'μαλακία' - search in All Authors, Showing 1 to 59 of 59 hits

1Aristoteles, De generatione animalium, 1, 3; 6 (auctor 384BC-322BC)
ἔχουσι δὲ δικρόας καὶ τὰ μαλακόστρακα τὰς ὑστέρας καὶ τὰ μαλάκια, καὶ τὰ καλούμενα τούτων ᾠὰ τοὺς περιέχοντας ὑμένας ὑστερικοὺς ἔχει.
2Aristoteles, De generatione animalium, 1, 15; 1 (auctor 384BC-322BC)
Τὰ δὲ μαλάκια συμπλέκεται μὲν κατὰ τὸ στόμα ἀντερείδοντα καὶ διαπτύττοντα τὰς πλεκτάνας, συμπλέκεται δὲ τὸν τρόπον τοῦτον ἐξ ἀνάγκης· ἡ γὰρ φύσις παρὰ τὸ στόμα τὴν τελευτὴν τοῦ περιττώματος συνήγαγε κάμψασα, καθάπερ εἴρηται πρότερον [ἐν τοῖς περὶ τῶν μορίων λόγοις].
3Aristoteles, De generatione animalium, 1, 15; 6 (auctor 384BC-322BC)
ἐνίοτε δὲ συνδυάζονται καὶ ἐπὶ τὰ πρανῆ τὰ μαλάκια· πότερον δὲ γενέσεως χάριν ἢ δι' ἄλλην αἰτίαν οὐθὲν ὦπταί πω.
4Aristoteles, De generatione animalium, 1, 17; 1 (auctor 384BC-322BC)
Τὰ μὲν γὰρ προΐεται φανερῶς σπέρμα τῶν ζῴων οἷον ὅσα αὐτῶν ἔναιμα τὴν φύσιν ἐστί, τὰ δ' ἔντομα καὶ τὰ μαλάκια ποτέρως ἄδηλον.
5Aristoteles, De generatione animalium, 1, 19; 20 (auctor 384BC-322BC)
τά τε γὰρ πίονα ἧττόν ἐστι σπερματικὰ τῶν ἀπιμέλων, ὥσπερ εἴρηται πρότερον (αἴτιον δ' ὅτι καὶ ἡ πιμελὴ περίττωμά ἐστι καθάπερ τὸ σπέρμα, καὶ πεπεμμένον αἷμα, ἀλλ' οὐ τὸν αὐτὸν τρόπον τῷ σπέρματι. ὥστ' εὐλόγως εἰς τὴν πιμελὴν ἀνηλωμένης τῆς περιττώσεως ἐλλείπει τὰ περὶ τὴν γονήν), τῶν τε ἀναίμων τὰ μαλάκια καὶ τὰ μαλακόστρακα περὶ τὴν κύησίν ἐστιν ἄριστα· διὰ τὸ ἄναιμα γὰρ εἶναι καὶ μὴ γίγνεσθαι πιμελὴν ἐν αὐτοῖς τὸ ἀνάλογον αὐτοῖς τῇ πιμελῇ ἀποκρίνεται εἰς τὸ περίττωμα τὸ σπερματικόν.
6Aristoteles, De generatione animalium, 2, 1; 19 (auctor 384BC-322BC)
τῶν δ' ᾠοτοκούντων τὰ μὲν τέλειον προΐεται τὸ ᾠόν, οἷον ὄρνιθες καὶ ὅσα τετράποδα ᾠοτοκεῖ καὶ ὅσα ἄποδα οἷον σαῦροι καὶ χελῶναι καὶ τῶν ὄφεων τὸ πλεῖστον γένος (τὰ γὰρ τούτων ᾠὰ ὅταν ἐξέλθῃ οὐκέτι λαμβάνει αὔξησιν), -τὰ δ' ἀτελῆ, οἷον οἵ τ' ἰχθύες καὶ τὰ μαλακόστρακα καὶ τὰ μαλάκια καλούμενα· τούτων γὰρ τὰ ᾠὰ αὐξάνεται ἐξελθόντα.
7Aristoteles, De generatione animalium, 2, 1; 36 (auctor 384BC-322BC)
τὰ δὲ μαλάκια ὥσπερ αὐτὰ γλίσχρα τὴν τοῦ σώματός ἐστι φύσιν οὕτω σώζει ἀτελῆ προϊέμενα τὰ ᾠά· προΐεται γὰρ γλισχρότητα περὶ τὸ κύημα πολλήν.
8Aristoteles, De generatione animalium, 2, 1; 39 (auctor 384BC-322BC)
τὰ δ' ἄναιμα οὐ πάντα σκωληκοτοκεῖ ἅπλως· ἐπαλλάττουσι γὰρ ἀλλήλοις τά τ' ἔντομα [καὶ] τὰ σκωληκοτοκοῦντα καὶ τὰ ἀτελῆ τίκτοντα τὰ ᾠά, οἷον οἵ τ' ἰχθύες οἱ λεπιδωτοὶ καὶ τὰ μαλακόστρακα καὶ τὰ μαλάκια.
9Aristoteles, De generatione animalium, 2, 1; 45 (auctor 384BC-322BC)
τὰ δ' ἔτι τούτων ψυχροτέραν ἔχοντα τὴν φύσιν ᾠὸν μὲν γεννᾷ, οὐ τέλειον δὲ ᾠὸν ἀλλ' ἔξω τελειοῦται καθάπερ τὸ τῶν λεπιδωτῶν ἰχθύων γένος καὶ τὰ μαλακόστρακα καὶ τὰ μαλάκια.
10Aristoteles, De generatione animalium, 3, 8; 1 (auctor 384BC-322BC)
Τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ μαλάκια ποιεῖται τὸν τόκον οἷον σηπίαι καὶ τὰ τοιαῦτα, καὶ τὰ μαλακόστρακα οἷον κάραβοι καὶ τὰ συγγενῆ τούτοις· τίκτει γὰρ ἐξ ὀχείας καὶ ταῦτα καὶ συνδυαζόμενον τὸ ἄρρεν τῷ θήλει πολλάκις ὦπται.
11Aristoteles, De generatione animalium, 3, 8; 8 (auctor 384BC-322BC)
τὰ μὲν οὖν καραβώδη τὰ θήλεα πρὸς αὑτὰ ποιεῖται τὸν τόκον (διόπερ μείζους ἔχει τὰς πλάκας τὰ θήλεα αὐτῶν ἢ τὰ ἄρρενα, φυλακῆς χάριν τῶν ᾠῶν), τὰ δὲ μαλάκια ἔξω.
12Aristoteles, De generatione animalium, 3, 11; 7 (auctor 384BC-322BC)
διόπερ ὅσα ἄναιμα καὶ μὴ θερμὰ τὴν φύσιν οὐ γίγνεται ἐν ταῖς λίμναις οὐδὲ τῶν ἁλμυρῶν ἐν τοῖς ποτιμωτέροις ἀλλ' ἧττον, οἷον τὰ ὀστρακόδερμα καὶ τὰ μαλάκια καὶ τὰ μαλακόστρακα (πάντα γὰρ ἄναιμα καὶ ψυχρὰ ταῦτα τὴν φύσιν ἐστίν), ἐν δὲ ταῖς λιμνοθαλάτταις καὶ πρὸς ταῖς ἐκβολαῖς τῶν ποταμῶν γίγνονται· ζητοῦσι γὰρ ἅμα τήν τ' ἀλέαν καὶ τὴν τροφήν, ἡ δὲ θάλαττα ὑγρά τε καὶ σωματώδης πολλῷ μᾶλλον τοῦ ποτίμου καὶ θερμὴ τὴν φύσιν ἐστί, καὶ κεκοινώνηκε πάντων τῶν μορίων, ὑγροῦ καὶ πνεύματος καὶ γῆς, ὥστε καὶ πάντων μετέχειν τῶν καθ' ἕκαστον γιγνομένων ἐν τοῖς τόποις ζῴων.
13Aristoteles, De incessu animalium, 5, 3; 4 (auctor 384BC-322BC)
Ἔνια δ' ἐπὶ τὸ αὐτὸ ἔχει τὸ πρόσθιον καὶ τὸ ὀπίσθιον, οἷον τά τε μαλάκια καὶ τὰ στρομβώδη τῶν ὀστρακοδέρμων· εἴρηται δὲ περὶ αὐτῶν πρότερον ἐν ἑτέροις.
14Aristoteles, De longitudine et brevitate vitae, 4; 1 (auctor 384BC-322BC)
Ἔστι δ’ οὔτε τὰ μέγιστα ἀφθαρτότερα (ἵππος γὰρ ἀνθρώπου βραχυβιώτερον) οὔτε τὰ μικρά (ἐπέτεια γὰρ τὰ πολλὰ τῶν ἐντόμων) οὔτε τὰ φυτὰ ὅλως τῶν ζῴων (ἐπέτεια γὰρ ἔνια τῶν φυτῶν) οὔτε τὰ ἔναιμα (μέλιττα γὰρ πολυχρονιώτερον ἐνίων ἐναίμων) οὔτε τὰ ἄναιμα (τὰ γὰρ μαλάκια ἐπέτεια μέν, ἄναιμα δέ) οὔτε τὰ ἐν τῇ γῇ (καὶ γὰρ φυτὰ ἐπέτειά ἐστι καὶ ζῷα πεζά) οὔτε τὰ ἐν τῇ θαλάττῃ· καὶ γὰρ ἐκεῖ βραχύβια καὶ τὰ ὀστρακηρὰ καὶ τὰ μαλάκια.
15Aristoteles, De partibus animalium, 1, 4, 6; 12 (auctor 384BC-322BC)
Σχεδὸν δὲ τοῖς σχήμασι τῶν μορίων καὶ τοῦ σώματος ὅλου, ἐὰν ὁμοιότητα ἔχωσιν, ὥρισται τὰ γένη, οἷον τὸ τῶν ὀρνίθων γένος πρὸς αὐτὰ πέπονθε καὶ τὸ τῶν ἰχθύων καὶ τὰ μαλάκιά τε καὶ τὰ ὄστρεια.
16Aristoteles, De partibus animalium, 2, 8, 6; 8 (auctor 384BC-322BC)
Τὰ δ´ ἔντομα τῶν ζῴων καὶ τὰ μαλάκια τούτοις τ´ ἐναντίως καὶ αὑτοῖς ἀντικειμένως συνέστηκεν· οὐδὲν γὰρ ὀστῶδες ἔχειν ἔοικεν οὐδὲ γεηρὸν ἀποκεκριμένον, ὅ τι καὶ ἄξιον εἰπεῖν, ἀλλὰ τὰ μὲν μαλάκια σχεδὸν ὅλα σαρκώδη καὶ μαλακά, πρὸς δὲ τὸ μὴ εὔφθαρτον εἶναι τὸ σῶμα αὐτῶν, καθάπερ τὰ σαρκώδη, μεταξὺ σαρκὸς καὶ νεύρου τὴν φύσιν ἔχει.
17Aristoteles, De partibus animalium, 4, 5, 1; 1 (auctor 384BC-322BC)
Τὰ δὲ καλούμενα μαλάκια καὶ μαλακόστρακα πολλὴν ἔχει πρὸς ταῦτα διαφοράν· εὐθὺς γὰρ τὴν τῶν σπλάγχνων ἅπασαν οὐκ ἔχει φύσιν.
18Aristoteles, De partibus animalium, 4, 5, 3; 8 (auctor 384BC-322BC)
Ἔχουσι δὲ τὰ μὲν μαλάκια περὶ τὸ καλούμενον στόμα δύο ὀδόντας, καὶ ἐν τῷ στόματι ἀντὶ γλώττης σαρκῶδές τι, ᾧ κρίνουσι τὴν ἐν τοῖς ἐδεστοῖς ἡδονήν.
19Aristoteles, De partibus animalium, 4, 5, 8; 18 (auctor 384BC-322BC)
Ἔχει μὲν οὖν πάντα τὰ μαλάκια τοῦτο τὸ μόριον ἴδιον, μάλιστα δ´ ἡ σηπία καὶ πλεῖστον.
20Aristoteles, De partibus animalium, 4, 9, 4; 12 (auctor 384BC-322BC)
Τὰ δὲ μαλάκιά τε καὶ στρομβώδη τῶν ὀστρακοδέρμων ἔχει αὑτοῖς μὲν παραπλησίως, τούτοις δ´ ἀντεστραμμένως.
21Aristoteles, Ethica Nicomachea, 3, 11; 2 (auctor 384BC-322BC)
τὸ δ' ἀποθνήσκειν φεύγοντα πενίαν ἢ ἔρωτα ἤ τι λυπηρὸν οὐκ ἀνδρείου, ἀλλὰ μᾶλλον δειλοῦ· μαλακία γὰρ τὸ φεύγειν τὰ ἐπίπονα, καὶ οὐχ ὅτι καλὸν ὑπομένει, ἀλλὰ φεύγων κακόν.
22Aristoteles, Ethica Nicomachea, 7, 2; 1 (auctor 384BC-322BC)
δοκεῖ δὴ ἥ τε ἐγκράτεια καὶ καρτερία τῶν σπουδαίων καὶ [τῶν] ἐπαινετῶν εἶναι, ἡ δ' ἀκρασία τε καὶ μαλακία τῶν φαύλων καὶ ψεκτῶν, καὶ ὁ αὐτὸς ἐγκρατὴς καὶ ἐμμενετικὸς τῷ λογισμῷ, καὶ ἀκρατὴς καὶ ἐκστατικὸς τοῦ λογισμοῦ.
23Aristoteles, Ethica Nicomachea, 7, 8; 10 (auctor 384BC-322BC)
ὁ δ' ἐλλείπων πρὸς ἃ οἱ πολλοὶ καὶ ἀντιτείνουσι καὶ δύνανται, οὗτος μαλακὸς καὶ τρυφῶν· καὶ γὰρ ἡ τρυφὴ μαλακία τίς ἐστιν· ὃς ἕλκει τὸ ἱμάτιον, ἵνα μὴ πονήσῃ τὴν ἀπὸ τοῦ αἴρειν λύπην, καὶ μιμούμενος τὸν κάμνοντα οὐκ οἴεται ἄθλιος εἶναι, ἀθλίῳ ὅμοιος ὤν.
24Aristoteles, Ethica Nicomachea, 7, 8; 12 (auctor 384BC-322BC)
οὐ γὰρ εἴ τις ἰσχυρῶν καὶ ὑπερβαλλουσῶν ἡδονῶν ἡττᾶται ἢ λυπῶν, θαυμαστόν, ἀλλὰ συγγνωμονικὸν εἰ ἀντιτείνων, ὥσπερ ὁ Θεοδέκτου Φιλοκτήτης ὑπὸ τοῦ ἔχεως πεπληγμένος ἢ ὁ Καρκίνου ἐν τῇ Ἀλόπῃ Κερκύων, καὶ ὥσπερ οἱ κατέχειν πειρώμενοι τὸν γέλωτα ἀθρόον ἐκκαγχάζουσιν, οἷον συνέπεσε Ξενοφάντῳ· ἀλλ' εἴ τις πρὸς ἃς οἱ πολλοὶ δύνανται ἀντέχειν, τούτων ἡττᾶται καὶ μὴ δύναται ἀντιτείνειν, μὴ διὰ φύσιν τοῦ γένους ἢ διὰ νόσον, οἷον ἐν τοῖς Σκυθῶν βασιλεῦσιν ἡ μαλακία διὰ τὸ γένος, καὶ ὡς τὸ θῆλυ πρὸς τὸ ἄρρεν διέστηκεν.
25Aristoteles, Ethica Nicomachea, 7, 11; 12 (auctor 384BC-322BC)
τί μὲν οὖν ἐστὶν ἐγκράτεια καὶ τί ἀκρασία καὶ τί καρτερία καὶ τί μαλακία, καὶ πῶς ἔχουσιν αἱ ἕξεις αὗται πρὸς ἀλλήλας, εἴρηται.
26Aristoteles, Historia animalium, 1, I 1; 31 (auctor 384BC-322BC)
Τά δέ νευστικά, οἷον ἰχθύες καί τά μαλάκια καί τά μαλακόστρακα, οἷον κάραβοι.
27Aristoteles, Historia animalium, 1, I 5; 11 (auctor 384BC-322BC)
Ὅσα δέ δοκεῖ πόδας ἔχειν, καθάπερ καί τά μαλάκια, τούτοις νεῖ καί τοῖς πτερυγίοις, καί θᾶττον ἐπί κύτος, οἷον σηπία καί τευθίς καί πολύπους· βαδίζει δέ τούτων οὐδέτερον, ὥσπερ πολύπους.
28Aristoteles, Historia animalium, 1, I 16; 4 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί τοῖς ἄλλοις ζῴοις, ὅσα ἔχει τοῦτο τό μόριον· ἔχει δέ ἅπαντα ὅσα ἔχει αἷμα, καί ἔτι τά μαλάκια· κατά μέγεθος δ’ ὁμοίως ἔχει ἄνθρωπος πλεῖστον ἐγκέφαλον καί ὑγρότατον.
29Aristoteles, Historia animalium, 4, IV 1; 32 (auctor 384BC-322BC)
Ἔστι δ’ αὐτοῦ ἡ σάρξ σχιστή, οὐκ εἰς εὐθύ μέν τοι ἀλλά κύκλῳ· δέρμα δ’ ἔχουσι πάντα τά μαλάκια περί ταύτην.
30Aristoteles, Historia animalium, 4, IV 8; 38 (auctor 384BC-322BC)
Ὅτι μέν οὖν πάσας τάς αἰσθήσεις ταῦτα ἔχει τά ζῷα, φανερόν· τά δέ λοιπά γένη τῶν ζῴων ἔστι μέν τέτταρα διῃρημένα εἰς γένη, ἃ περιέχει τό πλῆθος τῶν λοιπῶν ζῴων, τά τε μαλάκια καί τά μαλακόστρακα καί τά ὀστρακόδερμα καί ἔτι τά ἔντομα, τούτων δέ τά μέν μαλάκια καί τά μαλακόστρακα καί τά ἔντομα ἔχει πάσας τάς αἰσθήσεις· καί γάρ ὄψιν ἔχει καί ὄσφρησιν καί γεῦσιν.
31Aristoteles, Historia animalium, 4, IV 10; 5 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί τά ἔνυδρα, οἷον οἵ τε ἰχθύες καί τά μαλάκια καί τά μαλακόστρακα κάραβοί τε καί τά τοιαῦτα.
32Aristoteles, Historia animalium, 4, IV 10; 19 (auctor 384BC-322BC)
Καθεύδει δέ καί τά μαλάκια τόν αὐτόν τρόπον ὅνπερ οἱ ἰχθύες· ὁμοίως δέ καί τά μαλακόστρακα τούτοις.
33Aristoteles, Historia animalium, 5, V 1; 4 (auctor 384BC-322BC)
Πρῶτον δ’ ἀρκτέον ἀπό τῶν ὀστρακοδέρμων, μετά δέ ταῦτα περί τῶν μαλακοστράκων, καί τά ἄλλα δέ τοῦτον τόν τρόπον ἐφεξῆς· ἔστι δέ τά τε μαλάκια καί τά ἔντομα, καί μετά ταῦτα τό τῶν ἰχθύων γένος, τό τε ζῳοτόκον καί τό ᾠοτόκον αὐτῶν, εἶτα τό τῶν ὀρνίθων· μετά δέ ταῦτα περί τῶν πεζῶν λεκτέον, ὅσα τε ζῳοτόκα καί ὅσα ᾠοτόκα.
34Aristoteles, Historia animalium, 5, V 6; 1 (auctor 384BC-322BC)
Τά δέ μαλάκια, οἷον οἱ πολύποδες καί σηπίαι καί τευθίδες, τόν αὐτόν τρόπον πάντα πλησιάζουσιν ἀλλήλοις· κατά τό στόμα γάρ συμπλέκονται, τάς πλεκτάνας πρός τάς πλεκτάνας συναρμόττοντες.
35Aristoteles, Historia animalium, 5, V 12; 1 (auctor 384BC-322BC)
Τίκτει δέ καί τά μαλάκια τοῦ ἔαρος, καί ἐν τοῖς πρώτοις τίκτει τῶν θαλαττίων ἡ σηπία.
36Aristoteles, Historia animalium, 5, V 18; 1 (auctor 384BC-322BC)
Τά δέ μαλάκια ἐκ τοῦ συνδυασμοῦ καί τῆς ὀχείας ᾠόν ἴσχει λευκόν· τοῦτο δέ γίνεται τῷ χρόνῳ, ὥσπερ τά τῶν σκληροδέρμων, ψαθυρόν.
37Aristoteles, Historia animalium, 8, VIII 2; 15 (auctor 384BC-322BC)
Ὁμοίως δέ τά τε μαλάκια καί τά μαλακόστρακα· καί γάρ ταῦτα δέχεται τό ὑγρόν διά τήν τροφήν.
38Aristoteles, Historia animalium, 8, VIII 2; 37 (auctor 384BC-322BC)
Τά δέ μαλάκια πάντα σαρκοφάγα ἐστίν.
39Aristoteles, Historia animalium, 8, VIII 2; 53 (auctor 384BC-322BC)
Σαρκοφαγεῖ δέ καί ὁ σινόδων, καί τά μαλάκια κατεσθίει.
40Aristoteles, Historia animalium, 8, VIII 2; 55 (auctor 384BC-322BC)
Τά μέν οὖν, ὥσπερ εἴρηται, σαρκοφάγα μόνον ἐστίν, οἷον δελφίς καί σινόδων καί χρύσοφρυς καί οἱ σελαχώδεις τῶν ἰχθύων καί τά μαλάκια· τά δ’ ὡς ἐπί τό πολύ νέμονται μέν τόν πηλόν καί τό φῦκος καί τό βρύον καί τό καλούμενον καυλίον καί τήν φυομένην ὕλην, οἷον φυκίς καί κωβιός καί οἱ πετραῖοι· ἡ δέ φυκίς ἄλλης μέν σαρκός οὐχ ἅπτεται, τῶν δέ καρίδων.
41Aristoteles, Historia animalium, 8, VIII 28; 8 (auctor 384BC-322BC)
Καί ἐν μέν τῷ Πόντῳ οὔτε τά μαλάκια γίνεται οὔτε τά ὀστρακόδερμα, εἰ μή ἔν τισι τόποις ὀλίγα· ἐν δέ τῇ ἐρυθρᾷ θαλάττῃ ὑπερμεγέθη τά ὀστρακόδερμα πάντα.
42Aristoteles, Historia animalium, 8, VIII 30; 4 (auctor 384BC-322BC)
Καί τά μαλάκια δέ κύοντα ἄριστα, οἷον τευθίδες τε καί σηπίαι καί πολύποδες.
43Aristoteles, Magna moralia, 2, 6, 28; 66 (auctor 384BC-322BC)
Πάλιν ἡ ἀκρασία καὶ ἡ μαλακία οὐκ ἔστιν ταὐτόν ἡ μὲν γὰρ μαλακία ἐστὶν καὶ ὁ μαλακὸς ὁ μὴ ὑπομένων πόνους, οὐχ ἅπαντας δὲ ἀλλ' οὓς ἀναγκαίως ἂν ἄλλος τις ὑπομείνειεν, ὁ δ' ἀκρατὴς ὁ μὴ δυνάμενος ὑπομένειν ἡδονάς, ἀλλὰ καταμαλακιζόμενος καὶ ὑπὸ τούτων ἀγόμενος.
44Aristoteles, Problemata, 31; 66 (auctor 384BC-322BC)
Διὰ τί δάκρυα, ἐὰν μὲν κλαίοντες ἀφίωμεν, θερμά ἐστιν, ἐὰν δὲ πονοῦντες τοὺς ὀφθαλμοὺς δακρύωμεν, ψυχρά; ἢ ὅτι τὸ μὲν ἄπεπτον ψυχρόν, τὸ δὲ πεπεμμένον θερμόν; ἡ δὲ μαλακία ὅλως πᾶσά ἐστιν ἐξ ἀπεψίας, καὶ τῶν τοὺς ὀφθαλμοὺς πονούντων ἄπεπτόν ἐστι τὸ δάκρυον· διὸ ψυχρόν.
45Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 42; 4
τὸν δὲ Βενιαμιν τὸν ἀδελφὸν Ιωσηφ οὐκ ἀπέστειλεν μετὰ τῶν ἀδελφῶν αὐτοῦ· εἶπεν γάρ Μήποτε συμβῇ αὐτῷ μαλακία.
46Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 44; 29
ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.
47Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 16; 12
καὶ ἐμαλακίσθη Ασα ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σφόδρα ἐμαλακίσθη· καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησεν κύριον, ἀλλὰ τοὺς ἰατρούς.
48Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 21; 15
καὶ σὺ ἐν μαλακίᾳ πονηρᾷ, ἐν νόσῳ κοιλίας, ἕως οὗ ἐξέλθῃ ἡ κοιλία σου μετὰ τῆς μαλακίας ἐξ ἡμερῶν εἰς ἡμέρας.
49Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 21; 18
καὶ μετὰ ταῦτα πάντα ἐπάταξεν αὐτὸν κύριος εἰς τὴν κοιλίαν μαλακίᾳ, ἐν ᾗ οὐκ ἔστιν ἰατρεία·
50Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 21; 19
καὶ ἐγένετο ἐξ ἡμερῶν εἰς ἡμέρας, καὶ ὡς ἦλθεν καιρὸς τῶν ἡμερῶν ἡμέρας δύο, ἐξῆλθεν ἡ κοιλία αὐτοῦ μετὰ τῆς νόσου, καὶ ἀπέθανεν ἐν μαλακίᾳ πονηρᾷ. καὶ οὐκ ἐποίησεν ὁ λαὸς αὐτοῦ ἐκφορὰν καθὼς ἐκφορὰν πατέρων αὐτοῦ.
51Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 33; 19
πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν,
52Desiderius Erasmus, Adagia, Chiliades, 4, 3363; 1 (opus 1508)
Plutarchus in libello De ratione victus indicat vulgatum fuisse proverbium de spe, nec tamen explicat quodnam id fuerit: Σούς πλείονας δέ μαλακίᾳ καί ἀκρασίᾳ συνήγορον ἔχουσα παροιμίαν ἐλπίς ἀναπείθει καί προσάγεται βαδίζειν ἀναστάντας ἰταμῶς ἐπί τήν συνήθειαν, id est Plerosque vero spes intemperantiae mollitieique patrocinante proverbio adducit huc ut relictis stratis ad consuetam redeant vitam.
53Duditius Andreas, Andreas Dudithius. Lectori S.P.d., 5; 638 (auctor 1533-1589)
Praeterea illa etiam: δουλοῖ γὰρ φρόνημα τὸ αἰφνίδιον καὶ τὸ ἀπροσδόκητον καὶ τὸ πλείστῳ παραλόγῳ ξυμβαῖνον· ... ὅμως δὲ πόλιν μεγάλην οἰκοῦντας καὶ ἐν ἤθεσιν ἀντιπάλοις αὐτῇ τεθραμμένους χρεὼν καὶ τὰς συμφορὰς ἐθέλειν ὑφίστασθαι καὶ τὴν ἀξίωσιν μὴ ἀφανίζειν· ἐν ἴσῳ γὰρ οἱ ἄνθρωποι δικαιοῦσι τῆς τε ὑπαρχούσης δόξης αἰτιᾶσθαι, ὅςτις ἂν μαλακίᾳ ἐλλείπῃ, καὶ τῆς μὴ προσηκούσης μισεῖν τὸν θρασύτητι ὀρεγόμενον.
54Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, p1, p8; 59 (auctor 1520-1575)
μαλακία ib. 65 mollis sermo 667. 2 Momentum ib. 20 ad Momentum se abscondere ib. 38 ad Momenta ponere ib. 43 iuxta Momentum parvum ib. 44 Mons ib. 50 mons combustionis ib. 61 montes 668. 50 mons Iehovae aut Domini 669. 52 montes Dei 669. 45 ante Montem sanctitatis Dei se incurvare ib. 55. 56 super Montem alicuius fortitudinem collocare ib. 62 montes seculi conteri, aut incurvari 670. 3 super Montes stare aquam ib. 21 montes triturare ib. 53 de Monte lapis excisus 671. 1 in Montes caliginosos impingere ib. 57 in Montibus comedere ib. 67 montibus dicere, Obruite nos 671. 14 in Montium speluncis et petris se abscondere ib. 17 montes transferre ib. 19 ad Montem Zion accessisse ib. 32 mons sanctus ib. 37 Mors ib. 44 mortis funes aut laquei 673. 58 mortem videre aut [?: gustar-] ib. 48 morte mori ib. 39 mori peccato 674. 15 mortuum esse [?: pec-atis] ib. 23 mori carni ib. 44 mori legi ib. 58 mortis umbra 675. 24 mortis contritio aut confusio ib. 38 mortis exitus ib. 45 mortis filius et vir ib.
55Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, p879, p967; 1 (auctor 1520-1575)
μαλακία , languor, imbecillitas, ex qua licet non plane decumbant homines, tamen debiles redduntur.
56Markos monachos, Florilegium et opuscula, Florilegium, 29; 18 (auctor fl.1260)
῞Ορα καὶ τὰ σωματικὰ ἁμαρτήματα Ὡσαύτως τὰ σωματικὰ ἀπαριθμοῦνται οὕτως· μαλακία, πορνεία τε καὶ μοιχεία, σὺν τούτοις κλεψία, μέθη, ἁρπαγὴ καὶ ἀδικία πᾶσα, ἡ ἀρρενομανία τε καὶ ἡ παιδοφθορία, κτηνοβατεία τε τριπλῆ καὶ ἡ πτηνοβατεία καὶ τὰ λοιπὰ ἐπιτηδεύματα πάσης ἀκαθαρσίας.
57Markos monachos, Florilegium et opuscula, Sermo A, 13; 2 (auctor fl.1260)
Τὰ σωματικὰ ἔργα τοῦ Σατανᾶ Εἰσὶ δὲ τὰ ἔργα τοῦ Σατανᾶ τὰ φανερὰ καὶ σωματικὰ ἁμαρτήματα ταῦτα· μαλακία, πορνεία, μοιχεία, ἀρρενομανία, κτηνοβατεία, κλεψία, μέθη, γαστριμαργία, ἁρπαγή, ἀδικία, αἰσχροκερδία καὶ ἁπλῶς πάντα τὰ σωματικὰ καὶ φανερὰ ἁμαρτήματα.
58Plato, Respublica, 1b, 398; 17 (auctor c.425BC-347BC)
ἀλλὰ μὴν μέθη γε φύλαξιν ἀπρεπέστατον καὶ μαλακία καὶ ἀργία.
59Ps Aristoteles, De respiratione, 12; 9 (opus c.300BC)
Διὰ ταὐτὸ δὲ τοῦτο δέχεται καὶ τὰ μαλάκια τὸ ὕδωρ καὶ τὰ μαλακόστρακα, λέγω δ’ οἷον τοὺς καλουμένους καράβους καὶ τοὺς καρκίνους.