'μαθητής' - search in All Authors, Showing 1 to 54 of 54 hits

1Agatho papa, Epistolae, 87, 1175D
Τὸ γὰρ ἀνθρώπινον, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος· τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον· ἧστινος σαφηνείας τί ἀληθέστερον δύναται γνωρισθῆναι; Πῶς γὰρ οὐκ ἐν αὐτῷ δύο θελήματα, τουτέστι θεῖον καὶ ἀνθρώπινον πιστῶς ἐπιγνωσθήσονται, ἐν ᾗ δύο φύσεις καὶ μετὰ τὴν ἀχώριστον ἕνωσιν συνοδικῷ κηρύγματι κηρύττονται; Καὶ Ἰωάννης γὰρ, ὃς ἐπὶ τὸ στῆθος τοῦ Κυρίου ἀνέπεσεν, ὁ ἀγαπητὸς μαθητὴς τὲν αὐτὴν περιοχὴν τούτοις σαφηνίζει τοῖς ῥήμασιν· « Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607A
καὶ μετὰ τοῦτον, τέταρτον ἄγουσι Γρηγόριον τὸν υἱὸν Φωτεινοῦ, λέγοντα· Ὅτι ἀπῆλθον εἰς τὸ κελλίον τοῦ ἀββᾶ Μαξίμου ἐν Ῥώμῃ, κᾀμου εἰπόντος, ὅτι καὶ ἱερεύς ἐστιν ὁ βασιλεὺς, εἰπεν ὁ ἀββᾶς, Ἀναστάσιος ὁ μαθητὴς αὐτοῦ· Μὴ ἀξιωθῇ εἶναι ἱερεύς.
3Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617B
Μετὰ δὲ πάσης παῤῥησίας εἶπεν ὁ μαθητὴς ἀφόβως πρὸς τὴν σύγκλητον· Κωνσταντῖνον εἰσάγετε ἐν σεκρέτῳ παλατίου; Οὗτος οὐκ ἔστιν οὔτε πρεσβύτερος, οὔτε μοναχὸς, ἀλλὰ τριβοῦνος θυμέλης· ἐγνωρίσθη Ἀφροῖς καὶ Ῥωμαίοις, ποῖα γύναικα βόσκων ἦλθεν ἐκεῖσε.
4Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619A
Καὶ σιωπησάντων αὐτῶν, λέγει αὐτῷ ὁ σακελλάριος· Διὰ τί ἀγαπᾷς τοὺς Ῥωμαίους, καὶ τοὺς Γραικοὺς μισεῖς; Ἀποκριθεὶς ὁ τοῦ Θεοῦ δοῦλος εἶπε· Παραγγελίαν ἔχομεν, τοῦ μὴ μισῆσαί τινα· ἀγαπῶ τοὺς Ῥωμαίους, ὡς ὁμοπίστους, τοὺς δὲ Γραικοὺς, ὡς ὁμογλώσσους· Καὶ πάλιν λέγει αὐτῷ ὁ σακελλάριος· Πόσων ἐτῶν λέγεις ἑαυτόν; Ἀπεκρίθη, οέ Καὶ λέγει αὐτῷ· Πόσους χρόνους ἔχει μετὰ σοῦ ὁ μαθητής σου; Ἀπεκρίθη, λζ'.
5Aristoteles, Ethica Eudemia, 7; 339 (auctor 384BC-322BC)
ὃ μὲν γὰρ διώκει ὡς [τὸν] ἡδὺν ἐπὶ τὸ συζῆν, ὃ δ' ἐκεῖνον ἐνίοτε ὡς χρήσιμον· ὅταν δὲ παύσηται τοῦ ἐρᾶν, ἄλλου γινομένου ἄλλος γίνεται, καὶ τότε λογίζονται παντί τινος, καὶ ὡς Πύθων καὶ Παμμένης διεφέροντο καὶ ὡς διδάσκαλος καὶ μαθητής (ἐπιστήμη γὰρ καὶ χρήματα οὐχ ἑνὶ μετρεῖται) , καὶ ὡς Ἡρόδικος ὁ ἰατρὸς πρὸς τὸν ἀποδιδόντα μικρὸν τὸν μισθόν, καὶ ὡς ὁ κιθαρῳδὸς καὶ ὁ βασιλεύς.
6Aristoteles, Metaphysica, 1, 5; 13 (auctor 384BC-322BC)
Παρμενίδης μὲν γὰρ ἔοικε τοῦ κατὰ τὸν λόγον ἑνὸς ἅπτεσθαι, Μέλισσος δὲ τοῦ κατὰ τὴν ὕλην (διὸ καὶ ὁ μὲν πεπερασμένον ὁ δ' ἄπειρόν φησιν εἶναι αὐτό) · Ξενοφάνης δὲ πρῶτος τούτων ἑνίσας (ὁ γὰρ Παρμενίδης τούτου λέγεται γενέσθαι μαθητής) οὐθὲν διεσαφήνισεν, οὐδὲ τῆς φύσεως τούτων οὐδετέρας ἔοικε θιγεῖν, ἀλλ' εἰς τὸν ὅλον οὐρανὸν ἀποβλέψας τὸ ἓν εἶναί φησι τὸν θεόν.
7Biblia, Novum testamentum graece, Mt, 10; 24
Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.
8Biblia, Novum testamentum graece, Lc, 6; 40
οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.
9Biblia, Novum testamentum graece, Lc, 14; 26
Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής.
10Biblia, Novum testamentum graece, Lc, 14; 27
ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου οὐ δύναται εἶναί μου μαθητής.
11Biblia, Novum testamentum graece, Lc, 14; 33
οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής.
12Biblia, Novum testamentum graece, Io, 9; 28
καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον, Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί·
13Biblia, Novum testamentum graece, Io, 18; 15
Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως,
14Biblia, Novum testamentum graece, Io, 18; 16
ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.
15Biblia, Novum testamentum graece, Io, 19; 27
εἶτα λέγει τῷ μαθητῇ, Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια.
16Biblia, Novum testamentum graece, Io, 19; 38
Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ.
17Biblia, Novum testamentum graece, Io, 20; 3
Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.
18Biblia, Novum testamentum graece, Io, 20; 4
ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον,
19Biblia, Novum testamentum graece, Io, 20; 8
τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν·
20Biblia, Novum testamentum graece, Io, 21; 7
λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν·
21Biblia, Novum testamentum graece, Io, 21; 23
ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει, ἀλλ’, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι [, τί πρὸς σέ];
22Biblia, Novum testamentum graece, Io, 21; 24
Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν.
23Biblia, Novum testamentum graece, Act, 9; 10
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος, Ἁνανία. ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, κύριε.
24Biblia, Novum testamentum graece, Act, 9; 26
Παραγενόμενος δὲ εἰς Ἰερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
25Biblia, Novum testamentum graece, Act, 16; 1
Κατήντησεν δὲ εἰς Δέρβην καὶ εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς πατρὸς δὲ Ἕλληνος,
26Goldastus, Notae, 80, 0317B
Sic mathita μαθητής Waldrammus ad Dadon: Mathitae fido praesens didascalus esto; Μαθητῇ πιστῷ παρὼν διδάσκαλος ἔστω.
27Gregorius I, Dialogi, 77, 0155C (auctor 540-604)
Τοῦτο δὲ συμβαίνει εἰς τελείους ἄνδρας, ὧν ἡ τῆς ζωῆς ἐλευθερία, ἐν τῷ ὑποδείγματι τῶν ἀσθενεστέρων καταπεσεῖν οὐ δύναται, ἵνα μή τις ἑαυτὸν ὁμοίως πνεύματος ἁγίου πεπληρωμένον εἶναι νομίσας, μαθητὴς ἀνθρώπου γενέσθαι παρακρούσηται, καὶ πλάνης διδάσκαλος γένηται.
28Herodotus, Historiae, 4, 77, 1; 1 (auctor c.484BC-425BC)
καίτοι τινὰ ἤδη ἤκουσα λόγον ἄλλον ὑπὸ Πελοποννησίων λεγόμενον, ὡς ὑπὸ τοῦ Σκυθέων βασιλέος Ἀνάχαρσις ἀποπεμφθεὶς τῆς Ἑλλάδος μαθητὴς γένοιτο, ὀπίσω τε ἀπονοστήσας φαίη πρὸς τὸν ἀποπέμψαντα Ἕλληνας πάντας ἀσχόλους εἶναι ἐς πᾶσαν σοφίην πλὴν Λακεδαιμονίων, τούτοισι δὲ εἶναι μούνοισι σωφρόνως δοῦναι τε καὶ δέξασθαι λόγον.
29Hieronymus Stridonensis, De viris illustribus, 23, 0610A (auctor 340-420)
Ἀλλὰ καὶ τὸ κατagr; Μάρκον Εὐαγγέλιον, ὃς μαθητὴς αὐτοῦ καὶ ἑρμηνευτὴς ἐγένετο, τούτου λέγεται εἶναι.
30Hieronymus Stridonensis, De viris illustribus, 23, 0622B (auctor 340-420)
Μάρκος μαθητὴς καὶ ἑρμηνευτὴς Πέτρου, καθὼς τοῦ Πέτρου ἐξηγουμένου ἀκήκοε, παρακληθεὶς ἐν τῇ Ῥώμῃ παρὰ τῶν ἀδελφῶν, βραχὺ συνέταξεν Εὐαγγέλιον, ᾧπερ ἐντυχὼν Πέτρος ἐδοκίμασε, καὶ τῇ Ἐκκλησία ἀναγνωσθησόμενον αὐθεντίσας ἐξέδωκε, καθὰ συνεγράψατο Κλήμης ἐν τῷ ἕκτῳ τῶν Υποτυπώσεων λόγῳ, καὶ Παπίας Ἱεραπολίτης Ἐπίσκοπος.
31Hieronymus Stridonensis, De viris illustribus, 23, 0630A (auctor 340-420)
Λούκιος Ἄννεως Σενέκας Κορδουβήνσιος, Σωτίωνος Στωϊκοῦ μαθητὴς, καὶ θεῖος πρὸς πατρὸς Λουκανοῦ τοῦ ποιητοῦ, πανὺ ἐγκρατὴς, ὃν οὐ πάντως κατηρίθμουν ἐν τῷ καταλόγῳ τῶν ἁγίων, εἰ μὴ αἱ ἐπιστολαὶ τούτου προὔτρεπον, αἱ παρὰ πολλῶν ἀναγινωσκόμεναι Παύλου πρὸς Σενέκαν καὶ Σενέκα πρὸς Παῦλον.
32Hieronymus Stridonensis, De viris illustribus, 23, 0636A (auctor 340-420)
Νῦν ἄρχομαι εἶναι μαθητὴς, οὐδὲν τούτων τῶν ὁρωμένων ἐπιθυμῶ, ἵνα τὸν Ἰησοῦν Χριστὸν εὕρω.
33Hieronymus Stridonensis, De viris illustribus, 23, 0636B (auctor 340-420)
Πολύκαρπος Ἰωάννου Ἀποστόλου μαθητὴς, καὶ παρ' αὐτοῦ τῆς Σμυρναίων Ἐπίσκοπος κατασταθεὶς, πάσης τῆς Ἀσίας ἀρχηγὸς γέγονε, διὰ τὸ πολλοῖς τῶν Ἀποστόλων καὶ τῶν τὸν Χριστὸν ἑωρακότων συντετυχηκέναι, καὶ διδασκάλους ἐσχηκέναι.
34Hieronymus Stridonensis, De viris illustribus, 23, 0638B (auctor 340-420)
Κουαδράτος τῶν Ἀποστόλων μαθητὴς, παθάντος Πουβλίου Ἀθηναίων Ἐπισκόπου ὑπὲρ τοῦ Χριστοῦ, εἰς τὸν αὐτὸν τόπον ὑπεισέρχεται, καὶ τὴν ἐκκλησίαν ἐν μεγάλῃ ταραχῇ διασκορπισθεῖσαν συνάγει.
35Hieronymus Stridonensis, De viris illustribus, 23, 0640A (auctor 340-420)
Ἀριστείδης Ἀθηναίων φιλόσοφος εὐφραδὴς, καὶ κατὰ τὴν προτέραν διαγωγὴν, μαθητὴς Ἰησοῦ Χριστοῦ, τεῦχος δόγματος ἡμετέρου ἀνάμεστον λογισμοῦ, κατ' ἐκεῖνο καιροῦ ἐν ᾧ καὶ Κουαδράτος, Ἀδριανῷ τῷ βασιλεῖ ἐπέδωκε, τουτέστιν, ἀπολογητικὸν ὑπὲρ τῶν Χριστιανῶν, ὅπερ ἄχρι τοῦ παρόντος παρὰ τοῖς φιλολόγοις σώζεται.
36Hieronymus Stridonensis, De viris illustribus, 23, 0644A (auctor 340-420)
Μελίτων Ἀσιανὸς, Σαρδέων, Ἐπίσκοπος βίβλον βασιλεῖ Μάρκῳ Ἀντωνίνῳ Βήρῳ, ὃς Φρόντωνος τοῦ ῥήτορος μαθητὴς ἐγεγόνει, ὑπὲρ τοῦ τῶν χριστιανῶν δόγματος ἐπέδωκεν.
37Hieronymus Stridonensis, De viris illustribus, 23, 0650A (auctor 340-420)
Ὡμολόγηται δὲ Πολυκάρπου, οὗτινος προεμνήσθημεν, γεγενῆσθαι μαθητής.
38Hieronymus Stridonensis, De viris illustribus, 23, 0688B (auctor 340-420)
Φιρμιανὸς, ὁ καὶ Λακτάντιος, Ἀρνοβίου μαθητὴς ἐπὶ Διοκλετιανοῦ βασιλέως μετασταλεὶς μετὰ Φλαβίου Γραμματικοῦ, οὗτινος περὶ Ἰατρικῶν εἴσι δι' ἐπῶν συγγραφαὶ, ἐν Νικομηδείᾳ τὴν ῥητορικὴν ἐδίδαξε, καὶ τῇ πενίᾳ τῶν μαθητῶν, μάλιστα διὰ Ἑλληνικὴν πόλιν, εἰς συγγράμματα ἑαυτὸν μεθῆκεν.
39Hieronymus Stridonensis, De viris illustribus, 23, 0704B (auctor 340-420)
Φωτεινὸς, ἀπὸ τῆς Γαλλογραικίας, Μαρκέλλου μαθητὴς, Σιρμίου ἐπίσκοπος, τὴν τῶν Ἑβιωνιτῶν αἵρεσιν ἀνανεῶσαι ἐπεχείρησεν, ὕστερον παρὰ Βαλεντινιανοῦ βασιλέως ἐξεώθη τῆς Ἐκκλησίας· πολλὰ συντάξας τεύχη, ἀφ' ὧν εἰσιν ἐξαίρετοι κατὰ τῶν Ἐθνῶν, καὶ πρὸς Βαλεντινιανὸν λόγοι.
40Markos monachos, Florilegium et opuscula, Florilegium, 1; 2 (auctor fl.1260)
Ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου Φησὶ γὰρ ὁ κύριος· ὁ βαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον καὶ στρεφόμενος εἰς τὰ ὀπίσω οὐκ ἔστιν εὔθετος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· {Lc 9,62} καὶ εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου μαθητὴς εἶναι· καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής· καὶ πάλιν λέγει πᾶς οὖν, ὅστις ἐξ ὑμῶν οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής {Lc 14,33}.
41Plato, Convivium, p1, 197; 1 (auctor c.425BC-347BC)
μὲν δὴ τήν γε τῶν ζῴων ποίησιν πάντων τίς ἐναντιώσεται μὴ οὐχὶ Ἔρωτος εἶναι σοφίαν, ᾗ γίγνεταί τε καὶ φύεται πάντα τὰ ζῷα· ἀλλὰ τὴν τῶν τεχνῶν δημιουργίαν οὐκ ἴσμεν, ὅτι οὗ μὲν ἂν ὁ θεὸς οὗτος διδάσκαλος γένηται, ἐλλόγιμος καὶ φανὸς ἀπέβη, οὗ δ' ἂν Ἔρως μὴ ἐφάψηται, σκοτεινός· τοξικήν γε μὴν καὶ ἰατρικὴν καὶ μαντικὴν Ἀπόλλων ἀνηῦρεν ἐπιθυμίας καὶ ἔρωτος ἡγεμονεύσαντος, ὥστε καὶ οὗτος Ἔρωτος ἂν εἴη μαθητής, καὶ Μοῦσαι μουσικῆς καὶ Ἥφαιστος χαλκείας καὶ Ἀθηνᾶ ἱστουργίας καὶ Ζεὺς κυβερνᾶν θεῶν τε καὶ ἀνθρώπων υνκνοων .
42Plato, Epistolae, 1l, 360; 5 (auctor c.425BC-347BC)
ἔστι δὲ ὄνομα μὲν Ἑλίκων, τὸ δὲ γένος ἐκ Κυζίκου, μαθητὴς δὲ Εὐδόξου καὶ περὶ πάντα τὰ ἐκείνου πάνυ χαριέντως ἔχων· ἔτι δὲ καὶ τῶν Ἰσοκράτους μαθητῶν τῳ συγγέγονεν καὶ Πολυξένῳ τῶν Βρύσωνός τινι ἑταίρων.
43Plato, Euthyphro, p1, 5; 2 (auctor c.425BC-347BC)
Σωκράτης ἆρ' οὖν μοι, ὦ θαυμάσιε Εὐθύφρων, κράτιστόν ἐστι μαθητῇ σῷ γενέσθαι, καὶ πρὸ τῆς γραφῆς τῆς πρὸς Μέλητον αὐτὰ ταῦτα προκαλεῖσθαι αὐτόν, λέγοντα ὅτι ἔγωγε καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ τὰ θεῖα περὶ πολλοῦ ἐποιούμην εἰδέναι, καὶ νῦν ἐπειδή με ἐκεῖνος αὐτοσχεδιάζοντά φησι καὶ καινοτομοῦντα περὶ τῶν θείων ἐξαμαρτάνειν, μαθητὴς δὴ γέγονα σός – «καὶ εἰ μέν, ὦ Μέλητε,» φαίην ἄν, «Εὐθύφρονα ὁμολογεῖς σοφὸν εἶναι τὰ τοιαῦτα, [καὶ] ὀρθῶς νομίζειν καὶ ἐμὲ ἡγοῦ καὶ μὴ δικάζου· εἰ δὲ μή, ἐκείνῳ τῷ διδασκάλῳ λάχε δίκην πρότερον ἢ ἐμοί, ὡς τοὺς πρεσβυτέρους διαφθείροντι ἐμέ τε καὶ τὸν αὑτοῦ πατέρα, ἐμὲ μὲν διδάσκοντι, ἐκεῖνον δὲ νουθετοῦντί τε καὶ κολάζοντι» – καὶ ἂν μή μοι πείθηται μηδὲ ἀφίῃ τῆς δίκης ἢ ἀντ' ἐμοῦ γράφηται σέ, αὐτὰ ταῦτα λέγειν ἐν τῷ δικαστηρίῳ ἃ προυκαλούμην αὐτόν· Εὐθύφρων ναὶ μὰ Δία, ὦ Σώκρατες, εἰ ἄρα ἐμὲ ἐπιχειρήσειε γράφεσθαι, εὕροιμ' ἄν, ὡς οἶμαι, ὅπῃ σαθρός ἐστιν, καὶ πολὺ ἂν ἡμῖν πρότερον περὶ ἐκείνου λόγος ἐγένετο ἐν τῷ δικαστηρίῳ ἢ περὶ ἐμοῦ.
44Plato, Euthyphro, p1, 5; 3 (auctor c.425BC-347BC)
Σωκράτης καὶ ἐγώ τοι, ὦ φίλε ἑταῖρε, ταῦτα γιγνώσκων μαθητὴς ἐπιθυμῶ γενέσθαι σός, εἰδὼς ὅτι καὶ ἄλλος πού τις καὶ ὁ Μέλητος οὗτος σὲ μὲν οὐδὲ δοκεῖ ὁρᾶν, ἐμὲ δὲ οὕτως ὀξέως [ἀτεχνῶς] καὶ ῥᾳδίως κατεῖδεν ὥστε ἀσεβείας ἐγράψατο.
45Plato, Gorgias, p1, 455; 8 (auctor c.425BC-347BC)
καὶ ἐμὲ νῦν νόμισον καὶ τὸ σὸν σπεύδειν· ἴσως γὰρ καὶ τυγχάνει τις τῶν ἔνδον ὄντων μαθητής σου βουλόμενος γενέσθαι, ὡς ἐγώ τινας σχεδὸν καὶ συχνοὺς αἰσθάνομαι, οἳ ἴσως αἰσχύνοιντ' ἄν σε ἀνερέσθαι.
46Plato, Laches, p1, 186; 10 (auctor c.425BC-347BC)
τοῦτο οὖν σου ἐγὼ ἀντιδέομαι, ὦ Λυσίμαχε· καθάπερ ἄρτι Λάχης μὴ ἀφίεσθαί σε ἐμοῦ διεκελεύετο ἀλλὰ ἐρωτᾶν, καὶ ἐγὼ νῦν παρακελεύομαί σοι μὴ ἀφίεσθαι Λάχητος μηδὲ Νικίου, ἀλλ' ἐρωτᾶν λέγοντα ὅτι ὁ μὲν Σωκράτης οὔ φησιν ἐπαΐειν περὶ τοῦ πράγματος οὐδ' ἱκανὸς εἶναι διακρῖναι ὁπότερος ὑμῶν ἀληθῆ λέγει – οὔτε γὰρ εὑρετὴς οὔτε μαθητὴς οὐδενὸς περὶ τῶν τοιούτων γεγονέναι – σὺ δ', ὦ Λάχης καὶ Νικία, εἴπετον ἡμῖν ἑκάτερος τίνι δὴ δεινοτάτῳ συγγεγόνατον περὶ τῆς τῶν νέων τροφῆς, καὶ πότερα μαθόντε παρά του ἐπίστασθον ἢ αὐτὼ ἐξευρόντε, καὶ εἰ μὲν μαθόντε,
47Plato, Leges, 1a, 659; 2 (auctor c.425BC-347BC)
οὔτε γὰρ παρὰ θεάτρου δεῖ τόν γε ἀληθῆ κριτὴν κρίνειν μανθάνοντα, καὶ ἐκπληττόμενον ὑπὸ θορύβου τῶν πολλῶν καὶ τῆς αὑτοῦ ἀπαιδευσίας, οὔτ' αὖ γιγνώσκοντα δι' ἀνανδρίαν καὶ δειλίαν ἐκ ταὐτοῦ στόματος οὗπερ τοὺς θεοὺς ἐπεκαλέσατο μέλλων κρίνειν, ἐκ τούτου ψευδόμενον ἀποφαίνεσθαι ῥᾳθύμως τὴν κρίσιν· οὐ γὰρ μαθητὴς ἀλλὰ διδάσκαλος, ὥς γε τὸ δίκαιον, θεατῶν μᾶλλον ὁ κριτὴς καθίζει, καὶ ἐναντιωσόμενος τοῖς τὴν ἡδονὴν μὴ προσηκόντως μηδὲ ὀρθῶς ἀποδιδοῦσι θεαταῖς.
48Plato, Lysis, p1, 211; 13 (auctor c.425BC-347BC)
οὐ ῥᾴδιον· δεινὸς γὰρ ὁ ἄνθρωπος, Κτησίππου μαθητής.
49Plato, Menon, p1, 90; 9 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν καὶ περὶ αὐλήσεως καὶ τῶν ἄλλων τὰ αὐτὰ ταῦτα· πολλὴ ἄνοιά ἐστι βουλομένους αὐλητήν τινα ποιῆσαι παρὰ μὲν τοὺς ὑπισχνουμένους διδάξειν τὴν τέχνην καὶ μισθὸν πραττομένους μὴ ἐθέλειν πέμπειν, ἄλλοις δέ τισιν πράγματα παρέχειν, ζητοῦντα μανθάνειν παρὰ τούτων, οἳ μήτε προσποιοῦνται διδάσκαλοι εἶναι μήτ' ἔστιν αὐτῶν μαθητὴς μηδεὶς τούτου τοῦ μαθήματος ὃ ἡμεῖς ἀξιοῦμεν μανθάνειν παρ' αὐτῶν ὃν ἂν πέμπωμεν.
50Plato, Phaedo, p1, 99; 5 (auctor c.425BC-347BC)
ἐγὼ μὲν οὖν τῆς τοιαύτης αἰτίας ὅπῃ ποτὲ ἔχει μαθητὴς ὁτουοῦν ἥδιστ' ἂν γενοίμην· ἐπειδὴ δὲ ταύτης ἐστερήθην καὶ οὔτ' αὐτὸς εὑρεῖν οὔτε παρ' ἄλλου μαθεῖν οἷός τε ἐγενόμην, τὸν δεύτερον πλοῦν ἐπὶ τὴν τῆς αἰτίας ζήτησιν ᾗ πεπραγμάτευμαι βούλει σοι, ἔφη, ἐπίδειξιν ποιήσωμαι, ὦ Κέβης· ὑπερφυῶς μὲν οὖν, ἔφη, ὡς βούλομαι.
51Plato, Protagoras, p1, 341; 2 (auctor c.425BC-347BC)
σὺ δὲ ἄλλων πολλῶν ἔμπειρος ὢν ταύτης ἄπειρος εἶναι φαίνῃ, οὐχ ὥσπερ ἐγὼ ἔμπειρος διὰ τὸ μαθητὴς εἶναι Προδίκου τουτουΐ· καὶ νῦν μοι δοκεῖς οὐ μανθάνειν ὅτι καὶ τὸ «χαλεπὸν» τοῦτο ἴσως οὐχ οὕτως Σιμωνίδης ὑπελάμβανεν ὥσπερ σὺ ὑπολαμβάνεις, ἀλλ' ὥσπερ περὶ τοῦ «δεινοῦ» Πρόδικός με οὑτοσὶ νουθετεῖ ἑκάστοτε, ὅταν ἐπαινῶν ἐγὼ ἢ σὲ ἢ ἄλλον τινὰ λέγω ὅτι Πρωταγόρας σοφὸς καὶ δεινός ἐστιν ἀνήρ, ἐρωτᾷ εἰ οὐκ αἰσχύνομαι τἀγαθὰ δεινὰ καλῶν.
52Plato, Respublica, 1i, 618; 5 (auctor c.425BC-347BC)
ἔνθα δή, ὡς ἔοικεν, ὦ φίλε Γλαύκων, ὁ πᾶς κίνδυνος ἀνθρώπῳ, καὶ διὰ ταῦτα μάλιστα ἐπιμελητέον ὅπως ἕκαστος ἡμῶν τῶν ἄλλων μαθημάτων ἀμελήσας τούτου τοῦ μαθήματος καὶ ζητητὴς καὶ μαθητὴς ἔσται, ἐάν ποθεν οἷός τ' ᾖ μαθεῖν καὶ ἐξευρεῖν τίς αὐτὸν ποιήσει δυνατὸν καὶ ἐπιστήμονα, βίον καὶ χρηστὸν καὶ πονηρὸν διαγιγνώσκοντα, τὸν βελτίω ἐκ τῶν δυνατῶν ἀεὶ πανταχοῦ αἱρεῖσθαι· ἀναλογιζόμενον πάντα τὰ νυνδὴ ῥηθέντα καὶ συντιθέμενα ἀλλήλοις καὶ διαιρούμενα πρὸς ἀρετὴν βίου πῶς ἔχει, εἰδέναι τί κάλλος πενίᾳ ἢ πλούτῳ κραθὲν καὶ μετὰ ποίας τινὸς ψυχῆς ἕξεως κακὸν ἢ ἀγαθὸν ἐργάζεται, καὶ τί εὐγένειαι καὶ δυσγένειαι καὶ ἰδιωτεῖαι καὶ ἀρχαὶ καὶ ἰσχύες καὶ ἀσθένειαι καὶ εὐμαθίαι καὶ δυσμαθίαι καὶ πάντα τὰ τοιαῦτα τῶν φύσει περὶ ψυχὴν ὄντων καὶ τῶν ἐπικτήτων τί συγκεραννύμενα πρὸς ἄλληλα ἐργάζεται, ὥστε ἐξ ἁπάντων αὐτῶν δυνατὸν εἶναι συλλογισάμενον αἱρεῖσθαι, πρὸς τὴν τῆς ψυχῆς φύσιν ἀποβλέποντα, τόν τε χείρω καὶ τὸν ἀμείνω βίον, χείρω μὲν καλοῦντα ὃς αὐτὴν ἐκεῖσε ἄξει, εἰς τὸ ἀδικωτέραν γίγνεσθαι, ἀμείνω δὲ ὅστις εἰς τὸ δικαιοτέραν.
53Plato, Sophistes, p1, 233; 6 (auctor c.425BC-347BC)
δῆλον γὰρ ὡς εἰ μήτε ἀντέλεγον ὀρθῶς μήτε ἐκείνοις ἐφαίνοντο, φαινόμενοί τε εἰ μηδὲν αὖ μᾶλλον ἐδόκουν διὰ τὴν ἀμφισβήτησιν εἶναι φρόνιμοι, τὸ σὸν δὴ τοῦτο, σχολῇ ποτ' ἂν αὐτοῖς τις χρήματα διδοὺς ἤθελεν ἂν τούτων αὐτῶν μαθητὴς γίγνεσθαι.
54Plato, Theaetetus, p1, 180; 6 (auctor c.425BC-347BC)
Θεόδωρος ποίοις μαθηταῖς, ὦ δαιμόνιε· οὐδὲ γίγνεται τῶν τοιούτων ἕτερος ἑτέρου μαθητής, ἀλλ' αὐτόματοι ἀναφύονται ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθουσιάσας, καὶ τὸν ἕτερον ὁ ἕτερος οὐδὲν ἡγεῖται εἰδέναι.