'μεταξύ' - search in All Authors, Showing 1 to 500 of 714 hits      Show next 214

1Adrianus I, Epistolae, 96, 1227B
» Ὅθεν ὁ ἅγιος Αὐγουστῖνος ὁ μέγας διδάσκαλος ἐν ταῖς νουθασίαις αὐτοῦ ἔφη· Τί ἐστιν εἰκὼν Θεοῦ, εἰ μὴ πρόσωπον Θεοῦ, ἐν ᾧ ἐσημειώθη ὁ λαὸς τοῦ Θεοῦ; Ἐν τῷ μεταξὺ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης ἐπίσκοπος περὶ τοῦ Ἀβραὰμ λόγον συνεστήσατο, λέγων· Εἶδον πλειστάκις τὴν ἐπιγραφὴν τοῦ πάθους, καὶ οὐκ ἀδακρυτὶ παρῆλθον ἔργον τέχνης εἰς πρόσωπον προσαχθὲν ἱστορίας, καὶ τὰ λοιπὰ ἐκ τῆς ἑρμηνείας αὐτοῦ τῆς εἰς τὰ Ἄσματα τῶν ἄσμάτων, καθὼς ἡ γεγραμμένη διδαχὴ λέγει· Ὕλη τίς ἐστι παντελῶς ἐν διαφόροις βαφαῖς ἀναπληροῦσα τὴν τῆς ψυχῆς [L. τοῦ ἐμψύχου] μίμησιν.
2Agapetus I, Epistolae, 66, 0047D
Ὅθεν, ἐπειδὴ κατὰ τὴν ἀποστολικὴν ἀγάπην, τὴν ἐν τῇ πίστει αὐτοῦ μεταμέλειαν ἀναμένομεν, ἐν τῷ μεταξὺ οὐδὲ καθολικοῦ, οὐδὲ ἱερέως ὀνόματος ἄξιον εἶναι ψηφίζομεν, μέχρις ἂν πάντα τὰ παρὰ τῶν πατέρων παραδοθέντα, δι' ὧν ἀληθῶς τῆς θρησκείας ἡ πίστις, καὶ ἐπιστήμη φυλάττεται, κατὰ τὴν προσήκουσαν πληροφορίαν δέξηται.
3Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0603
ΕΞΗΓΗΣΙΣ ΤΗΣ ΚΙΝΗΣΕΩΣ Γενομένης μεταξὺ τοῦ κυροῦ ἀββᾶ Μαξίμου, καὶ τῶν σὺν αὐτῷ, καὶ τῶν ἀρχόντων, καὶ Σεκρέτου.
4Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605D
Εἶτα τρίτον συκοφάντην προβάλλονται, Θεόδωρον τὸν υἱὸν Ἰωάννου τοῦ κανδιδάτου λεγομένου, τὸν ἐπίκλην Χιλὰ, τὸν νῦν γαμβρὸν τοῦ κυροῦ Πλάτωνος τοῦ πατρικίου, λέγοντα· Ὅτι συντυχίας μεταξὺ ἡμῶν ἐν Ῥώμῃ γενομένης περὶ τῶν βασιλέως, διέσυρε τὸ λαλούμενον, βυτία ποιῶν καὶ λαιβία.
5Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611C
Καὶ τῇ αὐτῇ ἡμέρᾳ περὶ τὴν αὐτὴν ἀφὴν τοῦ λύχνου, Τρώϊλος ὁ πατρίκιος, καὶ Σέργιος ὁ εὐκρατᾶς ὁ ἐπὶ τῆς τραπέζης τῆς βασιλικῆς, παρεγένοντο πρὸς τὸν δοῦλον Θεοῦ τὸν γέροντα, καὶ καθίσαντες, ἐκέλευσαν καὶ αὐτὸν καθίσαι, καὶ εἶπον πρὸς αὐτὸν· Εἰπὲ ἡμῖν, κῦρι ἀββᾶ, τὴν μεταξὺ σοῦ καὶ Πύῤῥου γενομένην, ἐν Ἀφρικῇ καὶ Ῥώμῃ περὶ τῶν δογμάτων κίνησιν, καὶ ποίοις αὐτὸν ἔπεισας ἀναθεματίσαι τὸ δόγμα τὸ ἴδιον, καὶ τῷ σῷ συνθέσθαι.
6Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0625C
Τὰ κεκινημένα περὶ τῆς ἀμώμήτου ἡμῶν τῶν Χριστιανῶν πίστεως, καὶ τῆς τῶν δι' ἐναντίας παρεισάκτου καινοτομίας, μεταξὺ τοῦ ἀββᾶ Μαξίμου, καὶ Θεοδοσίου ἐπισκόπου Καισαρείας ἀναγκαῖον ἡγησάμην κατάδηλον ποιῆσαι πᾶσιν ὑμῖν τοῖς ἐν ὀρθοδοζίᾳ διατελοῦσιν, ἵνα ἀκριβέστερον τὰ περὶ τούτων εἰδέναι ἔχοντες, δοξάζητε μᾶλλον τὸν φιλάνθρωπον Θεὸν, τὸν διδόντα λόγον ἐν ἀνοίξει τοῦ στόματος τῶν φοβουμένων αὐτόν.
7Aristoteles, Physica, 1, 5; 7
ἀλλὰ λευκὸν μὲν γίγνεται ἐξ οὐ λευκοῦ, καὶ τούτου οὐκ ἐκ παντὸς ἀλλ' ἐκ μέλανος ἢ τῶν μεταξύ, καὶ μουσικὸν οὐκ ἐκ μου σικοῦ, πλὴν οὐκ ἐκ παντὸς ἀλλ' ἐξ ἀμούσου ἢ εἴ τι αὐτῶν ἐστι μεταξύ.
8Aristoteles, Physica, 1, 5; 8
οὐδὲ δὴ φθείρεται εἰς τὸ τυχὸν πρῶτον, οἷον τὸ λευκὸν οὐκ εἰς τὸ μουσικόν, πλὴν εἰ μή ποτε κατὰ συμ βεβηκός, ἀλλ' εἰς τὸ μὴ λευκόν, καὶ οὐκ εἰς τὸ τυχὸν ἀλλ' εἰς τὸ μέλαν ἢ τὸ μεταξύ· ὡς δ' αὔτως καὶ τὸ μουσικὸν εἰς τὸ μὴ μουσικόν, καὶ τοῦτο οὐκ εἰς τὸ τυχὸν ἀλλ' εἰς τὸ ἄμουσον ἢ εἴ τι αὐτῶν ἐστι μεταξύ.
9Aristoteles, Physica, 1, 5; 13
εἰ τοίνυν τοῦτ' ἔστιν ἀληθές, ἅπαν ἂν γί γνοιτο τὸ γιγνόμενον καὶ φθείροιτο τὸ φθειρόμενον ἢ ἐξ ἐναν τίων ἢ εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ.
10Aristoteles, Physica, 1, 5; 14
τὰ δὲ μεταξὺ ἐκ τῶν ἐναντίων ἐστίν, οἷον χρώματα ἐκ λευκοῦ καὶ μέλα νος· ὥστε πάντ' ἂν εἴη τὰ φύσει γιγνόμενα ἢ ἐναντία ἢ ἐξ ἐναντίων.
11Aristoteles, Physica, 1, 6; 11
διόπερ εἴ τις τόν τε πρότερον ἀληθῆ νομίσειεν εἶναι λόγον καὶ τοῦτον, ἀναγκαῖον, εἰ μέλλει διασώσειν ἀμφοτέρους αὐτούς, ὑποτιθέναι τι τρίτον, ὥσπερ φασὶν οἱ μίαν τινὰ φύσιν εἶναι λέγοντες τὸ πᾶν, οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ μεταξὺ τούτων.
12Aristoteles, Physica, 1, 6; 12
δοκεῖ δὲ τὸ μεταξὺ μᾶλ λον· πῦρ γὰρ ἤδη καὶ γῆ καὶ ἀὴρ καὶ ὕδωρ μετ' ἐναντιοτή των συμπεπλεγμένα ἐστίν.
13Aristoteles, Physica, 1, 6; 17
τὸ μὲν οὖν τρία φάσκειν τὰ στοιχεῖα εἶναι ἔκ τε τούτων καὶ ἐκ τοιούτων ἄλλων ἐπισκοποῦσι δόξειεν ἂν ἔχειν τινὰ λόγον, ὥσπερ εἴπομεν, τὸ δὲ πλείω τριῶν οὐκέτι· πρὸς μὲν γὰρ τὸ πάσχειν ἱκανὸν τὸ ἕν, εἰ δὲ τεττάρων ὄντων δύο ἔσονται ἐναντιώσεις, δεήσει χωρὶς ἑκατέρᾳ ὑπάρχειν ἑτέραν τινὰ μεταξὺ φύσιν· εἰ δ' ἐξ ἀλλήλων δύνανται γεννᾶν δύο οὖσαι, περίεργος ἂν ἡ ἑτέρα τῶν ἐναντιώσεων εἴη.
14Aristoteles, Physica, 2, 3; 7
καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίγνεται τοῦ τέλους, οἷον τῆς ὑγιείας ἡ ἰσχνασία ἢ ἡ κάθαρ σις ἢ τὰ φάρμακα ἢ τὰ ὄργανα· πάντα γὰρ ταῦτα τοῦ τέλους ἕνεκά ἐστιν, διαφέρει δὲ ἀλλήλων ὡς ὄντα τὰ μὲν ἔργα τὰ δ' ὄργανα.
15Aristoteles, Physica, 3, 4; 4
οἱ δὲ περὶ φύσεως πάντες [ἀεὶ] ὑποτιθέασιν ἑτέραν τινὰ φύσιν τῷ ἀπείρῳ τῶν λεγομένων στοιχείων, οἷον ὕδωρ ἢ ἀέρα ἢ τὸ μεταξὺ τούτων.
16Aristoteles, Physica, 4, 6; 8
σχεδὸν γὰρ τέτταρά ἐστιν ὧν ἀνάγκη τὸν τόπον ἕν τι εἶναι· ἢ γὰρ μορφὴ ἢ ὕλη ἢ διάστημά τι τὸ μεταξὺ τῶν ἐσχάτων, ἢ τὰ ἔσχατα εἰ μὴ ἔστι μηδὲν διάστημα παρὰ τὸ τοῦ ἐγγιγνομένου σώματος μέγεθος.
17Aristoteles, Physica, 4, 6; 11
διὰ δὲ τὸ μεταβάλ λειν πολλάκις μένοντος τοῦ περιέχοντος τὸ περιεχόμενον καὶ διῃρημένον, οἷον ἐξ ἀγγείου ὕδωρ, τὸ μεταξὺ εἶναί τι δοκεῖ διάστημα, ὡς ὄν τι παρὰ τὸ σῶμα τὸ μεθιστάμενον.
18Aristoteles, Physica, 4, 6; 20
δοκεῖ δὲ μέγα τι εἶναι καὶ χαλεπὸν ληφθῆναι ὁ τόπος διά τε τὸ παρεμφαίνεσθαι τὴν ὕλην καὶ τὴν μορφήν, καὶ διὰ τὸ ἐν ἠρεμοῦντι τῷ περιέχοντι γίγνεσθαι τὴν μετάστασιν τοῦ φερομένου· ἐνδέχεσθαι γὰρ φαί νεται εἶναι διάστημα μεταξὺ ἄλλο τι τῶν κινουμένων μεγε θῶν.
19Aristoteles, Physica, 4, 6; 21
συμβάλλεται δέ τι καὶ ὁ ἀὴρ δοκῶν ἀσώματος εἶναι· φαίνεται γὰρ οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου εἶναι ὁ τόπος, ἀλλὰ καὶ τὸ μεταξὺ ὡς κενὸν .
20Aristoteles, Physica, 4, 7; 12
οὔτε γὰρ συναύξεσθαι ἀνάγκη τὸν τόπον, οὔτε στιγμῆς εἶναι τό πον, οὔτε δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ, οὔτε διάστημά τι εἶναι σωματικόν (σῶμα γὰρ τὸ μεταξὺ τοῦ τόπου τὸ τυχόν, ἀλλ' οὐ διάστημα σώματος).
21Aristoteles, Physica, 4, 12; 12
εἴπερ οὖν ἐν τῷ ἐφεξῆς οὐκ ἔφθαρται ἀλλ' ἐν ἄλλῳ, ἐν τοῖς μεταξὺ [τοῖς] νῦν ἀπείροις οὖσιν ἅμα ἂν εἴη· τοῦτο δὲ ἀδύνατον.
22Aristoteles, Physica, 4, 13; 2
ὥσπερ οὖν εἰ μὴ ἦν ἕτερον τὸ νῦν ἀλλὰ ταὐτὸ καὶ ἕν, οὐκ ἂν ἦν χρόνος, οὕτως καὶ ἐπεὶ λανθάνει ἕτερον ὄν, οὐ δοκεῖ εἶναι τὸ μεταξὺ χρόνος.
23Aristoteles, Physica, 4, 13; 15
ὁρίζομεν δὲ τῷ ἄλλο καὶ ἄλλο ὑπολαβεῖν αὐτά, καὶ μεταξύ τι αὐτῶν ἕτερον· ὅταν γὰρ ἕτερα τὰ ἄκρα τοῦ μέσου νοήσωμεν, καὶ δύο εἴπῃ ἡ ψυχὴ τὰ νῦν, τὸ μὲν πρότερον τὸ δ' ὕστερον, τότε καὶ τοῦτό φα μεν εἶναι χρόνον· τὸ γὰρ ὁριζόμενον τῷ νῦν χρόνος εἶναι δοκεῖ· καὶ ὑποκείσθω.
24Aristoteles, Physica, 5, 1; 12
ἡ μὲν οὖν κατὰ συμβεβηκὸς μεταβολὴ ἀφείσθω· ἐν ἅπασί τε γάρ ἐστι καὶ αἰεὶ καὶ πάντων· ἡ δὲ μὴ κατὰ συμβεβηκὸς οὐκ ἐν ἅπασιν, ἀλλ' ἐν τοῖς ἐναντίοις καὶ τοῖς μεταξὺ καὶ ἐν ἀντιφάσει· τούτου δὲ πίστις ἐκ τῆς ἐπαγωγῆς.
25Aristoteles, Physica, 5, 1; 13
ἐκ δὲ τοῦ μεταξὺ μετα βάλλει· χρῆται γὰρ αὐτῷ ὡς ἐναντίῳ ὄντι πρὸς ἑκάτερον· ἔστι γάρ πως τὸ μεταξὺ τὰ ἄκρα.
26Aristoteles, Physica, 5, 1; 23
τὰ δ' ὑποκείμενα ἢ ἐναντία ἢ μεταξύ (καὶ γὰρ ἡ στέ ρησις κείσθω ἐναντίον), καὶ δηλοῦται καταφάσει, τὸ γυμνὸν καὶ νωδὸν καὶ μέλαν.
27Aristoteles, Physica, 5, 3; 1
Μετὰ δὲ ταῦτα λέγωμεν τί ἐστιν τὸ ἅμα καὶ χωρίς, καὶ τί τὸ ἅπτεσθαι, καὶ τί τὸ μεταξὺ καὶ τί τὸ ἐφεξῆς καὶ τί τὸ ἐχόμενον καὶ συνεχές, καὶ τοῖς ποίοις ἕκαστον τούτων ὑπάρχειν πέφυκεν.
28Aristoteles, Physica, 5, 3; 4
| ἐν ἐλα χίστοις δ' ἐστὶ τὸ μεταξὺ τρισίν· ἔσχατον μὲν γάρ | ἐστι τῆς μεταβολῆς τὸ ἐναντίον,> | μεταξὺ δὲ εἰς ὃ πέφυκε πρότερον ἀφικνεῖσθαι τὸ μεταβάλλον ἢ εἰς ὃ ἔσχατον μεταβάλλει κατὰ φύσιν συνεχῶς μεταβάλλον.
29Aristoteles, Physica, 5, 3; 8
δὲ οὗ μετὰ τὴν ἀρχὴν ὄντος ἢ θέσει ἢ εἴδει ἢ ἄλλῳ τινὶ οὕτως ἀφορισθέντος μηδὲν μεταξύ ἐστι τῶν ἐν ταὐτῷ γένει καὶ οὗ ἐφεξῆς ἐστιν (λέγω δ' οἷον γραμμὴ γραμμῆς ἢ γραμμαί, ἢ μονάδος μο νὰς ἢ μονάδες, ἢ οἰκίας οἰκία· ἄλλο δ' οὐδὲν κωλύει με ταξὺ εἶναι).
30Aristoteles, Physica, 5, 3; 17
ὥστ' εἰ ἔστι στιγμὴ καὶ μονὰς οἵας λέ γουσι κεχωρισμένας, οὐχ οἷόν τε εἶναι μονάδα καὶ στιγμὴν τὸ αὐτό· ταῖς μὲν γὰρ ὑπάρχει τὸ ἅπτεσθαι, ταῖς δὲ μο νάσιν τὸ ἐφεξῆς, καὶ τῶν μὲν ἐνδέχεται εἶναί τι μεταξύ (πᾶσα γὰρ γραμμὴ μεταξὺ στιγμῶν), τῶν δ' οὐκ ἀνάγκη· οὐδὲ γὰρ μεταξὺ δυάδος καὶ μονάδος.
31Aristoteles, Physica, 5, 3; 18
τί μὲν οὖν ἐστι τὸ ἅμα καὶ χωρίς, καὶ τί τὸ ἅπτεσθαι, καὶ τί τὸ μεταξὺ καὶ τὸ ἐφεξῆς, καὶ τί τὸ ἐχόμενον καὶ τὸ συνεχές, καὶ τοῖς ποίοις ἕκαστον τούτων ὑπάρχει, εἴρηται.
32Aristoteles, Physica, 5, 4; 23
διὸ ἀνάγκη τὴν αὐτὴν εἶναι τῷ εἴδει καὶ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ τὴν ἁπλῶς συνεχῆ κίνησιν καὶ μίαν, τῷ χρόνῳ μέν, ὅπως μὴ ἀκινησία με ταξὺ ᾖ (ἐν τῷ διαλείποντι γὰρ ἠρεμεῖν ἀνάγκη· πολλαὶ οὖν καὶ οὐ μία ἡ κίνησις, ὧν ἐστὶν ἠρεμία μεταξύ, ὥστε εἴ τις κίνησις στάσει διαλαμβάνεται, οὐ μία οὐδὲ συνεχής· δια λαμβάνεται δέ, εἰ μεταξὺ χρόνος)· τῆς δὲ τῷ εἴδει μὴ μιᾶς, καὶ εἰ μὴ διαλείπεται [ὁ χρόνος], ὁ μὲν [γὰρ] χρόνος εἷς, τῷ εἴδει δ' ἡ κίνησις ἄλλη· τὴν μὲν γὰρ μίαν ἀνάγκη καὶ τῷ εἴδει μίαν εἶναι, ταύτην δ' ἁπλῶς μίαν οὐκ ἀνάγκη.
33Aristoteles, Physica, 5, 5; 14
τὰς δ' εἰς τὸ μεταξὺ κινήσεις, ὅσοις τῶν ἐναντίων ἔστι μεταξύ, ὡς εἰς ἐναντία πως θετέον· ὡς ἐναντίῳ γὰρ χρῆται τῷ μεταξὺ ἡ κίνησις, ἐφ' ὁπότερα ἂν μεταβάλλῃ, οἷον ἐκ φαιοῦ μὲν εἰς τὸ λευκὸν ὡς ἐκ μέλανος, καὶ ἐκ λευκοῦ εἰς φαιὸν ὡς εἰς μέλαν, ἐκ δὲ μέλανος εἰς φαιὸν ὡς εἰς λευκὸν τὸ φαιόν· τὸ γὰρ μέσον πρὸς ἑκάτερον λέγεταί πως ἑκάτερον τῶν ἄκρων, καθάπερ εἴρηται καὶ πρότερον.
34Aristoteles, Physica, 6, 1; 1
Εἰ δ' ἐστὶ συνεχὲς καὶ ἁπτόμενον καὶ ἐφεξῆς, ὡς διώρισται πρότερον, συνεχῆ μὲν ὧν τὰ ἔσχατα ἕν, ἁπτό μενα δ' ὧν ἅμα, ἐφεξῆς δ' ὧν μηδὲν μεταξὺ συγγενές, ἀδύνατον ἐξ ἀδιαιρέτων εἶναί τι συνεχές, οἷον γραμμὴν ἐκ στιγμῶν, εἴπερ ἡ γραμμὴ μὲν συνεχές, ἡ στιγμὴ δὲ ἀδιαί ρετον.
35Aristoteles, Physica, 6, 1; 8
ἀλλὰ μὴν οὐδὲ ἐφεξῆς ἔσται στιγμὴ στιγμῇ ἢ τὸ νῦν τῷ νῦν, ὥστ' ἐκ τούτων εἶναι τὸ μῆκος ἢ τὸν χρόνον· ἐφεξῆς μὲν γάρ ἐστιν ὧν μηθέν ἐστι με ταξὺ συγγενές, στιγμῶν δ' αἰεὶ [τὸ] μεταξὺ γραμμὴ καὶ τῶν νῦν χρόνος.
36Aristoteles, Physica, 6, 1; 10
ἄλλο δὲ γένος οὐχ οἷόν τ' εἶναι μεταξὺ [τῶν στιγμῶν καὶ τῶν νῦν οὐθέν].
37Aristoteles, Physica, 6, 1; 17
εἰ δὴ ἀνάγκη τὸ κινούμενον ποθέν ποι μὴ ἅμα κινεῖσθαι καὶ κεκινῆσθαι οὗ ἐκινεῖτο ὅτε ἐκινεῖτο (οἷον εἰ Θήβαζέ τι βα δίζει, ἀδύνατον ἅμα βαδίζειν Θήβαζε καὶ βεβαδικέναι Θήβαζε), τὴν δὲ τὸ Α τὴν ἀμερῆ ἐκινεῖτο τὸ Ω, ᾗ ἡ τὸ Δ κίνησις παρῆν· ὥστ' εἰ μὲν ὕστερον διεληλύθει ἢ διῄει, διαιρετὴ ἂν εἴη (ὅτε γὰρ διῄει, οὔτε ἠρέμει οὔτε διεληλύθει, ἀλλὰ μεταξὺ ἦν), εἰ δ' ἅμα διέρχεται καὶ διελήλυθε, τὸ βαδίζον, ὅτε βαδίζει, βεβαδικὸς ἐκεῖ ἔσται καὶ κεκινημένον οὗ κινεῖ ται.
38Aristoteles, Physica, 6, 4; 4
ἀνάγκη δὴ τὸ αὐτὸ εἶναι τὸ νῦν τὸ ἔσχατον ἀμφοτέ ρων τῶν χρόνων· εἰ γὰρ ἕτερον, ἐφεξῆς μὲν οὐκ ἂν εἴη θά τερον θατέρῳ διὰ τὸ μὴ εἶναι συνεχὲς ἐξ ἀμερῶν, εἰ δὲ χω ρὶς ἑκάτερον, μεταξὺ ἔσται χρόνος· πᾶν γὰρ τὸ συνεχὲς τοιοῦτον ὥστ' εἶναί τι συνώνυμον μεταξὺ τῶν περάτων.
39Aristoteles, Physica, 6, 4; 5
ἀλλὰ μὴν εἰ χρόνος τὸ μεταξύ, διαιρετὸν ἔσται· πᾶς γὰρ χρόνος δέδεικται ὅτι διαιρετός.
40Aristoteles, Physica, 6, 8; 9
ἔτι δὲ εἰ ἐν τῷ παντὶ χρόνῳ τῷ ΧΡ κεκινῆ σθαι λέγομεν, ἢ ὅλως ἐν ὁτῳοῦν χρόνῳ, τῷ λαβεῖν τὸ ἔσχατον αὐτοῦ νῦν (τοῦτο γάρ ἐστι τὸ ὁρίζον, καὶ τὸ μεταξὺ τῶν νῦν χρόνος), κἂν ἐν τοῖς ἄλλοις ὁμοίως λέγοιτο κεκινῆ σθαι.
41Aristoteles, Physica, 6, 8; 11
εἰ οὖν ἅπας μὲν χρόνος διαιρετός, τὸ δὲ μεταξὺ τῶν νῦν χρό νος, ἅπαν τὸ μεταβάλλον ἄπειρα ἔσται μεταβεβληκός.
42Aristoteles, Physica, 6, 8; 15
οὐκοῦν ἐν μὲν τῷ αὐτῷ νῦν ἐν ᾧ ἐστιν ἐν τῷ Α, οὐ μεταβέβληκεν (ἅμα γὰρ ἂν εἴη ἐν τῷ Α καὶ ἐν τῷ Β)· τὸ γὰρ μεταβεβληκός, ὅτε μεταβέβληκεν, ὅτι οὐκ ἔστιν ἐν τούτῳ, δέδεικται πρότερον· εἰ δ' ἐν ἄλλῳ, μεταξὺ ἔσται χρόνος· οὐ γὰρ ἦν ἐχόμενα τὰ νῦν.
43Aristoteles, Physica, 6, 8; 19
οὐκοῦν εἰ μὲν ἀδιαίρετόν ἐστι τὸ ΓΔ, ἀμερὲς ἀμεροῦς ἔσται ἐχόμενον· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, ἀνάγκη μέγεθος εἶναι τὸ μεταξὺ καὶ εἰς ἄπειρα διαιρετόν· ὥστ' εἰς ἐκεῖνα μεταβάλλει πρότερον.
44Aristoteles, Physica, 7, 2; 1
Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἀλλ' ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἅμα τῷ κινουμένῳ ἐστί (λέγω δὲ τὸ ἅμα, ὅτι οὐδέν ἐστιν αὐτῶν μεταξύ)· τοῦτο γὰρ κοι νὸν ἐπὶ παντὸς κινουμένου καὶ κινοῦντός ἐστιν.
45Aristoteles, Physica, 7, 2; 15
ὥστ' εἰ τὸ ὠθοῦν καὶ τὸ ἕλκον ἅμα τῷ ὠθουμένῳ καὶ τῷ ἑλκομένῳ, φανερὸν ὅτι τοῦ κατὰ τόπον κινουμένου καὶ κινοῦντος οὐδέν ἐστι μεταξύ.
46Aristoteles, Physica, 7, 3; 4
) ἀδύνατον δὲ ἢ ἀφ' αὑτοῦ πρὸς ἄλλο ἢ ἀπ' ἄλλου πρὸς αὑτὸ κινεῖν μὴ ἁπτόμενον, ὥστε φανερὸν ὅτι τοῦ κατὰ τόπον κινουμένου καὶ κινοῦντος οὐδέν ἐστι μεταξύ.
47Aristoteles, Physica, 7, 3; 17
ὥστ' οὐ δὲν ἔσται μεταξὺ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος.
48Aristoteles, Physica, 7, 3; 20
ἀνάγκη οὖν συνεχὲς εἶναι καὶ τὸ αὖξον καὶ τὸ φθῖνον, τῶν δὲ συνεχῶν οὐδὲν μεταξύ.
49Aristoteles, Physica, 8, 1; 3
εἰ δὴ ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι, διχῶς ἀνάγκη τοῦτο συμβαίνειν· ἢ γὰρ ὡς Ἀναξαγόρας λέγει (φησὶν γὰρ ἐκεῖνος, ὁμοῦ πάντων ὄντων καὶ ἠρεμούντων τὸν ἄπειρον χρό νον, κίνησιν ἐμποιῆσαι τὸν νοῦν καὶ διακρῖναι), ἢ ὡς Ἐμπε δοκλῆς ἐν μέρει κινεῖσθαι καὶ πάλιν ἠρεμεῖν, κινεῖσθαι μὲν ὅταν ἡ φιλία ἐκ πολλῶν ποιῇ τὸ ἓν ἢ τὸ νεῖκος πολλὰ ἐξ ἑνός, ἠρεμεῖν δ' ἐν τοῖς μεταξὺ χρόνοις, λέγων οὕτως ᾗ μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι, ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον' ἐκτελέθουσιν, τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· ᾗ δὲ τάδ' ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ' αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.
50Aristoteles, Physica, 8, 1; 32
ὁμοίως δὲ καὶ τὸ λέγειν ὅτι πέφυκεν οὕτως καὶ ταύτην δεῖ νομίζειν εἶ ναι ἀρχήν, ὅπερ ἔοικεν Ἐμπεδοκλῆς ἂν εἰπεῖν, ὡς τὸ κρα τεῖν καὶ κινεῖν ἐν μέρει τὴν φιλίαν καὶ τὸ νεῖκος ὑπάρχει τοῖς πράγμασιν ἐξ ἀνάγκης, ἠρεμεῖν δὲ τὸν μεταξὺ χρό νον.
51Aristoteles, Physica, 8, 5; 42
οὔτε γὰρ ἔσται πρῶτον κινοῦν οὐ δέν, εἴ γε αὐτὸ ἑαυτὸ κινήσει ἑκάτερον (τὸ γὰρ πρότερον αἰ τιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· δι χῶς γὰρ κινεῖν ἦν, τὸ μὲν τὸ ὑπ' ἄλλου κινούμενον αὐτό, τὸ δ' αὑτῷ· ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ)· ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι εἰ μὴ ὑφ' αὑτοῦ· κατὰ συμβεβηκὸς ἄρα ἀντικινεῖ θάτερον.
52Aristoteles, Physica, 8, 10; 8
ὥστ' εἰ ἀδύνατον ἅμα μεταβάλλειν τὰς ἀντικειμένας, οὐκ ἔσται συνεχὴς ἡ μετα βολή, ἀλλὰ μεταξὺ ἔσται αὐτῶν χρόνος.
53Aristoteles, Physica, 8, 10; 9
οὐδὲν γὰρ διαφέ ρει ἐναντίας ἢ μὴ ἐναντίας εἶναι τὰς κατ' ἀντίφασιν μετα βολάς, εἰ μόνον ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι (τοῦτο γὰρ τῷ λόγῳ οὐδὲν χρήσιμον), οὐδ' εἰ μὴ ἀνάγκη ἠρεμῆσαι ἐν τῇ ἀντιφάσει, μηδ' ἐστὶν μεταβολὴ ἠρεμίᾳ ἐναντίον (οὐ γὰρ ἴσως ἠρεμεῖ τὸ μὴ ὄν, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὄν), ἀλλ' εἰ μόνον μεταξὺ γίγνεται χρόνος· οὕτω γὰρ οὐκ ἔστιν ἡ με ταβολὴ συνεχής· οὐδὲ γὰρ ἐν τοῖς πρότερον ἡ ἐναντίωσις χρήσιμον, ἀλλὰ τὸ μὴ ἐνδέχεσθαι ἅμα ὑπάρχειν.
54Aristoteles, Physica, 8, 12; 19
εἰ γὰρ ἐν τῷ Α τὸ Δ ἐγί γνετο λευκόν, γέγονε δ' ἅμα καὶ ἔστιν ἐν ἑτέρῳ ἀτόμῳ χρόνῳ ἐχομένῳ δ', ἐν τῷ Β – εἰ ἐν τῷ Α ἐγίγνετο, οὐκ ἦν, ἐν δὲ τῷ Β ἐστί – , γένεσιν δεῖ τινὰ εἶναι μεταξύ, ὥστε καὶ χρόνον ἐν ᾧ ἐγίγνετο.
55Aristoteles, Physica, 8, 13; 22
φανερὸν δὲ ἐκ ταύτης τῆς διαιρέσεως ὅτι οὐδὲ τὰς ἄλλας ἐνδέχεται κινή σεις εἶναι συνεχεῖς· ἐν ἁπάσαις γὰρ ταὐτὰ συμβαίνει κι νεῖσθαι πολλάκις, οἷον ἐν ἀλλοιώσει τὰ μεταξύ, καὶ ἐν τῇ τοῦ ποσοῦ τὰ ἀνὰ μέσον μεγέθη, καὶ ἐν γενέσει καὶ φθορᾷ ὡσαύτως· οὐδὲν γὰρ διαφέρει ὀλίγα ἢ πολλὰ ποιῆσαι, ἐν οἷς ἐστὶν ἡ μεταβολή, οὐδὲ μεταξὺ θεῖναί τι ἢ ἀφελεῖν· ἀμ φοτέρως γὰρ συμβαίνει ταὐτὰ κινεῖσθαι πολλάκις.
56Aristoteles, Analytica posteriora, 1, I 2; 18 (auctor 384BC-322BC)
Ἀντίφασις δέ ἀντίθεσις ἧς οὐκ ἔστι μεταξύ καθ᾿ αὑτήν.
57Aristoteles, Analytica posteriora, 1, I 19; 7 (auctor 384BC-322BC)
Ἔστω δή τό Γ τοιοῦτον, ὃ αὐτό μέν μηκέτι ὑπάρχει ἄλλῳ, τούτῳ δέ τό Β πρώτῳ, καί οὐκ ἔστιν ἄλλο μεταξύ.
58Aristoteles, Analytica posteriora, 1, I 19; 9 (auctor 384BC-322BC)
Ἂρ᾿ οὖν τοῦτο ἀνάγκη στῆναι, ἢ ἐνδέχεται εἰς ἄπειρον ἰέναι; καί πάλιν εἰ τοῦ μέν Α μηδέν κατηγορεῖται καθ᾿ αὑτό, τό δέ Α τῷ Θ ὑπάρχει πρώτῳ, μεταξύ δέ μηδενί προτέρῳ, καί τό Θ τῷ Η, καί τοῦτο τῷ Β, ἆρα καί τοῦτο ἵστασθαι ἀνάγκη, ἢ καί τοῦτ᾿ ἐνδέχεται εἰς ἄπειρον ἰέναι; διαφέρει δέ τοῦτο τοῦ πρότερον τοσοῦτον, ὅτι τό μέν ἐστιν, ἆρα ἐνδέχεται ἀρξαμένῳ ἀπό τοιούτου ὃ μηδενί ὑπάρχει ἑτέρῳ ἀλλ᾿ ἄλλο ἐκείνῳ, ἐπί τό ἄνω εἰς ἄπειρον ἰέναι, θάτερον δέ ἀρξάμενον ἀπό τοιούτου ὃ αὐτό μέν ἄλλου, ἐκείνου δέ μηδέν κατηγορεῖται, ἐπί τό κάτω σκοπεῖν εἰ ἐνδέχεται εἰς ἄπειρον ἰέναι.
59Aristoteles, Analytica posteriora, 1, I 19; 10 (auctor 384BC-322BC)
Ἔτι τά μεταξύ ἆρ᾿ ἐνδέχεται ἄπειρα εἶναι ὡρισμένων τῶν ἄκρων; λέγω δ᾿ οἷον εἰ τό Α τῷ Γ ὑπάρχει, μέσον δ᾿ αὐτῶν τό Β, τοῦ δέ Β καί τοῦ Α ἕτερα, τούτων δ᾿ ἄλλα, ἆρα καί ταῦτα εἰς ἄπειρον ἐνδέχεται ἰέναι, ἢ ἀδύνατον; ἔστι δέ τοῦτο σκοπεῖν ταὐτό καί εἰ αἱ ἀποδείξεις εἰς ἄπειρον ἔρχονται, καί εἰ ἔστιν ἀπόδειξις ἅπαντος, ἢ πρός ἄλληλα περαίνεται.
60Aristoteles, Analytica posteriora, 1, I 19; 11 (auctor 384BC-322BC)
Ὁμοίως δέ λέγω καί ἐπί τῶν στερητικῶν συλλογισμῶν καί προτάσεων, οἷον εἰ τό Α μή ὑπάρχει τῷ Β μηδενί, ἤτοι πρώτῳ, ἢ ἔσται τι μεταξύ ᾧ προτέρῳ οὐχ ὑπάρχει, οἷον εἰ τό Η, ὃ τῷ Β ὑπάρχει παντί, καί πάλιν τούτου ἔτι ἄλλῳ προτέρῳ, οἷον εἰ τό Θ, ὃ τῷ Η παντί ὑπάρχει.
61Aristoteles, Analytica posteriora, 1, I 20; 1 (auctor 384BC-322BC)
Ὅτι μέν οὖν τά μεταξύ οὐκ ἐνδέχεται ἄπειρα εἶναι, εἰ ἐπί τό κάτω καί τό ἄνω ἵστανται αἱ κατηγορίαι, δῆλον.
62Aristoteles, Analytica posteriora, 1, I 20; 3 (auctor 384BC-322BC)
Εἰ γάρ τοῦ Α κατηγορουμένου κατά τοῦ Ζ ἄπειρα τά μεταξύ, ἐφ᾿ ὧν Β, δῆλον ὅτι ἐνδέχοιτ᾿ ἂν ὥστε καί ἀπό τοῦ Α ἐπί τό κάτω ἕτερον ἑτέρου κατηγορεῖσθαι εἰς ἄπειρον (πρίν γάρ ἐπί τό Ζ ἐλθεῖν, ἄπειρα τά μεταξύ) καί ἀπό τοῦ Ζ ἐπί τό ἄνω ἄπειρα, πρίν ἐπί τό Α ἐλθεῖν.
63Aristoteles, Analytica posteriora, 1, I 20; 4 (auctor 384BC-322BC)
Ὤστ᾿ εἰ ταῦτα ἀδύνατα, καί τοῦ Α καί Ζ ἀδύνατον ἄπειρα εἶναι μεταξύ.
64Aristoteles, Analytica posteriora, 1, I 20; 5 (auctor 384BC-322BC)
Οὐδέ γάρ εἴ τις λέγοι ὅτι τά μέν ἐστι τῶν Α Β ἐχόμενα ἀλλήλων ὥστε μή εἶναι μεταξύ, τά δ᾿ οὐκ ἔστι λαβεῖν, οὐδέν διαφέρει.
65Aristoteles, Analytica posteriora, 1, I 20; 6 (auctor 384BC-322BC)
Ὃ γάρ ἂν λάβω τῶν Β, ἔσται πρός τό Α ἢ πρός τό Ζ ἢ ἄπειρα τά μεταξύ ἢ οὔ.
66Aristoteles, Analytica posteriora, 1, I 22; 35 (auctor 384BC-322BC)
Εἰ οὖν ἔστι τι εἰδέναι δι᾿ ἀποδείξεως ἁπλῶς καί μή ἐκ τινῶν μηδ᾿ ἐξ ὑποθέσεως, ἀνάγκη ἵστασθαι τάς κατηγορίας τάς μεταξύ.
67Aristoteles, Analytica posteriora, 1, I 22; 46 (auctor 384BC-322BC)
Εἰ δ᾿ οὕτω, καί τά ἐν τῷ μεταξύ δύο ὅρων ἀεί πεπερασμένα.
68Aristoteles, Analytica posteriora, 1, I 22; 50 (auctor 384BC-322BC)
Ὥστ᾿ εἰ τοῦτ᾿ εἰς ἄπειρον ἐνδέχεται ἰέναι, ἐνδέχοιτ᾿ ἂν δύο ὅρων ἄπειρα μεταξύ εἶναι μέσα.
69Aristoteles, Analytica posteriora, 1, I 23; 5 (auctor 384BC-322BC)
Δῆλον τοίνυν ὅτι καί τό Β τῷ Γ καί τῷ Δ κατ᾿ ἄλλο κοινόν, κἀκεῖνο καθ᾿ ἕτερον, ὥστε δύο ὅρων μεταξύ ἄπειροι ἂν ἐμπίπτοιεν ὅροι.
70Aristoteles, Analytica posteriora, 2, II 8; 20 (auctor 384BC-322BC)
Σελήνη Γ, ἔκλειψις Α, τό πασσελήνου σκιάν μή δύνασθαι ποιεῖν μηδενός ἡμῶν μεταξύ ὄντος φανεροῦ, ἐφ᾿ οὗ Β.
71Aristoteles, Analytica posteriora, 2, II 8; 21 (auctor 384BC-322BC)
Εἰ τοίνυν τῷ Γ ὑπάρχει τό Β τό μή δύνασθαι ποιεῖν σκιάν μηδενός μεταξύ ἡμῶν ὄντος, τούτῳ δέ τό Α τό ἐκλελοιπέναι, ὅτι μέν ἐκλείπει δῆλον, διότι δ᾿ οὔπω, καί ὅτι μέν ἔκλειψίς ἐστιν ἴσμεν, τί δ᾿ ἐστίν οὐκ ἴσμεν.
72Aristoteles, Analytica posteriora, 2, II 12; 14 (auctor 384BC-322BC)
Ἐν γάρ τῷ μεταξύ ψεῦδος ἔσται τό εἰπεῖν τοῦτο, ἤδη θατέρου γεγονότος.
73Aristoteles, Analytica posteriora, 2, II 12; 18 (auctor 384BC-322BC)
Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι τόν χρόνον τόν μεταξύ οὔθ᾿ ὡρισμένον· ψεῦδος γάρ ἔσται τό εἰπεῖν ἐν τῷ μεταξύ.
74Aristoteles, Analytica posteriora, 2, II 13; 37 (auctor 384BC-322BC)
Τό δ᾿ ἅπαν ἐμπίπτειν εἰς τήν διαίρεσιν, ἂν ᾖ ἀντικείμενα ὧν μή ἐστι μεταξύ, οὐκ αἴτημα· ἀνάγκη γάρ ἅπαν ἐν θατέρῳ αὐτῶν εἶναι, εἴπερ ἐκείνου διαφορά ἔσται.
75Aristoteles, Analytica priora, 1, I 27; 6 (auctor 384BC-322BC)
Τά δέ μεταξύ δῆλον ὡς ἀμφοτέρως ἐνδέχεται· καί γάρ αὐτά κατ᾿ ἄλλων καί ἄλλα κατά τούτων λεχθήσεται, καί σχεδόν οἱ λόγοι καί αἱ σκέψεις εἰσί μάλιστα περί τούτων.
76Aristoteles, De anima, 1, I 3; 13 (auctor 384BC-322BC)
Ὁ δ’ αὐτός λόγος καί περί τῶν μεταξύ.
77Aristoteles, De anima, 2, II 4; 29 (auctor 384BC-322BC)
Ἀπορίαν δ’ ἔχει· φασί γάρ οἱ μέν τό ὅμοιον τῷ ὁμοίῳ τρέφεσθαι, καθάπερ καί αὐξάνεσθαι, τοῖς δ’ ὥσπερ εἴπομεν τοὔμπαλιν δοκεῖ, τό ἐναντίον τῷ ἐναντίῳ, ὡς ἀπαθοῦς ὄντος τοῦ ὁμοίου ὑπό τοῦ ὁμοίου, τήν δέ τροφήν μεταβάλλειν καί πέττεσθαι· ἡ δέ μεταβολή πᾶσιν εἰς τό ἀντικείμενον ἢ τό μεταξύ.
78Aristoteles, De anima, 2, II 7; 16 (auctor 384BC-322BC)
Καί οὐκ ὀρθῶς Ἐμπεδοκλῆς, οὐδ’ εἴ τις ἄλλος οὕτως εἴρηκεν, ὡς φερομένου τοῦ φωτός καί γιγνομένου ποτέ μεταξύ τῆς γῆς καί τοῦ περιέχοντος, ἡμᾶς δέ λανθάνοντος· τοῦτο γάρ ἐστι καί παρά τήν ἐν τῷ λόγῳ ἀλήθειαν καί παρά τά φαινόμενα· ἐν μικρῷ μέν γάρ διαστήματι λάθοι ἄν, ἀπ’ ἀνατολῆς δ’ ἐπί δυσμάς τό λανθάνειν μέγα λίαν τό αἴτημα.
79Aristoteles, De anima, 2, II 7; 24 (auctor 384BC-322BC)
Οὐ γάρ καλῶς τοῦτο λέγει Δημόκριτος οἰόμενος, εἰ γένοιτο κενόν τό μεταξύ, ὁρᾶσθαι ἂν ἀκριβῶς καί εἰ μύρμηξ ἐν τῷ οὐρανῷ εἴη· τοῦτο γάρ ἀδύνατόν ἐστιν.
80Aristoteles, De anima, 2, II 7; 25 (auctor 384BC-322BC)
Πάσχοντος γάρ τι τοῦ αἰσθητικοῦ γίνεται τό ὁρᾶν· ὑπ’ αὐτοῦ μέν οὖν τοῦ ὁρωμένου χρώματος ἀδύνατον, λείπεται δέ ὑπό τοῦ μεταξύ, ὥστ’ ἀναγκαῖόν τι εἶναι μεταξύ· κενοῦ δέ γενομένου οὐχ ὅτι ἀκριβῶς, ἀλλ’ ὅλως οὐθέν ὀφθήσεται.
81Aristoteles, De anima, 2, II 7; 28 (auctor 384BC-322BC)
Ὁ δ’ αὐτός λόγος καί περί ψόφου καί ὀσμῆς ἐστίν· οὐθέν γάρ αὐτῶν ἁπτόμενον τοῦ αἰσθητηρίου ποιεῖ τήν αἴσθησιν, ἀλλ’ ὑπό μέν ὀσμῆς καί ψόφου τό μεταξύ κινεῖται, ὑπό δέ τούτου τῶν αἰσθητηρίων ἑκάτερον· ὅταν δ’ ἐπ’ αὐτό τις ἐπιθῇ τό αἰσθητήριον τό ψοφοῦν ἢ τό ὄζον, οὐδεμίαν αἴσθησιν ποιήσει.
82Aristoteles, De anima, 2, II 7; 30 (auctor 384BC-322BC)
Τό δέ μεταξύ ψόφων μέν ἀήρ, ὀσμῆς δ’ ἀνώνυμον· κοινόν γάρ δή τι πάθος ἐπ’ ἀέρος καί ὕδατός ἐστιν, ὥσπερ τό διαφανές χρώματι, οὕτω τῷ ἔχοντι ὀσμήν ὃ ἐν ἀμφοτέροις ὑπάρχει τούτοις· φαίνεται γάρ καί τά ἔνυδρα τῶν ζῴων ἔχειν αἴσθησιν ὀσμῆς.
83Aristoteles, De anima, 2, II 8; 3 (auctor 384BC-322BC)
Τοῦτο δ’ ἐστίν αὐτοῦ μεταξύ καί τῆς ἀκοῆς ἐμποιῆσαι ψόφον ἐνεργείᾳ.
84Aristoteles, De anima, 2, II 9; 14 (auctor 384BC-322BC)
Ἔστι δέ καί ἡ ὄσφρησις διά τοῦ μεταξύ, οἷον ἀέρος ἢ ὕδατος· καί γάρ τά ἔνυδρα δοκοῦσιν ὀσμῆς αἰσθάνεσθαι.
85Aristoteles, De anima, 2, II 10; 1 (auctor 384BC-322BC)
Τό δέ γευστόν ἐστιν ἁπτόν τι· καί τοῦτ’ αἴτιον τοῦ μή εἶναι αἰσθητόν διά τοῦ μεταξύ ἀλλοτρίου ὄντος σώματος· οὐδέ γάρ ἡ ἁφή.
86Aristoteles, De anima, 2, II 10; 3 (auctor 384BC-322BC)
Διό κἂν εἰ ἐν ὕδατι εἶμεν, αἰσθανοίμεθ’ ἂν ἐμβληθέντος τοῦ γλυκέος, οὐκ ἦν δ’ ἂν ἡ αἴσθησις ἡμῖν διά τοῦ μεταξύ, ἀλλά τῷ μιχθῆναι τῷ ὑγρῷ, καθάπερ ἐπί τοῦ ποτοῦ.
87Aristoteles, De anima, 2, II 10; 5 (auctor 384BC-322BC)
Ὡς μέν οὖν τό μεταξύ οὐθέν ἐστιν· ὡς δέ χρῶμα τό ὁρατόν, οὕτω τό γευστόν ὁ χυμός.
88Aristoteles, De anima, 2, II 10; 13 (auctor 384BC-322BC)
Τά δ’ εἴδη τῶν χυμῶν, ὥσπερ καί ἐπί τῶν χρωμάτων, ἁπλᾶ μέν τἀναντία, τό γλυκύ καί τό πικρόν, ἐχόμενα δέ τοῦ μέν τό λιπαρόν, τοῦ δέ τό ἁλμυρόν· μεταξύ δέ τούτων τό τε δριμύ καί τό αὐστηρόν καί στρυφνόν καί ὀξύ· σχεδόν γάρ αὗται δοκοῦσιν εἶναι διαφοραί χυμῶν.
89Aristoteles, De anima, 2, II 11; 3 (auctor 384BC-322BC)
Ἔχει δ’ ἀπορίαν πότερον πλείους εἰσίν ἢ μία, καί τί τό αἰσθητήριον τό τοῦ ἁπτοῦ ἁπτικόν, πότερον ἡ σάρξ καί ἐν τοῖς ἄλλοις τό ἀνάλογον, ἢ οὔ, ἀλλά τοῦτο μέν ἐστι τό μεταξύ, τό δέ πρῶτον αἰσθητήριον ἄλλο τί ἐστιν ἐντός.
90Aristoteles, De anima, 2, II 11; 13 (auctor 384BC-322BC)
Λείπεται δή μικτόν ἐκ γῆς καί τούτων εἶναι, οἷον βούλεται ἡ σάρξ καί τό ἀνάλογον· ὥστε ἀναγκαῖον καί τό σῶμα εἶναι μεταξύ τοῦ ἁπτικοῦ προσπεφυκός, δι’ οὗ γίνονται αἱ αἰσθήσεις πλείους οὖσαι.
91Aristoteles, De anima, 2, II 11; 16 (auctor 384BC-322BC)
Ἀπορήσειε δ’ ἄν τις, εἰ πᾶν σῶμα βάθος ἔχει· τοῦτο δ’ ἐστί τό τρίτον μέγεθος· ὧν δ’ ἐστί δύο σωμάτων μεταξύ σῶμά τι, οὐκ ἐνδέχεται ταῦτα ἀλλήλων ἅπτεσθαι.
92Aristoteles, De anima, 2, II 11; 18 (auctor 384BC-322BC)
Τά δέ ἁπτόμενα ἀλλήλων ἐν τῷ ὕδατι, μή ξηρῶν τῶν ἄκρων ὄντων, ἀναγκαῖον ὕδωρ ἔχειν μεταξύ, οὗ ἀνάπλεα τά ἔσχατα.
93Aristoteles, De anima, 2, II 11; 26 (auctor 384BC-322BC)
Ἀλλά διαφέρει τό ἁπτόν τῶν ὁρατῶν καί τῶν ψοφητικῶν, ὅτι ἐκείνων μέν αἰσθανόμεθα τῷ τό μεταξύ ποιεῖν τι ἡμᾶς, τῶν δέ ἁπτῶν οὐχ ὑπό τοῦ μεταξύ ἀλλ’ ἅμα τῷ μεταξύ, ὥσπερ ὁ δι’ ἀσπίδος πληγείς· οὐ γάρ ἡ ἀσπίς πληγεῖσα ἐπάταξεν, ἀλλ’ ἄμφω συνέβη πληγῆναι.
94Aristoteles, De anima, 2, II 11; 30 (auctor 384BC-322BC)
Οὕτω γάρ ἂν συμβαίνοι ὅπερ καί ἐπί τῶν ἄλλων· ἐπιτιθεμένων γάρ ἐπί τό αἰσθητήριον οὐκ αἰσθάνεται, ἐπί δέ τήν σάρκα ἐπιτιθεμένων αἰσθάνεται· ὥστε τό μεταξύ τοῦ ἁπτικοῦ ἡ σάρξ.
95Aristoteles, De anima, 3, III 1; 2 (auctor 384BC-322BC)
Εἰ γάρ παντός οὗ ἐστίν αἴσθησις ἁφή, καί νῦν αἴσθησιν ἔχομεν (πάντα γάρ τά τοῦ ἁπτοῦ ᾗ ἁπτόν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν), ἀνάγκη τ’, εἴπερ ἐκλείπει τις αἴσθησις, καί αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν· καί ὅσων μέν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες· ὅσα δέ διά τῶν μεταξύ, καί μή αὐτῶν ἁπτόμενοι τοῖς ἁπλοῖς, λέγω δ’ οἷον ἀέρι καί ὕδατι.
96Aristoteles, De anima, 3, III 12; 20 (auctor 384BC-322BC)
Τοῦτο δ’ ἂν εἴη, εἰ διά τοῦ μεταξύ αἰσθητικόν εἴη τῷ ἐκεῖνο μέν ὑπό τοῦ αἰσθητοῦ πάσχειν καί κινεῖσθαι, αὐτό δ’ ὑπ’ ἐκείνου.
97Aristoteles, De anima, 3, III 13; 3 (auctor 384BC-322BC)
Τά δέ ἄλλα ἔξω γῆς αἰσθητήρια μέν ἂν γένοιτο, πάντα δέ τῷ δι’ ἑτέρου αἰσθάνεσθαι ποιεῖ τήν αἴσθησιν καί διά τῶν μεταξύ.
98Aristoteles, De arte poetica, 12; 2 (auctor 384BC-322BC)
Ἔστι δέ πρόλογος μέν μέρος ὅλον τραγῳδίας τό πρό χοροῦ παρόδου, ἐπεισόδιον δέ μέρος ὅλον τραγῳδίας τό μεταξύ ὅλων χορικῶν μελῶν, ἔξοδος δέ μέρος ὅλον τραγῳδίας μεθ᾿ ὃ οὐκ ἔστι χοροῦ μέλος, χορικοῦ δέ πάροδος μέν ἡ πρώτη λέξις ὅλου χοροῦ, στάσιμον δέ μέλος χοροῦ τό ἄνευ ἀναπαίστου καί τροχαίου, κόμμος δέ θρῆνος κοινός χοροῦ καί ἀπό σκηνῆς.
99Aristoteles, De arte poetica, 13; 4 (auctor 384BC-322BC)
Ὁ μεταξύ ἄρα τούτων λοιπός.
100Aristoteles, De arte poetica, 21; 18 (auctor 384BC-322BC)
Αὐτῶν δέ τῶν ὀνομάτων τά μέν ἄρρενα τά δέ θήλεα τά δέ μεταξύ, ἄρρενα μέν ὅσα τελευτᾷ εἰς τό Ν καί Ρ, καί ὅσα ἐκ τούτου (ταῦτα δ᾿ ἐστί δύο, Ψ καί Ξ), θήλεα δέ ὅσα ἐκ τῶν φωνηέντων εἴς τε τά ἀεί μακρά, οἷον εἰς Η καί Ω, καί τῶν ἐπεκτεινομένων εἰς Α· ὥστε ἴσα συμβαίνει πλήθει εἰς ὅσα τά ἄρρενα καί τά θήλεα· τό γάρ Ψ καί τό Ξ ταὐτά ἐστιν.
101Aristoteles, De arte poetica, 21; 22 (auctor 384BC-322BC)
Τά δέ μεταξύ εἰς ταῦτα καί Ν καί Σ.
102Aristoteles, De caelo, 2, 3, 3; 14 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἴπερ ἔστι πῦρ καὶ γῆ, ἀνάγκη καὶ τὰ μεταξὺ αὐτῶν εἶναι σώματα· ἐναντίωσιν γὰρ ἔχει ἕκαστον τῶν στοιχείσων πρὸς ἕκαστον.
103Aristoteles, De caelo, 2, 10, 2; 3 (auctor 384BC-322BC)
Τὸ μὲν γὰρ ἐγγυτάτω μάλιστα κρατεῖται, τὸ δὲ πορρωτάτω πάντων ἥκιστα διὰ τὴν ἀπόστασιν· τὰ δὲ μεταξὺ κατὰ λόγον ἤδη τῆς ἀποστάσεως, ὥσπερ καὶ δεικνύουσιν οἱ μαθηματικοί.
104Aristoteles, De caelo, 2, 12, 1; 2 (auctor 384BC-322BC)
Ἔστι δὲ πολλῶν ὄντων τοιούτων οὐχ ἥκιστα θαυμαστόν, διὰ τίνα ποτ´ αἰτίαν οὐκ ἀεὶ τὰ πλεῖον ἀπέχοντα τῆς πρώτης φορᾶς κινεῖται πλείους κινήσεις, ἀλλὰ τὰ μεταξὺ πλείστας.
105Aristoteles, De caelo, 2, 13, 2; 5 (auctor 384BC-322BC)
Τῷ γὰρ τιμιωτάτῳ οἴονται προσήκειν τὴν τιμιωτάτην ὑπάρχειν χώραν, εἶναι δὲ πῦρ μὲν γῆς τιμιώτερον, τὸ δὲ πέρας τοῦ μεταξύ, τὸ δ´ ἔσχατον καὶ τὸ μέσον πέρας· ὥστ´ ἐκ τούτων ἀναλογιζόμενοι οὐκ οἴονται ἐπὶ τοῦ μέσου τῆς σφαίρας κεῖσθαι αὐτήν, ἀλλὰ μᾶλλον τὸ πῦρ.
106Aristoteles, De caelo, 4, 2, 14; 39 (auctor 384BC-322BC)
Μιᾶς μὲν γὰρ οὔσης οὐκ ἔσται τὸ ἁπλῶς βαρὺ καὶ κοῦφον, ὥσπερ τοῖς ἐκ τῶν τριγώνων συνιστᾶσιν· ἐναντίας δέ, καθάπερ οἱ τὸ κενὸν καὶ πλῆρες, οὐκ ἔσται τὰ μεταξὺ τῶν ἁπλῶς βαρέων καὶ κούφων διὰ τίν´ αἰτίαν βαρύτερα καὶ κουφότερα ἀλλήλων καὶ τῶν ἁπλῶν ἐστιν.
107Aristoteles, De caelo, 4, 3, 2; 3 (auctor 384BC-322BC)
Ἐπεὶ γάρ εἰσι τρεῖς αἱ κινήσεις (ἡ μὲν κατὰ μέγεθος, ἡ δὲ κατ´ εἶδος, ἡ δὲ κατὰ τόπον), ἐν ἑκάστῃ τούτων τὴν μεταβολὴν ὁρῶμεν γινομένην ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία καὶ τὰ μεταξύ, καὶ οὐκ εἰς τὸ τυχὸν τῷ τυχόντι μεταβολὴν οὖσαν· ὁμοίως δὲ οὐδὲ κινητικὸν τὸ τυχὸν τοῦ τυχόντος· ἀλλ´ ὥσπερ τὸ ἀλλοιωτὸν καὶ τὸ αὐξητὸν ἕτερον, οὕτω καὶ τὸ ἀλλοιωτικὸν καὶ τὸ αὐξητικόν.
108Aristoteles, De caelo, 4, 4, 9; 27 (auctor 384BC-322BC)
Ἔστι δὲ δή τι καὶ μεταξὺ τούτων, ὃ πρὸς ἑκάτερον αὐτῶν λέγεται θάτερον· ἔστι γὰρ ὡς ἔσχατον καὶ μέσον ἀμφοτέρων ἐστὶ τὸ μεταξύ· διὰ τοῦτό ἐστί τι καὶ ἄλλο βαρὺ καὶ κοῦφον, οἷον ὕδωρ καὶ ἀήρ.
109Aristoteles, De caelo, 4, 5, 3; 4 (auctor 384BC-322BC)
Οὐδὲν γὰρ κωλύει τῶν ἐναντίων εἶναι μεταξὺ καὶ ἓν καὶ πλείω, ὥσπερ ἐν χρώμασιν· πολλαχῶς γὰρ λέγεται τὸ μεταξὺ καὶ τὸ μέσον.
110Aristoteles, De caelo, 4, 5, 5; 15 (auctor 384BC-322BC)
Καὶ τῶν μεταξὺ δὴ ἔνια ἔσται κάτω θᾶττον γῆς· ἐν γὰρ τῷ πολλῷ ἀέρι τρίγωνα πλείω ἢ τὰ στερεὰ ἢ τὰ μικρὰ ἔσται.
111Aristoteles, De caelo, 4, 5, 6; 18 (auctor 384BC-322BC)
Ἐὰν δὲ δύο, τὰ μεταξὺ πῶς ἔσται ποιοῦντα ἃ ποιεῖ ἀήρ τε καὶ ὕδωρ; (Οἷον εἴ τις φαίη εἶναι τὸ κενὸν καὶ πλῆρες· τὸ μὲν οὖν πῦρ κενόν, διὸ ἄνω, τὴν δὲ γῆν πλῆρες, διὸ κάτω· ἀέρα δὲ πλεῖον πυρὸς ἔχειν, ὕδωρ δὲ γῆς).
112Aristoteles, De generatione animalium, 1, 19; 25 (auctor 384BC-322BC)
ὅσαι δὲ μὴ γιγνομένων τῶν καταμηνίων συλλαμβάνουσιν, ἢ μεταξὺ γιγνομένων ὕστερον δὲ μή, αἴτιον ὅτι ταῖς μὲν τοσαύτη γίγνεται ἰκμὰς ὅση μετὰ τὴν κάθαρσιν ὑπολείπεται ταῖς γονίμοις, πλείων δ' οὐ γίγνεται περίττωσις ὥστε καὶ θύραζε ἀπελθεῖν, -ταῖς δὲ μετὰ τὴν κάθαρσιν συμμύει τὸ στόμα τῶν ὑστερῶν.
113Aristoteles, De generatione animalium, 1, 23; 17 (auctor 384BC-322BC)
Τὰ δ' ὀστρακόδερμα τῶν ζῴων μεταξὺ ὄντα τῶν ζῴων καὶ τῶν φυτῶν, ὡς ἐν ἀμφοτέροις ὄντα τοῖς γένεσιν οὐδετέρων ποιεῖ τὸ ἔργον· ὡς μὲν γὰρ φυτὸν οὐκ ἔχει τὸ θῆλυ καὶ τὸ ἄρρεν καὶ οὐ γεννᾷ εἰς ἕτερον, ὡς δὲ ζῷον οὐ φέρει ἐξ αὑτοῦ καρπὸν ὥσπερ τὰ φυτά, ἀλλὰ συνίσταται καὶ γεννᾶται ἔκ τινος συστάσεως γεοειδοῦς καὶ ὑγρᾶς.
114Aristoteles, De generatione animalium, 2, 6; 55 (auctor 384BC-322BC)
μέγιστοι μὲν γὰρ ἐξ ἀρχῆς φαίνονται καὶ πεζοῖς καὶ πλωτοῖς καὶ πτηνοῖς, τελευταῖοι δὲ συνίστανται τῶν μορίων· ἐν τῷ μεταξὺ γὰρ χρόνῳ συμπίπτουσιν.
115Aristoteles, De generatione animalium, 2, 7; 6 (auctor 384BC-322BC)
μεταξὺ δὲ τῆς ὑστέρας καὶ τοῦ ἐμβρύου τὸ χόριον καὶ οἱ ὑμένες εἰσίν.
116Aristoteles, De generatione animalium, 3, 1; 10 (auctor 384BC-322BC)
τοῖς μὲν γὰρ βαρέσι καὶ μὴ πτητικοῖς οἷον ἀλεκτορίσι καὶ πέρδιξι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις πολὺ γίγνεται περίττωμα τοιοῦτον· διὸ τά τε ἄρρενα αὐτῶν ὀχευτικὰ καὶ τὰ θήλεα προΐεται πολλὴν ὕλην καὶ τίκτει τῶν τοιούτων τὰ μὲν πολλὰ τὰ δὲ πολλάκις, πολλὰ μὲν οἷον ἀλεκτορὶς καὶ πέρδιξ καὶ στρουθὸς ὁ Λιβυκός, τὰ δὲ περιστερώδη πολλὰ μὲν οὔ, πολλάκις δέ· μεταξὺ γάρ ἐστι ταῦτα τῶν γαμψωνύχων καὶ τῶν βαρέων· πτητικὰ μὲν γάρ ἐστιν ὥσπερ τὰ γαμψώνυχα, πλήθη δ' ἔχει τοῦ σώματος ὥσπερ τὰ βαρέα, ὥστε διὰ μὲν τὸ πτητικὰ εἶναι καὶ ἐνταῦθα τρέπεσθαι τὸ περίττωμα ὀλίγα τίκτουσι, διὰ δὲ τὸ πλῆθος τοῦ σώματος καὶ διὰ τὸ θερμὴν ἔχειν τὴν κοιλίαν καὶ πεπτικωτάτην, πρὸς δὲ τούτοις καὶ διὰ τὸ ῥᾳδίως πορίζεσθαι τὴν τροφήν, τὰ δὲ γαμψώνυχα χαλεπῶς, πολλάκις.
117Aristoteles, De generatione animalium, 3, 1; 20 (auctor 384BC-322BC)
Τὰ δὲ περιστερώδη δύο ὡς τὰ πολλὰ τίκτειν εἴωθεν· οὔτε γὰρ μονοτόκοι εἰσίν (οὐθεὶς γὰρ μονοτόκος ὄρνις πλὴν ὁ κόκκυξ, καὶ οὗτος ἐνίοτε διτοκεῖ) οὔτε πολλὰ τίκτουσιν ἀλλὰ πολλάκις δύο ἢ τρία τὰ πλεῖστα γεννῶσι, τὰ δὲ πολλὰ δύο· οὗτοι γὰρ οἱ ἀριθμοὶ μεταξὺ τοῦ ἑνὸς καὶ πολλῶν.
118Aristoteles, De generatione animalium, 4, 4; 23 (auctor 384BC-322BC)
αἴτιον δ' ὅτι μεταξὺ λευκῆς ἐστι τὴν φύσιν καὶ μελαίνης ὥστ' οὐ πόρρωθεν ἡ μετάβασις οὐδ' ὡσπερανεὶ παρὰ φύσιν· οὐ γὰρ εἰς ἄλλην φύσιν.
119Aristoteles, De generatione animalium, 4, 4; 55 (auctor 384BC-322BC)
ἀλλ' ὥσπερ καὶ τελειουμένων τῶν ζῴων ἔστιν ἑκάστου τι μέγεθος καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον, ὧν οὔτ' ἂν μεῖζον γένοιτο οὔτ' ἔλαττον, ἀλλ' ἐν τῷ μεταξὺ διαστήματι τοῦ μεγέθους λαμβάνουσι πρὸς ἄλληλα τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, καὶ γίγνεται ὁ μὲν μείζων ὁ δ' ἐλάττων ἄνθρωπος καὶ τῶν ἄλλων ζῴων ὁτιοῦν, -οὕτω καὶ ἐξ ἧς γίγνεται ὕλης σπερματικῆς οὐκ ἔστιν ἀόριστος οὔτ' ἐπὶ τὸ πλεῖον οὔτ' ἐπὶ τὸ ἔλαττον ὥστ' ἐξ ὁποσησοῦν γίγνεσθαι τῷ πλήθει.
120Aristoteles, De generatione animalium, 4, 4; 68 (auctor 384BC-322BC)
τοῖς μὲν γὰρ ἄλλοις εἷς ἐστιν ὁ χρόνος, τοῖς δ' ἀνθρώποις πλείους· καὶ γὰρ ἑπτάμηνα καὶ δεκάμηνα γεννῶνται καὶ κατὰ τοὺς μεταξὺ χρόνους· καὶ γὰρ τὰ ὀκτάμηνα ζῇ μέν, ἧττον δέ.
121Aristoteles, De generatione animalium, 4, 10; 9 (auctor 384BC-322BC)
εἰσὶ δὲ περίοδοι σελήνης πανσέληνός τε καὶ φθίσις καὶ τῶν μεταξὺ χρόνων αἱ διχοτομίαι· κατὰ γὰρ ταύτας συμβάλλει πρὸς τὸν ἥλιον· ὁ γὰρ μεὶς κοινὴ περίοδός ἐστιν ἀμφοτέρων.
122Aristoteles, De generatione animalium, 5, 1; 19 (auctor 384BC-322BC)
ἔτι δὲ διὰ τὸ τὴν μετάβασιν ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι διὰ τοῦ μεταξὺ γίγνεσθαι· ὁ δ' ὕπνος εἶναι δοκεῖ τὴν φύσιν τῶν τοιούτων οἷον τοῦ ζῆν καὶ τοῦ μὴ ζῆν μεθόριον, καὶ οὔτε μὴ εἶναι παντελῶς ὁ καθεύδων οὔτ' εἶναι.
123Aristoteles, De generatione animalium, 5, 1; 42 (auctor 384BC-322BC)
τὰ δὲ μεταξὺ τῶν ὀμμάτων τούτων τῷ μᾶλλον ἤδη διαφέρει καὶ ἧττον.
124Aristoteles, De generatione animalium, 5, 3; 3 (auctor 384BC-322BC)
εἰσὶ δὲ διαφοραὶ τῶν τριχῶν κατά τε σκληρότητα καὶ μαλακότητα καὶ κατὰ μῆκος καὶ βραχύτητα καὶ εὐθύτητα καὶ οὐλότητα καὶ πλῆθος καὶ ὀλιγότητα, πρὸς δὲ τούτοις καὶ κατὰ τὰς χρόας, κατά τε λευκότητα καὶ μελανίαν καὶ τὰς μεταξὺ τούτων.
125Aristoteles, De generatione et corruptione, 1, 4, 2; 2 (auctor 384BC-322BC)
Ἐπειδὴ οὖν ἐστί τι τὸ ὑποκείμενον καὶ ἕτερον τὸ πάθος ὃ κατὰ τοῦ ὑποκειμένου λέγεσθαι πέφυκεν, καὶ ἔστι μεταβολὴ ἑκατέρου τούτων, ἀλλοίωσις μέν ἐστιν, ὅταν ὑπομένοντος τοῦ ὑποκειμένου, αἰσθητοῦ ὄντος, μεταβάλλῃ ἐν τοῖς αὑτοῦ πάθεσιν, ἢ ἐναντίοις οὖσιν ἢ μεταξύ, οἷον τὸ σῶμα ὑγιαίνει καὶ πάλιν κάμνει ὑπομένον γε ταὐτό, καὶ ὁ χαλκὸς στρογγύλος, ὁτὲ δὲ γωνιοειδὴς ὁ αὐτός γε ὤν.
126Aristoteles, De generatione et corruptione, 1, 7, 6; 10 (auctor 384BC-322BC)
[5] Ἐπεὶ δὲ καὶ τὸ πάσχον καὶ τὸ ποιοῦν τῷ μὲν γένει ταὐτὰ καὶ ὅμοια τῷ δ´ εἴδει ἀνόμοια, τοιαῦτα δὲ τἀναντία, φανερὸν ὅτι παθητικὰ καὶ ποιητικὰ ἀλλήλων ἐστὶ τά τ´ ἐναντία καὶ τὰ μεταξύ· καὶ γὰρ ὅλως φθορὰ καὶ γένεσις ἐν τούτοις.
127Aristoteles, De generatione et corruptione, 1, 8, 6; 17 (auctor 384BC-322BC)
Ἀνάγκη ἄρα τὰ μὲν ἁπτόμενα εἶναι ἀδιαίρετα, τὰ δὲ μεταξὺ αὐτῶν κενά, οὓς ἐκεῖνος λέγει πόρους.
128Aristoteles, De generatione et corruptione, 1, 8, 20; 73 (auctor 384BC-322BC)
Ὅταν δὲ ταῖς δυνάμεσιν ἰσάζῃ πως, τότε μεταβάλλει μὲν ἑκάτερον εἰς τὸ κρατοῦν ἐκ τῆς αὑτοῦ φύσεως, οὐ γίνεται δὲ θάτερον, ἀλλὰ μεταξὺ καὶ κοινόν.
129Aristoteles, De generatione et corruptione, 2, 1, 2; 5 (auctor 384BC-322BC)
Τούτων δὲ τὴν ὑποκειμένην ὕλην οἱ μέν φασιν εἶναι μίαν, οἷον ἀέρα τιθέντες ἢ πῦρ ἤ τι μεταξὺ τούτων, σῶμά τε ὂν καὶ χωριστόν, οἱ δὲ πλείω τὸν ἀριθμὸν ἑνός, οἱ μὲν πῦρ καὶ γῆν, οἱ δὲ ταῦτά τε καὶ ἀέρα τρίτον, οἱ δὲ καὶ ὕδωρ τούτων τέταρτον, ὥσπερ Ἐμπεδοκλῆς· ἐξ ὧν συγκρινομένων καὶ διακρινομένων ἢ ἀλλοιουμένων συμβαίνειν τὴν γένεσιν καὶ τὴν φθορὰν τοῖς πράγμασιν.
130Aristoteles, De generatione et corruptione, 2, 3, 5; 5 (auctor 384BC-322BC)
Οἱ δ´ εὐθὺς δύο ποιοῦντες, ὥσπερ Παρμενίδης πῦρ καὶ γῆν, τὰ μεταξὺ μίγματα ποιοῦσι τούτων, οἷον ἀέρα καὶ ὕδωρ.
131Aristoteles, De generatione et corruptione, 2, 5, 7; 43 (auctor 384BC-322BC)
Εἰ δὲ τοῦτο, οὐκ ἔσται οὔτε ὁρίσασθαι οὐδὲν οὔτε γενέσθαι· δεήσει γάρ, εἰ ἄλλο ἔσται ἐξ ἄλλου, τοσαύτας διεξελθεῖν ἐναντιότητας, καὶ ἔτι πλείους, ὥστ´ εἰς ἔνια μὲν οὐδέποτ´ ἔσται μεταβολή, οἷον εἰ ἄπειρα τὰ μεταξύ· ἀνάγκη δ´, εἴπερ ἄπειρα τὰ στοιχεῖα· ἔτι δ´ οὐδ´ ἐξ ἀέρος εἰς πῦρ, εἰ ἄπειροι αἱ ἐναντιότητες.
132Aristoteles, De generatione et corruptione, 2, 7, 6; 10 (auctor 384BC-322BC)
Ἆρ´ οὖν ἐπειδή ἐστι καὶ μᾶλλον καὶ ἧττον θερμὸν καὶ ψυχρόν, ὅταν μὲν ἁπλῶς ᾖ θάτερον ἐντελεχείᾳ, δυνάμει θάτερον ἔσται· ὅταν δὲ μὴ παντελῶς, ἀλλ´ ὡς μὲν θερμὸν ψυχρόν, ὡς δὲ ψυχρὸν θερμὸν διὰ τὸ μιγνύμενα φθείρειν τὰς ὑπεροχὰς ἀλλήλων, τότε οὔθ´ ἡ ὕλη ἔσται οὔτε ἐκείνων τῶν ἐναντίων ἑκάτερον ἐντελεχείᾳ ἁπλῶς, ἀλλὰ μεταξύ· κατὰ δὲ τὸ δυνάμει μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ τοὐναντίον, κατὰ τοῦτον τὸν λόγον διπλασίως θερμὸν δυνάμει ἢ ψυχρόν, ἢ τριπλασίως, ἢ κατ´ ἄλλον τρόπον τοιοῦτον.
133Aristoteles, De incessu animalium, 9, 2; 7 (auctor 384BC-322BC)
Ὅταν δὲ προβαίνῃ, γίνεται ἡ ὑποτείνουσα καὶ δυναμένη τὸ μένον μέγεθος καὶ τὴν μεταξύ.
134Aristoteles, De iuventute et senectute De vita et morte, 1; 7 (auctor 384BC-322BC)
Ἔχει δ’ ἐναντίως τοῖς φυτοῖς τοῦτο καὶ τοῖς ζῴοις· τῷ μὲν γὰρ ἀνθρώπῳ διὰ τὴν ὀρθότητα μάλιστα ὑπάρχει τοῦτο τῶν ζῴων, τὸ ἔχειν τὸ ἄνω μόριον πρὸς τὸ τοῦ παντὸς ἄνω, τοῖς δ’ ἄλλοις μεταξύ· τοῖς δὲ φυτοῖς ἀκινήτοις οὖσι καὶ λαμβάνουσιν ἐκ τῆς γῆς τὴν τροφὴν ἀναγκαῖον ἀεὶ κάτω τοῦτ’ ἔχειν τὸ μόριον.
135Aristoteles, De partibus animalium, 2, 8, 6; 8 (auctor 384BC-322BC)
Τὰ δ´ ἔντομα τῶν ζῴων καὶ τὰ μαλάκια τούτοις τ´ ἐναντίως καὶ αὑτοῖς ἀντικειμένως συνέστηκεν· οὐδὲν γὰρ ὀστῶδες ἔχειν ἔοικεν οὐδὲ γεηρὸν ἀποκεκριμένον, ὅ τι καὶ ἄξιον εἰπεῖν, ἀλλὰ τὰ μὲν μαλάκια σχεδὸν ὅλα σαρκώδη καὶ μαλακά, πρὸς δὲ τὸ μὴ εὔφθαρτον εἶναι τὸ σῶμα αὐτῶν, καθάπερ τὰ σαρκώδη, μεταξὺ σαρκὸς καὶ νεύρου τὴν φύσιν ἔχει.
136Aristoteles, De partibus animalium, 2, 9, 6; 11 (auctor 384BC-322BC)
Καὶ χονδρώδη δὲ μόρια μεταξὺ τῶν κάμψεών εἰσιν, οἷον στοιβή, πρὸς τὸ ἄλληλα μὴ τρίβειν.
137Aristoteles, De partibus animalium, 2, 10, 12; 25 (auctor 384BC-322BC)
Ἡ δὲ τῆς ὀσφρήσεως μεταξὺ τῶν ὀμμάτων εὐλόγως.
138Aristoteles, De partibus animalium, 3, 1, 15; 40 (auctor 384BC-322BC)
Περὶ μὲν οὖν τῶν ἄλλων μορίων τῶν ἐν τῇ κεφαλῇ σχεδὸν εἴρηται, τῶν ἀνθρώπων δὲ καλεῖται τὸ μεταξὺ τῆς κεφαλῆς καὶ τοῦ αὐχένος πρόσωπον, ἀπὸ τῆς πράξεως αὐτῆς ὀνομασθέν, ὡς ἔοικεν· διὰ γὰρ τὸ μόνον ὀρθὸν εἶναι τῶν ζῴων μόνον πρόσωθεν ὄπωπε καὶ τὴν φωνὴν εἰς τὸ πρόσω διαπέμπει.
139Aristoteles, De partibus animalium, 3, 3, 3; 10 (auctor 384BC-322BC)
Τοῦ δ´ ὀργάνου τοῦ περὶ τὴν ἀναπνοὴν ἐξ ἀνάγκης ἔχοντος μῆκος, ἀναγκαῖον τὸν οἰσοφάγον εἶναι μεταξὺ τοῦ στόματος καὶ τῆς κοιλίας.
140Aristoteles, De partibus animalium, 3, 12, 4; 8 (auctor 384BC-322BC)
Σπλῆνα δ´ ἔχει τὰ μὲν κερατοφόρα καὶ διχαλὰ στρογγύλον, καθάπερ αἲξ καὶ πρόβατον καὶ τῶν ἄλλων ἕκαστον, εἰ μή τι διὰ μέγεθος εὐαυξέστερον ἔχει κατὰ μῆκος, οἷον ὁ τοῦ βοὸς πέπονθεν· τὰ δὲ πολυσχιδῆ πάντα μακρόν, οἷον ὗς καὶ ἄνθρωπος καὶ κύων, τὰ δὲ μώνυχα μεταξὺ τούτων καὶ μικτόν· τῇ μὲν γὰρ πλατὺν ἔχει τῇ δὲ στενόν, οἷον ἵππος καὶ ὀρεὺς καὶ ὄνος.
141Aristoteles, De partibus animalium, 3, 14, 21; 40 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ἐν τῇ ἄνω μὲν κοιλίᾳ κατὰ τὴν πρώτην εἴσοδον τῆς τροφῆς νεαρὰν ἀναγκαῖον εἶναι τὴν τροφήν, κάτω δὲ προϊοῦσαν κοπρώδη καὶ ἐξικμασμένην, ἀναγκαῖον εἶναί τι καὶ τὸ μεταξύ, ἐν ᾧ μεταβάλλει καὶ οὔτ´ ἔτι πρόσφατος οὔτ´ ἤδη κόπρος.
142Aristoteles, De partibus animalium, 3, 14, 22; 41 (auctor 384BC-322BC)
Διὰ τοῦτο πάντα τὰ τοιαῦτα ζῷα τὴν καλουμένην ἔχει νῆστιν καὶ ἐν τῷ μετὰ τὴν κοιλίαν ἐντέρῳ τῷ λεπτῷ· τοῦτο γὰρ μεταξὺ τῆς τ´ ἄνω, ἐν ᾗ τὸ ἄπεπτον, καὶ τῆς κάτω, ἐν ᾗ τὸ ἄχρηστον ἤδη περίττωμα.
143Aristoteles, De partibus animalium, 3, 15, 1; 2 (auctor 384BC-322BC)
Ἔχει δὲ τὰ ἔχοντα τῶν πολυκοιλίων τὴν πυετίαν οὔτ´ ἐν τῇ μεγάλῃ κοιλίᾳ οὔτ´ ἐν τῷ κεκρυφάλῳ οὔτ´ ἐν τῷ τελευταίῳ τῷ ἠνύστρῳ, ἀλλ´ ἐν τῷ μεταξὺ τοῦ τελευταίου καὶ δύο τῶν πρώτων, ἐν τῷ καλουμένῳ ἐχίνῳ.
144Aristoteles, De partibus animalium, 4, 5, 12; 27 (auctor 384BC-322BC)
Ἔχουσι δὲ καὶ τὰ μαλακόστρακα, τά τε καραβοειδῆ καὶ οἱ καρκίνοι, δύο μὲν ὀδόντας τοὺς πρώτους, καὶ μεταξὺ τὴν σάρκα τὴν γλωσσοειδῆ, ὥσπερ εἴρηται καὶ πρότερον, εὐθὺς δ´ ἐχόμενον τοῦ στόματος στόμαχον μικρὸν κατὰ μέγεθος τῶν σωμάτων, τὰ μείζω πρὸς τὰ ἐλάττω· τούτου δὲ κοιλίαν ἐχομένην, ἐφ´ ἧς οἵ τε κάραβοι καὶ ἔνιοι τῶν καρκίνων ὀδόντας ἔχουσιν ἑτέρους διὰ τὸ τοὺς ἄνω μὴ διαιρεῖν ἱκανῶς, ἀπὸ δὲ τῆς κοιλίας ἔντερον ἁπλοῦν κατ´ εὐθὺ μέχρι πρὸς τὴν ἔξοδον τοῦ περιττώματος.
145Aristoteles, De partibus animalium, 4, 5, 13; 30 (auctor 384BC-322BC)
Οἱ μὲν οὖν κόχλοι καὶ ὀδόντας ἔχουσι σκληροὺς καὶ ὀξεῖς, ὥσπερ εἴρηται πρότερον, καὶ τὸ μεταξὺ σαρκῶδες ὁμοίως τοῖς μαλακίοις καὶ μαλακοστράκοις, καὶ τὴν προβοσκίδα, καθάπερ εἴρηται, μεταξὺ κέντρου καὶ γλώττης, τοῦ δὲ στόματος ἐχόμενον οἷον ὀρνιθώδη τινὰ πρόλοβον, τούτου δ´ ἐχόμενον στόμαχον· τούτου δ´ ἔχεται ἡ κοιλία, ἐν ᾗ ἡ καλουμένη μήκων, ἀφ´ ἧς συνεχές ἐστιν ἔντερον ἁπλῆν τὴν ἀρχὴν ἔχον ἀπὸ τῆς μήκωνος· ἔστι γὰρ ἐν πᾶσι τοῖς ὀστρακηροῖς περίττωμα τοῦτο τὸ μάλιστα δοκοῦν εἶναι ἐδώδιμον.
146Aristoteles, De partibus animalium, 4, 5, 17; 43 (auctor 384BC-322BC)
Ἔχουσι δ´ οἱ ἐχῖνοι ὀδόντας μὲν πέντε καὶ μεταξὺ τὸ σαρκῶδες ὥσπερ ἐπὶ πάντων ἐστὶ τῶν εἰρημένων, ἐχόμενον δὲ τούτου στόμαχον, ἀπὸ δὲ τούτου τὴν κοιλίαν εἰς πολλὰ διῃρημένην, ὡσπερανεὶ πολλὰς τοῦ ζῴου κοιλίας ἔχοντος.
147Aristoteles, De partibus animalium, 4, 5, 33; 100 (auctor 384BC-322BC)
Εἰ γὰρ ἦν μεταξὺ τούτου καὶ τοῦ πρανοῦς, οὐκ ἂν ἠδύνατο λαμβάνειν ὁμοίως διάστασιν εἰσιούσης τροφῆς διὰ τὴν τοῦ νώτου σκληρότητα.
148Aristoteles, De partibus animalium, 4, 5, 35; 105 (auctor 384BC-322BC)
Τοῖς δ´ ἐντόμοις τὸ μὲν τῆς τοιαύτης ἀρχῆς μόριον, ὥσπερ ἐν τοῖς πρώτοις ἐλέχθη λόγοις, μεταξὺ κεφαλῆς καὶ τοῦ περὶ τὴν κοιλίαν ἐστὶ κύτους.
149Aristoteles, De partibus animalium, 4, 10, 23; 57 (auctor 384BC-322BC)
Μεταξὺ δὲ τῶν ἀγκώνων τοῖς ἀνθρώποις, τοῖς δ´ ἄλλοις τῶν ἐμπροσθίων σκελῶν, τὸ καλούμενον στῆθός ἐστι, τοῖς μὲν ἀνθρώποις ἔχον πλάτος εὐλόγως (οὐ γὰρ κωλύουσιν οἱ ἀγκῶνες ἐκ πλαγίου προσκείμενοι τοῦτον εἶναι τὸν τόπον πλατύν), τοῖς δὲ τετράποσι διὰ τὴν ἐπὶ τὸ πρόσθιον τῶν κώλων ἔκτασιν ἐν τῷ πορεύεσθαι καὶ μεταβάλλειν τὸν τόπον στενὸν τοῦτ´ ἔστι τὸ μόριον.
150Aristoteles, De partibus animalium, 4, 10, 25; 61 (auctor 384BC-322BC)
Τοῖς δ´ ἄλλοις ζῴοις ἐν μὲν τῷ στήθει μεταξὺ τῶν σκελῶν ἀδύνατόν ἐστιν ἔχειν τοὺς μαστούς (ἐμποδίζοιεν μὲν γὰρ ἂν πρὸς τὴν πορείαν), ἔχουσι δ´ ἤδη πολλοὺς τρόπους.
151Aristoteles, De partibus animalium, 4, 10, 28; 68 (auctor 384BC-322BC)
Τούτου δ´ αἴτιον ὅτι πλειόνων δεῖ μαστῶν τοῖς πλείω μέλλουσιν ἐκτρέφειν· ἐπεὶ οὖν ἐπὶ πλάτος οὐχ οἷον τε ἀλλ´ ἢ δύο μόνους ἔχειν διὰ τὸ δύο εἶναι τό τ´ ἀριστερὸν καὶ τὸ δεξιόν, ἐπὶ μῆκος ἀναγκαῖον ἔχειν· ὁ δὲ μεταξὺ τόπος τῶν ἔμπροσθεν σκελῶν καὶ τῶν ὄπισθεν ἔχει μῆκος μόνον.
152Aristoteles, De partibus animalium, 4, 11, 11; 33 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ τὸ μεταξὺ κεφαλῆς καὶ ὤμων κέκληται αὐχήν, ἥκιστα τῶν τοιούτων ὁ ὄφις δόξειεν ἂν ἔχειν αὐχένα, ἀλλὰ τὸ ἀνάλογον τῷ αὐχένι, εἴ γε δεῖ τοῖς εἰρημένοις ἐσχάτοις διορίζειν τὸ μόριον τοῦτο.
153Aristoteles, De partibus animalium, 4, 12, 10; 31 (auctor 384BC-322BC)
Μεταξὺ μὲν οὖν τῶν πτερύγων καὶ τῶν σκελῶν ταῦτα τὰ μόριά ἐστιν.
154Aristoteles, De partibus animalium, 4, 12, 15; 47 (auctor 384BC-322BC)
Διασπωμένη γὰρ ἀσθενὴς γίνεται ἡ φύσις τούτου τοῦ περιττώματος· τοῖς δὲ σκελῶν κατασκευάζει μῆκος, ἐνίοις δ´ ἀντὶ τούτων συμπληροῖ τὸ μεταξὺ τῶν ποδῶν.
155Aristoteles, De partibus animalium, 4, 12, 16; 50 (auctor 384BC-322BC)
Γίνονται γὰρ ὥσπερ κῶπαι εἰσπλέουσι τὰ πτερύγια τοῖς ἰχθύσιν· διὸ καὶ ἐὰν τῶν μὲν τὰ πτερύγια σφαλῇ, τῶν δὲ τὰ μεταξὺ τῶν ποδῶν, οὐκέτι νέουσιν.
156Aristoteles, De partibus animalium, 4, 13, 6; 19 (auctor 384BC-322BC)
Εἴτε γὰρ σύνεγγυς εἶχον τὰ πτερύγια, μόγις ἂν ἐκινοῦντο, εἴτε πόρρω, διὰ τὸ πολὺ μεταξύ.
157Aristoteles, De sensu et sensibilibus, 1; 47 (auctor 384BC-322BC)
Τό τ’ ἐντὸς τῷ ἐκτὸς πῶς; Ἡ γὰρ μῆνιγξ μεταξύ ἐστιν.
158Aristoteles, De sensu et sensibilibus, 1; 48 (auctor 384BC-322BC)
Περὶ μὲν οὖν τοῦ ἄνευ φωτὸς μὴ ὁρᾶν εἴρηται ἐν ἄλλοις· ἀλλ’ εἴτε φῶς εἴτ’ ἀήρ ἐστι τὸ μεταξὺ τοῦ ὁρωμένου καὶ τοῦ ὄμματος, ἡ διὰ τούτου κίνησίς ἐστιν ἡ ποιοῦσα τὸ ὁρᾶν.
159Aristoteles, De sensu et sensibilibus, 1; 89 (auctor 384BC-322BC)
Τὸ μὲν οὖν, ὥσπερ καὶ οἱ ἀρχαῖοι, λέγειν ἀπορροίας εἶναι τὰς χροίας καὶ ὁρᾶσθαι διὰ τοιαύτην αἰτίαν ἄτοπον· πάντως γὰρ δι’ ἁφῆς ἀναγκαῖον αὐτοῖς ποιεῖν τὴν αἴσθησιν, ὥστ’ εὐθὺς κρεῖττον φάναι τῷ κινεῖσθαι τὸ μεταξὺ τῆς αἰσθήσεως ὑπὸ τοῦ αἰσθητοῦ γίνεσθαι τὴν αἴσθησιν, ἁφῇ καὶ μὴ ταῖς ἀπορροίαις.
160Aristoteles, De sensu et sensibilibus, 1; 139 (auctor 384BC-322BC)
Ἑπτὰ γὰρ ἀμφοτέρων εἴδη, ἄν τις τιθῇ, ὥσπερ εὔλογον, τὸ φαιὸν μέλαν τι εἶναι· λείπεται γὰρ τὸ ξανθὸν μὲν τοῦ λευκοῦ εἶναι ὥσπερ τὸ λιπαρὸν τοῦ γλυκέος, τὸ φοινικοῦν δὲ καὶ ἁλουργὸν καὶ πράσινον καὶ κυανοῦν μεταξὺ τοῦ λευκοῦ καὶ μέλανος, τὰ δ’ ἄλλα μικτὰ ἐκ τούτων.
161Aristoteles, De sensu et sensibilibus, 1; 220 (auctor 384BC-322BC)
Τὸ δὲ διάστημα τὸ τοῦ μεταξὺ πρὸς τοὺς ἐσχάτους λανθάνει.
162Aristoteles, De sensu et sensibilibus, 1; 227 (auctor 384BC-322BC)
Ἆρ’ οὖν οὕτω καὶ τὸ ὁρώμενον καὶ τὸ φῶς; Καθάπερ καὶ Ἐμπεδοκλῆς φησὶν ἀφικνεῖσθαι πρότερον τὸ ἀπὸ τοῦ ἡλίου φῶς εἰς τὸ μεταξὺ πρὶν πρὸς τὴν ὄψιν ἢ ἐπὶ τὴν γῆν.
163Aristoteles, De sensu et sensibilibus, 1; 228 (auctor 384BC-322BC)
Δόξειε δ’ ἂν εὐλόγως τοῦτο συμβαίνειν· τὸ γὰρ κινούμενον κινεῖταί ποθέν ποι, ὥστ’ ἀνάγκη εἶναί τινα καὶ χρόνον ἐν ᾧ κινεῖται ἐκ θατέρου πρὸς θάτερον· ὁ δὲ χρόνος πᾶς διαιρετός, ὥστε ἦν ὅτε οὔπω ἑωρᾶτο ἀλλ’ ἔτ’ ἐφέρετο ἡ ἀκτὶς ἐν τῷ μεταξύ.
164Aristoteles, De sensu et sensibilibus, 1; 230 (auctor 384BC-322BC)
Δηλοῖ δὲ τοῦτο καὶ ἡ τῶν γραμμάτων μετασχημάτισις, ὡς γιγνομένης τῆς φορᾶς ἐν τῷ μεταξύ· οὐ γὰρ τὸ λεχθὲν φαίνονται ἀκηκοότες διὰ τὸ μετασχηματίζεσθαι φερόμενον τὸν ἀέρα.
165Aristoteles, De sensu et sensibilibus, 1; 238 (auctor 384BC-322BC)
Ὅλως δὲ οὐδὲ ὁμοίως ἐπί τε ἀλλοιώσεως ἔχει καὶ φορᾶς· αἱ μὲν γὰρ φοραὶ εὐλόγως εἰς τὸ μεταξὺ πρῶτον ἀφικνοῦνται (δοκεῖ δ’ ὁ ψόφος εἶναι φερομένου τινὸς κίνησις), ὅσα δ’ ἀλλοιοῦται, οὐκέτι ὁμοίως· ἐνδέχεται γὰρ ἀθρόον ἀλλοιοῦσθαι, καὶ μὴ τὸ ἥμισυ πρότερον, οἷον τὸ ὕδωρ ἅμα πᾶν πήγνυσθαι.
166Aristoteles, De sensu et sensibilibus, 1; 241 (auctor 384BC-322BC)
Εὐλόγως δ’ ὧν ἐστὶ μεταξὺ τοῦ αἰσθητηρίου, οὐχ ἅμα πάντα πάσχει, πλὴν ἐπὶ τοῦ φωτὸς διὰ τὸ εἰρημένον.
167Aristoteles, De sensu et sensibilibus, 1; 270 (auctor 384BC-322BC)
Ὃ δὲ λέγουσί τινες τῶν περὶ τὰς συμφωνίας, ὅτι οὐχ ἅμα μὲν ἀφικνοῦνται οἱ ψόφοι, φαίνονται δέ, καὶ λανθάνει, ὅταν ὁ χρόνος ᾖ ἀναίσθητος, πότερον ὀρθῶς λέγεται ἢ οὔ; Τάχα γὰρ ἂν φαίη τις καὶ νῦν παρὰ τοῦτο δοκεῖν ἅμα ὁρᾶν καὶ ἀκούειν, ὅτι οἱ μεταξὺ χρόνοι λανθάνουσιν.
168Aristoteles, De sophisticis elenchis, 4; 30 (auctor 384BC-322BC)
Οἱ δέ παρά τό σχῆμα τῆς λέξεως συμβαίνουσιν, ὅταν τό μή ταὐτό ὡσαύτως ἑρμηνεύηται, οἷον τό ἄρρεν θῆλυ ἢ τό θῆλυ ἄρρεν, ἢ τό μεταξύ θάτερον τούτων, ἢ πάλιν τό ποιόν ποσόν ἢ τό ποσόν ποιόν, ἢ τό ποιοῦν πάσχον ἢ τό διακείμενον ποιεῖν, καί τἆλλα δ᾿, ὡς διῄρηται πρότερον.
169Aristoteles, De sophisticis elenchis, 14; 4 (auctor 384BC-322BC)
Εἰσί δέ πάντες σχεδόν οἱ φαινόμενοι σολοικισμοί παρά τό τόδε, καί ὅταν ἡ πτῶσις μήτε ἄρρεν μήτε θῆλυ δηλοῖ ἀλλά τό μεταξύ.
170Aristoteles, De sophisticis elenchis, 14; 5 (auctor 384BC-322BC)
Τό μέν οὗτος ἄρρεν σημαίνει, τό δ᾿ αὕτη θῆλυ· τό δέ τοῦτο θέλει μέν τό μεταξύ σημαίνειν, πολλάκις δέ σημαίνει κἀκείνων ἑκάτερον, οἷον τί τοῦτο; Καλλιόπη, ξύλον, Κορίσκος.
171Aristoteles, De sophisticis elenchis, 14; 6 (auctor 384BC-322BC)
Τοῦ μέν οὖν ἄρρενος καί τοῦ θήλεος διαφέρουσιν αἱ πτώσεις ἅπασαι, τοῦ δέ μεταξύ αἱ μέν αἱ δ᾿ οὔ.
172Aristoteles, Ethica Eudemia, 2; 269 (auctor 384BC-322BC)
ἀλλὰ μὴν ἑκάστου γε φθορὰ καὶ διαστροφὴ οὐκ εἰς τὸ τυχόν, ἀλλ' εἰς τὰ ἐναντία καὶ τὰ μεταξύ.
173Aristoteles, Ethica Nicomachea, 6, 1; 2 (auctor 384BC-322BC)
ἐν πάσαις γὰρ ταῖς εἰρημέναις ἕξεσι, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων, ἔστι τις σκοπὸς πρὸς ὃν ἀποβλέπων ὁ τὸν λόγον ἔχων ἐπιτείνει καὶ ἀνίησιν, καί τις ἔστιν ὅρος τῶν μεσοτήτων, ἃς μεταξύ φαμεν εἶναι τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως, οὔσας κατὰ τὸν ὀρθὸν λόγον.
174Aristoteles, Ethica Nicomachea, 7, 6; 8 (auctor 384BC-322BC)
διὸ μᾶλλον ἀκόλαστον ἂν εἴποιμεν ὅστις μὴ ἐπιθυμῶν ἢ ἠρέμα διώκει τὰς ὑπερβολὰς καὶ φεύγει μετρίας λύπας, ἢ τοῦτον ὅστις διὰ τὸ ἐπιθυμεῖν σφόδρα· τί γὰρ ἂν ἐκεῖνος ποιήσειεν, εἰ προσγένοιτο ἐπιθυμία νεανικὴ καὶ περὶ τὰς τῶν ἀναγκαίων ἐνδείας λύπη ἰσχυρά· ἐπεὶ δὲ τῶν ἐπιθυμιῶν καὶ τῶν ἡδονῶν αἳ μέν εἰσι τῶν τῷ γένει καλῶν καὶ σπουδαίων (τῶν γὰρ ἡδέων ἔνια φύσει αἱρετά) , τὰ δ' ἐναντία τούτων, τὰ δὲ μεταξύ, καθάπερ διείλομεν πρότερον, οἷον χρήματα καὶ κέρδος καὶ νίκη καὶ τιμή· πρὸς ἅπαντα δὲ καὶ τὰ τοιαῦτα καὶ τὰ μεταξὺ οὐ τῷ πάσχειν καὶ ἐπιθυμεῖν καὶ φιλεῖν ψέγονται, ἀλλὰ τῷ πῶς καὶ ὑπερβάλλειν (διὸ ὅσοι μὲν παρὰ τὸν λόγον ἢ κρατοῦνται ἢ διώκουσι τῶν φύσει τι καλῶν καὶ ἀγαθῶν, οἷον οἱ περὶ τιμὴν μᾶλλον ἢ δεῖ σπουδάζοντες ἢ περὶ τέκνα καὶ γονεῖς· καὶ γὰρ ταῦτα τῶν ἀγαθῶν, καὶ ἐπαινοῦνται οἱ περὶ ταῦτα σπουδάζοντες· ἀλλ' ὅμως ἔστι τις ὑπερβολὴ καὶ ἐν τούτοις, εἴ τις ὥσπερ ἡ Νιόβη μάχοιτο καὶ πρὸς τοὺς θεούς, ἢ ὥσπερ Σάτυρος ὁ φιλοπάτωρ ἐπικαλούμενος περὶ τὸν πατέρα· λίαν γὰρ ἐδόκει μωραίνειν) · μοχθηρία μὲν οὖν οὐδεμία περὶ ταῦτ' ἐστὶ διὰ τὸ εἰρημένον, ὅτι φύσει τῶν αἱρετῶν ἕκαστόν ἐστι δι' αὑτό, φαῦλαι δὲ καὶ φευκταὶ αὐτῶν εἰσὶν αἱ ὑπερβολαί.
175Aristoteles, Ethica Nicomachea, 7, 8; 2 (auctor 384BC-322BC)
μεταξὺ δ' ἡ τῶν πλείστων ἕξις, κἂν εἰ ῥέπουσι μᾶλλον πρὸς τὰς χείρους.
176Aristoteles, Ethica Nicomachea, 9, 10; 5 (auctor 384BC-322BC)
τὸ δὲ ποσὸν οὐκ ἔστιν ἴσως ἕν τι, ἀλλὰ πᾶν τὸ μεταξὺ τινῶν ὡρισμένων.
177Aristoteles, Historia animalium, 1, I 8; 2 (auctor 384BC-322BC)
Προσώπου δέ τό μέν ὑπό τό βρέγμα μεταξύ τῶν ὀμμάτων μέτωπον.
178Aristoteles, Historia animalium, 1, I 11; 15 (auctor 384BC-322BC)
Τό δέ μεταξύ ὀφθαλμοῦ καί ὠτός καί κορυφῆς καλεῖται κρόταφος.
179Aristoteles, Historia animalium, 1, I 12; 1 (auctor 384BC-322BC)
Αὐχήν δέ τό μεταξύ προσώπου καί θώρακος.
180Aristoteles, Historia animalium, 1, I 16; 19 (auctor 384BC-322BC)
Μεταξύ δ’ ἔχει τῶν τρήσεων τήν ἐπιγλωττίδα καλουμένην, ἐπιπτύσσεσθαι δυναμένην ἐπί τό τῆς ἀρτηρίας τρῆμα τό εἰς τό στόμα τεῖνον.
181Aristoteles, Historia animalium, 1, I 16; 21 (auctor 384BC-322BC)
Ἐπί δέ θάτερα καθήκει εἰς τό μεταξύ τοῦ πλεύμονος, εἶτ’ ἀπό τούτου σχίζεται εἰς ἑκάτερον τῶν μερῶν τοῦ πλεύμονος.
182Aristoteles, Historia animalium, 2, II 1; 18 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί τοῖς ἄλλοις τοῖς πολύποσιν· πλήν τά μεταξύ τῶν ἐσχάτων ἀεί ἐπαμφοτερίζει καί τήν κάμψιν ἔχει εἰς τό πλάγιον μᾶλλον.
183Aristoteles, Historia animalium, 2, II 7; 2 (auctor 384BC-322BC)
Τῶν μέν γάρ ἐστι τά στόματα ἀνερρωγότα, ὥσπερ κυνός καί λέοντος καί πάντων τῶν καρχαροδόντων, τά δέ μικρόστομα, ὥσπερ ἄνθρωπος, τά δέ μεταξύ, ὥσπερ τό τῶν ὑῶν γένος.
184Aristoteles, Historia animalium, 2, II 12; 3 (auctor 384BC-322BC)
Ἔτι δέ τό ἰσχίον ὅμοιον μηρῷ μακρόν καί προσπεφυκός μέχρι ὑπό μέσην τήν γαστέρα, ὥστε δοκεῖν διαιρούμενον μηρόν εἶναι, τόν δέ μηρόν μεταξύ τῆς κνήμης, ἕτερόν τι μέρος.
185Aristoteles, Historia animalium, 3, III 1; 16 (auctor 384BC-322BC)
Οἱ δέ πόροι καί τοῖς ἰχθύσι καί τούτοις προσπεφύκασι πρός τῇ ὀσφύϊ ὑποκάτω τῆς κοιλίας καί τῶν ἐντέρων, μεταξύ τῆς μεγάλης φλεβός, ἀφ’ ἧς τείνουσι πόροι εἰς ἑκάτερον τῶν ὄρχεων.
186Aristoteles, Historia animalium, 3, III 3; 27 (auctor 384BC-322BC)
Οὕτω δέ τείνουσαι, καί μεταξύ λαμβάνουσαι τήν ἀρτηρίαν, φέρουσι μέχρι τῶν ὤτων, ᾗ συμβάλλουσιν αἱ γένυες τῆς κεφαλῆς.
187Aristoteles, Historia animalium, 3, III 6; 1 (auctor 384BC-322BC)
Αἱ δέ ἶνές εἰσι μεταξύ νεύρου καί φλεβός.
188Aristoteles, Historia animalium, 3, III 9; 4 (auctor 384BC-322BC)
Τῶν τε γάρ μελανοδερμάτων μέλανα τά κέρατα καί αἱ χηλαί καί αἱ ὁπλαί, ὅσα χηλάς ἔχει, καί τῶν λευκῶν λευκά, μεταξύ δέ τά τῶν ἀνά μέσον.
189Aristoteles, Historia animalium, 3, III 11; 6 (auctor 384BC-322BC)
Ἀναίσθητον δέ τό δέρμα τεμνόμενόν ἐστι καθ’ αὑτό· μάλιστα δέ τοιοῦτον τό ἐν τῇ κεφαλῇ, διά τό τό μεταξύ ἀσαρκότατον εἶναι πρός τό ὀστοῦν.
190Aristoteles, Historia animalium, 3, III 16; 1 (auctor 384BC-322BC)
Σάρξ δέ καί τό παραπλησίαν ἔχον τήν φύσιν τῇ σαρκί ἐν τοῖς ἐναίμοις πᾶσίν ἐστι μεταξύ τοῦ δέρματος καί τοῦ ὀστοῦ καί τῶν ἀνάλογον τοῖς ὀστοῖς· ὡς γάρ ἡ ἄκανθα ἔχει πρός τό ὀστοῦν, οὕτω καί τό σαρκῶδες πρός τάς σάρκας ἔχει τῶν ἐχόντων ὀστᾶ καί ἄκανθαν.
191Aristoteles, Historia animalium, 3, III 17; 3 (auctor 384BC-322BC)
Διαφέρουσι δέ καί τοῖς τόποις· ἡ μέν γάρ πιμελή γίνεται μεταξύ δέρματος καί σαρκός, στέαρ δ’ οὐ γίνεται ἀλλ’ ἢ ἐπί τέλει τῶν σαρκῶν.
192Aristoteles, Historia animalium, 4, IV 1; 9 (auctor 384BC-322BC)
Συμβαίνει δ’ ἐν πᾶσι τοῖς μαλακίοις μεταξύ τῶν ποδῶν καί τῆς γαστρός εἶναι τήν κεφαλήν.
193Aristoteles, Historia animalium, 4, IV 1; 20 (auctor 384BC-322BC)
Ἅπτεται δέ καί κατέχει ταῖς πλεκτάναις ὑπτίαις, καί ὁ μεταξύ τῶν ποδῶν ὑμήν διατέταται πᾶς· ἐάν δ’ εἰς τήν ἄμμον ἐμπέσῃ, οὐκέτι δύναται κατέχειν.
194Aristoteles, Historia animalium, 4, IV 1; 29 (auctor 384BC-322BC)
Ταύτης δέ τό μέν ἐστι στόμα, ἐν ᾧ εἰσί δύο ὀδόντες· ὑπέρ δέ τούτων ὀφθαλμοί μεγάλοι δύο, ὧν τό μεταξύ μικρός χόνδρος ἔχων ἐγκέφαλον μικρόν.
195Aristoteles, Historia animalium, 4, IV 1; 40 (auctor 384BC-322BC)
Διαφέρει δέ· τό μέν γάρ σήπιον ἰσχυρόν καί πλατύ ἐστι, μεταξύ ἀκάνθης καί ὀστοῦ, ἔχον ἐν αὑτῷ ψαθυρότητα σομφήν, τό δέ τῶν τευθίδων λεπτόν καί χονδρωδέστερον.
196Aristoteles, Historia animalium, 4, IV 2; 41 (auctor 384BC-322BC)
Οἱ μέν οὖν κάραβοι, ὥσπερ εἴρηται, δύο ἔχουσιν ὀδόντας μεγάλους καί κοίλους, ἐν οἷς ἔνεστι χυμός ὅμοιος τῇ μύτιδι, μεταξύ δέ τῶν ὀδόντων σαρκίον γλωττοειδές.
197Aristoteles, Historia animalium, 4, IV 2; 46 (auctor 384BC-322BC)
Ἔστι δ’ ὁ πόρος οὗτος πρός τῷ κοίλῳ τῆς σαρκός, ὥστε μεταξύ εἶναι τήν σάρκα· τό μέν γάρ ἔντερον πρός τῷ κυρτῷ ἐστίν, ὁ δέ πόρος πρός τῷ κοίλῳ, ὁμοίως ἔχοντα ταῦτα ὥσπερ τοῖς τετράποσιν.
198Aristoteles, Historia animalium, 4, IV 3; 7 (auctor 384BC-322BC)
Καί ἐπί τούτων ἐπικαλύμματά ἐστι δύο, ὧν μεταξύ ἐστιν οἷάπερ ὁ κάραβος ἔχει πρός τοῖς ὀδοῦσιν.
199Aristoteles, Historia animalium, 4, IV 3; 11 (auctor 384BC-322BC)
Ἔχει δέ τό μεταξύ τῶν ἐπικαλυμμάτων, οἷάπερ ὁ κάραβος, πρός τοῖς ὀδοῦσιν.
200Aristoteles, Historia animalium, 4, IV 6; 2 (auctor 384BC-322BC)
Κέκρυπται γάρ αὐτῶν μόνων τό σῶμα ἐν τῷ ὀστράκῳ πᾶν, τό δ’ ὄστρακόν ἐστι μεταξύ δέρματος καί ὀστράκου, διό καί τέμνεται ὥσπερ βύρσα σκληρά.
201Aristoteles, Historia animalium, 4, IV 7; 3 (auctor 384BC-322BC)
Πάντων μέν οὖν κοινά μέρη ἐστί τρία, κεφαλή τε καί τό περί τήν κοιλίαν κύτος καί τρίτον τό μεταξύ τούτων, οἷον τοῖς ἄλλοις τό στῆθος καί τό νῶτον ἐστίν.
202Aristoteles, Historia animalium, 4, IV 7; 4 (auctor 384BC-322BC)
Τοῦτο δέ τοῖς μέν πολλοῖς ἕν ἐστιν· ὅσα δέ μακρά καί πολύποδα, σχεδόν ἴσα ταῖς ἐντομαῖς ἔχει τά μεταξύ.
203Aristoteles, Historia animalium, 4, IV 7; 21 (auctor 384BC-322BC)
Ἡ δέ τοῦ σώματος σάρξ οὔτε ὀστρακώδης ἐστίν οὔθ’ οἷον τό ἐντός τῶν ὀστρακωδῶν, οὕτω σαρκώδης, ἀλλά μεταξύ.
204Aristoteles, Historia animalium, 5, V 15; 18 (auctor 384BC-322BC)
Διό καί χωρίζεται ὁ τράχηλος καί ἡ μήκων· μεταξύ γάρ τούτων τό ἄνθος, ἐπάνω τῆς καλουμένης κοιλίας· ἀφαιρεθέντος οὖν ἀνάγκη διῃρῆσθαι.
205Aristoteles, Historia animalium, 5, V 16; 22 (auctor 384BC-322BC)
Ἡ δέ πρόσφυσίς ἐστιν οὔτε καθ’ ἓν οὔτε κατά πᾶν· μεταξύ γάρ εἰσι πόροι κενοί.
206Aristoteles, Historia animalium, 6, VI 3; 15 (auctor 384BC-322BC)
Ἀπό δέ τοῦ ὀμφαλοῦ τέταται φλέψ ἡ μέν πρός τόν ὑμένα τόν περιέχοντα τό ὠχρόν (τό δ’ ὠχρόν ἐν τῷ χρόνῳ τούτῳ ὑγρόν ἐστιν ἤδη, καί πλεῖον ἢ τό κατά φύσιν), ἡ δ’ ἑτέρα εἰς τόν ὑμένα τόν περιέχοντα ὅλον τόν τε ὑμένα ἐν ᾧ ὁ νεοττός, καί τόν τοῦ ὠχροῦ ὑμένα καί τό μεταξύ τούτων ὑγρόν.
207Aristoteles, Historia animalium, 6, VI 3; 28 (auctor 384BC-322BC)
Τέλος δέ τό ὠχρόν ἀεί ἔλαττον γινόμενον καί προϊόν ἀναλίσκεται πάμπαν καί ἐμπεριλαμβάνεται ἐν τῷ νεοττῷ, ὥστ’ ἤδη ἐκκεκολαμμένου δεκαταίου, ἄν τις ἀνασχίσῃ, ἔτι πρός τῷ ἐντέρῳ μικρόν τι τοῦ ὠχροῦ λείπεται, ἀπό δέ τοῦ ὀμφαλοῦ ἀπολέλυται, καί οὐθέν γίνεται μεταξύ ἀλλ’ ἀνήλωται πᾶν.
208Aristoteles, Historia animalium, 6, VI 10; 5 (auctor 384BC-322BC)
Διαφέρει δέ τῆς τῶν ὀρνίθων ὑστέρας, ὅτι οὐ πρός τῷ ὑποζώματι ἐνίοις συνίσταται τά ᾠά, ἀλλά μεταξύ κατά τήν ῥάχιν, ἐκεῖθεν δ’ αὐξανόμενα μεταβαίνει.
209Aristoteles, Historia animalium, 6, VI 10; 11 (auctor 384BC-322BC)
Περιέχεται δέ τό ἔμβρυον καί τό ᾠόν ὑμένι κοινῷ· ὑπό δέ τοῦτον ἄλλος ἐστίν ὑμήν, ὃς περιέχει ἰδίᾳ τό ἔμβρυον· μεταξύ δέ τῶν ὑμένων ἔνεστιν ὑγρότης.
210Aristoteles, Historia animalium, 6, VI 10; 21 (auctor 384BC-322BC)
Οἱ δέ καλούμενοι λεῖοι τῶν γαλεῶν τά μέν ᾠά ἴσχουσι μεταξύ τῶν ὑστερῶν ὁμοίως τοῖς σκυλίοις, περιστάντα δέ ταῦτα εἰς ἑκατέραν τήν δικρόαν τῆς ὑστέρας καταβαίνει, καί τά ζῷα γίνεται τόν ὀμφαλόν ἔχοντα πρός τῇ ὑστέρᾳ, ὥστε ἀναλισκομένων τῶν ᾠῶν ὁμοίως δοκεῖν ἔχειν τό ἔμβρυον τοῖς τετράποσιν.
211Aristoteles, Historia animalium, 6, VI 31; 3 (auctor 384BC-322BC)
Ὁ δέ λεχθείς μῦθος περί τοῦ ἐκβάλλειν τάς ὑστέρας τίκτοντα ληρώδης ἐστί, συνετέθη δ’ ἐκ τοῦ σπανίους εἶναι τούς λέοντας, ἀποροῦντος τήν αἰτίαν τοῦ τόν μῦθον συνθέντος· σπάνιον γάρ τό γένος τό τῶν λεόντων ἐστί καί οὐκ ἐν πολλῷ γίνεται τόπῳ, ἀλλά τῆς Εὐρώπης ἁπάσης ἐν τῷ μεταξύ τοῦ Ἀχελῴου καί τοῦ Νέσσου ποταμοῦ.
212Aristoteles, Historia animalium, 7, VII 7; 5 (auctor 384BC-322BC)
Μεταξύ δ’ ὑγρότης ὑδατώδης ἢ αἱματώδης, ὁ καλούμενος ὑπό τῶν γυναικῶν πρόφορος.
213Aristoteles, Historia animalium, 7, VII 8; 3 (auctor 384BC-322BC)
Σχῆμα δ’ ἔχει ἐν τῇ ὑστέρᾳ τά μέν τετράποδα πάντα ἐκτεταμένα, καί τά ἄποδα πλάγια, οἷον ἰχθύς, τά δέ δίποδα συγκεκαμμένα, οἷον ὄρνις καί ἄνθρωπος συγκεκαμμένος· ῥῖνα μέν μεταξύ τῶν γονάτων, ὀφθαλμούς δ’ ἐπί τοῖς γόνασιν, ὦτα δ’ ἐκτός.
214Aristoteles, Historia animalium, 7, VII 9; 5 (auctor 384BC-322BC)
Δυστοκοῦσι δέ μᾶλλον καί ἐάν μεταξύ ἀποπνεύσωσιν ἀποβιαζόμεναι τῷ πνεύματι.
215Aristoteles, Historia animalium, 8, VIII 5; 17 (auctor 384BC-322BC)
Τό δέ τρίχωμα ἔχει ἡ λάταξ σκληρόν, καί τό εἶδος μεταξύ τοῦ τῆς φώκης τριχώματος καί τοῦ τῆς ἐλάφου.
216Aristoteles, Historia animalium, 8, VIII 28; 17 (auctor 384BC-322BC)
Ἔτι δέ λέοντες μέν ἐν τῇ Εὐρώπῃ μᾶλλον, καί τῆς Εὐρώπης ἐν τῷ μεταξύ τόπῳ τοῦ Ἀχελῴου καί Νέσσου· παρδάλεις δ’ ἐν τῇ Ἀσίᾳ, ἐν δέ τῇ Εὐρώπῃ οὐ γίγνονται.
217Aristoteles, Historia animalium, 9, IX 37; 46 (auctor 384BC-322BC)
Ἔχει δέ μεταξύ τῶν πλεκτανῶν ἐπί τι συνυφές, ὅμοιον τοῖς στεγανόποσι τό μεταξύ τῶν δακτύλων· πλήν ἐκείνοις μέν παχύ, τούτοις δέ λεπτόν τοῦτο καί ἀραχνιῶδές ἐστιν.
218Aristoteles, Historia animalium, 9, IX 39; 7 (auctor 384BC-322BC)
Τήν μέν οὖν κοίτην καί τήν ἀπόθεσιν τῆς θήρας ἄλλοθι ποιεῖται, τήν δέ θήραν ἐπί τοῦ μέσου τηροῦσα· κἄπειθ’ ὅταν ἐμπέσῃ τι, κινηθέντος τοῦ μέσου πρῶτον μέν περιδεῖ καί περιελίττει τοῖς ἀραχνίοις, ἕως ἂν ἀχρεῖον ποιήσῃ, μετά δέ ταῦτ’ ἀπήνεγκεν ἀραμένη, καί ἐάν μέν τύχῃ πεινῶσα, ἐξεχύλισεν (αὕτη γάρ ἡ ἀπόλαυσις), εἰ δέ μή, πάλιν ὁρμᾷ πρός τήν θήραν, ἀκεσαμένη πρῶτον τό διερρωγός· ἐάν δέ τι μεταξύ ἐμπέσῃ, πρῶτον ἐπί τό μέσον βαδίζει, κἀκεῖθεν ἐπανέρχεται πρός τό ἐμπεσόν ὥσπερ ἀπ’ ἀρχῆς.
219Aristoteles, Historia animalium, 10, X 3; 11 (auctor 384BC-322BC)
Καί ἐν τῇ πρός τόν ἄνδρα συνουσίᾳ μεταξύ ὑγραίνεσθαι, μή πολλάκις δέ μηδέ σφόδρα.
220Aristoteles, Historia animalium, 10, X 3; 29 (auctor 384BC-322BC)
Καί ὅταν μέν τοῦτο σφόδρα πάθῃ ἡ ὑστέρα καί γένηται ὑπέρξηρος, ταχύ τε ἀπέβαλε καί ταχύ δῆλον γίνεται ὅτι οὐ κύει· ἐάν δέ μή σφόδρα ταχέως ταῦτα ποιῇ, ἐν τῷ μεταξύ χρόνῳ δοκεῖ κύειν, ὃ ἂν ἔχῃ αὐτή πρός αὑτήν, ἕως ἂν ἀποβάλῃ.
221Aristoteles, Historia animalium, 10, X 7; 27 (auctor 384BC-322BC)
Ἔστι δ’ ὅτε καί εἰς τόν μεταξύ τόπον τῆς ὑστέρας καί τῆς κοιλίας συρρέον ἐκ τῆς σαρκός δοκεῖ μύλη εἶναι, οὐκ οὖσα.
222Aristoteles, Magna moralia, 1, 32, 1; 1 (auctor 384BC-322BC)
Ὁ μὲν οὖν φίλος τοιοῦτος ἀλήθεια δέ ἐστιν μεταξὺ εἰρωνείας καὶ ἀλαζονείας.
223Aristoteles, Metaphysica, 1, 6; 6 (auctor 384BC-322BC)
ἔτι δὲ παρὰ τὰ αἰσθητὰ καὶ τὰ εἴδη τὰ μαθηματικὰ τῶν πραγμάτων εἶναί φησι μεταξύ, διαφέροντα τῶν μὲν αἰσθητῶν τῷ ἀΐδια καὶ ἀκίνητα εἶναι, τῶν δ' εἰδῶν τῷ τὰ μὲν πόλλ' ἄττα ὅμοια εἶναι τὸ δὲ εἶδος αὐτὸ ἓν ἕκαστον μόνον.
224Aristoteles, Metaphysica, 1, 6; 9 (auctor 384BC-322BC)
τὸ μέντοι γε ἓν οὐσίαν εἶναι, καὶ μὴ ἕτερόν γέ τι ὂν λέγεσθαι ἕν, παραπλησίως τοῖς Πυθαγορείοις ἔλεγε, καὶ τὸ τοὺς ἀριθμοὺς αἰτίους εἶναι τοῖς ἄλλοις τῆς οὐσίας ὡσαύτως ἐκείνοις· τὸ δὲ ἀντὶ τοῦ ἀπείρου ὡς ἑνὸς δυάδα ποιῆσαι, τὸ δ' ἄπειρον ἐκ μεγάλου καὶ μικροῦ, τοῦτ' ἴδιον· καὶ ἔτι ὁ μὲν τοὺς ἀριθμοὺς παρὰ τὰ αἰσθητά, οἱ δ' ἀριθμοὺς εἶναί φασιν αὐτὰ τὰ πράγματα, καὶ τὰ μαθηματικὰ μεταξὺ τούτων οὐ τιθέασιν.
225Aristoteles, Metaphysica, 1, 9; 35 (auctor 384BC-322BC)
ἔτι δ' ἀναγκαῖον ἕτερον γένος ἀριθμοῦ κατασκευάζειν περὶ ὃ ἡ ἀριθμητική, καὶ πάντα τὰ μεταξὺ λεγόμενα ὑπό τινων, ἃ πῶς ἢ ἐκ τίνων ἐστὶν ἀρχῶν· ἢ διὰ τί μεταξὺ τῶν δεῦρό τ' ἔσται καὶ αὐτῶν· ἔτι αἱ μονάδες αἱ ἐν τῇ δυάδι ἑκατέρα ἔκ τινος προτέρας δυάδος· καίτοι ἀδύνατον.
226Aristoteles, Metaphysica, 1, 9; 48 (auctor 384BC-322BC)
οὐθένα δ' ἔχει λόγον οὐδὲ τὰ μετὰ τοὺς ἀριθμοὺς μήκη τε καὶ ἐπίπεδα καὶ στερεά, οὔτε ὅπως ἔστιν ἢ ἔσται οὔτε τίνα ἔχει δύναμιν· ταῦτα γὰρ οὔτε εἴδη οἷόν τε εἶναι (οὐ γάρ εἰσιν ἀριθμοί) οὔτε τὰ μεταξύ (μαθηματικὰ γὰρ ἐκεῖνα) οὔτε τὰ φθαρτά, ἀλλὰ πάλιν τέταρτον ἄλλο φαίνεται τοῦτό τι γένος.
227Aristoteles, Metaphysica, 2, 2; 3 (auctor 384BC-322BC)
ὡς μὲν οὖν ἐκ παιδὸς ἄνδρα γίγνεσθαί φαμεν, ὡς ἐκ τοῦ γιγνομένου τὸ γεγονὸς ἢ ἐκ τοῦ ἐπιτελουμένου τὸ τετελεσμένον (ἀεὶ γάρ ἐστι μεταξύ, ὥσπερ τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις, οὕτω καὶ τὸ γιγνόμενον τοῦ ὄντος καὶ μὴ ὄντος· ἔστι γὰρ ὁ μανθάνων γιγνόμενος ἐπιστήμων, καὶ τοῦτ' ἐστὶν ὃ λέγεται, ὅτι γίγνεται ἐκ μανθάνοντος ἐπιστήμων) · τὸ δ' ὡς ἐξ ἀέρος ὕδωρ, φθειρομένου θατέρου.
228Aristoteles, Metaphysica, 2, 2; 5 (auctor 384BC-322BC)
ἀμφοτέρως δὲ ἀδύνατον εἰς ἄπειρον ἰέναι· τῶν μὲν γὰρ ὄντων μεταξὺ ἀνάγκη τέλος εἶναι, τὰ δ' εἰς ἄλληλα ἀνακάμπτει· ἡ γὰρ θατέρου φθορὰ θατέρου ἐστὶ γένεσις.
229Aristoteles, Metaphysica, 3, 1; 6 (auctor 384BC-322BC)
καὶ τοῦτο δ' αὐτὸ τῶν ἀναγκαίων ἐστὶ ζητῆσαι, πότερον τὰς αἰσθητὰς οὐσίας εἶναι μόνον φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας, καὶ πότερον μοναχῶς ἢ πλείονα γένη τῶν οὐσιῶν, οἷον οἱ ποιοῦντες τά τε εἴδη καὶ τὰ μαθηματικὰ μεταξὺ τούτων τε καὶ τῶν αἰσθητῶν.
230Aristoteles, Metaphysica, 3, 2; 15 (auctor 384BC-322BC)
ἔτι δὲ πότερον τὰς αἰσθητὰς οὐσίας μόνας εἶναι φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας, καὶ πότερον μοναχῶς ἢ πλείω γένη τετύχηκεν ὄντα τῶν οὐσιῶν, οἷον οἱ λέγοντες τά τε εἴδη καὶ τὰ μεταξύ, περὶ ἃ τὰς μαθηματικὰς εἶναί φασιν ἐπιστήμας· ὡς μὲν οὖν λέγομεν τὰ εἴδη αἴτιά τε καὶ οὐσίας εἶναι καθ' ἑαυτὰς εἴρηται ἐν τοῖς πρώτοις λόγοις περὶ αὐτῶν· πολλαχῇ δὲ ἐχόντων δυσκολίαν, οὐθενὸς ἧττον ἄτοπον τὸ φάναι μὲν εἶναί τινας φύσεις παρὰ τὰς ἐν τῷ οὐρανῷ, ταύτας δὲ τὰς αὐτὰς φάναι τοῖς αἰσθητοῖς πλὴν ὅτι τὰ μὲν ἀΐδια τὰ δὲ φθαρτά.
231Aristoteles, Metaphysica, 3, 2; 17 (auctor 384BC-322BC)
ἔτι δὲ εἴ τις παρὰ τὰ εἴδη καὶ τὰ αἰσθητὰ τὰ μεταξὺ θήσεται, πολλὰς ἀπορίας ἕξει· δῆλον γὰρ ὡς ὁμοίως γραμμαί τε παρά τ' αὐτὰς καὶ τὰς αἰσθητὰς ἔσονται καὶ ἕκαστον τῶν ἄλλων γενῶν· ὥστ' ἐπείπερ ἡ ἀστρολογία μία τούτων ἐστίν, ἔσται τις καὶ οὐρανὸς παρὰ τὸν αἰσθητὸν οὐρανὸν καὶ ἥλιός τε καὶ σελήνη καὶ τἆλλα ὁμοίως τὰ κατὰ τὸν οὐρανόν.
232Aristoteles, Metaphysica, 3, 2; 18 (auctor 384BC-322BC)
καίτοι πῶς δεῖ πιστεῦσαι τούτοις· οὐδὲ γὰρ ἀκίνητον εὔλογον εἶναι, κινούμενον δὲ καὶ παντελῶς ἀδύνατον· ὁμοίως δὲ καὶ περὶ ὧν ἡ ὀπτικὴ πραγματεύεται καὶ ἡ ἐν τοῖς μαθήμασιν ἁρμονική· καὶ γὰρ ταῦτα ἀδύνατον εἶναι παρὰ τὰ αἰσθητὰ διὰ τὰς αὐτὰς αἰτίας· εἰ γὰρ ἔστιν αἰσθητὰ μεταξὺ καὶ αἰσθήσεις, δῆλον ὅτι καὶ ζῷα ἔσονται μεταξὺ αὐτῶν τε καὶ τῶν φθαρτῶν.
233Aristoteles, Metaphysica, 3, 2; 20 (auctor 384BC-322BC)
εἰ γὰρ τούτῳ διοίσει τῆς γεωδαισίας ἡ γεωμετρία μόνον, ὅτι ἡ μὲν τούτων ἐστὶν ὧν αἰσθανόμεθα ἡ δ' οὐκ αἰσθητῶν, δῆλον ὅτι καὶ παρ' ἰατρικὴν ἔσται τις ἐπιστήμη καὶ παρ' ἑκάστην τῶν ἄλλων μεταξὺ αὐτῆς τε ἰατρικῆς καὶ τῆσδε τῆς ἰατρικῆς· καίτοι πῶς τοῦτο δυνατόν· καὶ γὰρ ἂν ὑγιείν' ἄττα εἴη παρὰ τὰ αἰσθητὰ καὶ αὐτὸ τὸ ὑγιεινόν.
234Aristoteles, Metaphysica, 3, 2; 24 (auctor 384BC-322BC)
εἰσὶ δέ τινες οἵ φασιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λεγόμενα τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν, οὐ μὴν χωρίς γε τῶν αἰσθητῶν ἀλλ' ἐν τούτοις· οἷς τὰ συμβαίνοντα ἀδύνατα πάντα μὲν πλείονος λόγου διελθεῖν, ἱκανὸν δὲ καὶ τὰ τοιαῦτα θεωρῆσαι.
235Aristoteles, Metaphysica, 3, 3; 13 (auctor 384BC-322BC)
ἔτι καὶ τὰ μεταξὺ συλλαμβανόμενα μετὰ τῶν διαφορῶν ἔσται γένη μέχρι τῶν ἀτόμων (νῦν δὲ τὰ μὲν δοκεῖ τὰ δ' οὐ δοκεῖ) · πρὸς δὲ τούτοις ἔτι μᾶλλον αἱ διαφοραὶ ἀρχαὶ ἢ τὰ γένη· εἰ δὲ καὶ αὗται ἀρχαί, ἄπειροι ὡς εἰπεῖν ἀρχαὶ γίγνονται, ἄλλως τε κἄν τις τὸ πρῶτον γένος ἀρχὴν τιθῇ.
236Aristoteles, Metaphysica, 3, 5; 13 (auctor 384BC-322BC)
ὅλως δ' ἀπορήσειεν ἄν τις διὰ τί καὶ δεῖ ζητεῖν ἄλλ' ἄττα παρά τε τὰ αἰσθητὰ καὶ τὰ μεταξύ, οἷον ἃ τίθεμεν εἴδη.
237Aristoteles, Metaphysica, 3, 5; 14 (auctor 384BC-322BC)
εἰ γὰρ διὰ τοῦτο, ὅτι τὰ μὲν μαθηματικὰ τῶν δεῦρο ἄλλῳ μέν τινι διαφέρει, τῷ δὲ πόλλ' ἄττα ὁμοειδῆ εἶναι οὐθὲν διαφέρει, ὥστ' οὐκ ἔσονται αὐτῶν αἱ ἀρχαὶ ἀριθμῷ ἀφωρισμέναι (ὥσπερ οὐδὲ τῶν ἐνταῦθα γραμμάτων ἀριθμῷ μὲν πάντων οὐκ εἰσὶν αἱ ἀρχαὶ ὡρισμέναι, εἴδει δέ, ἐὰν μὴ λαμβάνῃ τις τησδὶ τῆς συλλαβῆς ἢ τησδὶ τῆς φωνῆς· τούτων δ' ἔσονται καὶ ἀριθμῷ ὡρισμέναι – ὁμοίως δὲ καὶ ἐπὶ τῶν μεταξύ· ἄπειρα γὰρ κἀκεῖ τὰ ὁμοειδῆ) , ὥστ' εἰ μὴ ἔστι παρὰ τὰ αἰσθητὰ καὶ τὰ μαθηματικὰ ἕτερ' ἄττα οἷα λέγουσι τὰ εἴδη τινές, οὐκ ἔσται μία ἀριθμῷ ἀλλ' εἴδει οὐσία, οὐδ' αἱ ἀρχαὶ τῶν ὄντων ἀριθμῷ ἔσονται ποσαί τινες ἀλλὰ εἴδει· εἰ οὖν τοῦτο ἀναγκαῖον, καὶ τὰ εἴδη ἀναγκαῖον διὰ τοῦτο εἶναι τιθέναι.
238Aristoteles, Metaphysica, 4, 5; 56 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐδὲ μεταξὺ ἀντιφάσεως ἐνδέχεται εἶναι οὐθέν, ἀλλ' ἀνάγκη ἢ φάναι ἢ ἀποφάναι ἓν καθ' ἑνὸς ὁτιοῦν.
239Aristoteles, Metaphysica, 4, 5; 59 (auctor 384BC-322BC)
ἔτι ἤτοι μεταξὺ ἔσται τῆς ἀντιφάσεως ὥσπερ τὸ φαιὸν μέλανος καὶ λευκοῦ, ἢ ὡς τὸ μηδέτερον ἀνθρώπου καὶ ἵππου.
240Aristoteles, Metaphysica, 4, 5; 60 (auctor 384BC-322BC)
εἰ μὲν οὖν οὕτως, οὐκ ἂν μεταβάλλοι (ἐκ μὴ ἀγαθοῦ γὰρ εἰς ἀγαθὸν μεταβάλλει ἢ ἐκ τούτου εἰς μὴ ἀγαθόν) , νῦν δ' ἀεὶ φαίνεται (οὐ γὰρ ἔστι μεταβολὴ ἀλλ' ἢ εἰς τὰ ἀντικείμενα καὶ μεταξύ) · εἰ δ' ἔστι μεταξύ, καὶ οὕτως εἴη ἄν τις εἰς λευκὸν οὐκ ἐκ μὴ λευκοῦ γένεσις, νῦν δ' οὐχ ὁρᾶται.
241Aristoteles, Metaphysica, 4, 5; 71 (auctor 384BC-322BC)
ἔοικε δ' ὁ μὲν Ἡρακλείτου λόγος, λέγων πάντα εἶναι καὶ μὴ εἶναι, ἅπαντα ἀληθῆ ποιεῖν, ὁ δ' Ἀναξαγόρου, εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, πάντα ψευδῆ· ὅταν γὰρ μιχθῇ, οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθὸν τὸ μῖγμα, ὥστ' οὐδὲν εἰπεῖν ἀληθές.
242Aristoteles, Metaphysica, 5, 2; 7 (auctor 384BC-322BC)
καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίγνεται τοῦ τέλους, οἷον τῆς ὑγιείας ἡ ἰσχνασία ἢ ἡ κάθαρσις ἢ τὰ φάρμακα ἢ τὰ ὄργανα· πάντα γὰρ ταῦτα τοῦ τέλους ἕνεκά ἐστι, διαφέρει δὲ ἀλλήλων ὡς ὄντα τὰ μὲν ὄργανα τὰ δ' ἔργα.
243Aristoteles, Metaphysica, 5, 20; 1 (auctor 384BC-322BC)
ἕξις δὲ λέγεται ἕνα μὲν τρόπον οἷον ἐνέργειά τις τοῦ ἔχοντος καὶ ἐχομένου, ὥσπερ πρᾶξίς τις ἢ κίνησις (ὅταν γὰρ τὸ μὲν ποιῇ τὸ δὲ ποιῆται, ἔστι ποίησις μεταξύ· οὕτω καὶ τοῦ ἔχοντος ἐσθῆτα καὶ τῆς ἐχομένης ἐσθῆτος ἔστι μεταξὺ ἕξις) · ταύτην μὲν οὖν φανερὸν ὅτι οὐκ ἐνδέχεται ἔχειν ἕξιν (εἰς ἄπειρον γὰρ βαδιεῖται, εἰ τοῦ ἐχομένου ἔσται ἔχειν τὴν ἕξιν) , ἄλλον δὲ τρόπον ἕξις λέγεται διάθεσις καθ' ἣν ἢ εὖ ἢ κακῶς διάκειται τὸ διακείμενον, καὶ ἢ καθ' αὑτὸ ἢ πρὸς ἄλλο, οἷον ἡ ὑγίεια ἕξις τις· διάθεσις γάρ ἐστι τοιαύτη.
244Aristoteles, Metaphysica, 5, 22; 8 (auctor 384BC-322BC)
ἔτι τῷ πάντῃ μὴ ἔχειν· τυφλὸς γὰρ οὐ λέγεται ὁ ἑτερόφθαλμος ἀλλ' ὁ ἐν ἀμφοῖν μὴ ἔχων ὄψιν· διὸ οὐ πᾶς ἀγαθὸς ἢ κακός, ἢ δίκαιος ἢ ἄδικος, ἀλλὰ καὶ τὸ μεταξύ.
245Aristoteles, Metaphysica, 7, 7; 10 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν μεταξὺ ἕκαστον γίγνεται.
246Aristoteles, Metaphysica, 10, 4; 12 (auctor 384BC-322BC)
εἰ δὴ ἀντίκειται μὲν ἀντίφασις καὶ στέρησις καὶ ἐναντιότης καὶ τὰ πρός τι, τούτων δὲ πρῶτον ἀντίφασις, ἀντιφάσεως δὲ μηδέν ἐστι μεταξύ, τῶν δὲ ἐναντίων ἐνδέχεται, ὅτι μὲν οὐ ταὐτὸν ἀντίφασις καὶ τἀναντία δῆλον· ἡ δὲ στέρησις ἀντίφασίς τίς ἐστιν· ἢ γὰρ τὸ ἀδύνατον ὅλως ἔχειν, ἢ ὃ ἂν πεφυκὸς ἔχειν μὴ ἔχῃ, ἐστέρηται ἢ ὅλως ἢ πὼς ἀφορισθέν (πολλαχῶς γὰρ ἤδη τοῦτο λέγομεν, ὥσπερ διῄρηται ἡμῖν ἐν ἄλλοις) , ὥστ' ἐστὶν ἡ στέρησις ἀντίφασίς τις ἢ ἀδυναμία διορισθεῖσα ἢ συνειλημμένη τῷ δεκτικῷ· διὸ ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ, στερήσεως δέ τινος ἔστιν· ἴσον μὲν γὰρ ἢ οὐκ ἴσον πᾶν, ἴσον δ' ἢ ἄνισον οὐ πᾶν, ἀλλ' εἴπερ, μόνον ἐν τῷ δεκτικῷ τοῦ ἴσου.
247Aristoteles, Metaphysica, 10, 4; 15 (auctor 384BC-322BC)
πᾶσα γὰρ ἐναντίωσις ἔχει στέρησιν θάτερον τῶν ἐναντίων, ἀλλ' οὐχ ὁμοίως πάντα· ἀνισότης μὲν γὰρ ἰσότητος ἀνομοιότης δὲ ὁμοιότητος κακία δὲ ἀρετῆς, διαφέρει δὲ ὥσπερ εἴρηται· τὸ μὲν γὰρ ἐὰν μόνον ᾖ ἐστερημένον, τὸ δ' ἐὰν ἢ ποτὲ ἢ ἔν τινι, οἷον ἂν ἐν ἡλικίᾳ τινὶ ἢ τῷ κυρίῳ, ἢ πάντῃ· διὸ τῶν μὲν ἔστι μεταξύ, καὶ ἔστιν οὔτε ἀγαθὸς ἄνθρωπος οὔτε κακός, τῶν δὲ οὐκ ἔστιν, ἀλλ' ἀνάγκη εἶναι ἢ περιττὸν ἢ ἄρτιον.
248Aristoteles, Metaphysica, 10, 5; 4 (auctor 384BC-322BC)
ἔτι τὸ μὲν ἴσον μεταξὺ φαίνεται μεγάλου καὶ μικροῦ, ἐναντίωσις δὲ μεταξὺ οὐδεμία οὔτε φαίνεται οὔτε ἐκ τοῦ ὁρισμοῦ δυνατόν· οὐ γὰρ ἂν εἴη τελεία μεταξύ τινος οὖσα, ἀλλὰ μᾶλλον ἔχει ἀεὶ ἑαυτῆς τι μεταξύ.
249Aristoteles, Metaphysica, 10, 5; 8 (auctor 384BC-322BC)
ἔστι δὴ τὸ ἴσον τὸ μήτε μέγα μήτε μικρόν, πεφυκὸς δὲ ἢ μέγα ἢ μικρὸν εἶναι· καὶ ἀντίκειται ἀμφοῖν ὡς ἀπόφασις στερητική, διὸ καὶ μεταξύ ἐστιν.
250Aristoteles, Metaphysica, 10, 5; 11 (auctor 384BC-322BC)
ὥστε οὐκ ὀρθῶς ἐπιτιμῶσιν οἱ νομίζοντες ὁμοίως λέγεσθαι πάντα, ὥστε ἔσεσθαι ὑποδήματος καὶ χειρὸς μεταξὺ τὸ μήτε ὑπόδημα μήτε χεῖρα, ἔπειπερ καὶ τὸ μήτε ἀγαθὸν μήτε κακὸν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὡς πάντων ἐσομένου τινὸς μεταξύ.
251Aristoteles, Metaphysica, 10, 5; 13 (auctor 384BC-322BC)
ἡ μὲν γὰρ ἀντικειμένων συναπόφασίς ἐστιν ὧν ἔστι μεταξύ τι καὶ διάστημά τι πέφυκεν εἶναι· τῶν δ' οὐκ ἔστι διαφορά· ἐν ἄλλῳ γὰρ γένει ὧν αἱ συναποφάσεις, ὥστ' οὐχ ἓν τὸ ὑποκείμενον.
252Aristoteles, Metaphysica, 10, 7; 1 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τῶν ἐναντίων ἐνδέχεται εἶναί τι μεταξὺ καὶ ἐνίων ἔστιν, ἀνάγκη ἐκ τῶν ἐναντίων εἶναι τὰ μεταξύ.
253Aristoteles, Metaphysica, 10, 7; 2 (auctor 384BC-322BC)
πάντα γὰρ τὰ μεταξὺ ἐν τῷ αὐτῷ γένει ἐστὶ καὶ ὧν ἐστὶ μεταξύ.
254Aristoteles, Metaphysica, 10, 7; 3 (auctor 384BC-322BC)
μεταξὺ μὲν γὰρ ταῦτα λέγομεν εἰς ὅσα μεταβάλλειν ἀνάγκη πρότερον τὸ μεταβάλλον (οἷον ἀπὸ τῆς ὑπάτης ἐπὶ τὴν νήτην εἰ μεταβαίνοι τῷ ὀλιγίστῳ, ἥξει πρότερον εἰς τοὺς μεταξὺ φθόγγους, καὶ ἐν χρώμασιν εἰ [ἥξει] ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν, πρότερον ἥξει εἰς τὸ φοινικοῦν καὶ φαιὸν ἢ εἰς τὸ μέλαν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων) · μεταβάλλειν δ' ἐξ ἄλλου γένους εἰς ἄλλο γένος οὐκ ἔστιν ἀλλ' ἢ κατὰ συμβεβηκός, οἷον ἐκ χρώματος εἰς σχῆμα.
255Aristoteles, Metaphysica, 10, 7; 4 (auctor 384BC-322BC)
ἀνάγκη ἄρα τὰ μεταξὺ καὶ αὑτοῖς καὶ ὧν μεταξύ εἰσιν ἐν τῷ αὐτῷ γένει εἶναι.
256Aristoteles, Metaphysica, 10, 7; 5 (auctor 384BC-322BC)
ἀλλὰ μὴν πάντα γε τὰ μεταξύ ἐστιν ἀντικειμένων τινῶν· ἐκ τούτων γὰρ μόνων καθ' αὑτὰ ἔστι μεταβάλλειν (διὸ ἀδύνατον εἶναι μεταξὺ μὴ ἀντικειμένων· εἴη γὰρ ἂν μεταβολὴ καὶ μὴ ἐξ ἀντικειμένων) .
257Aristoteles, Metaphysica, 10, 7; 6 (auctor 384BC-322BC)
τῶν δ' ἀντικειμένων ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ (τοῦτο γάρ ἐστιν ἀντίφασις, ἀντίθεσις ἧς ὁτῳοῦν θάτερον μόριον πάρεστιν, οὐκ ἐχούσης οὐθὲν μεταξύ) , τῶν δὲ λοιπῶν τὰ μὲν πρός τι τὰ δὲ στέρησις τὰ δὲ ἐναντία ἐστίν.
258Aristoteles, Metaphysica, 10, 7; 7 (auctor 384BC-322BC)
τῶν δὲ πρός τι ὅσα μὴ ἐναντία, οὐκ ἔχει μεταξύ· αἴτιον δ' ὅτι οὐκ ἐν τῷ αὐτῷ γένει ἐστίν.
259Aristoteles, Metaphysica, 10, 7; 8 (auctor 384BC-322BC)
τί γὰρ ἐπιστήμης καὶ ἐπιστητοῦ μεταξύ· ἀλλὰ μεγάλου καὶ μικροῦ.
260Aristoteles, Metaphysica, 10, 7; 9 (auctor 384BC-322BC)
εἰ δ' ἐστὶν ἐν ταὐτῷ γένει τὰ μεταξύ, ὥσπερ δέδεικται, καὶ μεταξὺ ἐναντίων, ἀνάγκη αὐτὰ συγκεῖσθαι ἐκ τούτων τῶν ἐναντίων.
261Aristoteles, Metaphysica, 10, 7; 12 (auctor 384BC-322BC)
ἀλλὰ μὴν τά γε ἐναντίως διαφέροντα μᾶλλον ἐναντία) · καὶ τὰ λοιπὰ καὶ τὰ μεταξὺ ἐκ τοῦ γένους ἔσται καὶ τῶν διαφορῶν (οἷον ὅσα χρώματα τοῦ λευκοῦ καὶ μέλανός ἐστι μεταξύ, ταῦτα δεῖ ἔκ τε τοῦ γένους λέγεσθαι – ἔστι δὲ γένος τὸ χρῶμα – καὶ ἐκ διαφορῶν τινῶν· αὗται δὲ οὐκ ἔσονται τὰ πρῶτα ἐναντία· εἰ δὲ μή, ἔσται ἕκαστον ἢ λευκὸν ἢ μέλαν· ἕτεραι ἄρα· μεταξὺ ἄρα τῶν πρώτων ἐναντίων αὗται ἔσονται, αἱ πρῶται δὲ διαφοραὶ τὸ διακριτικὸν καὶ συγκριτικόν) · ὥστε ταῦτα πρῶτα ζητητέον ὅσα ἐναντία μὴ ἐν γένει, ἐκ τίνος τὰ μεταξὺ αὐτῶν (ἀνάγκη γὰρ τὰ ἐν τῷ αὐτῷ γένει ἐκ τῶν ἀσυνθέτων τῷ γένει συγκεῖσθαι ἢ ἀσύνθετα εἶναι) .
262Aristoteles, Metaphysica, 10, 7; 13 (auctor 384BC-322BC)
τὰ μὲν οὖν ἐναντία ἀσύνθετα ἐξ ἀλλήλων, ὥστε ἀρχαί· τὰ δὲ μεταξὺ ἢ πάντα ἢ οὐθέν.
263Aristoteles, Metaphysica, 10, 7; 15 (auctor 384BC-322BC)
μεταξὺ ἄρα ἔσται καὶ τοῦτο τῶν ἐναντίων.
264Aristoteles, Metaphysica, 10, 7; 16 (auctor 384BC-322BC)
καὶ τἆλλα ἄρα πάντα σύνθετα τὰ μεταξύ· τὸ γὰρ τοῦ μὲν μᾶλλον τοῦ δ' ἧττον σύνθετόν πως ἐξ ἐκείνων ὧν λέγεται εἶναι τοῦ μὲν μᾶλλον τοῦ δ' ἧττον.
265Aristoteles, Metaphysica, 10, 7; 17 (auctor 384BC-322BC)
ἐπεὶ δ' οὐκ ἔστιν ἕτερα πρότερα ὁμογενῆ τῶν ἐναντίων, ἅπαντ' ἂν ἐκ τῶν ἐναντίων εἴη τὰ μεταξύ, ὥστε καὶ τὰ κάτω πάντα, καὶ τἀναντία καὶ τὰ μεταξύ, ἐκ τῶν πρώτων ἐναντίων ἔσονται.
266Aristoteles, Metaphysica, 10, 7; 18 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν τὰ μεταξὺ ἔν τε ταὐτῷ γένει πάντα καὶ μεταξὺ ἐναντίων καὶ σύγκειται ἐκ τῶν ἐναντίων πάντα, δῆλον.
267Aristoteles, Metaphysica, 10, 8; 9 (auctor 384BC-322BC)
τοῦτο ἄρα ἐστὶ τὸ ἑτέροις εἶναι τῷ εἴδει, τὸ ἐν ταὐτῷ γένει ὄντα ἐναντίωσιν ἔχειν ἄτομα ὄντα (ταὐτὰ δὲ τῷ εἴδει ὅσα μὴ ἔχει ἐναντίωσιν ἄτομα ὄντα) · ἐν γὰρ τῇ διαιρέσει καὶ ἐν τοῖς μεταξὺ γίγνονται ἐναντιώσεις πρὶν εἰς τὰ ἄτομα ἐλθεῖν· ὥστε φανερὸν ὅτι πρὸς τὸ καλούμενον γένος οὔτε ταὐτὸν οὔτε ἕτερον τῷ εἴδει οὐθέν ἐστι τῶν ὡς γένους εἰδῶν (προσηκόντως· ἡ γὰρ ὕλη ἀποφάσει δηλοῦται, τὸ δὲ γένος ὕλη οὗ λέγεται γένος – μὴ ὡς τὸ τῶν Ἡρακλειδῶν ἀλλ' ὡς τὸ ἐν τῇ φύσει) , οὐδὲ πρὸς τὰ μὴ ἐν ταὐτῷ γένει, ἀλλὰ διοίσει τῷ γένει ἐκείνων, εἴδει δὲ τῶν ἐν ταὐτῷ γένει.
268Aristoteles, Metaphysica, 11, 1; 5 (auctor 384BC-322BC)
τὰ μὲν οὖν εἴδη ὅτι οὐκ ἔστι, δῆλον (ὅμως δὲ ἀπορίαν ἔχει, κἂν εἶναί τις αὐτὰ θῇ, διὰ τί ποτ' οὐχ ὥσπερ ἐπὶ τῶν μαθηματικῶν, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων ὧν ἔστιν εἴδη· λέγω δ' ὅτι τὰ μαθηματικὰ μὲν μεταξύ τε τῶν εἰδῶν τιθέασι καὶ τῶν αἰσθητῶν οἷον τρίτα τινὰ παρὰ τὰ εἴδη τε καὶ τὰ δεῦρο, τρίτος δ' ἄνθρωπος οὐκ ἔστιν οὐδ' ἵππος παρ' αὐτόν τε καὶ τοὺς καθ' ἕκαστον· εἰ δ' αὖ μὴ ἔστιν ὡς λέγουσι, περὶ ποῖα θετέον πραγματεύεσθαι τὸν μαθηματικόν· οὐ γὰρ δὴ περὶ τὰ δεῦρο· τούτων γὰρ οὐθέν ἐστιν οἷον αἱ μαθηματικαὶ ζητοῦσι τῶν ἐπιστημῶν) · οὐδὲ μὴν περὶ τὰ μαθηματικὰ ἡ ζητουμένη νῦν ἐστὶν ἐπιστήμη (χωριστὸν γὰρ αὐτῶν οὐθέν) · ἀλλ' οὐδὲ τῶν αἰσθητῶν οὐσιῶν· φθαρταὶ γάρ.
269Aristoteles, Metaphysica, 11, 11; 4 (auctor 384BC-322BC)
ἡ δὲ μὴ κατὰ συμβεβηκὸς μεταβολὴ οὐκ ἐν ἅπασιν ὑπάρχει ἀλλ' ἐν τοῖς ἐναντίοις καὶ μεταξὺ καὶ ἐν ἀντιφάσει· τούτου δὲ πίστις ἐκ τῆς ἐπαγωγῆς.
270Aristoteles, Metaphysica, 11, 11; 11 (auctor 384BC-322BC)
τὰ δ' ὑποκείμενα ἢ ἐναντία ἢ μεταξύ (καὶ γὰρ ἡ στέρησις κείσθω ἐναντίον) , καὶ δηλοῦται καταφάσει, οἷον τὸ γυμνὸν καὶ νωδὸν καὶ μέλαν.
271Aristoteles, Metaphysica, 11, 12; 18 (auctor 384BC-322BC)
ἅμα κατὰ τόπον ὅσα ἐν ἑνὶ τόπῳ πρώτῳ, καὶ χωρὶς ὅσα ἐν ἄλλῳ· ἅπτεσθαι δὲ ὧν τὰ ἄκρα ἅμα· μεταξὺ δ' εἰς ὃ πέφυκε πρότερον ἀφικνεῖσθαι τὸ μεταβάλλον ἢ εἰς ὃ ἔσχατον μεταβάλλει κατὰ φύσιν τὸ συνεχῶς μεταβάλλον.
272Aristoteles, Metaphysica, 11, 12; 19 (auctor 384BC-322BC)
ἐναντίον κατὰ τόπον τὸ κατ' εὐθεῖαν ἀπέχον πλεῖστον· ἑξῆς δὲ οὗ μετὰ τὴν ἀρχὴν ὄντος, θέσει ἢ εἴδει ἢ ἄλλως πως ἀφορισθέντος, μηθὲν μεταξύ ἐστι τῶν ἐν ταὐτῷ γένει καὶ οὗ ἐφεξῆς ἐστίν, οἷον γραμμαὶ γραμμῆς ἢ μονάδες μονάδος ἢ οἰκίας οἰκία (ἄλλο δ' οὐθὲν κωλύει μεταξὺ εἶναι) .
273Aristoteles, Metaphysica, 11, 12; 22 (auctor 384BC-322BC)
ἐπεὶ δὲ πᾶσα μεταβολὴ ἐν τοῖς ἀντικειμένοις, ταῦτα δὲ τὰ ἐναντία καὶ ἀντίφασις, ἀντιφάσεως δ' οὐδὲν ἀνὰ μέσον, δῆλον ὡς ἐν τοῖς ἐναντίοις τὸ μεταξύ.
274Aristoteles, Metaphysica, 11, 12; 25 (auctor 384BC-322BC)
καὶ ὅτι πρῶτον τὸ ἐφεξῆς, δῆλον (τὸ γὰρ ἐφεξῆς οὐχ ἅπτεται, τοῦτο δ' ἐφεξῆς· καὶ εἰ συνεχές, ἅπτεται, εἰ δ' ἅπτεται, οὔπω συνεχές· ἐν οἷς δὲ μὴ ἔστιν ἁφή, οὐκ ἔστι σύμφυσις ἐν τούτοις) · ὥστ' οὐκ ἔστι στιγμὴ μονάδι ταὐτόν· ταῖς μὲν γὰρ ὑπάρχει τὸ ἅπτεσθαι, ταῖς δ' οὔ, ἀλλὰ τὸ ἐφεξῆς· καὶ τῶν μὲν μεταξύ τι τῶν δ' οὔ.
275Aristoteles, Metaphysica, 12, 1; 10 (auctor 384BC-322BC)
εἰ δ' ἡ μεταβολὴ ἐκ τῶν ἀντικειμένων ἢ τῶν μεταξύ, ἀντικειμένων δὲ μὴ πάντων (οὐ λευκὸν γὰρ ἡ φωνή) ἀλλ' ἐκ τοῦ ἐναντίου, ἀνάγκη ὑπεῖναί τι τὸ μεταβάλλον εἰς τὴν ἐναντίωσιν· οὐ γὰρ τὰ ἐναντία μεταβάλλει.
276Aristoteles, Metaphysica, 13, 2; 9 (auctor 384BC-322BC)
ἔσται οὖν καὶ αὕτη τις ἄλλη οὐσία μεταξὺ κεχωρισμένη τῶν τ' ἰδεῶν καὶ τῶν μεταξύ, ἣ οὔτε ἀριθμός ἐστιν οὔτε στιγμαὶ οὔτε μέγεθος οὔτε χρόνος.
277Aristoteles, Metaphysica, 13, 9; 1 (auctor 384BC-322BC)
ἀπορήσειε δ' ἄν τις καὶ ἐπεὶ ἁφὴ μὲν οὐκ ἔστιν ἐν τοῖς ἀριθμοῖς, τὸ δ' ἐφεξῆς, ὅσων μὴ ἔστι μεταξὺ μονάδων (οἷον τῶν ἐν τῇ δυάδι ἢ τῇ τριάδι) , πότερον ἐφεξῆς τῷ ἑνὶ αὐτῷ ἢ οὔ, καὶ πότερον ἡ δυὰς προτέρα τῶν ἐφεξῆς ἢ τῶν μονάδων ὁποτεραοῦν.
278Aristoteles, Metaphysica, 14, 3; 13 (auctor 384BC-322BC)
ποιοῦσι γὰρ αὐτὸν μεταξὺ τοῦ εἰδητικοῦ καὶ τοῦ αἰσθητοῦ.
279Aristoteles, Meteorologica, 1, I 3; 6 (auctor 384BC-322BC)
Τό δέ δή μεταξύ τῆς γῆς τε καί τῶν ἐσχάτων ἄστρων πότερον ἕν τι νομιστέον εἶναι σῶμα τήν φύσιν ἢ πλείων, κἂν εἰ πλείω, πόσα, καί μέχρι ποῦ διώρισται τοῖς τόποις; Ἡμῖν μέν οὖν εἴρηται πρότερον περί τοῦ πρώτου στοιχείου, ποῖόν τι τήν δύναμίν ἐστι, καί ὅτι πᾶς ὁ περί τάς ἄνω φοράς κόσμος ἐκείνου τοῦ σώματος πλήρης ἐστίν.
280Aristoteles, Meteorologica, 1, I 3; 8 (auctor 384BC-322BC)
Ὅσοι δέ πῦρ καθαρόν εἶναί φασι τό περιέχον καί μή μόνον τά φερόμενα σώματα, τό δέ μεταξύ γῆς καί τῶν ἄστρων ἀέρα, θεωρήσαντες ἂν τά νῦν δεικνύμενα διά τῶν μαθημάτων ἱκανῶς ἴσως, ἂν ἐπαύσαντο ταύτης τῆς παιδικῆς δόξης· λίαν γάρ ἁπλοῦν τό νομίζειν μικρόν τοῖς μεγέθεσιν εἶναι τῶν φερομένων ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἡμῖν ἐντεῦθεν οὕτως.
281Aristoteles, Meteorologica, 1, I 3; 11 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδ’ ἀέρος γε μόνου πλήρη· πολύ γάρ ἂν ὑπερβάλλοι τήν ἰσότητα τῆς κοινῆς ἀναλογίας πρός τά σύστοιχα σώματα, κἂν εἰ δύο στοιχείων πλήρης ὁ μεταξύ γῆς καί οὐρανοῦ τόπος ἐστίν· οὐδέν γάρ ὡς εἰπεῖν μόριον ὁ τῆς γῆς ἐστίν ὄγκος, ἐν ᾧ συνείληπται πᾶν καί τό τοῦ ὕδατος πλῆθος, πρός τό περιέχον μέγεθος.
282Aristoteles, Meteorologica, 1, I 3; 15 (auctor 384BC-322BC)
Ὅτι μέν οὖν οὔτ’ ἀήρ οὔτε πῦρ συμπεπλήρωκε μόνον τόν μεταξύ τόπον, φανερόν ἐστιν· λοιπόν δέ διαπορήσαντας εἰπεῖν πῶς τέτακται τά δύο πρός τήν τοῦ πρώτου σώματος θέσιν, λέγω δέ ἀέρα τε καί πῦρ, καί διά τίν’ αἰτίαν ἡ θερμότης ἀπό τῶν ἄνωθεν ἄστρων γίγνεται τοῖς περί τήν γῆν τόποις.
283Aristoteles, Meteorologica, 1, I 3; 32 (auctor 384BC-322BC)
Περί μέν οὖν τοῦ μή γίγνεσθαι νέφη μηδ’ εἰς ὕδωρ σύγκρισιν, καί πῶς δεῖ λαβεῖν περί τοῦ μεταξύ τόπου τῶν ἄστρων καί τῆς γῆς, καί τίνος ἐστί σώματος πλήρης, τοσαῦτα εἰρήσθω.
284Aristoteles, Meteorologica, 1, I 6; 7 (auctor 384BC-322BC)
Ἐν μέν οὖν τῷ μεταξύ τόπῳ τῶν τροπικῶν οὐχ ἕλκειν τό ὕδωρ πρός ἑαυτόν διά τό κεκαῦσθαι ὑπό τῆς τοῦ ἡλίου φορᾶς· πρός δέ νότον ὅταν φέρηται, δαψίλειαν μέν ἔχειν τῆς τοιαύτης νοτίδος, ἀλλά διά τό μικρόν εἶναι τό ὑπέρ τῆς γῆς τμῆμα τοῦ κύκλου, τό δέ κάτω πολλαπλάσιον, οὐ δύνασθαι τήν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι κλωμένην πρός τόν ἥλιον οὔτε τῷ τροπικῷ πλησιάζοντος οὔτ’ ἐπί θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλίου.
285Aristoteles, Meteorologica, 1, I 8; 33 (auctor 384BC-322BC)
τήν σφαῖραν οὐκ ἔστι τάξαι διά τό μηδεμίαν διά τέλους ἔχειν φανεράν ἕκαστον θέσιν, εἰς δέ τόν οὐρανόν ἀναβλέπουσίν ἐστι δῆλον· ἐν μόνῳ γάρ τούτῳ τῶν κύκλων τά μεταξύ πλήρη τοιούτων ἀστέρων ἐστίν, ἐν δέ τοῖς ἄλλοις διαλείπει φανερῶς.
286Aristoteles, Meteorologica, 2, II 8; 58 (auctor 384BC-322BC)
Αἱ δ’ ἐγγύς τῆς ἠπείρου μόριόν εἰσι τῆς ἠπείρου· τό γάρ μεταξύ διά μικρότητα οὐδεμίαν ἔχει δύναμιν· τάς δέ ποντίας οὐκ ἔστι κινῆσαι ἄνευ τῆς θαλάττης ὅλης, ὑφ’ ἧς περιεχόμεναι τυγχάνουσιν.
287Aristoteles, Meteorologica, 2, II 9; 8 (auctor 384BC-322BC)
Παντοδαποί δ’ οἱ ψόφοι διά τήν ἀνωμαλίαν τε γίνονται τῶν νεφῶν καί διά τάς μεταξύ κοίλιας, ᾗ τό συνεχές ἐκλείπει τῆς πυκνότητος.
288Aristoteles, Meteorologica, 3, III 2; 9 (auctor 384BC-322BC)
Τό δέ μεταξύ τοῦ φοινικοῦ καί πρασίνου φαίνεται πολλάκις ξανθόν.
289Aristoteles, Meteorologica, 3, III 4; 10 (auctor 384BC-322BC)
Ὥστ’ ἐπεί ταῦτ’ ἐνδέχεται συμβαίνειν, ὅταν τοῦτον ἔχῃ τόν τρόπον ὅ τε ἥλιος καί τό νέφος καί ἡμεῖς ὧμεν μεταξύ αὐτῶν, ἔσται διά τήν ἀνάκλασιν ἔμφασίς τις.
290Aristoteles, Meteorologica, 3, III 4; 18 (auctor 384BC-322BC)
Ἐκ δέ τῶν ἐναντίων ἐν τῷ μεταξύ τῆς τοῦ ὕδατος γενέσεως γίνεταί τις χρόνος· τούτου γάρ μή συμβαίνοντος ἦσαν ἂν κεχρωματισμέναι αἱ ἅλῳ ὥσπερ ἡ ἶρις.
291Aristoteles, Meteorologica, 3, III 4; 42 (auctor 384BC-322BC)
Ἔστι δέ τό ξανθόν ἐν τῇ ἴριδι χρῶμα μεταξύ τοῦ τε φοινικοῦ καί πρασίνου χρώματος.
292Aristoteles, Meteorologica, 4, IV 10; 21 (auctor 384BC-322BC)
Εἰ οὖν ἅπαντα μέν ἢ ὑγρά ἢ πεπηγότα, τούτων δέ τά ἐν τοῖς εἰρημένοις πάθεσι, καί οὐκ ἔστι μεταξύ, ἅπαντ’ ἂν εἴη εἰρημένα οἷς διαγνωσόμεθα πότερον γῆς ἢ ὕδατος ἢ πλειόνων κοινόν, καί πότερον ὑπό πυρός συνέστηκεν ἢ ψυχροῦ ἢ ἀμφοῖν.
293Aristoteles, Meteorologica, 4, IV 12; 7 (auctor 384BC-322BC)
Ἔτι δ’ ἐπί πυρός καί ὕδατος γῆς ἧττον· τό γάρ οὗ ἕνεκα ἥκιστα ἐνταῦθα δῆλον ὅπου πλεῖστον τῆς ὕλης· ὥσπερ γάρ εἰ τά ἔσχατα ληφθείη, ἡ μέν ὕλη οὐθέν ἄλλο παρ’ αὐτήν, ἡ δ’ οὐσία οὐθέν ἄλλο ἢ ὁ λόγος, τά δέ μεταξύ ἀνάλογον τῷ ἐγγύς εἶναι ἕκαστον, ἐπεί καί τούτων ὁτιοῦν ἐστίν ἕνεκά του, καί οὐ πάντως ἔχον ὕδωρ ἢ πῦρ, ὥσπερ οὐδέ σάρξ οὐδέ σπλάγχνον.
294Aristoteles, Physica, 1, 5; 6 (auctor 384BC-322BC)
ληπτέον δὴ πρῶτον ὅτι πάντων τῶν ὄντων οὐθὲν οὔτε ποιεῖν πέφυκεν οὔτε πάσχειν τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος, οὐδὲ γίγνεται ὁτιοῦν ἐξ ὁτουοῦν, ἂν μή τις λαμβάνῃ κατὰ συμβεβηκός· πῶς γὰρ ἂν γένοιτο λευκὸν ἐκ μουσικοῦ, πλὴν εἰ μὴ συμβεβηκὸς εἴη τῷ μὴ λευκῷ ἢ τῷ μέλανι τὸ μουσικόν; ἀλλὰ λευκὸν μὲν γίγνεται ἐξ οὐ λευκοῦ, καὶ τούτου οὐκ ἐκ παντὸς ἀλλ' ἐκ μέλανος ἢ τῶν μεταξύ, καὶ μουσικὸν οὐκ ἐκ μουσικοῦ, πλὴν οὐκ ἐκ παντὸς ἀλλ' ἐξ ἀμούσου ἢ εἴ τι αὐτῶν ἐστι μεταξύ.
295Aristoteles, Physica, 1, 5; 7 (auctor 384BC-322BC)
οὐδὲ δὴ φθείρεται εἰς τὸ τυχὸν πρῶτον, οἷον τὸ λευκὸν οὐκ εἰς τὸ μουσικόν, πλὴν εἰ μή ποτε κατὰ συμβεβηκός, ἀλλ' εἰς τὸ μὴ λευκόν, καὶ οὐκ εἰς τὸ τυχὸν ἀλλ' εἰς τὸ μέλαν ἢ τὸ μεταξύ· ὡς δ' αὔτως καὶ τὸ μουσικὸν εἰς τὸ μὴ μουσικόν, καὶ τοῦτο οὐκ εἰς τὸ τυχὸν ἀλλ' εἰς τὸ ἄμουσον ἢ εἴ τι αὐτῶν ἐστι μεταξύ.
296Aristoteles, Physica, 1, 5; 12 (auctor 384BC-322BC)
εἰ τοίνυν τοῦτ' ἔστιν ἀληθές, ἅπαν ἂν γίγνοιτο τὸ γιγνόμενον καὶ φθείροιτο τὸ φθειρόμενον ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ.
297Aristoteles, Physica, 1, 5; 13 (auctor 384BC-322BC)
τὰ δὲ μεταξὺ ἐκ τῶν ἐναντίων ἐστίν, οἷον χρώματα ἐκ λευκοῦ καὶ μέλανος· ὥστε πάντ' ἂν εἴη τὰ φύσει γιγνόμενα ἢ ἐναντία ἢ ἐξ ἐναντίων.
298Aristoteles, Physica, 1, 6; 9 (auctor 384BC-322BC)
ἔτι οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ· πῶς οὖν ἐκ μὴ οὐσιῶν οὐσία ἂν εἴη; ἢ πῶς ἂν πρότερον μὴ οὐσία οὐσίας εἴη; διόπερ εἴ τις τόν τε πρότερον ἀληθῆ νομίσειεν εἶναι λόγον καὶ τοῦτον, ἀναγκαῖον, εἰ μέλλει διασώσειν ἀμφοτέρους αὐτούς, ὑποτιθέναι τι τρίτον, ὥσπερ φασὶν οἱ μίαν τινὰ φύσιν εἶναι λέγοντες τὸ πᾶν, οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ μεταξὺ τούτων.
299Aristoteles, Physica, 1, 6; 10 (auctor 384BC-322BC)
δοκεῖ δὲ τὸ μεταξὺ μᾶλλον· πῦρ γὰρ ἤδη καὶ γῆ καὶ ἀὴρ καὶ ὕδωρ μετ' ἐναντιοτήτων συμπεπλεγμένα ἐστίν.
300Aristoteles, Physica, 1, 6; 15 (auctor 384BC-322BC)
τὸ μὲν οὖν τρία φάσκειν τὰ στοιχεῖα εἶναι ἔκ τε τούτων καὶ ἐκ τοιούτων ἄλλων ἐπισκοποῦσι δόξειεν ἂν ἔχειν τινὰ λόγον, ὥσπερ εἴπομεν, τὸ δὲ πλείω τριῶν οὐκέτι· πρὸς μὲν γὰρ τὸ πάσχειν ἱκανὸν τὸ ἕν, εἰ δὲ τεττάρων ὄντων δύο ἔσονται ἐναντιώσεις, δεήσει χωρὶς ἑκατέρᾳ ὑπάρχειν ἑτέραν τινὰ μεταξὺ φύσιν· εἰ δ' ἐξ ἀλλήλων δύνανται γεννᾶν δύο οὖσαι, περίεργος ἂν ἡ ἑτέρα τῶν ἐναντιώσεων εἴη.
301Aristoteles, Physica, 2, 3; 6 (auctor 384BC-322BC)
καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίγνεται τοῦ τέλους, οἷον τῆς ὑγιείας ἡ ἰσχνασία ἢ ἡ κάθαρσις ἢ τὰ φάρμακα ἢ τὰ ὄργανα· πάντα γὰρ ταῦτα τοῦ τέλους ἕνεκά ἐστιν, διαφέρει δὲ ἀλλήλων ὡς ὄντα τὰ μὲν ἔργα τὰ δ' ὄργανα.
302Aristoteles, Physica, 3, 4; 4 (auctor 384BC-322BC)
οἱ δὲ περὶ φύσεως πάντες [ἀεὶ] ὑποτιθέασιν ἑτέραν τινὰ φύσιν τῷ ἀπείρῳ τῶν λεγομένων στοιχείων, οἷον ὕδωρ ἢ ἀέρα ἢ τὸ μεταξὺ τούτων.
303Aristoteles, Physica, 4, 4; 12 (auctor 384BC-322BC)
σχεδὸν γὰρ τέτταρά ἐστιν ὧν ἀνάγκη τὸν τόπον ἕν τι εἶναι· ἢ γὰρ μορφὴ ἢ ὕλη ἢ διάστημά τι τὸ μεταξὺ τῶν ἐσχάτων, ἢ τὰ ἔσχατα εἰ μὴ ἔστι μηδὲν διάστημα παρὰ τὸ τοῦ ἐγγιγνομένου σώματος μέγεθος.
304Aristoteles, Physica, 4, 4; 15 (auctor 384BC-322BC)
διὰ δὲ τὸ μεταβάλλειν πολλάκις μένοντος τοῦ περιέχοντος τὸ περιεχόμενον καὶ διῃρημένον, οἷον ἐξ ἀγγείου ὕδωρ, τὸ μεταξὺ εἶναί τι δοκεῖ διάστημα, ὡς ὄν τι παρὰ τὸ σῶμα τὸ μεθιστάμενον.
305Aristoteles, Physica, 4, 4; 24 (auctor 384BC-322BC)
δοκεῖ δὲ μέγα τι εἶναι καὶ χαλεπὸν ληφθῆναι ὁ τόπος διά τε τὸ παρεμφαίνεσθαι τὴν ὕλην καὶ τὴν μορφήν, καὶ διὰ τὸ ἐν ἠρεμοῦντι τῷ περιέχοντι γίγνεσθαι τὴν μετάστασιν τοῦ φερομένου· ἐνδέχεσθαι γὰρ φαί νεται εἶναι διάστημα μεταξὺ ἄλλο τι τῶν κινουμένων μεγεθῶν.
306Aristoteles, Physica, 4, 4; 25 (auctor 384BC-322BC)
συμβάλλεται δέ τι καὶ ὁ ἀὴρ δοκῶν ἀσώματος εἶναι· φαίνεται γὰρ οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου εἶναι ὁ τόπος, ἀλλὰ καὶ τὸ μεταξὺ ὡς κενὸν ὄν.
307Aristoteles, Physica, 4, 5; 12 (auctor 384BC-322BC)
οὔτε γὰρ συναύξεσθαι ἀνάγκη τὸν τόπον, οὔτε στιγμῆς εἶναι τόπον, οὔτε δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ, οὔτε διάστημά τι εἶναι σωματικόν (σῶμα γὰρ τὸ μεταξὺ τοῦ τόπου τὸ τυχόν, ἀλλ' οὐ διάστημα σώματος).
308Aristoteles, Physica, 4, 10; 12 (auctor 384BC-322BC)
εἴπερ οὖν ἐν τῷ ἐφεξῆς οὐκ ἔφθαρται ἀλλ' ἐν ἄλλῳ, ἐν τοῖς μεταξὺ [τοῖς] νῦν ἀπείροις οὖσιν ἅμα ἂν εἴη· τοῦτο δὲ ἀδύνατον.
309Aristoteles, Physica, 4, 11; 1 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν οὐδ' ἄνευ γε μεταβολῆς· ὅταν γὰρ μηδὲν αὐτοὶ μεταβάλλωμεν τὴν διάνοιαν ἢ λάθωμεν μεταβάλλοντες, οὐ δοκεῖ ἡμῖν γεγονέναι χρόνος, καθάπερ οὐδὲ τοῖς ἐν Σαρδοῖ μυθολογουμένοις καθεύδειν παρὰ τοῖς ἥρωσιν, ὅταν ἐγερθῶσι· συνάπτουσι γὰρ τῷ πρότερον νῦν τὸ ὕστερον νῦν καὶ ἓν ποιοῦσιν, ἐξαιροῦντες διὰ τὴν ἀναισθησίαν τὸ μεταξύ.
310Aristoteles, Physica, 4, 11; 2 (auctor 384BC-322BC)
ὥσπερ οὖν εἰ μὴ ἦν ἕτερον τὸ νῦν ἀλλὰ ταὐτὸ καὶ ἕν, οὐκ ἂν ἦν χρόνος, οὕτως καὶ ἐπεὶ λανθάνει ἕτερον ὄν, οὐ δοκεῖ εἶναι τὸ μεταξὺ χρόνος.
311Aristoteles, Physica, 4, 11; 15 (auctor 384BC-322BC)
ὁρίζομεν δὲ τῷ ἄλλο καὶ ἄλλο ὑπολαβεῖν αὐτά, καὶ μεταξύ τι αὐτῶν ἕτερον· ὅταν γὰρ ἕτερα τὰ ἄκρα τοῦ μέσου νοήσωμεν, καὶ δύο εἴπῃ ἡ ψυχὴ τὰ νῦν, τὸ μὲν πρότερον τὸ δ' ὕστερον, τότε καὶ τοῦτό φαμεν εἶναι χρόνον· τὸ γὰρ ὁριζόμενον τῷ νῦν χρόνος εἶναι δοκεῖ· καὶ ὑποκείσθω.
312Aristoteles, Physica, 5, 1; 12 (auctor 384BC-322BC)
ἡ μὲν οὖν κατὰ συμβεβηκὸς μεταβολὴ ἀφείσθω· ἐν ἅπασί τε γάρ ἐστι καὶ αἰεὶ καὶ πάντων· ἡ δὲ μὴ κατὰ συμβεβηκὸς οὐκ ἐν ἅπασιν, ἀλλ' ἐν τοῖς ἐναντίοις καὶ τοῖς μεταξὺ καὶ ἐν ἀντιφάσει· τούτου δὲ πίστις ἐκ τῆς ἐπαγωγῆς.
313Aristoteles, Physica, 5, 1; 13 (auctor 384BC-322BC)
ἐκ δὲ τοῦ μεταξὺ μετα βάλλει· χρῆται γὰρ αὐτῷ ὡς ἐναντίῳ ὄντι πρὸς ἑκάτερον· ἔστι γάρ πως τὸ μεταξὺ τὰ ἄκρα.
314Aristoteles, Physica, 5, 1; 23 (auctor 384BC-322BC)
τὰ δ' ὑποκείμενα ἢ ἐναντία ἢ μεταξύ (καὶ γὰρ ἡ στέρησις κείσθω ἐναντίον), καὶ δηλοῦται καταφάσει, τὸ γυμνὸν καὶ νωδὸν καὶ μέλαν.
315Aristoteles, Physica, 5, 3; 1 (auctor 384BC-322BC)
Μετὰ δὲ ταῦτα λέγωμεν τί ἐστιν τὸ ἅμα καὶ χωρίς, καὶ τί τὸ ἅπτεσθαι, καὶ τί τὸ μεταξὺ καὶ τί τὸ ἐφεξῆς καὶ τί τὸ ἐχόμενον καὶ συνεχές, καὶ τοῖς ποίοις ἕκαστον τούτων ὑπάρχειν πέφυκεν.
316Aristoteles, Physica, 5, 3; 3 (auctor 384BC-322BC)
μεταξὺ δὲ εἰς ὃ πέφυκε πρότερον ἀφικνεῖσθαι τὸ μεταβάλλον ἢ εἰς ὃ ἔσχατον μεταβάλλει κατὰ φύσιν συνεχῶς μεταβάλλον.
317Aristoteles, Physica, 5, 3; 4 (auctor 384BC-322BC)
[ἐν ἐλαχίστοις δ' ἐστι τὸ μεταξὺ τρισίν· ἔσχατον μὲν γάρ ἐστι τῆς μεταβολῆς τὸ εναντιον.] συνεχῶς δὲ κινεῖται τὸ μηθὲν ἢ ὅτι ὀλίγιστον διαλεῖπον τοῦ πράγματος—μὴ τοῦ χρόνου (οὐδὲν γὰρ κωλύει διαλείποντα, καὶ εὐθὺς δὲ μετὰ τὴν ὑπάτην φθέγξασθαι τὴν νεάτην) ἀλλὰ τοῦ πράγματος ἐν ᾧ κινεῖται.
318Aristoteles, Physica, 5, 3; 5 (auctor 384BC-322BC)
[ἐπεὶ δὲ πᾶσα μεταβολὴ ἐν τοῖς ἀντικειμένοις, τὰ δ' ἀντικείμενα τά τε ἐναντία καὶ τὰ κατὰ ἀντίφασιν, ἀντιφάσεως δ' οὐδὲν ἀνὰ μέσον, φανερὸν ὅτι ἐν τοῖς ἐναντίοις ἔσται τὸ μεταξύ. [226c] ἐν ἐλαχίστοις δ' ἐστὶ τὸ μεταξὺ τρισίν· ἔσχατον μὲν γάρ ἐστι τῆς μεταβολῆς τὸ ἐναντίον,] τοῦτο δὲ ἔν τε ταῖς κατὰ τόπον καὶ ἐν ταῖς ἄλλαις μεταβολαῖς φανερόν.
319Aristoteles, Physica, 5, 3; 7 (auctor 384BC-322BC)
ἐφεξῆς δὲ οὗ μετὰ τὴν ἀρχὴν ὄντος ἢ θέσει ἢ εἴδει ἢ ἄλλῳ τινὶ οὕτως ἀφορισθέντος μηδὲν μεταξύ ἐστι τῶν ἐν ταὐτῷ γένει καὶ οὗ ἐφεξῆς ἐστιν (λέγω δ' οἷον γραμμὴ γραμμῆς ἢ γραμμαί, ἢ μονάδος μονὰς ἢ μονάδες, ἢ οἰκίας οἰκία· ἄλλο δ' οὐδὲν κωλύει μεταξὺ εἶναι).
320Aristoteles, Physica, 5, 3; 16 (auctor 384BC-322BC)
ὥστ' εἰ ἔστι στιγμὴ καὶ μονὰς οἵας λέγουσι κεχωρισμένας, οὐχ οἷόν τε εἶναι μονάδα καὶ στιγμὴν τὸ αὐτό· ταῖς μὲν γὰρ ὑπάρχει τὸ ἅπτεσθαι, ταῖς δὲ μονάσιν τὸ ἐφεξῆς, καὶ τῶν μὲν ἐνδέχεται εἶναί τι μεταξύ (πᾶσα γὰρ γραμμὴ μεταξὺ στιγμῶν), τῶν δ' οὐκ ἀνάγκη· οὐδὲ γὰρ μεταξὺ δυάδος καὶ μονάδος.
321Aristoteles, Physica, 5, 3; 17 (auctor 384BC-322BC)
τί μὲν οὖν ἐστι τὸ ἅμα καὶ χωρίς, καὶ τί τὸ ἅπτεσθαι, καὶ τί τὸ μεταξὺ καὶ τὸ ἐφεξῆς, καὶ τί τὸ ἐχόμενον καὶ τὸ συνεχές, καὶ τοῖς ποίοις ἕκαστον τούτων ὑπάρχει, εἴρηται.
322Aristoteles, Physica, 5, 4; 19 (auctor 384BC-322BC)
διὸ ἀνάγκη τὴν αὐτὴν εἶναι τῷ εἴδει καὶ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ τὴν ἁπλῶς συνεχῆ κίνησιν καὶ μίαν, τῷ χρόνῳ μέν, ὅπως μὴ ἀκινησία μεταξὺ ᾖ (ἐν τῷ διαλείποντι γὰρ ἠρεμεῖν ἀνάγκη· πολλαὶ οὖν καὶ οὐ μία ἡ κίνησις, ὧν ἐστὶν ἠρεμία μεταξύ, ὥστε εἴ τις κίνησις στάσει διαλαμβάνεται, οὐ μία οὐδὲ συνεχής· διαλαμβάνεται δέ, εἰ μεταξὺ χρόνος)· τῆς δὲ τῷ εἴδει μὴ μιᾶς, καὶ εἰ μὴ διαλείπεται [ὁ χρόνος], ὁ μὲν [γὰρ] χρόνος εἷς, τῷ εἴδει δ' ἡ κίνησις ἄλλη· τὴν μὲν γὰρ μίαν ἀνάγκη καὶ τῷ εἴδει μίαν εἶναι, ταύτην δ' ἁπλῶς μίαν οὐκ ἀνάγκη.
323Aristoteles, Physica, 5, 5; 6 (auctor 384BC-322BC)
οὐδ' ἡ ἐξ ἐναντίου τῇ ἐξ ἐναντίου· ἅμα μὲν γὰρ συμβαίνει ἐξ ἐναντίου καὶ εἰς ἐναντίον ἢ μεταξύ—ἀλλὰ περὶ τούτου μὲν ὕστερον ἐροῦμεν, ἀλλὰ μᾶλλον τὸ εἰς ἐναντίον μεταβάλλειν δόξειεν ἂν εἶναι αἴτιον τῆς ἐναντιώσεως ἢ τὸ ἐξ ἐναντίου· ἡ μὲν γὰρ ἀπαλλαγὴ ἐναντιότητος, ἡ δὲ λῆψις.
324Aristoteles, Physica, 5, 5; 14 (auctor 384BC-322BC)
τὰς δ' εἰς τὸ μεταξὺ κινήσεις, ὅσοις τῶν ἐναντίων ἔστι μεταξύ, ὡς εἰς ἐναντία πως θετέον· ὡς ἐναντίῳ γὰρ χρῆται τῷ μεταξὺ ἡ κίνησις, ἐφ' ὁπότερα ἂν μεταβάλλῃ, οἷον ἐκ φαιοῦ μὲν εἰς τὸ λευκὸν ὡς ἐκ μέλανος, καὶ ἐκ λευκοῦ εἰς φαιὸν ὡς εἰς μέλαν, ἐκ δὲ μέλανος εἰς φαιὸν ὡς εἰς λευκὸν τὸ φαιόν· τὸ γὰρ μέσον πρὸς ἑκάτερον λέγεταί πως ἑκάτερον τῶν ἄκρων, καθάπερ εἴρηται καὶ πρότερον.
325Aristoteles, Physica, 6, 1; 1 (auctor 384BC-322BC)
Εἰ δ' ἐστὶ συνεχὲς καὶ ἁπτόμενον καὶ ἐφεξῆς, ὡς διώρισται πρότερον, συνεχῆ μὲν ὧν τὰ ἔσχατα ἕν, ἁπτόμενα δ' ὧν ἅμα, ἐφεξῆς δ' ὧν μηδὲν μεταξὺ συγγενές, ἀδύνατον ἐξ ἀδιαιρέτων εἶναί τι συνεχές, οἷον γραμμὴν ἐκ στιγμῶν, εἴπερ ἡ γραμμὴ μὲν συνεχές, ἡ στιγμὴ δὲ ἀδιαίρετον.
326Aristoteles, Physica, 6, 1; 8 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐδὲ ἐφεξῆς ἔσται στιγμὴ στιγμῇ ἢ τὸ νῦν τῷ νῦν, ὥστ' ἐκ τούτων εἶναι τὸ μῆκος ἢ τὸν χρόνον· ἐφεξῆς μὲν γάρ ἐστιν ὧν μηθέν ἐστι μεταξὺ συγγενές, στιγμῶν δ' αἰεὶ [τὸ] μεταξὺ γραμμὴ καὶ τῶν νῦν χρόνος.
327Aristoteles, Physica, 6, 1; 10 (auctor 384BC-322BC)
ἄλλο δὲ γένος οὐχ οἷόν τ' εἶναι μεταξὺ [τῶν στιγμῶν καὶ τῶν νῦν οὐθέν].
328Aristoteles, Physica, 6, 1; 18 (auctor 384BC-322BC)
εἰ δὴ ἀνάγκη τὸ κινούμενον ποθέν ποι μὴ ἅμα κινεῖσθαι καὶ κεκινῆσθαι οὗ ἐκινεῖτο ὅτε ἐκινεῖτο (οἷον εἰ Θήβαζέ τι βαδίζει, ἀδύνατον ἅμα βαδίζειν Θήβαζε καὶ βεβαδικέναι Θήβαζε), τὴν δὲ τὸ Α τὴν ἀμερῆ ἐκινεῖτο τὸ Ω, ᾗ ἡ τὸ Δ κίνησις παρῆν· ὥστ' εἰ μὲν ὕστερον διεληλύθει ἢ διῄει, διαιρετὴ ἂν εἴη (ὅτε γὰρ διῄει, οὔτε ἠρέμει οὔτε διεληλύθει, ἀλλὰ μεταξὺ ἦν), εἰ δ' ἅμα διέρχεται καὶ διελήλυθε, τὸ βαδίζον, ὅτε βαδίζει, βεβαδικὸς ἐκεῖ ἔσται καὶ κεκινημένον οὗ κινεῖται.
329Aristoteles, Physica, 6, 3; 4 (auctor 384BC-322BC)
ἀνάγκη δὴ τὸ αὐτὸ εἶναι τὸ νῦν τὸ ἔσχατον ἀμφοτέ ρων τῶν χρόνων· εἰ γὰρ ἕτερον, ἐφεξῆς μὲν οὐκ ἂν εἴη θάτερον θατέρῳ διὰ τὸ μὴ εἶναι συνεχὲς ἐξ ἀμερῶν, εἰ δὲ χωρὶς ἑκάτερον, μεταξὺ ἔσται χρόνος· πᾶν γὰρ τὸ συνεχὲς τοιοῦτον ὥστ' εἶναί τι συνώνυμον μεταξὺ τῶν περάτων.
330Aristoteles, Physica, 6, 3; 5 (auctor 384BC-322BC)
ἀλλὰ μὴν εἰ χρόνος τὸ μεταξύ, διαιρετὸν ἔσται· πᾶς γὰρ χρόνος δέδεικται ὅτι διαιρετός.
331Aristoteles, Physica, 6, 6; 10 (auctor 384BC-322BC)
ἔτι δὲ εἰ ἐν τῷ παντὶ χρόνῳ τῷ ΧΡ κεκινῆσθαι λέγομεν, ἢ ὅλως ἐν ὁτῳοῦν χρόνῳ, τῷ λαβεῖν τὸ ἔσχατον αὐτοῦ νῦν (τοῦτο γάρ ἐστι τὸ ὁρίζον, καὶ τὸ μεταξὺ τῶν νῦν χρόνος), κἂν ἐν τοῖς ἄλλοις ὁμοίως λέγοιτο κεκινῆσθαι.
332Aristoteles, Physica, 6, 6; 13 (auctor 384BC-322BC)
εἰ οὖν ἅπας μὲν χρόνος διαιρετός, τὸ δὲ μεταξὺ τῶν νῦν χρό νος, ἅπαν τὸ μεταβάλλον ἄπειρα ἔσται μεταβεβληκός.
333Aristoteles, Physica, 6, 6; 17 (auctor 384BC-322BC)
οὐκοῦν ἐν μὲν τῷ αὐτῷ νῦν ἐν ᾧ ἐστιν ἐν τῷ Α, οὐ μεταβέβληκεν (ἅμα γὰρ ἂν εἴη ἐν τῷ Α καὶ ἐν τῷ Β)· τὸ γὰρ μεταβεβληκός, ὅτε μεταβέβληκεν, ὅτι οὐκ ἔστιν ἐν τούτῳ, δέδεικται πρότερον· εἰ δ' ἐν ἄλλῳ, μεταξὺ ἔσται χρόνος· οὐ γὰρ ἦν ἐχόμενα τὰ νῦν.
334Aristoteles, Physica, 6, 6; 21 (auctor 384BC-322BC)
οὐκοῦν εἰ μὲν ἀδιαίρετόν ἐστι τὸ ΓΔ, ἀμερὲς ἀμεροῦς ἔσται ἐχόμενον· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, ἀνάγκη μέγεθος εἶναι τὸ μεταξὺ καὶ εἰς ἄπειρα διαιρετόν· ὥστ' εἰς ἐκεῖνα μεταβάλλει πρότερον.
335Aristoteles, Physica, 7, 2; 1 (auctor 384BC-322BC)
Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἀλλ' ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἅμα τῷ κινουμένῳ ἐστί (λέγω δὲ τὸ ἅμα, ὅτι οὐδέν ἐστιν αὐτῶν μεταξύ)· τοῦτο γὰρ κοινὸν ἐπὶ παντὸς κινουμένου καὶ κινοῦντός ἐστιν.
336Aristoteles, Physica, 7, 2; 16 (auctor 384BC-322BC)
ὥστ' εἰ τὸ ὠθοῦν καὶ τὸ ἕλκον ἅμα τῷ ὠθουμένῳ καὶ τῷ ἑλκομένῳ, φανερὸν ὅτι τοῦ κατὰ τόπον κινουμένου καὶ κινοῦντος οὐδέν ἐστι μεταξύ.
337Aristoteles, Physica, 7, 2; 18 (auctor 384BC-322BC)
(τάχα δὲ δόξειεν ἂν εἶναί τις ἕλξις καὶ ἄλλως· τὸ γὰρ ξύλον ἕλκει τὸ πῦρ οὐχ οὕτως. τὸ δ' οὐθὲν διαφέρει κινουμένου τοῦ ἕλκοντος ἢ μένοντος ἕλκειν· ὁτὲ μὲν γὰρ ἕλκει οὗ ἔστιν, ὁτὲ δὲ οὗ ἦν.) ἀδύνατον δὲ ἢ ἀφ' αὑτοῦ πρὸς ἄλλο ἢ ἀπ' ἄλλου πρὸς αὑτὸ κινεῖν μὴ ἁπτόμενον, ὥστε φανερὸν ὅτι τοῦ κατὰ τόπον κινουμένου καὶ κινοῦντος οὐδέν ἐστι μεταξύ.
338Aristoteles, Physica, 7, 2; 31 (auctor 384BC-322BC)
ὥστ' οὐδὲν ἔσται μεταξὺ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος.
339Aristoteles, Physica, 7, 2; 34 (auctor 384BC-322BC)
ἀνάγκη οὖν συνεχὲς εἶναι καὶ τὸ αὖξον καὶ τὸ φθῖνον, τῶν δὲ συνεχῶν οὐδὲν μεταξύ.
340Aristoteles, Physica, 8, 1; 2 (auctor 384BC-322BC)
εἰ δὴ ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι, διχῶς ἀνάγκη τοῦτο συμβαίνειν· ἢ γὰρ ὡς Ἀναξαγόρας λέγει (φησὶν γὰρ ἐκεῖνος, ὁμοῦ πάντων ὄντων καὶ ἠρεμούντων τὸν ἄπειρον χρόνον, κίνησιν ἐμποιῆσαι τὸν νοῦν καὶ διακρῖναι), ἢ ὡς Ἐμπεδοκλῆς ἐν μέρει κινεῖσθαι καὶ πάλιν ἠρεμεῖν, κινεῖσθαι μὲν ὅταν ἡ φιλία ἐκ πολλῶν ποιῇ τὸ ἓν ἢ τὸ νεῖκος πολλὰ ἐξ ἑνός, ἠρεμεῖν δ' ἐν τοῖς μεταξὺ χρόνοις, λέγων οὕτως ᾗ μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι, ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον' ἐκτελέθουσιν, τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· ᾗ δὲ τάδ' ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ' αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.
341Aristoteles, Physica, 8, 1; 29 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ τὸ λέγειν ὅτι πέφυκεν οὕτως καὶ ταύτην δεῖ νομίζειν εἶναι ἀρχήν, ὅπερ ἔοικεν Ἐμπεδοκλῆς ἂν εἰπεῖν, ὡς τὸ κρατεῖν καὶ κινεῖν ἐν μέρει τὴν φιλίαν καὶ τὸ νεῖκος ὑπάρχει τοῖς πράγμασιν ἐξ ἀνάγκης, ἠρεμεῖν δὲ τὸν μεταξὺ χρόνον.
342Aristoteles, Physica, 8, 5; 42 (auctor 384BC-322BC)
οὔτε γὰρ ἔσται πρῶτον κινοῦν οὐδέν, εἴ γε αὐτὸ ἑαυτὸ κινήσει ἑκάτερον (τὸ γὰρ πρότερον αἰτιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· διχῶς γὰρ κινεῖν ἦν, τὸ μὲν τὸ ὑπ' ἄλλου κινούμενον αὐτό, τὸ δ' αὑτῷ· ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ)· ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι εἰ μὴ ὑφ' αὑτοῦ· κατὰ συμβεβηκὸς ἄρα ἀντικινεῖ θάτερον.
343Aristoteles, Physica, 8, 7; 37 (auctor 384BC-322BC)
ὥστ' εἰ ἀδύνατον ἅμα μεταβάλλειν τὰς ἀντικειμένας, οὐκ ἔσται συνεχὴς ἡ μεταβολή, ἀλλὰ μεταξὺ ἔσται αὐτῶν χρόνος.
344Aristoteles, Physica, 8, 7; 38 (auctor 384BC-322BC)
οὐδὲν γὰρ διαφέρει ἐναντίας ἢ μὴ ἐναντίας εἶναι τὰς κατ' ἀντίφασιν μεταβολάς, εἰ μόνον ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι (τοῦτο γὰρ τῷ λόγῳ οὐδὲν χρήσιμον), οὐδ' εἰ μὴ ἀνάγκη ἠρεμῆσαι ἐν τῇ ἀντιφάσει, μηδ' ἐστὶν μεταβολὴ ἠρεμίᾳ ἐναντίον (οὐ γὰρ ἴσως ἠρεμεῖ τὸ μὴ ὄν, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὄν), ἀλλ' εἰ μόνον μεταξὺ γίγνεται χρόνος· οὕτω γὰρ οὐκ ἔστιν ἡ μεταβολὴ συνεχής· οὐδὲ γὰρ ἐν τοῖς πρότερον ἡ ἐναντίωσις χρήσιμον, ἀλλὰ τὸ μὴ ἐνδέχεσθαι ἅμα ὑπάρχειν.
345Aristoteles, Physica, 8, 8; 45 (auctor 384BC-322BC)
εἰ γὰρ ἐν τῷ Α τὸ Δ ἐγίγνετο λευκόν, γέγονε δ' ἅμα καὶ ἔστιν ἐν ἑτέρῳ ἀτόμῳ χρόνῳ ἐχομένῳ δ', ἐν τῷ Β-εἰ ἐν τῷ Α ἐγίγνετο, οὐκ ἦν, ἐν δὲ τῷ Β ἐστί-, γένεσιν δεῖ τινὰ εἶναι μεταξύ, ὥστε καὶ χρόνον ἐν ᾧ ἐγίγνετο.
346Aristoteles, Physica, 8, 8; 67 (auctor 384BC-322BC)
φανερὸν δὲ ἐκ ταύτης τῆς διαιρέσεως ὅτι οὐδὲ τὰς ἄλλας ἐνδέχεται κινήσεις εἶναι συνεχεῖς· ἐν ἁπάσαις γὰρ ταὐτὰ συμβαίνει κινεῖσθαι πολλάκις, οἷον ἐν ἀλλοιώσει τὰ μεταξύ, καὶ ἐν τῇ τοῦ ποσοῦ τὰ ἀνὰ μέσον μεγέθη, καὶ ἐν γενέσει καὶ φθορᾷ ὡσαύτως· οὐδὲν γὰρ διαφέρει ὀλίγα ἢ πολλὰ ποιῆσαι, ἐν οἷς ἐστὶν ἡ μεταβολή, οὐδὲ μεταξὺ θεῖναί τι ἢ ἀφελεῖν· ἀμφοτέρως γὰρ συμβαίνει ταὐτὰ κινεῖσθαι πολλάκις.
347Aristoteles, Politica, 1; 161 (auctor 384BC-322BC)
τῆς μὲν οὖν οἰκειοτάτης χρηματιστικῆς ταῦτα μόρια καὶ πρῶτα· τῆς δὲ μεταβλητικῆς μέγιστον μὲν ἐμπορία (καὶ ταύτης μέρη τρία, ναυκληρία φορτηγία παράστασις· διαφέρει δὲ τούτων ἕτερα ἑτέρων τῷ τὰ μὲν ἀσφαλέστερα εἶναι, τὰ δὲ πλείω πορίζειν τὴν ἐπικαρπίαν) , δεύτερον δὲ τοκισμός, τρίτον δὲ μισθαρνία (ταύτης δ' ἡ μὲν τῶν βαναύσων τεχνῶν, ἡ δὲ τῶν ἀτέχνων καὶ τῷ σώματι μόνῳ χρησίμων) · τρίτον δὲ εἶδος χρηματιστικῆς μεταξὺ ταύτης καὶ τῆς πρώτης (ἔχει γὰρ καὶ τῆς κατὰ φύσιν τι μέρος καὶ τῆς μεταβλητικῆς) , ὅσα ἀπὸ γῆς καὶ τῶν ἀπὸ γῆς γιγνομένων, ἀκάρπων μὲν χρησίμων δέ, οἷον ὑλοτομία τε καὶ πᾶσα μεταλλευτική.
348Aristoteles, Politica, 2; 267 (auctor 384BC-322BC)
πολλάκις γὰρ ἐκβάλλουσι συστάντες τινὲς τοὺς κόσμους ἢ τῶν συναρχόντων αὐτῶν ἢ τῶν ἰδιωτῶν· ἔξεστι δὲ καὶ μεταξὺ τοῖς κόσμοις ἀπειπεῖν τὴν ἀρχήν.
349Aristoteles, Politica, 3; 265 (auctor 384BC-322BC)
Σχεδὸν δὴ δύο ἐστὶν ὡς εἰπεῖν εἴδη βασιλείας περὶ ὧν σκεπτέον, αὕτη τε καὶ ἡ Λακωνική· τῶν γὰρ ἄλλων αἱ πολλαὶ μεταξὺ τούτων εἰσίν· ἐλαττόνων μὲν γὰρ κύριοι τῆς παμβασιλείας, πλειόνων δ' εἰσὶ τῆς Λακωνικῆς.
350Aristoteles, Politica, 4; 167 (auctor 384BC-322BC)
ὅπου μὲν οὖν ὑπερέχει τὸ τῶν ἀπόρων πλῆθος τὴν εἰρημένην ἀναλογίαν, ἐνταῦθα πέφυκεν εἶναι δημοκρατίαν, καὶ ἕκαστον εἶδος δημοκρατίας κατὰ τὴν ὑπεροχὴν τοῦ δήμου ἑκάστου, οἷον ἐὰν μὲν τὸ τῶν γεωργῶν ὑπερτείνῃ πλῆθος, τὴν πρώτην δημοκρατίαν, ἐὰν δὲ τὸ τῶν βαναύσων καὶ μισθαρνούντων, τὴν τελευταίαν, ὁμοίως δὲ καὶ τὰς ἄλλας τὰς μεταξὺ τούτων· ὅπου δὲ τὸ τῶν εὐπόρων καὶ γνωρίμων μᾶλλον ὑπερτείνει τῷ ποιῷ ἢ λείπεται τῷ ποσῷ, ἐνταῦθα ὀλιγαρχίαν, καὶ τῆς ὀλιγαρχίας τὸν αὐτὸν τρόπον ἕκαστον εἶδος κατὰ τὴν ὑπεροχὴν τοῦ ὀλιγαρχικοῦ πλήθους.
351Aristoteles, Problemata, 3, 10; 2 (auctor 384BC-322BC)
Ὄντος δὲ ἀναισθήτου τοῦ μεταξὺ χρόνου, ἐν ᾧ ἡ ὄψις ἥπτετο καὶ παρήλλαττε τὸ ὁρώμενον, εἷς εἶναι δοκεῖ χρόνος ἐν ᾧ τε ἧπται καὶ παρήλλαχεν· ὥστ´ ἐν τῷ αὐτῷ χρόνῳ ταὐτοῦ πλειόνων ἁπτομένων ὄψεων πλείω δοκεῖ εἶναι τὰ ὁρώμενα, διὰ τὸ ταῦτα κατὰ τὸν αὐτὸν τρόπον ἀδύνατον εἶναι ἅπτεσθαι.
352Aristoteles, Problemata, 3, 12 (auctor 384BC-322BC)
12. Διὰ τί ὁ γλυκὺς καὶ ἄκρατος καὶ ὁ κυκεὼν μεταξὺ διαπινόμενοι ἐν τοῖς πότοις νήφειν ποιοῦσιν; Καὶ διὰ τί ἧττον μεθύσκονται ταῖς μεγάλαις κωθωνιζόμενοι;
353Aristoteles, Problemata, 10; 3 (auctor 384BC-322BC)
Διὰ τί τῶν ζῴων τὰ μὲν ὑπὸ σάρκα, τὰ δὲ κατὰ σάρκα πίονά ἐστι, τὰ δὲ κατ' ἀμφότερα; ἢ ὅσων μὲν πυκνὴ ἡ σάρξ, μεταξὺ τοῦ δέρματος καὶ τῆς σαρκὸς συστέλλεται ἡ ἰκμὰς διὰ τὸ ταύτῃ εἶναι τὸ δέρμα ἀφεστὸς φύσει· ἣ πεττομένη γίνεται πιμελή.
354Aristoteles, Problemata, 10; 45 (auctor 384BC-322BC)
Διὰ τί ἡ γλῶττα οὐδενὸς πιερὰ τῶν ζῴων; ἢ ὅτι τὸ πῖον πυκνόν, ἡ δὲ γλῶττα ἀραιὰ φύσει ἐστίν, ὅπως τοὺς χυμοὺς γνωρίζῃ; Διὰ τί τὰ θήλεα συντάσει οὐρεῖ, τὰ δὲ ἄρρενα οὔ; ἢ ὅτι πορρώτερόν ἐστιν ἡ κύστις ἡ τῶν θηλειῶν, καὶ εἰς βάθος καὶ εἰς μῆκος; μεταξὺ γὰρ αὐτῶν ἡ μήτρα τῆς ἕδρας καὶ στῆς κύστεως.
355Aristoteles, Problemata, 11; 68 (auctor 384BC-322BC)
τοῦ γὰρ μεταξὺ τῆς ἐγέρσεως ὄντος ὀλίγου χρόνου, ἡ ἐν τῷ ὕπνῳ ἕξις γενομένη διαμένει πρὸς τὴν καθύπνωσιν.
356Aristoteles, Problemata, 19; 124 (auctor 384BC-322BC)
Διὰ τί τῶν μὲν ἑπτὰ μέση καλεῖται, τῶν δὲ ὀκτὼ οὐκ ἔστι μέσον; ἢ ὅτι ἑπτάχορδοι ἦσαν αἱ ἁρμονίαι τὸ παλαιόν, τὰ δὲ ἑπτὰ ἔχει μέσον; ἔτι ἐπειδὴ τῶν μεταξὺ τῶν ἄκρων τὸ μέσον μόνον ἀρχή τίς ἐστιν (ἔστι γὰρ τῶν θάτερον τῶν ἄκρων νευόντων ἔν τινι διαστήματι ἀνὰ μέσον ὂν ἀρχή), τοῦτ' ἔσται μέσον.
357Aristoteles, Problemata, 19; 126 (auctor 384BC-322BC)
τῶν γὰρ μεταξύ τινων ἄκρων τὸ μέσον ἦν ἀρχὴ μόνον.
358Aristoteles, Problemata, 23; 38 (auctor 384BC-322BC)
αὐτὴ δὲ ἐν τῷ μεταξὺ φερομένη ἀναθολοῦται ταχύ.
359Aristoteles, Problemata, 25; 9 (auctor 384BC-322BC)
ἅπτεται μὲν οὖν, ὅτι οὐθὲν μεταξύ, οὐ βρέχεται δέ, ὅτι ἀεὶ ἄνωθεν τοῦ ὕδατος.
360Aristoteles, Problemata, 30; 95 (auctor 384BC-322BC)
πότερον οὐκ ἔστι δυνατὸν ἐκ τούτου γενέσθαι ἄλλο; ἢ εἰ δυνατόν, ἄλλης ἐπιστήμης, καὶ ἔσται ὅ τις ἐξ ὑγείας ποιήσει ἄλλο τι; εἰ δὴ γίνεται ἐκ τῶν ἐναντίων καὶ τῶν μεταξύ, δῆλον ὅτι ἀρρωστεῖ, ἢ ξηρότερος ἢ ὑγρότερος ἤ τι τοιοῦτον.
361Aristoteles, Problemata, 30; 96 (auctor 384BC-322BC)
ποιεῖ δὴ ἐκ ψύχους ἧττον σφόδρα, καὶ τέλεον ὡδὶ θερμὸν καὶ ὡδὶ ξηρὸν ἢ ὑγρὸν μεταβαῖνον ἐκ τῶν ἐναντίων, ἢ μεταξύ, ἕως ἂν ἔλθῃ εἰς τὸ οὕτως ἔχειν, ὃ ἦν τοῦ ὑγιαίνειν· ἔκ τε τούτου οὐ πέφυκεν ἄλλο τι ὂν ἢ τὸ μεταξύ.
362Aristoteles, Rhetorica, 1, 15, 19; 29 (auctor 384BC-322BC)
τὰ δ' ἄλλα περὶ μάρτυρος, ἢ φίλου ἢ ἐχθροῦ ἢ μεταξύ, ἢ εὐδοκιμοῦντος ἢ ἀδοξοῦντος ἢ μεταξύ, καὶ ὅσαι ἄλλαι τοιαῦται διαφοραί, ἐκ τῶν αὐτῶν τόπων λεκτέον ἐξ οἵων περ καὶ τὰ ἐνθυμήματα λέγομεν.
363Aristoteles, Rhetorica, 2, 8, 6; 5 (auctor 384BC-322BC)
καὶ οἱ μήτε ἐν ἀνδρείας πάθει ὄντες, οἷον ἐν ὀργῇ ἢ θάρρει (ἀλόγιστα γὰρ τοῦ ἐσομένου ταῦτα) , μήτε ἐν ὑβριστικῇ διαθέσει (καὶ γὰρ οὗτοι ἀλόγιστοι τοῦ πείσεσθαί τι) , ἀλλ' οἱ μεταξὺ τούτων, μήτ' αὖ φοβούμενοι σφόδρα· οὐ γὰρ ἐλεοῦσιν οἱ ἐκπεπληγμένοι, διὰ τὸ εἶναι πρὸς τῷ οἰκείῳ πάθει.
364Aristoteles, Rhetorica, 2, 14, 3; 1 (auctor 384BC-322BC)
οἱ δ' ἀκμάζοντες φανερὸν ὅτι μεταξὺ τούτων τὸ ἦθος ἔσονται ἑκατέρων, ἀφαιροῦντες τὴν ὑπερβολήν, καὶ οὔτε σφόδρα θαρροῦντες (θρασύτης γὰρ τὸ τοιοῦτον) οὔτε λίαν φοβούμενοι, καλῶς δὲ πρὸς ἄμφω ἔχοντες, οὔτε πᾶσι πιστεύοντες οὔτε πᾶσιν ἀπιστοῦντες, ἀλλὰ κατὰ τὸ ἀληθὲς κρίνοντες μᾶλλον, καὶ οὔτε πρὸς τὸ καλὸν ζῶντες μόνον οὔτε πρὸς τὸ συμφέρον ἀλλὰ πρὸς ἄμφω, καὶ οὔτε πρὸς φειδὼ οὔτε πρὸς ἀσωτίαν ἀλλὰ πρὸς τὸ ἁρμόττον, ὁμοίως δὲ καὶ πρὸς θυμὸν καὶ πρὸς ἐπιθυμίαν, καὶ σώφρονες μετ' ἀνδρείας καὶ ἀνδρεῖοι μετὰ σωφροσύνης.
365Aristoteles, Rhetorica, 3, 5, 2; 4 (auctor 384BC-322BC)
ἐν τούτοις γὰρ πολλοὶ πρὸ τοῦ ἀποδοθησομένου συνδέσμου προεμβέβληνται σύνδεσμοι· ἐὰν δὲ πολὺ τὸ μεταξὺ γένηται τοῦ ἐπορευόμην, ἀσαφές.
366Aristoteles, Rhetorica, 3, 5, 7; 15 (auctor 384BC-322BC)
ἔτι τόδε ποιεῖ σολοικίζειν, τὸ μὴ ἀποδιδόναι, ἐὰν μὴ ἐπιζευγνύῃς ὃ ἀμφοῖν ἁρμόττει, οἷον [ἢ] ψόφῳ καὶ χρώματι τὸ μὲν ἰδὼν οὐ κοινόν, τὸ δ' αἰσθόμενος κοινόν· ἀσαφῆ δὲ ἂν μὴ προθεὶς εἴπῃς, μέλλων πολλὰ μεταξὺ ἐμβάλλειν, οἷον « ἔμελλον γὰρ διαλεχθεὶς ἐκείνῳ τάδε καὶ τάδε καὶ ὧδε πορεύεσθαι » , ἀλλὰ μὴ « ἔμελλον γὰρ διαλεχθεὶς πορεύεσθαι, εἶτα τάδε καὶ τάδε καὶ ὧδε ἐγένετο » .
367Aristoteles, Topica, 4, IV 3; 12 (auctor 384BC-322BC)
Ἔτι εἰ ἐναντίον τινί καί τό γένος καί τό εἶδος, καί τῶν μέν ἔστι τι μεταξύ, τῶν δέ μή.
368Aristoteles, Topica, 4, IV 3; 13 (auctor 384BC-322BC)
Εἰ γάρ τῶν γενῶν ἔστι τι μεταξύ, καί τῶν εἰδῶν, καί εἰ τῶν εἰδῶν, καί τῶν γενῶν, καθάπερ ἐπ᾿ ἀρετῆς καί κακίας καί δικαιοσύνης καί ἀδικίας· ἑκατέρων γάρ ἔστι τι μεταξύ.
369Aristoteles, Topica, 4, IV 3; 14 (auctor 384BC-322BC)
Ἔνστασις τούτου ὅτι ὑγιείας καί νόσου οὐδέν μεταξύ, κακοῦ δέ καί ἀγαθοῦ.
370Aulus Gellius, Noctes Atticae, 1, 2, 9; 15 (auctor c.125–c.180)
ἀγαθά μέν οὖν ἀρεταί τά μετέχοιτα αὐτῶν, κακά δέ κακία καί τά μετέχοντα κακίας, ἀδιάφορα δέ τά μεταξύ τούων, πλοῦτος, ὑγεία, ζωή, θάνατος, ἡδονή, πόνος.
371Aulus Gellius, Noctes Atticae, 13, 18, 3; 7 (auctor c.125–c.180)
Tum Apollinaris, nobis praesentibus, nam id temporis ego adulescens Romae sectabar eum discendi gratia, rescripsit Claro ut viro erudito brevissime, vetus esse proverbium inter os et offam, idem significans quod Graecus ille παροιμιώδης versus: πολλά μεταξύ πέλει κύλικος καί χείλεος ἄκρου.
372Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 5; 27
ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς συγκάμψας ἔπεσεν, ἐκοιμήθη μεταξὺ ποδῶν αὐτῆς· ἐν ᾧ ἔκαμψεν, ἐκεῖ ἔπεσεν ταλαίπωρος.
373Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 4; 10
εὐάρεστος θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη·
374Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 16; 19
ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δύναμιν φλέγει, ἵνα ἀδίκου γῆς γενήματα διαφθείρῃ.
375Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 18; 23
σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπ’ ἀλλήλων νεκρῶν μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν.
376Biblia, Novum testamentum graece, Mt, 18; 15
Ἐὰν δὲ ἁμαρτήσῃ [εἰς σὲ] ὁ ἀδελφός σου, ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου·
377Biblia, Novum testamentum graece, Mt, 23; 35
ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
378Biblia, Novum testamentum graece, Lc, 11; 51
ἀπὸ αἵματος Ἅβελ ἕως αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.
379Biblia, Novum testamentum graece, Lc, 16; 26
καὶ ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.
380Biblia, Novum testamentum graece, Io, 4; 31
Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες, Ῥαββί, φάγε.
381Biblia, Novum testamentum graece, Act, 12; 6
Ὅτε δὲ ἤμελλεν προαγαγεῖν αὐτὸν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
382Biblia, Novum testamentum graece, Act, 13; 42
Ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.
383Biblia, Novum testamentum graece, Act, 15; 9
καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
384Biblia, Novum testamentum graece, Rom, 2; 15
οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων,
385Coelestinus I, Epistolae et decreta, 50, 0476A
Ἀλλὰ μεταξὺ πολλῶν, ἅπερ παρὰ σοῦ ἀσεβῶς κηρυττόμενα ἡ καθόλου ἀπωθεῖται Ἐκκλησία, κλαίομεν μάλιστα τὸ, ταῦτα τὰ ῥήματα παρὰ σοῦ ἐπῆρθαι ἀπὸ τοῦ συμβόλου, ἅπερ ἡμῖν πάσης ζωῆς καὶ σωτηρίας ἐπαγγέλλεται τὴν ἐλπίδα.
386Coelestinus I, Epistolae et decreta, 50, 0490A
Καὶ γὰρ καὶ τὸ νοητὸν τοῦ σχήματος ἐκβάλλει, καὶ οὐ δέχεται τὴν μεταξὺ ἡμῶν ἀναστρεφεῖσαν ἀλήθειαν· καὶ άπλῶς, ἄλλως περὶ τοῦ μυστηρίου τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν διαλαμβάνει, ἢ ἀνέχεται τὸ τῆς πίστεως τῆς ἡμετέρας ἁγίασμα, ᾧ μετὰ σεβάσματος ἠκολούθησε πᾶς καθολικῶς διαλεγόμενος.
387Coelestinus I, Epistolae et decreta, 50, 0496B
Ἐβόα μεταξὺ μαινομένων, μεταξύ τῶν τῆς θρησκείας ἐχθρῶν, λέγων ἑαυτὸν ὁρᾷν ἀνεῳγμένους τοὺς οὐρανοὺς, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, δι' ὂν ταῦτα ἔπασχεν, ἱστάμενον πρὸς τῇ δεξιᾷ τοῦ Θεοῦ.
388Collectio Avellana, Epistulae Imperatorum Pontificum Aliorum, 140, 9; 1 (auctor 367-553)
sed quid πρω̄τος d<; tdv ataopov 6 xapio; ημω̄ν xai τη̃ς ύπομονη̄ς έαυτοῡ διδάσϰαλος; ὰνη̄λθεν Iv 't4> Istip tDTcaiv ύποδείγματι ὲϰίνους, ol<; ε̆μελλε βοηθει̃ν αὺτὸς μεταξὺ τω̄ν apEtcov xat troY xnwv tov Cofdv ϰατέχει ίστάμενος xata tOOV δηλτηρίων ttbv μεμηνότων, wa xata tVV ὸργίν toO διωγμου aotds xai τη̄ς αίωνίου βασιλείϰ τοὺς atstpavoo; παράσχη, ποίψ τω̄ν Μαϰϰαβαίων tatc ὲξόδοις talc; ϰαρτεριϰαι̃ς ri παλαιὰ tatopta ὲπαίνψ ὲϕέπεται, ποία.
389Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0049A (auctor c.470–c.544)
Ὅσοι δὲ ἀνῆλθον μετὰ ἐσθῆτος πενθικῆς, καὶ ἀναπεσόντες ἔφαγον μεταξὺ δι' ὅλης τῆς ἀνακλίσεως δακρύοντες, εἰ ἐπλήρωσαν τὸν τῆς ὑποπτώσεως τριέτη χρόνον, χωρὶς προσφορᾶς δεχθήτωσαν.
390Constantinus I, Conciones, 8, 0410B (auctor c.272–337)
ἤδη γάρ τις ἐν λόγοις ἐξετασθεὶς, ἀγαλματοποιος τε μορφήν τινα διανοίᾳ προσλαβὼν, ἔντεχνον τεκμαίρεται παιδείαν, καὶ μεταξὺ οἷα δὴ λήθης ἐμπεσούσης, τὸ ἴδιον πλάσμα κολακέυει, σέβων ὡς Θεὸν ἀθάνατον, ὁμολογῶν ἑαυτὸν πατέρα καὶ δημιουργὸν τοῦ ἀγάλματος, θνητὸν εἶναι· τῶν δ' ἀφθάρτων ἐκείνων τάφους τε καὶ θήκας ἐπιδεικνύουσιν αὐτοι, κατοιχομένους τε τιμαῖς ἀθανάτοις γεραίρουσιν, ἀγνοοὺντες τὸ ἀληθῶς μακάριον καὶ ἄφθαρτον, ἀνενδεὲς ὑπάρχον τῆς παρὰ τῶν φθαρτῶν ἐπιτιμίας τῷ γάρτοι νῷ θεατὸν, καὶ διανοίᾳ περιληπτὸν, οὐτε μορφὴν ἐπιποθεῖ δι' ἦς γνωρισθείη, οὐτε σχήματος ἀνέχεται, ὡς ἂν εἰκόνος ἢ τύπου.
391Constantinus I, Conciones, 8, 0419A (auctor c.272–337)
τὰ μὲν ὧν ἡ χρεία πολλή τε καὶ παντοδαπὴ ἤμελλεν ἔσεσθαι, ἀφθόνως κελεύσας χορηγεῖσθαι, τὰ δὲ πρὸς τέρψιν κόσμου καὶ ἀφθονίαν μόνην, μεγαλοψύχως τε καὶ πεφεισμένως, μεταξὺ φειδωλίας τε καὶ εὐδωρίας.
392Constantinus I, Conciones, 8, 0443A (auctor c.272–337)
πῶς δ' ἂν αὐτὸς ἑαυτῷ βοηθεῖν, Θεῷ θαῤῥῶν; μάχη δ' ἦν μεταξὺ δυοῖν, καὶ ἀμφίβολον τὸ τῆς νίκης· οὐδεὶς δ' εὖ φρονῶν, τὰ ἀμφίβολα πρὸ τῶν ἀραρότων προαιρεῖται.
393Constantinus I, Conciones, 8, 0459B (auctor c.272–337)
θαυμαστὴ δὲ καὶ ἡ τοῦ μεταξὺ τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν βίου τὸ ἀνημμένον παραύξησις, τὸ ἀθρόον τῆς αἰφνιδίου μεταβολῆς παραιτουμένου.
394Constantinus I, Conciones, 8, 0470C (auctor c.272–337)
Σὲ δὲ νῦν τὸν Δέκιον ἐρωτῶ, τὸν ἐπεμβαίνοντά ποτε τοῖς τῶν δικαίων πόνοις, τὸν τὴν ἐκκλησίαν μισήσαντα, τὸν ἐπιθέντα τιμωρίαν τοῖς ὁσίως βεβιωκόσι· τὶ δεινὸν πράσσεις μετὰ τὸν βίον; ποίαις δὲ καὶ πῶς δυστραπέλοις συνέχη περιστάσεσιν; ἔδειξε δὲ καὶ ὁ μεταξὺ τοῦ βίου καὶ τῆς τελευτῆς χρόνος τὴν σὴν εὐτυχίαν, ἡνίκα ἐν τοῖς σκυθικοῖς πεδίοις πανστρατιᾷ πεσὼν, τὸ περιβόητον Ῥωμαίων κράτος ἦγες τοῖς Γέταις εἰς καταφρόνησιν.
395Constantinus I, Decreta et constitutiones, 8, 0105D (auctor c.272–337)
ἀλλ' ἐπειδὴ πολλαὶ καὶ διάφοροι αἱρέσεις ἐν ἐκείνῃ τῇ ἀντιγραφῇ, ἐν ᾗ τοῖς αὐτοῖς συνεχωρήθη ἡ τοιαύτη ἐξουσία, ἐδόκουν προστεθεῖσθαι σαφῶς, τυχὸν ἴσως τινὲς αὐτῶν μετ' ὀλίγον ἀπὸ τῆς τοιαύτης παραφυλάξεως ἀνεκρούοντο· ὁπότε εὐτυχῶς ἐγὼ Κωνσταντῖνος ὁ Αὔγουστος, κᾀγὼ Λικίννιος ὁ Αὐγουστος, ἐν τῇ Μεδιολάνῳ ἐληλύθειμεν, καὶ πάντα ὅσα πρὸς τὸ λυσιτελὲς καὶ τὸ χρήσιμον τῷ κοινῷ διέφερεν, ἐν ζητήσει ἔσχομεν, ταῦτα μεταξὺ τῶν λοιπῶν ἅτινα ἐδόκει ἐν πολλοῖς ἅπασιν ἐπωφελῆ εἶναι.
396Constantinus I, Epistolae, 8, 0479A (auctor c.272–337)
Ἐπειδὴ τοιοῦτοι χάρται παρὰ Ἀνυλίνου τοῦ λαμπροτάτου ἀνθυπάτου τῆς Ἀφρικῆς πρὸς μὲ πλείους ἀπεστάλησαν, ἐν οἵς ἐμφρέται Καικιλιανὸν τὸν ἐπίσκοπον τῆς Καρταγεννησίων πόλεως παρά τινων κολλήγων αὐτοῦ τῶν κατὰ τὴν Ἀφρικὴν καθεστώτων, ἐν πολλοῖς πράγμασιν εὐθύνεσθαι· καὶ τοῦτό μοι βαρὺ σφόδρα δοκεῖ, τὸ ἐν ταύταις ταῖς ἐπαρχίαις ἅς τῇ ἐμῇ καθοσιώσει αὐθαίρετος ἡ θεία πρόνοια ἐνεχείρισε, κᾄκεῖσε πολὺ πλῆθος λαοῦ, ὄχλον ἐπὶ τὸ φαυλότερον ἐπιμένοντα εὑρίσκεσθαι ὡσανεὶ διχοστατοῦντα, καὶ μεταξὺ ἐπισκόπους διαφόρας ἔχειν, ἔδοξέ μοι ἵν' αὐτὸς ὁ Καικιλιανὸς μετὰ δέκα ἐπισκόπων τῶν αὐτῶν εὐθύνειν δοκούντων, καὶ δέκα ἑτέρων οὓς αὐτὸς τῇ ἑαυτοῦ δίκῃ ἀναγκαίους ὑπολάβοι, εἰς τὴν Ῥώμην πλῷ ἀπιέναι· ἵν' ἐκεῖσε ὑμῶν παρόντων, ἀλλὰ μὴν καὶ Ῥετικίου καὶ Ματέριου καὶ Μαρίνου τῶν κολλήγων ὑμῶν, οὓς τούτου ἔνεκεν εἰς τὴν Ρώμην προσέταξα ἐπισπεῦσαι, δυνηθῇ ἀκουσθῆναι, ὡς ἂν καταμάθοισε τῷ σεβασμιωτάτῳ νόμῳ αῥμόττειν· ἵνα μέντοι καὶ περὶ πάντων αὐτῶν τούτων πληρεστάτην δυνηθῆτε ἒχειν γνῶσιν, τὰ ἀντίτυπα τῶν ἐγγράφων τῶν πρὸς μὲ παρὰ Ἀνυλίνου ἀποσταλέντων, γράμμασιν ἐμοῖς ὑποτάξας, πρὸς τοὺς προειρημένους κόλληγας ὑμῶν ἐξέπεμψα· οἷς ἐντυχοῦσα ἡ ὑμετέρα στεῤῥότης, δοκιμάσει ὅν τινα χρὴ πρόπον τὴν προειρημένην δίκην ἐπιμελέστατα διευκρινῆσαι, καὶ κατὰ τὸ δίκαιον τερματίσαι· ὁπότε μη δὲ τὴν ὑμετέραν ἐπιμέλεειαν λανθάνει, τοσαύτην με αἰδῶ τῇ ἐν θέσμῳ καθολικῇ ἐκκλησίᾳ ἀπονέμειν, ὡς μηδὲν καθόλου σχίσμα ἣ διχοστασίαν ἔν τινι τόπῳ βούλεσθαί με ὑμᾶς καταλιπεῖν.
397Constantinus I, Epistolae, 8, 0519B (auctor c.272–337)
τί οὖν ἐστι; τί μεταξὺ τοῦ Θεοῦ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ; οὐδὲν δηλαδὴ· αὕτη γὰρ ἡ τῶν πραγμάτων συμπλήρωσις αἰσθήσει παρείληφε τὸ τῆς βουλήσεως πρόσταγμα, οὐχὶ δὲ μερισθεῖσα ἐκ τῆς τοῦ πατρὸς οὐσίας τὴν βούλησιν δίεστησεν.
398Desiderius Erasmus, Adagia, Chiliades, 1, 14; 4 (opus 1508)
Rursus in Gorgia: Ἀλλ’ οὐδέ τούς μύθους φασί μεταξύ θέμις εἷναι καταλείπειν, ἀλλ’ ἐπιθέντας κεφαλήν, ἵνα μή ἄνευ κεφαλῆς περιἹῃ, id est At ne sermones quidem interim aiunt fas esse deserere, quin potius imponendum illis caput, ne sine capite obambulent.
399Desiderius Erasmus, Adagia, Chiliades, 1, 16; 1 (opus 1508)
Μεταξύ τοῦ ἄκμονος καί σφύρας, id est Inter incudem et malleum.
400Desiderius Erasmus, Adagia, Chiliades, 1, 401; 2 (opus 1508)
Graecus est versiculus, inquit, hexameter παροιμιώδης: Πολλά μεταξύ πέλει καί χείλεος ἄκρου, id est: Multa cadunt inter calicem supremaque labra.
401Desiderius Erasmus, Adagia, Chiliades, 1, 498; 1 (opus 1508)
Eustathius, enarrans Iliados secundum librum ait hunc versum olim proverbio fuisse celebratum: Εἴη μοι τά μεταξύ Κορίνθου καί Σικυῶνος, id est Sit mihi quod Sicyonem interiacet atque Corinthum.
402Desiderius Erasmus, Adagia, Chiliades, 1, 498; 3 (opus 1508)
Aristophanes in Avibus indicat ex oraculo natum: Ἀλλ’ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι Ἐν ταὐτῷ τό μεταξύ Κορίνθου καί Σικυῶνος, id est Cornix cana lupusque ubi eadem sede morantes, Quod spatium Sicyonem dirimit atque Corinthum.
403Desiderius Erasmus, Adagia, Chiliades, 3, 2781; 1 (opus 1508)
Quoties ingens discrimen innuemus inter homines aut res plurimum inter se diversas aut immensum intervallum inter seiunctos, eleganter accommodabimus illud ex eodem libro: Ἐπεί ἦ μάλα πολλά μεταξύ Οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα, id est Sunt in medio sita plurima, montesque Umbrosi fretaque horrisono clamosa fragore.
404Desiderius Erasmus, Adagia, Chiliades, 4, 3730; 1 (opus 1508)
Festus Pompeius indicat esse proverbium apud Latinos, sed ex illo Graeco ductum Πολλά μεταξύ πέλει κύλικος καί χείλεος ἄκρου.
405Desiderius Erasmus, Adagia, Chiliades, 4, 3863; 2 (opus 1508)
Lucianus in Somnio: Μεταξύ δέ λέγοντος, Ἡράκλεις, ἔφη τις, ὡς μακρόν τό ἐνύπτιον καί δικανικόν.
406Desiderius Erasmus, Adagia, Chiliades, 4, 4077; 1 (opus 1508)
Inter convicia quibis Aeschines lapidat Demosthenem etiam illud obiecit quod Boeotorum more vociferaretut immodice et indecore: Σαῦτα δέ μου μεταξύ λέγοντος͵ ἀναβοᾶ παμμέγεθες Δημοσθένης‚  ὡς ἴσασι πάντες οἱ συμπρέσβεις ἡμῶν· καί γάρ πρός τοῖς ἄλλοῖς κακοῖς βοιωτιάζει id est Haec me loquente vehementer exclamat Demosthenes, quemadmodum sciunt omnes qui nobis in ea legatione fuere collegae.
407Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0440A (auctor c.470–c.544)
ὧν μεταξὺ καὶ ναὸς εἱστήκει περικαλλὴς, ἐν ᾧ καθ' ἕκαστον εἰσιὼν τῶν ταγμάτων εὐλαβῶς τὴν προσκύνησιν ἀπεδίδου· μεθ' ὧν καὶ ἕτεροι δύο, τὸ εἶδος ἐξαίσιοι παραυτίκα φανέντες τοιάδε μοι καὶ οὗτοι ἐβόων· - Ἰδού σοι καὶ ὁ μέγας Ἰωάννης ἐν τῷ ναῷ, ὃν καὶ ὅρα, καὶ πίστευε.
408Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0444C (auctor c.470–c.544)
Οὐκοῦν καὶ ἔμενε τοῖς Κομάνοις ἡ κεφαλὴ, μηδὲ παρ' αὐτῶν δηπου τῶν προσοίκων ἀσφαλῶς τάχα γνωριζομένη· οἵ τε γὰρ χρόνοι, καὶ τὰ πράγματα, πολλὴν τὴν ἄγνοιαν ἐμποιήσαντες· μάλιστα μεταξὺ καὶ τῶν Εἰκονομάχων ἀναφανέντων· οἷς οὐχ ὅπως τὰ τῶν ἁγίων ἐσέβετο λείψανα· ἀλλὰ καὶ πυρὶ ἐνεπίμπρατο εἴ που δὴ καὶ φανεῖεν· ἦν λοιπὸν καὶ τὸ πανίερον τοῦτο χρῆμα μὴ παρ' ὁτουοῦν θεώμενον, ἢ ἔκδηλον καθιστάμενον· ἐπεὶ δὲ τοῖς ὀρθοδόξοις ἐπανῆλθε τὰ πράγματα, καὶ ὑπὸ βασιλεῦσι πιστοῖς τὰ σκῆπτρα, πάλιν μετακεχώρηκε, τῶν δυσσεβῶν Εἰκονομάχων μετ' ἤχου ἀπολωλότων, καὶ ἀξίαν τὴν εἴσπραξιν εὑρηκότων, τότε δὴ καὶ ὁ Πρόδρομος τὴν ἑαυτοῦ κεφαλὴν φανερῶσαι ηὐδόκησε· καὶ δῶρον ταύτην ἀξιοθαύμαστον, οὐ τῇδε ἢ τῇδε τῇ πόλει δοῦναι ἔκρινε· μικραῖς τισι ταύταις καὶ μικροῖς περιγραφομέναις ὁρίοις, ἀλλὰ τῇ πασῶν μείζονι καὶ βασιλικωτάτῃ τῇ Κωνσταντίνου φημί· ὡς ἂν καὶ τὸν πλοῦτον διατηροίη ἄσυλον, καὶ σεμνύνοιτο μὲν αὕτη τῇ καταθέσει, σεμνότερον δ' ὡς εἰκὸς καὶ τὸ δῶρον παρὰ ταύτης ἀποτελοῖτο, τῷ τε μειζόνως τιμᾶσθαι, καὶ τῷ μείζοσι ταῖς εὐφημίαις καταγεραίρεσθαι.
409Dositheus, Ars, p. 61, l. 8 (auctor c.350)
σημαίνει γὰρ χρόνον ὡρισμένον significant enim tempus finitum, ὡς σήμερον ut hodie, αὔριον cras, μετὰ τὴν αὔριον perendie, εἰς τὴν τρίτην die tertio, εἰς τὴν τετάρτην ἡμέραν die quarto, χθές here et heri, τρίτην ἡμέραν nudius tertius, πρωί mane, ὀψέ ἑσπέρᾳ uespere et uesperi, νυκτός nocte, νύκτωρ noctu, ἡμέρας καὶ μεθ ἡμέραν interdiu, πρὸ μιᾶς pridie, τῇ ὑστέρᾳ postridie; tempus infinitum, ποτὲ καὶ πάλαι olim, ποτέ aliquando, ὁσακισδήποτε quandocumque, ἔναγχος πρώην nuper, ἤδη πάλαι iam pridem, ἄλλοτε alias, ἤδη λοιπόν τοὐντεῦθεν iam, τότε tum, ἔτι καί, ἔτι καὶ τότε etiamtum, ἐκτόθεν ἐκεῖθεν inde, πάλαι dudum, πώποτε umquam, οὐδέποτε numquam, ἔπειτα ὕστερον εὐθέως mox, καθ ἡμέραν cottidie, μεταξύ ἐν τοσούτῳ interea, ἐν τῷ παρόντι interim, εὐθέως statim, αἰφνιδίως subito, ἐξαίφνης repente, παραχρῆμα extemplo, νεωστί recens, ἤδη πάλαι iamdudum, ἐνίοτε ἔσθ᾽ ὅτε interdum, συνεχῶς subinde, τὰ μάλιστα cummaxime, νῦν nunc, παραυτίκα confestim, ἐξαυτῆς actutum, ἤδη ποτέ tandem aliquando, εὐθέως ilico, ἔσθ᾽ ὅτε nonnumquam, ἀεί semper, ἐν τοσούτῳ tantisper, ἐπ᾽ ὀλίγον paulisper, μετέπειτα postea, μετὰ ταῦτα post, μετὰ ταῦτα posthac, πρὸ τούτων καὶ πρὸ τούτου antehac, ἕως dum, μέχρι donec, ἅμα τε simulatque, πρὶν ἤ antequam, μετὰ τό postquam, συνεχῶς frequenter, μόλις ἅμα uix, ἐπὶ πολύ diu, ἐπὶ πλέον diutius, ἐπὶ πλεῖστον diutissime, ὀψέ sero.
410Dositheus, Ars, p. 68, l. 13 (auctor c.350)
sunt praepositiones quae accusatiuo casui seruiunt, ut πρός ad, παρά apud, πρό ante, κατέναντι contra aduersum, περί circa, ἐντός cis, ἐντός citra, περί circum, περί circiter, περί erga, ἐκτός extra, ἐντός intra, μεταξύ inter, ἐγγύς ἐντός iuxta, ὑποκάτω infra, κατά in, διά ob, μετά post, διά propter, ἐγγύς prope, ὀπίσω ὄπισθεν pone, παρεκτός praeter, ἐντός penes, διά per, ὑπό subter subtus sub, κατά secundum, ἐπάνω super, ὑπέρ supra, πέραν trans, μέχρις usque, ὑπέρ ultra.
411Dositheus, Ars, p. 69, l. 3 (auctor c.350)
sunt praepositiones quae ablatiuo casui seruiunt, ut ἀπό a, ἀπό ab abs, μετά cum, ἐπί coram, περί de, ἐκ ἀπό ex, ἐν in, ὑπέρ pro, διά prae, ἄνευ χωρίς sine, περί super, ὑπό sub, μέχρι tenus; utriusque casus, in sub super subter, ut πρὸς Σακέρδωτα ad Sacerdotem πρὸ τοῦ βήματος ante tribunal, περὶ τὴν σχολήν circa scholam, περὶ τὰ τείχη circum muros, ἐντὸς Ῥήνου cis Renum, κατέναντι τοῦ Τιβέρεως contra Tiberim, ἐντὸς ὅρου citra terminum, περὶ τὰ τέκνα erga filios, ἐκτὸς πόλεως extra ciuitatem, ἐντὸς τειχῶν intra muros, μεταξὺ φίλων inter amicos, ἐγγὺς τῆς βασιλικῆς iuxta basilicam, ὑπὸ τῇ πόλει infra muros, κατὰ πατροκτόνου in parricidam, διὰ τὴν ὀργήν ob iram, μετὰ χρόνον post tempus, δι᾽ ἐκεῖνον propter illum, ὀπίσω ἐκείνου pone illum, παρεκτὸς ἐμοῦ praeter me, ὑπὸ τὴν κλίνην subtus lectum, ὑπὸ σκιάν sub umbram, ἐπάνω ἐπὶ τοῦ βουνοῦ super collem, ὑπὲρ τὴν τύχην supra fortunam, πέραν τοῦ Τιβέρεως trans Tiberim, μέχρι θαλάσσης usque ad mare, ὑπὲρ τὴν ἡλικίαν ultra aetatem; ablatiui casus sunt, διὰ τοῦ πολέμου prae bello, χωρὶς τοῦ παιδός sine puero, μέχρι ἥβης tenus pube; communes, κατὰ πατροκτόνου in parricidam, ἐν ἀγρῷ in agro, εἰς ἀγρόν in agrum, περὶ Πριάμου super Priamo, ἐπάνω βουνοῦ super collem, ὑπὸ τῇ στέγῃ sub tecto, ὑπὸ τὴν σκιάν sub umbram.
412Dositheus, Hermeneumata Leidensia, III, 3; 23 (auctor c.350)
Πρῶτον οὖν ἴδωμεν πόταπόν ἐστι, ὃ λέγεται (αὐτούς, οἳ μεταξὺ φίλους παλαιοὺς ἠλευθεροῦντο), μὴ εἶναι ἐλευθέρους, ἀλλὰ τοῦ δεσπότου θελήσει εἰς ἐλευθερίαν διατρίβειν, καὶ μόνον τοῦ δουλικοῦ φόβου ἀπολύεσθαι.
413Dositheus, Hermeneumata Leidensia, III, 3; 37 (auctor c.350)
Ἐν τούτοις, οἳ μεταξὺ φίλων ἐλευθεροῦνται, θέλησις δεσπότου σκοπεῖται˙ νόμος γὰρ Ἰούνιος τούτους γίνεσθαι Λατίνους κελεύει, οὓς ὁ δεσπότης ἐλευθέρους εἶναι ἠθέλησεν.
414Dositheus, Hermeneumata Leidensia, III, 3; 47 (auctor c.350)
Ἀλλὰ μεταξὺ φίλων δοῦλος ἀπὸ κοινωνῶν ἐλευθερωθείς, ἑκατέρω κυριεύσουσιν, δοῦλος μενεῖ˙ δίκαιον γὰρ οὐ προσαύξεσθαι ἐν ταύτῃ τῇ ἐλευθερίᾳ, ἐν ᾗ στρέφεται, εἰ καὶ Προκουλὸς δοκιμάσῃ προσαύξειν μετὰ κοινωνῶν, οὗ τῇ γνώμῃ χρώμεθα.
415Dositheus, Hermeneumata Leidensia, III, 3; 58 (auctor c.350)
Οὗτος δὲ ὁ ἐλευθερούμενος εἰς φίλους, ὅσων ἂν ᾖ ἐτῶν, Λατίνος γίνεται, καὶ μόνον αὐτῷ τοῦτο προχωρεῖ ἡ ἐλευθερία, ἵνα μεταξὺ πάλιν δυνηθῇ ἐκ προσαγωγῆς ἢ διαθήκῃ (ἐλευθερωθῆναι), καὶ πολίτης Ῥωμαίων γενέσθαι.
416Dositheus, Hermeneumata Leidensia, III, 5; 16 (auctor c.350)
Τεῦκρον δὲ πολλοὺς ἀναιροῦντα τῶν Τρώων Ἀγαμέμνων ἐπῄνεσεν, ὃν μεταξὺ Ἕκτωρ μεγάλῳ πέτρῳ ἠφάνισεν˙ καὶ Ζεὺς τότε Ἥραν καὶ Ἀθηνᾶν ἀπὸ τοῦ στρατοῦ τῶν Ἑλλήνων ἀπονεῦσαι ἐκέλευσεν, καὶ οὕτως νίκη τῶν Τρώων ἐγένετο.
417Dositheus, Hermeneumata Leidensia, III, 5; 30 (auctor c.350)
Μεταξὺ δὲ Ἀγαμέμνων καὶ Μενέλαος ἐξυπνίζουσι Νέστορα καὶ τοὺς λοιποὺς τῶν Ἑλλήνων˙ καὶ Νέστωρ ἐπιτυγχάνει γὰρ Ὀδυσσέως, ὅπως ἀπέλθῃ μετὰ Διομήδους τῶν Τρώων κατάσκοπος, οἷς ὑπαντήσας Δόλων σφάζεται ὑπ’ αὐτῶν, ἀλλὰ καὶ Ῥῆσον τὸν Θρᾳκῶν βασιλέα ἀνεῖλαν, καὶ εὐθέως κελεύσει Ἀθηνᾶς πρὶν διαφαύσῃ πρὸς τὰς ναῦς ἐπανῆλθον.
418Dositheus, Hermeneumata Leidensia, III, 5; 34 (auctor c.350)
Συμβληθείσης μάχης Ἕκτωρ Διὸς κελεύσει ἔφυγεν πρὸς Ἀγαμέμνονα, καὶ Κόων Ἀντήνορος Ἀγαμέμνονος τὴν χεῖρα ἔτρωσεν καὶ μεταξὺ ἐσφάγη ὑπ’ αὐτοῦ, καὶ Διομήδης ὑπὸ Ἀλεξάνδρου τόξῳ τὸν δεξιὸν πόδα τιτρώσκεται, ἀλλὰ καὶ Ὀδυσσεὺς ἐτρώθη ὑπὸ Σώκου, καὶ Μαχάων ὑπὸ Πάριδος τὸν δεξιὸν ὦμον, ὃν Νέστωρ τῷ ἰδίῳ ἅρματι ἐπιθεὶς πρὸς τὰς ναῦς ἤγαγεν˙ καὶ Εὐρύπυλον κατὰ τοῦ ὤμου Ἀλέξανδρος ἐτόξευσεν.
419Dositheus, Hermeneumata Leidensia, III, 5; 74 (auctor c.350)
Σφάζει δὲ καὶ Κεβριόνην τὸν ἡνίοχον Ἕκτορος˙ μεταξὺ δὲ καὶ αὐτὸς ἀναιρεῖται ὑπὸ Ἕκτορος˙ πρῶτον δὲ ἐξοπλίζεται ὑπὸ Ἀπόλλωνος καὶ τραυματίζεται ὑπὸ Εὐφόρβου.
420Dositheus, Hermeneumata Leidensia, III, 5; 81 (auctor c.350)
Τοῦ πτώματος κειμένου τοῦ Πατρόκλου Μενέλαος ἐσκέπαζεν, ὃν τιτρώσκει Εὔφορβος˙ μεταξὺ δὲ ὑπ’ αὐτοῦ ἀναιρεῖται.
421Dositheus, Hermeneumata Leidensia, III, 5; 85 (auctor c.350)
Μεταξὺ οὖν βροντήσαντος τοῦ οὐρανοῦ πείθει Τελαμὼν Αἴαντα ἀναχωρῆσαι, Μενέλαος δὲ πέμπει πρὸς Ἀχιλλέα Ἀντίλοχον ἀπαγγελοῦντα τοῦ Πατρόκλου θάνατον.
422Dositheus, Hermeneumata Leidensia, III, 5; 125 (auctor c.350)
Ἀγήνορα δὲ τὸν Ἀντήνορος υἱὸν κινδυνεύοντα σφαγῆναι ὑπὸ Ἀχιλλέως ἐρύσατο˙ μεταξὺ δὲ οἱ θεοὶ τοῖς ἰδίοις τόποις ἀνέστρεφαν.
423Euclides, Elementa, 2, prop., 5; 1 (auctor fl.300BC)
Ἐὰν εὐθεῖα γραμμὴ τμηθῇ εἰς ἴσα καὶ ἄνισα, τὸ ὑπὸ τῶν ἀνίσων τῆς ὅλης τμημάτων περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς μεταξὺ τῶν τομῶν τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ἡμισείας τετραγώνῳ.
424Euclides, Elementa, 2, prop., 5; 10 (auctor fl.300BC)
Ἐὰν ἄρα εὐθεῖα γραμμὴ τμηθῇ εἰς ἴσα καὶ ἄνισα, τὸ ὑπὸ τῶν ἀνίσων τῆς ὅλης τμημάτων περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς μεταξὺ τῶν τομῶν τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ἡμισείας τετραγώνῳ· ὅπερ ἔδει δεῖξαι.
425Euclides, Elementa, 2, prop., 9; 1 (auctor fl.300BC)
Ἐὰν εὐθεῖα γραμμὴ τμηθῇ εἰς ἴσα καὶ ἄνισα, τὰ ἀπὸ τῶν ἀνίσων τῆς ὅλης τμημάτων τετράγωνα διπλάσιά ἐστι τοῦ τε ἀπὸ τῆς ἡμισείας καὶ τοῦ ἀπὸ τῆς μεταξὺ τῶν τομῶν τετραγώνου.
426Euclides, Elementa, 2, prop., 9; 18 (auctor fl.300BC)
Ἐὰν ἄρα εὐθεῖα γραμμὴ τμηθῇ εἰς ἴσα καὶ ἄνισα, τὰ ἀπὸ τῶν ἀνίσων τῆς ὅλης τμημάτων τετράγωνα διπλάσιά ἐστι τοῦ τε ἀπὸ τῆς ἡμισείας καὶ τοῦ ἀπὸ τῆς μεταξὺ τῶν τομῶν τετραγώνου· ὅπερ ἔδει δεῖξαι.
427Euclides, Elementa, 3, prop., 8; 1 (auctor fl.300BC)
Ἐὰν κύκλου ληφθῇ τι σημεῖον ἐκτός, ἀπὸ δὲ τοῦ σημείου πρὸς τὸν κύκλον διαχθῶσιν εὐθεῖαί τινες, ὧν μία μὲν διὰ τοῦ κέντρου, αἱ δὲ λοιπαί, ὡς ἔτυχεν, τῶν μὲν πρὸς τὴν κοίλην περιφέρειαν προσπιπτουσῶν εὐθειῶν μεγίστη μέν ἐστιν ἡ διὰ τοῦ κέντρου, τῶν δὲ ἄλλων ἀεὶ ἡ ἔγγιον τῆς διὰ τοῦ κέντρου τῆς ἀπώτερον μείζων ἐστίν, τῶν δὲ πρὸς τὴν κυρτὴν περιφέρειαν προσπιπτουσῶν εὐθειῶν ἐλαχίστη μέν ἐστιν ἡ μεταξὺ τοῦ τε σημείου καὶ τῆς διαμέτρου, τῶν δὲ ἄλλων ἀεὶ ἡ ἔγγιον τῆς ἐλαχίστης τῆς ἀπώτερόν ἐστιν ἐλάττων, δύο δὲ μόνον ἴσαι ἀπὸ τοῦ σημείου προσπεσοῦνται πρὸς τὸν κύκλον ἐφ' ἑκάτερα τῆς ἐλαχίστης.
428Euclides, Elementa, 3, prop., 8; 3 (auctor fl.300BC)
λέγω, ὅτι τῶν μὲν πρὸς τὴν ΑΕΖΓ κοίλην περιφέρειαν προσπιπτουσῶν εὐθειῶν μεγίστη μέν ἐστιν ἡ διὰ τοῦ κέντρου ἡ ΔΑ, μείζων δὲ ἡ μὲν ΔΕ τῆς ΔΖ ἡ δὲ ΔΖ τῆς ΔΓ, τῶν δὲ πρὸς τὴν ΘΛΚΗ κυρτὴν περιφέρειαν προσπιπτουσῶν εὐθειῶν ἐλαχίστη μέν ἐστιν ἡ ΔΗ ἡ μεταξὺ τοῦ σημείου καὶ τῆς διαμέτρου τῆς ΑΗ, ἀεὶ δὲ ἡ ἔγγιον τῆς ΔΗ ἐλαχίστης ἐλάττων ἐστὶ τῆς ἀπώτερον, ἡ μὲν ΔΚ τῆς ΔΛ, ἡ δὲ ΔΛ τῆς ΔΘ.
429Euclides, Elementa, 3, prop., 8; 17 (auctor fl.300BC)
Ἐὰν ἄρα κύκλου ληφθῇ τι σημεῖον ἐκτός, ἀπὸ δὲ τοῦ σημείου πρὸς τὸν κύκλον διαχθῶσιν εὐθεῖαί τινες, ὧν μία μὲν διὰ τοῦ κέντρου αἱ δὲ λοιπαί, ὡς ἔτυχεν, τῶν μὲν πρὸς τὴν κοίλην περιφέρειαν προσπιπτουσῶν εὐθειῶν μεγίστη μέν ἐστιν ἡ διὰ τοῦ κέντρου, τῶν δὲ ἄλλων ἀεὶ ἡ ἔγγιον τῆς διὰ τοῦ κέντρου τῆς ἀπώτερον μείζων ἐστίν, τῶν δὲ πρὸς τὴν κυρτὴν περιφέρειαν προσπιπτουσῶν εὐθειῶν ἐλαχίστη μέν ἐστιν ἡ μεταξὺ τοῦ τε σημείου καὶ τῆς διαμέτρου, τῶν δὲ ἄλλων ἀεὶ ἡ ἔγγιον τῆς ἐλαχίστης τῆς ἀπώτερόν ἐστιν ἐλάττων, δύο δὲ μόνον ἴσαι ἀπὸ τοῦ σημείου προσπεσοῦνται πρὸς τὸν κύκλον ἐφ' ἑκάτερα τῆς ἐλαχίστης· ὅπερ ἔδει δεῖξαι.
430Euclides, Elementa, 3, prop., 16; 1 (auctor fl.300BC)
Ἡ τῇ διαμέτρῳ τοῦ κύκλου πρὸς ὀρθὰς ἀπ' ἄκρας ἀγομένη ἐκτὸς πεσεῖται τοῦ κύκλου, καὶ εἰς τὸν μεταξὺ τόπον τῆς τε εὐθείας καὶ τῆς περιφερείας ἑτέρα εὐθεῖα οὐ παρεμπεσεῖται, καὶ ἡ μὲν τοῦ ἡμικυκλίου γωνία ἁπάσης γωνίας ὀξείας εὐθυγράμμου μείζων ἐστίν, ἡ δὲ λοιπὴ ἐλάττων.
431Euclides, Elementa, 3, prop., 16; 8 (auctor fl.300BC)
Πιπτέτω ὡς ἡ ΑΕ· λέγω δή, ὅτι εἰς τὸν μεταξὺ τόπον τῆς τε ΑΕ εὐθείας καὶ τῆς ΓΘΑ περιφερείας ἑτέρα εὐθεῖα οὐ παρεμπεσεῖται.
432Euclides, Elementa, 3, prop., 16; 12 (auctor fl.300BC)
οὐκ ἄρα εἰς τὸν μεταξὺ τόπον τῆς τε εὐθείας καὶ τῆς περιφερείας ἑτέρα εὐθεῖα παρεμπεσεῖται.
433Euclides, Elementa, 3, prop., 16; 14 (auctor fl.300BC)
Εἰ γὰρ ἐστί τις γωνία εὐθύγραμμος μείζων μὲν τῆς περιεχομένης ὑπό τε τῆς ΒΑ εὐθείας καὶ τῆς ΓΘΑ περιφερείας, ἐλάττων δὲ τῆς περιεχομένης ὑπό τε τῆς ΓΘΑ περιφερείας καὶ τῆς ΑΕ εὐθείας, εἰς τὸν μεταξὺ τόπον τῆς τε ΓΘΑ περιφερείας καὶ τῆς ΑΕ εὐθείας εὐθεῖα περεμπεσεῖται, ἥτις ποιήσει μείζονα μὲν τῆς περιεχομένης ὑπό τε τῆς ΒΑ εὐθείας καὶ τῆς ΓΘΑ περιφερείας ὑπὸ εὐθειῶν περιεχομένην, ἐλάττονα δὲ τῆς περιεχομένης ὑπό τε τῆς ΓΘΑ περιφερείας καὶ τῆς ΑΕ εὐθείας.
434Euclides, Elementa, 3, prop., 36; 1 (auctor fl.300BC)
Ἐὰν κύκλου ληφθῇ τι σημεῖον ἐκτός, καὶ ἀπ' αὐτοῦ πρὸς τὸν κύκλον προσπίπτωσι δύο εὐθεῖαι, καὶ ἡ μὲν αὐτῶν τέμνῃ τὸν κύκλον, ἡ δὲ ἐφάπτηται, ἔσται τὸ ὑπὸ ὅλης τῆς τεμνούσης καὶ τῆς ἐκτὸς ἀπολαμβανομένης μεταξὺ τοῦ τε σημείου καὶ τῆς κυρτῆς περιφερείας ἴσον τῷ ἀπὸ τῆς ἐφαπτομένης τετραγώνῳ.
435Euclides, Elementa, 3, prop., 36; 17 (auctor fl.300BC)
Ἐὰν ἄρα κύκλου ληφθῇ τι σημεῖον ἐκτός, καὶ ἀπ' αὐτοῦ πρὸς τὸν κύκλον προσπίπτωσι δύο εὐθεῖαι, καὶ ἡ μὲν αὐτῶν τέμνῃ τὸν κύκλον, ἡ δὲ ἐφάπτηται, ἔσται τὸ ὑπὸ ὅλης τῆς τεμνούσης καὶ τῆς ἐκτὸς ἀπολαμβανομένης μεταξὺ τοῦ τε σημείου καὶ τῆς κυρτῆς περιφερείας ἴσον τῷ ἀπὸ τῆς ἐφαπτομένης τετραγώνῳ· ὅπερ ἔδει δεῖξαι.
436Euclides, Elementa, 3, prop., 37; 1 (auctor fl.300BC)
Ἐὰν κύκλου ληφθῇ τι σημεῖον ἐκτός, ἀπὸ δὲ τοῦ σημείου πρὸς τὸν κύκλον προσπίπτωσι δύο εὐθεῖαι, καὶ ἡ μὲν αὐτῶν τέμνῃ τὸν κύκλον, ἡ δὲ προσπίπτῃ, ᾖ δὲ τὸ ὑπὸ [τῆς] ὅλης τῆς τεμνούσης καὶ τῆς ἐκτὸς ἀπολαμβανομένης μεταξὺ τοῦ τε σημείου καὶ τῆς κυρτῆς περιφερείας ἴσον τῷ ἀπὸ τῆς προσπιπτούσης, ἡ προσπίπτουσα ἐφάψεται τοῦ κύκλου.
437Euclides, Elementa, 3, prop., 37; 12 (auctor fl.300BC)
Ἐὰν ἄρα κύκλου ληφθῇ τι σημεῖον ἐκτός, ἀπὸ δὲ τοῦ σημείου πρὸς τὸν κύκλον προσπίπτωσι δύο εὐθεῖαι, καὶ ἡ μὲν αὐτῶν τέμνῃ τὸν κύκλον, ἡ δὲ προσπίπτῃ, ᾖ δὲ τὸ ὑπὸ ὅλης τῆς τεμνούσης καὶ τῆς ἐκτὸς ἀπολαμβανομένης μεταξὺ τοῦ τε σημείου καὶ τῆς κυρτῆς περιφερείας ἴσον τῷ ἀπὸ τῆς προσπιπτούσης, ἡ προσπίπτουσα ἐφάψεται τοῦ κύκλου· ὅπερ ἔδει δεῖξαι.
438Euclides, Elementa, 8, prop., 8; 1 (auctor fl.300BC)
Ἐὰν δύο ἀριθμῶν μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτωσιν ἀριθμοί, ὅσοι εἰς αὐτοὺς μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί, τοσοῦτοι καὶ εἰς τοὺς τὸν αὐτὸν λόγον ἔχοντας [αὐτοῖς] μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεσοῦνται.
439Euclides, Elementa, 8, prop., 8; 2 (auctor fl.300BC)
Δύο γὰρ ἀριθμῶν τῶν Α, Β μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπιπτέτωσαν ἀριθμοὶ οἱ Γ, Δ, καὶ πεποιήσθω ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Ε πρὸς τὸν Ζ· λέγω, ὅτι ὅσοι εἰς τοὺς Α, Β μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί, τοσοῦτοι καὶ εἰς τοὺς Ε, Ζ μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεσοῦνται.
440Euclides, Elementa, 8, prop., 8; 12 (auctor fl.300BC)
ὅσοι ἄρα εἰς τοὺς Α, Β μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί, τοσοῦτοι καὶ εἰς τοὺς Ε, Ζ μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί· ὅπερ ἔδει δεῖξαι.
441Euclides, Elementa, 8, prop., 9; 1 (auctor fl.300BC)
Ἐὰν δύο ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους ὦσιν, καὶ εἰς αὐτοὺς μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτωσιν ἀριθμοί, ὅσοι εἰς αὐτοὺς μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί, τοσοῦτοι καὶ ἑκατέρου αὐτῶν καὶ μονάδος μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεσοῦνται.
442Euclides, Elementa, 8, prop., 9; 2 (auctor fl.300BC)
Ἔστωσαν δύο ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους οἱ Α, Β καὶ εἰς αὐτοὺς μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπιπτέτωσαν οἱ Γ, Δ, καὶ ἐκκείσθω ἡ Ε μονάς· λέγω, ὅτι ὅσοι εἰς τοὺς Α, Β μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί, τοσοῦτοι καὶ ἑκατέρου τῶν Α, Β καὶ τῆς μονάδος μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεσοῦνται.
443Euclides, Elementa, 8, prop., 9; 16 (auctor fl.300BC)
ὅσοι ἄρα εἰς τοὺς Α, Β μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί, τοσοῦτοι καὶ ἑκατέρου τῶν Α, Β καὶ μονάδος τῆς Ε μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί· ὅπερ ἔδει δεῖξαι.
444Euclides, Elementa, 8, prop., 10; 1 (auctor fl.300BC)
Ἐὰν δύο ἀριθμῶν ἑκατέρου καὶ μονάδος μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτωσιν ἀριθμοί, ὅσοι ἑκατέρου αὐτῶν καὶ μονάδος μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί, τοσοῦτοι καὶ εἰς αὐτοὺς μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεσοῦνται.
445Euclides, Elementa, 8, prop., 10; 2 (auctor fl.300BC)
Δύο γὰρ ἀριθμῶν τῶν Α, Β καὶ μονάδος τῆς Γ μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπιπτέτωσαν ἀριθμοὶ οἵ τε Δ, Ε καὶ οἱ Ζ, Η· λέγω, ὅτι ὅσοι ἑκατέρου τῶν Α, Β καὶ μονάδος τῆς Γ μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί, τοσοῦτοι καὶ εἰς τοὺς Α, Β μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεσοῦνται.
446Euclides, Elementa, 8, prop., 10; 20 (auctor fl.300BC)
ὅσοι ἄρα ἑκατέρου τῶν Α, Β καὶ τῆς Γ μονάδος μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί, τοσοῦτοι καὶ εἰς τοὺς Α, Β μεταξὺ κατὰ τὸ συνεχὲς ἐμπεσοῦνται· ὅπερ ἔδει δεῖξαι.
447Euclides, Elementa, 8, prop., 25; 4 (auctor fl.300BC)
ὅσοι δὲ εἰς τοὺς Γ, Δ μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτουσιν, τοσοῦτοι καὶ εἰς τοὺς τὸν αὐτὸν λόγον ἔχοντας αὐτοῖς· ὥστε καὶ τῶν Α, Β δύο μέσοι ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί.
448Euclides, Elementa, 9, prop., 1; 7 (auctor fl.300BC)
ἐὰν δὲ δύο ἀριθμῶν μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτωσιν ἀριθμοί, ὅσοι εἰς αὐτοὺς ἐμπίπτουσι, τοσοῦτοι καὶ εἰς τοὺς τὸν αὐτὸν λόγον ἔχοντας· ὥστε καὶ τῶν Δ, Γ εἷς μέσος ἀνάλογον ἐμπίπτει ἀριθμός.
449Euclides, Elementa, 12, prop., 17; 20 (auctor fl.300BC)
ἐὰν δὴ νοήσωμεν ἀπὸ τῶν Ο, Σ, Π, Τ, Ρ, Υ σημείων ἐπὶ τὸ Α ἐπιζευγνυμένας εὐθείας, συσταθήσεταί τι σχῆμα στερεὸν πολύεδρον μεταξὺ τῶν ΒΞ, ΚΞ περιφερειῶν ἐκ πυραμίδων συγκείμενον, ὧν βάσεις μὲν τὰ ΚΒΟΣ, ΣΟΠΤ, ΤΠΡΥ τετράπλευρα καὶ τὸ ΥΡΞ τρίγωνον, κορυφὴ δὲ τὸ Α σημεῖον.
450Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0050B
Γίνονται τοίνυν αἱ μεταξὺ Δαρείου τοῦ Πέρσου, καὶ Τιβερίου τοῦ Ῥωμαίων βασιλέως, ὀλυμπιάδες ρλζ', αἳ συνάγουσι χρόνον ἐτῶν φμη', τετραετείας τῇ ὀλυμπιάδι λογιζομένης.
451Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, 1, p720; 48 (auctor 1520-1575)
Sic et in locutionibus Graecis accipitur haec vocula ἐν τούτῳ, ἐν ᾧ, ἐμτῷ μεταξύ .
452Flavius Constantinus, Epistola, 87, 1147B
Πάντως ἐπίσταται καὶ ἡ ὑμετέρα πατρικὴ μακαριότης, καὶ πλεῖστοι τῶν τῆς καθ' ὑμᾶς ἁγιωτάτης Ἐκκλησίας τῆς πρεσβυτέρας ἡμῶν Ῥώμης, ὡς ἀφ' οὗπερ ἐκέλευσεν ὁ Θεὸς αὐτοκρατορικῶς βασιλεύειν ἡμᾶς, πολλάκις ἐθελησάντων τινῶν κίνησιν ποιήσασθαι περὶ τῶν φιλονεικουμένων ῥημάτων ὑπὲρ τοῦ τῆς εὐσεβείας δόγματος, μεταξὺ τοῦ μέρους τῆς τε καθ' ὑμᾶς ἁγιωτάτης Ἐκκλησίας, καὶ τῶν τῆς ἐνταῦθα ἁγιωτάτης τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας, καὶ ἀμφισβητῆσαι, διεκωλύσαμεν τοῦτο γενέσθαι, τοῦ καιροῦ μὴ ἐπιδεχομένου· γινώσκοντες, ὡς ἀπὸ μερικῆς ἀμφισβητήσεως, πρὸς οἷς ἕνωσιν γενέσθαι οὐκ ἐνεδέχετο, ἀλλὰ καὶ τὸ κακὸν ηὔξανε.
453Flavius Constantinus, Epistola, 87, 1150B
Μετὰ οὖν τὸ τὴν τοιαύτην ἐπιστολὴν σταλῆναι πρὸς τὴν ὑμετέραν πατρικὴν μακαριότητα, ἠρωτήσαμεν τόν τε αὐτὸν ἁγιώτατον καὶ μακαριώτατον πατριάρχην, καὶ Μακάριον τῆς Θεουπολιτῶν πόλεως, τίς ἡ δυσχέρεια ἡ προβαίνουσα μεταξύ τῆς ὑμετέρας πατρικῆς μακαριότητος, ἤγουν τοῦ καθ' ὑμᾶς ἀποστολικοῦ θρόνου, καὶ αὐτῶν· ἤδη τετελεσμένων πάντων ὄντων περὶ τῆς ἀμωμήτου ἡμῶν καὶ ἀπαρασαλεύτου τῶν Χριστιανῶν πίστεως διὰ τῆς διδασκαλίας τῶν ἁγίων ἀποστόλων, διά τε τῶν ἐκθέσεων τῶν ἁγίων πέντε συνόδων, καὶ τῆς διδασκαλίας τῶν ἁγίων ἐκκρίτων Πατέρων, καὶ πασῶν τῶν αἱρέσεων ἤδη καὶ τηλαυγηθεισῶν καὶ καταργηθεισῶν, καὶ μηκέτι ὑπεῖναι τρόπον δυνάμενον παρασπασμὸν ἢ σχίσμα τῇ ἁγίᾳ καὶ ἀμωμήτῳ ἡμῶν περιποιῆσαι πίστει· καὶ ἀπελογήσαντο ἡμῖν οἱ αὐτοὶ ἁγιώτατοι πατριάρχαι, ὡς ῥήματά τινα καινοφωνιῶν εἰσήχθησαν, τινῶν μὲν ἐξ ἀνειδησίας ταῦτα εἰσαγαγόντων, ἑτέρων δὲ παρὰ τὸ προσῆκον ἐπεξεργαζομένων τὰ ἀκατάληπτα ἔργα τοῦ Θεοῦ· καὶ ὅτι ἀφ' οὗ ταῦτα ἤρξαντο κινεῖσθαι τὰ ῥήματα καὶ μέχρι τοῦ παρόντος συνέλευσις μεταξὺ τῶν δύο θρόνων οὐ γέγονεν, ἵνα ἐκζητοῦντες, πληροφορίαν ἑαυτοῖς εἰσαγάγωσι τῆς ἀληθείας.
454Flavius Constantinus, Epistola, 87, 1151D
Ἐπεὶ μὴ καταδέχεσθαι τοὺς μετὰ ταῦτα πατριάρχας τῆς εἰρημένης ἁγιωτάτης Ἐκκλησίας Ῥώμης μνημονεύειν, μέχρις ἂν ἡ συζήτησις καὶ πληροφορία γένηται τῶν ῥημάτων τῶν ἀμφισβητουμένων μεταξὺ τῶν ἑκατέρων θρόνων· καὶ εἶθ' οὕτως ἡ ὑμετέρα πατρικὴ μακαριότης ἀκολούθως μνημονευθῇ.
455Gregorius I, Dialogi, 77, 0158A (auctor 540-604)
Οὕτως οὖν Ἰωάννης ὁ Βαπτιστὴς διδάσκαλον μὴ ἐσχηκέναι ἀναγινώσκεται· οὐδὲ γὰρ αὐτὴ ἡ Ἀλήθεια, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, σωματικῇ παρουσίᾳ τοὺς ἀποστόλους διδάξας, τοῦτον σωματικῶς μεταξὺ αὐτῶν συνηθρόϊσεν· ἔνδοθεν δέ μᾶλλον διδάσκων, ἔξωθεν ἐν ἐλευθερίᾳ κατέλιπεν· οὕτως Μωυσῆς ἐν τῇ ἐρήμῳ ὑπὸ ἀγγέλου ὁδηγηθεὶς, ἐντολὴν μεμάθηκεν, ἥνπερ δι' ἀνθρώπου οὐκ ἔγνω.
456Gregorius I, Dialogi, 77, 0179A (auctor 540-604)
Μεταξὺ τῶν δυνάμεων ἐν ποίοις ἡ ψυχὴ διάκειται, καλῶς ἐπιζητεῖς· σφόδρα γὰρ τὸν νοῦν ἔνδον ἐκπλήττουσιν ἐν τῇ δοκιμασίᾳ ἅπερ ἔξωθεν γίνονται θαύματα.
457Gregorius I, Dialogi, 77, 0186D (auctor 540-604)
Μεταξὺ οὖν ὀλίγων ἡμερῶν πρῶτος ὁ εὐλαβέστατος ἀνὴρ Ἀναστάσιος, καὶ οἱ λοιποὶ κατ' ὄρδινον τῶν δεσμῶν τοῦ σώματος ἀπολυθέντες, πρὸς κύριον ἐξεδήμησαν, ὃν τρόπον ἐκ τῆς κορυφῆς τοῦ λίθου ἐκλήθησαν.
458Gregorius I, Dialogi, 77, 0187B (auctor 540-604)
Ἡνίκα ὁ ἀδελφὸς οὗτος κεκλημένος μεταξὺ τῶν ἄλλων οὐκ ἦν, ἀλλὰ ταῖς εὐχαῖς τοῦ ἁγίου ἀνδρὸς ἐκ τοῦ κόσμου τούτου μετέστη, τί ἕτερον δίδοται νοεῖν, εἰ μὴ ὅτι οἱ παρὰ τῷ κυρίῳ τέλειοι ὄντες, δικαίως ὑπακουσθῆναι πολλάκις δύνανται, καὶ εἰς αὐτὰ ἅπερ προωρισμένα οὐχ ὑπάρχουσιν.
459Gregorius I, Dialogi, 77, 0211B (auctor 540-604)
Ἐν τοῖς αὐτοῖς τῆς Τουδέρεως πόλεως μέρεσι, μεταξὺ δύο ὀρέων ἐν κοιλάδι τινὶ, ἐπιχωρίως Ἰντεροκρίνα ὀνομαζομένῃ, ἐκκλησία τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας Θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας ὑπάρχει.
460Gregorius I, Dialogi, 77, 0219C (auctor 540-604)
Ἐν τῇ νυκτὶ γὰρ ταῦτῃ ἐν ὁράματι ἐθεασάμην ἄρχοντας ἐπὶ βήματος κατ' ἐμοῦ καθεζομένους, ὧν μεταξὺ καὶ οὗτος συνεκαθέζετο, καὶ τὸ φλαγέλλιον ὅπερ ποτὲ ἔλαβον τῇ αὐτῶν κρίσει ἐπῄρθη μοι.
461Gregorius I, Dialogi, 77, 0231A (auctor 540-604)
Τότε ὁ πονηρὸς διάβολος καὶ τοῦ ἀνθρωπίνου γένους ἀρχαῖος ἐχθρὸς, τοῦτον κολακευτικῶς προσκαλεσάμενος, ἔφη· Ὅπερ ἐνήρξω, σπεῦσον πληρῶσαι, ἵνα ἐν τῇ πτώσει αὐτοῦ σὺ μόνος μεταξὺ τῶν λοιπῶν τὸ τῆς νίκης βαῒν κρατήσῃς.
462Gregorius I, Dialogi, 77, 0282B (auctor 540-604)
Ἠποίησε δὲ τὰς ἑαυτοῦ εὐλογίας, καὶ ταύτας μεταξὺ τῶν ἄλλων εὐλογιῶν μίξας ἀπέστειλεν, ὅπως ἀκριβῶς μὴ ἐπιγινώσκοντος αὐτοῦ τὰ δῶρα ταῦτα δέξηται.
463Gregorius I, Dialogi, 77, 0283B (auctor 540-604)
Πρὸ τῶν δεκαπέντε τούτων ἐτῶν, καθὼς οὗτοι μαρτυροῦσιν, οἵτινες μεταξὺ αὐτῶν τότε εὑρεθῆναι λέγουσιν, τεσσαράκοντα γεωργοὶ παρὰ τῶν Λογγοβάρδων αἰχμαλωτισθέντες, κρέα τῆς αὐτῶν θυσίας φαγεῖν ἠναγκάζοντο.
464Gregorius I, Dialogi, 77, 0302C (auctor 540-604)
Μεταξύ γὰρ ἐν τῷ νοσοκομείῳ ἀσθενῶν ὑπῆρχέ τις τὸν νοῦν βεβλαμμένος, ἥνπερ ἀσθένειαν ἡ ἰατρικὴ τέχνη τῇ Ἑλληνίδι διαλέκτῳ φρενῖτιν ὀνομάζει.
465Gregorius I, Dialogi, 77, 0311A (auctor 540-604)
Διαγνόντες τοίνυν οἱ ἐν τῷ τόπῳ ἐκείνῳ εὑρεθέντες Λογγοβάρδοι, ὅτι Σάγκτουλος ὁ μεταξὺ αὐτῶν δι' ἁγιωσύνης σέβας ἐν μεγίστῃ τιμῇ ὑπάρχων, φονευθῆναι ἤμελλεν, πάντες συνῆλθον, τῇ συνήθει αὐτῶν ὠμότητι χρώμενοι εὐφραινόμενοι, καὶ ἐν ὀρδίνῳ στάντες, τὸν θάνατον αὐτοῦ ἐξεδέχοντο.
466Gregorius I, Dialogi, 77, 0313B (auctor 540-604)
Ἡμεῖς γὰρ ἐν δυνάμει λόγων διάκενα ὁμιλοῦντες, ὥσπερ μεταξὺ καρπίμων δένδρων ἑστῶτες, ὀσφραινόμεθα μὲν τὴν ὀπώραν, ἐξ αὐτῆς δὲ φαγεῖν οὐ δυνάμεθα.
467Gregorius I, Dialogi, 77, 0347A (auctor 540-604)
Αὕτη μεταξὺ δύο ἀδελφιδῶν αὐτῆς πάσῃ δυνάμει ἐν τῇ ἀδιαλείπτῳ προσευχῇ προσεκαρτέρει, ἐν μονώσει διάγουσα.
468Gregorius I, Dialogi, 77, 0347D (auctor 540-604)
Παρευθὺ οὖν παρ' αὐτῆς ἐντολὴν ἐδέξατο, ὅπως τοῦ λοιποῦ μηδὲν παιδικὸν, ἢ ἄκαιρόν τι διαπράξηται, ἀπὸ γέλωτος καὶ παιγνιδίου ἐγκρατεύεσθαι, γινώσκουσα ἐκ παντὸς, ὅτι μεταξὺ τῶν αὐτῶν παρθένων ὧν ἐθεάσατο, εἰς τὸ ὀψίκιον αὐτῆς τῇ τριακοστῇ ἡμέρᾳ ἔρχεται.
469Gregorius I, Dialogi, 77, 0370B (auctor 540-604)
Πρὸς οὓς ὁ τοῦ Θεοῦ οἰκέτης πάλιν ἔφη· Τῇ χθὲς γὰρ ἡμέρᾳ περὶ ὥραν ἑννάτην μεταξὺ Ἰωάννου τοῦ πάπα καὶ Συμμάχου τοῦ πατρικίου, λυσόζωνος, καὶ ἀνυπόδετος, καὶ τὰς χεῖρας δεδεμένος ἀπενεχθεὶς, ἐν τῇ γειτνιαζούσῃ νήσῳ τοῦ βουλκάνου ἐν τῷ ὑποκαιομένῳ πυρὶ αὐτόθι ἐῤῥίφη.
470Gregorius I, Dialogi, 77, 0411A (auctor 540-604)
Οἱ δὲ ἅγιοι ἄνδρες μεταξὺ τῶν ἐμπαιγμῶν καὶ ἀποκαλύψεων αὐτὰς τὰς τῶν ὁράσεων εἰκόνας ἐνδοτάτῳ τινὶ διακρίσει δικάζουσιν, ὥστε αὐτοὺς ἐπιγνῶναι τί παρὰ τοῦ ἀγαθοῦ πνεύματος λαμβάνουσι, τί δὲ παρὰ τοῦ ἐμπαίζοντος ὑπομένουσιν.
471Herodotus, Historiae, 1, 6, 1; 1 (auctor c.484BC-425BC)
Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων τῶν ἐντός Ἅλυος ποταμοῦ, ὃς ῥέων ἀπὸ μεσαμβρίης μεταξὺ Συρίων τε καὶ Παφλαγόνων ἐξιεῖ πρὸς βορέην ἄνεμον ἐς τὸν Εὔξεινον καλεόμενον πόντον.
472Herodotus, Historiae, 1, 26, 2; 3 (auctor c.484BC-425BC)
ἔστι δὲ μεταξὺ τῆς τε παλαιῆς πόλιος, ἣ τότε ἐπολιορκέετο, καὶ τοῦ νηοῦ ἑπτὰ στάδιοι.
473Herodotus, Historiae, 1, 76, 2; 2 (auctor c.484BC-425BC)
Κῦρος δὲ ἀγείρας τὸν ἑωυτοῦ στρατὸν καὶ παραλαβὼν τοὺς μεταξὺ οἰκέοντας πάντας ἠντιοῦτο Κροίσῳ.
474Herodotus, Historiae, 2, 8, 3; 5 (auctor c.484BC-425BC)
τὸ ὦν δὴ ἀπὸ Ἡλίου πόλιος οὐκέτι πολλὸν χωρίον ὡς εἶναι Αἰγύπτου, ἀλλ' ὅσον τε ἡμερέων τεσσέρων καὶ δέκα 1 ἀναπλόου ἐστὶ στεινὴ Αἴγυπτος, ἐοῦσα τῶν ὀρέων τῶν εἰρημένων τὸ μεταξὺ πεδιὰς μὲν γῆ, στάδιοι δὲ μάλιστα ἐδόκεόν μοι εἶναι, τῇ στεινότατον ἐστί, διηκοσίων οὐ πλέους ἐκ τοῦ Ἀραβίου ὄρεος ἐς τὸ Λιβυκὸν καλεόμενον.
475Herodotus, Historiae, 2, 10, 2; 2 (auctor c.484BC-425BC)
τῶν γὰρ ὀρέων τῶν εἰρημένων τῶν ὑπὲρ Μέμφιν πόλιν κειμένων τὸ μεταξὺ ἐφαίνετό μοι εἶναι κοτὲ κόλπος θαλάσσης, ὥσπερ γε τὰ περὶ Ἴλιον καὶ Τευθρανίην καὶ Ἔφεσόν τε καὶ Μαιάνδρου πεδίον, ὥς γε εἶναι σμικρὰ ταῦτα μεγάλοισι συμβαλεῖν· τῶν γὰρ ταῦτα τὰ χωρία προσχωσάντων ποταμῶν ἑνὶ τῶν στομάτων τοῦ Νείλου, ἐόντος πενταστόμου, οὐδεὶς αὐτῶν πλήθεος πέρι ἄξιος συμβληθῆναι ἐστί.
476Herodotus, Historiae, 2, 16, 2; 2 (auctor c.484BC-425BC)
τέταρτον γὰρ δή σφεας δεῖ προσλογίζεσθαι Αἰγύπτου τὸ Δέλτα, εἰ μήτε γε ἐστὶ τῆς Ἀσίης μήτε τῆς Λιβύης· οὐ γὰρ δὴ ὁ Νεῖλός γε ἐστὶ κατὰ τοῦτον τὸν λόγον ὁ τὴν Ἀσίην οὐρίζων τῇ Λιβύῃ, τοῦ Δέλτα δὲ τούτου κατὰ τὸ ὀξὺ περιρρήγνυται ὁ Νεῖλος, ὥστε ἐν τῷ μεταξὺ Ἀσίης τε καὶ Λιβύης γίνοιτ' ἄν.
477Herodotus, Historiae, 2, 28, 3; 2 (auctor c.484BC-425BC)
οὗτος δ' ἔμοιγε παίζειν ἐδόκεε φάμενος εἰδέναι ἀτρεκέως· ἔλεγε δὲ ὧδε, εἶναι δύο ὄρεα ἐς ὀξὺ τὰς κορυφὰς ἀπηγμένα, μεταξὺ Συήνης τε πόλιος κείμενα τῆς Θηβαΐδος καὶ Ἐλεφαντίνης, οὐνόματα δὲ εἶναι τοῖσι ὄρεσι τῷ μὲν Κρῶφι τῷ δὲ Μῶφι· τὰς ὦν δὴ πηγὰς τοῦ Νείλου ἐούσας ἀβύσσους ἐκ τοῦ μέσου τῶν ὀρέων τούτων ῥέειν, καὶ τὸ μὲν ἥμισυ τοῦ ὕδατος ἐπ' Αἰγύπτου ῥέειν καὶ πρὸς βορέην ἄνεμον, τὸ δ' ἕτερον ἥμισυ ἐπ' Αἰθιοπίης τε καὶ νότου.
478Herodotus, Historiae, 2, 42, 4; 6 (auctor c.484BC-425BC)
ἀπὸ τούτου κριοπρόσωπον τοῦ Διὸς τὤγαλμα ποιεῦσι Αἰγύπτιοι, ἀπὸ δὲ Αἰγυπτίων Ἀμμώνιοι, ἐόντες Αἰγυπτίων τε καὶ Αἰθιόπων ἄποικοι καὶ φωνὴν μεταξὺ ἀμφοτέρων νομίζοντες.
479Herodotus, Historiae, 2, 132, 1; 1 (auctor c.484BC-425BC)
ἡ δὲ βοῦς τὰ μὲν ἄλλα κατακέκρυπται φοινικέῳ εἵματι, τὸν αὐχένα δὲ καὶ τὴν κεφαλὴν φαίνει κεχρυσωμένα παχέι κάρτα χρυσῷ· μεταξὺ δὲ τῶν κερέων ὁ τοῦ ἡλίου κύκλος μεμιμημένος ἔπεστι χρύσεος.
480Herodotus, Historiae, 2, 158, 5; 6 (auctor c.484BC-425BC)
Νεκῶς μέν νυν μεταξὺ ὀρύσσων ἐπαύσατο μαντηίου ἐμποδίου γενομένου τοιοῦδε, τῷ βαρβάρῳ αὐτὸν προεργάζεσθαι.
481Herodotus, Historiae, 3, 5, 3; 3 (auctor c.484BC-425BC)
τὸ δὴ μεταξὺ Ἰηνύσου πόλιος καὶ Κασίου τε ὄρεος καὶ τῆς Σερβωνίδος λίμνης, ἐὸν τοῦτο οὐκ ὀλίγον χωρίον ἀλλὰ ὅσον τε ἐπὶ τρεῖς ἡμέρας ὁδόν, ἄνυδρον ἐστὶ δεινῶς.
482Herodotus, Historiae, 3, 26, 3; 3 (auctor c.484BC-425BC)
λέγεται δὲ κατὰ τάδε ὑπ' αὐτῶν Ἀμμωνίων· ἐπειδὴ ἐκ τῆς Ὀάσιος ταύτης ἰέναι διὰ τῆς ψάμμου ἐπὶ σφέας, γενέσθαι τε αὐτοὺς μεταξύ κου μάλιστα αὐτῶν τε καὶ τῆς Ὀάσιος, ἄριστον αἱρεομένοισι αὐτοῖσι ἐπιπνεῦσαι νότον μέγαν τε καὶ ἐξαίσιον, φορέοντα δὲ θῖνας τῆς ψάμμου καταχῶσαι σφέας, καὶ τρόπῳ τοιούτῳ ἀφανισθῆναι.
483Herodotus, Historiae, 4, 53, 6; 5 (auctor c.484BC-425BC)
τὸ δὲ μεταξὺ τῶν ποταμῶν τούτων, ἐὸν ἔμβολον τῆς χώρης, Ἱππόλεω ἄκρη καλέεται, ἐν δὲ αὐτῷ, ἱρὸν Δήμητρος ἐνίδρυται· πέρην δὲ τοῦ ἱροῦ ἐπὶ τῷ Ὑπάνι Βορυσθενεῗται κατοίκηνται.
484Herodotus, Historiae, 4, 54, 1; 1 (auctor c.484BC-425BC)
ταῦτα μὲν τὰ ἀπὸ τούτων τῶν ποταμῶν, μετὰ δὲ τούτους πέμπτος ποταμὸς ἄλλος, τῷ οὔνομα Παντικάπης, ῥέει μὲν καὶ οὗτος ἀπὸ βορέω τε καὶ ἐκ λίμνης, καὶ τὸ μεταξὺ τούτου τε καὶ τοῦ Βορυσθένεος νέμονται οἱ γεωργοὶ Σκύθαι, ἐκδιδοῖ δὲ ἐς τὴν Ὑβλαίην, παραμειψάμενος δὲ ταύτην τῷ Βορυσθένεϊ συμμίσγεται.
485Herodotus, Historiae, 4, 81, 2; 3 (auctor c.484BC-425BC)
ἔστι μεταξὺ Βορυσθένεός τε ποταμοῦ καὶ Ὑπάνιος χῶρος, οὔνομα δέ οἱ ἐστὶ Ἐξαμπαῖος· τοῦ καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον, φάμενος ἐν αὐτῷ κρήνην ὕδατος πικροῦ εἶναι, ἀπ' ἧς τὸ ὕδωρ ἀπορρέον τὸν Ὕπανιν ἄποτον ποιέειν.
486Herodotus, Historiae, 4, 129, 3; 4 (auctor c.484BC-425BC)
πολλάκις δὲ ἐπελαυνόντων ἐπὶ τοὺς Πέρσας μεταξὺ ὅκως ἀκούσειαν οἱ ἵπποι τῶν ὄνων τῆς φωνῆς, ἐταράσσοντο τε ὑποστρεφόμενοι καὶ ἐν θώματι ἔσκον, ὀρθὰ ἱστάντες τὰ ὦτα, ἅτε οὔτε ἀκούσαντες πρότερον φωνῆς τοιαύτης οὔτε ἰδόντες τὸ εἶδος.
487Herodotus, Historiae, 4, 155, 4; 8 (auctor c.484BC-425BC)
« ὦναξ, ἐγὼ μὲν ἦλθον παρὰ σὲ χρησάμενος περὶ τῆς φωνῆς, σὺ δέ μοι ἄλλα ἀδύνατα χρᾷς, κελεύων Λιβύην ἀποικίζειν τέῳ δυνάμι, κοίῃ χειρί· » ταῦτα λέγων οὐκὶ ἔπειθε ἄλλα οἱ χρᾶν· ὡς δε κατὰ ταὐτὰ ἐθέσπιζέ οἱ καὶ πρότερον, οἴχετο μεταξὺ ἀπολιπὼν ὁ Βάττος ἐς τὴν Θήρην.
488Herodotus, Historiae, 4, 169, 2; 2 (auctor c.484BC-425BC)
ἐν δὲ τῷ μεταξὺ τούτου χώρῳ 2 ἥ τε Πλατέα νῆσος ἐπικέεται, τὴν ἔκτισαν οἱ Κυρηναῖοι, καὶ ἐν τῇ ἠπείρῳ Μενέλαος λιμήν ἐστι καὶ Ἄζιρις, τὴν οἱ Κυρηναῖοι οἴκεον, καὶ τὸ σίλφιον ἄρχεται ἀπὸ τούτου· παρήκει δὲ ἀπὸ Πλατέης νήσου μέχρι τοῦ στόματος τῆς Σύρτιος τὸ σίλφιον.
489Herodotus, Historiae, 5, 89, 2; 3 (auctor c.484BC-425BC)
Αἰγινῆταί τε δὴ ἐδηίουν τῆς Ἀττικῆς τὰ παραθαλάσσια, καὶ Ἀθηναίοισι ὁρμημένοισι ἐπ' Αἰγινήτας στρατεύεσθαι ἦλθε μαντήιον ἐκ Δελφῶν, ἐπισχόντας ἀπὸ τοῦ Αἰγινητέων ἀδικίου τριήκοντα ἔτεα, τῷ ἑνὶ καὶ τριηκοστῷ Αἰακῷ τέμενος ἀποδέξαντας ἄρχεσθαι τοῦ πρὸς Αἰγινήτας πολέμου, καί σφι χωρήσειν τὰ βούλονται· ἢν δὲ αὐτίκα ἐπιστρατεύωνται, πολλὰ μὲν σφέας ἐν τῷ μεταξὺ τοῦ χρόνου πείσεσθαι πολλὰ δὲ καὶ ποιήσειν, τέλος μέντοι καταστρέψεσθαι.
490Herodotus, Historiae, 6, 47, 2; 2 (auctor c.484BC-425BC)
τὰ δὲ μέταλλα τὰ Φοινικικὰ ταῦτα ἐστὶ τῆς Θάσου μεταξὺ Αἰνύρων τε χώρου καλεομένου καὶ Κοινύρων, ἀντίον δὲ Σαμοθρηίκης, ὄρος μέγα ἀνεστραμμένον ἐν τῇ ζητήσι.
491Herodotus, Historiae, 7, 33, 1; 3 (auctor c.484BC-425BC)
ἔστι δὲ τῆς Χερσονήσου τῆς ἐν Ἑλλησπόντῳ, Σηστοῦ τε πόλιος μεταξὺ καὶ Μαδύτου, ἀκτὴ παχέα ἐς θάλασσαν κατήκουσα Ἀβύδῳ καταντίον· ἔνθα μετὰ ταῦτα, χρόνῳ ὕστερον οὐ πολλῷ, ἐπὶ Ξανθίππου τοῦ Ἀρίφρονος στρατηγοῦ Ἀθηναῖοι Ἀρταΰκτην ἄνδρα Πέρσην λαβόντες Σηστοῦ ὕπαρχον ζῶντα πρὸς σανίδα διεπασσάλευσαν, ὃς καὶ ἐς τοῦ Πρωτεσίλεω τὸ ἱρὸν ἐς Ἐλαιοῦντα ἀγινεόμενος γυναῖκας ἀθέμιστα ἔρδεσκε.
492Herodotus, Historiae, 7, 63, 1; 3 (auctor c.484BC-425BC)
τούτων δὲ μεταξὺ Χαλδαῖοι.
493Herodotus, Historiae, 7, 85, 2; 1 (auctor c.484BC-425BC)
εἰσὶ δὲ τινὲς νομάδες ἄνθρωποι Σαγάρτιοι καλεόμενοι, ἔθνος μὲν Περσικὸν καὶ φωνῇ, σκευὴν δὲ μεταξὺ ἔχουσι πεποιημένην τῆς τε Περσικῆς καὶ τῆς Πακτυϊκῆς· οἳ παρείχοντο μὲν ἵππον ὀκτακισχιλίην, ὅπλα δὲ οὐ νομίζουσι ἔχειν οὔτε χάλκεα οὔτε σιδήρεα ἔξω ἐγχειριδίων, χρέωνται δὲ σειρῇσι πεπλεγμένῃσι ἐξ ἱμάντων· ταύτῃσι πίσυνοι ἔρχονται ἐς πόλεμον.
494Herodotus, Historiae, 7, 109, 1; 2 (auctor c.484BC-425BC)
ταύτας τε δὴ παρεξήιε καὶ κατὰ ταύτας λίμνας ὀνομαστὰς τάσδε, Μαρωνείης μὲν μεταξὺ καὶ Στρύμης κειμένην Ἰσμαρίδα, κατὰ δὲ Δίκαιαν Βιστονίδα, ἐς τὴν ποταμοὶ δύο ἐσιεῖσι τὸ ὕδωρ, Τραῦός τε καὶ Κόμψαντος.
495Herodotus, Historiae, 7, 124, 1; 1 (auctor c.484BC-425BC)
ὁ μὲν δὴ ναυτικὸς στρατὸς αὐτοῦ περὶ Ἄξιον ποταμὸν καὶ πόλιν Θέρμην καὶ τὰς μεταξὺ πόλιας τούτων περιμένων Βασιλέα ἐστρατοπεδεύετο, Ξέρξης δὲ καὶ ὁ πεζὸς στρατὸς ἐπορεύετο ἐκ τῆς Ἀκάνθου τὴν μεσόγαιαν τάμνων τῆς ὁδοῦ, βουλόμενος ἐς τὴν Θέρμην ἀπικέσθαι· ἐπορεύετο δὲ διὰ τῆς Παιονικῆς καὶ Κρηστωνικῆς ἐπὶ ποταμὸν Χείδωρον, ὃς ἐκ Κρηστωναίων ἀρξάμενος ῥέει διὰ Μυγδονίης χώρης καὶ ἐξιεῖ παρὰ τὸ ἕλος τὸ ἐπ' Ἀξίῳ ποταμῷ.
496Herodotus, Historiae, 7, 126, 1; 2 (auctor c.484BC-425BC)
οὖρος δὲ τοῖσι λέουσι ἐστὶ ὅ τε δι' Ἀβδήρων ῥέων ποταμὸς Νέστος καὶ ὁ δι' Ἀκαρνανίης ῥέων Ἀχελῷος· οὔτε γὰρ τὸ πρὸς τὴν ἠῶ τοῦ Νέστου οὐδαμόθι πάσης τῆς ἔμπροσθε Εὐρώπης ἴδοι τις ἂν λέοντα, οὔτε πρὸς ἑσπέρης τοῦ Ἀχελῴου ἐν τῇ ἐπιλοίπῳ ἠπείρῳ, ἀλλ' ἐν τῇ μεταξὺ τούτων τῶν ποταμῶν γίνονται.
497Herodotus, Historiae, 7, 173, 1; 3 (auctor c.484BC-425BC)
ὡς δὲ συνελέχθη ὁ στρατός, ἔπλεε δι' Εὐρίπου· ἀπικόμενος δὲ τῆς Ἀχαιίης ἐς Ἄλον, ἀποβὰς ἐπορεύετο ἐς Θεσσαλίην, τὰς νέας αὐτοῦ καταλιπών, καὶ ἀπίκετο ἐς τὰ Τέμπεα ἐς τὴν ἐσβολὴν ἥ περ ἀπὸ Μακεδονίης τῆς κάτω ἐς Θεσσαλίην φέρει παρὰ ποταμὸν Πηνειόν, μεταξὺ δὲ Ὀλύμπου τε ὄρεος ἐόντα καὶ τῆς Ὄσσης.
498Herodotus, Historiae, 7, 176, 1; 1 (auctor c.484BC-425BC)
τοῦτο μὲν τὸ Ἀρτεμίσιον· ἐκ τοῦ πελάγεος τοῦ Θρηικίου ἐξ εὐρέος συνάγεται ἐς στεινὸν ἐόντα τὸν πόρον τὸν μεταξὺ νήσου τε Σκιάθου καὶ ἠπείρου Μαγνησίης· ἐκ δὲ τοῦ στεινοῦ τῆς Εὐβοίης ἤδη τὸ Ἀρτεμίσιον δέκεται αἰγιαλός, ἐν δὲ Ἀρτέμιδος ἱρόν.
499Herodotus, Historiae, 7, 183, 2; 2 (auctor c.484BC-425BC)
τῶν δὲ δέκα νεῶν τῶν βαρβάρων τρεῖς ἐπήλασαν περὶ τὸ ἕρμα τὸ μεταξὺ ἐὸν Σκιάθου τε καὶ Μαγνησίης, καλεόμενον δὲ Μύρμηκα.
500Herodotus, Historiae, 7, 183, 3; 5 (auctor c.484BC-425BC)
πανημερὸν δὲ πλέοντες οἱ βάρβαροι ἐξανύουσι τῆς Μαγνησίης χώρης ἐπὶ Σηπιάδα τε καὶ τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς.