'μαλακός' - search in All Authors, Showing 1 to 15 of 15 hits

1Aristoteles, De generatione animalium, 3, 2; 9 (auctor 384BC-322BC)
τὸ μὲν οὖν εἰρημένον ὀρθῶς ζητεῖται· λανθάνει δ' ὅτι τὸ γιγνόμενον ὄστρακον τὸ πρῶτον μαλακὸς ὑμήν ἐστιν, τελεωθέντος δὲ γίγνεται σκληρὸν καὶ κραῦρον, οὕτω συμμέτρως ὥστ' ἐξέρχεται μὲν ἔτι μαλακόν (πόνον γὰρ ἂν παρεῖχε τικτόμενον), ἐξελθὸν δ' εὐθὺς πήγνυται ψυχθέν, συνεξατμίζοντος τοῦ ὑγροῦ ταχὺ δι' ὀλιγότητα, λειπομένου δὲ τοῦ γεώδους.
2Aristoteles, De partibus animalium, 3, 3, 3; 11 (auctor 384BC-322BC)
Ἔστι δ´ ὁ μὲν οἰσοφάγος σαρκώδης, ἔχων νευρώδη τάσιν, νευρώδης μέν, ὅπως ἔχῃ διάτασιν εἰσιούσης τῆς τροφῆς, σαρκώδης δέ, ὅπως μαλακὸς ᾖ καὶ ἐνδιδῷ καὶ μὴ βλάπτηται τραχυνόμενος ὑπὸ τῶν κατιόντων.
3Aristoteles, Ethica Eudemia, 3; 46 (auctor 384BC-322BC)
εἰ γάρ τις εἴη τοιοῦτος οἷος πρὸς ἀλέας καὶ ψύχη καὶ τὰς τοιαύτας λύπας ὑπομενετικός, ὡς ὁ λόγος, ἀκινδύνους οὔσας, πρὸς δὲ τὸν θάνατον καὶ μαλακὸς καὶ περίφοβος, μὴ δι' ἄλλο τι πάθος ἀλλὰ δι' αὐτὴν τὴν φθοράν, ἄλλος δὲ πρὸς μὲν ἐκείνας μαλακός, πρὸς δὲ τὸν θάνατον ἀπαθής· ἐκεῖνος μὲν ἂν εἶναι δόξειε δειλός, οὗτος δ' ἀνδρεῖος.
4Aristoteles, Ethica Nicomachea, 7, 8; 1 (auctor 384BC-322BC)
περὶ δὲ τὰς δι' ἁφῆς καὶ γεύσεως ἡδονὰς καὶ λύπας καὶ ἐπιθυμίας καὶ φυγάς, περὶ ἃς ἥ τε ἀκολασία καὶ ἡ σωφροσύνη διωρίσθη πρότερον, ἔστι μὲν οὕτως ἔχειν ὥστε ἡττᾶσθαι καὶ ὧν οἱ πολλοὶ κρείττους, ἔστι δὲ κρατεῖν καὶ ὧν οἱ πολλοὶ ἥττους· τούτων δ' ὁ μὲν περὶ ἡδονὰς ἀκρατὴς ὃ δ' ἐγκρατής, ὁ δὲ περὶ λύπας μαλακὸς ὃ δὲ καρτερικός.
5Aristoteles, Ethica Nicomachea, 7, 8; 10 (auctor 384BC-322BC)
ὁ δ' ἐλλείπων πρὸς ἃ οἱ πολλοὶ καὶ ἀντιτείνουσι καὶ δύνανται, οὗτος μαλακὸς καὶ τρυφῶν· καὶ γὰρ ἡ τρυφὴ μαλακία τίς ἐστιν· ὃς ἕλκει τὸ ἱμάτιον, ἵνα μὴ πονήσῃ τὴν ἀπὸ τοῦ αἴρειν λύπην, καὶ μιμούμενος τὸν κάμνοντα οὐκ οἴεται ἄθλιος εἶναι, ἀθλίῳ ὅμοιος ὤν.
6Aristoteles, Ethica Nicomachea, 7, 8; 13 (auctor 384BC-322BC)
δοκεῖ δὲ καὶ ὁ παιδιώδης ἀκόλαστος εἶναι, ἔστι δὲ μαλακός.
7Aristoteles, Historia animalium, 8, VIII 24; 8 (auctor 384BC-322BC)
Λαμβάνει δέ καί ἄλλος αὐτούς πόνος, καλεῖται δέ τοῦτο κριθιᾶν· σημεῖον δέ τοῦ ἀρρωστήματος μαλακός γίνεται ὁ οὐρανός καί θερμόν πνεῖ.
8Aristoteles, Magna moralia, 2, 6, 28; 66 (auctor 384BC-322BC)
Πάλιν ἡ ἀκρασία καὶ ἡ μαλακία οὐκ ἔστιν ταὐτόν ἡ μὲν γὰρ μαλακία ἐστὶν καὶ ὁ μαλακὸς ὁ μὴ ὑπομένων πόνους, οὐχ ἅπαντας δὲ ἀλλ' οὓς ἀναγκαίως ἂν ἄλλος τις ὑπομείνειεν, ὁ δ' ἀκρατὴς ὁ μὴ δυνάμενος ὑπομένειν ἡδονάς, ἀλλὰ καταμαλακιζόμενος καὶ ὑπὸ τούτων ἀγόμενος.
9Aristoteles, Metaphysica, 14, 3; 8 (auctor 384BC-322BC)
δεῖ δὴ καὶ τοῦτον ὁρᾶν τὸν λόγον, μὴ λίαν ᾖ μαλακός.
10Aristoteles, Meteorologica, 4, IV 9; 35 (auctor 384BC-322BC)
Ἔστι δ’ οὔτε μαλακόν οὐδέν σχιστόν (λέγω δέ τῶν ἁπλῶς μαλακῶν καί μή πρός ἄλληλα· οὕτω μέν γάρ καί σίδηρος ἔσται μαλακός) οὔτε τά σκληρά πάντα ἐστί, ἀλλ’ ὅσα μήθ’ ὑγρά ἐστι μήτε θλαστά μήτε θραυστά.
11Aristoteles, Problemata, 4, 27; 22 (auctor 384BC-322BC)
Ἐὰν δὲ τύχῃ λάγνος ὢν καὶ μαλακός, καὶ θᾶττον ἕκαστα τούτων συμβαίνει.
12Aristoteles, Problemata, 19; 138 (auctor 384BC-322BC)
Διὰ τί τῶν τὴν συμφωνίαν ποιούντων φθόγγων ἐν τῷ βαρυτέρῳ τὸ μαλακώτερον; ἢ ὅτι τὸ μέλος τῇ μὲν αὑτοῦ φύσει μαλακόν ἐστι καὶ ἠρεμαῖον, τῇ δὲ τοῦ ῥυθμοῦ μίξει τραχὺ καὶ κινητικόν; ἐπεὶ δὲ ὁ μὲν βαρὺς φθόγγος μαλακὸς καὶ ἠρεμαῖός ἐστιν, ὁ δὲ ὀξὺς κινητικός, καὶ τῶν ταὐτὸ μέλος ἐχόντων εἴη ἂν μαλακώτερος ὁ βαρύτερος ἐν ταὐτῷ μέλει μᾶλλον· ἦν γὰρ τὸ μέλος αὐτῷ μαλακόν.
13Aristoteles, Rhetorica, 1, 10, 4; 8 (auctor 384BC-322BC)
δι' ἃ δὲ προαιροῦνται βλάπτειν καὶ φαῦλα ποιεῖν παρὰ τὸν νόμον κακία ἐστὶν καὶ ἀκρασία· ἐὰν γάρ τινες ἔχωσιν μοχθηρίαν ἢ μίαν ἢ πλείους, περὶ τοῦτο ὃ μοχθηροὶ τυγχάνουσιν ὄντες καὶ ἄδικοί εἰσιν· οἷον ὁ μὲν ἀνελεύθερος περὶ χρήματα, ὁ δ' ἀκόλαστος περὶ τὰς τοῦ σώματος ἡδονάς, ὁ δὲ μαλακὸς περὶ τὰ ῥάθυμα, ὁ δὲ δειλὸς περὶ τοὺς κινδύνους (τοὺς γὰρ συγκινδυνεύοντας ἐγκαταλιμπάνουσι διὰ τὸν φόβον) , ὁ δὲ φιλότιμος διὰ τιμήν, ὁ δ' ὀξύθυμος δι' ὀργήν, ὁ δὲ φιλόνικος διὰ νίκην, ὁ δὲ πικρὸς διὰ τιμωρίαν, ὁ δ' ἄφρων διὰ τὸ ἀπατᾶσθαι περὶ τὸ δίκαιον καὶ ἄδικον, ὁ δ' ἀναίσχυντος δι' ὀλιγωρίαν δόξης· ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστος περὶ ἕκαστον τῶν ὑποκειμένων.
14Homerus, Odyssea, 19, 190; 12 (auctor fl.700BC)
τόν δέ χιτῶν' ἐνόησα περί χροῒ σιγαλόεντα, οἷόν τε κρομύοιο λοπόν κάτα ἰσχαλέοιο· τώς μέν ἔην μαλακός, λαμπρός δ' ἦν ἠέλιος ὥς· ἦ μέν πολλαί γ' αὐτόν ἐθηήσαντο γυναῖκες.
15Plato, Convivium, p1, 173; 14 (auctor c.425BC-347BC)
καὶ ὁπόθεν ποτὲ ταύτην τὴν ἐπωνυμίαν ἔλαβες τὸ μαλακὸς καλεῖσθαι, οὐκ οἶδα ἔγωγε· ἐν μὲν γὰρ τοῖς λόγοις ἀεὶ τοιοῦτος εἶ, σαυτῷ τε καὶ τοῖς ἄλλοις ἀγριαίνεις πλὴν Σωκράτους.