅτι ἐνταῦθα ὁ ἅγιος Πατὴρ τὸ ῥῆμα τοῦτο, ὅπερ ὁ Κύριος προσευχόμενος προήγαγε, τό· Οὐχ ὡς ἐγὼ θέλω, πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν ἐπισφραγίζει, καθ' ἣν καὶ ὑπήκοος κατὰ τὴν διδασκαλίαν τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου τῶν ἐθνῶν λέγεται μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
20Agatho papa, Epistolae, 87, 1182B
Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
21Agatho papa, Epistolae, 87, 1182B
» Ἰδοὺ ἐνταῦθα ὁ ἀληθέστατος κήρυξ, καὶ τῶν μορφῶν, τουτέστι τῶν φύσεων τοῦ Χριστοῦ τὴν διαφορὰν διδάσκει, καὶ τὴν ὑπακοὴν μέχρι θανάτου τῆς ἀνθρωπίνης μορφῆς σοφῶς ἐπισφραγίζει [τῇ ἀνθρωπίνῃ μ.
22Agatho papa, Epistolae, 87, 1182C
Τίς γὰρ εἰς τοσοῦτον ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἀπεχώρησεν, ἵνα κατὰ τὸ θέλημα τῆς αὐτοῦ θεότητος προπετεύσηται λέγειν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πατρὶ ὑπακοῦσαι, ᾧ τινί ἐστιν ἴσος ἐν πᾶσι, καὶ τοῦτο θέλει ἐν πᾶσι καὶ αὐτὸς ὅπερ ὁ Πατήρ; ἢ τίς μὴ νοήσῃ τὴν ὑπακοὴν τῷ ἀνθρωπίνῳ θελήματι μᾶλλον ἁρμόζειν, ἐν ᾧ παντελῶς οὐδεμίαν ἔσχεν ἁμαρτίαν; Οὔτε ῥηθήσεται ὑπήκοος μέχρι θανάτου, εἰ μὴ ἀνθρώπινον θέλημα ἐν ἑαυτῷ ἀνέλαβε, καθὼς ψυχὴν λογικὴν, καὶ σάρκα μετὰ πάντων αὐτῶν τῶν ἰδιοτήτων σαρκωθεὶς προσέλαβε.
23Agatho papa, Epistolae, 87, 1186B
Ἑπεὶ κᾂν ἕνα Χριστὸν, καὶ ἓν αὐτοῦ πρόσωπον καὶ ὑπόστασιν, διὰ τὴν ἕνωσιν δηλονότι τῶν φύσεων, ἥτις γέγονε καθ' ὑπόστασιν, ἐδίδαξαν· ὅμως τὴν διαφορὰν αὐτῶν τῶν φύσεων, αἵ τινες ἐν αὐτῷ ἡνώθησαν, μετὰ τὴν θαυμαστὴν καὶ ἀχώριστον ἕνωσιν, μέχρι θεωρίας νοήσεως γνωρίζειν ἡμᾶς, καὶ κηρύττειν παραδεδώκασι.
24Agatho papa, Epistolae, 87, 1190B
Καὶ ὁπόταν ὁ συστατικὸς τῆς ὀρθοδόξου πίστεως κήρυξ ὁ μακάριος Κύριλλος λέγῃ, ὅτι καθὸ ἦν Λόγος, οὐκ ἐφοβεῖτο τὸν θάνατον, ἀλλ' ἤθελε μέχρι τέλους τὴν οἰκονομίαν διεξάγειν, ὅτι τοῦτο ἦν τὸ θέλημα τοῦ Πατρὸς, ὅπερ ἐστὶ κατὰ τὴν θεότητα καὶ τοῦ Υἱοῦ· καὶ ἐσχηκέναι τὸν αὐτὸν τοῦτον Κύριον Ἰησοῦν Χριστὸν κατὰ τὴν ἀνθρωπότητα τοῦ μὴ ἀποθανεῖν θέλημα, τουτέστι τῆς ἀνθρωπίνης ζωῆς τὴν φυσικὴν διάθεσιν· δείκνυσι δὺο αὐτὸν, θεῖον δηλαδὴ καὶ ἀνθρώπινον, ἀναμφιβόλως ἐν ἑαυτῷ ἔχειν θελήματα· ἓν μὲν, ἐν ᾧ τὴν οἰκονομίαν ἤθελεν ἐκτελέσαι· ἕτερον δὲ, ἐν ᾧ λέγει τὴν σάρκα μὴ θέλειν φυσικῶς τεθνάναι.
25Agatho papa, Epistolae, 87, 1198D
Καὶ μέχρι τοῦ νῦν ἀπὸ πάντων τῶν ἐθνῶν ἡ αὐτοῦ θεοσεβὴς μνήμη προσκυνήσεως ἀξιοῦται.
26Agatho papa, Epistolae, 87, 1210C
Ταῦτα διὰ τοῦτον τὸν παντοδύναμον Θεὸν τοῖς ἐσχάτοις χρόνοις τῆς ὑμῶν ἡμερότητος εἰς τὸ διορθώσασθαι πιστεύομεν φυλάξαι, ἵνα καὶ τὸν τόπον, καὶ τὸν ζῆλον αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Ξριστοῦ τοῦ τὸ ὑμέτερον κράτος καταξιώσαντος στέψαι, ποιοῦντες ἐπὶ γῆς ὑπὲρ τῆς αὐτοῦ εὐαγγελικῆς καὶ ἀποστολικῆς ἀληθείας δικαίαν κρίσιν προαγάγητε· ὅστις τοῦ ἀνθρωπίνου γένους λυτρωτὴς καὶ σωτὴρ ὑπάρχων, μέχρι τῆς σήμερον ὑβριζόμενος ἠνέσχετο, καὶ τῷ κράτει τῆς ὑμετέρας ἀνδρειότητος ἐνέπνευσεν, ἵνα τῆς αὐτοῦ πίστεως τὸ πρᾶγμα, καθὼς τὸ δίκαιον ἀπαιτεῖ, καὶ τῶν ἁγίων Πατέρων καὶ τῶν ἱερῶν οἰκουμενικῶν πέντε συνόδων ἐψηφίσατο ἡ διδασκαλία καταξιώσητε ἐπεξελθεῖν [ἐξακολουθῆναι], καὶ τοῦ λυτρωτοῦ καὶ συμβασιλέων τὴν περὶ τῆς πίστεως αὐτοῦ ὕβριν, διὰ τῆς αὐτοῦ προστασίας ἀπὸ τῶν καταφρονησάντων ἐκδικήσητε, τὸ προφητικὸν ἐκεῖνο λόγιον μετὰ βασιλικῆς φιλανθρωπίας μεγαλοψύχως ἀναπληροῦντες, ὅθεν [ἴσ., ὅπερ] ὁ βασιλεὺς καὶ προφήτης Δαβὶδ πρὸς τὸν Θεὸν φθέγγεται.
27Agatho papa, Epistolae, 87, 1214A
Ἐπεὶ [Εἰ δὲ, L.], ὅπερ ἀπέστω, τὴν πρὸ μικροῦ ἀπ' ἄλλων εἰσαχθεῖσαν καινότητα ἐπισπάσασθαι θελήσει, καὶ ταῖς ἀλλοτρίαις διδασκαλίαις ἀπὸ τοῦ κανόνος τῆς ἀληθείας τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς ἡμῶν πίστεως ἑαυτὸν σαγηνεῦσαι· ἥντινα ἅτε δὴ ταῖς ψυχαῖς καταδίκην [βλάβερὰν] ἐκκλῖναι ἀδιαλείπτως ἀπὸ τῶν προηγησαμένων τὴν ἡμετέραν μετριότητα προτραπέντες, καὶ ὑπομνησθέντες μέχρι τούτου ὑπερέθεντο, αὐτὸς γνώσεται, τί περὶ τῆς τοιαύτης καταφρονήσεως ἐν τῷ θείῳ τοῦ Χριστοῦ κριτηρίῳ ἀπολογήσεται παρὰ τῷ δικαστῇ πάντων τῷ ἐν οὐρανοῖς ὄντι· ᾧτινι καὶ ἡμεῖς καὶ αὐτὸς [καὶ ἡμεῖς αὐτοὶ] ὑπὲρ τῆς προσληφθείσης διακονίας τοῦ ἀληθοῦς κηρύγματος, ἢ τῆς ἐναντίας προλήψεως τῆς Χριστιανικωτάτης πίστεως, ὅταν πρὸς τὸ κρίνειν παραγένηται, λόγον ἀποδώσομεν· καὶ ἡμῖν μὲν [ἡμῖν δὲ], ὅπερ δεόμενος παρακαλῶ, ἐγγένηται τὸν ἀποστολικὸν, καὶ εὐαγγελικὸν τῆς ὀρθῆς πίστεως κανόνα, ὡς ἀπ' ἀρχῆς παρελάβομεν, ἀδιασείστως καὶ ἐλευθερίως μετὰ ἁπλῆς καθαρότητος ἀκέραιου καὶ ἄτρωτον φυλάξαι.
28Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605C
Τότε λέγει πρὸς αὐτὸν ὁ Τρώϊλος· Παίζεις, ἀββᾶ, οὐκ οἴδας ποῦ εἶ; Ὁ δὲ, οὐ παίζω, ἀλλὰ πενθὼ τὴν ζωήν μου συντηρηθεῖσαν μέχρι τοῦ νῦν, ἴνα τοιούτων λάβω πεῖραν φαντασμάτων.
29Anonymus, Adnotationes super Lucanum, 10, 10; 21 (opus c.400)
’ OCEANO CLASSES INFERRE PARABAT Alexander voluit per Oceanum navigare aestimans se eo transito ad caelum esse venturum, sed divinitus ei responsum est: μέχρι τούτου; Alexander [et] sic restitit.
30Aristoteles, Physica, 1, 1; 1
Ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πά σας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν (τότε γὰρ οἰόμεθα γιγνώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων), δῆλον ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς.
31Aristoteles, Physica, 1, 5; 15
μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασι καὶ τῶν ἄλλων οἱ πλεῖστοι, καθάπερ εἴπομεν πρότερον· πάντες γὰρ τὰ στοιχεῖα καὶ τὰς ὑπ' αὐτῶν καλουμένας ἀρχάς, καί περ ἄνευ λόγου τιθέντες, ὅμως τἀναντία λέγουσιν, ὥσπερ ὑπ' αὐτῆς τῆς ἀληθείας ἀναγκασθέντες.
32Aristoteles, Physica, 1, 9; 6
μέχρι μὲν γὰρ δεῦρο προ ῆλθον, ὅτι δεῖ τινὰ ὑποκεῖσθαι φύσιν, ταύτην μέντοι μίαν ποιοῦσιν· καὶ γὰρ εἴ τις δυάδα ποιεῖ, λέγων μέγα καὶ μι κρὸν αὐτήν, οὐθὲν ἧττον ταὐτὸ ποιεῖ· τὴν γὰρ ἑτέραν παρεῖδεν.
33Aristoteles, Physica, 2, 2; 12
εἰς μὲν γὰρ τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἂν εἶναι τῆς ὕλης (ἐπὶ μικρὸν γάρ τι μέρος Ἐμπεδοκλῆς καὶ Δημόκριτος τοῦ εἴδους καὶ τοῦ τί ἦν εἶναι ἥψαντο)· εἰ δὲ ἡ τέχνη μιμεῖται τὴν φύσιν, τῆς δὲ αὐτῆς ἐπιστήμης εἰδέναι τὸ εἶδος καὶ τὴν ὕλην μέχρι του (οἷον ἰατροῦ ὑγίειαν καὶ χολὴν καὶ φλέγμα, ἐν οἷς ἡ ὑγίεια, ὁμοίως δὲ καὶ οἰκοδόμου τό τε εἶδος τῆς οἰκίας καὶ τὴν ὕλην, ὅτι πλίνθοι καὶ ξύλα· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων), καὶ τῆς φυσικῆς ἂν εἴη τὸ γνωρίζειν ἀμφοτέρας τὰς φύσεις.
34Aristoteles, Physica, 2, 2; 19
μέχρι δὴ πόσου τὸν φυσικὸν δεῖ εἰδέναι τὸ εἶδος καὶ τὸ τί ἐστιν;
35Aristoteles, Physica, 2, 2; 20
ἢ ὥσπερ ἰατρὸν νεῦρον ἢ χαλκέα χαλκόν, μέχρι τοῦ τίνος [γὰρ] ἕνεκα ἕκαστον, καὶ περὶ ταῦτα ἅ ἐστι χωριστὰ μὲν εἴ δει, ἐν ὕλῃ δέ;
36Aristoteles, Physica, 3, 7; 14
ποιήσας μέντοι δύο οὐ χρῆται· οὔτε γὰρ ἐν τοῖς ἀριθμοῖς τὸ ἐπὶ τὴν καθαίρεσιν ἄπειρον ὑπάρχει (ἡ γὰρ μονὰς ἐλάχι στον), οὔτε ἐπὶ τὴν αὔξην (μέχρι γὰρ δεκάδος ποιεῖ τὸν ἀριθ μόν).
37Aristoteles, Physica, 7, 2; 6
ἅπασαι γὰρ αἱ κατὰ τόπον κινήσεις ἀνάγονται εἰς ταύτας· ἡ μὲν γὰρ ἔπωσις ὦσίς τίς ἐστιν, ὅταν τὸ ἀφ' αὑτοῦ κινοῦν ἐπακολουθοῦν ὠθῇ, ἡ δ' ἄπω σις, ὅταν μὴ ἐπακολουθῇ κινῆσαν, ἡ δὲ ῥῖψις, ὅταν σφο δροτέραν ποιήσῃ τὴν ἀφ' αὑτοῦ κίνησιν τῆς κατὰ φύσιν φο ρᾶς, καὶ μέχρι τοσούτου φέρηται ἕως ἂν κρατῇ ἡ κίνησις.
38Aristoteles, Physica, 7, 8; 1
Ἐπεὶ δὲ τὸ κινοῦν κινεῖ τι ἀεὶ καὶ ἔν τινι καὶ μέχρι του (λέγω δὲ τὸ μὲν ἔν τινι, ὅτι ἐν χρόνῳ, τὸ δὲ μέχρι του, ὅτι ποσόν τι μῆκος· ἀεὶ γὰρ ἅμα κινεῖ καὶ κεκίνηκεν, ὥστε ποσόν τι ἔσται ὃ ἐκινήθη, καὶ ἐν ποσῷ), εἰ δὴ τὸ μὲν Α τὸ κινοῦν, τὸ δὲ Β τὸ κινούμενον, ὅσον δὲ κεκίνηται μῆ κος τὸ Γ, ἐν ὅσῳ δέ, ὁ χρόνος, ἐφ' οὗ τὸ Δ, ἐν δὴ τῷ ἴσῳ χρόνῳ ἡ ἴση δύναμις ἡ ἐφ' οὗ τὸ Α τὸ ἥμισυ τοῦ Β διπλασίαν τῆς Γ κινήσει, τὴν δὲ τὸ Γ ἐν τῷ ἡμίσει τοῦ Δ· οὕτω γὰρ ἀνάλογον ἔσται.
39Aristoteles, Physica, 8, 5; 19
τὸ μὲν οὖν κινούμενον ἀνάγκη κινεῖσθαι, κινεῖν δ' οὐκ ἀνάγκη· τὸ δ' ᾧ κινεῖ, καὶ κινεῖν καὶ κινεῖσθαι (συμμεταβάλλει γὰρ τοῦτο ἅμα καὶ κατὰ τὸ αὐτὸ τῷ κινουμένῳ ὄν· δῆλον δ' ἐπὶ τῶν κατὰ τόπον κινούντων· ἅπτεσθαι γὰρ ἀλλήλων ἀνάγκη μέχρι τι νός)· τὸ δὲ κινοῦν οὕτως ὥστ' εἶναι μὴ ᾧ κινεῖ, ἀκίνητον.
40Aristoteles, Physica, 8, 5; 24
ἀλλὰ φανερὸν ὅτι ἀδύνατον· δεῖ γὰρ μέχρι τῶν ἀτόμων διαιροῦντα λέγειν, οἷον εἴ τι διδάσκει γεω μετρεῖν, τοῦτο διδάσκεσθαι γεωμετρεῖν τὸ αὐτό, ἢ εἰ ῥι πτεῖ, ῥιπτεῖσθαι τὸν αὐτὸν τρόπον τῆς ῥίψεως· ἢ οὕτως μὲν μή, ἄλλο δ' ἐξ ἄλλου γένους, οἷον τὸ φέρον μὲν αὐξάνε σθαι, τὸ δὲ τοῦτο αὖξον ἀλλοιοῦσθαι ὑπ' ἄλλου, τὸ δὲ τοῦτο ἀλλοιοῦν ἑτέραν τινὰ κινεῖσθαι κίνησιν.
41Aristoteles, Analytica posteriora, 1, I 24; 17 (auctor 384BC-322BC)
Ἔτι μέχρι τούτου ζητοῦμεν τό διά τί, καί τότε οἰόμεθα εἰδέναι, ὅταν μή ᾖ ὅτι τι ἄλλο τοῦτο ἢ γινόμενον ἢ ὄν· τέλος γάρ καί πέρας τό ἔσχατον ἤδη οὕτως ἐστίν.
42Aristoteles, Analytica posteriora, 2, II 4; 1 (auctor 384BC-322BC)
Ταῦτα μέν οὖν μέχρι τούτου διηπορήσθω· τοῦ δέ τί ἐστι πότερον ἔστι συλλογισμός καί ἀπόδειξις ἢ οὐκ ἔστι, καθάπερ νῦν ὁ λόγος ὑπέθετο; ὁ μέν γάρ συλλογισμός τί κατά τινος δείκνυσι διά τοῦ μέσου· τό δέ τί ἐστιν ἴδιόν τε, καί ἐν τῷ τί ἐστι κατηγορεῖται.
43Aristoteles, Analytica posteriora, 2, II 13; 7 (auctor 384BC-322BC)
Τά δή τοιαῦτα ληπτέον μέχρι τούτου, ἕως τοσαῦτα ληφθῇ πρῶτον, ὧν ἕκαστον μέν ἐπί πλεῖον ὑπάρξει, ἅπαντα δέ μή ἐπί πλέον· ταύτην γάρ ἀνάγκη οὐσίαν εἶναι τοῦ πράγματος.
44Aristoteles, Athenaion Politeia, p2, 2, 2; 2 (auctor 384BC-322BC)
ἦν γὰρ αὐτῶν ἡ πολιτεία τοῖς τε ἄλλοις ὀλιγαρχικὴ πᾶσι, καὶ δὴ καὶ ἐδούλευον οἱ πένητες τοῖς πλουσίοις καὶ αὐτοὶ καὶ τὰ τέκνα καὶ αἱ γυναῖκες· καὶ ἐκαλοῦντο πελάται καὶ ἑκτήμοροι· κατὰ ταύτην γὰρ τὴν μίσθωσιν ἠργάζοντο τῶν πλουσίων τοὺς ἀγρούς (ἡ δὲ πᾶσα γῆ δι' ὀλίγων ἦν) , καὶ εἰ μὴ τὰς μισθώσεις ἀποδιδοῖεν, ἀγώγιμοι καὶ αὐτοὶ καὶ οἱ παῖδες ἐγίγνοντο· καὶ οἱ δανεισμοὶ πᾶσιν ἐπὶ τοῖς σώμασιν ἦσαν μέχρι Σόλωνος· οὗτος δὲ πρῶτος ἐγένετο τοῦ δήμου προστάτης.
45Aristoteles, Athenaion Politeia, p2, 4, 2; 4 (auctor 384BC-322BC)
τούτους δ' ἔδει διεγγυᾶν τοὺς πρυτάνεις καὶ τοὺς στρατηγοὺς καὶ τοὺς ἱππάρχους τοὺς ἕνους μέχρι εὐθυνῶν, ἐγγυητὰς δ # ἐκ τοῦ αὐτοῦ τέλους δεχομένους, οὗπερ οἱ στρατηγοὶ καὶ οἱ ἵππαρχοι.
46Aristoteles, Athenaion Politeia, p2, 23, 1; 1 (auctor 384BC-322BC)
τότε μὲν οὖν μέχρι τούτου προῆλθεν ἡ πόλις, ἅμα τῇ δημοκρατίᾳ κατὰ μικρὸν αὐξανομένη· μετὰ δὲ τὰ Μηδικὰ πάλιν ἴσχυσεν ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ καὶ διῴκει τὴν πόλιν, οὐδενὶ δόγματι λαβοῦσα τὴν ἡγεμονίαν, ἀλλὰ διὰ τὸ γενέσθαι τῆς περὶ Σαλαμῖνα ναυμαχίας αἰτία.
47Aristoteles, Athenaion Politeia, p2, 41, 2; 13 (auctor 384BC-322BC)
ἑνδεκάτη δ' ἡ μετὰ τὴν ἀπὸ Φυλῆς καὶ ἐκ Πειραιέως κάθοδον, ἀφ' ἧς διαγεγένηται μέχρι τῆς νῦν, ἀεὶ προσεπιλαμβάνουσα τῷ πλήθει τὴν ἐξουσίαν.
48Aristoteles, Athenaion Politeia, p2, 43, 5; 10 (auctor 384BC-322BC)
ἐπὶ δὲ τῆς ἕκτης πρυτανείας πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῆς ὀστρακοφορίας ἐπιχειροτονίαν διδόασιν, εἰ δοκεῖ ποιεῖν ἢ μή, καὶ συκοφαντῶν προβολὰς τῶν Ἀθηναίων καὶ τῶν μετοίκων μέχρι τριῶν ἑκατέρων, κἄν τις ὑποσχόμενός τι μὴ ποιήσῃ τῷ δήμῳ.
49Aristoteles, Athenaion Politeia, p2, 52, 3; 5 (auctor 384BC-322BC)
οὗτοι μὲν οὖν ταύτας δικάζουσιν ἐμμήνους εἰσάγοντες, οἱ δ' ἀποδέκται τοῖς τελώναις καὶ κατὰ τῶν τελωνῶν, τὰ μὲν μέχρι δέκα δραχμῶν ὄντες κύριοι, τὰ δ' ἄλλ' εἰς τὸ δικαστήριον εἰσάγοντες ἔμμηνα.
50Aristoteles, Athenaion Politeia, p2, 53, 2; 3 (auctor 384BC-322BC)
καὶ τὰ μὲν ‖ ‖ μέχρι δέκα δραχμῶν αὐτοτελεῖς εἰσι δικάζειν, τὰ δ' ὑπὲρ τοῦτο τὸ τίμημα τοῖς διαιτηταῖς παραδιδόασιν· οἱ δὲ παραλαβόντες, ἐὰν μὴ δύνωνται διαλῦσαι, γιγνώσκουσι, κἂν μὲν ἀμφοτέροις ἀρέσκῃ τὰ γνωσθέντα καὶ ἐμμένωσιν, ἔχει τέλος ἡ δίκη.
51Aristoteles, Athenaion Politeia, p2, 53, 7; 14 (auctor 384BC-322BC)
χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι, προγράφουσιν, ἀπὸ τίνος ἄρχοντος καὶ ἐπωνύμου μέχρι τίνων δεῖ στρατεύεσθαι.
52Aristoteles, Athenaion Politeia, p2, 56, 2; 2 (auctor 384BC-322BC)
καὶ ὁ μὲν ἄρχων εὐθὺς εἰσελθὼν πρῶτον μὲν κηρύττει, ὅσα τις εἶχεν πρὶν αὐτὸν εἰσελθεῖν εἰς τὴν ἀρχήν, ταῦτ' ἔχειν καὶ κρατεῖν μέχρι ἀρχῆς τέλους.
53Aristoteles, Athenaion Politeia, p2, 63, 4; 7 (auctor 384BC-322BC)
ἔχει δ' ἕκαστος δικαστὴς τὸ πινάκιον πύξινον, ἐπιγεγραμμένον τὸ ὄνομα τὸ ἑαυτοῦ πατρόθεν καὶ τοῦ δήμου, καὶ γράμμα ἓν τῶν στοιχείων μέχρι τοῦ κ· νενέμηνται γὰρ κατὰ φυλὰς δέκα μέρη οἱ δικασταί, παραπλησίως ἴσοι ἐν ἑκάστῳ τῷ γράμματι.
54Aristoteles, Athenaion Politeia, p2, 64, 1; 2 (auctor 384BC-322BC)
ἐπιγέγραπται δ' ἐπ' αὐτῶν τὰ στ̣ο̣ιχεῖα μέχρι τοῦ κ.
55Aristoteles, Athenaion Politeia, p2, 67, 2; 3 (auctor 384BC-322BC)
δίδ̣οτα̣ι δὲ δ̣ε̣κ̣άχους ταῖς ὑπὲρ πεντακισχιλίας καὶ τρίχους τῷ δευτέρῳ λόγῳ, ἑπτάχους δὲ ταῖς μέχρι πεντακ̣ισχιλίων καὶ δίχους, πεντ̣άχους δὲ ταῖς ἐν̣τὸς β καὶ δίχους, ἑξάχους δ̣ὲ̣ ταῖς διαδικ̣ασί̣αι̣ς, αἷσ ὕστερον λόγος οὐκ ἔ̣στιν οὐδείς.
56Aristoteles, De anima, 1, I 4; 16 (auctor 384BC-322BC)
Τοῦτο δέ μή ὡς ἐν ἐκείνῃ τῆς κινήσεως οὔσης, ἀλλ’ ὁτέ μέν μέχρι ἐκείνης, ὁτέ δ’ ἀπ’ ἐκείνης, οἷον ἡ μέν αἴσθησις ἀπό τωνδί, ἡ δ’ ἀνάμνησις ἀπ’ ἐκείνης ἐπί τάς ἐν τοῖς αἰσθητηρίοις κινήσεις ἢ μονάς.
57Aristoteles, De anima, 2, II 4; 35 (auctor 384BC-322BC)
Ἔστι δ’ ἕτερον τροφῇ καί αὐξητικῷ εἶναι· ᾗ μέν γάρ ποσόν τι τό ἔμψυχον, αὐξητικόν, ᾗ δέ τόδε τι καί οὐσία, τροφή· σώζει γάρ τήν οὐσίαν, καί μέχρι τούτου ἐστίν ἕως ἂν καί τρέφηται· καί γενέσεως ποιητικόν οὐ τοῦ τρεφομένου, ἀλλ’ οἷον τό τρεφόμενον· ἤδη γάρ ἐστιν αὐτή ἡ οὐσία, γεννᾷ δ’ οὐθέν αὐτό ἑαυτό, ἀλλά σώζει.
58Aristoteles, De anima, 3, III 12; 1 (auctor 384BC-322BC)
Τήν μέν οὖν θρεπτικήν ψυχήν ἀνάγκη πᾶν ἔχειν ὅτι περ ἂν ζῇ καί ψυχήν ἔχῃ ἀπό γενέσεως μέχρι φθορᾶς· ἀνάγκη γάρ τό γενόμενον αὔξησιν ἔχειν καί ἀκμήν καί φθίσιν, ταῦτα δ’ ἄνευ τροφῆς ἀδύνατον· ἀνάγκη ἄρα ἐνεῖναι τήν θρεπτικήν δύναμιν ἐν πᾶσι τοῖς φυομένοις καί φθίνουσιν.
59Aristoteles, De anima, 3, III 12; 21 (auctor 384BC-322BC)
Ὥσ περ γάρ τό κινοῦν κατά τόπον μέχρι τοῦ μεταβάλλειν ποιεῖ, καί τό ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν, καί ἔστι διά μέσου ἡ κίνησις, καί δή τό μέν πρῶτον κινοῦν ὠθεῖ οὐκ ὠθούμενον, τό δ’ ἔσχατον μόνον ὠθεῖται οὐκ ὦσαν, τό δέ μέσον ἄμφω, πολλά δέ μέσα, οὕτως ἐπ’ ἀλλοιώσεως, πλήν ὅτι μένοντος ἐν τῷ αὐτῷ τόπῳ ἀλλοιοῖ, οἷον εἰ εἰς κηρόν βάψειέ τις, μέχρι τούτου ἐκινήθη, ἕως ἔβαψεν· λίθος δέ οὐδέν, ἀλλ’ ὕδωρ μέχρι πόρρω.
60Aristoteles, De anima, 3, III 12; 23 (auctor 384BC-322BC)
Διό καί περί ἀνακλάσεως βέλτιον ἢ τήν ὄψιν ἐξιοῦσαν κλᾶσθαι, τόν ἀέρα πάσχειν ὑπό τοῦ σχήματος καί χρώματος, μέχρι περ οὗ ἂν εἷς ᾖ.
61Aristoteles, De anima, 3, III 12; 24 (auctor 384BC-322BC)
Ἐπί δέ τοῦ λείου ἐστίν εἷς· διό πάλιν οὗτος τήν ὄψιν κινεῖ, ὥσπερ ἂν εἰ τό ἐν τῷ κηρῷ σημεῖον διεδίδοτο μέχρι τοῦ πέρατος.
62Aristoteles, De arte poetica, 1; 6 (auctor 384BC-322BC)
Ἡ δέ ἐποποιία μόνον τοῖς λόγοις ψιλοῖς ἢ τοῖς μέτροις, καί τούτοις εἴτε μιγνῦσα μετ᾿ ἀλλήλων, εἴθ᾿ ἑνί τινι γένει χρωμένη τῶν μέτρων τυγχάνουσα μέχρι τοῦ νῦν.
63Aristoteles, De arte poetica, 5; 8 (auctor 384BC-322BC)
Ἡ μέν οὖν ἐποποιία τῇ τραγῳδίᾳ μέχρι μόνου μέτρου μετά λόγου μίμησις εἶναι σπουδαίων ἠκολούθησεν· τῷ δέ τό μέτρον ἁπλοῦν ἔχειν καί ἀπαγγελίαν εἶναι, ταύτῃ διαφέρουσιν.
64Aristoteles, De arte poetica, 7; 9 (auctor 384BC-322BC)
Ὁ δέ κατ᾿ αὐτήν τήν φύσιν τοῦ πράγματος ὅρος, ἀεί μέν ὁ μείζων μέχρι τοῦ σύνδηλος εἶναι καλλίων ἐστί κατά τό μέγεθος, ὡς δέ ἁπλῶς διορίσαντας εἰπεῖν, ἐν ὅσῳ μεγέθει κατά τό εἰκός ἢ τό ἀναγκαῖον ἐφεξῆς γιγνομένων συμβαίνει εἰς εὐτυχίαν ἐκ δυστυχίας ἢ ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταβάλλειν, ἱκανός ὅρος ἐστί τοῦ μεγέθους.
65Aristoteles, De arte poetica, 18; 2 (auctor 384BC-322BC)
Λέγω δέ δέσιν μέν εἶναι τήν ἀπ᾿ ἀρχῆς μέχρι τούτου τοῦ μέρους ὃ ἔσχατόν ἐστιν, ἐξ οὗ μεταβαίνει εἰς εὐτυχίαν, λύσιν δέ τήν ἀπό τῆς ἀρχῆς τῆς μεταβάσεως μέχρι τέλους, ὥσπερ ἐν τῷ Λυγκεῖ τῷ Θεοδέκτου δέσις μέν τά τε προπεπραγμένα καί ἡ τοῦ παιδίου λῆψις, λύσις δ᾿ ἡ ἀπό τῆς αἰτιάσεως τοῦ θανάτου μέχρι τοῦ τέλους.
66Aristoteles, De caelo, 2, 12, 7; 19 (auctor 384BC-322BC)
Καὶ διὰ τοῦτο ἡ μὲν γῆ ὅλως οὐ κινεῖται, τὰ δ´ ἐγγὺς ὀλίγας κινήσεις· οὐ γὰρ ἀφικνεῖται πρὸς τὸ ἔσχατον, ἀλλὰ μέχρι ὅτου δύναται τυχεῖν τῆς θειοτάτης ἀρχῆς.
67Aristoteles, De caelo, 2, 13, 9; 27 (auctor 384BC-322BC)
Ἀλλ´ ἐοίκασι μέχρι τινὸς ζητεῖν, ἀλλ´ οὐ μέχρι περ οὗ δυνατὸν τῆς ἀπορίας.
68Aristoteles, De caelo, 2, 13, 9; 28 (auctor 384BC-322BC)
Πᾶσι γὰρ ἡμῖν τοῦτο σύνηθες, μὴ πρὸς τὸ πρᾶγμα ποιεῖσθαι τὴν ζήτησιν ἀλλὰ πρὸς τὸν τἀναντία λέγοντα· καὶ γὰρ αὐτὸς ἐν αὑτῷ ζητεῖ μέχρι περ ἂν οὗ μηκέτι ἔχῃ ἀντιλέγειν αὐτὸς αὑτῷ.
69Aristoteles, De caelo, 2, 14, 8; 17 (auctor 384BC-322BC)
Σχῆμα δ´ ἔχειν σφαιροειδὲς ἀναγκαῖον αὐτήν· ἕκαστον γὰρ τῶν μορίων βάρος ἔχει μέχρι πρὸς τὸ μέσον, καὶ τὸ ἔλαττον ὑπὸ τοῦ μείζονος ὠθούμενον οὐχ οἷόν τε κυμαίνειν, ἀλλὰ συμπιέζεσθαι μᾶλλον καὶ συγχωρεῖν ἕτερον ἑτέρῳ, ἕως ἂν ἔλθῃ ἐπὶ τὸ μέσον.
70Aristoteles, De caelo, 2, 14, 9; 24 (auctor 384BC-322BC)
Τὸ γὰρ πλεῖον ἀεὶ τὸ πρὸ αὑτοῦ ἔλαττον προωθεῖν ἀναγκαῖον μέχρι τοῦ μέσου τὴν ῥοπὴν ἐχόντων ἀμφοῖν, καὶ τοῦ βαρυτέρου προωθοῦντος μέχρι τούτου τὸ ἔλαττον βάρος.
71Aristoteles, De caelo, 2, 14, 11; 27 (auctor 384BC-322BC)
Δῆλον γὰρ ὡς οὐχὶ μέχρι τοῦ ἅψασθαι τοῦ κέντρου τὸ ἔσχατον, ἀλλὰ δεῖ κρατεῖν τὸ πλέον ἕως ἂν λάβῃ τῷ αὑτοῦ μέσῳ τὸ μέσον· μέχρι τούτου γὰρ ἔχει τὴν ῥοπήν.
72Aristoteles, De caelo, 2, 14, 11; 29 (auctor 384BC-322BC)
Ὥστε εἴτε ὅλη ποθὲν ἐφέρετο εἴτε κατὰ μέρος, ἀναγκαῖον μέχρι τούτου φέρεσθαι ἕως ἂν πανταχόθεν ὁμοίως λάβῃ τὸ μέσον, ἀνισαζομένων τῶν ἐλαττόνων ὑπὸ τῶν μειζόνων τῇ προώσει τῆς ῥοπῆς.
73Aristoteles, De divinatione per somnum, 2; 7 (auctor 384BC-322BC)
Ὥσπερ γὰρ ὅταν κινήσῃ τι τὸ ὕδωρ ἢ τὸν ἀέρα, τοῦθ’ ἕτερον ἐκίνησε, καὶ παυσαμένου ἐκείνου συμβαίνει τὴν τοιαύτην κίνησιν προϊέναι μέχρι τινός, τοῦ κινήσαντος οὐ παρόντος, οὕτως οὐδὲν κωλύει κίνησίν τινα καὶ αἴσθησιν ἀφικνεῖσθαι πρὸς τὰς ψυχὰς τὰς ἐνυπνιαζούσας, ἀφ’ ὧν ἐκεῖνος τὰ εἴδωλα ποιεῖ καὶ τὰς ἀπορροίας, καὶ ὅπῃ δὴ ἔτυχεν ἀφικνουμένας μᾶλλον αἰσθητὰς εἶναι νύκτωρ διὰ τὸ μεθ’ ἡμέραν φερομένας διαλύεσθαι μᾶλλον (ἀταραχωδέστερος γὰρ ὁ ἀὴρ τῆς νυκτὸς διὰ τὸ νηνεμωτέρας εἶναι τὰς νύκτας), καὶ ἐν τῷ σώματι ποιεῖν αἴσθησιν διὰ τὸν ὕπνον, διὰ τὸ καὶ τῶν μικρῶν κινήσεων τῶν ἐντὸς αἰσθάνεσθαι καθεύδοντας μᾶλλον ἢ ἐγρηγορότας.
74Aristoteles, De generatione animalium, 1, 19; 27 (auctor 384BC-322BC)
οὐδὲν δὲ ἄτοπον τὸ συνειληφυίαις ἔτι γίγνεσθαι· καὶ γὰρ ὕστερον μέχρι τινὸς φοιτᾷ τὰ καταμήνια, ὀλίγα δὲ καὶ οὐ διὰ παντός.
75Aristoteles, De generatione animalium, 1, 21; 21 (auctor 384BC-322BC)
διὰ γὰρ τοῦτο οὔτ' αὐτὸ καθ' αὑτὸ γεννᾷ τὸ θῆλυ· δεῖται γὰρ ἀρχῆς καὶ τοῦ κινήσοντος καὶ διοριοῦντος (ἀλλ' ἐνίοις γε τῶν ζῴων οἷον ταῖς ὄρνισι μέχρι τινὸς ἡ φύσις δύναται γεννᾶν· αὗται γὰρ συνιστᾶσι μέν, ἀτελῆ δὲ συνιστᾶσι τὰ καλούμενα ὑπηνέμια ᾠά),
76Aristoteles, De generatione animalium, 2, 1; 50 (auctor 384BC-322BC)
ἐξ οὗ μὲν οὖν ἐστιν ἡ ὕλη ἣν ἔνια μὲν ζῷα ἔχει πρώτην ἐν αὑτοῖς λαβόντα ἐκ τοῦ θήλεος, οἷον ὅσα μὴ ζῳοτοκεῖται ἀλλὰ σκωληκοτοκεῖται ἢ ᾠοτοκεῖται, τὰ δὲ μέχρι πόρρω ἐκ τοῦ θήλεος λαμβάνει διὰ τὸ θηλάζειν, ὥσπερ ὅσα ζῳοτοκεῖται μὴ μόνον ἐκτὸς ἀλλὰ καὶ ἐντός.
77Aristoteles, De generatione animalium, 2, 3; 3 (auctor 384BC-322BC)
οὔτε γὰρ ὡς ἄψυχον ἂν θείη τις τὸ κύημα κατὰ πάντα τρόπον ἐστερημένον ζωῆς· οὐδὲν γὰρ ἧττον τά τε σπέρματα καὶ τὰ κυήματα τῶν ζῴων ζῇ τῶν φυτῶν, καὶ γόνιμα μέχρι τινός ἐστιν.
78Aristoteles, De generatione animalium, 2, 4; 4 (auctor 384BC-322BC)
Τὰ δὲ ζῳοτοκοῦντα ἐν αὑτοῖς τὰ τέλεια τῶν ζῴων, μέχρι περ ἂν οὗ γεννήσῃ ζῷον καὶ θύραζε ἐκπέμψῃ, ἔχει συμφυὲς ἐν αὑτῷ τὸ γιγνόμενον ζῷον.
79Aristoteles, De generatione animalium, 2, 5; 2 (auctor 384BC-322BC)
εἰ οὖν τὸ ἄρρεν ἐστὶ τὸ τῆς τοιαύτης ποιητικὸν ψυχῆς, ὅπου κεχώρισται τὸ θῆλυ καὶ τὸ ἄρρεν ἀδύνατον τὸ θῆλυ αὐτὸ ἐξ αὑτοῦ γεννᾶν ζῷον· τὸ γὰρ εἰρημένον ἦν τὸ ἄρρεν εἶναι· ἐπεὶ ὅτι γ' ἔχει λόγον ἡ λεχθεῖσα ἀπορία φανερὸν ἐπὶ τῶν ὀρνίθων τῶν τὰ ὑπηνέμια τικτόντων ὅτι δύναται μέχρι γέ τινος τὸ θῆλυ γεννᾶν.
80Aristoteles, De generatione animalium, 2, 5; 13 (auctor 384BC-322BC)
ὅπερ ἀξιοπίστως μὲν οὐ συνῶπται μέχρι γε τοῦ νῦν, ποιεῖ δὲ διστάζειν ἐν τῷ γένει τῷ τῶν ἰχθύων· τῶν γὰρ καλουμένων ἐρυθρίνων ἄρρην μὲν οὐθεὶς ὦπταί πω, θήλειαι δὲ καὶ κυημάτων πλήρεις.
81Aristoteles, De generatione animalium, 2, 6; 66 (auctor 384BC-322BC)
ἀκρατῆ δὲ καὶ τὰ παιδία μέχρι πόρρω τῆς κεφαλῆς ἐστι διὰ τὸ βάρος τὸ περὶ τὸν ἐγκέφαλον.
82Aristoteles, De generatione animalium, 2, 6; 82 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο τὰ μὲν ὀστᾶ μέχρι τινὸς λαμβάνει τὴν αὔξησιν· ἔστι γάρ τι πᾶσι τοῖς ζῴοις πέρας τοῦ μεγέθους, διὸ καὶ τῆς τῶν ὀστῶν αὐξήσεως.
83Aristoteles, De generatione animalium, 3, 2; 24 (auctor 384BC-322BC)
ἔοικε δὲ καὶ ἡ φύσις βούλεσθαι τὴν τῶν τέκνων αἴσθησιν ἐπιμελητικὴν παρασκευάζειν· ἀλλὰ τοῖς μὲν χείροσι τοῦτ' ἐμποιεῖ μέχρι τοῦ τεκεῖν μόνον, τοῖς δὲ καὶ περὶ τὴν τελείωσιν, ὅσα δὲ φρονιμώτερα καὶ περὶ τὴν ἐκτροφήν.
84Aristoteles, De generatione animalium, 3, 2; 25 (auctor 384BC-322BC)
τοῖς δὲ δὴ μάλιστα κοινωνοῦσι φρονήσεως καὶ πρὸς τελειωθέντα γίγνεται συνήθεια καὶ φιλία, καθάπερ τοῖς τε ἀνθρώποις καὶ τῶν τετραπόδων ἐνίοις, τοῖς δ' ὄρνισι μέχρι τοῦ γεννῆσαι καὶ ἐκθρέψαι· διόπερ καὶ μὴ ἐπῳάζουσαι αἱ θήλειαι ὅταν τέκωσι διατίθενται χεῖρον, ὥσπερ ἑνός τινος στερισκόμεναι τῶν συμφύτων.
85Aristoteles, De generatione animalium, 3, 7; 13 (auctor 384BC-322BC)
τὰ μὲν οὖν ὑπηνέμια λαμβάνει τὴν γένωσιν μέχρι τοῦ ἐνδεχομένου αὐτοῖς· τελεωθῆναι μὲν γὰρ εἰς ζῷον ἀδύνατον (δεῖ γὰρ αἰσθήσεως), τὴν δὲ θρεπτικὴν δύναμιν τῆς ψυχῆς ἔχει καὶ τὰ θήλεα καὶ τὰ ἄρρενα καὶ πάντα τὰ ζῶντα, καθάπερ εἴρηται πολλάκις· διόπερ αὐτὸ τὸ ᾠὸν ὡς μὲν φυτοῦ κύημα τέλειόν ἐστιν, ὡς δὲ ζῴου ἀτελές.
86Aristoteles, De generatione animalium, 4, 5; 8 (auctor 384BC-322BC)
ὅταν δ' ἤδη τοῦ κυήματος ηὐξημένου συμβῇ γίγνεσθαι τὴν ὀχείαν ἐπικυΐσκεται μέν ποτε, ὀλιγάκις μέντοι διὰ τὸ τὴν ὑστέραν συμμύειν ὡς τὰ πολλὰ μέχρι τῶν κυουμένων ταῖς γυναιξίν.
87Aristoteles, De generatione animalium, 4, 10; 11 (auctor 384BC-322BC)
αἱ γὰρ θερμότητες καὶ ψύξεις μέχρι συμμετρίας τινὸς ποιοῦσι τὰς γενέσεις, μετὰ δὲ ταῦτα τὰς φθοράς· τούτων δ' ἔχουσι τὸ πέρας καὶ τῆς ἀρχῆς καὶ τῆς τελευτῆς αἱ τούτων κινήσεις τῶν ἄστρων.
88Aristoteles, De generatione animalium, 5, 7; 7 (auctor 384BC-322BC)
φασὶ γάρ τινες τὸ μὲν πολὺ βραδέως κινεῖσθαι τὸ δ' ὀλίγον ταχέως, καὶ ταύτην αἰτίαν εἶναι τοῦ τὰ μὲν βαρύφωνα εἶναι τὰ δ' ὀξύφωνα, λέγοντες μέχρι τινὸς καλῶς, ὅλως δ' οὐ καλῶς.
89Aristoteles, De generatione et corruptione, 1, 2, 7; 13 (auctor 384BC-322BC)
Τοῦτο μὲν οὖν αὐτό, καθάπερ καὶ ἐν ἄλλοις εἰρήκαμεν, ἄλογον μέχρι ἐπιπέδων διαλῦσαι.
90Aristoteles, De generatione et corruptione, 1, 2, 18; 48 (auctor 384BC-322BC)
Οὔτε δὴ κατὰ μέρος διαιροῦντι εἴη ἂν ἄπειρος ἡ θρύψις, οὔτε ἅμα οἷόν τε διαιρεθῆναι κατὰ πᾶν σημεῖον (οὐ γὰρ δυνατόν), ἀλλὰ μέχρι του.
91Aristoteles, De generatione et corruptione, 1, 8, 13; 7 (auctor 384BC-322BC)
Εἰ μὲν γὰρ πάντῃ διαιρετόν, οὐδὲν εἶναι ἕν, ὥστε οὐδὲ πολλά, ἀλλὰ κενὸν τὸ ὅλον· εἰ δὲ τῇ μὲν τῇ δὲ μή, πεπλασμένῳ τινὶ τοῦτ´ ἐοικέναι· μέχρι πόσου γὰρ καὶ διὰ τί τὸ μὲν οὕτως ἔχει τοῦ ὅλου καὶ πλῆρές ἐστι, τὸ δὲ διῃρημένον; ἔτι ὁμοίως φάναι ἀναγκαῖον μὴ εἶναι κίνησιν.
92Aristoteles, De generatione et corruptione, 1, 8, 8; 21 (auctor 384BC-322BC)
Τοῖς μὲν γάρ ἐστιν ἀδιαίρετα τὰ πρῶτα τῶν σωμάτων, σχήματι διαφέροντα μόνον, ἐξ ὧν πρώτων σύγκειται καὶ εἰς ἃ ἔσχατα διαλύεται· Ἐμπεδοκλεῖ δὲ τὰ μὲν ἄλλα φανερὸν ὅτι μέχρι τῶν στοιχείων ἔχει τὴν γένεσιν καὶ τὴν φθοράν, αὐτῶν δὲ τούτων πῶς γίνεται καὶ φθείρεται τὸ σωρευόμενον μέγεθος, οὔτε δῆλον οὔτε ἐνδέχεται λέγειν αὐτῷ μὴ λέγοντι καὶ τοῦ πυρὸς εἶναι στοιχεῖον, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἁπάντων, ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφε Πλάτων.
93Aristoteles, De generatione et corruptione, 2, 1, 4; 12 (auctor 384BC-322BC)
Ἀλλὰ τῶν στοιχείων ὄντων στερεῶν μέχρι ἐπιπέδων ποιεῖται τὴν ἀνάλυσιν· ἀδύνατον δὲ τὴν τιθήνην καὶ τὴν ὕλην τὴν πρώτην τὰ ἐπίπεδα εἶναι.
94Aristoteles, De incessu animalium, 10, 2; 4 (auctor 384BC-322BC)
Ἀλλὰ πάντα γε, καθάπερ εἴρηται, κάμψει καὶ ἐκτάσει ποιεῖται τὴν μεταβολήν· ἅπαντα γὰρ εἰς τὸ ὑποκείμενον μέχρι τινὸς οἷον εἰς ὑπεῖκον προέρχεται, ὥστ' ἀναγκαῖον, εἰ μὴ καὶ κατ' ἄλλο μόριον γίνεται ἡ κάμψις, ἀλλ' ὅθεν γε ἡ ἀρχὴ τοῖς μὲν ὁλοπτέροις τοῦ πτεροῦ, τοῖς δ' ὄρνισι τῆς πτέρυγος, τοῖς δ' ἄλλοις τοῦ ἀνάλογον μορίου, καθάπερ τοῖς ἰχθύσι.
95Aristoteles, De incessu animalium, 11, 2; 4 (auctor 384BC-322BC)
Προϊούσης δὲ τῆς ἡλικίας αὔξησιν λαμβάνει τὰ κάτω μᾶλλον, μέχρι οὗπερ ἂν λάβωσι τὸ προσῆκον μέγεθος, καὶ ποιοῦνται τότε τοῖς σώμασι τὴν βάδισιν τὴν ὀρθήν.
96Aristoteles, De incessu animalium, 11, 4; 9 (auctor 384BC-322BC)
Νῦν δὲ μακρὸν ὂν μέχρι ὑπὸ μέσην παρατείνει τὴν γαστέρα, ὥστ' ἐντεῦθεν τὰ σκέλη ὑπερηρεισμένα φέρει τὸ σῶμα πᾶν.
97Aristoteles, De longitudine et brevitate vitae, 6; 8 (auctor 384BC-322BC)
Τὰ δ’ ἔντομα μέχρι μὲν τοῦ ζῆν ἦλθεν, πολὺν δ’ οὐ δύναται χρόνον· οὐ γὰρ ἔχει ὄργανα, οὐδὲ δύναται ποιεῖν αὐτὰ ἡ ἀρχὴ ἡ ἐν ἑκάστῳ.
98Aristoteles, De memoria et reminiscentia, 2; 63 (auctor 384BC-322BC)
Οἱ δὲ πάμπαν νέοι καὶ λίαν γέροντες ἀμνήμονες διὰ τὴν κίνησιν· οἱ μὲν γὰρ ἐν φθίσει, οἱ δ’ ἐν αὐξήσει πολλῇ εἰσίν· ἔτι δὲ τά γε παιδία καὶ νανώδη ἐστὶ μέχρι πόρρω τῆς ἡλικίας.
99Aristoteles, De partibus animalium, 1, 1, 10; 18 (auctor 384BC-322BC)
Ἀνάγκη δὲ τοιάνδε τὴν ὕλην ὑπάρξαι, εἰ ἔσται οἰκία ἢ ἄλλο τι τέλος· καὶ γενέσθαι τε καὶ κινηθῆναι δεῖ τόδε πρῶτον, εἶτα τόδε, καὶ τοῦτον δὴ τὸν τρόπον ἐφεξῆς μέχρι τοῦ τέλους καὶ οὗ ἕνεκα γίνεται ἕκαστον καὶ ἔστιν.
100Aristoteles, De partibus animalium, 2, 3, 11; 17 (auctor 384BC-322BC)
Ἡ μὲν γὰρ τοῦ στόματος ἐργασία παραδίδωσι τῇ κοιλίᾳ, παρὰ δὲ ταύτης ἕτερον ἀναγκαῖον λαμβάνειν, ὅπερ συμβέβηκεν· αἱ γὰρ φλέβες κατατείνονται διὰ τοῦ μεσεντερίου παράπαν, κάτωθεν ἀρξάμεναι μέχρι τῆς κοιλίας.
101Aristoteles, De partibus animalium, 3, 2, 9; 24 (auctor 384BC-322BC)
Τῶν δ´ ἄλλων τὰ κέρατα μέχρι τινὸς κοῖλα, τὰ δ´ ἄκρα στερεὰ διὰ τὸ πρὸς τὰς πληγὰς τοῦτ´ εἶναι χρήσιμον.
102Aristoteles, De partibus animalium, 4, 4, 4; 7 (auctor 384BC-322BC)
Τὰ μὲν οὖν ἔναιμα τῶν ζῴων πῶς ἔχει μέχρι τῶν διωρισμένων μορίων, καὶ διὰ τίνας αἰτίας, εἴρηται.
103Aristoteles, De partibus animalium, 4, 5, 6; 14 (auctor 384BC-322BC)
Μετὰ δὲ τὸ στόμα τοῖς μαλακίοις ἐστὶ στόμαχος μακρός, τούτου δ´ ἐχόμενος πρόλοβος οἷός περ τοῖς ὄρνισιν, εἶτα συνεχὴς κοιλία καὶ ταύτης ἐχόμενον ἔντερον ἁπλοῦν μέχρι τῆς ἐξόδου.
104Aristoteles, De partibus animalium, 4, 5, 12; 27 (auctor 384BC-322BC)
Ἔχουσι δὲ καὶ τὰ μαλακόστρακα, τά τε καραβοειδῆ καὶ οἱ καρκίνοι, δύο μὲν ὀδόντας τοὺς πρώτους, καὶ μεταξὺ τὴν σάρκα τὴν γλωσσοειδῆ, ὥσπερ εἴρηται καὶ πρότερον, εὐθὺς δ´ ἐχόμενον τοῦ στόματος στόμαχον μικρὸν κατὰ μέγεθος τῶν σωμάτων, τὰ μείζω πρὸς τὰ ἐλάττω· τούτου δὲ κοιλίαν ἐχομένην, ἐφ´ ἧς οἵ τε κάραβοι καὶ ἔνιοι τῶν καρκίνων ὀδόντας ἔχουσιν ἑτέρους διὰ τὸ τοὺς ἄνω μὴ διαιρεῖν ἱκανῶς, ἀπὸ δὲ τῆς κοιλίας ἔντερον ἁπλοῦν κατ´ εὐθὺ μέχρι πρὸς τὴν ἔξοδον τοῦ περιττώματος.
105Aristoteles, De partibus animalium, 4, 5, 36; 111 (auctor 384BC-322BC)
Τούτου δ´ ἐχόμενον πᾶσιν ἔντερον εὐθὺ καὶ ἁπλοῦν μέχρι τῆς ἐξόδου τοῦ περιττώματος· ἐνίοις δὲ τοῦτο ἑλίκην ἔχει.
106Aristoteles, De partibus animalium, 4, 6, 4; 16 (auctor 384BC-322BC)
Ὥσπερ γὰρ τὰ φυτά, καὶ ταῦτα διαιρούμενα δύναται ζῆν, πλὴν ταῦτα μὲν μέχρι τινός, ἐκεῖνα δὲ καὶ τέλεια γίνεται τὴν φύσιν καὶ δύο ἐξ ἑνὸς καὶ πλείω τὸν ἀριθμόν.
107Aristoteles, De partibus animalium, 4, 9, 3; 8 (auctor 384BC-322BC)
Ἀμφοτέρων γὰρ τοῦτον ἔχει τὸν τρόπον ἡ φύσις, ὥσπερ εἴ τις νοήσειεν ἐπ´ εὐθείας, καθάπερ συμβέβηκεν ἐπὶ τῶν τετραπόδων ζῴων καὶ τῶν ἀνθρώπων, πρῶτον μὲν ἐπὶ τῷ ἄκρῳ τῷ ἄνω στόμα τι τῆς εὐθείας κατὰ τὸ Α, ἔπειτα τὸ Β τὸν στόμαχον, τὸ δὲ Γ τὴν κοιλίαν· ἀπὸ δὲ τοῦ ἐντέρου μέχρι τῆς διεξόδου τοῦ περιττώματος, ᾗ τὸ Δ.
108Aristoteles, De partibus animalium, 4, 10, 8; 17 (auctor 384BC-322BC)
Ἄνω δ´ ἐστὶν ὁ καλούμενος θώραξ, ἀπὸ τῆς κεφαλῆς μέχρι τῆς ἐξόδου τοῦ περιττώματος.
109Aristoteles, De partibus animalium, 4, 12, 10; 30 (auctor 384BC-322BC)
Ὑπὸ δὲ τὸ στῆθος κοιλία μέχρι πρὸς τὴν ἔξοδον τοῦ περιττώματος καὶ τὴν τῶν σκελῶν καμπήν, καθάπερ τοῖς τετράποσι καὶ τοῖς ἀνθρώποις.
110Aristoteles, De partibus animalium, 4, 12, 20; 59 (auctor 384BC-322BC)
Ἰσχίον δ´ ἔχουσι μὲν οἱ ὄρνιθες πάντες ᾗ οὐκ ἂν δόξαιεν ἔχειν, ἀλλὰ δύο μηροὺς ἴσχειν διὰ τὸ τοῦ ἰσχίου μῆκος· ὑποτέταται γὰρ μέχρι μέσης τῆς γαστρός.
111Aristoteles, De partibus animalium, 4, 13, 1; 3 (auctor 384BC-322BC)
Οὔτε γὰρ σκέλη οὔτε χεῖρας οὔτε πτέρυγας ἔχουσιν (εἴρηται δὲ περὶ τούτων ἡ αἰτία πρότερον), ἀλλ´ ὅλον ἀπὸ τῆς κεφαλῆς τὸ κύτος συνεχές ἐστι μέχρι τῆς οὐρᾶς.
112Aristoteles, De sensu et sensibilibus, 1; 44 (auctor 384BC-322BC)
Ἄλογον δὲ ὅλως τὸ ἐξιόντι τινὶ τὴν ὄψιν ὁρᾶν, καὶ ἀποτείνεσθαι μέχρι τῶν ἄστρων, ἢ μέχρι τινὸς ἐξιοῦσαν συμφύεσθαι, καθάπερ λέγουσί τινες.
113Aristoteles, De somno et vigilia, 3; 9 (auctor 384BC-322BC)
Ἀλλὰ γὰρ ὥσπερ εἴπομεν, οὐκ ἔστιν ὁ ὕπνος ἀδυναμία πᾶσα τοῦ αἰσθητικοῦ, ἀλλ’ ἐκ τῆς περὶ τὴν τροφὴν ἀναθυμιάσεως γίνεται τὸ πάθος τοῦτο· ἀναγκαῖον γὰρ τὸ ἀναθυμιώμενον μέχρι του ὠθεῖσθαι, εἶτ’ ἀντιστρέφειν καὶ μεταβάλλειν καθάπερ εὔριπον.
114Aristoteles, De sophisticis elenchis, 11; 29 (auctor 384BC-322BC)
Διό πάντες καί οἱ ἰδιῶται τρόπον τινά χρῶνται τῇ διαλεκτικῇ καί πειραστικῇ· πάντες γάρ μέχρι τινός ἐγχειροῦσιν ἀνακρίνειν τούς ἐπαγγελλομένους.
115Aristoteles, Ethica Eudemia, 1; 31 (auctor 384BC-322BC)
ὁμοίως δὲ οὐδὲ διὰ τὴν τοῦ καθεύδειν ἡδονήν· τί γὰρ διαφέρει καθεύδειν ἀνέγερτον ὕπνον ἀπὸ τῆς πρώτης ἡμέρας μέχρι τῆς τελευταίας ἐτῶν ἀριθμὸν χιλίων ἢ ὁποσωνοῦν, ἢ ζῆν ὄντα φυτόν· τὰ γοῦν φυτὰ τοιαύτης τινὸς ἔοικε μετέχειν ζωῆς, ὥσπερ καὶ τὰ παιδία.
116Aristoteles, Ethica Eudemia, 3; 125 (auctor 384BC-322BC)
ὥσπερ γὰρ καὶ τὰ ἄλλα ἃ κατὰ τὴν γειτνίασιν καὶ ὁμοιότητα μέχρι του λανθάνει πόρρω προϊόντα, καὶ περὶ τὴν μεγαλοψυχίαν ταὐτὸ συμβέβηκεν.
117Aristoteles, Ethica Eudemia, 3; 126 (auctor 384BC-322BC)
διὸ ἐνίοτε οἱ ἐναντίοι τοῦ αὐτοῦ ἀντιποιοῦνται, οἷον ὁ ἄσωτος τῷ ἐλευθερίῳ καὶ ὁ αὐθάδης τῷ σεμνῷ καὶ ὁ θρασὺς τῷ ἀνδρείῳ· εἰσὶ γὰρ καὶ περὶ ταὐτὰ καὶ ὅμοροι μέχρι τινός, ὥσπερ ὁ ἀνδρεῖος ὑπομενετικὸς κινδύνων καὶ ὁ θρασύς, ἀλλ' ὃ μὲν ὧδε ὃ δ' ὧδε· ταῦτα δὲ διαφέρει πλεῖστον.
118Aristoteles, Ethica Eudemia, 7; 65 (auctor 384BC-322BC)
τούτων ἡ μὲν διὰ τὸ χρήσιμόν ἐστιν ἡ [διὰ] τῶν πλείστων φιλία (διὰ γὰρ τὸ χρήσιμοι εἶναι φιλοῦσιν ἀλλήλους, καὶ μέχρι τούτου, ὥσπερ ἡ παροιμία “ Γλαῦκ' ἐπίκουρος ἀνὴρ τὸν σοφὸν φίλον ἔσκε μάχηται, ” οὐκέτι γιγνώσκουσιν Ἀθηναῖοι Μεγαρῆας, φρ. ελεγ. αδεσποτα 6 (βεργK) ἡ δὲ δι' ἡδονὴν τῶν νέων (τούτου γὰρ αἴσθησιν ἔχουσιν· διὸ εὐμετάβολος φιλία ἡ τῶν νέων· μεταβαλλόντων γὰρ τὰ ἤθη κατὰ τὰς ἡλικίας μεταβάλλει καὶ τὸ ἡδύ) , ἡ δὲ κατ' ἀρετὴν τῶν βελτίστων.
119Aristoteles, Ethica Eudemia, 8; 99 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἐστί τις ὅρος καὶ τῷ ἰατρῷ, πρὸς ὃν ἀναφέρων κρίνει τὸ ὑγιεινὸν σώματι καὶ μή, καὶ πρὸς ὃν μέχρι ποσοῦ ποιητέον ἕκαστον καὶ εὖ ὑγιαῖνον, εἰ δὲ ἔλαττον ἢ πλέον, οὐκέτι· οὕτω καὶ τῷ σπουδαίῳ περὶ τὰς πράξεις καὶ αἱρέσεις τῶν φύσει μὲν ἀγαθῶν οὐκ ἐπαινετῶν δὲ δεῖ τινα εἶναι ὅρον καὶ τῆς ἕξεως καὶ τῆς αἱρέσεως καὶ [περὶ] φυγῆς καὶ περὶ χρημάτων πλήθους καὶ ὀλιγότητος καὶ τῶν εὐτυχημάτων.
120Aristoteles, Ethica Nicomachea, 1, 1; 10 (auctor 384BC-322BC)
τοιαύτη δ' ἡ πολιτικὴ φαίνεται· τίνας γὰρ εἶναι χρεὼν τῶν ἐπιστημῶν ἐν ταῖς πόλεσι, καὶ ποίας ἑκάστους μανθάνειν καὶ μέχρι τίνος, αὕτη διατάσσει· ὁρῶμεν δὲ καὶ τὰς ἐντιμοτάτας τῶν δυνάμεων ὑπὸ ταύτην οὔσας, οἷον στρατηγικὴν οἰκονομικὴν ῥητορικήν· χρωμένης δὲ ταύτης ταῖς λοιπαῖς [πρακτικαῖς] τῶν ἐπιστημῶν, ἔτι δὲ νομοθετούσης τί δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι, τὸ ταύτης τέλος περιέχοι ἂν τὰ τῶν ἄλλων, ὥστε τοῦτ' ἂν εἴη τἀνθρώπινον ἀγαθόν.
121Aristoteles, Ethica Nicomachea, 1, 11; 2 (auctor 384BC-322BC)
ἀπορίαν δὲ καὶ ταῦτα παρέχει· τῷ γὰρ μακαρίως βεβιωκότι μέχρι γήρως καὶ τελευτήσαντι κατὰ λόγον ἐνδέχεται πολλὰς μεταβολὰς συμβαίνειν περὶ τοὺς ἐκγόνους, καὶ τοὺς μὲν αὐτῶν ἀγαθοὺς εἶναι καὶ τυχεῖν βίου τοῦ κατ' ἀξίαν, τοὺς δ' ἐξ ἐναντίας· δῆλον δ' ὅτι καὶ τοῖς ἀποστήμασι πρὸς τοὺς γονεῖς παντοδαπῶς ἔχειν αὐτοὺς ἐνδέχεται.
122Aristoteles, Ethica Nicomachea, 2, 9; 13 (auctor 384BC-322BC)
ὁ δὲ μέχρι τίνος καὶ ἐπὶ πόσον ψεκτὸς οὐ ῥᾴδιον τῷ λόγῳ ἀφορίσαι· οὐδὲ γὰρ ἄλλο οὐδὲν τῶν αἰσθητῶν· τὰ δὲ τοιαῦτα ἐν τοῖς καθ' ἕκαστα, καὶ ἐν τῇ αἰσθήσει ἡ κρίσις.
123Aristoteles, Ethica Nicomachea, 3, 8; 2 (auctor 384BC-322BC)
οὐχ ὁμοίως δὲ αἱ πράξεις ἑκούσιοί εἰσι καὶ αἱ ἕξεις· τῶν μὲν γὰρ πράξεων ἀπ' ἀρχῆς μέχρι τοῦ τέλους κύριοί ἐσμεν, εἰδότες τὰ καθ' ἕκαστα, τῶν ἕξεων δὲ τῆς ἀρχῆς, καθ' ἕκαστα δὲ ἡ πρόσθεσις οὐ γνώριμος, ὥσπερ ἐπὶ τῶν ἀρρωστιῶν· ἀλλ' ὅτι ἐφ' ἡμῖν ἦν οὕτως ἢ μὴ οὕτω χρήσασθαι, διὰ τοῦτο ἑκούσιοι.
124Aristoteles, Ethica Nicomachea, 4, 11; 19 (auctor 384BC-322BC)
ὃ δὲ καὶ ἐν τοῖς πρότερον εἴρηται, καὶ ἐκ τῶν λεγομένων δῆλον· οὐ γὰρ ῥᾴδιον διορίσαι τὸ πῶς καὶ τίσι καὶ ἐπὶ ποίοις καὶ πόσον χρόνον ὀργιστέον, καὶ τὸ μέχρι τίνος ὀρθῶς ποιεῖ τις ἢ ἁμαρτάνει.
125Aristoteles, Ethica Nicomachea, 5, 13; 6 (auctor 384BC-322BC)
ἔστι δὲ τὰ δίκαια ἐν τούτοις οἷς μέτεστι τῶν ἁπλῶς ἀγαθῶν, ἔχουσι δ' ὑπερβολὴν ἐν τούτοις καὶ ἔλλειψιν· τοῖς μὲν γὰρ οὐκ ἔστιν ὑπερβολὴ αὐτῶν, οἷον ἴσως τοῖς θεοῖς, τοῖς δ' οὐδὲν μόριον ὠφέλιμον, τοῖς ἀνιάτως κακοῖς, ἀλλὰ πάντα βλάπτει, τοῖς δὲ μέχρι τοῦ· διὰ τοῦτ' ἀνθρώπινόν ἐστιν.
126Aristoteles, Ethica Nicomachea, 7, 8; 3 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἔνιαι τῶν ἡδονῶν ἀναγκαῖαί εἰσιν αἳ δ' οὔ, καὶ μέχρι τινός, αἱ δ' ὑπερβολαὶ οὔ, οὐδ' αἱ ἐλλείψεις, ὁμοίως δὲ καὶ περὶ ἐπιθυμίας ἔχει καὶ λύπας, ὁ μὲν τὰς ὑπερβολὰς διώκων τῶν ἡδέων † ἢ καθ' ὑπερβολὰς † ἢ διὰ προαίρεσιν, δι' αὐτὰς καὶ μηδὲν δι' ἕτερον ἀποβαῖνον, ἀκόλαστος· ἀνάγκη γὰρ τοῦτον μὴ εἶναι μεταμελητικόν, ὥστ' ἀνίατος· ὁ γὰρ ἀμεταμέλητος ἀνίατος.
127Aristoteles, Ethica Nicomachea, 7, 14; 17 (auctor 384BC-322BC)
ἢ οὕτως ἀγαθαὶ αἱ ἀναγκαῖαι, ὅτι καὶ τὸ μὴ κακὸν ἀγαθόν ἐστιν· ἢ μέχρι του ἀγαθαί· τῶν μὲν γὰρ ἕξεων καὶ κινήσεων ὅσων μὴ ἔστι τοῦ βελτίονος ὑπερβολή, οὐδὲ τῆς ἡδονῆς· ὅσων δ' ἔστι, καὶ τῆς ἡδονῆς.
128Aristoteles, Historia animalium, 1, I 7; 1 (auctor 384BC-322BC)
Μέγιστα μέν οὖν ἐστί τάδε τῶν μερῶν εἰς ἃ διαιρεῖται τό σῶμα τό σύνολον, κεφαλή, αὐχήν, θώραξ, βραχίονες δύο, σκέλη δύο, τό ἀπ’ αὐχένος μέχρι αἰδοίων κύτος, ὃ καλεῖται θώραξ.
129Aristoteles, Historia animalium, 1, I 12; 5 (auctor 384BC-322BC)
Ταῦτα μέν οὖν τά μόρια μέχρι τοῦ θώρακος.
130Aristoteles, Historia animalium, 1, I 16; 37 (auctor 384BC-322BC)
καί δι’ αὐτοῦ φλέβες πολλαί καί πυκναί, κατατείνουσαι πρός τήν τῶν ἐντέρων θέσιν, ἄνωθεν ἀρξάμεναι μέχρι κάτω.
131Aristoteles, Historia animalium, 2, II 1; 33 (auctor 384BC-322BC)
Αὐτῶν δέ τῶν τετραπόδων καί τρίχας ἐχόντων τῶν μέν ἅπαν τό σῶμα δασύ, καθάπερ ὑός καί ἄρκτου καί κυνός· τά δέ δασύτερα τόν αὐχένα ὁμοίως πάντῃ, οἷον ὅσα χαίτην ἔχει, ὥσπερ λέων· τά δ’ ἐπί τῷ πρανεῖ τοῦ αὐχένος ἀπό τῆς κεφαλῆς μέχρι τῆς ἀκρωμίας, οἷον ὅσα λοφιάν ἔχει, ὥσπερ ἵππος καί ὀρεύς καί τῶν ἀγρίων καί κερατοφόρων βόνασος.
132Aristoteles, Historia animalium, 2, II 1; 47 (auctor 384BC-322BC)
Ἐκ μέν τοῦ ὄπισθεν μικρόν ἔσχισται μέχρι τῆς δευτέρας καμπῆς τῶν δακτύλων· τό δ’ ἔμπροσθεν ἔσχισται μικρά, ὅσον ἄχρι τῆς πρώτης καμπῆς τῶν δακτύλων ἐπ’ ἄκρῳ τέτταρα· καί ἔστι τι καί διά μέσου τῶν σχισμάτων, ὥσπερ τοῖς χησίν.
133Aristoteles, Historia animalium, 2, II 1; 67 (auctor 384BC-322BC)
Τῶν δ’ ἐχόντων κέρας δι’ ὅλου μέν ἔχει στερεόν μόνον ἔλαφος, τά δ’ ἄλλα κοῖλα μέχρι τινός, τό δ’ ἔσχατον στερεόν.
134Aristoteles, Historia animalium, 2, II 1; 89 (auctor 384BC-322BC)
Λέγομεν δέ ἄνω τό ἀπό κεφαλῆς μέχρι τοῦ μορίου ᾗ ἡ τοῦ περιττώματός ἐστιν ἔξοδος, κάτω δέ τό ἀπό τούτου λοιπόν.
135Aristoteles, Historia animalium, 2, II 1; 92 (auctor 384BC-322BC)
Ἔνια δέ τό πρῶτον ἐλάττω τά ἄνω, τά δέ κάτω μείζω ἔχει, αὐξανόμενα δέ τά ἄνω γίνεται μείζω, ὥσπερ τά λοφοῦρα· τούτων γάρ οὐδέν γίνεται μεῖζον ὕστερον τό ἀπό τῆς ὁπλῆς μέχρι τοῦ ἰσχίου.
136Aristoteles, Historia animalium, 2, II 12; 3 (auctor 384BC-322BC)
Ἔτι δέ τό ἰσχίον ὅμοιον μηρῷ μακρόν καί προσπεφυκός μέχρι ὑπό μέσην τήν γαστέρα, ὥστε δοκεῖν διαιρούμενον μηρόν εἶναι, τόν δέ μηρόν μεταξύ τῆς κνήμης, ἕτερόν τι μέρος.
137Aristoteles, Historia animalium, 2, II 17; 36 (auctor 384BC-322BC)
Ἔστι δ’ ἡ γλῶττα λεπτή καί μακρά καί μέλαινα, καί ἐξέρχεται μέχρι πόρρω.
138Aristoteles, Historia animalium, 2, II 17; 39 (auctor 384BC-322BC)
Τήν δέ κοιλίαν ὁ ὄφις ἔχει οἷον ἔντερον εὐρυχωρέστερον, ὁμοίαν τῇ τοῦ κυνός· εἶτα τό ἔντερον μακρόν καί λεπτόν καί μέχρι τοῦ τέλους ἕν.
139Aristoteles, Historia animalium, 3, III 1; 22 (auctor 384BC-322BC)
Τείνουσιν ἐκ τῆς ἀορτῆς πόροι φλεβικοί μέχρι τῆς κεφαλῆς ἑκατέρου τοῦ ὄρχεως, καί ἄλλοι ἀπό τῶν νεφρῶν δύο· εἰσί δ’ οὗτοι μέν αἱματώδεις, οἱ δ’ ἐκ τῆς ἀορτῆς ἄναιμοι.
140Aristoteles, Historia animalium, 3, III 1; 42 (auctor 384BC-322BC)
Ἔτι δέ διά μέσου τῶν δικρόων κάτωθεν ἀρξαμένη μέχρι πρός τό ὑπόζωμα τείνει, καί τά ᾠά ἐνταῦθα γίνεται καί ἄνω ἐπ’ ἀρχῇ τοῦ ὑποζώματος· εἶτα προελθόντα εἰς τήν εὐρυχωρίαν ζῷα γίνεται ἐκ τῶν ᾠῶν.
141Aristoteles, Historia animalium, 3, III 1; 46 (auctor 384BC-322BC)
Ἡ δέ τῶν ὄφεων ὑστέρα μακρά, καθάπερ τό σῶμα, τείνει κάτωθεν ἀρξαμένη ἀφ’ ἑνός πόρου συνεχής, ἔνθεν καί ἔνθεν τῆς ἀκάνθης, οἷον πόρος ἑκάτερος ὤν, μέχρι πρός τό ὑπόζωμα, ἐν ᾗ τά ᾠά κατά στοῖχον ἐγγίνεται, καί ἐκτίκτει οὐ καθ’ ἓν ἀλλά συνεχές.
142Aristoteles, Historia animalium, 3, III 3; 2 (auctor 384BC-322BC)
Τά δέ τῶν φλεβῶν τέτταρα ζεύγη ἐστίν, ἓν μέν ἀπό τοῦ ἐξόπισθεν τῆς κεφαλῆς διά τοῦ αὐχένος ἔξωθεν παρά τήν ῥάχιν ἔνθεν καί ἔνθεν μέχρι τῶν ἰσχίων εἰς τά σκέλη, ἔπειτα διά τῶν κνημῶν εἰς τό ἔξω τῶν σφυρῶν καί εἰς τούς πόδας· διό καί τάς φλεβοτομίας ποιοῦνται τῶν περί τόν νῶτον ἀλγημάτων καί ἰσχίον ἀπό τῶν ἰγνύων καί τῶν ἔξωθεν σφυρῶν.
143Aristoteles, Historia animalium, 3, III 3; 27 (auctor 384BC-322BC)
Οὕτω δέ τείνουσαι, καί μεταξύ λαμβάνουσαι τήν ἀρτηρίαν, φέρουσι μέχρι τῶν ὤτων, ᾗ συμβάλλουσιν αἱ γένυες τῆς κεφαλῆς.
144Aristoteles, Historia animalium, 3, III 4; 9 (auctor 384BC-322BC)
Πᾶσαι δ’ αὗται εἰς μίαν φλέβα τελευτῶσι μεγάλην, παρά πᾶν τό ἔντερον καί τήν κοιλίαν μέχρι τοῦ στομάχου τεταμένην.
145Aristoteles, Historia animalium, 3, III 4; 11 (auctor 384BC-322BC)
Μέχρι μέν οὖν τῶν νεφρῶν μία οὖσα ἑκατέρα τείνει, καί ἡ ἀορτή καί ἡ μεγάλη φλέψ· ἐνταῦθα δέ πρός τε τήν ῥάχιν μᾶλλον προσπεφύκασι, καί σχίζονται εἰς δύο ὡσπερεί λάβδα ἑκάτερα, καί γίνεται εἰς τοὔπισθεν μᾶλλον ἡ μεγάλη φλέψ τῆς ἀορτῆς.
146Aristoteles, Historia animalium, 3, III 7; 3 (auctor 384BC-322BC)
Σύγκειται δ’ ἡ ῥάχις ἐκ σφονδύλων, τείνει δ’ ἀπό τῆς κεφαλῆς μέχρι πρός τά ἰσχία.
147Aristoteles, Historia animalium, 3, III 11; 28 (auctor 384BC-322BC)
Ἐκτιλλόμεναι δ’ αἱ τρίχες μέχρι τῆς ἀκμῆς ἀναφύονται, εἶτα οὐκέτι.
148Aristoteles, Historia animalium, 4, IV 2; 43 (auctor 384BC-322BC)
Τῆς δέ κοιλίας ἐκ τοῦ πλαγίου ἔντερόν ἐστιν ἁπλοῦν καί ἰσοπαχές δι’ ὅλου μέχρι πρός τήν ἔξοδον τοῦ περιττώματος.
149Aristoteles, Historia animalium, 4, IV 2; 45 (auctor 384BC-322BC)
Ἔτι δ’ οἵ γε κάραβοι πόρον ἔχουσι ἀπό τοῦ στήθους ἠρτημένον μέχρι πρός τήν ἔξοδον τοῦ περιττώματος· οὗτος δ’ ἐστί τῇ μέν θηλείᾳ ὑστερικός, τῷ δ’ ἄρρενι θορικός.
150Aristoteles, Historia animalium, 4, IV 2; 53 (auctor 384BC-322BC)
Ταῦτα μέν οὖν ὁ ἄρρην ἔχει· ἡ δέ θήλεια ᾠά ἴσχει τό χρῶμα ἐρυθρά, ὧν ἡ πρόσφυσίς ἐστι πρός τῇ κοιλίᾳ καί τοῦ ἐντέρου ἑκατέρωθι μέχρι εἰς τά σαρκώδη, ὑμένι λεπτῷ περιεχόμενα.
151Aristoteles, Historia animalium, 4, IV 4; 30 (auctor 384BC-322BC)
Ἀπό δέ τῆς κοιλίας στόμαχος ἁπλοῦς μακρός μέχρι τῆς μήκωνος, ἥ ἐστιν ἐν τῷ πυθμένι.
152Aristoteles, Historia animalium, 4, IV 4; 32 (auctor 384BC-322BC)
Τοῦ δέ στομάχου τό ἐχόμενόν ἐστιν ἔντερον· συνεχές δέ ὅ τε στόμαχος καί τό ἔντερον, καί ἅπαν ἁπλοῦν μέχρι τῆς ἐξόδου.
153Aristoteles, Historia animalium, 4, IV 7; 24 (auctor 384BC-322BC)
Τά μέν οὖν ἔξωθεν αὐτῶν μόρια ταῦτα καί τοιαῦτ’ ἐστίν, ἐντός δέ εὐθύς μετά τό στόμα ἔντερον τοῖς μέν πλείστοις εὐθύ καί ἁπλοῦν μέχρι τῆς ἐξόδου ἐστίν, ὀλίγοις δ’ ἑλιγμόν ἔχει.
154Aristoteles, Historia animalium, 4, IV 8; 15 (auctor 384BC-322BC)
Τῆς δ’ ἀκοῆς καί τῆς ὀσφρήσεως οὐδέν ἔχουσι φανερόν αἰσθητήριον· ὃ γάρ ἄν τισιν εἶναι δόξειε κατά τούς τόπους τῶν μυκτήρων, οὐδέν περαίνει πρός τόν ἐγκέφαλον, ἀλλά τά μέν τυφλά, τά δέ φέρει μέχρι τῶν βραγχίων.
155Aristoteles, Historia animalium, 4, IV 8; 19 (auctor 384BC-322BC)
Ἔτι δ’ ἐν ταῖς θήραις τῶν ἰχθύων ὅτι μάλιστα εὐλαβοῦνται ψόφον ποιεῖν ἢ κώπης ἢ δικτύων οἱ περί τήν θήραν ταύτην ὄντες· ἀλλ’ ὅταν κατανοήσωσιν ἔν τινι τόπῳ πολλούς ἀθρόους ὄντας, ἐκ τοσούτου τόπου τεκμαιρόμενοι καθιᾶσι τά δίκτυα, ὅπως μήτε κώπης μήτε τῆς ῥύμης τῆς ἁλιάδος ἀφίκηται πρός τόν τόπον ἐκεῖνον ὁ ψόφος· παραγγέλλουσί τε πᾶσι τοῖς ναύταις ὅτι μάλιστα σιγῇ πλεῖν, μέχρι περ ἂν συγκυκλώσωνται.
156Aristoteles, Historia animalium, 5, V 1; 10 (auctor 384BC-322BC)
Τά μέν οὖν τῶν ὀρνίθων ἄγονα πάντα ἐστί ταῦτα (μέχρι γάρ τοῦ ᾠοῦ γέννησιν δύναται ἡ φύσις αὐτῶν ἐπιτελεῖν), ἐάν μή τις αὐτοῖς συμβῇ τρόπος ἄλλος τῆς κοινωνίας πρός τούς ἄρρενας· περί ὧν ἀκριβέστερον ἔσται δῆλον ἐν τοῖς ὕστερον.
157Aristoteles, Historia animalium, 5, V 6; 3 (auctor 384BC-322BC)
Φασί δέ τινες καί τόν ἄρρενα ἔχειν αἰδοιῶδές τι ἐν μιᾷ τῶν πλεκτανῶν, ἐν ᾗ δύο αἱ μέγισται κοτυληδόνες εἰσίν· εἶναι δέ τό τοιοῦτον ὥσπερ νευρῶδες, μέχρι εἰς μέσην τήν πλεκτάνην προσπεφυκός ἅπαν, ᾗ ἐσπιφράναι εἰς τόν μυκτῆρα τῆς θηλείας.
158Aristoteles, Historia animalium, 5, V 9; 4 (auctor 384BC-322BC)
Τίκτει δέ καί ἡ ἀηδών τοῦ θέρους ἀρχομένου, τίκτει δέ πέντε καί ἓξ ᾠά· φωλεύει δέ ἀπό τοῦ μετοπώρου μέχρι τοῦ ἔαρος.
159Aristoteles, Historia animalium, 5, V 14; 19 (auctor 384BC-322BC)
Οὐ πανταχοῦ δέ, ὥσπερ εἴρηται, ὁμοίως συμβαίνουσιν αἱ ἡλικίαι· ἐνιαχοῦ μέν γάρ αἱ ὕες ὀχεύονται μέν καί ὀχεύουσι τετράμηνοι, ὥστε δέ γεννᾶν καί ἐκτρέφειν ἑξάμηνοι, ἐνιαχοῦ δ’ οἱ κάπροι δεκάμηνοι ἄρχονται ὀχεύειν, ἀγαθοί δέ μέχρι ἐπί τριετές.
160Aristoteles, Historia animalium, 5, V 14; 25 (auctor 384BC-322BC)
Καί ἐπιδίδωσι δ’ ἀεί ἐπί τό βελτίω τά ἔκγονα γεννᾶν μέχρι ἐτῶν εἴκοσιν.
161Aristoteles, Historia animalium, 5, V 14; 26 (auctor 384BC-322BC)
Ὀχεύει δ’ ὁ ἵππος ὁ ἄρρην μέχρι ἐτῶν τριάκοντα καί τριῶν, ἡ δέ θήλεια ὀχεύεται μέχρι τετταράκοντα ἐτῶν, ὥστε συμβαίνει σχεδόν διά βίου γίνεσθαι τήν ὀχείαν· ζῇ γάρ ὡς ἐπί τό πολύ ὁ μέν ἄρρην περί πέντε καί τριάκοντα ἔτη, ἡ δέ θήλεια πλείω τῶν τετταράκοντα· ἤδη δέ τις ἐβίωσεν ἵππος ἔτη ἑβδομήκοντα καί πέντε.
162Aristoteles, Historia animalium, 5, V 14; 32 (auctor 384BC-322BC)
Γεννᾷ δ’ ἄνθρωπος μέν τό ἔσχατον μέχρι ἑβδομήκοντα ἐτῶν ὁ ἄρρην, γυνή δέ μέχρι πεντήκοντα.
163Aristoteles, Historia animalium, 5, V 14; 34 (auctor 384BC-322BC)
Πρόβατον δέ τίκτει μέχρι ἐτῶν ὀκτώ, ἐάν δέ θεραπεύηται καλῶς, καί μέχρι ἕνδεκα· σχεδόν δέ διά βίου συμβαίνει ὀχεύειν καί ὀχεύεσθαι ἀμφοτέροις.
164Aristoteles, Historia animalium, 5, V 14; 38 (auctor 384BC-322BC)
Κάπρος δ’ ἀγαθός μέν ὀχεύειν μέχρι ἐπί τριετές, τῶν δέ πρεσβυτέρων χείρω τά ἔκγονα· οὐ γάρ ἔτι γίνεται αὐτῷ ἐπίδοσις οὐδέ ῥώμη.
165Aristoteles, Historia animalium, 5, V 14; 46 (auctor 384BC-322BC)
Αἱ δέ κύνες ὀχεύονται οὐ διά βίου ἀλλά μέχρι ἀκμῆς τινός· ὡς μέν ἐπί τό πολύ μέχρι ἐτῶν δώδεκα αἵ τ’ ὀχεῖαι συμβαίνουσι καί αἱ κυήσεις αὐτῶν· οὐ μήν ἀλλ’ ἤδη τισί καί ὀκτωκαίδεκα ἔτη γεγονόσι καί εἴκοσι συνέβη καί θηλείαις ὀχευθῆναι καί ἄρρεσι γεννῆσαι.
166Aristoteles, Historia animalium, 5, V 19; 40 (auctor 384BC-322BC)
Περί δέ τόν Ὕπανιν ποταμόν τόν περί Βόσπορον τόν Κιμμέριον ὑπό τροπάς θερινάς καταφέρονται ὑπό τοῦ ποταμοῦ οἷον θύλακοι μείζους ῥαγῶν, ἐξ ὧν ῥηγνυμένων ἐξέρχεται ζῷον πτερωτόν τετράπουν· ζῇ δέ καί πέτεται μέχρι δείλης, καταφερομένου δέ τοῦ ἡλίου ἀπομαραίνεται, καί ἅμα δυομένου ἀποθνήσκει βιῶσαν ἡμέραν μίαν, διό καί καλεῖται ἐφήμερον.
167Aristoteles, Historia animalium, 5, V 20; 3 (auctor 384BC-322BC)
Ὁ δέ χρόνος τῆς γενέσεως ἀπό μέν τῆς ἀρχῆς μέχρι τοῦ τέλους σχεδόν τοῖς πλείστοις ἑπτάσι μετρεῖται τρισίν ἢ τέτταρσιν.
168Aristoteles, Historia animalium, 5, V 27; 2 (auctor 384BC-322BC)
Τίκτει δέ πάντα μέν ἐν ἀραχνίῳ, ἀλλά τά μέν ἐν λεπτῷ καί μικρῷ, τά δ’ ἐν παχεῖ, καί τά μέν ὅλως ἐν κύτει στρογγύλῳ, τά δέ μέχρι τινός περιέχεται ὑπό τοῦ ἀραχνίου.
169Aristoteles, Historia animalium, 6, VI 3; 7 (auctor 384BC-322BC)
Δήλη δ’ ἡ κεφαλή, καί ταύτης οἱ ὀφθαλμοί μάλιστ’ ἐμπεφυσημένοι· καί τοῦτο μέχρι πόρρω διατελεῖ· ὀψέ γάρ ποτε μικροί γίνονται καί συμπίπτουσιν.
170Aristoteles, Historia animalium, 6, VI 15; 9 (auctor 384BC-322BC)
Ὅσα δέ μήτ’ ᾠοτοκεῖ μήτε ζῳοτοκεῖ, πάντα γίνεται τά μέν ἐκ τῆς ἰλύος τά δ’ ἐκ τῆς ἄμμου καί τῆς ἐπιπολαζούσης σήψεως, οἷον καί τῆς ἀφύης ὁ καλούμενος ἀφρός γίνεται ἐκ τῆς ἀμμώδους γῆς· καί ἔστιν αὕτη ἡ ἀφύη ἀναυξής καί ἄγονος, καί ὅταν πλείων γένηται χρόνος, ἀπόλλυται, ἄλλη δέ πάλιν ἐπιγίνεται, διό ἔξω χρόνου τινός ὀλίγου πᾶσαν ὡς εἰπεῖν τήν ἄλλην γίνεται ὥραν· διαμένει γάρ ἀρξαμένη ἀπό ἀρκτούρου μετοπωρινοῦ μέχρι τοῦ ἔαρος.
171Aristoteles, Historia animalium, 6, VI 18; 37 (auctor 384BC-322BC)
Τοῖς μέν οὖν προβάτοις καί αἰξίν, ἐπειδάν ὥρα ᾖ ὀχεύεσθαι, ἐπισημαίνει πρό τοῦ ὀχεύεσθαι· καί ἐπειδάν ὀχευθῶσι, γίνεται τά σημεῖα, εἶτα διαλείπει, μέχρι οὗ ἂν μέλλωσι τίκτειν.
172Aristoteles, Historia animalium, 6, VI 21; 16 (auctor 384BC-322BC)
Ἄρχονται δέ τῆς ὀχείας περί τόν Θαργηλιῶνα μῆνα καί τόν Σκιρροφοριῶνα αἱ πλεῖσται· οὐ μήν ἀλλ’ ἔνιαι καί μέχρι τοῦ μετοπώρου κυΐσκονται.
173Aristoteles, Historia animalium, 6, VI 22; 1 (auctor 384BC-322BC)
Ἵππος δ’ ἄρχεται ὀχεύειν ὁ μέν ἄρρην διέτης, καί ἡ θήλεια διέτης ὀχεύεσθαι· ταῦτα μέντοι ὀλίγα ἐστί, καί τά ἔκγονα τούτων ἐλάττω καί ἀσθενικώτερα· ὡς δ’ ἐπί τό πολύ ἄρχονται ὀχεύειν τριετεῖς ὄντες, καί αἱ ἵπποι ὀχεύεσθαι, καί ἐπιδιδόασι δ’ ἀεί πρός τό βελτίω τά ἔκγονα γίνεσθαι μέχρι ἐτῶν εἴκοσιν.
174Aristoteles, Historia animalium, 6, VI 22; 21 (auctor 384BC-322BC)
Ἡ μέν οὖν θήλεια πέντ’ ἐτῶν τέλος λαμβάνει μήκους καί ὕψους, ὁ δ’ ἄρρην ἓξ ἐτῶν· μετά δέ ταῦτα ἐν ἄλλοις ἓξ ἔτεσι τό πλῆθος λαμβάνει τοῦ σώματος, καί ἐπιδίδωσι μέχρι ἐτῶν εἴκοσιν.
175Aristoteles, Historia animalium, 6, VI 26; 4 (auctor 384BC-322BC)
Τίκτει δέ τοῦ ἔαρος, καί γάλα ἔχει μέχρι οὖ ἂν ἐν γαστρί λάβῃ.
176Aristoteles, Historia animalium, 6, VI 35; 4 (auctor 384BC-322BC)
Εἰ δ’ ἐστίν ὁ χρόνος οὗτος τῆς κυήσεως ἢ μή ἐστιν, οὐδέν πω συνῶπται μέχρι γε τοῦ νῦν, ἀλλ’ ἢ ὅτι λέγεται μόνον.
177Aristoteles, Historia animalium, 7, VII 1; 1 (auctor 384BC-322BC)
Περί δ’ ἀνθρώπου γενέσεως τῆς τε πρώτης τῆς ἐν τῷ θήλει καί τῆς ὕστερον μέχρι γήρως, ὅσα συμβαίνει διά τήν φύσιν τήν οἰκείαν, τόνδ’ ἔχει τόν τρόπον.
178Aristoteles, Historia animalium, 7, VII 1; 4 (auctor 384BC-322BC)
Γίνεται δέ τοῦτο μᾶλλον τοῖς πειρωμένοις ἀφροδισιάζειν· τοῖς γάρ περί ταῦτα προθυμουμένοις καί μεταβάλλουσιν αἱ φωναί εἰς τήν τῶν ἀνδρῶν φωνήν, ἀπεχομένοις δέ τοὐναντίον· ἐάν δέ καί συναποβιάζωνται ταῖς ἐπιμελείαις, ὅπερ ποιοῦσιν ἔνιοι τῶν περί τάς χορείας σπουδαζόντων, καί μέχρι πόρρω διαμένει καί τό πάμπαν μικράν λαμβάνει μεταβολήν.
179Aristoteles, Historia animalium, 7, VII 1; 20 (auctor 384BC-322BC)
Μέχρι μέν οὖν τῶν τρίς ἑπτά ἐτῶν τό μέν πρῶτον ἄγονα τά σπέρματά ἐστιν· ἔπειτα γόνιμα μέν μικρά δέ καί ἀτελῆ γεννῶσι καί οἱ νέοι καί αἱ νέαι, ὥσπερ καί ἐπί τῶν ἄλλων ζῴων τῶν πλείστων.
180Aristoteles, Historia animalium, 7, VII 3; 13 (auctor 384BC-322BC)
Καλοῦνται δ’ ἐκρύσεις μέν αἱ μέχρι τῶν ἑπτά ἡμερῶν διαφθοραί, ἐκτρωσμοί δ’ αἱ μέχρι τῶν τετταράκοντα· καί πλεῖστα διαφθείρεται τῶν κυημάτων ἐν ταύταις ταῖς ἡμέραις.
181Aristoteles, Historia animalium, 7, VII 4; 1 (auctor 384BC-322BC)
Ὅταν δέ συλλάβῃ ἡ ὑστέρα τό σπέρμα, εὐθύς συμμύει ταῖς πολλαῖς, μέχρι γένωνται ἑπτά μῆνες· τῷ δ’ ὀγδόῳ χάσκουσιν· καί τό ἔμβρυον, ἐάν ᾖ γόνιμον, προκαταβαίνει τῷ ὀγδόῳ μηνί.
182Aristoteles, Historia animalium, 7, VII 5; 5 (auctor 384BC-322BC)
Ἡλικία δέ τῆς μέν ἀρχῆς εἴρηται· παύεται δέ ταῖς γυναιξί ταῖς μέν πλείσταις τά καταμήνια περί τετταράκοντα ἔτη, αἷς δ’ ἂν ὑπερβάλῃ τόν χρόνον τοῦτον, διαμένει μέχρι τῶν πεντήκοντα ἐτῶν, καί ἤδη τινές ἔτεκον· πλείω δέ χρόνον οὐδεμία.
183Aristoteles, Historia animalium, 7, VII 6; 1 (auctor 384BC-322BC)
Οἱ δ’ ἄνδρες οἱ μέν πλεῖστοι γεννῶσι μέχρι ἑξήκοντα ἐτῶν, ὅταν δ’ ὑπερβάλῃ ταῦτα, μέχρι ἑβδομήκοντα· καί ἤδη τινές γεγεννήκασιν ἑβδομήκοντα ἐτῶν ὄντες.
184Aristoteles, Historia animalium, 8, VIII 5; 16 (auctor 384BC-322BC)
Δάκνει δέ τούς ἀνθρώπους καί ἡ ἐνυδρίς, καί οὐκ ἀφίησιν, ὡς λέγουσι, μέχρι ἂν ὀστοῦ ψόφον ἀκούσῃ.
185Aristoteles, Historia animalium, 8, VIII 6; 9 (auctor 384BC-322BC)
Οἱ δέ Θρᾷκες πιαίνουσι τῇ μέν πρώτῃ πιεῖν διδόντες, εἶτα διαλείπουσιν ἡμέραν μίαν τό πρῶτον, μετά δέ ταῦτα δύο, εἶτα τρεῖς καί τέτταρας μέχρι τῶν ἑπτά.
186Aristoteles, Historia animalium, 8, VIII 12; 21 (auctor 384BC-322BC)
Ἡ δ’ ὀρτυγομήτρα παραπλήσιος τήν μορφήν τοῖς λιμναίοις ἐστί, καί ἡ γλωττίς γλῶτταν ἐξαγομένην ἔχουσα μέχρι πόρρω.
187Aristoteles, Historia animalium, 8, VIII 13; 23 (auctor 384BC-322BC)
Λέγουσι δέ τινες τῶν περί τήν θάλατταν ὡς ὅταν τροπαί χειμεριναί γίνωνται, οὐκέτι κινοῦνται ἀλλ’ ἡσυχάζουσιν, ὅπου ἂν τύχωσι καταληφθέντες, μέχρι ἰσημερίας.
188Aristoteles, Historia animalium, 8, VIII 14; 5 (auctor 384BC-322BC)
Ἡσυχάζει δ’ ἀπό Πλειάδος δύσεως μέχρι τοῦ ἔαρος.
189Aristoteles, Historia animalium, 8, VIII 15; 6 (auctor 384BC-322BC)
Φωλοῦσι δέ καί οἱ θύννοι τοῦ χειμῶνος ἐν τοῖς βάθεσι, καί γίνονται πιότατοι μετά τήν φωλείαν, καί ἄρχονται θηρεύεσθαι ἀπό Πλειάδος ἀνατολῆς μέχρι Ἀρκτούρου δύσεως τό ἔσχατον· τόν δ’ ἄλλον χρόνον ἡσυχίαν ἔχουσι φωλοῦντες.
190Aristoteles, Historia animalium, 8, VIII 17; 14 (auctor 384BC-322BC)
Ἐν νυκτί δέ σχεδόν καί ἡμέρᾳ πᾶν ἀποδύεται τό γῆρας, ἀπό τῆς κεφαλῆς ἀρξάμενον μέχρι τῆς κέρκου.
191Aristoteles, Historia animalium, 9, IX 2; 6 (auctor 384BC-322BC)
Ζῶσι δέ πολλάκις ἀφῃρημένοι οἱ κεστρεῖς τήν κέρκον καί οἱ γόγγροι μέχρι τῆς ἐξόδου τῆς περιττώσεως· ἀπεσθίεται δ’ ὁ μέν κεστρεύς ὑπό λάβρακος, ὁ δέ γόγγρος ὑπό μυραίνης.
192Aristoteles, Historia animalium, 9, IX 5; 9 (auctor 384BC-322BC)
Τῷ δέ τρίτῳ ἔτει δίκρουν φύουσι, τῷ δέ τετάρτῳ τραχύτερον· καί τοῦτον τόν τρόπον ἀεί ἐπιδιδόασι μέχρι ἓξ ἐτῶν.
193Aristoteles, Historia animalium, 9, IX 32; 15 (auctor 384BC-322BC)
Ὥρα δέ τοῦ ἐργάζεσθαι ἀετῷ καί πέτεσθαι ἀπ’ ἀρίστου μέχρι δείλης· τό γάρ ἕωθεν κάθηται μέχρι ἀγορᾶς πληθυούσης.
194Aristoteles, Historia animalium, 9, IX 37; 25 (auctor 384BC-322BC)
Ἀκμάζουσι δέ τῶν ἰχθύων οἱ μέν ᾠοφόροι τοῦ ἔαρος, μέχρι οὗ ἂν ἐκτέκωσιν, οἱ δέ ζῳοτόκοι τοῦ μετοπώρου, καί πρός τούτοις κεστρεῖς καί τρίγλαι καί τἆλλα τά τοιαῦτα πάντα.
195Aristoteles, Historia animalium, 9, IX 37; 27 (auctor 384BC-322BC)
Ἔστι δέ καί τά σελάχη κατά μέν τό μετόπωρον ἀναμίξ τά ἄρρενα τοῖς θήλεσι κατά τήν ὀχείαν, τοῦ δ’ ἔαρος εἰσπλέουσι διακεκριμένα, μέχρι οὗ ἂν ἐκτέκωσιν· κατά δέ τήν ὀχείαν ἁλίσκεται πολλά συνεζευγμένα.
196Aristoteles, Historia animalium, 9, IX 45; 4 (auctor 384BC-322BC)
Καί τό ἄλλο δέ εἶδος ὅμοιον βοΐ, πλήν χαίτην ἔχει μέχρι τῆς ἀκρωμίας ὥσπερ ἵππος· μαλακωτέρα δ’ ἡ θρίξ τῆς τοῦ ἵππου, καί προσεσταλμένη μᾶλλον.
197Aristoteles, Historia animalium, 9, IX 45; 5 (auctor 384BC-322BC)
Χρῶμα δ’ ἔχει τοῦ τριχώματος ξανθόν· βαθεῖα δέ καί μέχρι τῶν ὀφθαλμῶν καθήκουσα ἡ χαίτη ἐστί καί πυκνή.
198Aristoteles, Historia animalium, 9, 231; 13 (auctor 384BC-322BC)
Μεταβάλλει δέ καί ὁ κόκκυξ τό χρῶμα καί τῇ φωνῇ οὐ σαφηνίζει, ὅταν μέλλῃ ἀφανίζεσθαι· ἀφανίζεται δ’ ὑπό κύνα, φανερός δέ γίνεται ἀπό τοῦ ἔαρος ἀρξάμενος μέχρι κυνός ἐπιτολῆς.
199Aristoteles, Magna moralia, 1, 1, 8; 16 (auctor 384BC-322BC)
μέχρι μὲν οὖν τούτου καλῶς μετὰ μέντοι τοῦτο οὐκέτι ὀρθῶς.
200Aristoteles, Magna moralia, 2, 4, 1; 1 (auctor 384BC-322BC)
Ταῦτα μὲν μέχρι τούτου μετὰ δὲ ταῦτα ἀναγκαῖόν ἐστιν ἑτέραν ἀρχὴν ποιησαμένοις λέγειν ὑπὲρ ἐγκρατείας καὶ ἀκρασίας.
201Aristoteles, Metaphysica, 1, 4; 7 (auctor 384BC-322BC)
οὗτοι μὲν οὖν, ὥσπερ λέγομεν, καὶ μέχρι τούτου δυοῖν αἰτίαιν ὧν ἡμεῖς διωρίσαμεν ἐν τοῖς περὶ φύσεως ἡμμένοι φαίνονται, τῆς τε ὕλης καὶ τοῦ ὅθεν ἡ κίνησις, ἀμυδρῶς μέντοι καὶ οὐθὲν σαφῶς ἀλλ' οἷον ἐν ταῖς μάχαις οἱ ἀγύμναστοι ποιοῦσιν· καὶ γὰρ ἐκεῖνοι περιφερόμενοι τύπτουσι πολλάκις καλὰς πληγάς, ἀλλ' οὔτε ἐκεῖνοι ἀπὸ ἐπιστήμης οὔτε οὗτοι ἐοίκασιν εἰδέναι ὅ τι λέγουσιν· σχεδὸν γὰρ οὐθὲν χρώμενοι φαίνονται τούτοις ἀλλ' ἢ κατὰ μικρόν.
202Aristoteles, Metaphysica, 1, 5; 16 (auctor 384BC-322BC)
μέχρι μὲν οὖν τῶν Ἰταλικῶν καὶ χωρὶς ἐκείνων μορυχώτερον εἰρήκασιν οἱ ἄλλοι περὶ αὐτῶν, πλὴν ὥσπερ εἴπομεν δυοῖν τε αἰτίαιν τυγχάνουσι κεχρημένοι, καὶ τούτων τὴν ἑτέραν οἱ μὲν μίαν οἱ δὲ δύο ποιοῦσι, τὴν ὅθεν ἡ κίνησις· οἱ δὲ Πυθαγόρειοι δύο μὲν τὰς ἀρχὰς κατὰ τὸν αὐτὸν εἰρήκασι τρόπον, τοσοῦτον δὲ προσεπέθεσαν ὃ καὶ ἴδιόν ἐστιν αὐτῶν, ὅτι τὸ πεπερασμένον καὶ τὸ ἄπειρον [καὶ τὸ ἓν] οὐχ ἑτέρας τινὰς ᾠήθησαν εἶναι φύσεις, οἷον πῦρ ἢ γῆν ἤ τι τοιοῦτον ἕτερον, ἀλλ' αὐτὸ τὸ ἄπειρον καὶ αὐτὸ τὸ ἓν οὐσίαν εἶναι τούτων ὧν κατηγοροῦνται, διὸ καὶ ἀριθμὸν εἶναι τὴν οὐσίαν πάντων.
203Aristoteles, Metaphysica, 2, 1; 14 (auctor 384BC-322BC)
τῶν δ' ἀπείρων τοῦτον τὸν τρόπον καὶ ὅλως τοῦ ἀπείρου πάντα τὰ μόρια μέσα ὁμοίως μέχρι τοῦ νῦν· ὥστ' εἴπερ μηδέν ἐστι πρῶτον, ὅλως αἴτιον οὐδέν ἐστιν.
204Aristoteles, Metaphysica, 3, 3; 13 (auctor 384BC-322BC)
ἔτι καὶ τὰ μεταξὺ συλλαμβανόμενα μετὰ τῶν διαφορῶν ἔσται γένη μέχρι τῶν ἀτόμων (νῦν δὲ τὰ μὲν δοκεῖ τὰ δ' οὐ δοκεῖ) · πρὸς δὲ τούτοις ἔτι μᾶλλον αἱ διαφοραὶ ἀρχαὶ ἢ τὰ γένη· εἰ δὲ καὶ αὗται ἀρχαί, ἄπειροι ὡς εἰπεῖν ἀρχαὶ γίγνονται, ἄλλως τε κἄν τις τὸ πρῶτον γένος ἀρχὴν τιθῇ.
205Aristoteles, Metaphysica, 6, 3; 9 (auctor 384BC-322BC)
δῆλον ἄρα ὅτι μέχρι τινὸς βαδίζει ἀρχῆς, αὕτη δ' οὐκέτι εἰς ἄλλο.
206Aristoteles, Metaphysica, 7, 2; 4 (auctor 384BC-322BC)
ἔνιοι δὲ τὰ μὲν εἴδη καὶ τοὺς ἀριθμοὺς τὴν αὐτὴν ἔχειν φασὶ φύσιν, τὰ δὲ ἄλλα ἐχόμενα, γραμμὰς καὶ ἐπίπεδα, μέχρι πρὸς τὴν τοῦ οὐρανοῦ οὐσίαν καὶ τὰ αἰσθητά.
207Aristoteles, Metaphysica, 8, 3; 16 (auctor 384BC-322BC)
περὶ μὲν οὖν γενέσεως καὶ φθορᾶς τῶν λεγομένων οὐσιῶν, πῶς τ' ἐνδέχεται καὶ πῶς ἀδύνατον, καὶ περὶ τῆς εἰς τὸν ἀριθμὸν ἀναγωγῆς, ἔστω μέχρι τούτων διωρισμένον.
208Aristoteles, Metaphysica, 11, 8; 9 (auctor 384BC-322BC)
ἡ γὰρ αὔριον ἔκλειψις γενήσεται ἂν τόδε γένηται, τοῦτο δ' ἐὰν ἕτερόν τι, καὶ τοῦτ' ἂν ἄλλο· καὶ τοῦτον δὴ τὸν τρόπον ἀπὸ πεπερασμένου χρόνου τοῦ ἀπὸ τοῦ νῦν μέχρι αὔριον ἀφαιρουμένου χρόνου ἥξει ποτὲ εἰς τὸ ὑπάρχον, ὥστ' ἐπεὶ τοῦτ' ἔστιν, ἅπαντ' ἐξ ἀνάγκης τὰ μετὰ τοῦτο γενήσεται, ὥστε πάντα ἐξ ἀνάγκης γίγνεσθαι.
209Aristoteles, Metaphysica, 12, 8; 2 (auctor 384BC-322BC)
ἡ μὲν γὰρ περὶ τὰς ἰδέας ὑπόληψις οὐδεμίαν ἔχει σκέψιν ἰδίαν (ἀριθμοὺς γὰρ λέγουσι τὰς ἰδέας οἱ λέγοντες ἰδέας, περὶ δὲ τῶν ἀριθμῶν ὁτὲ μὲν ὡς περὶ ἀπείρων λέγουσιν ὁτὲ δὲ ὡς μέχρι τῆς δεκάδος ὡρισμένων· δι' ἣν δ' αἰτίαν τοσοῦτον τὸ πλῆθος τῶν ἀριθμῶν, οὐδὲν λέγεται μετὰ σπουδῆς ἀποδεικτικῆς) · ἡμῖν δ' ἐκ τῶν ὑποκειμένων καὶ διωρισμένων λεκτέον.
210Aristoteles, Metaphysica, 12, 8; 22 (auctor 384BC-322BC)
τὰ δὲ λοιπὰ μυθικῶς ἤδη προσῆκται πρὸς τὴν πειθὼ τῶν πολλῶν καὶ πρὸς τὴν εἰς τοὺς νόμους καὶ τὸ συμφέρον χρῆσιν· ἀνθρωποειδεῖς τε γὰρ τούτους καὶ τῶν ἄλλων ζῴων ὁμοίους τισὶ λέγουσι, καὶ τούτοις ἕτερα ἀκόλουθα καὶ παραπλήσια τοῖς εἰρημένοις, ὧν εἴ τις χωρίσας αὐτὸ λάβοι μόνον τὸ πρῶτον, ὅτι θεοὺς ᾤοντο τὰς πρώτας οὐσίας εἶναι, θείως ἂν εἰρῆσθαι νομίσειεν, καὶ κατὰ τὸ εἰκὸς πολλάκις εὑρημένης εἰς τὸ δυνατὸν ἑκάστης καὶ τέχνης καὶ φιλοσοφίας καὶ πάλιν φθειρομένων καὶ ταύτας τὰς δόξας ἐκείνων οἷον λείψανα περισεσῶσθαι μέχρι τοῦ νῦν.
211Aristoteles, Metaphysica, 13, 8; 26 (auctor 384BC-322BC)
ὅτι μὲν τοίνυν ἄπειρον οὐκ ἐνδέχεται, δῆλον (οὔτε γὰρ περιττὸς ὁ ἄπειρός ἐστιν οὔτ' ἄρτιος, ἡ δὲ γένεσις τῶν ἀριθμῶν ἢ περιττοῦ ἀριθμοῦ ἢ ἀρτίου ἀεί ἐστιν· ὡδὶ μὲν τοῦ ἑνὸς εἰς τὸν ἄρτιον πίπτοντος περιττός, ὡδὶ δὲ τῆς μὲν δυάδος ἐμπιπτούσης ὁ ἀφ' ἑνὸς διπλασιαζόμενος, ὡδὶ δὲ τῶν περιττῶν ὁ ἄλλος ἄρτιος· ἔτι εἰ πᾶσα ἰδέα τινὸς οἱ δὲ ἀριθμοὶ ἰδέαι, καὶ ὁ ἄπειρος ἔσται ἰδέα τινός, ἢ τῶν αἰσθητῶν ἢ ἄλλου τινός· καίτοι οὔτε κατὰ τὴν θέσιν ἐνδέχεται οὔτε κατὰ λόγον, τάττουσί γ' οὕτω τὰς ἰδέας) · εἰ δὲ πεπερασμένος, μέχρι πόσου· τοῦτο γὰρ δεῖ λέγεσθαι οὐ μόνον ὅτι ἀλλὰ καὶ διότι.
212Aristoteles, Metaphysica, 13, 8; 27 (auctor 384BC-322BC)
ἀλλὰ μὴν εἰ μέχρι τῆς δεκάδος ὁ ἀριθμός, ὥσπερ τινές φασιν, πρῶτον μὲν ταχὺ ἐπιλείψει τὰ εἴδη – οἷον εἰ ἔστιν ἡ τριὰς αὐτοάνθρωπος, τίς ἔσται ἀριθμὸς αὐτόιππος· αὐτὸ γὰρ ἕκαστος ἀριθμὸς μέχρι δεκάδος· ἀνάγκη δὴ τῶν ἐν τούτοις ἀριθμῶν τινὰ εἶναι (οὐσίαι γὰρ καὶ ἰδέαι οὗτοι) · ἀλλ' ὅμως ἐπιλείψει (τὰ τοῦ ζῴου γὰρ εἴδη ὑπερέξει) – .
213Aristoteles, Metaphysica, 13, 8; 32 (auctor 384BC-322BC)
ἔτι ἄτοπον εἰ ὁ ἀριθμὸς ὁ μέχρι τῆς δεκάδος μᾶλλόν τι ὂν καὶ εἶδος αὐτῆς τῆς δεκάδος, καίτοι τοῦ μὲν οὐκ ἔστι γένεσις ὡς ἑνός, τῆς δ' ἔστιν.
214Aristoteles, Metaphysica, 13, 8; 33 (auctor 384BC-322BC)
πειρῶνται δ' ὡς τοῦ μέχρι τῆς δεκάδος τελείου ὄντος ἀριθμοῦ.
215Aristoteles, Metaphysica, 13, 8; 34 (auctor 384BC-322BC)
γεννῶσι γοῦν τὰ ἑπόμενα, οἷον τὸ κενόν, ἀναλογίαν, τὸ περιττόν, τὰ ἄλλα τὰ τοιαῦτα, ἐντὸς τῆς δεκάδος· τὰ μὲν γὰρ ταῖς ἀρχαῖς ἀποδιδόασιν, οἷον κίνησιν στάσιν, ἀγαθὸν κακόν, τὰ δ' ἄλλα τοῖς ἀριθμοῖς· διὸ τὸ ἓν τὸ περιττόν· εἰ γὰρ ἐν τῇ τριάδι, πῶς ἡ πεντὰς περιττόν· ἔτι τὰ μεγέθη καὶ ὅσα τοιαῦτα μέχρι ποσοῦ, οἷον ἡ πρώτη γραμμή, ἡ ἄτομος, εἶτα δυάς, εἶτα καὶ ταῦτα μέχρι δεκάδος.
216Aristoteles, Meteorologica, 1, I 3; 6 (auctor 384BC-322BC)
Τό δέ δή μεταξύ τῆς γῆς τε καί τῶν ἐσχάτων ἄστρων πότερον ἕν τι νομιστέον εἶναι σῶμα τήν φύσιν ἢ πλείων, κἂν εἰ πλείω, πόσα, καί μέχρι ποῦ διώρισται τοῖς τόποις; Ἡμῖν μέν οὖν εἴρηται πρότερον περί τοῦ πρώτου στοιχείου, ποῖόν τι τήν δύναμίν ἐστι, καί ὅτι πᾶς ὁ περί τάς ἄνω φοράς κόσμος ἐκείνου τοῦ σώματος πλήρης ἐστίν.
217Aristoteles, Meteorologica, 1, I 3; 21 (auctor 384BC-322BC)
Τό μέν γάρ ἄνω καί μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καί ἀέρος, οὐ μήν ἀλλ’ ἐν αὐτῷ γε τό μέν καθαρώτερον εἶναι τό δ’ ἧττον εἰλικρινές, καί διαφοράς ἔχειν, καί μάλιστα ᾗ καταλήγει πρός τόν ἀέρα καί πρός τόν περί τήν γῆν κόσμον.
218Aristoteles, Meteorologica, 1, I 6; 20 (auctor 384BC-322BC)
Πρός δέ τούτοις ἅπαντες οἱ καθ’ ἡμᾶς ὠμμένοι ἄνευ δύσεως ἠφανίσθησαν ἐν τῷ ὑπέρ τοῦ ὁρίζοντος τόπῳ ἀπομαρανθέντες κατά μικρόν οὕτως, ὥστε μήτε ἑνός ἀστέρος ὑπολειφθῆναι σῶμα μήτε πλειόνων, ἐπεί καί ὁ μέγας ἀστήρ περί οὗ πρότερον ἐμνήσθημεν, ἐφάνη μέν χειμῶνος ἐν πάγοις καί αἰθρίαις ἀφ’ ἑσπέρας, ἐπί Ἀστείου ἄρχοντος, καί τῇ μέν πρώτῃ οὐκ ὤφθη ὡς προδεδυκώς τοῦ ἡλίου, τῇ δ’ ὑστεραίᾳ ὤφθη· ὅσον ἐνδέχεται γάρ ἐλάχιστον ὑπελείφθη καί εὐθύς ἔδυ· τό δέ φέγγος ἀπέτεινε μέχρι τοῦ τρίτου μέρους τοῦ οὐρανοῦ οἷον ἅλμα, διό καί ἐκλήθη ὁδός.
219Aristoteles, Meteorologica, 1, I 6; 21 (auctor 384BC-322BC)
Ἐπανῆλθε δέ μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος, καί ἐνταῦθα διελύθη.
220Aristoteles, Meteorologica, 1, I 8; 20 (auctor 384BC-322BC)
Σχεδόν δέ ταῦτ’ ἐστί τά γε μέχρι τοῦ νῦν παραδεδομένα παρά τῶν ἄλλων.
221Aristoteles, Meteorologica, 1, I 13; 4 (auctor 384BC-322BC)
Διό βέλτιον οἱ πολλοί λέγουσιν ἄνευ ζητήσεως τῶν μετά ζητήσεως οὕτω λεγόντων· εἰ μέν γάρ ἐκ μιᾶς ἀρχῆς ἅπαντες ῥέουσι, κἀκεῖ τά πνεύματα τόν αὐτόν τρόπον, τάχ’ ἄν τι λέγοιεν οἱ λέγοντες οὕτως· εἰ δ’ ὁμοίως ἐνταῦθα κἀκεῖ, δῆλον ὅτι τό κόμψευμα ἂν εἴη τοῦτο ψεῦδος, ἐπεί τοῦτό γε προσήκουσαν ἔχει σκέψιν, τί τ’ ἐστίν ὁ ἄνεμος, καί γίνεται πῶς, καί τί τό κινοῦν, καί ἡ ἀρχή πόθεν αὐτῶν, καί πότερον ἄρ’ ὥσπερ ἐξ ἀγγείου δεῖ λαβεῖν ῥέοντα τόν ἄνεμον, καί μέχρι τούτου ῥεῖν ἕως ἂν κενωθῇ τό ἀγγεῖον, οἷον ἐξ ἀσκῶν ἀφιέμενον, ἢ καθάπερ καί οἱ γραφεῖς γράφουσιν, ἐξ αὑτῶν τήν ἀρχήν ἀφιέντας.
222Aristoteles, Meteorologica, 1, I 13; 21 (auctor 384BC-322BC)
Σημεῖον δέ τοῦ μέν ὕψους ὅτι ὁρᾶται καί ἀπό τῶν καλουμένων βαθέων καί εἰς τήν λίμνην εἰσπλεόντων, ἔτι δ’ ἡλιοῦται τῆς νυκτός αὐτοῦ τά ἄκρα μέχρι τοῦ τρίτου μέρους ἀπό τε τῆς ἕω καί πάλιν ἀπό τῆς ἑσπέρας· τοῦ δέ πλήθους ὅτι πολλάς ἔχον ἕδρας, ἐν αἷς ἔθνη τε κατοικεῖ πολλά καί λίμνας εἶναί φασι μεγάλας, ἀλλ’ ὅμως πάσας τάς ἕδρας εἶναί φασι φανεράς μέχρι τῆς ἐσχάτης κορυφῆς.
223Aristoteles, Meteorologica, 1, I 14; 6 (auctor 384BC-322BC)
Ταῦτα μέν οὖν αὔξεται καί φθίνει διά τόν ἥλιον καί τήν περιφοράν, διά δέ ταῦτα καί τήν δύναμιν τά μέρη τῆς γῆς λαμβάνει διαφέρουσαν, ὥστε μέχρι τινός ἔνυδρα δύναται διαμένειν, εἶτα ξηραίνεται καί γηράσκει πάλιν· ἕτεροι δέ τόποι βιώσκονται καί ἔνυδροι γίγνονται κατά μέρος.
224Aristoteles, Meteorologica, 1, I 14; 9 (auctor 384BC-322BC)
Μέγισται μέν οὖν φθοραί γίγνονται καί τάχισται ἐν τοῖς πολέμοις, ἄλλαι δέ νόσοις, αἱ δ’ ἀφορίαις, καί ταύταις αἱ μέν μεγάλαι αἱ δέ κατά μικρόν, ὥστε λανθάνουσι τῶν γε τοιούτων ἐθνῶν καί αἱ μεταναστάσεις διά τό τούς μέν λείπειν τάς χώρας, τούς δ’ ὑπομένειν μέχρι τούτου μέχριπερ ἂν μηκέτι δύνηται τρέφειν ἡ χώρα πλῆθος μηθέν.
225Aristoteles, Meteorologica, 2, II 2; 14 (auctor 384BC-322BC)
Ἀναγκαῖον δ’ εἶναι τοῦτο συμβαίνειν περί αὐτόν ἢ φθείρεσθαι· καί γάρ τό φανερόν πῦρ, ἕως ἂν ἔχῃ τροφήν, μέχρι τούτου ζῆν, τό δ’ ὑγρόν τῷ πυρί τροφήν εἶναι μόνον, ὥσπερ ἀφικνούμενον μέχρι πρός τόν ἥλιον τό ἀναγόμενον τοῦ ὑγροῦ, ἢ τήν ἄνοδον τοιαύτην οὖσαν οἵανπερ τῇ γιγνομένῃ φλογί, δι’ ἧς τό εἰκός λαβόντες οὕτω καί περί τοῦ ἡλίου ὑπέλαβον· Τό δ’ οὐκ ἔστιν ὅμοιον· ἡ μέν γάρ φλόξ διά συνεχοῦς ὑγροῦ καί ξηροῦ μεταβαλλόντων γίγνεται καί οὐ τρέφεται (οὐ γάρ ἡ αὐτή οὖσα διαμένει οὐθένα χρόνον ὡς εἰπεῖν), περί δέ τόν ἥλιον ἀδύνατον τοῦτο συμβαίνειν, ἐπεί τρεφομένου γε τόν αὐτόν τρόπον, ὥσπερ ἐκεῖνοί φασι, δῆλον ὅτι καί ὁ ἥλιος οὐ μόνον καθάπερ ὁ Ἡράκλειτός φησι, νέος ἐφ’ ἡμέρῃ ἐστίν, ἀλλ’ ἀεί νέος συνεχῶς.
226Aristoteles, Meteorologica, 2, II 2; 30 (auctor 384BC-322BC)
Εἶναι δέ μέχρι τοῦ μέσου τήν κάθεσιν· τό γάρ λοιπόν πρός ἄναντες ἤδη πᾶσιν εἶναι τήν φοράν.
227Aristoteles, Meteorologica, 2, II 3; 6 (auctor 384BC-322BC)
Ἢ γάρ λεκτέον αὐτοῖς ὅτι οὐδέ τό ἀναχθέν ὕδωρ ὑπό τοῦ ἡλίου ἥξει πάλιν, ἢ εἴπερ τοῦτ’ ἔσται, ἀναγκαῖον ἤτοι ἀεί ἢ μέχρι οὗπερ ἂν ᾖ τοῦτο ὑπολείπεσθαι τήν θάλατταν, καί πάλιν ἀναχθῆναι ἐκεῖνο πρότερον δεήσει τό πότιμον.
228Aristoteles, Meteorologica, 2, II 5; 3 (auctor 384BC-322BC)
Διά μέν οὗν ταύτας τάς αἰτίας καταπαύει τε τά πνεύματα καί ἐξ ἀρχῆς γίνεσθαι κωλύει, τῇ μέν μαράνσει καταπαύων, τῷ δέ τάχει τῆς ξηρότητος γίνεσθαι κωλύων· διό περί Ὠρίωνος ἀνατολήν μάλιστα γίνεται νηνεμία, καί μέχρι τῶν ἐτησίων καί προδρόμων.
229Aristoteles, Meteorologica, 2, II 5; 23 (auctor 384BC-322BC)
Τό γάρ ἀπό Ἡρακλείων στηλῶν μέχρι τῆς Ἰνδικῆς τοῦ ἐξ Αἰθιοπίας πρός τήν Μαιῶτιν καί τούς ἐσχατεύοντας τῆς Σκυθίας τόπους πλέον ἢ πέντε πρός τρία τό μέγεθός ἐστιν, ἐάν τις τούς τε πλοῦς λογίζηται καί τάς ὁδούς, ὡς ἐνδέχεται λαμβάνειν τῶν τοιούτων τάς ἀκριβείας.
230Aristoteles, Meteorologica, 2, II 5; 24 (auctor 384BC-322BC)
Καίτοι ἐπί πλάτους μέν μέχρι τῶν ἀοικήτων ἴσμεν τήν οἰκουμένην· ἔνθα μέν γάρ διά ψῦχος οὐκέτι κατοικοῦσιν, ἔνθα δέ διά τήν ἀλέαν.
231Aristoteles, Meteorologica, 2, II 6; 49 (auctor 384BC-322BC)
Οἱ δ’ ἐτησίαι περιίστανται τοῖς μέν περί δυσμάς οἰκοῦσιν ἐκ τῶν ἀπαρκτίων εἰς θρασκίας καί ἀργέστας καί ζεφύρους (ὁ γάρ ἀπαρκτίας ζέφυρός ἐστιν), ἀρχόμενοι μέν ἀπό τῆς ἄρκτου, τελευτῶντες δ’ εἰς τούς πόρρω· τοῖς δέ πρός ἕω περιίστανται μέχρι τοῦ ἀπηλιώτου.
232Aristoteles, Meteorologica, 2, II 7; 2 (auctor 384BC-322BC)
Ἔστι δέ τά γε παρειλημμένα μέχρι τοῦ νῦν χρόνου τρία καί παρά τριῶν.
233Aristoteles, Meteorologica, 2, II 8; 40 (auctor 384BC-322BC)
Ὅταν δ’ ἰσχυρός γένηται σεισμός, οὐκ εὐθύς οὐδ’ εἰσάπαξ παύεται σείσας, ἀλλά τό πρῶτον μέν μέχρι περί τετταράκοντα πρόεισι πολλάκις ἡμέρας, ὕστερον δέ καί ἐφ’ ἓν καί ἐπί δύο ἔτη ἐπισημαίνει κατά τούς αὐτούς τόπους.
234Aristoteles, Meteorologica, 2, II 8; 43 (auctor 384BC-322BC)
Ἕως ἂν οὖν ἀναλωθῇ τά ὑπόλοιπα τούτων, ἀνάγκη σείειν, ἠρεμαίτερον δέ καί μέχρι τούτου ἕως ἂν ἔλαττον ᾖ τό ἀναθυμιώμενον ἢ ὥστε δύνασθαι κινεῖν ἐπιδήλως.
235Aristoteles, Meteorologica, 3, III 2; 10 (auctor 384BC-322BC)
Παρήλιοι δέ καί ῥᾶβδοι γίνονται ἐκ πλαγίας ἀεί καί οὔτ’ ἄνωθεν οὔτε πρός τῇ γῇ οὔτ’ ἐξ ἐναντίας, οὐδέ δή νύκτωρ, ἀλλ’ ἀεί περί τόν ἥλιον, ἔτι δ’ αἰρομένου ἢ καταφερομένου· τά πλεῖστα δέ πρός δυσμάς· μεσουρανοῦντος δέ σπάνιόν τι γέγονεν, οἷον ἐν Βοσπόρῳ ποτέ συνέπεσεν· δι’ ὅλης γάρ τῆς ἡμέρας συνανασχόντες δύο παρήλιοι διετέλεσαν μέχρι δυσμῶν.
236Aristoteles, Meteorologica, 4, IV 9; 16 (auctor 384BC-322BC)
Ὅσα μέν οὖν οὕτω πέπηγεν ὥστε πολλούς ἔχειν παραλλάττοντας πόρους, θραυστά (μέχρι γάρ τούτου διίσταται), ὅσα δ’ εἰς πολύ, κατακτά, ὅσα δ’ ἄμφω, ἀμφότερα.
237Aristoteles, Physica, 1, 1; 1 (auctor 384BC-322BC)
Ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν (τότε γὰρ οἰόμεθα γιγνώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων), δῆλον ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς.
238Aristoteles, Physica, 1, 5; 14 (auctor 384BC-322BC)
μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασι καὶ τῶν ἄλλων οἱ πλεῖστοι, καθάπερ εἴπομεν πρότερον· πάντες γὰρ τὰ στοιχεῖα καὶ τὰς ὑπ' αὐτῶν καλουμένας ἀρχάς, καίπερ ἄνευ λόγου τιθέντες, ὅμως τἀναντία λέγουσιν, ὥσπερ ὑπ' αὐτῆς τῆς ἀληθείας ἀναγκασθέντες.
239Aristoteles, Physica, 1, 9; 6 (auctor 384BC-322BC)
μέχρι μὲν γὰρ δεῦρο προῆλθον, ὅτι δεῖ τινὰ ὑποκεῖσθαι φύσιν, ταύτην μέντοι μίαν ποιοῦσιν· καὶ γὰρ εἴ τις δυάδα ποιεῖ, λέγων μέγα καὶ μικρὸν αὐτήν, οὐθὲν ἧττον ταὐτὸ ποιεῖ· τὴν γὰρ ἑτέραν παρεῖδεν.
240Aristoteles, Physica, 2, 2; 11 (auctor 384BC-322BC)
πότερον οὖν τῆς αὐτῆς ἢ ἄλλης ἑκατέραν γνωρίζειν; εἰς μὲν γὰρ τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἂν εἶναι τῆς ὕλης (ἐπὶ μικρὸν γάρ τι μέρος Ἐμπεδοκλῆς καὶ Δημόκριτος τοῦ εἴδους καὶ τοῦ τί ἦν εἶναι ἥψαντο)· εἰ δὲ ἡ τέχνη μιμεῖται τὴν φύσιν, τῆς δὲ αὐτῆς ἐπιστήμης εἰδέναι τὸ εἶδος καὶ τὴν ὕλην μέχρι του (οἷον ἰατροῦ ὑγίειαν καὶ χολὴν καὶ φλέγμα, ἐν οἷς ἡ ὑγίεια, ὁμοίως δὲ καὶ οἰκοδόμου τό τε εἶδος τῆς οἰκίας καὶ τὴν ὕλην, ὅτι πλίνθοι καὶ ξύλα· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων), καὶ τῆς φυσικῆς ἂν εἴη τὸ γνωρίζειν ἀμφοτέρας τὰς φύσεις.
241Aristoteles, Physica, 2, 2; 18 (auctor 384BC-322BC)
μέχρι δὴ πόσου τὸν φυσικὸν δεῖ εἰδέναι τὸ εἶδος καὶ τὸ τί ἐστιν; ἢ ὥσπερ ἰατρὸν νεῦρον ἢ χαλκέα χαλκόν, μέχρι τοῦ τίνος [γὰρ] ἕνεκα ἕκαστον, καὶ περὶ ταῦτα ἅ ἐστι χωριστὰ μὲν εἴδει, ἐν ὕλῃ δέ; ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος.
242Aristoteles, Physica, 3, 6; 14 (auctor 384BC-322BC)
ποιήσας μέντοι δύο οὐ χρῆται· οὔτε γὰρ ἐν τοῖς ἀριθμοῖς τὸ ἐπὶ τὴν καθαίρεσιν ἄπειρον ὑπάρχει (ἡ γὰρ μονὰς ἐλάχιστον), οὔτε τὸ ἐπὶ τὴν αὔξην (μέχρι γὰρ δεκάδος ποιεῖ τὸν ἀριθμόν).
243Aristoteles, Physica, 7, 2; 6 (auctor 384BC-322BC)
ἅπασαι γὰρ αἱ κατὰ τόπον κινήσεις ἀνάγονται εἰς ταύτας· ἡ μὲν γὰρ ἔπωσις ὦσίς τίς ἐστιν, ὅταν τὸ ἀφ' αὑτοῦ κινοῦν ἐπακολουθοῦν ὠθῇ, ἡ δ' ἄπωσις, ὅταν μὴ ἐπακολουθῇ κινῆσαν, ἡ δὲ ῥῖψις, ὅταν σφο δροτέραν ποιήσῃ τὴν ἀφ' αὑτοῦ κίνησιν τῆς κατὰ φύσιν φορᾶς, καὶ μέχρι τοσούτου φέρηται ἕως ἂν κρατῇ ἡ κίνησις.
244Aristoteles, Physica, 7, 5; 1 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ τὸ κινοῦν κινεῖ τι ἀεὶ καὶ ἔν τινι καὶ μέχρι του (λέγω δὲ τὸ μὲν ἔν τινι, ὅτι ἐν χρόνῳ, τὸ δὲ μέχρι του, ὅτι ποσόν τι μῆκος· ἀεὶ γὰρ ἅμα κινεῖ καὶ κεκίνηκεν, ὥστε ποσόν τι ἔσται ὃ ἐκινήθη, καὶ ἐν ποσῷ), εἰ δὴ τὸ μὲν Α τὸ κινοῦν, τὸ δὲ Β τὸ κινούμενον, ὅσον δὲ κεκίνηται μῆ κος τὸ Γ, ἐν ὅσῳ δέ, ὁ χρόνος, ἐφ' οὗ τὸ Δ, ἐν δὴ τῷ ἴσῳ χρόνῳ ἡ ἴση δύναμις ἡ ἐφ' οὗ τὸ Α τὸ ἥμισυ τοῦ Β διπλασίαν τῆς Γ κινήσει, τὴν δὲ τὸ Γ ἐν τῷ ἡμίσει τοῦ Δ· οὕτω γὰρ ἀνάλογον ἔσται.
245Aristoteles, Physica, 8, 5; 19 (auctor 384BC-322BC)
τὸ μὲν οὖν κινούμενον ἀνάγκη κινεῖσθαι, κινεῖν δ' οὐκ ἀνάγκη· τὸ δ' ᾧ κινεῖ, καὶ κινεῖν καὶ κινεῖσθαι (συμμεταβάλλει γὰρ τοῦτο ἅμα καὶ κατὰ τὸ αὐτὸ τῷ κινουμένῳ ὄν· δῆλον δ' ἐπὶ τῶν κατὰ τόπον κινούντων· ἅπτεσθαι γὰρ ἀλλήλων ἀνάγκη μέχρι τινός)· τὸ δὲ κινοῦν οὕτως ὥστ' εἶναι μὴ ᾧ κινεῖ, ἀκίνητον.
246Aristoteles, Physica, 8, 5; 24 (auctor 384BC-322BC)
ἀλλὰ φανερὸν ὅτι ἀδύνατον· δεῖ γὰρ μέχρι τῶν ἀτόμων διαιροῦντα λέγειν, οἷον εἴ τι διδάσκει γεωμετρεῖν, τοῦτο διδάσκεσθαι γεωμετρεῖν τὸ αὐτό, ἢ εἰ ῥιπτεῖ, ῥιπτεῖσθαι τὸν αὐτὸν τρόπον τῆς ῥίψεως· ἢ οὕτως μὲν μή, ἄλλο δ' ἐξ ἄλλου γένους, οἷον τὸ φέρον μὲν αὐξάνεσθαι, τὸ δὲ τοῦτο αὖξον ἀλλοιοῦσθαι ὑπ' ἄλλου, τὸ δὲ τοῦτο ἀλλοιοῦν ἑτέραν τινὰ κινεῖσθαι κίνησιν.
247Aristoteles, Politica, 1; 4 (auctor 384BC-322BC)
ὥσπερ γὰρ ἐν τοῖς ἄλλοις τὸ σύνθετον μέχρι τῶν ἀσυνθέτων ἀνάγκη διαιρεῖν (ταῦτα γὰρ ἐλάχιστα μόρια τοῦ παντός) , οὕτω καὶ πόλιν ἐξ ὧν σύγκειται σκοποῦντες ὀψόμεθα καὶ περὶ τούτων μᾶλλον, τί τε διαφέρουσιν ἀλλήλων καὶ εἴ τι τεχνικὸν ἐνδέχεται λαβεῖν περὶ ἕκαστον τῶν ῥηθέντων.
248Aristoteles, Politica, 1; 30 (auctor 384BC-322BC)
οὐθὲν γάρ, ὡς φαμέν, μάτην ἡ φύσις ποιεῖ· λόγον δὲ μόνον ἄνθρωπος ἔχει τῶν ζῴων· ἡ μὲν οὖν φωνὴ τοῦ λυπηροῦ καὶ ἡδέος ἐστὶ σημεῖον, διὸ καὶ τοῖς ἄλλοις ὑπάρχει ζῴοις (μέχρι γὰρ τούτου ἡ φύσις αὐτῶν ἐλήλυθε, τοῦ ἔχειν αἴσθησιν λυπηροῦ καὶ ἡδέος καὶ ταῦτα σημαίνειν ἀλλήλοις) , ὁ δὲ λόγος ἐπὶ τῷ δηλοῦν ἐστι τὸ συμφέρον καὶ τὸ βλαβερόν, ὥστε καὶ τὸ δίκαιον καὶ τὸ ἄδικον· τοῦτο γὰρ πρὸς τὰ ἄλλα ζῷα τοῖς ἀνθρώποις ἴδιον, τὸ μόνον ἀγαθοῦ καὶ κακοῦ καὶ δικαίου καὶ ἀδίκου καὶ τῶν ἄλλων αἴσθησιν ἔχειν· ἡ δὲ τούτων κοινωνία ποιεῖ οἰκίαν καὶ πόλιν.
249Aristoteles, Politica, 1; 107 (auctor 384BC-322BC)
καὶ γὰρ κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν τὰ μὲν συνεκτίκτει τῶν ζῴων τοσαύτην τροφὴν ὥσθ' ἱκανὴν εἶναι μέχρις οὗ ἂν δύνηται αὐτὸ αὑτῷ πορίζειν τὸ γεννηθέν, οἷον ὅσα σκωληκοτοκεῖ ἢ ᾠοτοκεῖ· ὅσα δὲ ζῳοτοκεῖ, τοῖς γεννωμένοις ἔχει τροφὴν ἐν αὑτοῖς μέχρι τινός, τὴν τοῦ καλουμένου γάλακτος φύσιν.
250Aristoteles, Politica, 2; 108 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὴν πᾶσαν οὐσίαν ἐφίησι γίνεσθαι μείζονα μέχρι πενταπλασίας, διὰ τί τοῦτ' οὐκ ἂν εἴη ἐπὶ τῆς γῆς μέχρι τινός· καὶ τὴν τῶν οἰκοπέδων δὲ διαίρεσιν δεῖ σκοπεῖν, μή ποτ' οὐ συμφέρει πρὸς οἰκονομίαν· δύο γὰρ οἰκόπεδα ἑκάστῳ ἔνειμε διελὼν χωρίς, χαλεπὸν δὲ οἰκίας δύο οἰκεῖν.
251Aristoteles, Politica, 2; 127 (auctor 384BC-322BC)
Πλάτων δὲ τοὺς Νόμους γράφων μέχρι μέν τινος ᾤετο δεῖν ἐᾶν, πλεῖον δὲ τοῦ πενταπλασίαν εἶναι τῆς ἐλαχίστης μηδενὶ τῶν πολιτῶν ἐξουσίαν εἶναι κτήσασθαι, καθάπερ εἴρηται καὶ πρότερον.
252Aristoteles, Politica, 3; 126 (auctor 384BC-322BC)
πάντες γὰρ ἅπτονται δικαίου τινός, ἀλλὰ μέχρι τινὸς προέρχονται, καὶ λέγουσιν οὐ πᾶν τὸ κυρίως δίκαιον.
253Aristoteles, Politica, 3; 129 (auctor 384BC-322BC)
ὥστ' ἐπεὶ τὸ δίκαιον τισίν, καὶ διῄρηται τὸν αὐτὸν τρόπον ἐπί τε τῶν πραγμάτων καὶ οἷς, καθάπερ εἴρηται πρότερον ἐν τοῖς Ἠθικοῖς, τὴν μὲν τοῦ πράγματος ἰσότητα ὁμολογοῦσι, τὴν δὲ οἷς ἀμφισβητοῦσι, μάλιστα μὲν διὰ τὸ λεχθὲν ἄρτι, διότι κρίνουσι τὰ περὶ αὑτοὺς κακῶς, ἔπειτα δὲ καὶ διὰ τὸ λέγειν μέχρι τινὸς ἑκατέρους δίκαιόν τι νομίζουσι δίκαιον λέγειν ἁπλῶς.
254Aristoteles, Politica, 3; 196 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἐν πάσαις μὲν ταῖς ἐπιστήμαις καὶ τέχναις ἀγαθὸν τὸ τέλος, μέγιστον δὲ καὶ μάλιστα ἐν τῇ κυριωτάτῃ πασῶν, αὕτη δ' ἐστὶν ἡ πολιτικὴ δύναμις, ἔστι δὲ τὸ πολιτικὸν ἀγαθὸν τὸ δίκαιον, τοῦτο δ' ἐστὶ τὸ κοινῇ συμφέρον, δοκεῖ δὴ πᾶσιν ἴσον τι τὸ δίκαιον εἶναι, καὶ μέχρι γέ τινος ὁμολογοῦσι τοῖς κατὰ φιλοσοφίαν λόγοις, ἐν οἷς διώρισται περὶ τῶν ἠθικῶν (τὶ γὰρ καὶ τισὶ τὸ δίκαιον, καὶ δεῖν τοῖς ἴσοις ἴσον εἶναι φασιν) , ποίων δὴ ἰσότης ἐστὶ καὶ ποίων ἀνισότης, δεῖ μὴ λανθάνειν.
255Aristoteles, Politica, 3; 255 (auctor 384BC-322BC)
ἦρχον δ' οἱ μὲν διὰ βίου τὴν ἀρχὴν ταύτην, οἱ δὲ μέχρι τινῶν ὡρισμένων χρόνων ἢ πράξεων, οἷον εἵλοντό ποτε Μυτιληναῖοι Πιττακὸν πρὸς τοὺς φυγάδας ὧν προειστήκεσαν Ἀντιμενίδης καὶ Ἀλκαῖος ὁ ποιητής.
256Aristoteles, Politica, 6; 46 (auctor 384BC-322BC)
εἰώθασι μὲν οὖν οἱ δημαγωγοὶ κατασκευάζειν οὕτω, δεῖ μέντοι προσλαμβάνειν μέχρι ἂν ὑπερτείνῃ τὸ πλῆθος τῶν γνωρίμων καὶ τῶν μέσων, καὶ τούτου μὴ πέρα προβαίνειν· ὑπερβάλλοντες γὰρ ἀτακτοτέραν τε ποιοῦσι τὴν πολιτείαν, καὶ τοὺς γνωρίμους πρὸς τὸ χαλεπῶς ὑπομένειν τὴν δημοκρατίαν παροξύνουσι μᾶλλον, ὅπερ συνέβη τῆς στάσεως αἴτιον γενέσθαι περὶ Κυρήνην· ὀλίγον μὲν γὰρ πονηρὸν παρορᾶται, πολὺ δὲ γινόμενον ἐν ὀφθαλμοῖς μᾶλλόν ἐστιν.
257Aristoteles, Politica, 6; 49 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ τὰ τυραννικὰ κατασκευάσματα δημοτικὰ δοκεῖ πάντα, λέγω δ' οἷον ἀναρχία τε δούλων (αὕτη δ' ἂν εἴη μέχρι του συμφέρουσα) καὶ γυναικῶν καὶ παίδων, καὶ τὸ ζῆν ὅπως τις βούλεται παρορᾶν· πολὺ γὰρ ἔσται τὸ τῇ τοιαύτῃ πολιτείᾳ βοηθοῦν· ἥδιον γὰρ τοῖς πολλοῖς τὸ ζῆν ἀτάκτως ἢ τὸ σωφρόνως.
258Aristoteles, Politica, 7, 1327B; 90 (auctor 384BC-322BC)
περὶ δὲ τῆς ναυτικῆς δυνάμεως, ὅτι μὲν βέλτιστον ὑπάρχειν μέχρι τινὸς πλήθους, οὐκ ἄδηλον (οὐ γὰρ μόνον αὑτοῖς ἀλλὰ καὶ τῶν πλησίον τισὶ δεῖ καὶ φοβεροὺς εἶναι καὶ δύνασθαι βοηθεῖν, ὥσπερ κατὰ γῆν, καὶ κατὰ θάλατταν) · περὶ δὲ πλήθους ἤδη καὶ μεγέθους τῆς δυνάμεως ταύτης πρὸς τὸν βίον ἀποσκεπτέον τῆς πόλεως.
259Aristoteles, Politica, 7; 287 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τὴν πρώτην συμφέρει ποιεῖσθαι τὴν ἐπιμέλειαν τοιαύτην τε καὶ τὴν ταύτῃ παραπλησίαν· τὴν δ' ἐχομένην ταύτης ἡλικίαν μέχρι πέντε ἐτῶν, ἣν οὔτε πω πρὸς μάθησιν καλῶς ἔχει προσάγειν οὐδεμίαν οὔτε πρὸς ἀναγκαίους πόνους, ὅπως μὴ τὴν αὔξησιν ἐμποδίζωσιν, δεῖ τοσαύτης τυγχάνειν κινήσεως ὥστε διαφεύγειν τὴν ἀργίαν τῶν σωμάτων· ἣν χρὴ παρασκευάζειν καὶ δι' ἄλλων πράξεων καὶ διὰ τῆς παιδιᾶς.
260Aristoteles, Politica, 7, 1336B; 293 (auctor 384BC-322BC)
ταύτην γὰρ τὴν ἡλικίαν, καὶ μέχρι τῶν ἑπτὰ ἐτῶν, ἀναγκαῖον οἴκοι τὴν τροφὴν ἔχειν.
261Aristoteles, Politica, 7; 302 (auctor 384BC-322BC)
διελθόντων δὲ τῶν πέντε ἐτῶν τὰ δύο μέχρι τῶν ἑπτὰ δεῖ θεωροὺς ἤδη γίγνεσθαι τῶν μαθήσεων ἃς δεήσει μανθάνειν αὐτούς.
262Aristoteles, Politica, 7; 303 (auctor 384BC-322BC)
δύο δ' εἰσὶν ἡλικίαι πρὸς ἃς ἀναγκαῖον διῃρῆσθαι τὴν παιδείαν, πρὸς τὴν ἀπὸ τῶν ἑπτὰ μέχρι ἥβης καὶ πάλιν μετὰ πρὸς τὴν ἀφ' ἥβης μέχρι τῶν ἑνὸς καὶ εἴκοσιν ἐτῶν.
263Aristoteles, Politica, 8; 12 (auctor 384BC-322BC)
ἔστι δὲ καὶ τῶν ἐλευθερίων ἐπιστημῶν μέχρι μὲν τινὸς ἐνίων μετέχειν οὐκ ἀνελεύθερον, τὸ δὲ προσεδρεύειν λίαν πρὸς ἀκρίβειαν ἔνοχον ταῖς εἰρημέναις βλάβαις.
264Aristoteles, Politica, 8, 1339A; 43 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν χρηστέον τῇ γυμναστικῇ, καὶ πῶς χρηστέον, ὁμολογούμενόν ἐστιν (μέχρι μὲν γὰρ ἥβης κουφότερα γυμνάσια προσοιστέον, τὴν βίαιον τροφὴν καὶ τοὺς πρὸς ἀνάγκην πόνους ἀπείργοντας, ἵνα μηθὲν ἐμπόδιον ᾖ πρὸς τὴν αὔξησιν· σημεῖον γὰρ οὐ μικρὸν ὅτι δύνανται τοῦτο παρασκευάζειν, ἐν γὰρ τοῖς Ὀλυμπιονίκαις δύο τις ἂν ἢ τρεῖς εὕροι τοὺς αὐτοὺς νενικηκότας ἄνδρας τε καὶ παῖδας, διὰ τὸ νέους ἀσκοῦντας ἀφαιρεῖσθαι τὴν δύναμιν ὑπὸ τῶν ἀναγκαίων γυμνασίων· ὅταν δ' ἀφ' ἥβης ἔτη τρία πρὸς τοῖς ἄλλοις μαθήμασι γένωνται, τότε ἁρμόττει καὶ τοῖς πόνοις καὶ ταῖς ἀναγκοφαγίαις καταλαμβάνειν τὴν ἐχομένην ἡλικίαν· ἅμα γὰρ τῇ τε διανοίᾳ καὶ τῷ σώματι διαπονεῖν οὐ δεῖ, τοὐναντίον γὰρ ἑκάτερος ἀπεργάζεσθαι πέφυκε τῶν πόνων, ἐμποδίζων ὁ μὲν τοῦ σώματος πόνος τὴν διάνοιαν ὁ δὲ ταύτης τὸ σῶμα) .
265Aristoteles, Politica, 8, 1341A; 74 (auctor 384BC-322BC)
πρῶτον μὲν γάρ, ἐπεὶ τοῦ κρίνειν χάριν μετέχειν δεῖ τῶν ἔργων, διὰ τοῦτο χρὴ νέους μὲν ὄντας χρῆσθαι τοῖς ἔργοις, πρεσβυτέρους δὲ γενομένους τῶν μὲν ἔργων ἀφεῖσθαι, δύνασθαι δὲ τὰ καλὰ κρίνειν καὶ χαίρειν ὀρθῶς διὰ τὴν μάθησιν τὴν γενομένην ἐν τῇ νεότητι· περὶ δὲ τῆς ἐπιτιμήσεως ἥν τινες ἐπιτιμῶσιν ὡς ποιούσης τῆς μουσικῆς βαναύσους, οὐ χαλεπὸν λῦσαι σκεψαμένους μέχρι τε πόσου τῶν ἔργων κοινωνητέον τοῖς πρὸς ἀρετὴν παιδευομένοις πολιτικήν, καὶ ποίων μελῶν καὶ ποίων ῥυθμῶν κοινωνητέον, ἔτι δὲ ἐν ποίοις ὀργάνοις τὴν μάθησιν ποιητέον, καὶ γὰρ τοῦτο διαφέρειν εἰκός.
266Aristoteles, Politica, 8; 77 (auctor 384BC-322BC)
συμβαίνοι δ' ἂν περὶ τὴν μάθησιν, εἰ μήτε τὰ πρὸς τοὺς ἀγῶνας τοὺς τεχνικοὺς συντείνοντα διαπονοῖεν, μήτε τὰ θαυμάσια καὶ περιττὰ τῶν ἔργων, ἃ νῦν ἐλήλυθεν εἰς τοὺς ἀγῶνας ἐκ δὲ τῶν ἀγώνων εἰς τὴν παιδείαν, ἀλλὰ καὶ τὰ μὴ τοιαῦτα μέχρι περ ἂν δύνωνται χαίρειν τοῖς καλοῖς μέλεσι καὶ ῥυθμοῖς, καὶ μὴ μόνον τῷ κοινῷ τῆς μουσικῆς, ὥσπερ καὶ τῶν ἄλλων ἔνια ζῴων, ἔτι δὲ καὶ πλῆθος ἀνδραπόδων καὶ παιδίων.
267Aristoteles, Problemata, 1, 17 (auctor 384BC-322BC)
17. Διὰ τί ἀπὸ Πλειάδος μέχρι ζεφύρου οἱ τὰς μακρὰς νόσους κάμνοντες μάλιστα ἀναιροῦνται, καὶ οἱ γέροντες μᾶλλον τῶν νέων;
268Aristoteles, Problemata, 1, 26 (auctor 384BC-322BC)
26. Διὰ τί μετὰ τὰς τροπὰς ἀμφοτέρας μέχρι ἑκατὸν ἡμερῶν ἀποθνήσκουσι μάλιστα;
269Aristoteles, Problemata, 19; 49 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ τὸ διὰ πέντε τῷ ἡμιολίῳ, ὅτι οἱ τὰς σύριγγας ἁρμοττόμενοι εἰς μὲν τὴν ὑπάτην ἄκραν τὸν κηρὸν ἐμπλάττουσι, τὴν δὲ νήτην μέχρι τοῦ ἡμίσεος ἀναπληροῦσιν.
270Aristoteles, Problemata, 20; 9 (auctor 384BC-322BC)
Διὰ τίνα αἰτίαν τὰ μὲν μέχρι σπέρματος τῶν φυτῶν ζῇ, εἶτα ἐνεγκόντα αὐαίνεται, οἷον ἡ πόα καὶ τὰ καλούμενα λάχανα, τὰ δὲ οὔ, ἀλλὰ πολλάκις φέρει; καὶ τῶν μέχρι σπέρματος ζώντων τὰ μὲν πολλὰ ἐπέτεια, τὸ δὲ ἱπποσέλινον τῷ ὑστέρῳ ἔτει φέρει καρπόν, καὶ ἐνέγκαν ἐξαυαίνεται; ἢ ἅπαντα μὲν μέχρι τούτου ἀκμάζει, ἕως ἂν κατὰ τὸ σπέρμα ἀκμάζῃ; ἐπεὶ καὶ οἱ ἄνθρωποι μέχρι τριάκοντα ἐτῶν ἐπιδιδόασιν, ὁτὲ μὲν τῷ πλήθει ὁτὲ δὲ τῇ παχύτητι.
271Aristoteles, Problemata, 20; 12 (auctor 384BC-322BC)
Διὰ τί σελίνου, ἐάν τις περιορύξας μέχρι κάτω πρὸς τὰς ῥίζας περιβάλλῃ τῶν καχρυδίων, εἶτα ἄνωθεν τὴν γῆν, καὶ οὕτως ἄρδῃ, παμμεγέθεις γίνονται αἱ ῥίζαι; ἢ διότι τὸ καχρύδιον θερμὸν ὂν καὶ σομφὸν κατέχει μὲν σύνολκον τὴν τροφὴν καὶ οὐ προΐεται ἄνω, πέττει δὲ θερμὸν ὄν, ὥστε πολλὴν τὴν αὔξησιν γίνεσθαι; Διὰ τί, ἐάν τις τὰς κολοκύνθας εὐθὺς μικρὰς οὔσας κρύψῃ τῇ γῇ ἢ τοὺς σικύους, μείζους γίνονται; ἢ διότι τὰ πνεύματα καὶ ὁ ἥλιος ξηραίνοντα ἀφαιροῦνται τὴν αὔξησιν, καὶ τοὺς ὄγκους ἐλάττους μὲν ποιοῦσι πάντων, στιφροτέρους δέ, ὥσπερ καὶ τῶν δένδρων τά τε ἐν προσηνέμοις καὶ ἑλώδεσι καὶ τὰ ἐν κοίλοις καὶ ἐφύδροις (τὰ μὲν γὰρ μεγάλα γίνονται καὶ σομφά, τὰ δὲ μικρὰ καὶ πυκνά)· ἐν δὲ τῇ γῇ κρυφθέντα ἐναντία πάσχοντα ἐναντίως ἀποβαίνει.
272Aristoteles, Problemata, 23; 17 (auctor 384BC-322BC)
τὰ δὲ περὶ Μεσήνην ἐν τῷ πορθμῷ πάσχει μὲν τοῦτο διὰ τὸν ῥοῦν (γίνονται γὰρ αἱ δῖναι ὑπὸ τούτου) καὶ καταπίνεται εἰς βυθὸν διὰ ταῦτά τε, καὶ ὅτι θάλαττά τε βαθεῖα καὶ γῆ ὕπαντρος μέχρι πόρρω.
273Aristoteles, Problemata, 23; 24 (auctor 384BC-322BC)
Διὰ τί ἡ θάλαττα λευκοτέρα ἡ ἐν τῷ Πόντῳ ἢ ἡ ἐν τῷ Αἰγαίῳ; πότερον διὰ τὴν ἀνάκλασιν τῆς ὄψεως τὴν γινομένην ἀπὸ τῆς θαλάττης εἰς τὸν ἀέρα; ὁ μὲν γὰρ περὶ τὸν Πόντον ἀὴρ παχὺς καὶ λευκός, ὥστε καὶ τῆς θαλάττης ἡ ἐπιφάνεια τοιαύτη φαίνεται, ὁ δὲ ἐν τῷ Αἰγαίῳ κυανοῦς διὰ τὸ μέχρι πόρρω εἶναι καθαρός, ὥστε καὶ ἡ θάλαττα ἀνταυγοῦσα τοιαύτη φαίνεται.
274Aristoteles, Problemata, 26; 14 (auctor 384BC-322BC)
Διὰ τί αἱ τροπαὶ πνέουσιν; ἢ διὰ τὸ αὐτὸ ὃ καὶ οἱ εὔριποι ῥέουσιν; μέχρι γὰρ τοῦ ῥεῖν καὶ ἡ θάλαττα φέρεται καὶ ὁ ἀήρ· εἶθ' ὅταν ἀντιπέσῃ καὶ μηκέτι δύνηται τὰ ἀπόγεια προάγειν διὰ τὸ μὴ ἰσχυρὰν ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως καὶ φορᾶς, πάλιν ἀνταποδίδωσιν.
275Aristoteles, Problemata, 30; 94 (auctor 384BC-322BC)
Διὰ τί μέχρι ὑγείας πραγματεύονται οἱ ἰατροί; ἰσχναίνει γάρ, εἶτα ἐκ τούτου ξηραίνει, εἶτα ὑγείαν ἐποίησεν, εἶτα ἐνταῦθα ἔστη.
276Aristoteles, Problemata, 31; 20 (auctor 384BC-322BC)
ἡ δὲ διαστροφή ἐστι τῶν ὀμμάτων διὰ τὸ ἀρχὴν ἔχειν τὰς σφαίρας, καὶ μέχρι τοῦ στρέφεσθαι εἰς τὰ ἄνω καὶ κάτω καὶ εἰς πλάγιον.
277Aristoteles, Rhetorica, 1, 1, 1; 1 (auctor 384BC-322BC)
ἡ ῥητορική ἐστιν ἀντίστροφος τῇ διαλεκτικῇ· ἀμφότεραι γὰρ περὶ τοιούτων τινῶν εἰσιν ἃ κοινὰ τρόπον τινὰ ἁπάντων ἐστὶ γνωρίζειν καὶ οὐδεμιᾶς ἐπιστήμης ἀφωρισμένης· διὸ καὶ πάντες τρόπον τινὰ μετέχουσιν ἀμφοῖν· πάντες γὰρ μέχρι τινὸς καὶ ἐξετάζειν καὶ ὑπέχειν λόγον καὶ ἀπολογεῖσθαι καὶ κατηγορεῖν ἐγχειροῦσιν.
278Aristoteles, Rhetorica, 1, 1, 14; 20 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν οὐκ ἔστιν οὐθενός τινος γένους ἀφωρισμένου ἡ ῥητορική, ἀλλὰ καθάπερ ἡ διαλεκτική, καὶ ὅτι χρήσιμος, φανερόν, καὶ ὅτι οὐ τὸ πεῖσαι ἔργον αὐτῆς, ἀλλὰ τὸ ἰδεῖν τὰ ὑπάρχοντα πιθανὰ περὶ ἕκαστον, καθάπερ καὶ ἐν ταῖς ἄλλαις τέχναις πάσαις (οὐδὲ γὰρ ἰατρικῆς τὸ ὑγιᾶ ποιῆσαι, ἀλλὰ μέχρι οὗ ἐνδέχεται, μέχρι τούτου προαγαγεῖν· ἔστιν γὰρ καὶ τοὺς ἀδυνάτους μεταλαβεῖν ὑγιείας ὅμως θεραπεῦσαι καλῶς) · πρὸς δὲ τούτοις ὅτι τῆς αὐτῆς τό τε πιθανὸν καὶ τὸ φαινόμενον ἰδεῖν πιθανόν, ὥσπερ καὶ ἐπὶ τῆς διαλεκτικῆς συλλογισμόν τε καὶ φαινόμενον συλλογισμόν· ἡ γὰρ σοφιστικὴ οὐκ ἐν τῇ δυνάμει ἀλλ' ἐν τῇ προαιρέσει· πλὴν ἐνταῦθα μὲν ἔσται ὁ μὲν κατὰ τὴν ἐπιστήμην ὁ δὲ κατὰ τὴν προαίρεσιν ῥήτωρ, ἐκεῖ δὲ σοφιστὴς μὲν κατὰ τὴν προαίρεσιν, διαλεκτικὸς δὲ οὐ κατὰ τὴν προαίρεσιν ἀλλὰ κατὰ τὴν δύναμιν.
279Aristoteles, Rhetorica, 1, 4, 3; 3 (auctor 384BC-322BC)
τοιαῦτα δ' ἐστὶν ὅσα πέφυκεν ἀνάγεσθαι εἰς ἡμᾶς, καὶ ὧν ἡ ἀρχὴ τῆς γενέσεως ἐφ' ἡμῖν ἐστιν· μέχρι γὰρ τούτου σκοποῦμεν, ἕως ἂν εὕρωμεν εἰ ἡμῖν δυνατὰ ἢ ἀδύνατα πρᾶξαι.
280Aristoteles, Rhetorica, 2, 14, 4; 4 (auctor 384BC-322BC)
ἀκμάζει δὲ τὸ μὲν σῶμα ἀπὸ τῶν τριάκοντα ἐτῶν μέχρι τῶν πέντε καὶ τριάκοντα, ἡ δὲ ψυχὴ περὶ τὰ ἑνὸς δεῖν πεντήκοντα.
281Aristoteles, Rhetorica, 2, 24, 9; 26 (auctor 384BC-322BC)
οὐ γὰρ ἀεὶ ἴσως, ἀλλὰ τὸ πρῶτον· καὶ γὰρ ὁ πατὴρ μέχρι τούτου κύριος.
282Aristoteles, Rhetorica, 3, 8, 3; 3 (auctor 384BC-322BC)
ῥυθμὸν δὲ μὴ ἀκριβῶς· τοῦτο δὲ ἔσται ἐὰν μέχρι του ᾖ.
283Aristoteles, Topica, 2, II 2; 9 (auctor 384BC-322BC)
Δεῖ δέ σκοπεῖν καί ἄρχεσθαι ἀπό τῶν πρώτων, εἶτ᾿ ἐφεξῆς ἕως τῶν ἀτόμων, οἷον εἰ τῶν ἀντικειμένων τήν αὐτήν ἐπιστήμην ἔφησεν εἶναι, σκεπτέον εἰ τῶν πρός τι καί τῶν ἐναντίων καί τῶν κατά στέρησιν καί ἕξιν καί τῶν κατ᾿ ἀντίφασιν λεγομένων ἡ αὐτή ἐπιστήμη· κἂν ἐπί τοῦτων μήπω φανερόν ᾖ, πάλιν ταῦτα διαιρετέον μέχρι τῶν ἀτόμων, οἷον εἰ τῶν δικαίων καί ἀδίκων, ἢ τοῦ διπλασίου καί ἡμίσεος, ἢ τυφλότητος καί ὄψεως, ἢ τοῦ εἶναι καί μή εἶναι.
284Aristoteles, Topica, 3, III 6; 36 (auctor 384BC-322BC)
Ἔτι δ᾿ ἐν τοῖς γένεσιν ἐπιβλεπτέον, διαιροῦντα κατ᾿ εἴδη μέχρι τῶν ἀτόμων, καθά προείρηται· ἄν τε γάρ παντί φαίνηται ὑπάρχον ἄν τε μηδενί, πολλά προενέγκαντι ἀξιωτέον καθόλου ὁμολογεῖν ἢ φέρειν ἔνστασιν ἐπί τίνος οὐχ οὕτως.
285Aristoteles, Topica, 8, VIII 1; 3 (auctor 384BC-322BC)
Μέχρι μέν οὖν τοῦ εὑρεῖν τόν τόπον ὁμοίως τοῦ φιλοσόφου καί τοῦ διαλεκτικοῦ ἡ σκέψις, τό δ᾿ ἤδη ταῦτα τάττειν καί ἐρωτηματίζειν ἴδιον τοῦ διαλεκτικοῦ· πρός ἕτερον γάρ πᾶν τό τοιοῦτον, τῷ δέ φιλοσόφῳ καί ζητοῦντι καθ᾿ ἑαυτόν οὐδέν μέλει, ἐάν ἀληθῆ μέν ᾖ καί γνώριμα δι᾿ ὧν ὁ συλλογισμός, μή θῇ δ᾿ αὐτά ὁ ἀποκρινόμενος διά τό σύνεγγυς εἶναι τοῦ ἐξ ἀρχῆς καί προορᾶν τό συμβησόμενον· ἀλλ᾿ ἴσως κἂν σπουδάσειεν ὅτι μάλιστα γνώριμα καί σύνεγγυς εἶναι τά ἀξιώματα· ἐκ τούτων γάρ οἱ ἐπιστημονικοί συλλογισμοί.
286Aristoteles, Topica, 8, VIII 3; 3 (auctor 384BC-322BC)
Τά μέν γάρ πρῶτα ὅρου δεῖται, τά δ᾿ ἔσχατα διά πολλῶν περαίνεται βουλομένῳ τό συνεχές λαμβάνειν ἀπό τῶν πρώτων, ἢ σοφισματώδη φαίνεται τά ἐπιχειρήματα· ἀδύνατον γάρ ἀποδεῖξαί τι μή ἀρξάμενον ἀπό τῶν οἰκείων ἀρχῶν καί συνείραντα μέχρι τῶν ἐσχάτων.
287Auctores varii 013, Epistolae et decreta, 13, 0566D
Ἐκ τε τῆς τοῦ Θεοῦ κελεύσεως, καὶ τῆς σῆς εὐσεβείας προστάγματος, τὰ πάγαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν· εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων, εἰς τὸ αὐτὸ πάντες ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ, καὶ οἱ τὰ ναντία φρονοῦντες ἔκδηλοι γένωνται· ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἔκπαλαι διαμένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια, καὶ οἱ ἀπόστολοι διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς βασιλείας φρουροῦ, καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατασχόντες φυλάξωμεν, καὶ φυλάττοντες μέχρι τέλους διατηρήσωμεν.
288Aulus Gellius, Noctes Atticae, 1, 3, 9; 11 (auctor c.125–c.180)
Et hic autem Chilo, praestabilis homo sapientiae, quonam usque debuerit contra legem contraque ius pro amico progredi dubitavit, eaque res in fine quoque vitae ipso animum eius anxit, et alii deinceps multi philosophiae sectatores, ut in libris eorum scriptum est, satis inquisite satisque sollicite quaesiverunt, ut verbis quae scripta sunt ipsis utar, εἰ δεῖ βοηθεῖν τῷ φίλῳ παρά τό δίκαιον καί μέχρι πόσου καί ποῖα.
289Aulus Gellius, Noctes Atticae, 1, 3, 20; 29 (auctor c.125–c.180)
Nam cum amicus eum rogaret ut pro re causaque eius falsum deiuraret, his ad eum verbis usus est: δεῖ μέν συμπράττειν τοῖς φίλοις, ἀλλά μέχρι τῶν φεῶν.
290Aulus Gellius, Noctes Atticae, 6, 8, 5; 6 (auctor c.125–c.180)
προσσαίνει τήν φωνήν αὐτοῦ τήν ψυχήν πτερούμενος ἐντός τάς τε ἀκάνθας ὑποστέλλων, μή τι τοῦ ποθουμένου χρωτός ἀμύξη φειδόμενος, ἱππηδόν τε περιβεβηκότα μέχρι διακοσίων ἀνῆγε σταδίων.
291Aulus Gellius, Noctes Atticae, 17, 19, 1; 2 (auctor c.125–c.180)
Favorinum ego audivi dicere Epictetum philosophum dixisse plerosque istos, qui philosophari viderentur, philosophos esse huiuscemodi ἄνευ τοῦ πράττειν, μέχρι τοῦ λέγειν ; id significat factis procul, verbis tenus.
292Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 4; 23
ἀποξηράναντος κυρίου τοῦ θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκ τοῦ ἔμπροσθεν αὐτῶν μέχρι οὗ διέβησαν, καθάπερ ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἣν ἀπεξήρανεν κύριος ὁ θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν ἕως παρήλθομεν,
293Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 1; 54
καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ιερεμιου
294Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 2; 26
καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ιερουσαλημ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.
295Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 3; 2
καὶ πᾶσιν τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπ’ αὐτὸν ἀπὸ τῆς Ἰνδικῆς μέχρι τῆς Αἰθιοπίας ἐν ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις.
296Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 51
καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ’ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι,
297Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 6; 6
καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς μέχρι τοῦ ὑποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι.
298Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 6; 19
τότε ὁ Σαναβάσσαρος ἐκεῖνος παραγενόμενος ἐνεβάλετο τοὺς θεμελίους τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ, καὶ ἀπ’ ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβεν συντέλειαν.
299Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 6; 27
κἀγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι καὶ ἀτενίσαι ἵνα συμποιῶσιν τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς Ιουδαίας μέχρι τοῦ ἐπιτελεσθῆναι τὸν οἶκον τοῦ κυρίου·
300Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 8; 74
καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν τοῖς βασιλεῦσιν τῆς γῆς εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας.
301Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 2; 2
καὶ παρετέθη μοι ἡ τράπεζα, καὶ παρετέθη μοι ὀψάρια πλείονα, καὶ εἶπα τῷ Τωβια τῷ υἱῷ μου Παιδίον, βάδιζε καὶ ὃν ἂν εὕρῃς πτωχὸν τῶν ἀδελφῶν ἡμῶν ἐκ Νινευητῶν αἰχμαλώτων, ὃς μέμνηται ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, καὶ ἄγαγε αὐτὸν καὶ φάγεται κοινῶς μετ’ ἐμοῦ· καὶ ἰδὲ προσμενῶ σε, παιδίον, μέχρι τοῦ σε ἐλθεῖν.
302Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 2; 4
καὶ ἀναπηδήσας ἀφῆκα τὸ ἄριστον πρὶν ἢ γεύσασθαί με αὐτοῦ καὶ ἀναιροῦμαι αὐτὸν ἐκ τῆς πλατείας καὶ εἰς ἓν τῶν οἰκιδίων ἔθηκα μέχρι τοῦ τὸν ἥλιον δύειν καὶ θάψω αὐτόν.
303Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 2; 10
καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐπάνω μού εἰσιν, καὶ ἐκάθισεν τὸ ἀφόδευμα αὐτῶν εἰς τοὺς ὀφθαλμούς μου θερμὸν καὶ ἐπήγαγεν λευκώματα. καὶ ἐπορευόμην πρὸς τοὺς ἰατροὺς θεραπευθῆναι, καὶ ὅσῳ ἐνεχρίοσάν με τὰ φάρμακα, τοσούτῳ μᾶλλον ἐξετυφλοῦντο οἱ ὀφθαλμοί μου τοῖς λευκώμασιν μέχρι τοῦ ἀποτυφλωθῆναι· καὶ ἤμην ἀδύνατος τοῖς ὀφθαλμοῖς ἔτη τέσσαρα. καὶ πάντες οἱ ἀδελφοί μου ἐλυποῦντο περὶ ἐμοῦ, καὶ Αχιαχαρος ἔτρεφέν με ἔτη δύο πρὸ τοῦ αὐτὸν βαδίσαι εἰς τὴν Ἐλυμαίδα.
304Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 5; 7
καὶ εἶπεν αὐτῷ Μεῖνόν με, νεανίσκε, μέχρι ὅτου εἰσελθὼν ὑποδείξω τῷ πατρί μου· χρείαν γὰρ ἔχω ἵνα βαδίσῃς μετ’ ἐμοῦ, καὶ δώσω σοι τὸν μισθόν σου.
305Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 15; 4
καὶ ἀπότρεχε εἰς Μηδίαν, ὅτι πιστεύω ἐγὼ τῷ ῥήματι τοῦ θεοῦ ἐπὶ Νινευη, ἃ ἐλάλησεν Ναουμ, ὅτι πάντα ἔσται καὶ ἀπαντήσει ἐπὶ Αθουρ καὶ Νινευη, καὶ ὅσα ἐλάλησαν οἱ προφῆται τοῦ Ισραηλ, οὓς ἀπέστειλεν ὁ θεός, πάντα ἀπαντήσει, καὶ οὐ μηθὲν ἐλαττονωθῇ ἐκ πάντων τῶν ῥημάτων, καὶ πάντα συμβήσεται τοῖς καιροῖς αὐτῶν, καὶ ἐν τῇ Μηδίᾳ ἔσται σωτηρία μᾶλλον ἤπερ ἐν Ἀσσυρίοις καὶ ἐν Βαβυλῶνι· διὸ γινώσκω ἐγὼ καὶ πιστεύω ὅτι πάντα, ἃ εἶπεν ὁ θεός, συντελεσθήσεται καὶ ἔσται, καὶ οὐ μὴ διαπέσῃ ῥῆμα ἐκ τῶν λόγων· καὶ οἱ ἀδελφοὶ ἡμῶν οἱ κατοικοῦντες ἐν τῇ γῇ Ισραηλ πάντες διασκορπισθήσονται καὶ αἰχμαλωτισθήσονται ἐκ τῆς γῆς τῆς ἀγαθῆς, καὶ ἔσται πᾶσα ἡ γῆ τοῦ Ισραηλ ἔρημος, καὶ Σαμάρεια καὶ Ιερουσαλημ ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν λύπῃ καὶ καυθήσεται μέχρι χρόνου.
306Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 12; 5
καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ολοφέρνου εἰς τὴν σκηνήν, καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν.
307Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 12; 9
καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν ἐν τῇ σκηνῇ, μέχρι οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν.
308Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 3; 14
Πολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης ἐβουλήθην, μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος, ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων, τοὺς τῶν ὑποτεταγμένων ἀκυμάτους διὰ παντὸς καταστῆσαι βίους, τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην.
309Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 4; 19
καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφ’ ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί, κύριε ὁ θεὸς Αβρααμ.
310Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 2; 9
Χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ Μέχρι τίνος καρτερήσεις λέγων 9a Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; 9b ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. 9c σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος· 9d κἀγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν. 9e ἀλλὰ εἰπόν τι ῥῆμα εἰς κύριον καὶ τελεύτα.
311Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 8; 2
Μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρῆμον τοῦ στόματός σου.
312Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 18; 2
Μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν.
313Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 26; 10
πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους.
314Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 32; 12
καὶ μέχρι ὑμῶν συνήσω, καὶ ἰδοὺ οὐκ ἦν τῷ Ιωβ ἐλέγχων, ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν,
315Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 38; 11
εἶπα δὲ αὐτῇ Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ’ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.
316Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 45; 10
ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.
317Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 49; 1
Ψαλμὸς τῷ Ασαφ. Θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν.
318Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 70; 17
ἐδίδαξάς με, ὁ θεός, ἐκ νεότητός μου, καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου.
319Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 104; 19
μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον κυρίου ἐπύρωσεν αὐτόν.
320Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 112; 3
ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου.
321Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 129; 6
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον.
322Biblia, Biblia graeca iuxta LXX interpretes, Ecl, 3; 11
σὺν τὰ πάντα ἐποίησεν καλὰ ἐν καιρῷ αὐτοῦ καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ὁ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ θεός, ἀπ’ ἀρχῆς καὶ μέχρι τέλους.
323Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 16; 5
Καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθεν θηρίων θυμὸς δήγμασίν τε σκολιῶν διεφθείροντο ὄφεων, οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου·
324Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 19; 1
Τοῖς δὲ ἀσεβέσιν μέχρι τέλους ἀνελεήμων θυμὸς ἐπέστη· προῄδει γὰρ αὐτῶν καὶ τὰ μέλλοντα,
325Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 47; 10
ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ καὶ ἀπὸ πρωίας ἠχεῖν τὸ ἁγίασμα.
326Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 4; 46
καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν.
327Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 6; 14
οὐ γὰρ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης μέχρι τοῦ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιῶν κολάσαι, οὕτως καὶ ἐφ’ ἡμῶν ἔκρινεν εἶναι,
328Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 11; 30
τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας
329Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 13; 14
δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου παρακαλέσας τοὺς σὺν αὐτῷ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων, ἱεροῦ, πόλεως, πατρίδος, πολιτείας· περὶ δὲ Μωδειν ἐποιήσατο τὴν στρατοπεδείαν.
330Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 1; 1
Ὁ δὲ Φιλοπάτωρ παρὰ τῶν ἀνακομισθέντων μαθὼν τὴν γενομένην τῶν ὑπ’ αὐτοῦ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ Ἀντιόχου παραγγείλας ταῖς πάσαις δυνάμεσιν πεζικαῖς τε καὶ ἱππικαῖς καὶ τὴν ἀδελφὴν Ἀρσινόην συμπαραλαβὼν ἐξώρμησεν μέχρι τῶν κατὰ Ῥαφίαν τόπων, ὅπου παρεμβεβλήκεισαν οἱ περὶ Ἀντίοχον.
331Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 3; 27
ὃς δ’ ἂν σκεπάσῃ τινὰ τῶν Ιουδαίων ἀπὸ γεραιοῦ μέχρι νηπίου καὶ μέχρι τῶν ὑπομαστιδίων, αἰσχίσταις βασάνοις ἀποτυμπανισθήσεται πανοικίᾳ.
332Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 4; 7
δέσμιαι δὲ δημοσίᾳ μέχρι τῆς εἰς τὸ πλοῖον ἐμβολῆς εἵλκοντο μετὰ βίας.
333Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 4; 15
ἐγίνετο μὲν οὖν ἡ τούτων ἀπογραφὴ μετὰ πικρᾶς σπουδῆς καὶ φιλοτίμου προσεδρείας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἀνήνυτον λαμβάνουσα τὸ τέλος ἐπὶ ἡμέρας τεσσαράκοντα.
334Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 5; 40
Βασιλεῦ, μέχρι τίνος ὡς ἀλόγους ἡμᾶς διαπειράζεις προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα;
335Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 6; 6
σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρεῖς ἑταίρους πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρεῦσαι τοῖς κενοῖς διάπυρον δροσίσας κάμινον ἐρρύσω μέχρι τριχὸς ἀπημάντους φλόγα πᾶσιν ἐπιπέμψας τοῖς ὑπεναντίοις.
336Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 6; 28
ἀπολύσατε τοὺς υἱοὺς τοῦ παντοκράτορος ἐπουρανίου θεοῦ ζῶντος, ὃς ἀφ’ ἡμετέρων μέχρι τοῦ νῦν προγόνων ἀπαραπόδιστον μετὰ δόξης εὐστάθειαν παρέχει τοῖς ἡμετέροις πράγμασιν.
337Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 6; 40
εὐωχοῦντο δὲ πάνθ ὑπὸ τοῦ βασιλέως χορηγούμενοι μέχρι τῆς τεσσαρεσκαιδεκάτης, ἐν ᾗ καὶ τὴν ἐντυχίαν ἐποιήσαντο περὶ τῆς ἀπολύσεως αὐτῶν.
338Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 7; 4
προφερόμενοι μηδέποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν δι’ ἣν ἔχουσιν οὗτοι πρὸς πάντα τὰ ἔθνη δυσμένειαν, μέχρι ἂν συντελεσθῇ τοῦτο.
339Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 7; 16
αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν θεὸν ἐσχηκότες παντελῆ σωτηρίας ἀπόλαυσιν εἰληφότες ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσιν κατεστεμμένοι μετ’ εὐφροσύνης καὶ βοῆς ἐν αἴνοις καὶ παμμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ θεῷ τῶν πατέρων αὐτῶν αἰωνίῳ σωτῆρι τοῦ Ισραηλ.
340Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 5; 37
ἁγνόν με οἱ πατέρες εἰσδέξονται μὴ φοβηθέντα σου τὰς μέχρι θανάτου ἀνάγκας.
341Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 6; 18
καὶ γὰρ ἀλόγιστον εἰ πρὸς ἀλήθειαν ζήσαντες τὸν μέχρι γήρως βίον καὶ τὴν ἐπ’ αὐτῷ δόξαν νομίμως φυλάσσοντες νῦν μεταβαλοίμεθα
342Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 6; 21
καὶ ὑπὸ μὲν τοῦ τυράννου καταφρονηθῶμεν ὡς ἄνανδροι, τὸν δὲ θεῖον ἡμῶν νόμον μέχρι θανάτου μὴ προασπίσαιμεν.
343Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 6; 26
ὁ δὲ μέχρι τῶν ὀστέων ἤδη κατακεκαυμένος καὶ μέλλων λιποθυμεῖν ἀνέτεινε τὰ ὄμματα πρὸς τὸν θεὸν καὶ εἶπεν
344Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 6; 30
καὶ ταῦτα εἰπὼν ὁ ἱερὸς ἀνὴρ εὐγενῶς ταῖς βασάνοις ἐναπέθανεν καὶ μέχρι τῶν τοῦ θανάτου βασάνων ἀντέστη τῷ λογισμῷ διὰ τὸν νόμον.
345Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 7; 8
τοιούτους δεῖ εἶναι τοὺς δημιουργοῦντας τὸν νόμον ἰδίῳ αἵματι καὶ γενναίῳ ἱδρῶτι τοῖς μέχρι θανάτου πάθεσιν ὑπερασπίζοντας.
346Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 7; 16
Εἰ δὴ τοίνυν γέρων ἀνὴρ τῶν μέχρι θανάτου βασάνων περιεφρόνει δι’ εὐσέβειαν, ὁμολογουμένως ἡγεμών ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.
347Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 9; 28
ἀπὸ τῶν τενόντων ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι μέχρι τῶν γενείων τὴν σάρκα πᾶσαν καὶ τὴν τῆς κεφαλῆς δορὰν οἱ παρδάλεοι θῆρες ἀπέσυρον. ὁ δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν ἔλεγεν
348Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 13; 1
Εἰ δὲ τοίνυν τῶν μέχρι θανάτου πόνων ὑπερεφρόνησαν οἱ ἑπτὰ ἀδελφοί, συνομολογεῖται πανταχόθεν ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.
349Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 13; 27
ἀλλ’ ὅμως καίπερ τῆς φύσεως καὶ τῆς συνηθείας καὶ τῶν τῆς ἀρετῆς ἠθῶν τὰ τῆς ἀδελφότητος αὐτοῖς φίλτρα συναυξόντων ἀνέσχοντο διὰ τὴν εὐσέβειαν τοὺς ἀδελφοὺς οἱ ὑπολειπόμενοι, τοὺς καταικιζομένους ὁρῶντες μέχρι θανάτου βασανιζομένους,
350Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 15; 10
δίκαιοί τε γὰρ ἦσαν καὶ σώφρονες καὶ ἀνδρεῖοι καὶ μεγαλόψυχοι καὶ φιλάδελφοι καὶ φιλομήτορες οὕτως ὥστε καὶ μέχρι θανάτου τὰ νόμιμα φυλάσσοντας πείθεσθαι αὐτῇ.
351Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 15; 15
τὰς σάρκας τῶν τέκνων ἑώρα περὶ τὸ πῦρ τηκομένας καὶ τοὺς τῶν ποδῶν καὶ χειρῶν δακτύλους ἐπὶ γῆς σπαίροντας καὶ τὰς τῶν κεφαλῶν μέχρι τῶν περὶ τὰ γένεια σάρκας ὥσπερ προσωπεῖα προκειμένας.
352Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 16; 1
Εἰ δὲ τοίνυν καὶ γυνὴ καὶ γεραιὰ καὶ ἑπτὰ παίδων μήτηρ ὑπέμεινεν τὰς μέχρι θανάτου βασάνους τῶν τέκνων ὁρῶσα, ὁμολογουμένως αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.
353Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 17; 7
Εἰ δὲ ἐξὸν ἡμῖν ἦν ὥσπερ ἐπί τινος ζωγραφῆσαι τὴν τῆς εὐσεβείας σου ἱστορίαν, οὐκ ἂν ἔφριττον οἱ θεωροῦντες ὁρῶντες μητέρα ἑπτὰ τέκνων δι’ εὐσέβειαν ποικίλας βασάνους μέχρι θανάτου ὑπομείνασαν;
354Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 17; 10
οἳ καὶ ἐξεδίκησαν τὸ γένος εἰς θεὸν ἀφορῶντες καὶ μέχρι θανάτου τὰς βασάνους ὑπομείναντες.
355Biblia, Novum testamentum graece, Mt, 11; 23
καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ᾅδου καταβήσῃ. ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον.
356Biblia, Novum testamentum graece, Mt, 28; 15
οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον [ἡμέρας].
357Biblia, Novum testamentum graece, Lc, 16; 16
Ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
358Biblia, Novum testamentum graece, Act, 10; 30
καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ
359Biblia, Novum testamentum graece, Act, 20; 7
Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
360Biblia, Novum testamentum graece, Rom, 5; 14
ἀλλὰ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστιν τύπος τοῦ μέλλοντος.
361Biblia, Novum testamentum graece, Rom, 15; 19
ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,
362Biblia, Novum testamentum graece, Eph, 4; 13
μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ,
363Biblia, Novum testamentum graece, Phil, 2; 8
ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
364Biblia, Novum testamentum graece, Phil, 2; 30
ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισεν, παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
365Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 14
τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
366Biblia, Novum testamentum graece, 2Tim, 2Tim; 9
ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται.
367Biblia, Novum testamentum graece, Hebr, 3; 14
μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν,
368Biblia, Novum testamentum graece, Hebr, 9; 10
μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
369Capreolus Carthaginensis, Epistolae, 53, 0846B (auctor 426-432)
Ἐπειδή τὰ βασιλικὰ γράμματα ἐν ἡμέραις τοῦ πάσχα εἰς ἡμᾶς ἦλθε, ὅτε μόλις μέχρι τῆς πρόσκυνητῆς πάσης συνόδου δύο μηνῶν διάστημα περιελιμπάνετο οἵ τινες μόλις ἤρκουν, κᾄν αὐτῇ τῇ κατὰ Ἀφρικὴν συνόδῳ εἰς τὸ συνελθεῖν, καὶ εἰ μηδεμία δυσχέρεια ἀπὸ τῶν πολεμίων ἡ παροῦσα συμβεβήκει ἐντεῦθεν γεγενῆσθαι· ἵνα, ἐι καὶ τὰ μάλιστα πρέσβεις οὐδαμῶς ἐκπέμψαι δεδυνήμεθα, διὰ τὴν εὐλάβειαν ὅμως τήν χπεωστουμένην τῇ ἐκκλησιαστικῇ ἐπιστήμῃ, τὸν υἱὸν τὸν ἐμὸν Βεσούλαν τὸν διάκονον μετὰ τούτων τῶν τῆς παραιτήσεως γραμμάτων ἐπέμψαμεν, προσκυνητοὶ ἀδελφοί.
370Capreolus Carthaginensis, Epistolae, 53, 0848A (auctor 426-432)
Ταῦτα δὲ περὶ ὧν ἤδη πάλαι ἐκρίθῃ ἐάν τις ἐπαφῇ εἰς δευτέραν διάλεξιν κληθῆναι, οὐδὲν ἕτερον δόξει, ἢ περὶ τῆς πίστεως, ἥ τις μέχρι δεῦρο κατέσχεν, αὐτὸς ἀμφιβάλλειν.
371Capreolus Carthaginensis, Epistolae, 53, 0848A (auctor 426-432)
Ἐπειδὴ ὅστις βούλεται, ἅπερ ὑπὲρ τῆς καθολικῆς καταστάσεως ἐθέσπισεν, εἰς τὸ διηνεκἒς μένειν, οὐ τῇ ἰδίᾳ αὐθεντίᾳ, ἀλλὰ καὶ τῇ τῶν ἀρχαιοτέρων ψήφῳ ὀφείλει βεβαιωθῆναι ὅπερ ἐφρόνησεν· ὥστε οὕτως τοῦτο μὲν ἀπὸ τῶν ἀρχαιοτέρων, τοῦτο δὲ καὶ ἀπὸ νεωτέρων ὅρων, ὅπερ διαβεβαιοῦται, δοκιμάζων, μονογενῆ τῆς καθολικῆς ἐκκλησίας τὴν ἀλὴθειαν, ἀπὸ τῶν παρῳχημένων καιρῶν μέχρι τῶν παρόντων ἤτοι τῶν ἡμετέρων, ἁπλῇ καθαρότητι, καὶ ἀηττήτῳ αὐθεντίᾳ τρέχουσαν.
372Coelestinus I, Epistolae et decreta, 50, 0448D
Ὁ γὰρ μνημονευθεὶς ἅμα κεχειροτόνηται, καὶ δέον ταῖς παραινέσεσι, ταῖς εἰς τὸ ἀγαθὸν, ὠφελεῖν, τούς τε ἐκεῖσε λαοὺς καὶ τοὺς παρεπιδημοῦντας ξένους· πάμπολλοι δὲ οὗτοι, καὶ ἀπὸ πάσης, ὡς ἔπος εἰπεῖν, πόλεώς τε καὶ χώρας· σπουδὴν ἔθετο λαλεῖν ἔκτοπά τινα, καὶ ἔξω λόγου, καὶ ὅσα μακράν ἐστι τῆς ἀποστολικῆς καὶ εὐαγγελικῆς πίστεως, ἣν μέχρι παντὸς τετηρήκασιν οἱ πατέρες, παρέδοσάν τε ἡμῖν ὡς πολύτιμον μαργαρίτην.
373Coelestinus I, Epistolae et decreta, 50, 0500A
Ἔστι δὲ ὅρος μεθ' ἕτερα οὗτος Σαφῶς τοιγαροῦν μαθήσῃ ταύτην ἡμετέραν εἶναι τὴν ἀπόφασιν, ὡς εἰ μὴ περὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ταῦτα ἐξηγήσῃ, ἂ καὶ ἡ Ῥωμαϊκὴ καὶ ἡ Ἀλεξανδρικὴ, καὶ ἅπασα καθολικὴ Ἐκκλησία νοεῖ, καθῶς καὶ ἡ εὐαγεστάτη τῶν Κωνσταντινουπολιτῶν ἐκκλησία μέχρι σοῦ, ὦ Βέλτιστε, ἐνόησε, κατὰ τὴν ἐκτεθεῖσαν πίστιν ἐν τῇ Νικαίων συνόδῳ, καὶ εἰ μὴ ταύτην τὴν δύσπιστον καινότητα σεβαστῇ καὶ σεβασμίᾳ γραφῇ διαστήσῃς, ἐντὸς δέκα ἡμερῶν ἀπ' ἧς γνωρίζονταί σοι ταῦτα τὰ γράμματα ταύτης τῆς μεθοδείας τὴν ἡμέραν ἐναρίθμων, τὰ φανερὰ καὶ γεγραμμένα τῆς καταδικασίμου αἱρέσεως, ἀπὸ πάσης καθολικῆς Ἐκκλησίας ἀκοινώνητον εἶναι σεαυτὸν, καὶ ἀνενέργητον πρὸς πᾶν ὁτιοῦν τῶν ἐξ αὐθεντίας ἱερατικῆς.
374Coelestinus I, Epistolae et decreta, 50, 0518C
Καὶ οὐ μέχρι τούτων γέγονεν αὐτοῖς τὰ τολμήματα· ἀλλὰ γὰρ καὶ τεθαρσήκασιν, ὡς δράσαντές τι κανονικὸν, καὶ εἰς ἀκοὰς τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων ἀνενεγκεῖν τὰ τοιάδε.
375Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0049C (auctor c.470–c.544)
ΠΠερὶ τῶν ἀπειλῇ μόνον εἰξάντων κολάσεως, καὶ ἀφαιρέσεως ὑπαρχόντων, ἢ μετοικίας, καὶ θυσάντων, καὶ μέχρι τοῦ παρόντος καιροῦ μὴ μετανοησάντων, μηδὲ ἐπιστρεψάντων, νῦν δὲ παρὰ τὸν καιρὸν τῆς συνόδου προσελθόντων, καὶ εἰς διάνοιαν τῆς ἐπιστροφῆς γενομένων· ἔδοξε μέχρι τῆς μεγάλης ἡμέρας εἰς ἀκρόασιν δεχθῆναι, καὶ μετὰ τὴν μεγάλην ἡμέραν ὑpgr;οπεσεῖν τρία ἔτη, καὶ μετὰ ἄλλα δύο [τρία] ἔτη, κοινωνῆσαι χωρὶς προσφορᾶς, καὶ οὕτως ἐλθεῖν ἐπὶ τὸ τέλειον, ὥστε τὴν πᾶσαν ἑξαετίαν πληρῶσαι.
376Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0053D (auctor c.470–c.544)
Γυνὴ ἐὰν γήμηται δύο ἀδελφοῖς, ἐξωθείσθω μέχρι θανάτου, πλὴν ἐν τῷ θανάτῳ εἰποῦσα, ὡς ὑγιάνασα λύσει τὸν γάμον, διὰ τὴν φιλανθρωπίαν ἕξει τὴν μετάνοιαν.
377Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0069C (auctor c.470–c.544)
Περὶ του, μὴ συγχωρεῖν εἰς τὰ κοιμητηρια ἢ εἰς τὰ λεγόμενα μαρτύρια πάντων τῶν αἱρετικῶν ἀπιέναι τοὺς τῆς ἐκκλησίας, εὐχῆς ἢ θεραπείας ἕνεκα ἀλλὰ τοὺς τοιούτους, ἐὰν ὦσι πιστοὶ, ἀκοινωνήτους γίνεσθαι μέχρι τινός· μετανοοῦντας δὲ καὶ ἐξομολογουμένους ἐσφάλθαι, παραδέχεσθαι.
378Concilium Constantinopolitanum, Epistola synodica, 13, 1198D
Ἐπειδὴ δὲ τοῦτο παντελῶς ἐγύμνου τὰς ἐκκλησίας, ἄρτι τῆς ἀνανεώσεως ἀρχομένας, καὶ τὸ πρᾶγμα παντάπασιν ἦν τοῖς πολλοῖς ἀδύνατον (συνδεδραμήκειμεν γὰρ εἰς τὴν Κωνσταντινούπολιν ἐκ τῶν πέρυσι γραμμάτων, τῶν παρὰ τῆς ὑμετέρας τιμιότητος μετὰ τὴν ἐν Ἀκυληΐᾳ συνόδον, πρὸς τὸν θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων, πρὸς μόνην ταύτην τὴν ἀποδημίαν τὴν μέχρι Κωνσταντινουπόλεως παρεσκευασμένοι, καὶ περὶ ταύτης μόνης τῆς συνόδου τὴν ἐν ταῖς ἐπαρχίαις μεινάντων ἐπισκόπων συγκάταθεσιν ἐπαγόμενοι, μείζονος δὲ ἀποδημίας μήτε προσδοκήσαντες χρείαν, μήτε προακοὺσαντες ὅλως, πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν, πρὸς δὲ τούτοις καὶ τῆς προθεσμίας διὰ στενότητα, μήτε πρὸς παρασκευὴν μακροτέρας ἀποδημίας ἐνδιδούσης καιρὸν, μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοινωνικοὺς ἐπισκόπους ὑπομνησθῆναι, καὶ τὰς παρ' αὐτῶν συγκαταθέσεις λαβεῖν)· ἐπειδή ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα τὴν τῶν πλειόνων ἄφιξιν διεκώλυσεν; ὃ δεύτερον ἦν, εἴς τε τῶν πραγμάτων ἐπανόρθωσιν, καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπὸδειξιν, τοῦτο πεποιήκαμεν· τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους ἀδελφοὺς καὶ συλλειτουργοὺς ἡμῶν ἐπισκόπους, Κυριακὸν Εὐσέβιον, καὶ Πρισκιανὸν προθύμως καμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες· δι' ὧν καὶ τὴν ἡμετέραν προαίρεσιν εἰρηνικὴν οὖσαν, καὶ σκοπὸν ἑνώσεως ἔχουσαν ἐπιδείκνυμεν, καὶ τὸν ζῆλον ἡμῶν τὸν ὑπὲρ τῆς ὑγιοῦς πίστεως, φανερὸν ποιοῦμεν.
379Constantinus I, Conciones, 8, 0422B (auctor c.272–337)
μέχρι μὲν οὖν τούτου, Πλάτων σώφρων ἦν· ἐν δὲ τοῖς ἑξῆς, εὑρίσκεται διαμαρτάνων τῆς ἀληθείας, πλῆθός τε Θεῶν εἰσάγων, καὶ ἑκάστοις ἐπιτιθεὶς μορφὰς.
380Constantinus I, Conciones, 8, 0434A (auctor c.272–337)
ἡ γοῦν πρόνοια μέχρι τῶν τῇδε διήκουσα, πάνθ' ὅσα ὑφ' ὕβρεως καὶ ἀκολασίας ἀκόσμητα ἦν, κατεκόσμησε ῥᾷστα.
381Constantinus I, Conciones, 8, 0462A (auctor c.272–337)
εὖγ' ὦ σοφώτατε ποιητὰ· τὴν γάρ ποιητικὴν ἐξουσίαν, μέχρι τοῦ προσήκοντος ἐταμιεύσω.
382Constantinus I, Decreta et constitutiones, 8, 0258A (auctor c.272–337)
εὐδαίμονας δὲ καὶ μακαριστοὺς, τοὺς καὶ μέχρι τῶν τοιούτων τὴν πρὸς τὸ κρεῖττον διασωζομένους εὐσέβειαν, τούτων πολλαὶ μὲν ἔπεσον στρατιαὶ, πολλαὶ δ' εἰς φυγὴν ἐτράπησαν, πᾶσα δὲ τούτων πολέμου παράταξις εἰς ἐσχάτην ἔληξεν ἧτταν.
383Constantinus I, Decreta et constitutiones, 8, 0259A (auctor c.272–337)
VI. Οὐδὲ γὰρ ἀγνώμων περὶ τὴν ὀφειλομένην γενοίμην χάριν· ταύτην ἁρίστην διακονίαν, τοῦτο κεχαρισμένον ἐμαυτῷ δῶρον πιστεύσας, μέχρι καὶ τῶν ἑῴων πρόειμι χωρίων, ἃ βαρυτέραις κατεχόμενα συμφοραῖς, μείζονα καὶ τὴν παρ' ἡμῶν θεραπείαν ἐπεβοᾶτο.
384Constantinus I, Decreta et constitutiones, 8, 0262B (auctor c.272–337)
VIII. Οὐ μὴν ἀλλὰ καὶ ὅσους οὐ βουλομένους νῆσοι κατέχουσι, τῆς προμηθείας ταύτης ἀπολαῦσαι προστάττομεν· ὅπως οἱ μέχρι νῦν ὄρων τε δυσχωρίαις καὶ περιῤῥύτῳ περικεκλεισμένοι θαλάσσῃ, τῆς σκυθρωπῆς καὶ ἀπανθρώπου ἐρημίας ἐλευθερωθέντες, τοῖς φιλτάτοις σφᾶς αὐτοὺς ἀποδῷεν, τὸν εὐκταῖον πόθον πληρώσαντες· οἵτε πενιχρὰν ἐπὶ πολὺν χρόνοο ζωὴν μετά τινος ἀποτροπαίου ῥύπου διῆγον, οἷον ἅρπαγμά τι τὴν ἐπάνοδον ποιησάμενοι, καὶ τῶν φροντίδων εἰς τὸ λοιπὸν ἀπηλλαγμένοι, μὴ μετὰ φόβου σὺν ἡμῖν βιῷεν· μετὰ φόβου γὰρ ὑφ' ἡμῖν βιοῦν, οἳ Θεοῦ θεράποντες εἶναι αὐχοῦμέν τε καὶ πιστεύομεν, καὶ εἰς ἀκοὴν ἐλθεῖν μόνον εἴη τῶν ἀτοπωτάτων, μήτιγε καὶ πιστεῦσαι, οἵ καὶ τὰς ἀλλοτρίας ἁμαρτίας διορθοῦν πεφύκαμεν.
385Constantinus I, Decreta et constitutiones, 8, 0282B (auctor c.272–337)
διὸ καὶ πάντας ὑμῶν τοὺς οἴκους ἐν οἷς τὰ συνέδρια ταῦτα πληροῦτε, ἀφαιρεθῆναι προσετάξαμεν, μέχρι τοσούτου τῆς φροντίδος ταύτης προχωρούσης, ὡς μὴ ἐν τῷ δημοσίῳ μόνον, ἀλλὰ μη δ' ἐν οἰκίᾳ ἰδιωτικῇ, ἢ τόποις τισὶν ἰδιάζουσι τὰ τῆς δεισιδαίμονος ὑμῶν ἀνοίας συστήματα συντρέχειν.
386Constantinus I, Epistolae, 8, 0554C (auctor c.272–337)
οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα, καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθήσεται.
387Constantinus I, Epistolae, 8, 0539 (auctor c.272–337)
Ἓν καὶ τοῦτο μέγιστον τῆς ὁσιωτάτης μου κηδεστρίας γέγονεν εἰς ἡμᾶς εὐεργέτημα, τὸ λανθάνουσαν μέχρι νῦν παρ' ὑμῖν ἐναγῶν ἀνθρώπων ἀπόνοιαν, διὰ τῶν πρὸς ἡμᾶς γνωρίσαι γραμμάτων.
388Constantinus I, Epistolae, 8, 0551A (auctor c.272–337)
Ἔφθασε δὲ καὶ μέχρι βασιλέων ἡ περὶ Ἀντωνίου φημή.
389Cornelius Labeo, Testimonia et fragmenta (Cornelius Labeo), p1, 7; 1 (auctor fl.c.250)
Βaβυλώνιοι [...] ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὴν ἡμέραν λαμβάνουσιν, νυκτὸς οὐδ’ ὅλως μνείαν ποιούμενοι, οἷα μὴ καθ’ ὑπόστασιν οὔσης, ἀλλὰ κατὰ συμβεβηκὸς γινομένης.
390Cornelius Labeo, Testimonia et fragmenta (Cornelius Labeo), p1, 7; 6 (auctor fl.c.250)
Ἀθηναῖοι δὲ καὶ Ῥωμαῖοι ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν τὴν ἡμέραν ὀρίζονται, ὡς ὁ Kάτων φησὶν καὶ ὁ Λαβεών.
391Desiderius Erasmus, Adagia, praef., prol., IV; 25 (opus 1508)
Quanquam sunt in hoc genere quaedam adeo commode dicta, ut facile possint in adagiorum ordinem ascisci velut illud: μέχρι βωμῶν φιλός εἰμί, id est Usque ad aras sum amicus.
392Desiderius Erasmus, Adagia, Chiliades, 1, 816; 8 (opus 1508)
Vicinius illud, quod est apud eundem in oratione Panathanaica: Ὁ δέ ἀμφοτέρᾳ τῆ χειρί παρῆν ἄγων τούς μέχρι τῆς Ἀττικῆς Ἕλληνας ὁμοῦ καί βαρβάρους, id est At ille utraque aderat manu ducens usque ad Atticam Graecos simul ac barbaros.
393Desiderius Erasmus, Adagia, Chiliades, 2, 1031; 8 (opus 1508)
Plutarchus libro II De fortuna et virtute Alexandri: ΟἸος ἦν ἀνάπαλιν Διονύσιος ὁ τόν ποιητήν Υιλόξενον εἰς τάς λατομίας ἐμβάλλων, ὅτι τήν τραγῳδίαν αὐτοῦ διορθῶσαι κελευθείς εὐθύς ἀπαρχῆς ὅλην μέχρι τῆς κορωνίδος περιέγραψεν, id est Qualis rursus erat ille Dionysius, qui Philoxenum poetam in latomias coniecit, quod ipsius tragoediam emendare iussus ab ipso statim initio usque ad finem dispunxit.
394Desiderius Erasmus, Adagia, Chiliades, 2, 1227; 1 (opus 1508)
Μέχρι τῶν ἀμφωτίδων, id est usque ad aures ambas, impleri dicuntur qui supra modum ingurgitant sese.
395Desiderius Erasmus, Adagia, Chiliades, 2, 1495; 1 (opus 1508)
Ἀπό οὐρανοῦ μεχρί γῆς, id est a coelo ad terram, proverbialis figura perinde valens, quasi dicas quacumque de re: ab extremo initio usque ad supremum finem.
396Desiderius Erasmus, Adagia, Chiliades, 3, 2110; 1 (opus 1508)
Μέχρι τοῦ βωμοῦ φίλος εἰμί, id est Usque ad aram sum amicus.
397Desiderius Erasmus, Adagia, Chiliades, 3, 2110; 3 (opus 1508)
Responsum est autem a Pericle, quem cum amicus quispiam rogaret, ut in causa quadam sua gratia falsum deieraret: Δεῖ με, ἔφη, συμπράττειν τοῖς φίλοις, ἀλλά μέχρι βωμῶν, id est Oportet me commodare amicis, sed usque ad aras.
398Desiderius Erasmus, Adagia, Chiliades, 3, 2110; 5 (opus 1508)
Commodius effert Plutarchus in libello Περί δυσωπίας: Μέχρι τοῦ βωμοῦ φίλος εἰμί, id est Usque ad aram sum amicus.
399Desiderius Erasmus, Adagia, Chiliades, 3, 2257; 8 (opus 1508)
Simillimum est huic, quod alibi refert idem, μέχρι προσηγορίας, id est Usque ad salutationem: Πρᾶγμα μέν ἐσθ’ ὁ φίλος πάνυ δύσκολον, εἰσί δέ πολλοί Καί σχεδόν οἱ πάντες μέχρι προσηγορίας, id est Res perdifficilis quidem amicus, sunt quia multi Atque adeo cuncti pene salute tenus.
400Desiderius Erasmus, Adagia, Chiliades, 4, 3124; 1 (opus 1508)
Χωλός μέχρι τοῦ μιρρίνου, id est, Herniosus usque ad gulam.
401Desiderius Erasmus, Adagia, Chiliades, 4, 3124; 3 (opus 1508)
Carmen est apud Aristophanem in Equitibus: Χωλόν γενέσθαι δεῖ σέ μέχρι τοῦ μιρρίνου, id est, Sis herniosus oportet ipsam usque ad gulam.
402Desiderius Erasmus, Adagia, Chiliades, 4, 3520; 1 (opus 1508)
Μέχρι τῆς κορωνίδος, id est Usque ad coronidem.
403Desiderius Erasmus, Adagia, Chiliades, 4, 3520; 8 (opus 1508)
Plutarchus in libro De fortuna Alexandri refert Philoxenum a Dionysio coniectum in latomias (id erat nomen teterrimo carceri), quod tragoediam quam illi castigandam tradiderit, ἀπό τῆς ἀρχῆς μέχρι τῆς κορωνίδος περιέγραψεν, videlicet circunducta linea significans totam esse dispugendam.
404Dositheus, Ars, p. 61, l. 8 (auctor c.350)
σημαίνει γὰρ χρόνον ὡρισμένον significant enim tempus finitum, ὡς σήμερον ut hodie, αὔριον cras, μετὰ τὴν αὔριον perendie, εἰς τὴν τρίτην die tertio, εἰς τὴν τετάρτην ἡμέραν die quarto, χθές here et heri, τρίτην ἡμέραν nudius tertius, πρωί mane, ὀψέ ἑσπέρᾳ uespere et uesperi, νυκτός nocte, νύκτωρ noctu, ἡμέρας καὶ μεθ ἡμέραν interdiu, πρὸ μιᾶς pridie, τῇ ὑστέρᾳ postridie; tempus infinitum, ποτὲ καὶ πάλαι olim, ποτέ aliquando, ὁσακισδήποτε quandocumque, ἔναγχος πρώην nuper, ἤδη πάλαι iam pridem, ἄλλοτε alias, ἤδη λοιπόν τοὐντεῦθεν iam, τότε tum, ἔτι καί, ἔτι καὶ τότε etiamtum, ἐκτόθεν ἐκεῖθεν inde, πάλαι dudum, πώποτε umquam, οὐδέποτε numquam, ἔπειτα ὕστερον εὐθέως mox, καθ ἡμέραν cottidie, μεταξύ ἐν τοσούτῳ interea, ἐν τῷ παρόντι interim, εὐθέως statim, αἰφνιδίως subito, ἐξαίφνης repente, παραχρῆμα extemplo, νεωστί recens, ἤδη πάλαι iamdudum, ἐνίοτε ἔσθ᾽ ὅτε interdum, συνεχῶς subinde, τὰ μάλιστα cummaxime, νῦν nunc, παραυτίκα confestim, ἐξαυτῆς actutum, ἤδη ποτέ tandem aliquando, εὐθέως ilico, ἔσθ᾽ ὅτε nonnumquam, ἀεί semper, ἐν τοσούτῳ tantisper, ἐπ᾽ ὀλίγον paulisper, μετέπειτα postea, μετὰ ταῦτα post, μετὰ ταῦτα posthac, πρὸ τούτων καὶ πρὸ τούτου antehac, ἕως dum, μέχρι donec, ἅμα τε simulatque, πρὶν ἤ antequam, μετὰ τό postquam, συνεχῶς frequenter, μόλις ἅμα uix, ἐπὶ πολύ diu, ἐπὶ πλέον diutius, ἐπὶ πλεῖστον diutissime, ὀψέ sero.
405Dositheus, Ars, p. 69, l. 3 (auctor c.350)
sunt praepositiones quae ablatiuo casui seruiunt, ut ἀπό a, ἀπό ab abs, μετά cum, ἐπί coram, περί de, ἐκ ἀπό ex, ἐν in, ὑπέρ pro, διά prae, ἄνευ χωρίς sine, περί super, ὑπό sub, μέχρι tenus; utriusque casus, in sub super subter, ut πρὸς Σακέρδωτα ad Sacerdotem πρὸ τοῦ βήματος ante tribunal, περὶ τὴν σχολήν circa scholam, περὶ τὰ τείχη circum muros, ἐντὸς Ῥήνου cis Renum, κατέναντι τοῦ Τιβέρεως contra Tiberim, ἐντὸς ὅρου citra terminum, περὶ τὰ τέκνα erga filios, ἐκτὸς πόλεως extra ciuitatem, ἐντὸς τειχῶν intra muros, μεταξὺ φίλων inter amicos, ἐγγὺς τῆς βασιλικῆς iuxta basilicam, ὑπὸ τῇ πόλει infra muros, κατὰ πατροκτόνου in parricidam, διὰ τὴν ὀργήν ob iram, μετὰ χρόνον post tempus, δι᾽ ἐκεῖνον propter illum, ὀπίσω ἐκείνου pone illum, παρεκτὸς ἐμοῦ praeter me, ὑπὸ τὴν κλίνην subtus lectum, ὑπὸ σκιάν sub umbram, ἐπάνω ἐπὶ τοῦ βουνοῦ super collem, ὑπὲρ τὴν τύχην supra fortunam, πέραν τοῦ Τιβέρεως trans Tiberim, μέχρι θαλάσσης usque ad mare, ὑπὲρ τὴν ἡλικίαν ultra aetatem; ablatiui casus sunt, διὰ τοῦ πολέμου prae bello, χωρὶς τοῦ παιδός sine puero, μέχρι ἥβης tenus pube; communes, κατὰ πατροκτόνου in parricidam, ἐν ἀγρῷ in agro, εἰς ἀγρόν in agrum, περὶ Πριάμου super Priamo, ἐπάνω βουνοῦ super collem, ὑπὸ τῇ στέγῃ sub tecto, ὑπὸ τὴν σκιάν sub umbram.
406Dositheus, Ars, p. 76, l. 15 (auctor c.350)
sunt et quae uix aptantur finitiuae speciei, uelut καί τοι γε, εἰ καὶ τὰ μάλιστα quamquam, ἐπειδή quatenus, ἕως, ἕως που dum, εἰ si, εἰ μή nisi, εἰ καί tametsi, ὡς ὅπως ut, ὅτε cum, μετὰ τό postquam, πρίν antequam; εὐκτικῆς ὄψεως optatiuae speciei, ἵνα μή utinam ne, εἴθε utinam, ὤφελον uelim, μόνον dummodo, κἄν licet, μέχρι donec, πρὶν ἤ antequam, μετὰ τό postquam, μέχρι dum; ὑποζευκτικοί subiunctiuae, si, antequam, ἄχρι donec, μάλιστα quamuis, dummodo licet, ἡνίκα ὁπότε cum, dum, postquam, πρὶν ἤ priusquam.
407Duditius Andreas, Andreas Dudithius. Lectori S.P.d., 5; 430 (auctor 1533-1589)
οἱ γὰρ ἐν ταῖς πόλεσι προστάντες, μετὰ ὀνόματος ἑκάτεροι εὐπρεποῦς,πλήθους τε ἰσονομίας πολιτικῆς καὶ ἀριστοκρατίας σώφρονος προτιμήσει, τὰ μὲν κοινὰ λόγῳ θεραπεύοντες ἆθλα ἐποιοῦντο: παντὶ δὲ τρόπῳ ἀγωνιζόμενοι ἀλλήλων [ περιγενέσθαι ἐτόλμησάν τε τὰ δεινότ ατα, ἐπεξῄεσάν τε τὰς τιμωρίας ἔτι μείζους, οὐ μέχρι τοῦ δικαίου καὶ τῇ  πόλει ξυμφόρου προστιθέντες, ἐς δὲ τὸ ἑκατέροις που αἰεὶ ἡδονὴν ἔχον  ὁρίζοντες: καὶ ἢ μετὰ ψήφου ἀδίκου καταγνώσεως ἢ χειρὶ κτώμενοι τὸ κρατεῖν ἕτοιμοι ἦσαν τὴν αὐτίκα φιλονεικίαν ἐκπιμπλάναι.
408Ecclesia Africana, Epistola III, 87, 0083C
Παρασιωπῆσαι γὰρ οὐ δυνάμεθα διὰ τὴν συνοχὴν τῆς καρδίας ἡμῶν· περιῆλθεν ἐξ ἀκοῆς εἰς ἡμᾶς, ἁγιώτατοι, ὡς πρὸ χρόνων τινῶν τέχνασμά τι μεμιασμένον καὶ βέβηλον ἐν Κωνσταντινουπόλει γεγένηται, καὶ νομίσαντες ὅτι τῇ τοῦ καθ' ὑμᾶς θρόνου αὐστηρίᾳ δικαίως κατακρίνεται καὶ ἐκκόπτεται, μέχρι τοῦ παρόντος ἐσιωπήσαμεν.
409Ecclesia Africana, Epistola III, 87, 0083D
Ὁπηνίκα δὲ τοὐναντίον προπετῶς θρασυνόμενον μεμαθήκαμεν, ἀνέγνωμεν δἐ καὶ τὸν λίβελλον Πύῤῥου τοῦ ἀδελφοῦ ἡμῶν τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως, ὃν τῷ ὑμετέρῳ τιμίῳ θρόνῳ μετανοήσας ἔναγχος ἐπιδέδωκεν, εἰκότως, οἵαν ἡ ἀνάγκη λοιπὸν ἡμᾶς ἀπῄτει, πεποιήκαμεν ἀναφορὰν πρὸς Παῦλον τὸν ἀδελφὸν ἡμῶν τὸν νυνὶ τὴν αὐτὴν ἐν Κωνσταντινουπόλει διακατέχοντα Ἐκκλησίαν, αἰτήσαντες αὐτὸν ἀγαπητικῶς μετὰ πλείστων δακρύων ὡς τε τὸ εἰρημένον τῆς καινοτομίας σόφισμα, τὸ μὴ ἐξ αὐτοῦ μὲν, ἐκ δὲ τοῦ προηγησαμένου αὐτὸν ἐφευρεθὲν, τοῦτο διακρούσασθαι καὶ πάσης ἐξωθῆσαι δικαίως, ἧς προκαθέζεται Ἐκκλησίας, ἀποβαλλόμενον τοὺς πρὸ τῶν τῶν θυρῶν τῆς αὐτοῦ Ἐκκλησίας ἀνακειμένους χάρτας, οὓς ἐπὶ σκανδάλῳ τοῦ λαοῦ προτεθείκασιν, ἵνα, τούτων ἀποβαλλομένων, ἀταράχως ἡ πίστις ἡμῶν τηρηθείν, καὶ ὥσπερ ἐξ ἀρχῆς μέχρι τοῦ παρόντος ἀκεραία διέμεινε, τῇ ἀποστολικῇ παραδόσει κρατυνομένη, οὕτω καὶ ἀπὸ τοῦ νῦν ἄθικτος διαμείνῃ.
410Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0046B
Τούτων γὰρ ἁπάντων τὴν ἱστορίαν νεωτέρων τῆς Κέκροπος ἡλικίας παῖδες Ἑλλήνων παραδιδοῦσιν [Al. παραδε· δώκασι]. Μωσέα δὲ ἡ παροῦσα συνεξέτασις τῶν χρόνων γενέσθαι κατὰ Κέκροπα τὸν διφυῆ, ὃν πρῶτόν φασι τῆς Ἀττικῆς βασιλεῦσαι, συνίστησι πρὸ τῶν Ἰλιακῶν ἀμφὶ τὰ τν' ἔτη . . .. . . Συντρεχόντων ὁμολογουμένως τῶν χρόνων Αὐγούστου Ῥωμαίων αὐτοκράτορος, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως, ἀρχήν τε τῆς εὐαγγελικῆς διδασκαλίας τοῦ Χριστοῦ ποιησαμένου κατὰ τό πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος, εἴ τις ἀπὸ τούτου συναγαγεῖν ἐθέλοι τὸν τῶν ἐτῶν ἀριθμὸν, προϊὼν ἐπὶ τοὺς ἀνωτέρω χρόνους τοὺς μέχρι Δαρείου τοῦ Περσῶν βασιλέως, καὶ τῆς κατ' αὐτὸν ἀνανεώσεως τοῦ ἐν Ἱεροσολύμοις νεῶ, ἣ γέγονε κατὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ἰουδαίων ἔθνους, εὕρει [Al. εὕροι] ἂν ἀπὸ Τιβερίου, ἐπὶ τὸ δεύτερον ἔτος Δαρείου, ἔτη φμη'.
411Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0051B
Πάλιν δὲ ἀπὸ τῆς πρώτης ὀλυμπιάδος, ἐπὶ τοῦς ἔμπροσθεν ἀνιὼν χρόνους, μέχρι τῆς Ἰλίου ἁλώσεως, εὑρήσεις ἔτη συγκεφαλαιούμενα υη'.
412Eusebius Pamphilus, Canones Evangeliorum, 29, 0532B
Αὕτη μὲν οὖν ἡ τῶν ὑποτεταγμένων κανόνων ὑπόθεσις· ἡ δὲ σαφὴς αὐτῶν διήγησις, ἔστιν ἥδε· ἐφ' ἑκάστῳ τῶν τεσσάρων εὐαγγελίων ἀριθμός τις πρόκειται κατά μέρος, ἀρχόμενος ἀπὸ τοῦ πρώτου, εἶτα δευτέρου, καὶ τρίτου, καὶ καθεξῆς προϊὼν δι' ὅλου μέχρι τοῦ τέλους τοῦ βιβλίου, καθ' ἕκαστον δὲ ἀριθμὸν ὑποσημείωσις διὰ κινναβάρεως πρόκειται, δηλοῦσα ἐν ποίῳ τῶν δέκα κανόνων κείμενος ὁ ἀριθμὸς τυγχάνει.
413Eusebius Pamphilus, Canones Evangeliorum, 29, 0532C
Οἷον εἰ μὲν α', δῆλον ὡς ἐν τῷ πρώτῳ, εἰ δὲ β', ἐν τῷ δευτέρῳ, καὶ οὕτω καθεξῆς μέχρι τῶν δέκα.
414Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, p539, p567; 316 (auctor 1520-1575)
Graece μέτοχοι γὰρ γεγόναμεν τοῦ χριστοῦ ἐανπερ τὴν ἀρχην τῆς ὑποστάσεως μέχρι τέλους βεβαῖαν κατάσχωμεν , Deinde eandem prorsus sententiam in eodem Capite, pauxillum variatis vocibus, rep etit dicens: Nos esse domum, aut in, vel de familia Christi, si modo fiduciam et gloriationem Dei usque ad finem, firmam retineamus.
415Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, p539, p567; 317 (auctor 1520-1575)
Graece enim inquit: χριστοῦ οἰκός ἐσμεν ἡμεῖς, ἐαν μη την παῤῤησίαν, καὶ τὸ καύχημα τῆς ἐλπίδος, μέχρι τέλους βεβαῖαν κατάσχωμεν Iam confer diligenter hasce duas sententias reperios in utraque prorsus eandem rem agi, eundem sensum inculcari: nempe Primum, ut et antea monuimus, nos iam esse Christianos, seu Christi bona adeptos: Secundo, unde aut ex qua conditione tanta bona dependeant, seu qua manu retinenda sint, nempe fide.
416Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, p539, p567; 318 (auctor 1520-1575)
Quo autem facilior et evidentior sit ista collatio, duas istas sententias instar parallelarum linearum sibi invicem subiungemus, ita ut etiam partes sibi invicem respondeant: et priorem sententiam vocabimus A, posteriorem B, hoc modo A. μετοχοι γὰρ γεγόναμεν τοῦ χριστοῦ, ἐάνπερ τὴν ἀρχην τῆς ὑποστάσεως μέχρι τέλους βεβαῖαν κατάσχωμεν B. οἶκος ἐσμὲν ἡμεῖς χριστοῦ ἐάν περ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μεχρι τέλους βεβαῖαν κατάσχωμεν A. Participes enim sumus Christi, Si modo principium substantiae aut fiduciae usque in finem firmam retinuerimus B. Domus sumus nos Christi, Si modo fiduciam et gloriationem spei usque in finem firmam retinuerimus Quod igitur in A. dixerat, Participes facti sumus Christi: hoc in B dicit, Domus aut familia aut domestici sumus Christi.
417Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars secunda, 6, p173; 91 (auctor 1520-1575)
Graece sic: μέτοχοι γάρ γεγόναμεν τοῦ χριστοῦ, ἐαν περ τήν ἀρχην τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν .
418Flavius Constantinus, Epistola, 87, 1150B
Μετὰ οὖν τὸ τὴν τοιαύτην ἐπιστολὴν σταλῆναι πρὸς τὴν ὑμετέραν πατρικὴν μακαριότητα, ἠρωτήσαμεν τόν τε αὐτὸν ἁγιώτατον καὶ μακαριώτατον πατριάρχην, καὶ Μακάριον τῆς Θεουπολιτῶν πόλεως, τίς ἡ δυσχέρεια ἡ προβαίνουσα μεταξύ τῆς ὑμετέρας πατρικῆς μακαριότητος, ἤγουν τοῦ καθ' ὑμᾶς ἀποστολικοῦ θρόνου, καὶ αὐτῶν· ἤδη τετελεσμένων πάντων ὄντων περὶ τῆς ἀμωμήτου ἡμῶν καὶ ἀπαρασαλεύτου τῶν Χριστιανῶν πίστεως διὰ τῆς διδασκαλίας τῶν ἁγίων ἀποστόλων, διά τε τῶν ἐκθέσεων τῶν ἁγίων πέντε συνόδων, καὶ τῆς διδασκαλίας τῶν ἁγίων ἐκκρίτων Πατέρων, καὶ πασῶν τῶν αἱρέσεων ἤδη καὶ τηλαυγηθεισῶν καὶ καταργηθεισῶν, καὶ μηκέτι ὑπεῖναι τρόπον δυνάμενον παρασπασμὸν ἢ σχίσμα τῇ ἁγίᾳ καὶ ἀμωμήτῳ ἡμῶν περιποιῆσαι πίστει· καὶ ἀπελογήσαντο ἡμῖν οἱ αὐτοὶ ἁγιώτατοι πατριάρχαι, ὡς ῥήματά τινα καινοφωνιῶν εἰσήχθησαν, τινῶν μὲν ἐξ ἀνειδησίας ταῦτα εἰσαγαγόντων, ἑτέρων δὲ παρὰ τὸ προσῆκον ἐπεξεργαζομένων τὰ ἀκατάληπτα ἔργα τοῦ Θεοῦ· καὶ ὅτι ἀφ' οὗ ταῦτα ἤρξαντο κινεῖσθαι τὰ ῥήματα καὶ μέχρι τοῦ παρόντος συνέλευσις μεταξὺ τῶν δύο θρόνων οὐ γέγονεν, ἵνα ἐκζητοῦντες, πληροφορίαν ἑαυτοῖς εἰσαγάγωσι τῆς ἀληθείας.
419Fronto, Epistulae, ad M. Caesarem, 2, 15; 7 (auctor c.95-165)
3 Εἰ δ᾽ ἦν ἐγὼ πρὸ θύρας εἰσαγωγεύς τις εἶναι λαχὼν τῶν τῆς ἑορτῆς ἀξίων, πρώτας ἂν Ὁμήρῳ πειθόμενος ἀπέκλεισα τὰς τὴν εὔνοιαν ψευδομένας καὶ πλαττομένας καὶ ἕτερον μέν τι κευθούσας ἐνὶ φρεσίν, ἄλλο δὲ λεγούσας, ἅπαντα δὲ τὰ ἀπὸ γέλωτος μέχρι δακρύων προσποιουμένας.
420Gregorius I, Dialogi, 77, 0155B (auctor 540-604)
Τόπου δὲ μὴ ὑπάρχοντος ἐν ᾧ προσκολληθῆναι ὁ λίθος δυνήσηται, μέχρι τοῦ παρόντος παρὰ πᾶσι θεωρεῖται, πῶς ἀποσπασθεὶς ἐκ τοῦ ὄρους κρέμαται, ὃν ὁ ἅγιος τῇ τοῦ Χριστοῦ δυνάμει ἔστησεν.
421Gregorius I, Dialogi, 77, 0166A (auctor 540-604)
Καθὼς εὑρίσκω, μέχρι τοῦ παρόντος ἀκαίρως ἐνόμιζον ἐν τῆ Ἰταλίᾳ μὴ γεγονέναι πατέρας σημειοφόρους.
422Gregorius I, Dialogi, 77, 0171A (auctor 540-604)
Ἑκάστου οὖν ἔργου τὰ χαρίσματα προλαμβάνουσι, ἐκ δὲ τοῦ ἐπακολουθοῦντος ἔργου τὰ χαρίσματα αὐξάνουσιν· ἵνα δὲ μὴ τῆς πολιτείας αὐτοῦ τὴν ἐπίγνωσιν στερηθῇς, ὁ Ἀλβῖνος ὁ εὐλαβέστατος ἀνὴρ, ὁ τῆς ἐκκλησίας Ῥεατῆς ἐπίσκοπος, πάνυ καλῶς ταύτην διέγνω, καὶ ἕτεροι δὲ πλεῖστοι οἵτινες καὶ μέχρι τοῦ παρόντος περίεισι.
423Gregorius I, Dialogi, 77, 0171B (auctor 540-604)
Ἔφθασε δὲ καὶ μέχρι τῆς τῶν Ῥωμαίων πόλεως ἡ φήμη τῆς αὐτοῦ κηρύξεως.
424Gregorius I, Dialogi, 77, 0182C (auctor 540-604)
Περὶ πλησιάζοντος τόπου νῦν σοί τι διηγήσομαι, ὅπερ παρὰ ἀνδρῶν εὐλαβῶν ἀφηγουμένων μεμάθηκα, Μαξιμιανοῦ λέγω δὴ τοῦ ἐπισκόπου καὶ Λαυρίονος γέροντος μοναχοῦ, ὅνπερ καὶ σὺ ἔγνως, οἵτινες καὶ μέχρι τοῦ νῦν περίεισιν.
425Gregorius I, Dialogi, 77, 0210D (auctor 540-604)
Τί δὲ πολλὰ περὶ τῆς τοῦ μακαρίου τούτου Φορτουνάτου πολιτείας λέγομεν; Μέχρι γὰρ καὶ τοῦ παρόντος, ἐν ᾧ τὸ τίμιον αὐτοῦ σῶμα κατάκειται, πλῆθος θαυμάτων ἐπιτελεῖται.
426Gregorius I, Dialogi, 77, 0210D (auctor 540-604)
Ἡδέως δὲ πάλιν, Πέτρε, περὶ τῶν μερῶν τῆς Βαλερίας χώρας τὴν τοῦ λόγου διήγησιν ἐπανάγω, περὶ ὧν μέγιστα θαυμάσια συνέβη με ἀκοῦσαι ἐκ στόματος Φορτουνάτου τοῦ ἀνωτέρω παρ' ἡμῶν μνημονευθέντος, ὅστις μέχρι τοῦ παρόντος συχνότερον πρός με παραβάλλειν εἴωθε· καὶ τὰς τῶν ἀρχαίων ἀνδρῶν ἀρετάς μοι διηγούμενος, νεαρᾶς εὐφροσύνης με πληροῖ
427Gregorius I, Dialogi, 77, 0214B (auctor 540-604)
Ὄντως θαυμαστά εἰσι σφόδρα, ἅπερ μέχρι τοῦ παρόντος τὴν ἐμὴν διελάνθανεν εἴδησιν· τί δὲ τοῦτο εἶναι λέγομεν, ὅτι τοιοῦτοι ἄνδρες ἀρτίας εὑρεθῆναι οὐ δύνανται.
428Gregorius I, Dialogi, 77, 0222C (auctor 540-604)
Γέγονε τοίνυν καὶ μέχρι τοῦ ὁρισθέντος τόπου ὁ προλεχθεὶς ἁγιώτατος ἀνὴρ ἐπιβὰς τῷ ἵππῳ ἐπορεύθη.
429Gregorius I, Dialogi, 77, 0231A (auctor 540-604)
Ἐκεῖνος δὲ ὁ πονηρὸς δαίμων ὁ ταῦτα ἀπαγγείλας, προσθεὶς εἶπε· Μέχρι ταύτης τῆς παρελθούσης ἡμέρας οὐ διέλιπον αὐτὸν ἐνοχλῶν, καὶ τὸν λογισμὸν αὐτοῦ παρασύραι οὐκ ἠδυνήθην· χθὲς δὲ πρὸς ἑσπέραν πεποίηκα, ὅπως τοῖς ὀπισθίοις τῆς ἱερᾶς παρθένου ἐμπαθῶς τῇ οἰκείᾳ χειρὶ ἅψηται.
430Gregorius I, Dialogi, 77, 0231C (auctor 540-604)
Προσθεὶς δὲ ὁ Ἰουδαῖος, εἶπε· Διὰ τί ἀρνεῖσαι ὅπερ παρ' ἐμοῦ ἐρωτᾶσαι; οὐχὶ μέχρι τούτου κατηνέχθης, ὅτι χθὲς πρὸς ἑσπέραν τοῖς ταύτης ὀπισθίοις ἐμπαθῶς τῇ χειρί σου προσήγγισας; Τότε ὁ ἐπίσκοπος τοῖς τούτου ῥήμασι διελεγχθεὶς, μετὰ πάσης ταπεινοφροσύνης ὡμολόγησεν, ὅπερ πρότερον στερεῶς ἠρνεῖτο.
431Gregorius I, Dialogi, 77, 0238C (auctor 540-604)
Οὐκ ὀλίγοι δὲ καὶ μέχρι τοῦ νῦν περίεισιν, οἵτινες τοῦτο θεάσασθαι μετὰ παντὸς τοῦ λαοῦ ἐκείνου μαρτυροῦσι.
432Gregorius I, Dialogi, 77, 0239B (auctor 540-604)
Ἵνα δὲ πᾶσι φανερωθῇ, ποίου ἀνδρὸς σῶμα ἡ ναῦς ἐκείνη ἐβάσταζε, δι' ὅλου τοῦ πλοὸς τῆς θαλάσσης, δώδεκα μιλίων ὄντων ἀπὸ Ἰλβῆς τῆς νήσου μέχρι τοῦ Ποπουλωνίου, ἐν τοῖς ἀμφοτέροις τοῦ πλοίου μέρεσι καταιγὶς ὑετοῦ σφοδροτάτη κατῆλθεν, ἐν δὲ τῷ πλοίῳ ῥανὶς μία ἐκ τῆς βροχῆς οὐκ ἔπεσεν.
433Gregorius I, Dialogi, 77, 0239C (auctor 540-604)
Κληρικὸς γάρ τις γέρων, ὅστις καὶ μέχρι τοῦ νῦν περίεστιν, ἐν τῇ ἑαυτοῦ παρουσίᾴ τὸ πρᾶγμα τοῦτο γεγονέναι μαρτυρεῖ.
434Gregorius I, Dialogi, 77, 0243A (auctor 540-604)
Ἐν τοῖς ἀρχαίοις τῶν Γότθων καιροῖς, πλησίον τῆς πόλεως Σπολήτης, ἀνήρ τις πάνυ τῇ ζωῇ εὐλαβέστατος ὑπῆρχεν, Ἰσαὰκ τῷ ὀνόματι, ὅστις καὶ μέχρι τῶν τελευταίων τῶν Γότθων χρόνων κατήντησε.
435Gregorius I, Dialogi, 77, 0255D (auctor 540-604)
Οἱ γὰρ τῆς πόλεως ἐκείνης πολῖται, πολλὰ θαυμάσια περὶ αὐτοῦ διηγούμενοι, τοῦτο πρῶτον ἔλεγον, ὅπερ καὶ μέχρι τῶν χρόνων τῶν Λογγοβάρδων ἔφθασεν.
436Gregorius I, Dialogi, 77, 0258D (auctor 540-604)
Ἐν ᾧ δὲ τοῦτο ἀδιαλείπτως μέχρι τριετίας ἐγίνετο, ἔν τινι ἡμέρᾳ ὁ ἀρχέκακος ἐχθρὸς ὑπὸ τῆς τοσαύτης αὐτοῦ ὑπομονῆς καὶ δυνάμεως νικηθεῖς ἔβρυξε, καὶ ἑαυτὸν ὁ ὄφις ὑπὸ τὸ ἐκλεῖπον μέρος τοῦ ὄρους κατὰ πλάγιον εἰς κρημνὸν δέδωκε.
437Gregorius I, Dialogi, 77, 0259B (auctor 540-604)
Ἐν ἄλλῳ τοίνυν καιρῷ πολλῶν μετὰ σπουδῆς εὐχῆς χάριν πρὸς αὐτὸν συντρεχόντων, καὶ τῆς ὁδοῦ λίαν στενῆς ὑπαρχούσης, δι' ἧς πρὸς αὐτὸν ἀνήρχοντο· ἐν γὰρ τῇ τοῦ ὄρους πλαγίᾳ διακειμένῃ, μέχρι τοῦ πληρώματος τῆς ἀναβάσεως, ἐν ᾧ τὸ αὐτοῦ κελλίον ὑπῆρχε, πάνυ δύσβατος ἦν· παιδίον οὖν σεμνὸν ἀδεῶς πορευόμενον, ἐκ τοῦ ὕψους τοῦ ὄρους, πεσὸν, μέχρι τῆς ὑποκειμένης τῷ ὄρει κοιλάδος κατηνέχθη.
438Gregorius I, Dialogi, 77, 0267D (auctor 540-604)
Κατ' ὀλίγον δὲ αὐξάνον, μέχρι τῶν θυρίδων ἀνῆλθεν, αἵτινες πλησίον τοῦ κεράμου ὑπῆρχον.
439Gregorius I, Dialogi, 77, 0270B (auctor 540-604)
Εἰς οὖν τὴν θύραν τῆς ἐκκλησίας ἐρχόμενοι, πρὸς τὸ πιεῖν ὕδωρ ἐλάμβανον, ὅπερ, ὡς προεῖπον, μέχρι τῶν θυρίδων ὑψώθη, ἔνδον δὲ τῆς ἐκκλησίας οὐδαμῶς ἐπέκλυζε· καὶ ὡς μὲν ὕδωρ ἀντληθῆναι ἠδύνατο, ὡς δὲ ὕδωρ ἐπικλύσαι οὐκ ἠδύνατο.
440Gregorius I, Dialogi, 77, 0278B (auctor 540-604)
Μέχρι τοῦ παρόντος περίεισί τινες οἱ γινώσκοντες Θεόδωρον τὸν τῆς αὐτῆς ἐκκλησίας φύλακα, οὗτινος τῇ διηγήσει ἐγνώσθη, ὅπερ αὐτῷ συνέβη πρᾶγμα σφόδρα μνήμης ἄξιον.
441Gregorius I, Dialogi, 77, 0283C (auctor 540-604)
Ἐν τῷ αὐτῷ τοίνυν καιρῷ ἑτέρους μέχρι τῶν τετρακοσίων ἐκράτησαν οἱ Λογγόβαρδοι, κατὰ δὲ τὸ ἔθος αὐτῶν, κεφαλὴν αἰγὸς τῷ διαβόλῳ ἔθυσαν, κύκλῳ περιτρέχοντες, καὶ ᾄσματι μιαρῷ ᾠδὴν ἀναπέμποντες, τοὺς αὐχένας αὐτῶν τούτῳ ὑποκλίνοντες καὶ προσευχόμενοι.
442Gregorius I, Dialogi, 77, 0286A (auctor 540-604)
Ἐκ γὰρ τοῦ αὐτῶν τέλους ἀσφαλῶς δείκνυται, ὅτι οὔτε ἐν φανερῷ διωγμῷ πεσεῖν ἠδύναντο, οἵτινες μέχρι τοῦ τῆς ζωῆς αὑτῶν τέλους ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ἀκίνητοι ἔστησαν.
443Gregorius I, Dialogi, 77, 0306A (auctor 540-604)
Μέχρι γὰρ ἡμερῶν ὀκτὼ τὸ αὐτῶν πλοῖον ἕως τῶν ἀνωτέρω σανίδων, ὡς εἴρηται, γεμισμένον ὕδατι, τὴν ἰδίαν ὁδὸν διανύον, ἔπλεεν.
444Gregorius I, Dialogi, 77, 0334C (auctor 540-604)
Τοὺς γὰρ αὐτοῦ ὀφθαλμοὺς μέχρι τεσσαρακονταετοῦς χρόνου διαστήματος, τῇ ἐπιμονῇ τοῦ σκότους τῆς τυφλώσεως ἐπλήρωσε, μηδὲν αὐτῷ φωτὸς κἂν μικρᾶς ὁράσεως αὐγὴν καταλείψας.
445Gregorius I, Dialogi, 77, 0339A (auctor 540-604)
Ἓν δὲ παιδίον σεμνὸν παριστάμενον αὐτῷ καὶ μόνον κατελείφθη, ὅπερ καὶ μέχρι τοῦ νῦν περίεστι, καθὼς ὁ προλεχθεὶς Πρόβος λέγει.
446Gregorius I, Dialogi, 77, 0341B (auctor 540-604)
Τοῦτο δὲ ἐν τῷ αὐτῷ μοναστηρίῳ πραχθὲν μέχρι τοῦ νῦν μνημονευόμενον διαμένει. Παρὰ γὰρ τῶν προοδευκουσῶν (sic) μητέρων ἐκεῖσε παραδοθὲν, οὕτως ἐπὶ λεπτοῦ διηγοῦνται αὐτόθι· οἰκοῦσαι νεάνιδες ἱεραὶ παρθένοι ὑπάρχουσαι, ὡς ὅτι ἐν ἐκείνῳ τῷ καιρῶ παροῦσαι τὸ τοιοῦτο μέγιστον θαῦμα ἐθεάσαντο.
447Gregorius I, Dialogi, 77, 0342C (auctor 540-604)
Ἐξ οὗ γὰρ αὐτὸν γνῶναι ἠδυνήθημεν, μέχρι τοῦ τέλους τῆς ζωῆς αὐτοῦ παραλυτικὸς ἔκειτο.
448Gregorius I, Dialogi, 77, 0343B (auctor 540-604)
Ὅστις καὶ μέχρι τοῦ νῦν περίεστι.
449Gregorius I, Dialogi, 77, 0343C (auctor 540-604)
Ταύτης δὲ τῆς Ῥεδέμπτης δύο μαθήτριαι ὑπῆρχον ἐν τῷ αὐτῷ ἱερῷ σχήματι· ὄνομα τῇ μιᾷ Ῥωμύλλα, τῆς δὲ ἑτέρας τὸ μὲν ὄνομα οὐ γινώσκω, προσώπῳ δὲ ταύτην ἐπίσταμαι, ἥτις καὶ μέχρι τοῦ νῦν περίεστιν.
450Gregorius I, Dialogi, 77, 0362D (auctor 540-604)
Ἡνίκα δὲ ἐκ τῆς αὐτῆς τοῦ θανατικοῦ συμφορᾶς καὶ ὁ τούτου οἶκος ἐλυμαίνετο, αὐτὸς ὁ παῖς ἐκρούσθη, καὶ μέχρι τῶν ἐσχάτων ἀπηνέχθη.
451Gregorius I, Dialogi, 77, 0370B (auctor 540-604)
Τοῦτον δὲ ὁ τοῦ Θεοῦ ἄνθρωπος θεασάμενος, μετὰ τὸ συντυχεῖν αὐτοῖς περὶ ὠφελείας, προσθεὶς καὶ τοῦτο εἶπεν· Οἴδατε ὅτι Θεοδώριχος ὁ ῥὴξ ἀπέθανεν; Αὐτοὶ δὲ πρὸς αὐτὸν εἶπον· Μὴ γένοιτο, ἡμεῖς ζῶντα αὐτὸν παρεάσαμεν, καὶ οὐδὲν τοιοῦτον περὶ αὐτοῦ μέχρι τοῦ παρόντος ἠκούσαμεν.
452Gregorius I, Dialogi, 77, 0151D (auctor 540-604)
Εἰ δὲ καὶ εἰσὶ μέχρι τοῦ παρόντος σιγῇ καλυπτόμενα, μὴ ἀγνοήσωμεν, ἅπερ γεγονότα ὑπάρχουσιν.
453Gregorius I, Dialogi, 77, 0410A (auctor 540-604)
Ἑαυτὸν δὲ εἰς τὴν τοῦ Θεοῦ δουλείαν, καθὼς προεῖπον, ὑπὲρ τὴν κῆραν αὐτοῦ ἀγωνιζόμενος μέχρι δύο ἐτῶν συνέσφιγξεν.
454Gregorius I, Dialogi, 77, 0414B (auctor 540-604)
Ὁ οὖν αὐτὸς Βαλεριανὸς πατρίκιος μέχρι γήρως αὐτοῦ τοῦ πάνυ ὀλισθηρῶς ἔζησε, χαλινὸν ταῖς ἀταξίαις αὐτοῦ ἐπιθεῖναι μὴ Βουλόμενος.
455Gregorius I, Dialogi, 77, 0415C (auctor 540-604)
Οἵτινες ἐλθόντες, καὶ τὸ μνῆμα ἀνοίξαντες, τὰ μὲν ἐνδύματα αὐτοῦ σῶα καὶ ἄπτωτα εὗρον· ἅπερ μέχρι τοῦ νῦν ἐν τῇ αὐτῇ ἐκκλησίᾳ διὰ τὴν τοῦ πράγματος τούτου μαρτυρίαν φυλάττονται· τὸ δὲ σῶμα αὐτοῦ παντελῶς οὐχ εὗρον, ὡς ὅτι ἐν τῷ αὐτῷ μνήματι οὐκ ἐτάφη.
456Gregorius I, Dialogi, 77, 0419A (auctor 540-604)
Οὗτος τοίνυν πεσὼν ἐν ἀσθενείᾳ σώματος ἐν τοῖς ἐσχάτοις ἤχθη, ὃς εἶχεν ἀδελφὸν, ὀνόματι Κοπιῶσον, ὅστις ἐν τῇ αὐτῇ ἀσθενείᾳ ἐδούλευε τούτῳ, ὅστις καὶ μέχρι τοῦ νῦν περίεστιν, καὶ ἐν ταύτῃ τῇ πόλει, ἐκ τῆς αὐτῆς ἰατρικῆς τέχνης τῆς προσκαίρου ζωῆς τὴν πρόσοδον πορίζεται.
457Gregorius I, Dialogi, 77, 0426A (auctor 540-604)
Ποίῳ δὲ τρόπῳ αὐτὸν διεφύλαξεν ἡ τοῦ Θεοῦ φιλανθρωπία, ἐδηλοποίησεν, ὅπερ καὶ μέχρι τοῦ νῦν μαρτυροῖ, λέγων· Ἐν τοῖς κύμασι κοπιῶν καὶ ἀγωνιζόμενος, ἄφνω τῷ νῷ ἐβαρήθη, μήτε Θ ὕπνῳ κρατούμενος, μήτε πάλιν πιστεύειν με ἀγρυπνῆσαι.
458Gregorius I, Prolegomena, 66, 0127C (auctor 540-604)
Ὅπερ σκεῦος πολλοῖς ἔτεσιν ἐν αὐτῇ τῇ εἰσόδῳ τοῦ σεβασμίου ναοῦ κρεμάμενον διήρκεσεν· ὥστε καὶ μέχρι τῆς τῶν Λογγοβάρδων ἐλεύσεως ὑπὸ πάντων ἐθεωρεῖτο.
459Gregorius I, Prolegomena, 66, 0141C (auctor 540-604)
» Ὡς δὲ ηὔξαντο ἐπὶ δύο ἡμὲρας, Μαῦρος ὁ μοναχὸς ἐθεάσατο, Πομπηϊανὸς δὲ ὁ τοῦ αὐτοῦ μοναστηρίου πατὴρ θεωρῆσαι οὐκ ἠδυνήθη· τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ πληρωθείσης τῆς εὐχῆς ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐξελθὼν ἐκ τοῦ εὐκτηρίου ἑστῶτα ἔξω τὸν μοναχὸν εὗρε, καὶ τοῦτον διὰ τὴν τύφλωσιν τῆς καρδίας αὐτοῦ τῇ ῥάβδῳ ἔτυψεν· ὅστις ἀπ' αὐτῆς τῆς ἡμέρας ἠλευθερώθη ἐκ τῆς συνεχούσης αὐτὸν ῥᾳθυμίας τοῦ δαίμονος, καὶ λοιπὸν ἐν τῇ προσευχῇ προθύμως σὺν τοῖς ἀδελφοῖς μέχρι συμπληρώσεως διέμενε, μηκέτι τοῦ ἐχθροῦ ἐκείνῳ τῷ ἀδελφῷ προσψαῦσαι τολμήσαντος, ὡς οἷα ὑπὸ τοῦ ἁγίου τῇ πληγῇ τῆς ῥάβδου μαστιγωθείς.
460Gregorius I, Prolegomena, 66, 0143B (auctor 540-604)
Ποιήσαντες οὖν ὄρυγμα μέγα παραυτὰ ὑδάτων πλῆθος ἀνέβλυσεν, ἅπερ μέχρι τοῦ νῦν ἀφθόνως ὑπερχεῖται, τὴν τοῦ ἁγίου θαυματουργίαν εἰς τὸ διηνεκὲς πᾶσι δεικνύοντα· ἡ δὲ τῶν ὑδάτων περισσεία ὑπὸ τὸ ὄρος διεκτρέχουσα φαίνεται.
461Gregorius I, Prolegomena, 66, 0147B (auctor 540-604)
Ὅστις ὑπὸ τοῦ διαβόλου σκοτισθεὶς τοὺς τῆς καρδίας ὀφθαλμοὺς μέχρι τούτου ἐχώρησεν, ἵνα τὸν δοῦλον τοῦ Θεοῦ δηλητηρίῳ θανατώσηisubgr;· φυράσας γὰρ ἄλευρον, εἶτα ζυμώσας ἄρτον, καὶ ἐν αὐτῷ ἐγκρύψας θανατηφόρον φάρμακον, καὶ ὀπτήσας, ὡς δῆθεν εὐλογίας χάριν τῷ τοῦ Θεοῦ ἀνθρώπῳ ἀπέστειλεν.
462Gregorius I, Prolegomena, 66, 0163B (auctor 540-604)
» Ἐπανελθὼν δὲ εἰς τὰ ἴδια ὁ ἰαθεὶς, ἐπελάθετο τῆς παρὰ τοῦ ἁγίου δοθείσης αὐτῷ ἐντολῆς, καὶ μετὰ ἐτῶν πολλῶν περίοδον, ἡνίκα ἐθεάσατο τοὺς προτερεύοντας, ἐν τῷ ἱερατικῷ καταλόγῳ ἐκ τοῦδε τοῦ βίου μεταστάντας, καὶ τοὺς ἑαυτοῦ ἐλάσσονας ἐν ἱερατικῷ προβαίνοντας τάγματι, λήθην, ὡς εἴρηται, ὑπομείνας τῶν παρὰ τοῦ ἁγίου πρὸς αὐτὸν γενομένων νουθεσιῶν, ἱερατικῷ ἐπέβη τάγματι· παραυτὰ δὲ εἰς αὐτὸν ὁ δαίμων, ὥσπερ ἀνήμερος θὴρ εἰσοικισθεὶς, ἀνηλεῶς τοῦτον διεσπάραττε μέχρι θαναάτου.
463Gregorius I, Prolegomena, 66, 0193C (auctor 540-604)
Ἡ οὖν ἱερωτάτη καὶ τιμία ἐκείνη παρθένος καὶ κατὰ σάρκα αὐτοῦ ἀδελφὴ ᾐτήσατο αὐτὸν, λέγουσα· « Παρακαλῶ σε, ἀδελφέ μου, μὴ ἐάσῃς με τῇ νυκτὶ ταύτῃ, ἵνα μέχρι πρωΐας περὶ τῆς ἐπουρανίου χαρᾶς, καὶ τῆς ἀϊδίου διαλεχθῶμεν ζωῆς.
464Gregorius I, Prolegomena, 66, 0201B (auctor 540-604)
Εἶδον τοίνυν ἑκάτεροι, καὶ ἰδοὺ ὁδὸς ἀπὸ τοῦ κελλίου αὐτοῦ μέχρι τοῦ οὐρανοῦ παρατεινομένeegr;, ἐκ σηρικῶν ἱματίων ὅλη ἐστρωμένη, καὶ λαμπάδες ἀμέτρητοι ἐν αὐτῇ κατὰ ἀνατολὰς ἐνορδίνως καιόμεναι.
465Herodotus, Historiae, 1, 4, 1; 1 (auctor c.484BC-425BC)
μέχρι μὲν ὤν τούτου ἁρπαγάς μούνας εἶναι παρ' ἀλλήλων, τὸ δὲ ἀπὸ τούτου Ἕλληνας δὴ μεγάλως αἰτίους γενέσθαι· προτέρους γὰρ ἄρξαι στρατεύεσθαι ἐς τὴν Ἀσίην ἢ σφέας ἐς τὴν Εὐρώπην.
466Herodotus, Historiae, 1, 7, 4; 5 (auctor c.484BC-425BC)
παρὰ τούτων Ἡρακλεῖδαι ἐπιτραφθέντες ἔσχον τὴν ἀρχήν ἐκ θεοπροπίου, ἐκ δούλης τε τῆς Ἰαρδάνου γεγονότες καὶ Ἡρακλέος, ἄρξαντες μὲν ἐπὶ δύο τε καὶ εἴκοσι γενεᾶς ἀνδρῶν ἔτεα πέντε τε καὶ πεντακόσια, παῖς παρὰ πατρὸς ἐκδεκόμενος τὴν ἀρχήν, μέχρι Κανδαύλεω τοῦ Μύρσου.
467Herodotus, Historiae, 1, 82, 2; 3 (auctor c.484BC-425BC)
ἦν δὲ καὶ ἡ μέχρι Μαλέων ἡ πρὸς ἑσπέρην Ἀργείων, ἥ τε ἐν τῇ ἠπείρῳ χώρῇ καὶ ἡ Κυθηρίη νῆσος καὶ αἱ λοιπαὶ τῶν νήσων.
468Herodotus, Historiae, 1, 94, 6; 8 (auctor c.484BC-425BC)
λαχόντας δὲ αὐτῶν τοὺς ἑτέρους ἐξιέναι ἐκ τῆς χώρης καταβῆναι ἐς Σμύρνην καὶ μηχανήσασθαι πλοῖα, ἐς τὰ ἐσθεμένους τὰ πάντα ὅσα σφι ἦν χρηστὰ ἐπίπλοα, ἀποπλέειν κατὰ βίου τε καὶ γῆς ζήτησιν, ἐς ὃ ἔθνεα πολλὰ παραμειψαμένους ἀπικέσθαι ἐς Ὀμβρικούς, ἔνθα σφέας ἐνιδρύσασθαι πόλιας καὶ οἰκέειν τὸ μέχρι τοῦδε.
469Herodotus, Historiae, 1, 136, 2; 3 (auctor c.484BC-425BC)
παιδεύουσι δὲ τοὺς παῖδας ἀπὸ πενταέτεος ἀρξάμενοι μέχρι εἰκοσαέτεος τρία μοῦνα, ἰχνεύειν καὶ τοξεύειν καὶ ἀληθίζεσθαι.
470Herodotus, Historiae, 1, 172, 2; 4 (auctor c.484BC-425BC)
ἱδρυθέντων δέ σφι ἱρῶν ξεινικῶν, μετέπειτα ὥς σφι ἀπέδοξε, ἔδοξέ δὲ τοῖσι πατρίοισι μοῦνον, χέασθαι θεοῖσι, ἐνδύντες τὰ ὅπλα ἅπαντες Καύνιοι ἡβηδόν, τύπτοντες δόρασι τὸν ἠέρα, μέχρι οὔρων τῶν Καλυνδικῶν εἵποντο, καὶ ἔφασαν ἐκβάλλειν τοὺς ξεινικοὺς θεούς.
471Herodotus, Historiae, 1, 181, 3; 3 (auctor c.484BC-425BC)
ἐν μέσῳ δὲ τοῦ ἱροῦ πύργος στερεὸς οἰκοδόμηται, σταδίου καὶ τὸ μῆκος καὶ τὸ εὖρος, καὶ ἐπὶ τούτῳ τῷ πύργῳ ἄλλος πύργος ἐπιβέβηκε, καὶ ἕτερος μάλα ἐπὶ τούτῳ, μέχρι οὗ ὀκτὼ πύργων.
472Herodotus, Historiae, 1, 187, 4; 2 (auctor c.484BC-425BC)
« τῶν τις ἐμεῦ ὕστερον γινομένων Βαβυλῶνος βασιλέων ἢν σπανίσῃ χρημάτων, ἀνοίξας τὸν τάφον λαβέτω ὁκόσα βούλεται χρήματα· μὴ μέντοι γε μὴ σπανίσας γε ἄλλως ἀνοίξῃ· οὐ γὰρ ἄμεινον· » οὗτος ὁ τάφος ἦν ἀκίνητος μέχρι οὗ ἐς Δαρεῖον περιῆλθε ἡ βασιληίη· Δαρείῳ δὲ καὶ δεινὸν ἐδόκεε εἶναι τῇσι πύλῃσι ταύτῃσι μηδὲν χρᾶσθαι, καὶ χρημάτων κειμένων καὶ αὐτῶν τῶν γραμμάτων ἐπικαλεομένων, μὴ οὐ λαβεῖν αὐτά· τῇσι δὲ πύλῃσι ταύτῃσι οὐδὲν ἐχρᾶτο τοῦδε εἵνεκα, ὅτι ὕπερ κεφαλῆς οἱ ἐγίνετο ὁ νεκρὸς διεξελαύνοντι.
473Herodotus, Historiae, 2, 5, 1; 1 (auctor c.484BC-425BC)
καὶ εὖ μοι ἐδόκεον λέγειν περὶ τῆς χώρης· δῆλα γὰρ δὴ καὶ μὴ προακούσαντι ἰδόντι δέ, ὅστις γε σύνεσιν ἔχει, ὅτι Αἴγυπτος, ἐς τὴν Ἕλληνες ναυτίλλονται, ἐστὶ Αἰγυπτίοισι ἐπίκτητός τε γῆ καὶ δῶρον τοῦ ποταμοῦ, καὶ τὰ κατύπερθε ἔτι τῆς λίμνης ταύτης μέχρι τριῶν ἡμερέων πλόου, τῆς πέρι ἐκεῖνοι οὐδὲν ἔτι τοιόνδε ἔλεγον, ἔστι δὲ ἕτερον τοιόνδε.
474Herodotus, Historiae, 2, 6, 1; 1 (auctor c.484BC-425BC)
αὖτις δὲ αὐτῆς ἐστι Αἰγύπτου μῆκος τὸ παρὰ θάλασσαν ἑξήκοντα σχοῖνοι, κατὰ ἡμεῖς διαιρέομεν εἶναι Αἴγυπτον ἀπὸ τοῦ Πλινθινήτεω κόλπου μέχρι Σερβωνίδος λίμνης, παρ' ἣν τὸ Κάσιον ὄρος τείνει· ταύτης ὦν ἄπο οἱ ἑξήκοντα σχοῖνοι εἰσί.
475Herodotus, Historiae, 2, 7, 1; 2 (auctor c.484BC-425BC)
ἐνθεῦτεν μὲν καὶ μέχρι Ἡλίου πόλιος ἐς τὴν μεσόγαιαν ἐστὶ εὐρέα Αἴγυπτος, ἐοῦσα πᾶσα ὑπτίη τε καὶ ἔνυδρος καὶ ἰλύς.
476Herodotus, Historiae, 2, 9, 2; 2 (auctor c.484BC-425BC)
οὗτοι συντιθέμενοι οἱ στάδιοι Αἰγύπτου τὸ μὲν παρὰ θάλασσαν ἤδη μοι καὶ πρότερον δεδήλωται ὅτι ἑξακοσίων τε ἐστὶ σταδίων καὶ τρισχιλίων, ὅσον δέ τι ἀπὸ θαλάσσης ἐς μεσόγαιαν μέχρι Θηβέων ἐστί, σημανέω· στάδιοι γὰρ εἰσὶ εἴκοσι καὶ ἑκατὸν καὶ ἑξακισχίλιοι.
477Herodotus, Historiae, 2, 15, 1; 1 (auctor c.484BC-425BC)
εἰ ὦν βουλόμεθα γνώμῃσι τῇσι Ἰώνων χρᾶσθαι τὰ περὶ Αἴγυπτον, οἳ φασὶ τὸ Δέλτα μοῦνον εἶναι Αἴγυπτον, ἀπὸ Περσέος καλεομένης σκοπιῆς λέγοντες τὸ παρὰ θάλασσαν εἶναι αὐτῆς μέχρι Ταριχηίων τῶν Πηλουσιακῶν, τῇ δὴ τεσσεράκοντα εἰσὶ σχοῖνοι, τὸ δὲ ἀπὸ θαλάσσης λεγόντων ἐς μεσόγαιαν τείνειν αὐτὴν μέχρι Κερκασώρου πόλιος, κατ' ἣν σχίζεται ὁ Νεῖλος ἔς τε Πηλούσιον ῥέων καὶ ἐς Κάνωβον, τὰ δὲ ἄλλα λεγόντων τῆς Αἰγύπτου τὰ μὲν Λιβύης τὰ δὲ Ἀραβίης εἶναι, ἀποδεικνύοιμεν ἂν τούτῳ τῷ λόγῳ χρεώμενοι Αἰγυπτίοισι οὐκ ἐοῦσαν πρότερον χώρην.
478Herodotus, Historiae, 2, 17, 3; 4 (auctor c.484BC-425BC)
μέχρι μέν νυν Κερκασώρου πόλιος ῥέει εἷς ἐὼν ὁ Νεῖλος, τὸ δὲ ἀπὸ ταύτης τῆς πόλιος σχίζεται τριφασίας ὁδούς.
479Herodotus, Historiae, 2, 19, 2; 3 (auctor c.484BC-425BC)
πρόθυμος δὲ ἔα τάδε παρ' αὐτῶν πυθέσθαι, ὅ τι κατέρχεται μὲν ὁ Νεῖλος πληθύων ἀπὸ τροπέων τῶν θερινέων ἀρξάμενος ἐπὶ ἑκατὸν ἡμέρας, πελάσας δὲ ἐς τὸν ἀριθμὸν τουτέων τῶν ἡμερέων ὀπίσω ἀπέρχεται ἀπολείπων τὸ ῥέεθρον, ὥστε βραχὺς τὸν χειμῶνα ἅπαντα διατελέει ἐὼν μέχρι οὗ αὖτις τροπέων τῶν θερινέων.
480Herodotus, Historiae, 2, 29, 1; 2 (auctor c.484BC-425BC)
ἀλλὰ τοσόνδε μὲν ἄλλο ἐπὶ μακρότατον ἐπυθόμην, μέχρι μὲν Ἐλεφαντίνης πόλιος αὐτόπτης ἐλθών, τὸ δὲ ἀπὸ τούτου ἀκοῇ ἤδη ἱστορέων.
481Herodotus, Historiae, 2, 31, 1; 1 (auctor c.484BC-425BC)
μέχρι μέν νυν τεσσέρων μηνῶν πλόου καὶ ὁδοῦ γινώσκεται ὁ Νεῖλος πάρεξ τοῦ ἐν Αἰγύπτῳ ῥεύματος· τοσοῦτοι γὰρ συμβαλλομένῳ μῆνες εὑρίσκονται ἀναισιμούμενοι ἐξ Ἐλεφαντίνης πορευομένῳ ἐς τοὺς αὐτομόλους τούτους.
482Herodotus, Historiae, 2, 32, 4; 4 (auctor c.484BC-425BC)
τῆς γὰρ Λιβύης τὰ μὲν κατὰ τὴν βορηίην θάλασσαν ἀπ' Αἰγύπτου ἀρξάμενοι μέχρι Σολόεντος ἄκρης, ἣ τελευτᾷ τῆς Λιβύης, παρήκουσι παρὰ πᾶσαν Λίβυες καὶ Λιβύων ἔθνεα πολλά, πλὴν ὅσον Ἕλληνες καὶ Φοίνικες ἔχουσι· τὰ δὲ ὑπὲρ θαλάσσης τε καὶ τῶν ἐπὶ θάλασσαν κατηκόντων ἀνθρώπων, τὰ κατύπερθε θηριώδης ἐστὶ ἡ Λιβύη· τὰ δὲ κατύπερθε τῆς θηριώδεος ψάμμος τε ἐστὶ καὶ ἄνυδρος δεινῶς καὶ ἔρημος πάντων.
483Herodotus, Historiae, 2, 53, 1; 1 (auctor c.484BC-425BC)
ἔνθεν δὲ ἐγένοντο ἕκαστος τῶν θεῶν, εἴτε αἰεὶ ἦσαν πάντες, ὁκοῖοί τε τινὲς τὰ εἴδεα, οὐκ ἠπιστέατο μέχρι οὗ πρώην τε καὶ χθὲς ὡς εἰπεῖν λόγῳ.
484Herodotus, Historiae, 2, 80, 2; 2 (auctor c.484BC-425BC)
τόδε μέντοι ἄλλοισι Ἑλλήνων οὐδαμοῖσι συμφέρονται· ἀντὶ τοῦ προσαγορεύειν ἀλλήλους ἐν τῇσι ὁδοῖσι προσκυνέουσι κατιέντες μέχρι τοῦ γούνατος τὴν χεῖρα.
485Herodotus, Historiae, 2, 99, 1; 1 (auctor c.484BC-425BC)
μέχρι μὲν τούτου ὄψις τε ἐμὴ καὶ γνώμη καὶ ἱστορίη ταῦτα λέγουσα ἐστί, τὸ δὲ ἀπὸ τοῦδε Αἰγυπτίους ἔρχομαι λόγους ἐρέων κατὰ τὰ ἤκουον· προσέσται δὲ αὐτοῖσί τι καὶ τῆς ἐμῆς ὄψιος.
486Herodotus, Historiae, 2, 113, 3; 4 (auctor c.484BC-425BC)
ὁ νόμος οὗτος διατελέει ἐὼν ὅμοιος μέχρι ἐμεῦ τῷ ἀπ' ἀρχῆς· τοῦ ὦν δὴ Ἀλεξάνδρου ἀπιστέαται θεράποντες πυθόμενοι τὸν περὶ τὸ ἱρὸν ἔχοντα νόμον, ἱκέται δὲ ἱζόμενοι τοῦ θεοῦ κατηγόρεον τοῦ Ἀλεξάνδρου, βουλόμενοι βλάπτειν αὐτόν, πάντα λόγον ἐξηγεύμενοι ὡς εἶχε περὶ τὴν Ἑλένην τε καὶ τὴν ἐς Μενέλεων ἀδικίην· κατηγόρεον δὲ ταῦτα πρός τε τοὺς ἱρέας καὶ τὸν στόματος τούτου φύλακον, τῷ οὔνομα ἦν Θῶνις.
487Herodotus, Historiae, 2, 124, 1; 1 (auctor c.484BC-425BC)
μέχρι μέν νυν Ῥαμψινίτου βασιλέος εἶναι ἐν Αἰγύπτῳ πᾶσαν εὐνομίην ἔλεγον καὶ εὐθηνέειν Αἴγυπτον μεγάλως, μετὰ δὲ τοῦτον βασιλεύσαντα σφέων Χέοπα ἐς πᾶσαν κακότητα ἐλάσαι.
488Herodotus, Historiae, 2, 124, 2; 3 (auctor c.484BC-425BC)
τοῖσι μὲν δὴ ἀποδεδέχθαι ἐκ τῶν λιθοτομιέων τῶν ἐν τῷ Ἀραβίῳ ὄρεϊ, ἐκ τουτέων ἕλκειν λίθους μέχρι τοῦ Νείλου· διαπεραιωθέντας δὲ τὸν ποταμὸν πλοίοισι τοὺς λίθους ἑτέροισι ἐπέταξε ἐκδέκεσθαι καὶ πρὸς τὸ Λιβυκὸν καλεύμενον ὄρος, πρὸς τοῦτο ἕλκειν.
489Herodotus, Historiae, 2, 154, 5; 7 (auctor c.484BC-425BC)
ἐξ ὧν δὲ ἐξανέστησαν χώρων, ἐν τούτοισι δὲ οἵ τε ὁλκοὶ τῶν νεῶν καὶ τὰ ἐρείπια τῶν οἰκημάτων τὸ μέχρι ἐμεῦ ἦσαν.
490Herodotus, Historiae, 2, 173, 1; 1 (auctor c.484BC-425BC)
τοιούτῳ μὲν τρόπῳ προσηγάγετο τοὺς Αἰγυπτίους ὥστε δικαιοῦν δουλεύειν, ἐχρᾶτο δὲ καταστάσι πρηγμάτων τοιῇδε· τὸ μὲν ὄρθριον μέχρι ὅτευ πληθούσης ἀγορῆς προθύμως ἔπρησσε τὰ προσφερόμενα πρήγματα, τὸ δὲ ἀπὸ τούτου ἔπινέ τε καὶ κατέσκωπτε τοὺς συμπότας καὶ ἦν μάταιός τε καὶ παιγνιήμων.
491Herodotus, Historiae, 2, 179, 1; 1 (auctor c.484BC-425BC)
ἦν δὲ τὸ παλαιὸν μούνη Ναύκρατις ἐμπόριον καὶ ἄλλο οὐδὲν Αἰγύπτου· εἰ δέ τις ἐς τῶν τι ἄλλο στομάτων τοῦ Νείλου ἀπίκοιτο, χρῆν ὀμόσαι μὴ μὲν ἑκόντα ἐλθεῖν, ἀπομόσαντα δὲ τῇ νηὶ αὐτῇ πλέειν ἐς τὸ Κανωβικόν· ἢ εἰ μή γε οἷά τε εἴη πρὸς ἀνέμους ἀντίους πλέειν, τὰ φορτία ἔδεε περιάγειν ἐν βάρισι περὶ τὸ Δέλτα, μέχρι οὗ ἀπίκοιτο ἐς Ναύκρατιν.
492Herodotus, Historiae, 2, 182, 1; 1 (auctor c.484BC-425BC)
ἀνέθηκε δὲ καὶ ἀναθήματα ὁ Ἄμασις ἐς τὴν Ἑλλάδα, τοῦτο μὲν ἐς Κυρήνην ἄγαλμα ἐπίχρυσον Ἀθηναίης καὶ εἰκόνας ἑωυτοῦ γραφῇ εἰκασμένην, τοῦτο δὲ τῇ ἐν Λίνδῳ Ἀθηναίῃ δύο τε ἀγάλματα λίθινα καὶ θώρηκα λίνεον ἀξιοθέητον, τοῦτο δ' ἐς Σάμον τῇ Ἥρῃ εἰκόνας ἑωυτοῦ διφασίας ξυλίνας, αἳ ἐν τῷ νηῷ τῷ μεγάλῳ ἱδρύατο ἔτι καὶ τὸ μέχρι ἐμεῦ, ὄπισθε τῶν θυρέων.
493Herodotus, Historiae, 3, 5, 3; 2 (auctor c.484BC-425BC)
ἀπὸ γὰρ Φοινίκης μέχρι οὔρων τῶν Καδύτιος πόλιος ἐστὶ Σύρων τῶν Παλαιστίνων καλεομένων· ἀπὸ δὲ Καδύτιος ἐούσης πόλιος, ὡς ἐμοὶ δοκέει, Σαρδίων οὐ πολλῷ ἐλάσσονος, ἀπὸ ταύτης τὰ ἐμπόρια τὰ ἐπὶ θαλάσσης μέχρι Ἰηνύσου πόλιος ἐστὶ τοῦ Ἀραβίου, ἀπὸ δὲ Ἰηνύσου αὖτις Σύρων μέχρι Σερβωνίδος λίμνης, παρ' ἣν δὴ τὸ Κάσιον ὄρος τείνει ἐς θάλασσαν· ἀπὸ δὲ Σερβωνίδος λίμνης, ἐν τῇ δὴ λόγος τὸν Τυφῶ κεκρύφθαι, ἀπὸ ταύτης ἤδη Αἴγυπτος.
494Herodotus, Historiae, 3, 10, 3; 3 (auctor c.484BC-425BC)
ἐπὶ Ψαμμηνίτου δὲ τοῦ Ἀμάσιος βασιλεύοντος Αἰγύπτου φάσμα Αἰγυπτίοισι μέγιστον δὴ ἐγένετο· ὕσθησαν γὰρ Θῆβαι αἱ Αἰγύπτιαι, οὔτε πρότερον οὐδαμὰ ὑσθεῖσαι οὔτε ὕστερον τὸ μέχρι ἐμεῦ, ὡς λέγουσι αὐτοὶ Θηβαῖοι· οὐ γὰρ δὴ ὕεται τὰ ἄνω τῆς Αἰγύπτου τὸ παράπαν· ἀλλὰ καὶ τότε ὕσθησαν αἱ Θῆβαι ψακάδι.
495Herodotus, Historiae, 3, 21, 3; 7 (auctor c.484BC-425BC)
« βασιλεὺς ὁ Αἰθιόπων συμβουλεύει τῷ Περσέων βασιλέι, ἐπεὰν οὕτω εὐπετέως ἕλκωσι τὰ τόξα Πέρσαι ἐόντα μεγάθεϊ τοσαῦτα, τότε ἐπ' Αἰθίοπας τοὺς μακροβίους πλήθεϊ ὑπερβαλλόμενον στρατεύεσθαι· μέχρι δὲ τούτου θεοῖσι εἰδέναι χάριν, οἳ οὐκ ἐπὶ νόον τρέπουσι Αἰθιόπων παισὶ γῆν ἄλλην προσκτᾶσθαι τῇ ἑωυτῶν.
496Herodotus, Historiae, 3, 31, 3; 4 (auctor c.484BC-425BC)
οἱ δὲ βασιλήιοι δικασταὶ κεκριμένοι ἄνδρες γίνονται Περσέων, ἐς οὗ ἀποθάνωσι ἤ σφι παρευρεθῇ τι ἄδικον, μέχρι τούτου· οὗτοι δὲ τοῖσι πέρσῃσι δίκας δικάζουσι καὶ ἐξηγηταὶ τῶν πατρίων θεσμῶν γίνονται, καὶ πάντα ἐς τούτους ἀνακέεται.
497Herodotus, Historiae, 3, 91, 1; 1 (auctor c.484BC-425BC)
ἀπὸ δὲ Ποσιδηίου πόλιος, τὴν Ἀμφίλοχος ὁ Ἀμφιάρεω οἴκισε ἐπ' οὔροισι τοῖσι Κιλίκων τε καὶ Σύρων, ἀρξάμενος ἀπὸ ταύτης μέχρι Αἰγύπτου, πλὴν μοίρης τῆς Ἀραβίων (ταῦτα γὰρ ἦν ἀτελέα) , πεντήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν.
498Herodotus, Historiae, 3, 93, 1; 1 (auctor c.484BC-425BC)
ἀπὸ Βακτριανῶν δὲ μέχρι Αἰγλῶν ἑξήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν· νομὸς δυωδέκατος οὗτος.
499Herodotus, Historiae, 3, 93, 1; 2 (auctor c.484BC-425BC)
ἀπὸ Πακτυϊκῆς δὲ καὶ Ἀρμενίων καὶ τῶν προσεχέων μέχρι τοῦ πόντου τοῦ Εὐξείνου τετρακόσια τάλαντα· νομὸς τρίτος καὶ δέκατος οὗτος.
500Herodotus, Historiae, 3, 96, 1; 2 (auctor c.484BC-425BC)
προϊόντος μέντοι τοῦ χρόνου καὶ ἀπὸ νήσων προσήιε ἄλλος φόρος καὶ τῶν ἐν τῇ Εὐρώπῃ μέχρι Θεσσαλίης οἰκημένων.