'μήπως' - search in All Authors, Showing 1 to 30 of 30 hits

1Agatho papa, Epistolae, 87, 1226A
Εἶτα ἠλπίζομεν ἀπὸ Βρεττανίας Θεόδωρον τὸν σύνδουλον ἡμῶν καὶ συνεπίσκοπον, τῆς μεγάλης νήσου Βρεττανίας ἀρχιεπίσκοπον καὶ φιλόσοφον, μετὰ ἄλλων ἐκεῖσε κατὰ τὸν τόπον διαγόντων, ἐκεῖθεν τῇ ἡμετέρᾳ ἑνωθῆναι μετριότητι, καὶ διαφόρους ταύτης τῆς συνόδου ἐπισκόπους ἐν διαφόροις κλίμασι τυγχάνοντας, ἵνα ἐξ ὅλης τῆς κοινότητος τῆς δουλικῆς ἡμῶν συνόδου ἡ ἡμετέρα ἀναφορὰ γενήσοιτο, μήπως ἐὰν μονομερῶς τὸ πραττόμενον γνωσθήσηται, τὸ μέρος λάθῃ· καὶ μάλιστα ἐπειδὴ ἐν μέσῳ τῶν ἐθνῶν τῶν τε Λογγοβάρδων, καὶ Σκλάβων, οὐ μὴν ἀλλὰ καὶ Φράγκων, Γότθων, καὶ Βρεττανῶν πλεῖστοι ἐκ τῶν συνδούλων ἡμῶν εἶναι γνωρίζονται, οἵτινες καὶ περὶ τούτου περιεργάζεσθαι οὐκ ἀφίστανται, ἵνα γνώσωνται, τί εἰς τὸ πρᾶγμα τῆς ἀποστολικῆς πίστεως πράττεται· οἵτινες ὁπόσον ὠφελῆσαι δύνανται, ἐπὰν ἐν τῇ συμφωνίᾳ τῆς πίστεως μεθ' ἡμῶν κρατῶνται, καὶ ἡμῖν ὁμοφωνῶσι, τοσοῦτον, ὅπερ ἀπέστω, ἐὰν σκάνδαλόν τί ποτε ἐν τῷ κεφαλαίῳ τῆς πίστεως ὑπομείνωσιν, εὑρίσκονται ἐχθροὶ καὶ ἐναντίοι.
2Agatho papa, Epistolae, 87, 1162B
Καὶ μήπως τινὰ τῶν ἀκουόντων ὁ οὕτως εὐσεβὴς διαλάθῃ σκοπὸς, ἢ ἀνθρωπίνη ὑποψία καταπτοήσῃ λόγιζομένων ἐξουσίᾳ ἡμᾶς εἶναι συνωθησθέντας, καὶ οὐχὶ πληρεστάτῃ γαληνότητι πρὸς τὸ ἀπολογήσασθαι περὶ τοῦ κηρύγματος τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως ὑπομνησθέντας, αἱ θειώδεις κεραῖαι πρὸς τὸν τῆς ἀποστολικῆς μνήμης Δῶνον τὸν ἀρχιερέα καὶ προηγησάμενον τὴν ἡμετέραν μετριότητα, πᾶσι τοῖς λαοῖς καὶ ἔθνεσι διὰ τῆς ἡμῶν διακονίας ἐφανεροποίησαν, καὶ πληροφοροῦσιν· ἅστινας κεραίας ἡ χάρις τοῦ ἁγίου Πνεύματος τῷ καλάμῳ τῆς βασιλικῆς γλώττης ἐκ τοῦ καθαροῦ τῆς καρδίας θησαυροῦ ὑπηγόρευσεν, ὑπομιμνησκούσας, καὶ μὴ καταθλιβούσας· ἀπολογουμένας καὶ μὴ καταφοβούσας· μὴ καταπονούσας, ἀλλὰ προτρεπούσας· πρὸς ταῦτα, ἅπερ εἰσὶ τοῦ Θεοῦ, κατὰ Θεὸν προτρεπούσας.
3Agatho papa, Epistolae, 87, 1171D
» Ὅπου τοιαύτη ἐπίκειται ποινὴ κολάσεως τοῖς στρεβλοῦσιν, ἢ παρασιωπῶσι τὴν ἀλήθειαν, πῶς οὐκ ἔστι φευκτέα ἡ ὑπεξαίρεσις ἀπὸ τῆς ἀληθείας τῆς Δεσποτικῆς πίστεως; Ὅθεν καὶ οἱ τῆς ἀποστολικῆς μνήμης οἱ προηγησάμενοι τὴν ἐμὴν μετριότητα ταῖς δεσποτικαῖς διδασκαλίαις κατηρτισμένοι, ἐξότου καινοτομίαν αἱρετικὴν εἰς τὴν τοῦ Χριστοῦ ἄμωμον Ἐκκλησίαν οἱ πρόεδροι τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας εἰσαγαγεῖν ἐπεχείρουν, οὐδέποτε ἠμέλησαν τούτους προτρέψασθαι, καὶ παρακαλοῦντες ὑπομνῆσαι, ἵνα ἀπὸ τοῦ φαύλου δόγματος τῆς αἱρετικῆς πλάνης κᾂν σιωπῶντες ἀποστήσωνται, μήπως ἐκ τούτου προοίμιον διαχωρισμοῦ ἐν τῇ ἑνώσει τῆς Ἐκκλησίας ποιήσωσιν, ἓν θέλημα, καὶ μίαν ἐνέργειαν τῶν δύο φύσεων διαβεβαιούμενοι ἐν τῷ ἑνὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ὅπερ καὶ οἱ Ἀρειανοὶ, καὶ οἱ Ἀπολλιναρισταὶ, καὶ οἱ Εὐτυχιανισταὶ, καὶ οἱ Τιμοθεανοὶ, καὶ οἱ Ἀκέφαλοι, οἱ Θεοδοσιανοὶ, καὶ οἱ Γαϊανῖται, καὶ πᾶσα παντελῶς αἱρετικὴ μανία, ἥ τε τῶν συγχεόντων, ἥ τε τῶν διαιρούντων τὸ μυστήριον τῆς Ἐνανθρωπήσεως τοῦ Χριστοῦ ἐδίδαξαν.
4Agatho papa, Epistolae, 87, 1178A
» Μήτι ἐκ τῆς φύσεως τοῦ Μονογενοῦς δυνήσεται τοῦτο λέγεσθαι; Ἀλλ' ἄνθρωπε, ὅστις νομίζεις στενάζειν τὴν φύσιν τοῦ Πνεύματος τοῦ ἁγίου, διὰ τί μὴ καὶ τὴν φύσιν τοῦ Θεοῦ Λόγου περίλυπον εἶναι εἴποις δύνασθαι; Πλὴν αὐτὸς, μήπως τι τοιοῦτον λεχθείη, οὐκ ἔφη· Περίλυπός εἰμι, εἰ καὶ τὰ μάλιστα εἰ καὶ τοῦτο εἰρήκει, οὐχὶ μὴ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου ἐχρῆν νοεῖσθαι, ἀλλά φησι· « Περίλυπός ἐστιν ἡ ψυχή μου, » ἣν ὡς ἄνθρωπος πάντως εἶχεν ἀνθρωπίνην, εἰ καὶ τὰ μάλιστα καὶ ἐν τούτῳ ὅ φησιν· « Οὐχ ὅπερ ἐγὼ θέλω, » ἄλλο ἑαυτὸν δείκνυσι θέλειν παρὰ τὸν Πατέρα, ὅπερ εἰ μὴ τῇ ἀνθρωπίνῃ καρδίᾳ οὐκ ἠδύνατο, ὁπόταν [ἴσ. ὁ πότε] τὴν ἡμετέραν ἀσθένειαν εἰς τὴν ἰδίαν οὐχὶ τὴν θείαν, ἀλλὰ τὴν ἀνθρωπίνην μετασχηματίσαι [ἴσ., μετεσχημάτιζε] διάθεσιν.
5Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621B
Εἰ τοίνυν εἶ τῆς καθολικῆς Ἐκκλησίας, ἑνώθητι, μήπως ξένην ὁδὸν τῷ βίῳ καινοτομῶν, πάθῃς ὑπὲρ οὐ προσδοκᾷς.
6Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0625C
Μήπως συνήθως οἱ ἐχθροὶ τῆς ἀληθείας, τἀναντία ταύτης διαφημίζοντες, ἐκταράξωσιν ὑμῶν τὰς καρδίας.
7Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0633C
Εἰ τοίνυν γυμνάζοντες τὰς γενομένας καινοτομίας ἐν τοῖς ἡμετέροις χρόνοις, εἰς τοῦτο καταντούσας αὐτὰς εὑρίσκομεν τὸ ἀκρότατον κακὸν, ὁρᾶτε μήπως εἰρήνην προφασιζόμενοι, τὴν ἀποστασίαν εὑρεθῶμεν νοσήσαντες, καὶ κηρύττοντες, ἣν πρόδρομον εἶπεν ἔσεσθαι τῆς τοῦ Ἀντιχρίστου παρουσίας ὁ θεῖος ἀπόστολος.
8Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 28; 26
πρόσεχε μήπως ὀλίσθῃς ἐν αὐτῇ, μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.
9Constantinus I, Epistolae, 8, 0498B (auctor c.272–337)
πόσος γάρ ἐστιν ἕκαστος, ὡς πραγμάτων οὕτω μεγάλων καὶ λίαν δυσχερῶν δύναμιν, ἢ πρὸς τὸ ἀκριβὲς συνιδεῖν, ἢ κατ' ἀξίαν ἑρμηνεῦσαι· εἰ δὲ καὶ τοῦτο τίς εὐχερῶς ποιεῖν νομισθείη, πόσον δή που μέρος τοῦ δήμου πείσει; ἢ τίς ταῖς τῶν τοιούτων ζητημάτων ἀκριβείαις, ἔξω τῆς ἐπικινδύνου παρολισθήσεως ἀντισταίη; οὐκοῦν ἐφεκτέον ἐστὶν ἐν τοῖς τοιούτοις τὴν πολυλογίαν, ἵνα μήπως ἢ τῇ ὑμῶν ἀσθενείᾳ τῆς φύσεως τὸ προταχθὲν ἑρμηνεῦσαι μὴ δυνηθέντων, ἢ τῇ τῶν ἀκροατῶν βραδυτέρᾳ συνέσει, πρὸς ἀκριβῆ τοῦ ῥηθέντος κατάληψιν ἐλθεῖν μὴ χωρησάντων.
10Flavius Constantinus, Epistola, 87, 1147D
Ἀλλ' ἐπεὶ ὡς ἄνθρωποι βουλευόμεθα, ὡς δὲ κελεύει ὁ Θεὸς πάντα ἀποτελεῖ· αὐτὸς γὰρ ἐπίσταται τὰ μέλλοντα, καὶ τὰ συμφέροντα ἡμῖν, οὕτως εὐδοκεῖ ἀποτελεῖν· ἐν εἰδήσει ποιούμεθα τὴν ὑμετέραν πατρικὴν μακαριότητα, ὡς προχειρισθεὶς Θεόδωρος ὁ ἁγιώτατος καὶ μακαριώτατος πατριάρχης τῆς θεοφυλάκτου ἡμῶν ταύτης καὶ βασιλίδος πόλεως ἀνήγαγε τῇ ἡμετέρᾳ γαλήνῃ, καὶ ὑφορᾶσθαι αὐτὸν στεῖλαι τὰ πρὸς συνήθειαν συνοδικὰ πρὸς τὴν ὑμετέραν πατρικὴν μακαριότητα, μήπως ἀπρόσδεκτα γένωνται, καθὼς καὶ τὰ ἐπὶ τῶν πρὸ αὐτοῦ πατριαρχῶν γεγόνασιν· ἀλλ' ὅτι μᾶλλον συνεῖδε προτρεπτικῇ ἐπιστολῇ χρήσασθαι πρὸς τὴν ὑμετέραν πατρικὴν μακαριοτητα, ἥν τινα καὶ ἔστειλε, καὶ ταύτης ἐν εἰδήσει πάντως γέγονεν ἡ ὑμετέρα πατρικὴ μακαριότης· καὶ οὐ συνείδομεν διὰ τῆς παρούσης ἡμῶν εὐσεβοῦς σάκρας περὶ τῆς τοιαύτης ἐπιστολῆς πολυλογίᾳ χρήσασθαι.
11Gregorius I, Dialogi, 77, 0186A (auctor 540-604)
Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος Νοννῶσος, μετὰ πολλῆς ταπεινοφροσύνης τοῦτο γενέσθαι ἐκώλυσε, μήπως τῶν ἀδελφῶν τῆς μονῆς ἐξερχομένων, ἐν ὅσῳ κέρδη ἐλαίου ζητοῦσι, ψυχικὴν ζημίαν ὑπομείνωσι.
12Gregorius I, Dialogi, 77, 0267D (auctor 540-604)
Φόβῳ δὲ καὶ δειλίᾳ συνείχοντο, μήπως τῇ πείνῃ καὶ τῇ δίψει ἐκλείψωσιν.
13Gregorius I, Prolegomena, 66, 0157D (auctor 540-604)
Βραδυτάτης οὖν ὥρας παρελθούσης, εἷπε πρὸς αὐτὸν ὁ συνοδοιπόρος· « Δεῦρο, ἀδελφὲ, γευσώμεθα, μήπως ἀτονήσωμεν ἐν τῇ ὁδῷ· » πρὸς ὃν ἀποκριθεὶς εἶπεν· « Ἀπέστω, ἀδελφὲ, οὐ μὴ ποιήσω τοῦτο, διότι πρὸς τὸν σεβάσμιον πατέρα Βενέδικτον νῆστις ἔχω συνήθειαν ἀπέρχεσθαι » Ταύτην τὴν ἀπόκρισιν δεξάμενος πρὸς ὀλίγον ἡσύχασεν· ὁδεύσαντος δὲ ὀλίγον τῆς ὁδοῦ διάστημα, πάλιν ὁ συνοδοιπόρος τοῦτον τροφῆς μεταλαβεῖν προετρέπετο, ὁ δὲ ὑπακοῦσαι τούτου οὐκ ἠνέσχετο, ἀλλὰ τὴν πορείαν νῆστις διήνυσε.
14Hieronymus Stridonensis, De viris illustribus, 23, 0636A (auctor 340-420)
Αἱ γὰρ ἀνομίαι αὐτῶν, παίδευσίς μοί ἐστι, ἀλλ' οὐ διὰ τούτο ἐδικαιώθην. Καὶ εἶθε ἀπολαύσω τῶν θηρίων τῶν ἐντρεπισθέντων (Sic) μοι, ἅτινα εὔχομαι ὀξύτατα εἶναί μοι εἰς ἀπώλειαν, καὶ ἐνδελεχίζειν εἰς τὴν ἐμὴν κατάβρωσιν, μήπως ὃν τρόπον ἐπὶ τῶν ἄλλων μαρτύρων, μὴ τολμήσωσι τοῦ σώματός μου ἅψασθαι.
15Hieronymus Stridonensis, De viris illustribus, 23, 0646B (auctor 340-420)
Πινυτὸς Κρήτης, Κνωσσοῦ τῆς πόλεως ἐπίσκοπος, ἔγραψε πρὸς Διονύσιον Κορίνθου ἐπίσκοπον πάνυ κομψὴν ἐπιστολὴν, ἐν ᾗ διδάσκει, οὐκ ἀεὶ δεῖν τοὺς λαοὺς γάλακτι τρέφεσθαι, μήπως ὡς νήπιοι τῇ ἐσχάτῃ καταληφθῶσιν ἡμέρᾳ, ἀλλὰ καὶ στερεῷ βρώματι, ἵνα εἰς πνευματικὸν προκόψωσι γῆρας.
16Hieronymus Stridonensis, De viris illustribus, 23, 0712C (auctor 340-420)
Ἀμβρόσιος, Μεδιολάνου ἐπίσκοπος, ἕως τῆς σήμερον ἑμέρας συγγράφεται καὶ ἐπείπερ περίεστι, τὴν ἐμὴν κρίσιν ἀναστέλλω, μήπως κολακείας μᾶλλον, ἢ ἀληθείας εὐθύνωμαι.
17Leo I, Epistolae, 54, 0940B (auctor 440-461)
Οἱ μέντοι γε τῆς προτέρας ἐν Ἐφέσῳ συνόδου, ἧς τινος ὁ τῆς ἁγίας μνήμης Κύριλλος τότε προήδρευε, κατὰ Νεστορίου ἰδικῶς ὅροι διαμνέτωσαν· μήπως ἡ τότε καταδικασθεῖσα δυσσέβεια, διὰ τοῦτο καθ' ὁτιοῦν ἑαυτὴν ἀπατήσῃ ὅτιπερ Εὐτυχὴς δικαίως ἀναθεματισθεὶς καταβέβληται.
18Leo II, Epistolae, 96, 0390B
Οὐκ ἄλλως τοίνυν τὴν συνέχουσαν νόσον τὰς Ἐκκλησίας τοῦ Θεοῦ θεραπεῦσαι διέγνωμεν, εἰ μήπως δὴ τοὺς τοῦ Θεοῦ μὲν ἱερεῖς καὶ θεράποντας, τῶν δὲ τοιούτων θεραπευτὰς εἰς ἐπίσκεψιν προτρεψόμεθα.
19Leo II, Epistolae, 96, 0410C
Διὸ καὶ τῷ τοῦ ἀναθέματος δόρατι ἀξίως ἐπλήγησαν, καὶ αἰωνίοις συνδεθέντες δεσμοῖς, μὴ βουλόμενοι μετανοῆσαι ἀνευλύτως ἀναφραγέντες κατέχονται· μήπως πάλιν διαναστάντες τῷ μιασμῷ τῆς οἰκείας λοιμοφθόρου διδασκαλίας, τῇ ἀχαλινώτῳ αὐτῶν τόλμῃ τινὰς τῶν ἁπλουστέρων μολύνωσιν· οἵτινες καὶ μέχρι τοῦ παρόντος ἐπιμόνως τῇ οἰκείᾳ αὐτῶν ἐνστάσει προσμεῖναι ἠθέλησαν, ἤπερ [εἴπερ] ἵνα πρὸς ἐπίγνωσιν τῆς ἀληθείας ὑποστρέψαντες σωθῶσι Τῇ γὰρ χρονίᾳ κακίᾳ ἐσκληρύνθη ἡ καρδία αὐτῶν· καὶ παρὰ πᾶσιν ἐφάνησαν συνειδήσει μᾶλλον, ἤπερ ἀγνοίᾳ ἐξολιθήσαντες, ὡς ἑκουσίως ἐπιμαχόμενοι τῇ ἀποστολικῇ ἀληθείᾳ· καὶ μᾶλλον τὴν ἑαυτῶν, ἤπερ τὴν τοῦ Θεοῦ δόξαν ἐπιζητοῦντες, ὁπόταν ὁ Κύριος ὑπομιμνήσκῃ τοὺς πλημμελοῦντας προτρέπων πρὸς διόρθωσιν μετανοίας.
20Markos monachos, Florilegium et opuscula, Florilegium, 15; 4 (auctor fl.1260)
Τοῦ ἁγίου Βαρσανουφίου – τίς ἐστιν ἡ ἀδιάλειπτος προσευχή, ἥτις καὶ ἔστι καὶ λέγεται καὶ νῆψις καὶ νοὸς προσοχή; Προσευχὴ ἀδιάλειπτός ἐστι τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα τοῦ κυρίου καὶ λέγειν οὕτως· «κύριε Ἰησοῦ Χριστέ, ὁ θεὸς ἡμῶν, ἐλέησόν με – υἱὲ τοῦ θεοῦ βοήθει μοι» καὶ τοῦτο ἀεὶ λέγειν διαπαντός· εἴτε κάθηταί τις, εἴτε περιπατεῖ, εἴτε ἐργάζεται, εἴτε τι ἕτερον ποιεῖ, εἴτε αὐτὴν τὴν χρείαν τοῦ σώματος, μὴ διακριθῇ προσεύχεσθαι – καὶ μάλιστα τότε δεῖ νήφειν, μήπως εἰσέλθῃ λογισμὸς οὐκ ἀγαθός.
21Markos monachos, Florilegium et opuscula, Florilegium, 19; 2 (auctor fl.1260)
Τοῦ ἁγίου Ἀντωνίου τοῦ μεγάλου Φησὶ καὶ ὁ μέγας Ἀντώνιος, ὅτι ὀφείλει ὁ θέλων σωθῆναι οὐ μόνον πάντα αἰσχρὸν λογισμὸν καὶ πᾶσαν ἐφάμαρτον πρᾶξιν, ἀλλὰ καὶ τὰ δοκοῦντα ἀγαθὰ καὶ πνευματικὰ καὶ αὐτὰ τὰ βαυκάλια τοῦ ὕδατος ὅσα πίνῃ πάντα ἀνατίθεσθαι τῷ πνευματικῷ αὐτοῦ πατρί, μήπως πταίει ἐν αὐτοῖς.
22Markos monachos, Florilegium et opuscula, Florilegium, 27; 6 (auctor fl.1260)
Σπουδάσωμεν προσεύχεσθαι μετὰ φόβου καὶ νήψεως, μήπως πολλάκις τὸν θεὸν αἰτῶμεν, ὧν αὐτὸς οὐκ ἀρέσκεται.
23Markos monachos, Florilegium et opuscula, Florilegium, 35; 6 (auctor fl.1260)
Ὁ δὲ τὸν βασιλέα καλῶν ἐλθεῖν πρὸς ἑαυτόν, ὀφείλει εἶναι ὅλος πνευματικός, ὅλος ἅγιος, μήπως, ἐλθὼν καὶ μὴ εὕρῃ τοιοῦτον, ἔξω που ἀπορρίψῃ ὡς ἀνέτοιμον καὶ ἀνάξιον.
24Markos monachos, Florilegium et opuscula, Epistola; 7 (auctor fl.1260)
Παρακαλῶ δέ σοι τοῦτο, ὅπως ἔχῃς ἀεὶ αὐτὸ ἐγκόλπιον· ἓν μέν, καθὼς καὶ προεγράψαμεν, ἵνα, κἄν τε ἀναγινώσκῃς τοῦτο κἄν τε μή, ἀπὸ τοῦ φέρειν ἀεὶ τοῦτο ἐγκόλπιον ἔχῃς ἀδιάλειπτον τὴν μνήμην τῶν ἐμαυτῷ γεγραμμένων ἁπάντων· ἄλλο δὲ μήπως παραρρίπτων αὐτὸ ἔνθεν καὶ ἔνθεν, εὑρών τις τῶν μεγάλων καὶ ἀσθενῶν ἀναγνῷ καὶ κινηθῇ κατὰ τῆς ἐμῆς οὐθενότητος, ὡς, ὅτι συμβουλευτικῶς λέγω σοι ἐξελθεῖν ἐκ τοῦ κόσμου, ὅπερ οὐδεὶς τῶν σῶν φιλτάτων οὐδὲ ἀκοῦσαι βούλεται, καὶ κατ᾿ ἐμοῦ κινηθῇ, καὶ ἀντὶ τοῦ καλῶς ἡμᾶς παθεῖν κακῶς ἀκουσόμεθα· καὶ οὐδὲν τοῦτο πρὸς ἡμᾶς, ἀλλὰ τὸν πειρασμὸν φεύγειν καλὸν καὶ πάνυ συντελοῦν τῇ ἀσθενείᾳ ἡμῶν κατὰ τὴν δεσποτικὴν παραίνεσιν, ἀλλὰ μηδὲ αὐτὴ δείξῃς τοῦτό τισι τῶν μὴ εἰδότων διακρίνειν τὴν τῶν γραφέντων δύναμιν.
25Markos monachos, Florilegium et opuscula, Sermo C, 9; 8 (auctor fl.1260)
Φυλάττου οὖν ἀσφαλῶς καὶ φοβοῦ καὶ ἀπόφευγε τὰς πολλὰς ὁμιλίας, ἐκ γὰρ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτία {Prv 10,19}, ὡς ἂν μήπως εἰς βόθρον ἐμπέσῃς τῶν παγίδων τοῦ ἐχθροῦ καὶ ἔσχατον ἀνόνητα μεταμεληθήσῃ {Prv 5,11}.
26Markos monachos, Florilegium et opuscula, Sermo C, 10; 2 (auctor fl.1260)
Εἰ πολλάκις σε ὀχλεῖ πονηρὸς λογισμός, μὴ ἀποκρύψῃς ἐξ αὐτοῦ, ἀλλ' ἀποκάλυψον ἐμφωλεύοντα καὶ θριάμβευσον, μήπως σε πλήξῃ καὶ δι' ἔργου θανατώσῃ.
27Markos monachos, Florilegium et opuscula, Sermo C, 19; 5 (auctor fl.1260)
Φύλαττέ σου τὰ ὦτα ἀπὸ κοσμικῶν διηγημάτων, μήπως λογισμοὺς σωρεύσῃς οὐκ ἀγαθούς.
28Markos monachos, Florilegium et opuscula, Sermo A, 1; 2 (auctor fl.1260)
{Ps 118,106} Ταῦτα οὖν καὶ τὰ τοιαῦτα καλῶς ἐνωτισθεῖσα, ὦ θεσπεσία μοι κεφαλή, ὡς ἀεὶ μετὰ τοῦ ἱεροψάλτου Δαυὶδ ταῦτα πρὸς κύριον ᾄδουσα, καὶ ἰδοῦσα ὡς – ὅτι ταῦτα πάντα ἐντολαὶ καὶ ἐπαγγελίαι θεοῦ εἰσιν – ἐκ πνεύματος ἁγίου ἐμπνευσθῆναι, καθὼς καὶ ἀλλαχοῦ λέγει, λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου {Ps 118,105}· καὶ φοβουμένη μήπως ἐκκλίνῃς ἔκ τινος δεσποτικῆς ἐντολῆς καὶ ὑπεύθυνος γενήσῃ, ἀλλὰ μᾶλλον σπουδάζουσα ἵνα μετὰ τῶν μακαριζομένων εὑρεθήσῃ – μακάριος, γάρ φησιν, ὁ φοβούμενος τὸν κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα {Ps 111,1} –, καὶ διὰ τοῦτο αἰτήσασα τῇ ἐμῇ οὐθενότητι εὐσύνοπτον λόγον σχεδιάσαι σοι, δι᾿ οὗ δυνήσῃ τοῦ μαθεῖν τί ποιῆσαι ὀφείλεις καὶ πῶς τὸν βίον σου καλῶς διάξεις ἕως τέλους, ἵνα καὶ τῆς ἐκ δεξιῶν στάσεως τῶν σῳζομένων ἐπιτύχῃς, καὶ ἐπεὶ ὁλοψύχως φροντίζεις περὶ τῆς σωτηρίας σου καὶ μετὰ πολλῆς πίστεως αἰτεῖς, φοβούμενος καὶ αὐτὸς ἐγὼ τῆς παρακοῆς τὸ ἐπιτίμιον, γράφω καθώς περ ἐκέλευσας.
29Markos monachos, Florilegium et opuscula, Sermo A, 11; 2 (auctor fl.1260)
Τῇ γὰρ ψυχῇ αὐτοῦ ἀγαθοποιεῖ πᾶς ἐλεήμων, ὁ δὲ ἀνελεήμων ἐξόλλυσιν {Prv 11,17}· καὶ λύτρον ψυχῆς ἀνθρώπου ὁ ἴδιος πλοῦτος {Prv 13,8}· ἐσκόρπισε, γάρ φησιν, ἔδωκε τοῖς πένησιν – ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος {Ps 111,9}· καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ· καὶ ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου· καὶ μὴ ἐπιτάξῃ τὸν ὑποδεέστερόν σου ἐν πικρίᾳ ψυχῆς· μὴ δῷς, γάρ φησι, τόπον ἀνθρώπῳ καταρᾶσθαι σε, καταρωμένου γὰρ ἐν πικρίᾳ ψυχῆς αὐτοῦ εἰσακούσεται αὐτόν {Sir 4,4-6}· ὁ γὰρ σκανδαλίσας, φησὶν ὁ κύριος, ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ συμφέρει, ἵνα μῦλος ὀνικὸς δεῇ ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῇ θαλάσσῃ {Mt 18,6}· λέγει δὲ καὶ ὁ προφήτης, ὡς ἐκ προσώπου τοῦ θεοῦ· οὐκ ἀποστερήσεις μισθὸν μισθωτοῦ σου {Sir 34,22}, ἀλλ' αὐθημερὸν ἀποδώσεις τὸν μισθὸν αὐτοῦ, καὶ οὐκ ἐπιδυέτω ὁ ἥλιος ἐπ᾿ αὐτῷ, ὅτι πένης ἐστὶ καὶ ἐπ᾿ αὐτῷ ἔχει τὴν ἐλπίδα, μήπως βοήσῃ κατὰ σοῦ πρὸς κύριον καὶ ἔσται σοι ἁμαρτία μεγάλη {Dt 24,15}.
30Martinus I, Epistolae, 87, 0157D
Τοῦτο δὲ σκοπήσει πάντως ἡ σὴ ἀγάπη, ἐν τοῖς παρ' αὐτῆς κυρουμένοις ἢ χειροτονουμένοις, μήπως πρὸς τῇ κατ' αὐτοὺς αἱρέσει τῇ καταργουμένῃ παρ' αὐτῶν διὰ τοῦ ἐπιδιδομένου λιβέλλου, καὶ ἕτερά τινα παραπτώματα τῷ κανόνι σεσημειωμένα κωλύει τούτων τὴν ἐπικύρωσιν ἢ τὴν χειροτονίαν.