'μακράν' - search in All Authors, Showing 1 to 159 of 159 hits

1Aristoteles, Categoriae, 8; 22 (auctor 384BC-322BC)
Εἴτε γὰρ ἐν τῇ κατὰ φύσιν συστάσει ὠχρότης ἢ μελανία γεγένηται, ποιότητες λέγονται (ποιοὶ γὰρ κατὰ ταύτας λεγόμεθα), εἴτε διὰ νόσον μακρὰν ἢ διὰ καῦμα τὸ αὐτὸ τοῦτο συμβέβηκεν ὠχρότης ἢ μελανία, καὶ μὴ ῥᾳδίως ἀποκαθίστανται ἢ καὶ διὰ βίου παραμένουσι, ποιότητες καὶ αὐταὶ λέγονται· ὁμοίως γὰρ ποιοὶ κατὰ ταύτας λεγόμεθα.
2Aristoteles, De arte poetica, 24; 16 (auctor 384BC-322BC)
Διό οὐδείς μακράν σύστασιν ἐν ἄλλῳ πεποίηκεν ἢ τῷ ἡρῴῳ, ἀλλ᾿ ὥσπερ εἴπομεν, αὐτή ἡ φύσις διδάσκει τό ἁρμόττον αὐτῇ διαιρεῖσθαι.
3Aristoteles, De caelo, 2, 8, 6; 15 (auctor 384BC-322BC)
Ἔτι δὲ πάντα μὲν εὔλογον τὴν αὐτὴν κίνησιν κινεῖσθαι, μόνος δὲ δοκεῖ τῶν ἄστρων ὁ ἥλιος τοῦτο δρᾶν ἀνατέλλων καὶ δύνων, καὶ οὗτος οὐ δι´ αὑτὸν ἀλλὰ διὰ τὴν ἀπόστασιν τῆς ἡμετέρας ὄψεως· ἡ γὰρ ὄψις ἀποτεινομένη μακρὰν ἑλίσσεται διὰ τὴν ἀσθένειαν.
4Aristoteles, De generatione animalium, 1, 7; 2 (auctor 384BC-322BC)
ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν μέγα τὸ αἰδοῖον ἐχόντων· ἀγονώτεροι γάρ εἰσι τῶν μετριαζόντων διὰ τὸ μὴ γόνιμον εἶναι τὸ σπέρμα τὸ ψυχρόν, ψύχεσθαι δὲ τὸ φερόμενον λίαν μακράν.
5Aristoteles, De generatione animalium, 1, 14; 3 (auctor 384BC-322BC)
Τὰ δὲ μαλακόστρακα συνδυάζεται μὲν ὥσπερ τὰ ὀπισθουρητικά, ὅταν τὸ μὲν ὕπτιον τὸ δὲ πρανὲς ἐπαλλάξῃ τὰ οὐραῖα· τοῖς γὰρ ὑπτίοις πρὸς τὰ πρανῆ ἐπιβαίνειν ἐμποδίζει τὰ οὐραῖα μακρὰν ἔχοντα τὴν ἀπάρτησιν τῶν πτερυγίων.
6Aristoteles, De generatione animalium, 5, 2; 7 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ ὅσοις τὰ ὦτα μακρὰ καὶ ἀπογεγεισσωμένα πόρρωθεν, οἷα ἔχουσιν ἔνια τῶν τετραπόδων, καὶ ἔσω τὴν ἑλίκην μακράν· καὶ γὰρ ταῦτα ἐκ πολλοῦ λαμβάνοντα τὴν κίνησιν ἀποδίδωσι πρὸς τὸ αἰσθητήριον.
7Aristoteles, De partibus animalium, 2, 17, 6; 10 (auctor 384BC-322BC)
Τῶν δὲ πεζῶν καὶ ᾠοτόκων καὶ ἐναίμων πρὸς μὲν τὴν τῆς φωνῆς ἐργασίαν ἄχρηστον τὰ πολλὰ τὴν γλῶτταν ἔχει καὶ προσδεδεμένην καὶ σκληράν, πρὸς δὲ τὴν τῶν χυμῶν γεῦσιν οἵ τ´ ὄφεις καὶ οἱ σαῦροι μακρὰν καὶ δικρόαν ἔχουσιν, οἱ μὲν ὄφεις οὕτω μακρὰν ὥστ´ ἐκτείνεσθαι ἐκ μικροῦ ἐπὶ πολύ, δικρόαν δὲ καὶ τὸ ἄκρον λεπτὸν καὶ τριχῶδες διὰ τὴν λιχνείαν τῆς φύσεως· διπλῆν γὰρ τὴν ἡδονὴν κτᾶται τῶν χυμῶν, ὥσπερ διπλῆν ἔχοντα τὴν τῆς γεύσεως αἴσθησιν.
8Aristoteles, De partibus animalium, 4, 1, 5; 9 (auctor 384BC-322BC)
Οἱ δ´ ὄφεις διὰ τὴν τοῦ σώματος μορφήν, οὖσαν μακρὰν καὶ στενήν, καὶ τὰ σχήματα τῶν σπλάγχνων ἔχουσι διὰ ταῦτα μακρὰ καὶ τοῖς τῶν ἄλλων ζῴων ἀνόμοια, διὰ τὸ καθάπερ ἐν τύπῳ τὰ σχήματα αὐτῶν πλασθῆναι διὰ τὸν τόπον.
9Aristoteles, De partibus animalium, 4, 13, 1; 4 (auctor 384BC-322BC)
Ταύτην δ´ οὐχ ὁμοίαν ἔχουσι πάντες, ἀλλὰ τὰ μὲν παραπλησίαν, τῶν δὲ πλατέων ἔνια ἀκανθώδη καὶ μακράν.
10Aristoteles, Ethica Eudemia, 3; 97 (auctor 384BC-322BC)
διὸ οἱ ὀψοφάγοι οὐκ εὔχονται τὴν γλῶτταν ἔχειν μακρὰν ἀλλὰ τὸν φάρυγγα γεράνου, ὥσπερ Φιλόξενος ὁ Ἐρύξιδος.
11Aristoteles, Historia animalium, 2, II 11; 3 (auctor 384BC-322BC)
Κέρκον δ’ ἔχει μακράν σφόδρα, εἰς λεπτόν καθήκουσαν καί συνελιττομένην ἐπί πολύ, καθάπερ ἱμάντα.
12Aristoteles, Historia animalium, 2, II 12; 17 (auctor 384BC-322BC)
Καί γλῶτταν ἅπαντες, ταύτην δ’ ἀνομοίαν· οἱ μέν γάρ μακράν οἱ δέ πλατεῖαν.
13Aristoteles, Historia animalium, 2, II 17; 32 (auctor 384BC-322BC)
Φολιδωτόν τε γάρ ἐστι, καί τά πρανῆ καί τά ὕπτια παραπλήσια τούτοις ἔχει· πλήν ὄρχεις οὐκ ἔχει, ἀλλ’ ὥσπερ ἰχθύς δύο πόρους εἰς ἓν συνάπτοντας καί τήν ὑστέραν μακράν καί δικρόαν.
14Aristoteles, Historia animalium, 2, II 17; 33 (auctor 384BC-322BC)
Τά δ’ ἄλλα τά ἐντός τά αὐτά τοῖς σαύροις, πλήν ἅπαντα διά τήν στενότητα καί τό μῆκος στενά καί μακρά τά σπλάγχνα, ὥστε καί λανθάνειν διά τήν ὁμοιότητα τῶν σχημάτων· τήν τε γάρ ἀρτηρίαν ἔχει σφόδρα μακράν, ἔτι δέ μακρότερον τόν στόμαχον.
15Aristoteles, Historia animalium, 2, II 17; 65 (auctor 384BC-322BC)
Ἔστι δέ ἃ οὐκ ἔχει οὔτε τόν στόμαχον οὔτε τόν πρόλοβον εὐρύν, ἀλλά τήν κοιλίαν μακράν, ὅσα μικρά τῶν ὀρνίθων, οἷον χελιδών καί στρουθός.
16Aristoteles, Historia animalium, 4, IV 8; 34 (auctor 384BC-322BC)
Καί τοῦ αὑτῶν δέ αἵματος ταχύ ὀσφραίνεσθαί φασιν αὐτούς· δῆλον δέ ποιοῦσι φεύγοντες καί ἐκτοπίζοντες μακράν, ὅταν γένηται αἷμα ἰχθύων.
17Aristoteles, Historia animalium, 8, VIII 2; 39 (auctor 384BC-322BC)
Βαδίζει δέ κατά φύσιν μέν εἰς τοὔμπροσθεν, ὅταν ἄφοβος ᾖ, καταβαλών τά κέρατα πλάγια· ὅταν δέ φοβηθῇ, φεύγει ἀνάπαλιν καί μακράν ἐξακοντίζει.
18Aristoteles, Historia animalium, 9, IX 6; 7 (auctor 384BC-322BC)
Διό καί οἱ κυνηγοί κρεμαννύουσιν ἐν ἀγγείῳ ἔκ τινος δένδρου τήν κόπρον, ὅπως μή ἀποχωρῇ μακράν τό θηρίον· αὐτοῦ γάρ προσαλλομένη ἡ πάρδαλις καί ἐλπίζουσα λήψεσθαι τελευτᾷ.
19Aristoteles, Historia animalium, 9, IX 10; 1 (auctor 384BC-322BC)
Φρόνιμα δέ πολλά καί περί τάς γεράνους δοκεῖ συμβαίνειν· ἐκτοπίζουσί τε γάρ μακράν, καί εἰς ὕψος πέτονται πρός τό καθορᾶν τά πόρρω, καί ἐάν ἴδωσι νέφη καί χειμέρια, καταπτᾶσαι ἡσυχάζουσιν.
20Aristoteles, Magna moralia, 1, 4, 7; 16 (auctor 384BC-322BC)
Μετὰ τοῦτο τὸ μέλλον λέγεσθαι οὔτε λίαν δόξειεν ἂν οἰκεῖον εἶναι τούτων οὔτε μακρὰν ἀπέχον.
21Aristoteles, Magna moralia, 1, 20, 12; 33 (auctor 384BC-322BC)
εἰ γάρ τις τὸν εἰς δέκατον ἔτος κίνδυνον μὴ φοβεῖται, οὔπω ἀνδρεῖος ἔνιοι γὰρθαρροῦσιν διὰ τὸ μακρὰν ἀπέχειν, ἂν δὲ πλησίον γένωνται, ἀποθνήσκουσιν τῷ δέει.
22Aristoteles, Meteorologica, 1, I 12; 14 (auctor 384BC-322BC)
Τοῦτο δέ σημεῖον τοῦ παγῆναι πλησίον τῆς γῆς· αἱ γάρ φερόμεναι πόρρωθεν διά τό φέρεσθαι μακράν περιθραυόμεναι γίνονται τό τε σχῆμα περιφερεῖς καί τό μέγεθος ἐλάττους.
23Aristoteles, Meteorologica, 2, II 2; 36 (auctor 384BC-322BC)
Μεγάλοι δέ γίγνονται τῶν ποταμῶν οἱ μακράν ῥέοντες διά κοίλης· πολλῶν γάρ δέχονται ῥεύματα ποταμῶν, ὑποτεμνόμενοι τῷ τόπῳ καί τῷ μήκει τάς ὁδούς.
24Aristoteles, Politica, 4; 33 (auctor 384BC-322BC)
οὐ μὴν ἀλλ' οὐδὲ τούτοις μόνον ἱκανῶς ἔχει διωρίσθαι τὰς πολιτείας ταύτας· ἀλλ' ἐπεὶ πλείονα μόρια καὶ τοῦ δήμου καὶ τῆς ὀλιγαρχίας εἰσίν, ἔτι διαληπτέον ὡς οὔτ' ἂν οἱ ἐλεύθεροι ὀλίγοι ὄντες πλειόνων καὶ μὴ ἐλευθέρων ἄρχωσι, δῆμος, οἷον ἐν Ἀπολλωνίᾳ τῇ ἐν τῷ Ἰονίῳ καὶ ἐν Θήρᾳ (ἐν τούτων γὰρ ἑκατέρᾳ τῶν πόλεων ἐν ταῖς τιμαῖς ἦσαν οἱ διαφέροντες κατ' εὐγένειαν καὶ πρῶτοι κατασχόντες τὰς ἀποικίας, ὀλίγοι ὄντες, πολλῶν) , οὔτε ἂν οἱ πλούσιοι διὰ τὸ κατὰ πλῆθος ὑπερέχειν, δῆμος, οἷον ἐν Κολοφῶνι τὸ παλαιόν (ἐκεῖ γὰρ ἐκέκτηντο μακρὰν οὐσίαν οἱ πλείους πρὶν γενέσθαι τὸν πόλεμον τὸν πρὸς Λυδούς) , ἀλλ' ἔστι δημοκρατία μὲν ὅταν οἱ ἐλεύθεροι καὶ ἄποροι πλείους ὄντες κύριοι τῆς ἀρχῆς ὦσιν, ὀλιγαρχία δ' ὅταν οἱ πλούσιοι καὶ εὐγενέστεροι ὀλίγοι ὄντες.
25Aristoteles, Problemata, 10; 60 (auctor 384BC-322BC)
Διὰ τί αἱ μὲν τῶν προβάτων τρίχες ὅσῳ ἂν μακρότεραι ὦσι, σκληρότεραι γίνονται, αἱ δὲ τῶν ἀνθρώπων μαλακώτεραι; ἢ ὅτι αἱ τῶν προβάτων, οἵαν εἴρηται τροφὴν ἔχουσαι, μακρὰν τῆς ἀρχῆς ἀπαρτώμεναι ἀτροφώτεραί εἰσι, καὶ ῥᾳδίως ἐξ αὐτῶν ἐξατμίζεται ὑπὸ τοῦ θερμοῦ ἡ ἐνυπάρχουσα τροφὴ δι' εὐπεψίαν; ξηραινόμεναι δὲ ξηρότεραι γίνονται· τὸ γὰρ ὑγρὸν μαλακόν.
26Aristoteles, Problemata, 15; 57 (auctor 384BC-322BC)
Διὰ τί τὰς σκιὰς ποιεῖ ὁ ἥλιος ἀνίσχων καὶ δύνων μακράς, αἰρόμενος δὲ ἐλάττους, ἐπὶ τῆς μεσημβρίας δ' ἐλαχίστας; ἢ ὅτι ἀνίσχων τὸ μὲν πρῶτον παράλληλον ποιήσει τὴν σκιὰν τῇ γῇ, καὶ ἄπειρον ὡς ἄνισον ὑπερτείνει, ἔπειτα μακράν· ἀεὶ δ' ἐλάττω διὰ τὸ ἀεὶ τὴν ἀπὸ τοῦ ἀνωτέρου σημείου εὐθεῖαν ἐντὸς πίπτειν.
27Aristoteles, Rhetorica, 3, 5, 2; 2 (auctor 384BC-322BC)
δεῖ δὲ ἕως μέμνηται ἀνταποδιδόναι ἀλήλλοις, καὶ μήτε μακρὰν ἀπαρτᾶν μήτε σύνδεσμον πρὸ συνδέσμου ἀποδιδόναι τοῦ ἀναγκαίου· ὀλιγαχοῦ γὰρ ἁρμόττει.
28Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 18; 7
καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λαισα· καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ’ ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα, καὶ οὐκ ἔστιν διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυροῦ, καὶ μακράν εἰσιν Σιδωνίων καὶ λόγον οὐκ ἔχουσιν πρὸς ἄνθρωπον.
29Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 18; 28
καὶ οὐκ ἦν ὁ ῥυόμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου, καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ρααβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ
30Biblia, Biblia graeca iuxta LXX interpretes, p5, 1; 72
κρείσσων οὖν ἄνθρωπος δίκαιος οὐκ ἔχων εἴδωλα, ἔσται γὰρ μακρὰν ἀπὸ ὀνειδισμοῦ.
31Biblia, Biblia graeca iuxta LXX interpretes, p6; 51
καὶ εἶπεν πρὸς αὐτοὺς Δανιηλ Διαχωρίσατε αὐτοὺς ἀπ’ ἀλλήλων μακράν, καὶ ἀνακρινῶ αὐτούς.
32Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 9; 7
σοί, κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου ὡς ἡ ἡμέρα αὕτη, ἀνδρὶ Ιουδα καὶ τοῖς ἐνοικοῦσιν ἐν Ιερουσαλημ καὶ παντὶ Ισραηλ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάσῃ τῇ γῇ, οὗ διέσπειρας αὐτοὺς ἐκεῖ ἐν ἀθεσίᾳ αὐτῶν, ᾗ ἠθέτησαν ἐν σοί.
33Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 44; 4
ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν [οὐκ ἀπέσχον μακράν] καὶ Ιωσηφ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ Ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων καὶ καταλήμψῃ αὐτοὺς καὶ ἐρεῖς αὐτοῖς Τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν;
34Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 8; 24
καὶ εἶπεν Φαραω Ἐγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσατε κυρίῳ τῷ θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ, ἀλλ’ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον.
35Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 33; 7
Καὶ λαβὼν Μωϋσῆς τὴν σκηνὴν αὐτοῦ ἔπηξεν ἔξω τῆς παρεμβολῆς μακρὰν ἀπὸ τῆς παρεμβολῆς, καὶ ἐκλήθη σκηνὴ μαρτυρίου· καὶ ἐγένετο πᾶς ὁ ζητῶν κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς.
36Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 9; 10
Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Ἄνθρωπος ἄνθρωπος, ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ πασχα κυρίῳ·
37Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 13; 8
ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν τῶν ἐγγιζόντων σοι ἢ τῶν μακρὰν ἀπὸ σοῦ ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς,
38Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 14; 24
ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδὸς καὶ μὴ δύνῃ ἀναφέρειν αὐτά, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου,
39Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 20; 15
οὕτως ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας ἀπὸ σοῦ σφόδρα, αἳ οὐχὶ ἐκ τῶν πόλεων τῶν ἐθνῶν τούτων,
40Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 30; 11
Ὅτι ἡ ἐντολὴ αὕτη, ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σοῦ.
41Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 3; 4
ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις· στήσεσθε, μὴ προσεγγίσητε αὐτῇ, ἵν ἐπίστησθε τὴν ὁδόν, ἣν πορεύεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ’ ἐχθὲς καὶ τρίτης ἡμέρας.
42Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 3; 16
καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαριμ, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Αραβα, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπεν· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω.
43Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 8; 4
καὶ ἐνετείλατο αὐτοῖς λέγων Ὑμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως· μὴ μακρὰν γίνεσθε ἀπὸ τῆς πόλεως καὶ ἔσεσθε πάντες ἕτοιμοι.
44Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 9; 22
καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Διὰ τί παρελογίσασθέ με λέγοντες Μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα; ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν·
45Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 18; 7
καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ παρεγένοντο εἰς Λαισα· καὶ εἶδον τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ καθήμενον ἐν ἐλπίδι κατὰ τὴν σύγκρισιν τῶν Σιδωνίων, ἡσυχάζοντας ἐν ἐλπίδι καὶ μὴ δυναμένους λαλῆσαι ῥῆμα, ὅτι μακράν εἰσιν ἀπὸ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας.
46Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 18; 9
καὶ εἶπαν Ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτούς· ὅτι εἰσήλθαμεν καὶ ἐνεπεριεπατήσαμεν ἐν τῇ γῇ ἕως Λαισα καὶ εἴδομεν τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ ἐν ἐλπίδι κατὰ τὸ σύγκριμα τῶν Σιδωνίων, καὶ μακρὰν ἀπέχοντες ἐκ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας· ἀλλὰ ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτούς, ὅτι εὑρήκαμεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα. καὶ ὑμεῖς σιωπᾶτε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι τοῦ ἐλθεῖν καὶ κατακληρονομῆσαι τὴν γῆν.
47Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 18; 28
καὶ οὐκ ἔστιν ἐξαιρούμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπων, καὶ αὐτὴ ἐν κοιλάδι, ἥ ἐστιν τοῦ οἴκου Ροωβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατῴκησαν ἐν αὐτῇ
48Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 7; 19
καὶ κατεσμικρύνθη μικρὸν ἐνώπιόν σου, κύριέ μου κύριε, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, κύριέ μου κύριε.
49Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 15; 17
καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν.
50Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 15a; 17
καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν.
51Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 8; 46
ὅτι ἁμαρτήσονταί σοι – ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς οὐχ ἁμαρτήσεται – καὶ ἐπάξεις ἐπ’ αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν καὶ αἰχμαλωτιοῦσιν αὐτοὺς οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγύς,
52Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 6; 36
ὅτι ἁμαρτήσονταί σοι [ὅτι οὐκ ἔσται ἄνθρωπος, ὃς οὐχ ἁμαρτήσεται] καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν καὶ αἰχμαλωτεύσουσιν οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γῆν ἐχθρῶν εἰς γῆν μακρὰν ἢ ἐγγὺς
53Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 6; 6
νῦν δώσετε, ἔπαρχοι πέραν τοῦ ποταμοῦ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν Αφαρσαχαῖοι οἱ ἐν πέρα τοῦ ποταμοῦ, μακρὰν ὄντες ἐκεῖθεν
54Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 14; 13
καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ Τὸ ἔργον πλατὺ καὶ πολύ, καὶ ἡμεῖς σκορπιζόμεθα ἐπὶ τοῦ τείχους μακρὰν ἀνὴρ ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ·
55Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 9; 20
Ἔγραψεν δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλεν τοῖς Ιουδαίοις, ὅσοι ἦσαν ἐν τῇ Ἀρταξέρξου βασιλείᾳ, τοῖς ἐγγὺς καὶ τοῖς μακράν,
56Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 30; 10
ἐβδελύξαντο δέ με ἀποστάντες μακράν, ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον.
57Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 36; 3
ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρῶ
58Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 21; 2
Ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμά των μου.
59Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 64; 6
ἐπάκουσον ἡμῶν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ ἐν θαλάσσῃ μακράν,
60Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 118; 155
μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
61Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 2; 16
τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης.
62Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 4; 24
περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι.
63Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 5; 8
μακρὰν ποίησον ἀπ’ αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς,
64Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 7; 19
οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ, πεπόρευται δὲ ὁδὸν μακρὰν
65Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 13; 19
ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.
66Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 15; 29
μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει.
67Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 19; 7
πᾶς, ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται. ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ, ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν. ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν· ὃς δὲ ἐρεθίζει λόγους, οὐ σωθήσεται.
68Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 22; 15
ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ’ αὐτοῦ.
69Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 27; 10
φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς, εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν· κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν.
70Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 30; 8
μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον, πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη,
71Biblia, Biblia graeca iuxta LXX interpretes, Ecl, 7; 24
καὶ αὐτὴ ἐμακρύνθη ἀπ’ ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό;
72Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 14; 17
καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά, οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκεῖν τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι ἐμφανῆ εἰκόνα τοῦ τιμωμένου βασιλέως ἐποίησαν, ἵνα ὡς παρόντα τὸν ἀπόντα κολακεύωσιν διὰ τῆς σπουδῆς.
73Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 9; 13
μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου, ὃς ἔχει ἐξουσίαν τοῦ φονεύειν, καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου· κἂν προσέλθῃς, μὴ πλημμελήσῃς, ἵνα μὴ ἀφέληται τὴν ζωήν σου· ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς.
74Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 13; 10
μὴ ἔμπιπτε, μὴ ἀπωσθῇς, καὶ μὴ μακρὰν ἀφίστω, ἵνα μὴ ἐπιλησθῇς.
75Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 15; 8
μακράν ἐστιν ὑπερηφανίας, καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς.
76Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 16; 22
ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ; ἢ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαθήκη.
77Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 24; 32
ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν·
78Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 27; 20
μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστη καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος.
79Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 30; 23
ἀπάτα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ.
80Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 5; 26
τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοῖς ἀπ’ ἄκρου τῆς γῆς, καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται·
81Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 27; 9
διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ιακωβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσιν πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν.
82Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 46; 12
ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης.
83Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 57; 9
καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ’ αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώθης ἕως ᾅδου.
84Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 57; 19
εἰρήνην ἐπ’ εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσιν· καὶ εἶπεν κύριος Ἰάσομαι αὐτούς.
85Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 59; 11
ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν· σωτηρία μακρὰν ἀφέστηκεν ἀφ’ ἡμῶν.
86Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 59; 14
καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν, ὅτι καταναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι’ εὐθείας οὐκ ἠδύναντο διελθεῖν.
87Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 2; 5
τάδε λέγει κύριος Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ’ ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν;
88Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 36; 28
οὐ διὰ τοῦτο ἀπέστειλεν πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων Μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε καὶ φυτεύσατε κήπους καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν; –
89Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 6; 12
ὁ ἐγγὺς ἐν ῥομφαίᾳ πεσεῖται, ὁ δὲ μακρὰν ἐν θανάτῳ τελευτήσει, καὶ ὁ περιεχόμενος ἐν λιμῷ συντελεσθήσεται, καὶ συντελέσω τὴν ὀργήν μου ἐπ’ αὐτούς.
90Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 11; 15
Υἱὲ ἀνθρώπου, οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ Ισραηλ συντετέλεσται, οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ιερουσαλημ Μακρὰν ἀπέχετε ἀπὸ τοῦ κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν.
91Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 12; 22
Υἱὲ ἀνθρώπου, τίς ὑμῖν ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ισραηλ λέγοντες Μακρὰν αἱ ἡμέραι ἀπόλωλεν ὅρασις;
92Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 22; 5
ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί Ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις.
93Biblia, Biblia graeca iuxta LXX interpretes, Ioel, 4; 8
καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν εἰς χεῖρας υἱῶν Ιουδα, καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον, ὅτι κύριος ἐλάλησεν.
94Biblia, Biblia graeca iuxta LXX interpretes, Mich, 4; 3
καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν, καὶ κατακόψουσιν τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι μὴ ἀντάρῃ ἔθνος ἐπ’ ἔθνος ῥομφαίαν, καὶ οὐκέτι μὴ μάθωσιν πολεμεῖν.
95Biblia, Biblia graeca iuxta LXX interpretes, Zach, 6; 15
καὶ οἱ μακρὰν ἀπ’ αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ κυρίου, καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς· καὶ ἔσται, ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν.
96Biblia, Biblia graeca iuxta LXX interpretes, Zach, 10; 9
καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί μου, ἐκθρέψουσιν τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσιν.
97Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 8; 4
καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροθυμίᾳ, καὶ ὁ τόπος ἦν ἀπέχων μακρὰν ἀπ’ αὐτῶν σφόδρα, καὶ τῶν βασιλέων τῶν ἐπελθόντων ἐπ’ αὐτοὺς ἀπ’ ἄκρου τῆς γῆς, ἕως συνέτριψαν αὐτοὺς καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς φόρον κατ’ ἐνιαυτόν·
98Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 8; 12
καὶ κατεκράτησαν τῶν βασιλέων τῶν ἐγγὺς καὶ τῶν μακράν, καὶ ὅσοι ἤκουον τὸ ὄνομα αὐτῶν, ἐφοβοῦντο ἀπ’ αὐτῶν.
99Biblia, Biblia graeca iuxta LXX interpretes, Sus; 51
καὶ νῦν διαχωρίσατέ μοι αὐτοὺς ἀπ’ ἀλλήλων μακράν, ἵνα ἐτάσω αὐτούς.
100Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 2; 4
ἕνεκεν τούτων εἶπεν Ἀπορρίψατε αὐτὰ μακρὰν ἀπ’ ἐμοῦ, οὐκ εὐδοκῶ ἐν αὐτοῖς.
101Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 4; 1
Ἵνα τί σύ, βέβηλε, κάθησαι ἐν συνεδρίῳ ὁσίων καὶ ἡ καρδία σου μακρὰν ἀφέστηκεν ἀπὸ τοῦ κυρίου ἐν παρανομίαις παροργίζων τὸν θεὸν Ισραηλ;
102Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 15; 7
Λιμὸς καὶ ῥομφαία καὶ θάνατος ἀπὸ δικαίων μακράν, φεύξονται γὰρ ὡς διωκόμενοι πολέμου ἀπὸ ὁσίων·
103Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 16; 1
Ἐν τῷ νυστάξαι ψυχήν μου ἀπὸ κυρίου παρὰ μικρὸν ὠλίσθησα ἐν καταφορᾷ ὑπνούντων μακρὰν ἀπὸ θεοῦ,
104Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 16; 10
τὴν γλῶσσάν μου καὶ τὰ χείλη μου ἐν λόγοις ἀληθείας περί στειλον, ὀργὴν καὶ θυμὸν ἄλογον μακρὰν ποίησον ἀπ’ ἐμοῦ.
105Biblia, Novum testamentum graece, Mt, 8; 30
ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
106Biblia, Novum testamentum graece, Mc, 12; 34
καὶ ὁ Ἰησοῦς ἰδὼν [αὐτὸν] ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
107Biblia, Novum testamentum graece, Lc, 7; 6
ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
108Biblia, Novum testamentum graece, Lc, 15; 13
καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
109Biblia, Novum testamentum graece, Lc, 15; 20
καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
110Biblia, Novum testamentum graece, Lc, 19; 12
εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
111Biblia, Novum testamentum graece, Io, 21; 8
οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
112Biblia, Novum testamentum graece, Act, 2; 39
ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν.
113Biblia, Novum testamentum graece, Act, 17; 27
ζητεῖν τὸν θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
114Biblia, Novum testamentum graece, Act, 22; 21
καὶ εἶπεν πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
115Biblia, Novum testamentum graece, Eph, 2; 13
νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
116Biblia, Novum testamentum graece, Eph, 2; 17
καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς·
117Coelestinus I, Epistolae et decreta, 50, 0437C
Is quidem ad Ioannem Antiochenum scribens, ipsamet prioris epistolae verba citare ac describere non dubitatur; sed quatenus epistolam illam prolixam ( μακρὰν) dixerit, minus est perspicuum.
118Coelestinus I, Epistolae et decreta, 50, 0448D
Ὁ γὰρ μνημονευθεὶς ἅμα κεχειροτόνηται, καὶ δέον ταῖς παραινέσεσι, ταῖς εἰς τὸ ἀγαθὸν, ὠφελεῖν, τούς τε ἐκεῖσε λαοὺς καὶ τοὺς παρεπιδημοῦντας ξένους· πάμπολλοι δὲ οὗτοι, καὶ ἀπὸ πάσης, ὡς ἔπος εἰπεῖν, πόλεώς τε καὶ χώρας· σπουδὴν ἔθετο λαλεῖν ἔκτοπά τινα, καὶ ἔξω λόγου, καὶ ὅσα μακράν ἐστι τῆς ἀποστολικῆς καὶ εὐαγγελικῆς πίστεως, ἣν μέχρι παντὸς τετηρήκασιν οἱ πατέρες, παρέδοσάν τε ἡμῖν ὡς πολύτιμον μαργαρίτην.
119Coelestinus I, Epistolae et decreta, 50, 0476B
Ἴσμεν ὅ τι ἐκεῖνος διέταξεν ὁ κελεύσας φεύγειν τὰς ἔριδας καὶ τὰς μάχας τὰς περὶ τοῦ νόμου· εἰσὶ γὰρ, φησίν, ἄχρηστοι καὶ μάταιαι, ὅπερ τοίνυν ἄχρηστον καὶ μάταιον κρίνεται, οὐδεὶς ἀμφιβάλλει μακρὰν εἶναι ὠφελείας.
120Coelestinus I, Epistolae et decreta, 50, 0514B
Εἶτα τῶν εὐσεβῶν θεσπισμάτων τῶν φιλοχριστῶν βασιλέων, δι' ὧν κεκλήμεθα, καιρὸν ὁριζόντων τῷ συνεδρίῳ τῆς ἁγίας συνόδου τὴν ἡμέραν τῆς ἁγίας πεντηκοστῆς, ἁπάντων δὲ συνδεδραμηκότων, μάλιστα διὰ τὸ ἐγκεῖσθαι ταῖς τῶν βασιλέων συλλαβαῖς, ὡς εἰ μή τις ἀπαντήσειε κατὰ τὴν ὡρισμένην προθεσμίαν, οὐκ ἀγαθῷ συνειδότι ἀπολιμπάνεται, καὶ ἔστιν ἀναπολόγητος παρά τε Θεῷ καὶ ἀνθρώποις, ὑστέρησεν ὁ εὐλαβέστατος Ἰωάννης ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος· οὐχ ὡς ἀπὸ γνώμης ἁπλῆς, ἀλλ' οὐδὲ τοῦ διαστήματος τοῦ κατὰ τὴν ὁδοιπορίαν ἐμποδὼν γενομένου· ἀλλὰ κρύπτων μὲν βουλὴν ἐἰς νοῦν τε καὶ σκέψιν ἀπᾴδουσαν τῷ Θεῷ, ἣν οὐκ εἰς μακρὰν ἐλθὼν ἔδειξεν ἐν τῇ Ἐφεσίων.
121Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0051C (auctor c.470–c.544)
Εἰ δέ τινες κατακόρως ἐν τοῖς ἁμαρτήμασι γεγόνασι, τὴν μακρὰν ἐχέτωσαν ὑπόπτωσιν.
122Desiderius Erasmus, Adagia, Chiliades, 1, 692; 11 (opus 1508)
Pallas enim illi apparuerat Deiphobi specie ac deceptus Hector frustra inclamat: ΔηἹφοβον δ’ ἐκάλει λευκάσπιδα μακράν ἀ὘σας, id est Deiphobum fratrem intento clamore vocabat.
123Desiderius Erasmus, Adagia, Chiliades, 2, 1204; 1 (opus 1508)
Μακράν χαίρειν φράσας ταῖς ἐνταῦθα τιμαῖς, id est honoribus, qui hic sunt, longum valere iussis.
124Desiderius Erasmus, Adagia, Chiliades, 2, 1204; 11 (opus 1508)
Idem in apologia Ὑπέρ τοῦ ἐν τῆ προσαγορεύσει πταίσματος interpretatur proverbium his quidem verbis: Σό γοῦν μακράν χαίρειν τό μηκέτι φροντιεῖν δηλοῖ, id est Hoc dictum longum valere declarat nobis non amplius curae futurum.
125Desiderius Erasmus, Adagia, Chiliades, 2, 1204; 12 (opus 1508)
M. Tullius Epistolarum familiarium libro decimoquinto, pro μακράν χαίρειν dixit nuntium remittere: Virtuti, inquit, nuntium remisisti delenitus illecebris voluptatis.
126Desiderius Erasmus, Adagia, Chiliades, 3, 2421; 15 (opus 1508)
Αὗται δέ τούς διώκοντας ὑπάγουσιν ἄλλῃ, καί περισπῶσιν ἑαυτάς ἐμποδών διαπετόμεναι καί κατά μικρόν ἐξανιστάμεναι, μέχρις ἅν οὕτως ἁλισκομένων δόξαν ἐνδιδοῦσαι μακράν ἀποσπάσωσι τῶν νεοττῶν.
127Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0436A (auctor c.470–c.544)
Εἰ καὶ οὐκ εἰς μακρὰν τὰ ἐπίχειρα ὧν ἔδρασεν ἐκομίσατο, αὐτή τε αἰσχίστῳ θανάτῳ τὴν ψυχὴν ἀποῤῥήξασα καὶ μετ' ἐκείνην ἡ ἐκείνης θυγάτηρ, ἀποκοπεῖσα τὴν κεφαλὴν ἐν ὥρᾳ χειμῶνος τοῖς κρυστάλοις τοῦ ποταμοῦ, ἵν' εἴχοι καὶ τὴν δίκην ἰσόῤῥοπον· ἀλλὰ γὰρ τῆς κεφαλῆς ἀποτμηθείσης ὡς ἔφαμεν, ἀσφαλῶς οὕτω παρὰ τῆς ἀκολάστου, γῆς κρυπτῆρσι κατατεθείσης, ἔμενεν ἄχρι χρόνων πολλῶν, τὸ τίμιον ἐκεῖνο χρῆμα καὶ πάγχρηστον ἀθέατον τοῖς πολλοῖς, ἄψαυστον, ἀπροσπέλαστον· οὕτω τάχα τοῦ θείου οἰκονομήσαντος κήρυκος, ἵνα μὴ τῷ ῥᾳδίῳ τῆς κτήσεως, ῥᾳδίαν καὶ τὴν ἀποβολὴν ἔχοιμεν, καὶ τὸν πόθον εὐκαταφρόνητον.
128Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0440B (auctor c.470–c.544)
Καὶ ὁ μὲν ὄνειρός μοι τοιόσδε μακρὸς ὢν, καὶ μακρὰν ἔχων τὴν δήλωσιν, καὶ φρικτὸς πλέον ἢ ἀληθὴς ὅτι περὶ αὐτὸν καὶ ἀμφότερα. Ἐγὼ δὲ τὸ τοῦδε [F. leg. τοιοῦδε] ἀγωνίᾳ περιπεσὼν, τοῖς ὑπ' ἐμὲ παρακελεύομαι μοναχοῖς, διχῶς ἕκαστον τὴν συνήθη τελέσαι εὐχήν.
129Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0444A (auctor c.470–c.544)
Τῇ τῶν Ἐμεσηνῶν οὖν, ὡς ἔφαμεν, πόλει τῆς ἱερᾶς κεφαλῆς ἐναποκειμένης, καὶ τοῖς ἔγγυθεν, καὶ τοῖς μακρὰν, καὶ τῆς ἁπανταχοῦ ἥκουσι πλουσίας τῆς χάριτος προκειμένης, ἔμεινε χρόνους ἐπὶ πολλοὺς ὁ θησαυρὸς ἀμετάθετος· ὅς γε εἰ καὶ τῷ τόπῳ περιώριστο, ἀλλ' οὐχὶ καὶ ταῖς ἐνεργείαις διώριστο, ἄφθονον τὴν χάριν ἁπλῶν, καὶ εἰς πάντας διήκουσαν.
130Dositheus, Ars, p. 62, l. 19 (auctor c.350)
εἰς τόπον in locum, ποῖ quo, ποῦ ubi, ὧδε huc, ἐκεῖσε illuc, ἔσω intro, ἔχω foras, εἰς τὰ δεξιά dextrorsum, εἰς τὸ ἐσώτερον introrsum, εἰς τοὐπίσω retrorsum, κατ᾽ ἰδίαν seorsum, ἑκατέρωσε utroque, ὁποτέρωσε utro, ἐν οὐδενί neutro; in loco infinita, ὅπου ubi, ὁπουδήποτε ubicumque, ποῦ ubi, ἐνθάδε hic, ἐκεῖσε illic, ἐνθάδε istic, ἐκεῖ ἐπὶ τοῦ αὐτοῦ ibidem, ἔνδον intus, ἐνδοτέρω penitus, ἔξω foris, πανταχῇ passim, πούποτε usquam, οὐδαμοῦ nusquam, πούποτε alicubi, ἀμφοτέρωθι utrubi, οὐδοποτέρωσε neutrubi, ἄνω susum, κάτω deorsum, ἐκεῖ ἐν τῷ αὐτῷ ibi, μακράν longe, ὕπερθεν insuper; e loco infinita, πόθεν unde, ὁθενδήποτε undecumque, πανταχόθεν {ἐκεῖθεν} undique, ἐντεῦθεν hinc, ἐντεῦθεν ἐκεῖθεν istinc, ἐκεῖθεν inde, ἐκεῖθεν illinc, ἐκεῖθεν illim, ἐκ τοῦ αὐτοῦ indidem, ἑκατέρωθεν utrimque, ἔνδον intus, ἀλλαχόθεν aliunde, ἀπεντεῦθεν dehinc, ἄπωθεν eminus, ἐκ τοῦ σύνεγγυς comminus; per locum infinita, ποίᾳ qua, ὁποιᾳδήποτε quacumque, ταύτῃ hac, ταύτῃ ἐκεῖ ἐντεῦθεν istac, ἐκείνῃ illac, οὐδεμιᾷ nulla, ὀρθῇ εὐθείᾳ recta; per locum et e loco infinita, ἄνωθεν susum, κάτωθεν deorsum, ἐπάνωθεν supra, ὑποκάτωθεν infra, ἔξωθεν extra, ὑπέρ ultra, ἐντός cis, ἔσωθεν intra, ἐπάνωθεν desuper, ὑποκάτωθεν subter, ἐκτός extra, πρό ante, μετά post.
131Gregorius I, Dialogi, 77, 0206B (auctor 540-604)
Τότε ὁ γέρων ἀποκριθεὶς, εἶπεν· Ὁ ἀνὴρ ἐκεῖνος μακρὰν ὑπῆρχεν ἀπὸ τῶν ἀνθρώπων τῆς γενεᾶς ταύτης ὧν νῦν θεωροῦμεν.
132Gregorius I, Dialogi, 77, 0275B (auctor 540-604)
Τούτου δὲ χειροτονηθέντος, δι' ἀποκαλύψεως αὐτῷ ἐγνωρίσθη, ὡς οὐ μακρὰν ἡ ἐκ τοῦ βίου τούτου μετάστασις αὐτῷ τυγχάνει.
133Gregorius I, Dialogi, 77, 0394B (auctor 540-604)
Καθὼς δὲ τὸ πρᾶγμα ἐν τῷ τέλει ἐδηλοποιήθη, μακρὰν ὑπῆρχεν οὗπερ ἐφαίνετο.
134Gregorius I, Dialogi, 77, 0426A (auctor 540-604)
Μετὰ τοῦτο δὲ, οὐ μακρὰν τοῦ πλοίου παρελθόντος παρέστη, ὅστις τοῦ κινδύνου ἐκείνου καὶ τῆς τῶν κυμάτων βίας τοῦτον ἀνείλετο, καὶ εἰς τὴν γῆν ὡδήγησε.
135Gregorius I, Prolegomena, 66, 0133C (auctor 540-604)
Ἦν δὲ μοναστήριον οὐ μακρὰν τοῦ σπηλαίου τοῦ ἐν ἁγίοις πατρὸς Βενεδίκτου, ἐν ᾧ ὁ τῆς ἐκεῖσε συνοδίας ἐτελεύτησε προεστώς.
136Gregorius I, Prolegomena, 66, 0137A (auctor 540-604)
Ἐφ' ὅσον ὁ ἄγιος οὗτος ἀνὴρ τοὺς μεθ' ἑαυτοῦ ἀδελφοὺς ὁμοψύχους τε καὶ ἓν πνέοντας μὴ εὑρηκὼς, ἀλλὰ καὶ τῆς πολιτείας αὑτοῦ μακρὰν ὄντας, καὶ μὴ βιαζομένους ἑαυτοὺς ἐν τῇ τοῦ Χριστοῦ ταπεινῇ ὁδῷ βαδίζειν, πολλάκις δὲ τῆς οὀκείας ἀμελήσαντας σωτηρίας αὐτοὺς ὁρῶν, λίαν ἐσπλαγχνίζετο ἐπ' αὐτοὺς, καὶ ὑφ' ἑαυτὸν σκέπειν τε καὶ ποιμαίνειν ἔσπευδεν· ἡνίκα δὴ καθ' ἑκάστην ὑπὲρ τῆς ἐκείνων διορθώσεως ἐκοπία, ἑώρα δὲ ἑαυτὸν τῆς πρὸς Θεὸν ἀναβάσεως ἐλαττούμενον, πλεονάκις ἑαυτὸν κατελίμπανεν, ἐκείνους δὲ οὐχ' ηὕρισκεν: ἐπεὶ ποσάκις διὰ κινήσεως λογισμῶν ἀπρεπῶν, ἔξωθεν ἡμῶν· ἑαυτῶν ἀπαγόμεθα, καὶ ἡμεῖς μὲν ἐσμεν, μεθ' ἑαυτῶν δὲ οὐκ ἐσμέν· τὰ γὰρ καθ' ἑαυτοὺς μὴ σκοποῦντες, εἰς ἕτερα περιφερόμεθα .
137Gregorius I, Prolegomena, 66, 0137A (auctor 540-604)
Καὶ γὰρ ἐκεῖνον ἔξω ἑαυτοῦ εἶναι λέγομεν, τὸν εἰς χώραν μακρὰν βαδίσαντα, καὶ τῆς οἰκείας οὐσίας τὸ μέρος καταφαγόντα, καὶ ἑνὶ τῶν ἐκεῖσε πολιτῶν προσκολληθέντα, χοίρους τε βοσκήσαντα, οὓς ἑώρα κεράτια ἐσθίοντας, ἑαυτὸν δὲ λιμῷ τηκόμενον· ὅστις ἤρξατο ἐν ἐαυτohtigr;ι διαλογίζεσθαι περὶ τῶν ἀγαθῶν, ὧνπερ ἀπώλεσε.
138Gregorius I, Prolegomena, 66, 0145B (auctor 540-604)
Ὁ δὲ τοῦ Θεοῦ πιστὸς θεράπων Βενέδικτος ἔνδον τοῦ ἑαυτοῦ κελλίου σχολάζων, διέγνω τὸ συμβὰν, καὶ τὸν ἑαυτοῦ μαθητὴν Μδῦρον συντόμως καλέσας ἔφη πρὸς αὐτόν· « Ἀδελφὲ Μαῦρε, σπεῦσον ὅτι ὁ ἀδελφὸς Πλάκιδος εἰς τὸν λάκκον ἐνέπεσε, καὶ ἡ τῶν ὑδάτων κίνησις μακρὰν αὐτὸν ἀπήγαγεν.
139Gregorius I, Prolegomena, 66, 0169B (auctor 540-604)
Ἐμπόριον ἦν οὐ μακρὰν τῆς τοῦ ἁγίου μονῆς, ἐν ᾧ πολὺ πλῆθος ἀνδρῶν εἰδωλομανῶν ὑπῆρχεν.
140Gregorius I, Prolegomena, 66, 0177B (auctor 540-604)
Ἐπεὶ οὖν οὐ μακρὰν τοῦ μοναστηρίου αὐτοῦ δύο τινὲς παρθένοι ἀσκήτριαι εὐγενεστάτου γένους τυγχάνουσαι ἐν τῷ ἑαυτῶν ἀνεστρέφοντο οἴκῳ, ἀνὴρ δέ τις σπουδαῖος καὶ εὐλαβὴς τὴν λειτουργίαν τῆς αὐτῶν χρείας τε καὶ οἰκονομίας συνήθως διηκόνει· ἀλλ' ἡ τοῦ γένους εὐγένεια οὐ πᾶσι συμβαίνει πρόξενος γίνεσθαι τῆς τοῦ νοὸς νήψεως, ἵνα ἑαυτοὺς ἐν τῷδε τῷ κόσμῳ βδελυξάμενοι μηδὲν πλέον ἑαυτοὺς τῶν ἄλλων ἡγήσωνται εἶναι.
141Hieronymus Stridonensis Auctores incerti, Graeca fragmenta libri nominum Hebraicorum, 23, 1180A (auctor 340-420)
Ὀρὲκ μακράν.
142Incertus 007, Disquisitiones dogmaticae in Lactantium, 7, 1049B
» Μὴ τοίνυν ἐπαισχυνθῶμεν τῷ σταυρῷ τοῦ Χριστοῦ, ἀλλὰ κἂν ἄλλος ἀποκρύπτῃ, σὺ φανερῶς ἐπὶ μετώπῳ σφραγίζου, ἵνα οἱ δαίμονες τὸ σημεῖον ἰδόντες τὸ βασιλικὸν, μακρὰν φύγωσι τρέμοντες (Cyrill.
143Markos monachos, Florilegium et opuscula, Florilegium, 27; 44 (auctor fl.1260)
Οὐ μακρὰν τὸ θέρος· ἀκανθῶν τοίνυν τὸν ἀγρὸν τῆς ψυχῆς ἀπαλλάξωμεν.
144Martinus I, Epistolae, 87, 0149D
Τί γὰρ εὕροσαν ἐν τῇ ὀρθοδόξῳ πίστει πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, λέγει Κύριος, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν.
145Martinus I, Epistolae, 87, 0165D
Τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Θεὸν καὶ Πάτερα ἐξ οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον καταβαίνει· ἵνα δῷ αὐτοῖς κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, προθύμως ἐπιστραφεῖσι κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι καὶ αὖθις τὸν Χριστὸν, διὰ τῆς εἰς αὐτὸν ὀρθοδόξου πίστεως, ἵνα γένηται μία ποίμνη καὶ εἷς ποιμὴν, αὐτὸς ὁ ἐπὶ πάντων Θεὀς Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ μεσότειχον τοῦ φραγμοῦ λύσας, καὶ συνάγων τοὺς μακρὰν καὶ τοὺς ἐγγὺς, εἰς μίαν καὶ τὴν αὐτὴν, διὰ λίθον ἐπιγνώσεως, σωτήριον ὁμολογίαν.
146Plato, Epistolae, 1f, 339; 4 (auctor c.425BC-347BC)
ἔπεμψεν δὲ ἐπιστολὴν πάνυ μακράν, εἰδὼς ὡς πρὸς Δίωνα διεκείμην καὶ τὴν αὖ Δίωνος προθυμίαν τοῦ ἐμὲ πλεῖν καὶ εἰς Συρακούσας ἐλθεῖν· πρὸς γὰρ δὴ πάντα ταῦτα ἦν παρεσκευασμένη τὴν ἀρχὴν ἔχουσα ἡ ἐπιστολή, τῇδέ πῃ φράζουσα – «Διονύσιος Πλάτωνι» – τὰ νόμιμα ἐπὶ τούτοις εἰπὼν οὐδὲν τὸ μετὰ τοῦτο εἶπεν πρότερον ἢ ὡς «ἂν εἰς Σικελίαν πεισθεὶς ὑφ' ἡμῶν ἔλθῃς τὰ νῦν, πρῶτον μέν σοι τὰ περὶ Δίωνα ὑπάρξει ταύτῃ γιγνόμενα ὅπῃπερ ἂν αὐτὸς ἐθέλῃς – θελήσεις δὲ οἶδ' ὅτι τὰ μέτρια, καὶ ἐγὼ συγχωρήσομαι – εἰ δὲ μή, οὐδέν σοι τῶν περὶ Δίωνα ἕξει πραγμάτων οὔτε περὶ τἆλλα οὔτε περὶ αὐτὸν κατὰ νοῦν γιγνόμενα.
147Plato, Epistolae, 1g, 352; 7 (auctor c.425BC-347BC)
δεῖ δὲ οὐ μακρὰν ἐλθόντας ποι τὰ τοιαῦτα ἐναργῶς ἰδεῖν, ἀλλ' ὅσα νῦν γέγονεν τῇδε, αὐτοῦ περὶ Σικελίαν, τῶν μὲν ἐπιχειρούντων δρᾶν, τῶν δὲ ἀμύνασθαι τοὺς δρῶντας· ἃ κἂν ἄλλοις μυθολογοῦντες ἱκανοὶ γίγνοισθ' ἂν ἑκάστοτε διδάσκαλοι.
148Plato, Leges, 1b, 683; 4 (auctor c.425BC-347BC)
Μέγιλλος εἰ γοῦν, ὦ ξένε, τις ἡμῖν ὑπόσχοιτο θεὸς ὡς, ἐὰν ἐπιχειρήσωμεν τὸ δεύτερον τῇ τῆς νομοθεσίας σκέψει, τῶν νῦν εἰρημένων λόγων οὐ χείρους οὐδ' ἐλάττους ἀκουσόμεθα, μακρὰν ἂν ἔλθοιμι ἔγωγε, καί μοι βραχεῖ' ἂν δόξειεν ἡ νῦν παροῦσα ἡμέρα γίγνεσθαι.
149Plato, Leges, 1e, 753; 2 (auctor c.425BC-347BC)
Κλεινίας τί δῆτα οὐ καὶ σύ τε καὶ ὁ Μέγιλλος, ὦ ξένε, ἐκοινωνησάτην ἡμῖν τῆς πολιτείας· Ἀθηναῖος μέγα μέν, ὦ Κλεινία, φρονοῦσιν αἱ Ἀθῆναι, μέγα δὲ καὶ ἡ Σπάρτη, καὶ μακρὰν ἀποικοῦσιν ἑκάτεραι· σοὶ δὲ κατὰ πάντα ἐμμελῶς ἔχει καὶ τοῖς ἄλλοις οἰκισταῖς κατὰ ταὐτά, ὥσπερ τὰ περὶ σοῦ νῦν λεγόμενα.
150Plato, Phaedrus, p1, 272; 9 (auctor c.425BC-347BC)
Σωκράτης φασὶ τοίνυν οὐδὲν οὕτω ταῦτα δεῖν σεμνύνειν οὐδ' ἀνάγειν ἄνω μακρὰν περιβαλλομένους· παντάπασι γάρ, ὃ καὶ κατ' ἀρχὰς εἴπομεν τοῦδε τοῦ λόγου, ὅτι οὐδὲν ἀληθείας μετέχειν δέοι δικαίων ἢ ἀγαθῶν πέρι πραγμάτων, ἢ καὶ ἀνθρώπων γε τοιούτων φύσει ὄντων ἢ τροφῇ, τὸν μέλλοντα ἱκανῶς ῥητορικὸν ἔσεσθαι.
151Plato, Respublica, 1a, 364; 6 (auctor c.425BC-347BC)
ωδ 287-289 καί τινα ὁδὸν μακράν τε καὶ τραχεῖαν καὶ ἀνάντη· οἱ δὲ τῆς τῶν θεῶν ὑπ' ἀνθρώπων παραγωγῆς τὸν Ὅμηρον μαρτύρονται, ὅτι καὶ ἐκεῖνος εἶπεν – λιστοὶ δέ τε καὶ θεοὶ αὐτοί, καὶ τοὺς μὲν θυσίαισι καὶ εὐχωλαῖς ἀγαναῖσιν λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ' ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.
152Plato, Respublica, 1b, 406; 11 (auctor c.425BC-347BC)
τέκτων μέν, ἦν δ' ἐγώ, κάμνων ἀξιοῖ παρὰ τοῦ ἰατροῦ φάρμακον πιὼν ἐξεμέσαι τὸ νόσημα, ἢ κάτω καθαρθεὶς ἢ καύσει ἢ τομῇ χρησάμενος ἀπηλλάχθαι· ἐὰν δέ τις αὐτῷ μακρὰν δίαιταν προστάττῃ, πιλίδιά τε περὶ τὴν κεφαλὴν περιτιθεὶς καὶ τὰ τούτοις ἑπόμενα, ταχὺ εἶπεν ὅτι οὐ σχολὴ κάμνειν οὐδὲ λυσιτελεῖ οὕτω ζῆν, νοσήματι τὸν νοῦν προσέχοντα, τῆς δὲ προκειμένης ἐργασίας ἀμελοῦντα.
153Plato, Respublica, 1e, 497; 9 (auctor c.425BC-347BC)
ἀλλ' οὐχ ἱκανῶς, εἶπον, ἐδηλώθη, φόβῳ ὧν ὑμεῖς ἀντιλαμβανόμενοι δεδηλώκατε μακρὰν καὶ χαλεπὴν αὐτοῦ τὴν ἀπόδειξιν· ἐπεὶ καὶ τὸ λοιπὸν οὐ πάντων ῥᾷστον διελθεῖν.
154Plato, Respublica, 1f, 514; 2 (auctor c.425BC-347BC)
ἰδὲ γὰρ ἀνθρώπους οἷον ἐν καταγείῳ οἰκήσει σπηλαιώδει, ἀναπεπταμένην πρὸς τὸ φῶς τὴν εἴσοδον ἐχούσῃ μακρὰν παρὰ πᾶν τὸ σπήλαιον, ἐν ταύτῃ ἐκ παίδων ὄντας ἐν δεσμοῖς καὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, ὥστε μένειν τε αὐτοὺς εἴς τε τὸ πρόσθεν μόνον ὁρᾶν, κύκλῳ δὲ τὰς κεφαλὰς ὑπὸ τοῦ δεσμοῦ ἀδυνάτους περιάγειν, φῶς δὲ αὐτοῖς πυρὸς ἄνωθεν καὶ πόρρωθεν καόμενον ὄπισθεν αὐτῶν, μεταξὺ δὲ τοῦ πυρὸς καὶ τῶν δεσμωτῶν ἐπάνω ὁδόν, παρ' ἣν ἰδὲ τειχίον παρῳκοδομημένον, ὥσπερ τοῖς θαυματοποιοῖς πρὸ τῶν ἀνθρώπων πρόκειται τὰ παραφράγματα, ὑπὲρ ὧν τὰ θαύματα δεικνύασιν.
155Plato, Respublica, 1i, 605; 10 (auctor c.425BC-347BC)
οἱ γάρ που βέλτιστοι ἡμῶν ἀκροώμενοι Ὁμήρου ἢ ἄλλου τινὸς τῶν τραγῳδοποιῶν μιμουμένου τινὰ τῶν ἡρώων ἐν πένθει ὄντα καὶ μακρὰν ῥῆσιν ἀποτείνοντα ἐν τοῖς ὀδυρμοῖς ἢ καὶ ᾄδοντάς τε καὶ κοπτομένους, οἶσθ' ὅτι χαίρομέν τε καὶ ἐνδόντες ἡμᾶς αὐτοὺς ἑπόμεθα συμπάσχοντες καὶ σπουδάζοντες ἐπαινοῦμεν ὡς ἀγαθὸν ποιητήν, ὃς ἂν ἡμᾶς ὅτι μάλιστα οὕτω διαθῇ.
156Plato, Theaetetus, p1, 200; 7 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν μακρὰν περιελθόντες πάλιν ἐπὶ τὴν πρώτην πάρεσμεν ἀπορίαν.
157Plotinus, Enneades, 4, 3, 11; 7 (auctor c.205-270)
Οὐ γὰρ μακρὰν οὐδὲ πόρρω οὐδενὸς οὐδὲν καὶ αὖ πόρρω τῇ διαφορᾷ καὶ μὴ μίξει, ἀλλ᾽ εἶναι ἐφ᾽ ἑαυτοῦ [οὐ τόποις] καὶ συνεῖναι χωρὶς ὄν.
158Ps Aristoteles, De respiratione, 17; 17 (opus c.300BC)
Καὶ τῶν νοσημάτων ὅσα ποιοῦσι τὸν πνεύμονα σκληρὸν ἢ φύμασιν ἢ περιττώμασιν ἢ θερμότητος νοσηματικῆς ὑπερβολῇ, καθάπερ ἐν τοῖς πυρετοῖς, πυκνὸν τὸ πνεῦμα ποιοῦσι διὰ τὸ μὴ δύνασθαι τὸν πνεύμονα μακρὰν αἴρειν ἄνω καὶ συνίζειν.
159Sacerdos, Artes, p. 499, l. 2 (auctor c.280)
amphimacrus, sicut ante se pes, nomen accepit, quod ex utraque parte longam, quam Graeci μακράν dicunt, habet.