'μη' - search in All Authors, Showing 1 to 500 of 17125 hits      Show next 500

1Adrianus I, Epistolae, 96, 1218B
Εἴθε μὴ λογισθείη αὐτοῖς ἡ ἁμαρτία ἐκείνη· κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐμβαλεῖν χεῖρας αὐτῶν εἰς τὴν Ἐκκλησίαν· ὅτι πᾶς ὁ λαὸς ὁ ὢν ἐν τοῖς ἀνατολικοῖς μέρεσιν ἐπλανήθησαν, καὶ ἐν τῇ ἰδίᾳ βουλήσει, ὡς ἔδοξεν ἑκάστῳ, ἐχρήσαντο αὐταῖς, ἕως οὗ ὁ Θεὸς ἤγειρεν ὑμᾶς βασιλεύειν, τοὺς ἐν ἀληθείᾳ ζητοῦντας τὴν δόξαν αὐτοῦ, καὶ τὰ παραδοθόντα παρὰ τῶν ἁγίων ἀποστόλων καὶ πάντων διδασκάλων κρατεῖν, καὶ τιμᾷν τὰς σεβασμίας εἰκόνας, τὰς διὰ τῆς ἀνοίας τῶν αἱρετικῶν κατενεχθείσας.
2Adrianus I, Epistolae, 96, 1222C
], καὶ ἀλήθειαν καὶ πόθον τοῦ θεΐκοῦ σεβάσματος, καὶ ἀπαλλαγῆναι πάντας ἐκ τῆς τῶν ἐθνῶν εἰδωλολατρείας καὶ δαιμόνων πλάνης· καθὼς ὁ ἅγιος Γρηγόριος ὁ διάδοχος τῶν ἀποστόλων ἐκήρυξε, τοῦ πάντας ἀνθρώπους ἀγραμματίστους καὶ μὴ δυναμένους ἀναγνῶναι, θεωρεῖν τὰς εὐαγγελικὰς ἱστορίας, καὶ δι' αὐτῶν ἀνάγεσθαι πρὸς δόξαν καὶ ἀνάμνησιν τῆς ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου καὶ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάντες οἱ ὀρθόδοξοι καὶ χριστιανικώτατοι βασιλεῖς σὺν πᾶσι τοῖς ἱερεῦσι καὶ ἐντίμοις ἀνδράσι τοῖς θεραπεύουσι τὸν Θεὸν ἅμα παντὶ τῷ χριστιανικωτάτῳ λαῷ, κατὰ τὴν ἀρχαίαν παράδοσιν τῶν ἁγίων Πατέρων καὶ ἐδέξαντο, καὶ ἐκράτησαν, καὶ ἔχουσι τὰς αὐτὰς σεβασμίας εἰκόνας εἰς ἀνάμνησιν καὶ κατάνυξιν καρδίας, καὶ μέχρι τοῦ παρόντος σέβονται αὐτὰς, καὶ ἐν τοῖς μέρεσι δὲ αὐτοῖς ἕως τοῦ προπάππου ὑμῶν ὀρθοδόξως ἐσεβάσθησαν.
3Adrianus I, Epistolae, 96, 1223B
Ἐπεὶ μὴ γένοιτο ἡμῖν, ἵνα τὰς αὐτὰς εἰκόνας, καθὼς φλυαροῦσί τινες, θεοποιήσωμεν· ὁ γὰρ μόχθος καὶ ὁ πόθος ἡμῶν, ὃν ἔχομεν, εἰς τὸν πόθον τοῦ Θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ ἐστι.
4Adrianus I, Epistolae, 96, 1223D
Καὶ ὁ Ἰακώβ δὲ φυγὼν ἐκ προσώπου τοῦ ἀδελφοῦ αὐτοῦ, ἐν ὕπνοις τοὺς ἀγγέλους τοῦ Θεοῦ εἶδεν ἀναβαίνοντας καὶ καταβαίνοντας διὰ κλίμακος, καὶ ἐπ' αὐτῆς τὸν Κύριον λαλοῦντα πρὸς αὐτόν· καὶ ἀναστὰς, ἰδίᾳ βουλήσει ἐπῆρε τὸν λίθον ὃν εἶχε πρὸς τὴν κεφαλὴν αὐτοῦ· καὶ στήσας αὐτὸν, καὶ ἐκχέας ἐλαιον ἐπάνω αὐτοῦ, ἐκάλεσε τὸν τόπον Βαιθὴλ, λέγων· « Οὐκ ἔστιν ἕτερόν τι, εἰ μὴ οἶκος Θεοῦ, καὶ πύλη οὐρανοῦ.
5Adrianus I, Epistolae, 96, 1226C
» Ὤ τῆς ἀνοίας τῶν φρυαττομένων κατὰ τῆς πίστεως καὶ θρησκείας τῶν Χριστιανῶν· ὅτι συνειθίσθησαν μὴ σέβεσθαι τὰς σεβασμίους εἰκόνας, ἐν αἷς ἱστορίαι εἰσὶ τοῦ Σωτῆρος ἡμῶν, καὶ τῆς γεννητρίας αὐτοῦ, καὶ πάντων τῶν ἁγίων, ὧν ἡ δύναμις συνιστᾷ καὶ σώζει τὸ ἀνθρώπινον γένος.
6Adrianus I, Epistolae, 96, 1226C
Ἐὰν γὰρ τὸν Ἰσραηλίτην λαὸν πιστεύωμεν διὰ τῆς ἱράσεως τοῦ χαλκοῦ ὄφεως σώζεσθαι, μὴ γένοιτο ἡμῖν διστάσαι, μηδὲ ἀποστῆναι ἐκ τῆς παραδόσεως τῶν ἁγίων Πατέρων, μηδὲ ἐκ τῆς διδαχῆς αὐτῶν ἐκκλῖναι.
7Adrianus I, Epistolae, 96, 1227B
» Ὅθεν ὁ ἅγιος Αὐγουστῖνος ὁ μέγας διδάσκαλος ἐν ταῖς νουθασίαις αὐτοῦ ἔφη· Τί ἐστιν εἰκὼν Θεοῦ, εἰ μὴ πρόσωπον Θεοῦ, ἐν ᾧ ἐσημειώθη ὁ λαὸς τοῦ Θεοῦ; Ἐν τῷ μεταξὺ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης ἐπίσκοπος περὶ τοῦ Ἀβραὰμ λόγον συνεστήσατο, λέγων· Εἶδον πλειστάκις τὴν ἐπιγραφὴν τοῦ πάθους, καὶ οὐκ ἀδακρυτὶ παρῆλθον ἔργον τέχνης εἰς πρόσωπον προσαχθὲν ἱστορίας, καὶ τὰ λοιπὰ ἐκ τῆς ἑρμηνείας αὐτοῦ τῆς εἰς τὰ Ἄσματα τῶν ἄσμάτων, καθὼς ἡ γεγραμμένη διδαχὴ λέγει· Ὕλη τίς ἐστι παντελῶς ἐν διαφόροις βαφαῖς ἀναπληροῦσα τὴν τῆς ψυχῆς [L. τοῦ ἐμψύχου] μίμησιν.
8Adrianus I, Epistolae, 96, 1230C
Καὶ ἕτερον πάλιν τοῦ μακαρίου Ἀμβροσίου πρὸς Γρατιανὸν τὸν βασιλέα, ἐκ τοῦ τρίτου βιβλίου, κεφαλαίου ἐννάτου· Τί γάρ; μή ποτε καὶ τὴν θεότητα καὶ τὴν σάρκα αὐτοῦ προσκυνοῦντες, μερίζομεν τὸν Χριστὸν, ἢ ὅτε ἐν αὐτῷ τὴν θείαν εἰκόνα καὶ τὸν σταυρὸν προσκυνοῦμεν, μερίζομεν αὐτόν; Μὴ γένοιτο.
9Adrianus I, Epistolae, 96, 1230C
Πάλιν τοῦ ἁγίου Ἐπιφανίου Κωνσταντίας τῆς Κύπρου· Μὴ γὰρ εἰ βασιλεὺς ἔχει εἰκόνα, δύο εἰσὶ βασιλεῖς; Οὔμενουν· ὁ βασιλεὺς εἷς ἐστι καὶ μετὰ τῆς εἰκόνος.
10Adrianus I, Epistolae, 96, 1231A
Διὰ τὶ λοιπὸν οὐκ ὀφείλομεν προσκυνῆσαι τοὺς ἁγίους τοῦ Θεοῦ δούλους, καὶ εἰς μνημόσυνον αὐτῶν συστῆσαι καὶ ἐγεῖραι τὰς εἰκόνας αὐτῶν, ἵνα μὴ ληθαργηθῶσιν; Ἀλλὰ λέγεις, ὅτι αὐτὸς ὁ Θεὸς προσκυνεῖσθαι χειροποίητα ἀπηγόρευσεν.
11Adrianus I, Epistolae, 96, 1231B
Εἰπὲ, ὦ Ἰουδαῖε, τί ἐστι τὸ ἐπάνω τῆς γῆς μὴ οὐ χειροποίητον μετὰ τὸ ποιηθῆναι ὑπὸ τοῦ Θεοῦ; Τί λοιπόν; Ἡ κιβωτὸς τοῦ Θεοῦ ἡ ἐκ τῆς ὕλης Σεθεὶμ κτισθεῖσα καὶ κατασκευασθεῖσα, οὐκ ἔστι χειροποίητος; Καὶ τὸ θυσιαστήριον, καὶ τὸ ἱλαστήριον, καὶ ἡ στάμνος ὅπου ἦν τὸ μάννα, καὶ ἡ τράπεζα, καὶ ἡ λυχνία, καὶ τὸ σκήνωμα τὸ ἐνδότερον καὶ τὸ ἐξώτερον, οὐκ εἰσὶν ἐξ ἔργων χειρῶν ἀνθρώπων, ἅπερ Σολομὼν ἐποίησε; Καὶ ἵνα τί ἅγια τῶν ἁγίων καλοῦνται, ὑπάρχοντα χειροποίητα; Τί γάρ; τὰ χερουβὶμ, καὶ ἑξαπτέρυγα κύκλῳ τοῦ θυσιαστηρίου οὐκ ἦσαν ζῶα καὶ εἰκόνες τῶν ἀγγέλων, ἔργα χειρῶν ἀνθρώπων; καὶ πῶς οὐκ ἐκβέβληται; ὅτι διὰ προστάγματος Θεοῦ εἰκόνες ἐγένοντο τῶν ἀγγέλων, ἅγιαί εἰσι, καὶ ταῦτα ζῶα ἦσαν.
12Adrianus I, Epistolae, 96, 1231C
Ποία γάρ ἐστιν ἡ τῆς προσκυνήσεως τιμὴ, εἰ μὴ μόνον καθὼς καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ προσκυνοῦμεν καὶ ἀσπαζόμεθα ἀλλήλους κατὰ τιμὴν καὶ ἀγάπησιν; Οὕτω γὰρ τὸν Κύριον ἡμῶν οὐκ ἄλλως προσκυνοῦμεν, δοξάζοντες μέντοι καὶ τρέμομεν; εἰκὼν δέ ἐστιν ὁμοιώσεως αὐτοῦ, ὅτι ἐν αὐτῇ ἐγράφῃ.
13Adrianus I, Epistolae, 96, 1231C
Ἀσεβεῖς δὲ οἱ τὸ ἀγαθὸν μὴ πράττοντες, μήτε τῶν ἁγίων μνημονεύοντες, μὴ κωλυέτωσαν τοὺς καλοποιοῦντας, μηδὲ σκανδαλιζέτωσαν τοὺς τιμῶντας τοὺς ἁγίους καὶ δούλους τοῦ Θεοῦ, καὶ μνημονεύοντας αὐτῶν.
14Adrianus I, Epistolae, 96, 1235A
Καὶ εἰ μὴ τὴν ὑμετέραν εἰλικρινῆ καὶ ὀρθόδοξον πίστιν εἰς τὰ προειρημένα συνοδικὰ τοῦ ἱεροῦ συμβόλου κατὰ τόν θεσμὸν τῶν ἁγίων ἓξ οἰκουμενικῶν συνόδων, καὶ περὶ τῶν σεπτῶν εἰκόνων εὕρομεν καλῶς ἔχουσαν, οὐδαμῶς ἂν ἐτολμήσαμεν τῶν τοιούτων ὑπακοῦσαι συνοδικῶν.
15Adrianus I, Epistolae, 96, 1238B
Αὐτὴ γοῦν δι' ἑαυτῆς ἡ Ἀλήθεια λέγει· « Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὸ ποίμνιον, ἀλλ' εἰσερχόμενος ἄλλοθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων.
16Adrianus I, Epistolae, 96, 1238C
Καὶ ὁ εἰσερχόμενος διὰ τῆς θύρας, διὰ Χριστοῦ εἰσέρχεται, ὅστις ἐκ τοῦ [L. περὶ τοῦ] αὐτοῦ δημιουργοῦ καὶ λυτρωτοῦ τοῦ ἀνθρωπίνου γένους τὴν ἀλήθειαν συνιεὶς, διαφυλάττει καὶ τηρεῖ τὸν βαθμὸν τῆς ποιμαντικῆς ἀξίας, καὶ βαστάζειν τὸ βάρος ἀνέχεται, οὐ πρὸς τὴν δόξαν καὶ τὴν τιμὴν τὴν παρερχομένην ἀποβλέπων, ἀλλ' ὡς ἀναδεξάμενος τὸ ποίμνιον, ἐπιμελῶς ἀγρυπνεῖ, ἵνα μὴ τὰ πρόβατα τοῦ Θεοῦ εἴτε διὰ διεστραμμένων ἀνθρώπων καὶ σκολιὰ λαλούντων, εἴτε κακῷ πνεύματι πειθόμενα παραφθαρῶσιν.
17Agapetus I, Epistolae, 66, 0049C
Κοινὴν τοιγαροῦν, ἀδελφοὶ, χαρὰν εὐσεβεῖ ἀγαλλιάσει ὑποδέξασθε, καὶ ὁπόσον ὑμεῖς τῆς ἀποστολικῆς ἡμῶν καθέδρας ἀποδέχεσθε τὴν κρίσιν, τῇ συνήθει σημάνατε ἀντιγραφῇ, ἔχοντες διπλῆν εὐφροσύνης αἰτίαν, ὅτι τε καὶ τὰ φαῦλα διωρθώθη ἄνευ παρολκῆς, καὶ ἀντὶ τούτων τὰ ἐκταῖα παρηκολούθησε, τοῦ λοιποῦ προφλαττόμενοι, ἵνα μὴ αὖθις τοῖς κανονικοῖς θεσπίσμασιν ἐναντίον τι δι' ὑμῶν, ὅπερ ἀπέστω, γένηται, ἤ τῇ ὑμετέρᾳ στερχθείη συναινέσει.
18Agapetus I, Epistolae, 66, 0051C
Εὑρόντες γὰρ κατά τινα οἶκον σχῆμα ἔχοντα εὐκτηρίου, ἐν ᾧ μοναχοί τινες οἰκοῦσι τῶν τῆς ἐκείνων ἀθεμίτου συμμορίας, τὴν εἰκόνα τοῦ φιλοθέου ἡμῶν βασιλέως, τῇ μανίᾳ τυφλώττοντες, τὸ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου πεπράχασιν, ὃς μὴ δυνάμενος τῷ κτίστῇ κατὰ τοῦ πλάσματος τὴν αὐτοῦ ἐπιδείκνυται μανίαν· ὁρμήσας γὰρ εἷς ἐξ αὐτῶν, ὁ περίφημος ἐν κακοῖς Ἰσαάκιος ὁ Πέρσης, ὁ μαγγανείᾳ τινὶ χρώμενος, καὶ ἐξαπατῶν τὰς καρδίας τῶν ἐθελόντων παρ' αὐτοῦ ἐξαπατᾶσθαι, καὶ ἐγκαιόμενος εἰς τὰ Βηρίνης ἐπὶ πεντήκοντα ἡμέρας, ὡς οἱ τούτου συμμύσται καὶ ταῦτα ποιεῖν οἱ αὐτὸν παρασκευάζοντες πρὸς διαφθορὰν καὶ ἐξαπάτην τῶν ἁπλουστέρων διαφημιζουσιν, ἔτυπτε ῥάβδῳ κατὰ τῆς κεφαλῆς τὴν εἰκόνα, ἐπιφθεγγόμενός τινα κατὰ τοῦ ὀρθοδόξου βασιλέως ἡμῶν, μᾶλλον δὲ κατὰ τοῦ Θεοῦ, δι' ὃν καὶ τὴν εἰκόνα ἔτυπτε, τὰ μήτε ἀκοῇ χωρητὰ μήτε διανοίᾳ δεκτὰ, καὶ κλασθείσης ἐν τῷ τύπτειν τῆς ῥάβδου, ὥσπερ ἐξαπορούμενος τί ἕτερον πράξει εἰς τὴν τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰκόνα, ἐπελθὼν ἀτιμότερον, διεσπάραξε τὴν γεγραμμένην σινδόνα, καὶ τὸ παρ' αὐτοῦ διαῤῥαγὲν ἐκ ταύτης πυρὶ παραδέδωκε.
19Agapetus I, Epistolae, 66, 0051D
Τί τοίνυν οὐκ ἂν ἔπραξε κατὰ τοῦ ὀρθοδόξου βασιλέως, εἰ τοῦτον μετ' ἐξουσίας ἐν χερσὶν εἶχεν ὁ βίαιος οὗτος καὶ ἀλόγιστος ἀνὴρ, ὅπουγε τῆς ἐν σινδόνι γφαφῆς ἀψύχου οὐκ ἐφείσατο; καὶ δὴ τὸ τοῦ προφήτου πρὸς τὸν Θεὸν καὶ πρὸς ὑμᾶς, καὶ πρὸς τὸν εὐσεβέστατον βασιλέα ἡμῶν ἀπολεγομένους, ἁρμόδιον λέγειν, « Ἕως τίνος κεκραξόμεθα, καὶ οὐ μὴ εἰσακούσητε; βοηθησόμεθα πρὸς ὑμᾶς ἀδικούμενοι, καὶ οὐ σώσητε; » Εἱ γὰρ ταῦτα φρονοῦντες, καὶ ποιοῦντες, ὁμοτίμως συνδιάγειν ἡμῖν κατὰ πάντα καιρὸν καὶ τρόπον ἐπιτρέπονται, σκοπεῖτε, μακαριώτατοι, ὅτι μὴ συμβαινόντων ἡμῶν οἷς ἐκεῖνοι φρονοῦσι μηδὴ ἀναστελλομένης τῆς τούτων παροινίας, τὸ λαβεῖν αὐτοὺς ἐξουσίαν συνάξεως, ἣ τὸ συγχωρηθῆναι αὐτοὺς τοιαῦτα τολμᾷν οὐδὲν ἕτερόν ἐστιν, ἢ ἀληθεστέρους τοῦ καθ' ἡμᾶς δόγματος νομισθῆναι, καὶ ἀδικωτέρους, καὶ βιαιοτέρους ἀπεργασθῆναι καθ' ἡμῶν.
20Agapetus I, Epistolae, 66, 0053B
Ἐπειδὴ οὖν ἐκ ταύτης τῆς αἰτίας, εἰς πολλοὺς οἴκους τῶν ἐν ὑπεροχῇ ὄντων εἰσδύνοντες, ἄτοπά τινα διαπράττονται, αἰχμαλωτίζοντες γυναικάριά τινα σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα, ἀλλὰ μὴν καὶ ἐν αὐτοῖς τοῖς ἰδιωτικοῖς οἴκοις, καὶ ἐν προαστείοις θυσιαστήρια, καὶ βαπτιστήρια ἀντεγείροντες τῷ ἀληθινῷ θυσιαστηρίῳ καὶ τῇ ἁγίᾳ κολυμβήθρᾳ, πάντων ὁμοῦ κατεφρόνησαν διὰ τὴν ἀπονεμομένην αὐτοῖς προστασίαν, παρὰ τῶν ἔντε τῷ δεσποτικῷ οἴκ, καὶ τῶν ἄλτῳ τρόπῳ τινὶ δυναστευόντων, μὴ ὑπομείνητε.
21Agapetus I, Epistolae, 66, 0053C
μακαριώτατοι, μὴ χρήσασθαι τῇ συνήθει παῤῥηίᾳ εἰς διόρθωσιν τοῦ τοσούτου κακοῦ, ἀλλ' ὥσπερ τὸ πρότερον ἐπὶ Ἀνθίμῳ διανέστητε, καὶ τὸν διὰ δορᾶς προβάτου περικαλύψαι τὸν λύκον ἐπιχειρήσαντα, καὶ ὑπερβῆναι τὴν θύραν τῶν ἐκκλησιαστικῶν θεσμῶν, καὶ κανόνων, καὶ λῃστρικῶς ἐπιβάντα τῆς τῶν προβάτων μάνδρας ἀπογυμνώσαντες τῆς δορᾶς ἐφ' ἑαυτὸν ἐπεδείξατε, πόῤῥω που τῆς μάνδρας ἀπελάσαντες· οὕτω καὶ νῦν ἐπαγρυπνήσατε, καὶ διδάξατε τὸν εὐσεβέστατον ἡμῶν βασιλέα, ὅτι οὐδὲν κέρδος αὐτῷ, καθά φησιν ὁ θεῖος Γρηγόριος, τῆς λοιπῆς αὐτοῦ περὶ τὰς ἐκκλησίας σπουδῆς, εἰ τὸ τοιοῦτον κακὸν ἐπὶ καθαιρέσει τῆς ὑγιαινούσης πίστεως, διὰ τῆς παῤῥησίας αὐτῶν κατισχύσοι, καὶ συγχωρηθεῖεν ἔτι οὗτοι πρὸς διαφθορὰν τῆς ἐκκλησίας ἐμφωλεύειν τοῖς δεσποτικοῖς καὶ ἰδιωτικοῖς οἴκοις, καὶ τὰ ἄθεσμα ἐν τούτοις πράττειν.
22Agapetus I, Epistolae, 66, 0055A
Ὑπομνήσητε τὸ φιλόθεον αὐτοῦ κράτος, προσαγαγεῖν τῷ Θεῷ, καὶ τοὺς παρ' αὐτῶν τῆς ὀρθῆς ἀπαχθέντας πίστεως, ἣ τοὺτο μὴ ἀνεχομένους, τοὺς κατὰ τῆς' ἐκκλησίας ἐπιβούλους, ἀπώσασθαι.
23Agapetus I, Epistolae, 66, 0055C
Οὗτος γὰρ καὶ οἱ ὅμοιοι τούτῳ ἐξ αἱρετικῶν Ἀκεφάλων ὄντες πρὸς μικρὸν ὑποκρινάμενοι την ὀρθοδοξίαν ταῖς ἐκκλησίαις εἰσέφρησαν, ὥσπερ τινὲς Αἰγυπτιακαὶ μάστιγες, οἵ τινες, μηδαμῶς ταῖς ἰδίαις ἐκκλησίαις ἐθέλοντες σχολάζειν, τοῦτο μόνον καλῶς φρονοῦντες, ἵνα μὴ τὰς κατακριθείσας αὐτοῖς λυμαίνωνται, τὸ ἕτερον κακῶς ἐφρόνησαν ἐν πλήθει διάγειν τοσούτῳ ἐν τῇ βασιλευούσῃ, ἵνα πολλοὺς συγκατασπάσωσι τῷ ἰδίῳ βαράθρῳ.
24Agapetus I, Epistolae, 66, 0057B
Μιμεῖσθε γὰρ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐλθόντα καλέσαι οὐ δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν, καὶ πάντως πατρικοῖς σπλάγχνοις, εἰ ἐπιγνοὺς τὴν οἰκείαν ἁμαρτίαν ἐπιστρέψει, προσδέχεσθε· ὁρκίζομεν τὴν ὑμετέραν μακαριότητα, εἰ καὶ τολμηρόν τι ποιοῦμεν, κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου ἁγίας τριάδος, καὶ τοῦ κορυφαίου τῶν Ἀποστόλων Πέτρου, καὶ τῆς σωτηρίας καὶ νίκης τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, μὴ περιιδεῖν τοὺς θείους κανόνας, ὑπὸ τούτου καταπατουμένους, μηδέ περιφρονουμένην παρ' αὐτοῦ τὴν παραδοθεῖσαν αὐτῷ ἐκκλησίαν, ἀλλ' ἐξακολουθοῦσαν ἐν ἅπασι τοῖς πρὸ αὐτῆς διαλάμψασιν ἐν τῷ ἀποστολικῷ ὑμῶν θρόνῳ, πρᾶξαι ἐπ' αὐτῷ, ἔτι καὶ νῦν κατὰ τῆς τῶν κανόνων αὐθεντίας νεανιευομένῳ καὶ προτιμήσαντι τὴν μετὰ τῶν εἰρημένων αἱρετικῶν συνδιαγωγὴν τῆς ἰδίας ἐκκλησίας, ὅπερ ὁ ἐν ἁγίοις Κελεστῖνος ἐπὶ Νεστορίῳ τῷ δυσσεβεῖ φαίνεται διαπραξάμενος, προθεσμίαν αὐτῷ παρέχοντες, ὥσπερ οὖν κἀκεῖνος Νεστορίῳ, ἧς ἐντός ἐὰν μὴ ἀπαντήσας τὸν εἰρημένον λίβελλον τῇ ἀποστολικῇ ὑμῶν καθέδρᾳ ἐπιδῷ, τῇ τε ὑμετέρᾳ μακαριότητι, καὶ τῷ ἁγιωτάτῳ τῆς βασιλίδος ἀρχιεπισκόπῳ, καὶ τῆς αἱρετικῆς νόσου ἑαυτὸν ἀπαλλάξῃ, καὶ ἐπί τὴν ἐμπιστευθεῖσαν αὐτῷ Τραπεζοῦντος ἐκκλησίαν ἐξορμήσῃ, ὁρίσατε, ἁγιώτατοι, ἀλλότριον μὲν αὐτὸν εἶναι.
25Agapetus I, Epistolae, 66, 0059A
φρονοῦντας, ἐφ' οἷς τὴν ὑμετέραν κρίσιν ἐξεδέχετο ὁ εὐσεβέστατος βασιλεὺς, ἤδη κατακεκριμένους, ὑπό τε τοῦ ἀποστολικοῦ ὑμῶν θρόνου, καὶ τῶν ἄλων πατριαρχικῶν θρόνων καὶ πάσης ἀρχιερωσύνης, μὴ ἀνεχομένους κανονικῶς τῇ τοῦ Θεοῦ προσελθεῖν ἐκκλησίᾳα ἐξελάσαι παντὸς οἴκου δημοσίου τε καὶ ἰδιωτικοῦ συμψήφου ὑμῖν γινομένου ὑπέρ.
26Agapetus I, Epistolae, 66, 0063C
Ἀναστάσιος πρεσβύτερος, καὶ δευτεράριος μονῆς τοῦ ἁγίου Φιλίππου τοῦ ἐν τῷ βρεφοτροφείῳ ὑπέγραψα διὰ τὸ μὴ παρεῖναι τὸν ἡγούμενον.
27Agapetus I, Epistolae, 66, 0071B
Παρέντες τοίνυν τὸ πλῆθος ὑπ' αὐτοῦ τολμηθέντων τά τε κατὰ τὴν ἑῴαν αἵματα τῶν ὁσίων ἀνδρῶν ἐκχυθέντα ὑπὸ τοῦ κατὰ πατρίαν ἐστασιασμένου ὑπ' αὐτοῦ Ἰουδαϊκοῦ συστάντος τότε στρατεύματος, καὶ ἄλλα δὲ τῶν εἰρημένων πολὺ χαλεπώτερα διὰ τὸ μῆκος τοῦ διηγήματος, ἱκετεύομεν, ἁγιώτατε, ἐπειδὴ « νῦν καιρὸς εὐπόσδεκτος, νῦν ἡμέρα σωτηρίας, » βοῶμεν, βοὴθησον ἡῖν, καὶ ταῖς φονευθείσαις ὁσίαις ψυχαῖς, ἃς παρεστάναι νομίσατε νοητῶς, καὶ δεικνύναι ὑμῖν ὡς διὰ Χριστὸν παρεδόθησαν τῷ θανάτῳ, ὑπὸ τοῦ πολυκεφάλου θηρὸς, ἵνα μὴ καὶ αὖθις ἐκ τῆς φανερωθείσης πᾶσιν αὐτῷ μαγγανείας, καὶ Μανιχαϊκῆς πλάνης, ᾗ θαῤῥῶν ὁ δείλαιος οὗτος, κατετόλμησεν εἰς τὰς καθαρὰς βασιλείους εἰσδύναι αὐλὰς, μηδένα τόπον ὀφείλων ἔχειν, ἤ τὸ βάραθρον εἰς κατάλυμα ἀνατρέψαι, καὶ ἐπὶ τοῦ παρόντος, τὴν μετὰ τοσούτων κόπων, καὶ ἰδρώτων, ὑμῶν τε καὶ τοῦ φιλοχρίστου ἡμῶν βασιλέως φιλοτιμηθεῖσαν εἰρηνεν, ταῖς ἁπανταχοῦ τῶν πιστῶν ἐκκλησίαις, ἀπελαθῆναι σπουδάσατε πόῤῥω που καὶ τῆς ἐσχατιᾶς αὐτῆς, φεισάμενοι τῶν τὰς συνουσίας πρὸς αὐτὸν ποιουμένων ψυχῶν, καὶ κοινωνουσῶν διὰ τῆς ἐντεύξεως τοῖς κατ' αὐτοῦ ἀναθέμασι τὸν ἀκάθαρτον, τὸν ἀποκήρυκτον, τὸν ἀναθέμασιν ἐγγράπτοις, καὶ διηνεκέσιν, ὑπὸ τοῦ ἀποστολικοῦ υμῶν θρόνου, καὶ τοσούτων ἀρχιερέων, καὶ ἐν οὐρανῷ παρὰ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων, κατάκριτον ἤδη γενόμενον, κατὰ τὴν εὐαγγελικὴν· ἐκείνεν καὶ θείαν φωνὴν, μετ' ἐκδικίου τοῦ βδελυροῦ ἄλλου τοῦ Πέτρου, τοῦ καὶ τὴν ἑαυτοῦ προσηγορίαν μέχρι τοῦ νῦν οὐκ ἐρυθριάσαντος ψεύσασται τοῦ αὐτοῦ μαθητοῦ, καὶ τὰ τῆς ἀποστασίας καθ' ἑκάστην ῥήματα φθεγξαμένου· καὶ μετὰ Ζωόρα δὲ, τοῦ παντελῶς ἀμυήτου τῆς θείας γραφῆς, καὶ πάσης ἱερατικῆς λειτουργίας, καὶ τάξεως, μετὰ δὲ παῤῥησιας οὐκ ἴσμεν τῆς ὅθεν χορεγουμένης αὐτῷ καταπατοῦντος τὴν κρατοῦσον ἐκκλησιαστικὴν εὐκοσμίαν τε, καὶ κατάστασιν, ἐκ τῶν καθ' ἡμέραν παρασυνάξεων, καὶ παραβαπτισματων ὑπ' αὐτοῦ τολμωμένων, οὗ τὴν συναγωγὴν, γύναια κώμοις, καὶ μέθαις, ἀσελγείαις, τε, καὶ ἀκολασίαις ἐνδεδομένα πληροῖ.
28Agapetus I, Epistolae, 66, 0069D
Πείσαντες τὸν εὐσεβέστατον ἡμῶν βασιλέα, θῆρας αἱμοβόρους, ἄρνασι μὴ συγχωρεὶν συναυλίζεσθαι, ἡκριβωμένον σαφῶς τὸ τῷ θείῳ Ἀποστόλῳ ῥηθὲν, « ὡς οὐδεμία μετοχὴ δικαιρσύνῃ, καὶ ἀνομίᾳ, ἒ κοινωνία φωτὶ πρὸς σκότος, ἢ μερὶς πιστῷ μετὰ ἀπίστου.
29Agapetus I, Epistolae, 66, 0071C
Ἐν γὰρ καταγωγίῳ τινὶ τιμίας εἰκόνος ἀνακειμένης τοῦ τῶν εὐσεβῶν ἐπὶ τοῦ παρόντος σκέπτρων κρατοῦντος, ὥσπερ ἁμιλλώμενος ὁ προλεχθεὶς δείλαιος, καὶ ἀλάστωρ ἀνὴρ, εἰ μὴ καὶ κατὰ τὸν ῥηθησόμενον νεώτερον τρόπον βλασφημήσοι τὸ θεῖον, ἀνατείνας τὴν βακτηρίαν, ἐν ᾗ τὸ ἄτιμον αὐτιῦ σχηματίζεται γῆρας στηρίζειν, πληρῶν τὴν πεπλανημένην ἐπίθεσιν, ἔμπροσθεν τῶν ὑπ' αὐτοῦ καταγινομένων ἀπάγεσθαι, ἔτυπτεν ἀφειδῶς τὸ τοῦ φιλοχρίστου βασιλέως ὁμοίωμα, αἱρετικὸν ἀποκαλῶν τὸν ἡνωμένον οὕτω Θεῷ καὶ φρουρούμενον ὑπ' αὐτοῦ, τὸ τῆς ἀληθείας φυλάττοντα κήρυγμα, καὶ οὐκ ἔπαυσε τὸν θυμὸν μέχρι τοσούτου, ἕως οὗ καὶ τὴν φέρουσαν τὸ περιφανὲς ἐκτύπωμα σινδόνα διέῤῥηξε, καὶ μέρος κατέαξεν ἐξ αὐτοῦ, ὃ καὶ πυρὶ παραδέδωκε.
30Agatho papa, Epistolae, 87, 1219A
Ἐν τούτῳ γὰρ ὅ τε ἀποστολικὸς θρόνος, οἵ τε προηγησάμενοι τὴν ἡμετέραν μετριότητα μέχρι τοσούτου [τούτων, L.] οὐ χωρὶς κινδύνων ἀπέκαμον, νῦν δογματικῶς μετὰ τῶν ἀποστολικῶν ἀρχιερέων βουλευσάμενοι, νῦν συνοδικῷ ὅρῳ τῆς ἀληθείας περιεχομένους κανόνας πᾶσι γνωρίσαντες· καὶ τὰ αἰώνια ὅρια, ἅτινα παραβῆναι οὐ θέμις ἐστὶ, μέχρι τῆς ἐξόδου αὐτῆς τῆς ψυχῆς συστατικῶς διεκδικοῦντες, μὴ ἀπατηθέντες κολακείαις, μήτε κινδύνους ὑφορώμενοι, ὅπως ἐκεῖνο τὸ ἐν Εὐαγγελίοις τοῦ Κυρίου ἡμῶν θέσπισμα ἔργοις ἀποδείξωσιν, ᾧπερ ἀποφαντικῶς διδάσκων παραγγέλλει· « Ὅστις μὲ ὁμολογήσει ἐνώπιον τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, » καὶ τῇ ἐπακολουθήσῃ τιμωρίᾳ ἐκφοβεῖ, ᾗτινι αὐστηρῶς ἀπειλεῖ· « Καὶ ὅστις μὲ ἀρνήσεται ἐνώπιον τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
31Agatho papa, Epistolae, 87, 1230A
Τοὺς δὲ ταῦτα σὺν ἡμῖν ὁμολογεῖν μὴ θέλοντας, ὡς ἐχθροὺς τῆς καθολικῆς καὶ ἀποστολικῆς ὁμολογίας, ἐνόχους εἶναι κρίνομεν τῆς αἰωνίου κατακρίσεως, οὔτε δέ ποτε τοὺς τοιούτους ἐν τῶ συλλόγῳ τῆς ἡμετέρας μετριότητος, εἰμὴ διορθωθέντας, ἀνεχόμεθα δέξασθαι.
32Agatho papa, Epistolae, 87, 1251B
Ἐντεῦθεν τοιγαροῦν ἐφ' ἡμᾶς ἡ τοῦ παναγίου Πνεύματος χάρις ἐπέλαμψε, τὴν ἐξουσίαν διὰ τῆς ὑμῶν ἐκτενεστάτης εὐχῆς χαρισαμένη τοῦ πᾶν ζιζάνιον καὶ ξύλον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόψαι, καί πυρ' καταναλῶσαι κελεύσασα.
33Agatho papa, Epistolae, 87, 1251D
Καὶ καρδίᾳ, γλώσσῃ τε καὶ χειρὶ συμφωνήσαντες ἀπλανέστατόν τε καὶ ἀσφαλέστατον τῇ συνεργίᾳ τοῦ ζωοποιοῦ Πνεύματος ὅρον ἐξεφωνήσαμεν, οὐ μετάραντες κατὰ τὸ δὴ λεγόμενον, ὁρια αἰώνια, μὴ γένοιτο· ἀλλὰ ταῖς τῶν ἁγίων καὶ ἐκκρίτων Πατέρων ἐμμείναντες χρήσεσιν, ὁρίσαντες, ἵνα καθάπερ ἐκ δύο καὶ ἐν δύο φύσεσι θεότητος τε καὶ ἀνθρωπότητος, ἐξ ὧν συντεθεὶς, καὶ ἐν αἷς ὑπάρχων Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν κηρύττεται παρ' ἡμῶν, καὶ δοξάζεται ἀχωρίστως, ἀτρέπτως, ἀσυγχύτως καὶ ἀδιαιρέτως, οὕτω καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως, ἀτρέπτως, ἀσυγχύτως, ἀμερίστως πρεσβεύωμεν, καθὼς καὶ ἐν τοῖς παρ' ἡμῶν ὁρισθεῖσι συνοδικῶς δεδήλωται· οἷς καὶ τὸ τοῦ Θεομιμήτου ἡμῶν βασιλέως κράτος συναινέσαν ἰδιοχείρως καθυπεσημήνατο· ἀποβαλλόμενοι, ὡς προλέλεκται, τὴν ἀσεβεστάτην καὶ φασματώδη περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, καὶ κατακρίναντες αἵρεσιν· ἔνθεν τε τῶν συγχεόντων καὶ διαιρούντων τὸν τάραχον κατεπαύσαμεν, καὶ τὴν πυριφλόγον ζάλην τῶν λοιπῶν αἱρέσεων κατεσβέσαμεν, τὴν δὲ τῆν ὀρθοδόξου πίστεως φωταυγίαν τηλαυγῶς σὺν ὑμῖν ἐκηρύξαμεν· ἣν καὶ αὖθις διὰ τιμίων ὑμῶν ἀντιγράφων ἐπισφραγίσαι τὴν ὑμῶν ἐκλιπαροῦμεν πατρικὴν ἁγιότητα· δι' ἧς εὐέλπιδες εἰς Χριστὸν ὄντες θαῤῥοῦμεν, τὴν αὐτοῦ πολυέλεον ἀγαθότητα τὴν σύστασιν τῇ ἐκ Θεοῦ δωρηθείσῃ τῷ πραοτάτῳ ἡμῶν βασιλεῖ Ῥωμαϊκῇ πολιτείᾳ χαρίζεσθαι, νίκαις τε πολυχρονίοις τὴν αὐτοῦ κατακοσμεῖν παγγάληνον ἡμερότητα· τὴν δὲ ὑμετέραν Θεοτίμητον ἁγιότητα παριστῶσαν πρὸς τοῖς ἔνθεν καὶ τῷ φοβερῷ αὐτοῦ ἐκείνου βήματι εἰλικρινῶς τε καὶ ἀληθῶς ὁμολογήσασαν τὰ τῆς πίστεως, ἐν ῥώσει φυλαττομένην, καὶ διασώζουσαν τὰ ἐκ Θεοῦ ἐμπιστευθέντα αὐτῇ ὀρθόδοξα ποίμνια.
34Agatho papa, Epistolae, 87, 1162C
Καὶ μήπως τινὰ τῶν ἀκουόντων ὁ οὕτως εὐσεβὴς διαλάθῃ σκοπὸς, ἢ ἀνθρωπίνη ὑποψία καταπτοήσῃ λόγιζομένων ἐξουσίᾳ ἡμᾶς εἶναι συνωθησθέντας, καὶ οὐχὶ πληρεστάτῃ γαληνότητι πρὸς τὸ ἀπολογήσασθαι περὶ τοῦ κηρύγματος τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως ὑπομνησθέντας, αἱ θειώδεις κεραῖαι πρὸς τὸν τῆς ἀποστολικῆς μνήμης Δῶνον τὸν ἀρχιερέα καὶ προηγησάμενον τὴν ἡμετέραν μετριότητα, πᾶσι τοῖς λαοῖς καὶ ἔθνεσι διὰ τῆς ἡμῶν διακονίας ἐφανεροποίησαν, καὶ πληροφοροῦσιν· ἅστινας κεραίας ἡ χάρις τοῦ ἁγίου Πνεύματος τῷ καλάμῳ τῆς βασιλικῆς γλώττης ἐκ τοῦ καθαροῦ τῆς καρδίας θησαυροῦ ὑπηγόρευσεν, ὑπομιμνησκούσας, καὶ μὴ καταθλιβούσας· ἀπολογουμένας καὶ μὴ καταφοβούσας· μὴ καταπονούσας, ἀλλὰ προτρεπούσας· πρὸς ταῦτα, ἅπερ εἰσὶ τοῦ Θεοῦ, κατὰ Θεὸν προτρεπούσας.
35Agatho papa, Epistolae, 87, 1163A
Ὅπερ καὶ ὁ μακάριος Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων ὑπομιμνήσκει· « Ποιμαίνετε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Χριστοῦ μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως κατὰ Θεὸν προτρεπόμενοι.
36Agatho papa, Epistolae, 87, 1163B
Καὶ εἰ μὴ ὅτι μακρὰ περίοδος τῶν χωρῶν, ἐν αἷς ἡ σύνοδος καθέστηκε τῆς ἡμετέρας ταπεινώσεως, τοῦ τοσούτου χρόνου ἐπεσώρευσε τὴν ἐπέκτασιν, πάλαι τοῦτο, ὅπερ μόλις ποτὲ νῦν γενέσθαι ἠδυνήθη, ἡ περισπούδαστος ὑπακοὴ [ἴσ. περισπουδάστῳ ὑπακοῇ] ἡ ἡμετέρα δουλεία ἐπλήρωσεν.
37Agatho papa, Epistolae, 87, 1166A
Παρὰ γὰρ ἀνθρώποις ἐν μέσῳ ἐθνῶν τυγχάνουσι, καὶ ἀπὸ σωματικοῦ μόχθου τὴν τροφὴν μετὰ μεγάλου δισταγμοῦ ποριζομένοις, πῶς εἰς τὸ πλῆρες δυνήσεται εὑρεθῆναι ἡ τῶν Γραφῶν εἴδησις; εἰ μὴ ὅτι κανονικῶς ἀπὸ τῶν ἁγίων τῶν προηγησαμένων καὶ τῶν ἁγίων πέντε συνόδων ἅπερ ὡρισμένα εἰσὶν, ἐν ἁπλότητι καρδίας, καὶ ἀναμφιβόλως ἀπὸ τῆς παραδοθείσης παρὰ τῶν Πατέρων πίστεως φυλάττομεν, ἓν καὶ ἐξαίρετον ἔχειν διὰ παντὸς εὐχόμενοί τε καὶ σπεύδοντες, ἵνα μηδὲν παρὰ τὰ κανονικῶς ὁρισθέντα μειωθῇ, μηδὲν ἀλλαγῇ, ἢ προστεθῆ, ἀλλὰ ταῦτα καὶ ῥήμασι, καὶ νοήμασιν ἀπαράτρωτα φυλαχθῶσιν.
38Agatho papa, Epistolae, 87, 1166D
Οὕτως ἠνεῳγμένα τὰ ὦτα τοῦ παντοδυνάμου Θεοῦ πρὸς τὸ εἰσακοῦσαι τῶν ἱκεσιῶν ἡμῶν εὑρήσαι ἡ ὑμετέρα ἡμερωτάτη εὐσέβεια, καὶ ἀβλαβεῖς περί τε τὴν ὀρθότητα τῆς ἀποστολικῆς πίστεως, περί τε τὴν τῶν σωμάτων ὁλοκληρίαν τοῖς οἰκείοις ἀποκαταστῆσαι κελεύσῃ· οὕτως ἀποκαταστήσαι ἡ ὑπερτάτη μεγαλειότης διὰ τῶν ἀνδρειοτάτων, καὶ ἀηττήτων καμάτων τῆς ὑμῶν θεοστηρίκτου φιλανθρωπίας ὑπὸ τὸ ἀγαθοθελὲς διάδημα τῆς ὑμῶν βασιλείας πᾶσαν τὴν τῶν Χριστιανῶν πολιτείαν, καὶ τοῖς ἀνδρειοτάτοις ὑμῶν σκήπροις τὰ ἀντιτασσόμενα, ὑποτάξαι ἔθνη, ἵνα ἐκ τούτου πάσῃ ψυχῇ, καὶ πᾶσι τοῖς ἔθνεσι πληροφορία γένηται, ὅτι ὅπερ διὰ τῶν σεβασμίων κεραιῶν περὶ ἀβλαβησίας, καὶ τοῦ μὴ ἔν τινι βαρυνθῆναι τοὺς ἐρχομένους, τοῦ Θεοῦ αὐτῇ ἐνηχήσαντος, ὑποσχέσθαι κατηξίωσεν, ἐν πᾶσιν ἐπλήρωσεν, Οὔτε γὰρ ἡ εἴδησις αὐτῶν παῤῥησίαν δέδωκεν, ἵνα τολμήσωμεν πρὸς τὰ εὐσεβῆ ὑμῶν ἴχνη τούτους στεῖλαι, ἀλλὰ τοῦτο ἡ βασιλικὴ ὑμῶν εὐμένεια φιλανθρώπως κελεύουσα προετρέψατο, καὶ ἡ ἡμῶν σμικρότης τὸ κελευθὲν μεθ' ὑπακοῆς ἐπλήρωσεν.
39Agatho papa, Epistolae, 87, 1171A
Αὕτη δέ ἐστι τῆς ἀληθοῦς πίστεως ὁ κανων· ἥν τινα καὶ ἐν τοῖς εὐτυχήμασι, καὶ ἐν τοῖς ἐναντίοις θερμῶς ἐκράτησε καὶ ἐξεδίκησεν αὕτη ἡ πνευματικὴ μήτηρ τοῦ ὑμετέρου γαληναίου κράτους ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία· ἥτις διὰ τῆς χάριτος τοῦ παντοδυνάμου Θεοῦ ἀπὸ τῆς ὁδοῦ τῆς ἀποστολικῆς παραδόσεως οὐδέποτε πλανηθῆναι δείκνυται· οὔτε τοῖς τῶν αἱρετικῶν καινισμοῖς στρεβλωθεῖσα ὑπέπεσεν, ἀλλὰ καθὼς ἐκ προοιμίων τῆς τῶν Χριστιανῶν πίστεως παρέλαβεν ἀπὸ τῶν ἰδίων αὐθεντῶν τῶν κορυφαίων τοῦ Χριστοῦ ἀποστόλων, ἀπαράτρωτος μέχρι τέλους μένει κατὰ τὴν τοῦ Κυρίου αὐτοῦ τοῦ Σωτῆρος θείαν παραγγελίαν [L., ἐπαγγελίαν], ἣν τῷ ἐξάρχῳ τῶν ἑαυτοῦ μαθητῶν ἐν τοῖς Εὐαγγελίοις ὡμολόγησε φήσας· « Πέτρε, Πέτρε, ἰδοὺ ὁ Σατανᾶς ἐζήτησε τοῦ σινιάσαι ὑμᾶς, ὡς ὁ σινιάζων τὸν σῖτον· ἐγὼ δὲ περὶ σοῦ ἠρώτησα, ἵνα μὴ ἐκλείψῃ [ἄλλ' ἐκλείπῃ] ἡ πίστις σου.
40Agatho papa, Epistolae, 87, 1170D
» Κατανοήσει τοίνυν ἡ ὑμετέρα γαληναία φιλανθρωπία, Ἐπειδὴ ὁ Κύριος καὶ Σωτὴρ πάντων, οὗτινος ἡ πίστις ἐστὶν, ὃς τὴν πίστιν Πέτρου μὴ ἐκλεῖψαι ὑπέσχετο, τοῦτον ὑπέμνησε τοὺς ἑαυτοῦ στηρίζειν ἀδελφούς· ὅπερ τοὺς ἀποστολικοὺς ἀρχιερεῖς τὴν ἐμὴν ἐλαχιστίαν προηγησαμένους παῤῥησιαστικῶς ἀεὶ πεποιηκέναι πᾶσιν ἐγνώσθη· ὧν τινων καὶ ἡ ἐμὴ σμικρότης, εἰ καὶ ἄνισος καὶ ἐλαχίστη, ὅμως ἕνεκεν τῆς προσληφθείσης ἐκ τῆς θείας ῥοπῆς διακονίας ἀκόλουθος ἐπιθυμεῖ ὑπάρχειν.
41Agatho papa, Epistolae, 87, 1171C
Τί λέξω ἐν τῇ μελλούσῃ κρίσει αὐτοῦ τοῦ Χριστοῦ, ἐὰν ἐνταῦθα, ὅπερ ἀπέστω, κηρύξαι τῶν αὐτοῦ λόγων τὴν ἀλήθειαν ἐπαισχυνθῶ; Τί περὶ ἐμαυτοῦ; τί περὶ τῶν ἐμπιστευθεισῶngr; μοι ψυχῶν ἀπολογήσομαι, ἐπὰν περὶ τῆς ληφθείσης ὑπ' ἐμοῦ λειτουργίας λόγον σφιγκτὸν ἀπαιτήσῃ; Τίς τοίνυν, φιλανθρωπότατοigr; καὶ εὐσεβέστατοι δεσπόται καὶ τέκνα, ὅπερ τρέμων καὶ συμπίπτων τῷ πνεύματι λέγω, μὴ προκαλέσηται ἐκεῖνα, ἅπερ θαυμαστῇ ὑποσχέσει τοῖς πιστοῖς ἐπηγγείλατο φήσας· « Ὅστίς με ὁμολογήσει ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κᾀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς; » Καὶ τίνα τῶν ἀπίστων μὴ ἐκφοβήσῃ ἐκείνη ἡ ἀπότομος ἀπειλὴ, ἥτις ἀγανακτοῦντα αὐτὸν προσμαρτύρεται, καὶ διαβεβαιοῦται φάσκουσα· « Ὅστίς με ἀρνήσεται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κᾀγὼ ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; » Ὅθεν καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος τῶν ἐθνῶν ὑπομιμνήσκει καὶ λέγει· « Ἀλλ' εἰ καὶ ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν, παρ' ὃ εὐαγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
42Agatho papa, Epistolae, 87, 1174D
» Καὶ ἐν ἄλλῳ· « Μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γινέσθω.
43Agatho papa, Epistolae, 87, 1175C
Ὅπερ καὶ ὁ ἅγιος Λουκᾶς ὁ εὐαγγελιστὴς ὁμοίως μνημονεύει, τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατὰ τὴν ἀνθρωπότητα προσευχόμενον πρὸς τὸν Πατέρα εἰσάγων, καὶ διαβεβαιούμενος· « Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γινέσθω.
44Agatho papa, Epistolae, 87, 1175C
ἐν τῷ λόγῳ τῷ κατὰ Ἀπολλιναρίου τοῦ αἱρετικοῦ περὶ τῆς Τριάδος καὶ τῆς Ἐνανθρωπήσεως, καὶ τοῦ δυϊκοῦ ἀριθμοῦ δραττόμενος οὕτω σαφηνίζει· Καὶ ὅταν λέγῃ· « Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω· πλὴν μὴ τὸ ἐμὸν θέλημα γένηται, ἀλλὰ τὸ σόν.
45Agatho papa, Epistolae, 87, 1175D
» Καὶ πάλιν· « τοῦτό ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν, ὃ δέδωκέ με, μὴ ἀπολέσω ἐξ αὐτοῦ τι, ἀλλ' ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
46Agatho papa, Epistolae, 87, 1178B
» Μήτι ἐκ τῆς φύσεως τοῦ Μονογενοῦς δυνήσεται τοῦτο λέγεσθαι; Ἀλλ' ἄνθρωπε, ὅστις νομίζεις στενάζειν τὴν φύσιν τοῦ Πνεύματος τοῦ ἁγίου, διὰ τί μὴ καὶ τὴν φύσιν τοῦ Θεοῦ Λόγου περίλυπον εἶναι εἴποις δύνασθαι; Πλὴν αὐτὸς, μήπως τι τοιοῦτον λεχθείη, οὐκ ἔφη· Περίλυπός εἰμι, εἰ καὶ τὰ μάλιστα εἰ καὶ τοῦτο εἰρήκει, οὐχὶ μὴ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου ἐχρῆν νοεῖσθαι, ἀλλά φησι· « Περίλυπός ἐστιν ἡ ψυχή μου, » ἣν ὡς ἄνθρωπος πάντως εἶχεν ἀνθρωπίνην, εἰ καὶ τὰ μάλιστα καὶ ἐν τούτῳ ὅ φησιν· « Οὐχ ὅπερ ἐγὼ θέλω, » ἄλλο ἑαυτὸν δείκνυσι θέλειν παρὰ τὸν Πατέρα, ὅπερ εἰ μὴ τῇ ἀνθρωπίνῃ καρδίᾳ οὐκ ἠδύνατο, ὁπόταν [ἴσ. ὁ πότε] τὴν ἡμετέραν ἀσθένειαν εἰς τὴν ἰδίαν οὐχὶ τὴν θείαν, ἀλλὰ τὴν ἀνθρωπίνην μετασχηματίσαι [ἴσ., μετεσχημάτιζε] διάθεσιν.
47Agatho papa, Epistolae, 87, 1178B
Ἀνθρώπου δηλαδὴ μὴ προσληφθέντος, οὐδαμῶς τῷ Πατρὶ εἶπεν ἂν ὁ μονογενὴς Λόγος· « Οὐχ ὅπερ ἐγὼ θέλω.
48Agatho papa, Epistolae, 87, 1178C
Δι' ἧς διαλέξεως ὁ σεβάσμιος οὗτος Πατὴρ ἀποδείκνυσιν, ὅτι ἡνίκα λέγει ὁ Κύριος Ἴδιον, τῆς ἀνθρωπότητος αὐτοῦ σημαίνει τὸ θέλημα· καὶ ὅτε λέγει μὴ ποιεῖν τὸ θέλημα τὸ ἑαυτοῦ, ὑπομιμνήσκει ἡμᾶς οὐχὶ τὸ ἡμέτερον πρωτοτύπως ζητεῖν θέλημα, ἀλλὰ δι' ὑπακοῆς τὸ ἡμέτερον θέλημα τῷ θείῳ θελήματι ὑποτάσσειν.
49Agatho papa, Epistolae, 87, 1179A
» Καὶ· « Οὐδεὶς δύναται γνῶναι τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ τινι θέλει ὁ Υἱὸς ἀποκαλύψαι.
50Agatho papa, Epistolae, 87, 1179D
» Μὴ οὖν αὐτὸς ὁ δημιουργὸς τῶν πάντων καὶ λυτρωτὴς, περὶ οὗ εἴρηται· « Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, » οὗτινος τὸ θέλειν τοῦτό ἐστιν ὅπερ δύναται [ὅπερ τὸ δύνασθαι]· οὗτινος τῷ νεύματι αἱ οὐράνιαι δυνάμεις σὺν φόβῳ λατρεύουσι, λαθεῖν ἐπὶ γῆς θέλων οὐκ ἠδυνήθη; ὁ κατὰ τὴν θείαν μεγαλωσύνην ἐξ ἀϊδίου σὺν τῷ Πατρὶ ἐν τοῖς οὐρανοῖς ἀποῤῥήτως δεσπόζων, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς; εἰ μὴ τοῦτο πρὸς τὸ ἀνθρώπινον αὐτοῦ θέλημα, ὅπερ χρονικῶς κατηξίωσε προσλαβεὶν, ἐπαναδοθείῃ; Πόσῃ οὖν πλάνῃ ἐγκεκύλισται ὁ τὰ τοιαῦτα μὴ διακρίνων, ἵνα εἴπῃ, ἑνὶ καὶ τῷ αὐτῷ θελήματι καὶ πάντα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἅπερ ἠθέλησε, τὸν Κύριον δύνασθαι, καὶ τῷ αὐτῷ πάλιν θελήματι ἐν οἴκῳ εὐτελεῖ θέλοντα λαθεῖν μὴ δύνασθαι κατὰ τὰς εὐαγγελικὰς μαρτυρίας; Ἀλλ' ἐὰν πρὸς τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος αὐτοῦ, καθ' ἣν τὸ ταπεινὸν ἡμῶν προσέλαβεν, ἀποδοθῇ, πάντα τὰ τῆς θείας αὐτοῦ μεγαλωσύνης ἠλαττωμένα πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν γνωρίζεται, ἣν τελείως προσέλαβε χωρίς τινος ἁμαρτίας, ἵνα ταύτην καὶ τελείως σώσῃ.
51Agatho papa, Epistolae, 87, 1179C
Τὸ γὰρ παρ' αὐτοῦ μὴ προσληφθὲν οὐδὲ σώζεται, καθὼς ἡμᾶς ὁ συστατικὸς τῆς ἀληθείας κήρυξ Γρηγόριος ὁ Ναζιανζοῦ πρόεδρος ἐφωδίασε.
52Agatho papa, Epistolae, 87, 1182A
» Μήτι κατὰ τὴν θεότητα ἄλλο ἐστὶ, θέλημα τοῦ Πατρὸς παρὰ τὸν Υἱὸν; ἢ ἄλλο θέλει ὁ Υἱὸς παρὰ τὸν Πατέρα; Εἰ τοίνυν ἓν θέλουσι, καὶ οὐδεμία ἐστὶ διαφορὰ θελήματος ἐν τῇ ἁγίᾳ Τριάδι, πῶς ἐστι νοητέον, ὅπερ ὁ Προφήτης περὶ τοῦ προσώπου αὐτοῦ μαρτυρεῖ· « Τοῦ ποιῆσαι τὸ θέλημα σου, ὁ Θεός μου, ἠβουλήθην, » εἰ μὴ πιστῶς νοηθῇ εἰρημένον περὶ τοῦ ἀμώμου θελήματος τῆς αὐτοῦ ἀνθρωπότητος; Ὅθεν καὶ ἕπεται· « Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.
53Agatho papa, Epistolae, 87, 1182C
Τίς γὰρ εἰς τοσοῦτον ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἀπεχώρησεν, ἵνα κατὰ τὸ θέλημα τῆς αὐτοῦ θεότητος προπετεύσηται λέγειν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πατρὶ ὑπακοῦσαι, ᾧ τινί ἐστιν ἴσος ἐν πᾶσι, καὶ τοῦτο θέλει ἐν πᾶσι καὶ αὐτὸς ὅπερ ὁ Πατήρ; ἢ τίς μὴ νοήσῃ τὴν ὑπακοὴν τῷ ἀνθρωπίνῳ θελήματι μᾶλλον ἁρμόζειν, ἐν ᾧ παντελῶς οὐδεμίαν ἔσχεν ἁμαρτίαν; Οὔτε ῥηθήσεται ὑπήκοος μέχρι θανάτου, εἰ μὴ ἀνθρώπινον θέλημα ἐν ἑαυτῷ ἀνέλαβε, καθὼς ψυχὴν λογικὴν, καὶ σάρκα μετὰ πάντων αὐτῶν τῶν ἰδιοτήτων σαρκωθεὶς προσέλαβε.
54Agatho papa, Epistolae, 87, 1182D
Προσεπιτούτοις ἵνα φανῇ τῇ ὑμετέρᾳ εὐσεβεῖ εὐμενείᾳ, ὅτι φυσικόν ἐστι τὸ ἀνθρώπινον θέλημα· καὶ ὁ ἀρνούμενος τὸ ἀνθρώπινον θέλημα χωρὶς μόνης ἁμαρτίας ἐν τῷ Χριστῷ, οὔτε ἔχειν αὐτὸν ἀνθρωπίνην ψυχὴν ὁμολογεῖ, ὁ σοφώτατος τῆς ἀληθείας κήρυξ, ὁ μακάριος Αὐγουστῖνος ἐν τῷ πέμπτῳ τόμῳ τῆς διαλέξεως κατὰ Ἰουλιανοῦ τοῦ Πελαγιανιστοῦ, τί ἐστι θέλημα, τούτοις ὁρίζει τοῖς ῥήμασι· Κίνησις ψυχῆς τί ἐστιν, εἰ μὴ κίνησις φύσεως; Ἡ γὰρ ψυχὴ ἀνενδοιάστως φύσις ἐστί, διόπερ τὸ θέλημα κίνησις φύσεως ὑπάρχει, ἐπειδὴ κίνησις ἐστι ψυχῆς.
55Agatho papa, Epistolae, 87, 1183A
Καὶ πάλιν φησί· Διὰ τί οὖν ἀρνῆσαι κεκλεισμένοις ὀφθαλμοῖς πράγματα φανερὰ, ἀπὸ τῆς φύσεως τοῦ ἀνθρώπου ἀναφύεσθαι θέλημα τῷ ἀνθρώπῳ; Ὡσαύτως· Αὐτὴ ἡ κίνησις τῆς ψυχῆς μηδενὸς ἀναγκάζοντος θέλημα ἐστι . . . Καὶ πάλιν· Οὕτως οὐκ ἀληθῶς ἄρα [οὕτως ἄρα ex Lat.], Ἰουλιανὲ, ἐξ ἀνθρώπου θέλημα ἀνθρώπου οὐκ ἀναφύεται, ὁπόταν ὁ ἀνθρωπος ἀγαθὸν ποίημα Θεοῦ εἴη; Ἔπειτα δὲ [μὴ] ἠδυνήθη ἀνελθεῖν εἰς τὴν καρδίαν σου, φύεσθαι μὲν ἐξ ἀνθρώπου θέλημα, ἀλλ' οὐχὶ ἐκ τοῦ αὐτεξουσίου αὐτοῦ; Εἰπὲ οὖν πόθεν, ἐὰν οὐχὶ ἀπὸ τῆς φύσεως, τουτέστιν, ἐὰν οὐχὶ ἀπ' αὐτοῦ τοῦ ἀνθρώπου; Αἷστισι μαρτυρίαις φαίνεται μίαν ἑκάστην αὐτῶν, ἅς τινας ἐνταῦθα ὁ πνευματικὸς Πατὴρ ἀπηρίθμησε φύσεις, ἴδιον φυσικὸν ἔχειν, καὶ ἑνὶ ἑκάστῳ προσκυροῦσθαι ὀφείλειν θέλημα.
56Agatho papa, Epistolae, 87, 1183B
Οὔτε γὰρ δυνήσεται ἡ τῶν ἀγγέλων φύσις θεῖον ἔχειν θέλημα, ἢ ἀνθρώπινον, οὔτε ἡ ἀνθρωπίνη φύσις θέλημα Θεοῦ, ἢ ἀγγέλου, καθὼς οὔτε ἑτέρου, παρ' ὅ ἐστι, τὶ ἔχειν φύσιν δυνήσεται ἢ κίνησιν, εἰ μὴ ὅπερ ἐστὶ φυσικῶς ἢ ἐδημιουργήθη.
57Agatho papa, Epistolae, 87, 1183D
Τοῦτο αὐτὸ καὶ ἡ ἁγία σύνοδος ἡ ἐπὶ τοῦ τῆς σεβασμίας μνήμης Ἰουστινιανοῦ τοῦ βασιλέως ἐν Κωνσταντινουπόλει συναθροισθεῖσα ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ, τῶν ὅρων κηρύττει· Εἴ τις ἐν δύο φύσεσι, λέγουσα, μὴ ὡς ἐν θεότητι, καὶ ἀνθρωπότητι τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γνωρίζεσθαι ὁμολογεῖ, ἵνα διὰ τούτου σημαίνῃ τὴν διαφορὰν τῶν φύσεων, ἐξ ὧν ἀσυγχύτως ἡ ἄφραστος ἕνωσις γέγονεν, οὔτε τοῦ Λόγου εἰς τὴν τῆς σαρκὸς μεταποιηθέντος φύσιν, οὔτε τῆς σαρκὸς πρὸς τὴν τοῦ Λόγου φύσιν μεταχωρησάσης.
58Agatho papa, Epistolae, 87, 1186B
Μένει γὰρ ἑκάτερον ὅπερ ἐστὶ τῇ φύσει, καὶ γενομένης τῆς ἑνώσεως καθ' ὑπόστασιν· ἀλλ' ἐπὶ διαιρέσει τῇ ἀνὰ μέρος τὴν τοιαύτην λαμβάνει φονὴν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου· ἢ τὸν ἀριθμον τῶν φύσεων ὁμολογῶν ἐπὶ τοῦ αὐτοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ Λόγου σαρκωθέντος, μὴ τῇ θεωρίᾳ μόνῃ τὴν διαφορὰν τούτων λαμβάνει, ἐξ ὧν καὶ συνετέθη, οὐκ ἀνῃρημένην διὰ τὴν ἕνωσιν· εἷς γὰρ ἐξ ἀμφοῖν, καὶ δι' ἑνὸς ἀμφότερα· ἀλλ' ἐπὶ τούτῳ κέχρηται τῷ ἀριθμῷ, ὡς κεχωρισμένας καὶ ιδιοϋποστάτους εἶναι τὰς φύσεις· ὁ τοιοῦτος ἀνάθεμα ἔστω.
59Agatho papa, Epistolae, 87, 1186C
Εἰ μὲν οὖν μὴ παρὰ τοῦ κατεληλυθότος αὐτοῦ ταῦτα ἐλέγετο, εἴποιμεν ἂν ὡς [θέλειν] παρὰ τοῦ ἀνθρώπου τυποῦσθαι τὸν λόγον, οὐ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου· τὸ γὰρ ἐκείνου θέλημα οὑδὲ ὑπεναντίον Θεῷ θεωθὲν ὁλον.
60Agatho papa, Epistolae, 87, 1187B
Ὁ γὰρ εἰπὼν, « Μὴ τὸ ἐμὸν, » τὸ ἀνθρώπινον τῷ λόγῳ ἐσήμανε.
61Agatho papa, Epistolae, 87, 1187B
Τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως ἐκ τῆς ὁμιλίας τῆς πρὸς τοὺς μὴ ὑπαντήσαντας ἐν τῇ συνάξει· καὶ περὶ τοῦ ὁμοουσίου.
62Agatho papa, Epistolae, 87, 1187C
Οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα, κατάγνωσις· φύσεως γὰρ ἐστι τοῦτο· αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα.
63Agatho papa, Epistolae, 87, 1187D
Ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τὴν σάρκα τὸν θάνατον φυσικῶς.
64Agatho papa, Epistolae, 87, 1187D
Ὁπόταν λέγῃ ὁ ἅγιος Γρηγόριος ὁ Ναζιανζοῦ, Τὸ γὰρ ἐκείνου θέλειν τοῦ ἐν τῷ Σωτῆρι νοουμένου ἀνθρώπου δείκνυσι τὸ ἀνθρώπινον τοῦ Σωτῆρος θέλημα δι' αὐτῆς τῆς ἑνώσεως τῆς πρὸς τὸν Λόγον θεωθῆναι, καὶ διὰ τοῦτο μὴ εἶναι ἐναντίον Θεῷ.
65Agatho papa, Epistolae, 87, 1190B
Καὶ ἐπὰν λέγῃ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης, ὁ μέγας ἐπίσκοπος, ἀληθῆ εἶναι τοῦ μυστηρίου ὁμολογίαν, ἕτερον ὀφείλειν νοεῖσθαι τὸ ἀνθρώπινον θέλημα, ἕτερον τὸ θεῖον ἐν τῷ Χριστῷ, τί νοεῖσθαι ὑπομιμνήσκει, ἕτερον λέγων θέλημα καὶ ἕτερον, εἰ μὴ δύο φανερῶς θελήματα; Ὡσαύτως ἡνίκα ὁ ἅγιος Ἰωάννης ὁ ἔξοχος καθηγεμὼν διδάσκει, ἓν κατὰ τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοεῖσθαι θέλημα· καὶ τὸν αὐτὸν πάλιν Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ λέγει θέλειν ὡς ἄνθρωπον, καὶ κατὰ σάρκα ἀληθῶς καὶ χωρὶς σκανδάλου λεγόμενον ὀφείλειν γνωρίζεσθαι, ὅτι οὐκ ἤθελε τεθνάναι, διόπερ [ἴσ. διιότι] ὅτι τῆς ἀνθρωπίνης ἐστὶ φύσεως ἀνεπιλήπτως τοῦτο θελούσης, φανερόν ἐστιν, ὅτι καὶ αὐτὸς δύο φυσικὰ ἐν τῷ Χριστῷ κηρύσσει θελήματα· θεῖον, ὅπερ ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἀνθρώπινον, ὅπερ τὴν διάθεσιν τοῦ ζῇν φυσικῶς πράττει.
66Agatho papa, Epistolae, 87, 1190C
Καὶ ὁπόταν ὁ συστατικὸς τῆς ὀρθοδόξου πίστεως κήρυξ ὁ μακάριος Κύριλλος λέγῃ, ὅτι καθὸ ἦν Λόγος, οὐκ ἐφοβεῖτο τὸν θάνατον, ἀλλ' ἤθελε μέχρι τέλους τὴν οἰκονομίαν διεξάγειν, ὅτι τοῦτο ἦν τὸ θέλημα τοῦ Πατρὸς, ὅπερ ἐστὶ κατὰ τὴν θεότητα καὶ τοῦ Υἱοῦ· καὶ ἐσχηκέναι τὸν αὐτὸν τοῦτον Κύριον Ἰησοῦν Χριστὸν κατὰ τὴν ἀνθρωπότητα τοῦ μὴ ἀποθανεῖν θέλημα, τουτέστι τῆς ἀνθρωπίνης ζωῆς τὴν φυσικὴν διάθεσιν· δείκνυσι δὺο αὐτὸν, θεῖον δηλαδὴ καὶ ἀνθρώπινον, ἀναμφιβόλως ἐν ἑαυτῷ ἔχειν θελήματα· ἓν μὲν, ἐν ᾧ τὴν οἰκονομίαν ἤθελεν ἐκτελέσαι· ἕτερον δὲ, ἐν ᾧ λέγει τὴν σάρκα μὴ θέλειν φυσικῶς τεθνάναι.
67Agatho papa, Epistolae, 87, 1190D
Οὕτω μέντοι, ἵνα ἐν αὐτῷ τοῦ ἑκατέρου γὲνους τῷ λόγῳ, μηδέ ποτε εἰ μὴ μετὰ τῆς σημασίας καὶ ἀνθρώπου ὁ λαλῶν καὶ Θεοῦ εἴη· ὥστε ἀληθῶς δύο νοεῖσθαι τὰς φύσεις.
68Agatho papa, Epistolae, 87, 1191B
Μή τι ἀρφίβολον δυνηθείη ὑπολαμβάνεσθαι, ὅπερ ἐνταῦθα ὁ Πατὴρ τῷ φωτὶ τῆς ἀληθείας φανεροποιεῖ ἐν τῷ λέγειν, καὶ λαλοῦντα καὶ πράττοντα τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πάντα τὰ τοῦ Θεοῦ ὄντα ἄνθρωπον, καὶ τὸν αὐτὸν τοῦτον πάλιν τὰ τοῦ ἀνθρώπου πράττοντα ὄντα Θεὸν, καὶ ἑκάτερον γένος σημαντικὸν Θεοῦ καὶ ἀνθρώπου ἀποδεικνῦντα; ὅπως ἐπιγνῶναι τοῖς ἐθέλουσι τὴν τῆς ἀληθείας ὁδὸν ἀνάξῃ [ὁδὸν ἀνοίξῃ ex L.], ἐπειδὴ ὁ αὐτὸς οὗτος εἷς ὢν Χριστὸς ὁ Θεὸς καὶ [ὁ αὐτὸς οὗτος εἰπὼν, Χριστὸς ὁ Θεὸς καὶ] ἄνθρωπος καὶ τῆς θείας ἐνεργείας τὴν δυναστείαν, καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἐνέργειαν ἔχειν αὐτὸν δείκνυσι, καὶ ἑκάτερα μετ' ἀλλήλων ἀκὲραια διὰ τῆς θεωρητικῆς διακρίσεως σημαίνει.
69Agatho papa, Epistolae, 87, 1191C
Ταῦτα ἀναγκαίως προεζητήσαμεν, ἵνα ἐὰν ἴδωμεν αὐτὸν δι' ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντά τι ἢ λαλοῦντα, γινώσκωμεν, ὅτι Θεὸς ὢν ταῦτα ἐργάζεται, καὶ πάλιν ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα, ἢ πάσχοντα, μὴ ἀγνοῶμεν, ὅτι σαρκα φορῶν γέγονεν ἄνθρωπος, καὶ οὕτω πάντα ποιεῖ καὶ λαλεῖ.
70Agatho papa, Epistolae, 87, 1191D
Πῶς σοφῶς ἐνταῦθα ὁ ἀξιομνημόνευτος Πατὴρ ἐκ τῶν ποιοτήτων τῶν ἐνεργειῶν τῶν φύσεων τῶν ἐν τῷ Χριστῷ τὴν διαφορὰν διδάσκει νοεῖσθαι· καί ὡς τὰ πράγματα αὐτὰ πρὸ ὀφθαλμῶν χειρίζων τῇ χειρὶ τῆς πνευματικῆς διδασκαλίας τοῖς ἀναγινώσκουσι δείκνυσιν, ἡνίκα λέγει, εἶναι ἑνὸς τὰ ἑκάτερα πράττεσθαι, τουτέστιν ἑκατέρας τὰς ἐνεργείας, τὰ θεῖα δηλονότι καὶ τὰ ἀνθρώπινα ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ προέρχεσθαι; Καὶ ὑπομιμνήσκει μὴ δύνασθαι πλανᾶσθαι τὸν κατὰ ταύτην τὴν ὀρθὴν νόησιν πιστεύοντα.
71Agatho papa, Epistolae, 87, 1194B
Πῶς γὰρ ἡ αὐτὴ φύσις ἐδύνατο ἐλάττων εἶναι, καὶ ἴση; Πῶς δὲ ἐὰν ἐλάττων ἐστὶ, τὰ αὐτὰ ποιεῖ ὁμοίως, ἅπερ ὁ Πατὴρ ποιεῖ; Καὶ γὰρ τίνα τρόπον ἡ αὐτὴ ἐνέργεια διαφόρου ἐστὶ δυνάμεως; Μήτοι οὕτω δύναται ἐνεργεῖν ὁ ἥττων, καθ' ὃν τρόπον ὁ μείζων; ἡ μία ἐνέργεια δύναται εἶναι, ὅπου διάφορος οὐσία ἐστί; Τοίνυν λάβε τὸν Χριστὸν κατὰ τὴν θεότητα μὴ δύνασθαι ἐλάττονα λέγεσθαι.
72Agatho papa, Epistolae, 87, 1195C
Εἰ οὖν κατ' ἄλλην ἐνέργειαν μία ἐστὶ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἡ ἐνέργεια, καὶ κατ' ἄλλην κατ' οὐδένα λόγον ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τῷ αὐτῷ φυσικῷ λόγῳ κοινωνοῦσι, δύο ἀναμφιβόλως ἐνέργειαι ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ Θεῷ ἀληθινῷ καὶ τελείῳ, καὶ ἀνθρώπῳ ἀληθινῷ καὶ τελείῳ λεχθήσονται· καὶ ἐν ὃσῳ δείκνυσιν ὁ μέγας διδάσκαλος Ἀμβρόσιος μὴ δύνασθαι διαφόρου δυνάμεως μίαν ἐνέργειαν ὑπάρχειν, μηδὲ τὴν ἐλάσσονα δύνασθαι ἐνεργεῖν τὰ τῆς μείζονος· οὔτε ὅπου διάφορος οὐσία ἐστὶ, μίαν δύνασθαι νοεῖσθαι τὴν ἐνέργειαν ἀποδείκνυσι, φανεροῖς μηνύμασι τὸ μὴ δύνασθαι μίαν φυσικὴν ἐνέργειαν ἔχειν τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, εἰ καὶ ἑνὸς προσώπου εἶναι γινώσκονται, καὶ μετὰ τῆς ἀλλήλων κοινωνίας ἐνεργεῖν θεωροῦνται· ὅπου τοίνυν μείζων καὶ ἐλάττων ἐνέργεια λέγεται, οὐ περὶ μιᾶς, ἀλλὰ περὶ δύο φυσικῶν τοῦ ἑνὸς Χριστοῦ ἐνεργειῶν φανεροῦται· καὶ ἐπὰν ὁ ἐκδικητὴς τῆς ἀληθείας ὁ ἅγιος Λέων πρὸς τὸν ὁμολογητὴν τοῦ Χριστοῦ Φλαβιανὸν ἐν τῷ δογματικῷ τόμῳ ἔφρασε φάσκων· Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε.
73Agatho papa, Epistolae, 87, 1199B
Ἀλλ' ἵνα μή πως τῶν πολλῶν ῥημάτων φορτικὴ νομισθῇ ἡ δικαιολογία, καὶ μάλιστα οἷς τισι τὸ πρᾶγμα[L., ἡ φροντὶς] καὶ ἡ διοίκησις ὅλου τοῦ κόσμου ὡς ἐν ἰσχυρῷ θεμελίῳ ἐπίκειται, ὀλίγας ἀπὸ τῶν ἀναριθμήτων ταύτῃ τῇ μετρίᾳ ἀναφορᾷ ἐντάξαι τῶν ἁγίων Πατέρων μαρτυρίας ἐσπουδάσαμεν· ἐπειδὴ καὶ τοῦτο ἀσύγκριτον πάνυ καὶ μέγιστόν ἐστιν, ἵνα τῆς φροντίδος ὅλης τῆς Χριστιανικωτάτης πολιτείας ἐπ' ὀλίγον κωλυθείσης, ὑπὲρ πόθου τῆς ἀληθοῦς πίστεως ζέουσα, τοῦ ἀποστολικοῦ κηρύγματος τὴν διδασκαλίαν ἐξηνθισμένως ἐπιγνῶναι ἐπιθυμήσῃ ἡ σεβασμία καὶ ὑμῶν φιλανθρωπία.
74Agatho papa, Epistolae, 87, 1199C
Τίς γὰρ, εἰ καὶ βραδὺς εἴη πρὸς τὸ νοῆσαι, οὐ θεωρήσει, ὅπερ πᾶσι φαίνεται, ὅτι ἀδύνατον, καὶ παρὰ τὴν τάξιν τῆς φύσεώς ἐστι, δύνασθαι εἶναι φύσιν, καὶ ἐνέργειαν μὴ ἔχειν φύσεως; ὅπερ οὐδὲ ὑπὸ τῶν αἱρετικῶν ποτε ἐδοκιμάσθη λέγεσθαι· οἵτινες πάσας τὰς ἀνθρωπίνους πανουργίας, καὶ σκολιάς ζητήσεις κατὰ τῆς ὀρθότητος τῆς πίστεως, καὶ συναθροισμοὺς ταῖς φαυλότησιν αὐτῶν προσφόρους ἐφεῦρον.
75Agatho papa, Epistolae, 87, 1206A
Τίς, δέομαι, μὴ κατανυγείη, ἡμερώτατοι, καὶ φιλανθρωπότατοι βασιλέων, καὶ τῆς ἀνθρωπίνης ζωῆς τὰς ἀμφιστόμους παγίδας τρέμων κατανοήσῃ καὶ μετὰ στεναγμοῦ ἐκ βάθους τὸν Θεὸν, ὅς ἐστι πηγὴ οἰκτιρμῶν, ἱκετεύσῃ, ῥυθῆναι ἑαυτὸν ἀπὸ τῶν ἐπιβουλῶν τοῦ ἐχθροῦ τῶν πρὸς ἀπάτην τῆς ἀνθρωπίνης διανοίας πάντοθεν περικειμένων, θεωρῶν τούτους, οἱ τινες ἑαυτοὺς ἀπὸ ἄκρας εἰδήσεως κηρυκτικοὺς ἐλογίζοντο, ταῖς παγίσι περιπεπτωκέναι τῆς αἱρετικῆς πλάνης [καὶ τὰς παγίδας ἐκτέμνειν τῆς αἱρετικῆς πλάνης], μήτε ἐν αὐτῇ τῇ πλάνῃ σταθεροὺς εἶναι, ἀλλ' ἀεὶ ἀστάτους; Ὅτε μὲν οὖν Σέργιος ἐν ἄλλοις καὶ ἐν ἀλλοις γράμμασιν ἓν θέλημα καὶ μίαν ἐνέργειαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχειν προκηρύττει· καὶ ἐν τῇ ἐκθέσει πᾶσαν θείαν, καὶ πᾶσαν ἀνθρωπίνην ἐνέργειαν τοῦ ἑνὸς Χριστοῦ εἶναι προαναγγέλλει.
76Agatho papa, Epistolae, 87, 1206D
Ποῖος παράφρων, παρακαλῶ, εὐσεβέστατοι δεσπόται, τῆς τοσαύτης τυφλότητος τὰς πλάνας μὴ βδελύξηται, καὶ παραφυλάξηται, ἐὰν δηλαδὴ σωθῆναι ἐπιθυμῇ, καὶ ἄμωμον τῆς ἑαυτοῦ πίστεως τὴν ὀρθότητα ἐρχομένῳ τῷ Κυρίῳ ἐπιποθῇ προσαγαγεῖν; Διόπερ λυτρωτέα ἐστὶ [λυτρωθήσεται], καὶ ἐξ ὅλης τῆς ἰσχύος μετὰ τῆς τοῦ Θεοῦ βοηθείας ἐλευθερωτέα [ἐλευθερωθήσεται] ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία ἡ μήτηρ τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους, ἀπὸ τῆς πλάνης τῶν τοιούτων διδασκάλων.
77Agatho papa, Epistolae, 87, 1207D
Οὔτε μετὰ τὴν παλαιότητα τῆς [L., ἐπικρατησάσης] δυσώδους πλάνης ἀπὸ τῆς ὑπομνήσεως ἀπεσιώπησαν, ἀλλὰ διὰ παντὸς προέτρεψαν καὶ διεμαρτύραντο, καὶ τοῦτο ἐξ ἀγάπης ἀδελφικῆς, οὐ κατὰ πονηρίαν, ἢ κατὰ πεῖσμα μίσους (ἀπέστω, ἀπέστω ἀπὸ τῆς τῶν Χριστιανῶν καρδίας, ἵνα εἰς ὄλισθον ἑτέρου [ἐπεμβαίνῃ] παχύνηται, ὁπόταν ὁ τῶν πάντων Κύριος διδάσκῃ· Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλ' ἵνα ἐπιστραφῇ, καὶ ζήσῃ· ὁ χαίρων ἐπὶ ἑνὶ μετανοοῦντι, ἢ ἐπὶ ἐννενήκοντα ἐννέα δικαίοις· ὃς πρὸς τὸ ἐλευθερῶσαι τὸ ἀπολωλὸς πρόβατον τῆς ἑαυτοῦ μεγαλειότητος τὴν δυναστείαν ἐπικλίνας ἐξ οὐρανοῦ εἰς τὴν γῆν καταβέβηκε), καὶ ἐξηπλωμέναις ταῖς πνευματικαῖς χερσὶν εὐχόμενοι, καὶ δυσωποῦντες αὐτοὺς εἰς τὴν ὁμοψυχίαν τῆς ὀρθοδόξου πίστεως ἐπανακάμπτοντας ἀσπάσασθαι, καὶ τὴν τούτων ἐπιστροφὴν πρὸς τὴν ὑγιῆ ὀρθότητα τῆς ὀρθοδόξου πίστεως ἀναμένοντες, ὅπως ἀπὸ τοῦ ἡμετέρου καταλόγου ἤτοι τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, οὗτινος, εἰ καὶ ἀνάξιοι, τὴν διακονίαν ἐκτελοῦμεν, καὶ τῆς παραδόσεως τὸν τύπον κηρύσσομεν, μὴ ποιήσωσιν ἑαυτοὺς ἀλλοτρίους, ἀλλ' ὁμονοητικῶς ἅμα ἡμῖν τὴν ἀμώμητον θυσίαν ὑπὲρ τῆς συστάσεως τοῦ ἀνδρειοτάτου καὶ γαληνοτάτου κράτους [προσφέροντες] ἀκαταπαύστως Χριστὸν τὸν Κύριον ἐκδυσωπῶσι.
78Agatho papa, Epistolae, 87, 1211C
Οὐδὲ γὰρ δυνήσεται ἄλλο ὅμοιον εὑρεθῆναι, ὅπερ τὴν φιλανθρωπίαν τῆς ὑμετέρας ἀηττήτου ἀνδρείας τῇ θείᾳ παραθήσεται μεγαλειότητι, εἰ μὴ ἵνα ἐξωσθέντων τῶν πλανωμένων ἀπὸ τοῦ τῆς ἀληθείας κανόνος, τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως πανταχοῦ φανερωθῇ καὶ κηρυχθῇ τὸ ἀκέραιον.
79Alcuinus, Epistolae, 100, 0183B (auctor 730-804)
Habet enim in Graeco ille versus: Exaudi, Deus, orationem meam et ne despexeris deprecationem meam, Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδης τὴν δέησίν μου (Psal. LIV, 2) .
80Ambrosius Mediolanensis, Explanatio super Psalmos XII [CSEL], 36, 4, 1; 5 (auctor 340-397)
nam et hic μὴ παραζήλου ἐν πονηρευομένοις habet et μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν, hoc est: noli malignos in aemulationem excitare, quoniam illi non de bono, sed de malo certant.
81Ambrosius Mediolanensis, De Spiritu Sancto, 16, 0792A (auctor 340-397)
Denique sic habet: Ἀμὴν, ἀμὴν, λέγω σοι, ἐὰν μή τις γεννήθη ἐξ ὕδατος καὶ Πνεύματος, hoc est, de aqua et Spiritu.
82Ambrosius Mediolanensis, Enarrationes in XII psalmos Davidicos, 14, 0968B (auctor 340-397)
Nam et hic: μὴ παραζήλου ἐν πονηρευομένοις habet; μήδε ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν; hoc est, noli malignos in aemulationem excitare; quoniam illi non de bono, sed de malo certant.
83Ambrosius Mediolanensis, Fragmentum ex Theodoreto desumptum, 16, 0849B (auctor 340-397)
Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστὸν, ἢ παθητὸν τὸν Θεὸν Λόγον, ἢ εἰς σάρκα τραπέντα, ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα, ἢ οὐρανόθεν τοῦτο κεκομικέναι, ἢ φάντασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν Θεὸν Λόγον δεδεῆσθαι τῆς παρὰ τοῦ Πατρὸς ἀναστάσεως, ἢ ἄψυχον τὸ σῶμα ἀνειληφέναι, ἢ ἄνουν ἄνθρωπον, ἢ τὰς δύο φύσεις τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγκυθείσας μίαν γεγενῆσθαι φύσιν, καὶ μὴ ὁμολογοῦντας εἰς Κύριον ἡμῶν Ἰησοῦν Χριστόν δύο φύσεις εἶναι ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθ' ὃ εἷς Χριστὸς, εἷς Υἱὸς· τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.
84Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569A
οὐ μέν γε τὸ μὴ καὶ ὡς ἄνθρωπον αὐτὸν μετὰ τοῦ εἶναι φύσει Θεὸν οὐκ ἔχειν ἀνθρώπινον θέλημα καὶ φυσικὸν, ὥσπερ οὖν καὶ θεῖον καὶ πατρικόν.
85Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569B
Τὴν δέ γε θείαν γραφὴν ἐπαινετῶς τε καὶ ψεκτῶς προάγει τῆς σαρκὸς μνημονεύουσαν, οὐχ ἑτέραν, μὴ γένοιτο, τῇ τε φύσει καὶ τῇ οὐσίᾳ τὴν τοῦ Κυρίου σάρκα πρὸς τὴν ἡμετέραν ὑποβάλλων νοεῖν, ὅς γε ταύτην ἠπίστατο προσληφθεῖσαν ἐκ τῆς ἡμετέρας οὐσίας, ἤγουν τῶν τῆς ὁμοφυοῦς ἡμῖν ἀειπαρθένου καὶ θεομήτορος πάναγίων σπλάγχνων, ἀλλ' ἑτέραν τῇ ἁμαρτησίᾳ, καὶ τοῦ μηδαμῶς ἀντιταττόμενον ἔχειν, καθάπερ ἡμεῖς, ἐν τοῖς μέλεσι τὸν ἐκ παραβάσεως νόμον τῷ νόμῳ τοῦ Πνεύματος.
86Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569D
Ταῦτα γὰρ δι' ἡμᾶς ἔλεγεν, οἷς δέδωκεν παράδειγμα ὁ τῆς εὐσεβείας διδάσκαλος, ἵνα τοῖς ἴχνεσιν αὐτοῦ ἑπώμεθα· καὶ μὴ τὸ ἴδιον ἕκαστος ἡμῶν, ἀλλὰ τὸ τοῦ Κυρίου μᾶλλον ἐν πᾶσι προτιμήσῃ θέλημα.
87Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571A
Καὶ ἵν' ἐπιτόμως εἴπω· διὰ τοῦ ἑνὸς θελήματος, τὸ μόνην τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως τὴν θείαν προκαθηγήσασθαι θέλησιν δηλοῦν αὐτὸν οἶναι· διὰ δὲ τοῦ μὴ ὑπάρχειν θελήματος διαφορὰν, τὸ ἐναντίον οὐκ ἔχων ἢ ἀντιπρᾶττον, ἀλλὰ τὸ συμβαῖνον δι' ὅλου καὶ ἡνωμένον· ὅθεν ἡνίκα μὲν τὴν ἡμετέραν φύσιν ἐκ τῆς θεότητος προσειλῆφθαι λέγῃ, θελήματος ἑνὸς μνημονεύει· ἡνίκα δὲ τὸ, οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, εἰς μέσον τῷ λόγῳ προτίθησι, τὸν ἀριθμὸν ἀφεὶς, οὐκ εἰσὶ ταῦτά, φησι, διαφόρου θελήματος, τουτέστιν ἐναντίου καὶ ἀντικειμένου.
88Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571B
Τὸ γὰρ οὐκ ἐναντίον, φυσικὸν πάντως, καὶ οὐδεὶς ἀντερεῖ· οὐδὲν γὰρ ἐν τῇ φύσει ἢ τοῖς κατὰ φύσιν παντελῶς ἐναντίον. Δέος οὖν πολλὰ βαίνειν [f. ἐπιβαλεῖν], ὃ μὴ κυρίως ἐν τοῖς ἑαυτοῦ γέγραφε λόγοις, καὶ μηχανᾶσθαι τοὺς δι' ἐναντίας οἰκείας δοξης ὡς οὐκ ἀρίστης ἐπικάλυμμα ποιεῖν τ' ἀνδρὸς τὰ γράμματα, καθ' ἕτερον ταῦτα παρὰ τὸν ἐκείνου σκοπὸν παρεξηγουμένους.
89Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605A
» Καὶ μετὰ τοῦτον φέρουσι Σέργιον τὸν Μαγουδὰν, λέγοντα· Πρὸ ἐννέα ἐτῶν ὁ μακάριος ἀββᾶς, Θωμᾶς ἐλθὼν ἀπὸ Ῥώμης εἶπέ μοι Ὅτι ὁ πάππας Θεόδωρος ἔπεμψέ με πρὸς τὸν πατρίκιον Γρηγόριον, ἵνα εἴπω αὐτῷ, μὴ φοβηθῆναί τινα.
90Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605D
Μήτε γὰρ ἀξιωθῶ μετὰ χριστιανῶν θεωρῆσαι τὴν ἐπιφάνειαν τοῦ ὑπερουσίου Θεοῦ, ποιητοῦ τε καὶ δημιουργοῦ, καὶ προνοητοῦ, καὶ, κριτοῦ καὶ σωτῆρος τῶν ὅλων, εἰ ποτε ὄναρ τοιοῦτον ἀφηγησάμην, ἢ ἄλλου ἀφηγουμένου ἤκουσα, εἰ μὴ τῇ ὥρᾳ ταύτῃ παρὰ τοῦ κυροῦ Σεργίου τοῦ εὐνοϊκοῦ τῆς βασιλείας.
91Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607A
Πρὸς ὃν εἶπεν ὁ τοῦ Θεοῦ δοῦλος· Οὐδέποτε διελέχθην σοι, εἰ μὴ ἄπαξ μετὰ τοῦ ὁσιωτάτου πρεσβυτέρου κυροῦ Θεοχαρίστου, τοῦ ἀδελφοῦ τοῦ ἐξάρχου, διὰ τὸν· πριμικήριον, προτραπεὶς διὰ γραμμάτων περὶ τούτου.
92Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607A
καὶ μετὰ τοῦτον, τέταρτον ἄγουσι Γρηγόριον τὸν υἱὸν Φωτεινοῦ, λέγοντα· Ὅτι ἀπῆλθον εἰς τὸ κελλίον τοῦ ἀββᾶ Μαξίμου ἐν Ῥώμῃ, κᾀμου εἰπόντος, ὅτι καὶ ἱερεύς ἐστιν ὁ βασιλεὺς, εἰπεν ὁ ἀββᾶς, Ἀναστάσιος ὁ μαθητὴς αὐτοῦ· Μὴ ἀξιωθῇ εἶναι ἱερεύς.
93Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607C
» Οὐκοῦν εἰ μὴ λαλοῦνται καὶ ἀκούονται οἱ περὶ Θεοῦ λόγοι, οὐδὲ ὅλως εἱσὶ, κατὰ τὴν Γραφήν.
94Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607C
Καὶ εἶπας· Μὴ βάλῃς με εἰς ὕλας, ἐγὼ ἀρκοῦμαι τῷ ἁγίῳ συμβόλῳ.
95Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611D
Οἱ τοίνυν ὑφ' ἑαυτῶν κατακριθέντες, καὶ ὑπὸ τῶν Ῥωμαίων, καὶ τῆς μετὰ ταῦτα ἐπὶ τῆς ὀγδόης ἰνδικτιῶνος γενομένης συνόδου καθαιρεθέντες, ποίαν ἐπιτελέσουσι μυσταγωγίαν; ἢ ποῖον πνεῦμα τοῖς παρὰ τῶν τοιούτων ἐπιτελουμένοις ἐπιφοιτᾷ; Καὶ λέγουσιν αὐτῷ· Σὺ μόνος σώζῃ, καὶ πάντες ἀπώλλυνται; Καὶ εἶπεν· Οὐδένα κατέκριναν οἱ τρεῖς παῖδες μὴ προσκυνήσαντες τῇ εἰκόνι, πάντων ἀνθρώπων προσκυνούντων.
96Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611D
Οὐ γὰρ ἐσκόπουν τὰ τῶν ἄλλων, ἀλλ' ἐσκόπουν ὅπως ἂν αὐτοὶ μὴ ἐκπέσωσι τῆς ἀληθοῦς εὐσεβείας.
97Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611D
βληθηὶς εἰς τὸν λάκκον τῶν λεόντων, οὐ κατέκρινετέ τινα τῶν μὴ προσευξαμένων τῷ Θεῶ κατὰ τὸ θέπισμα Δαρείου, ἀλλὰ τὸ ἴδιον ἐσκόπησε.
98Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613A
Καὶ εἵλετο ἀποθανεῖν, καὶ μὴ παραπεσεῖν τῷ Θεῷ.
99Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613A
καὶ ὑπὸ τῆς ἰδίας μαστιγωθῆναι συνειδήσεως, ἐπὶ τῇ παραβάσει τῶν φύσει νομίμων· κᾀμοὶ οὖν μὴ δῷ ὁ Θεὸς κατακρῖναί τινα, ἢ εἰπεῖν ὅτι ἐγὼ μονος σώζομαι· αἱροῦμαι δὲ ἀποθανεῖν, ἢ θρόησιν ἔχων κατὰ τὸ συνειδὸς, ὅτι περὶ τὴν εἰς Θεὸν πίστιν παρεσφάλην καθ' οἱονδήποτε τρόπον.
100Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613B
Καὶ εἶπε πρὸς αὐτούς· Οἱ ἑλθόντες, οἱονδήποτε πρόκριμα τῷ θρόνῳ Ῥώμης, κᾂν κοινωνήσωσιν, ἐπὰν οὐκ ἤγαγον πρὸς τὸν πατριάρχην ἐπιστολὴν, οὐ ποιοῦσι· καὶ οὐ πείθομαι πάντως, ὅτι οἱ Ῥωμαῖοι ἑνοῦνται τοῖς ἐνταῦθα, εἰ μὴ ὁμολογήσωσι τὸν Κύριον ἡμῶν καὶ Θεὸν, καθ' ἑκάτερον τῶν ἐξ ὦν, ἐν οἷς τε καὶ ἅπέρ ἐστιν, εἶναι φύσει θελητικόν τε καὶ ἐνεργητικὸν τῆς ἡμῶν σωτηρίας.
101Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613C
Καὶ λέγουσιν αὐτῷ· Οἴδαμεν ὄντως ὅτι οὕτως ἦν· πλὴν μὴ λυπήσης τὸν βασιλέα, διὰ τὴν εἰρήνην καὶ μόνον ποιήσαντα τὸν τύπον, οὐκ ἐπ' ἀναιρέσει τινὸς τῶν ἐπὶ Χριστοῦ νοουμέμένων, ἀλλ' ἐπὶ εἰρήνῃ, τὴν σιωπὴν τῶν ποιουσῶν τὴν διάστασιν φωνῶν οἰκονομοῦντα.
102Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615A
Εἰ δὲ τέλειός ἐστι καθ' ἑκάτερον, ὡς οὐδενὸς κατ' ἑκάτερον ἐλλιπὴς, προφανῶς τὸ κατ' αὐτὸν ὁλον νοθεύει μυστήριον, ὁ μὴ ὁμολογῶν αὐτὸν εἶναι ὅπέρ ἐστι, μετὰ τῶν προσόντων αὐτῷ καθ' ἑκάτερον, ἐν οἷς τε, καὶ ἅπέρ ἐστι, πάντων φυσικῶν ἰδιωμάτων.
103Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615B
Ὁ δὲ κῦρις Σέργιος εἶπεν αὐτῷ· Ὅτι πολλάκις ἦλθον εἰς τὸ κέλλιόν σου εἰς Βέββας, καὶ ἠκροασάμην τῆς διδασκαλίας σου, καὶ ὁ Χριστὸς ἔχει βοηθῆσαί σοι, καὶ μὴ ἀγωνιάσῇς.
104Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615C
Ἔστι τις ὁ λέγων, εἶπεν ὁ δοῦλος τοῦ Θεοῦ, ὅτι εἶπον· Μὴ κοινωνήσῃς τῇ Ἐκκλησίᾳ τῶν Βυζαντίων; Ἀπεκρίθη ὁ κῦρις Σέργιος· Αὐτὸ τοῦτο, τὸ σὲ μὴ κοινωνεῖν, μεγάλη πρὸς πάντας ἐστὶ φωνὴ, μὴ κοινωνῆσαι.
105Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617B
Πάντες ἔμαθον τὰς πανουργίας αὐτοῦ, ἃ ἐποίησε πρὸς τὸ λαθεῖν· ποτὲ μὲν λέγων, ὅτι ἀδελφαὶ αὐτοῦ εἰσι, ποτὲ δὲ, ὅτι διὰ τὸ μὴ κοινωνῆσαι τῇ Ἐκκλησίᾳ Κωνσταντινουπόλεως ἐπῇρε αὐτὰς, ἵνα μὴ χρανθῶσι τῇ αἱρετικῇ κοινωνίᾳ Ἀλλὰ καὶ πάλιν ἐὰν λείψῃ αὐτῷ σπατάλη, καὶ εὔρῃ χῶραν μὴ γνωρίζουσαν αὐτὸν, τὰ αὐτὰ ποιεῖ, αἰσχροῦ κέρδους χάριν, καὶ ῥυπαρᾶς ἡδονῆς.
106Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617C
Καὶ λέγει, μὴ δῷ ὁ Θεὸς, ἵνα ὅπερ ἐποίησα καλῶς κατὰ θεσμὸν ἐκκλησιαστικὸν, εἴπω γενέσθαι κακῶς.
107Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619A
Καὶ σιωπησάντων αὐτῶν, λέγει αὐτῷ ὁ σακελλάριος· Διὰ τί ἀγαπᾷς τοὺς Ῥωμαίους, καὶ τοὺς Γραικοὺς μισεῖς; Ἀποκριθεὶς ὁ τοῦ Θεοῦ δοῦλος εἶπε· Παραγγελίαν ἔχομεν, τοῦ μὴ μισῆσαί τινα· ἀγαπῶ τοὺς Ῥωμαίους, ὡς ὁμοπίστους, τοὺς δὲ Γραικοὺς, ὡς ὁμογλώσσους· Καὶ πάλιν λέγει αὐτῷ ὁ σακελλάριος· Πόσων ἐτῶν λέγεις ἑαυτόν; Ἀπεκρίθη, οέ Καὶ λέγει αὐτῷ· Πόσους χρόνους ἔχει μετὰ σοῦ ὁ μαθητής σου; Ἀπεκρίθη, λζ'.
108Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619C
Καὶ τῇ ἐπαύριον, ἥ τις ἦν κυριακὴ, συμβούλιον ποιήσαντες οἱ τῆς Ἐκκλησίας, ἔπεισαν τὸν βασιλέα, ταύτην αὐτοὺς κατακρῖναι τὴν πικρὰν καὶ ἀπάνθρωπον ἐξορίαν· διῇρημένους ἀλλήλων, τὸν μὲν ἅγιον γέροντα εἰς Βιζύην κάστρον τῆς Θρᾴκης, τὸν δὲ μαθέτην αὐτοῦ εἰς Πέρβεριν, ὃ οὐκ ἔχει ἐξώτερον βῆμα ποδὸς ἡ Ῥωμαίων βασιλεία, ἀπρονοήτους, γυμνοὺς, ἀτρόφους, πάσης τῆς πρὸς τὸ ζῇν ἀφορμῆς ἐστερημένους, μὴ ἐγγίζοντας θαλάσσῃ, ἵνα μὴ ἔχωσιν ἐκ τῶν ἐλεημόνων ἐπίσκεψιν.
109Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621A
Καὶ μὴ πεποιθότες ὦσιν ἐφ' ἑαυτοῖς, καὶ τύχωσι χαλήνης μεγάλης, τοῦ ἀνέμου καὶ τῶν κυμάτων κατευνασθέντων· καὶ εἰς μέσον λύκων αὐτοὺς ἐκδίδωσι, καὶ διὰ τῆς στενῆς πύλης εἰσελθεῖν, καὶ διὰ τεθλιμμένης ὁδεύειν τρίβου παρακελεύεται, καὶ λιμὸν καὶ δίψαν, καὶ γύμνωσιν, καὶ δεσμὰ, καὶ φυλακὰς, καὶ ἀπαγωγὰς, καὶ μάστιγας, καὶ σταυρὸν, καὶ ἥλους, καὶ ὄξος, καὶ χόλην, καὶ ἐμπτύσματα, καὶ ῥαπίσματα, καὶ κολαφίσματα, καὶ ἐμπαιγμοὺς προτείνεται, καὶ πάθος, καὶ θανάτους πολυτρόπους· ὦν τέλος, ἡ παμφαὴς ἀνάστασις, φέρουσα μεθ' ἑαυτῆς εἰρήνην τοῖς δι' αὐτὸν διωχθεῖσι, καὶ χαρὰν τοῖς δι' αὐτὸν θλιβεῖσι, καὶ ἀνάληψιν εἰς οὐρανοὺς, καὶ προσαγωγὴν τῷ πατρίκῳ καὶ ὑπερουσίῳ θρώνῳ, καὶ λῆξιν ὑπὲρ ἄνω πάσης ἀρχῆς οὖσιαν, καὶ ἐξουσίας, καὶ δυνάμεος, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, εἴτε ἐν τῷ αἰῶνι τούτῳ, εἴτε ἐν τῷ μέλλοντι· ἧς τύχοιμεν ἅπαντες, εὐχαῖς καὶ πρεσβείαις τῆς πανυμνήτου, καὶ πανσέπτου, καὶ ὑπερενδόξου κυρίως φύσει θεοτόκου καὶ ἀειπαρθένου, Μαρίας, καὶ τῶν ἁγίων ἀποστόλων, προφητῶν καὶ μαρτύρων.
110Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621D
Τοῦτο οὖν λέγειν οὐ δύναμαι, οὔτε ἐδιδάχθην παρὰ τῶν ἁγίων Πατέρων ὁμολογεῖν· τὸ δοκοῦν ὑμῖν, οὖσιν ἐξουσιασταῖς, ποιήσατε· Οὐκοῦν ἄκουσον, ἔφησαν, ἔδοξε τῷ δεσπότῃ καὶ τῷ πατριάρχῃ, διὰ πραικέπτου τοῦ πάππα Ῥώμης, ἀναθεματισθῆναί σε μὴ πειθόμενον, καὶ τὸν ὁριζόμενον αὐτοῖς ἀπενέγκασθαι θάνατον.
111Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629A
Οὐκ ὤφελες, δέσποτα, ἀπιστῆσαι ἡμῖν· κᾂν γὰρ ταπεινός εἰμι, επίσκοπος ἀκούω, καὶ οἱ δεσπόται μου συγκλήτου μέρος τυγχάνουσι, καὶ οὐκ ἤλθομεν πειράσαι σε· μὴ δῴη Θεός.
112Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631C
Τὸ δι' οἱκονομίαν γενόμενον, μὴ λάβῃς ὡς κύριον δόγμα.
113Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631D
Εἰ μή ἐστι κύριον δόγμα τῶν δεχομένων, ὁ θεσπίζων τύπος καὶ νόμος μηδεμίαν λέγεσθαι τοῦ Κυρίου θέλησιν ἢ ἐνέργειαν, ὧν ἡ ἀφαίρεσις τὴν ἀνυπαρξίαν δηλοῖ τοῦ ταύτας ἀφηρημένου, διὰ ποίαν αἰτίαν βαρβάροις ἔθνεσι καὶ ἀθέοις ἀπέδοσθέ με ἄνευ τιμῆς; Διὰ ποίαν αἰτίαν κατεκρίθην οἰκῆσαι Βιζύην, καὶ οἱ συνδοῦλοί μου, ὁ μὲν Πέρβεριν, ῥ δὲ Μεσεμβρίαν; ΘΕΟΔ.
114Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0633A
» Δῆλον ὅτι καὶ προφανὲς, ὃς ὁ μὴ δεχόμενος τοὺς ἀποστόλους καὶ προφήτας καὶ διδασκάλους ἀλλ' ἀθετῶν αὐτῶν τὰς φωνὰς, αὐτὸν ἀθετεῖ τὸν Χριστόν.
115Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0633C
Κελεύετε ἵνα ταῦτα γεγραμμένα ἔχων ἐν τῇ βίβλῳ τῆς καρδίας, ἔλθω κοινωνήσων ἐν ᾗ ταῦτα κηρύττεται Ἑκκλησίᾳ, καὶ γένωμαι κοινωνὸς τῶν ἀληθῶς μὲν τὸν Θεὸν, δῆθεν δὲ τὸν διάβολον τῷ Θεῷ συνεκβαλλόντων; Μὴ γενοιτό μοι παρὰ τοῦ Θεοῦ, τοῦ δι' ἐμὲ γενομένου χωρὶς ἁμαρτίας.
116Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0635B
Διὰ τὶ δὲ οὐκ ἐκβάλλετε τὴν καθελοῦσαν Παῦλον τὸν Σαμοσατέα ἐπὶ τῶν ἁγίων καὶ μακαρίων πατέρων, Διονυσίου τοῦ πάπα Ῥώμης, καὶ Διονυσίου τοῦ Ἀλεξανδρείας, καὶ Γρηγορίου τοῦ Θαυματουργοῦ, τοῦ τῆς αὐτῆς ἄρξαντος συνόδου, ἐπειδὴ μὴ γέγονε κελεύσει βασιλέως; Ποῖος δὲ κανὼν διαγορεύει, μόνας ἐκείνας ἐγκρίνασθαι συνόδους, τὰς κελεύσει βασιλέως ἀθροισθείσας, ἢ ὅλως κελεύσει βασιλέως πάντας τὰς συνόδους ἀθροίζεσθαι; Ἐκείνας οἶδεν ἁγίας καὶ ἐγκρίτους συνόδους ὁ εὐσεβὴς τῆς Ἐκκλησίας κανὼν, ἃς ὀρθότης δογμάτων ἔκρινεν.
117Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0635C
Ἀλλὰ καθὼς οἶδεν ὁ δεσπότης μου, καὶ ἄλλους διδασκει, δεύτερον γίνεσθαι σύνοδον κατὰ πᾶσαν ἐπαρχίαν τοῦ ἔτους ὁ κανὼν διηγόρευσε, κελεύσεως βασιλικῆς μηδεμίαν μνήμην πεποιημένος, ἐπ' ἀσφαλείᾳ τῆς σωτηριώδους ἡμῶν πίστεως, καὶ διορθώσει πάντων τῷ θείῳ τῆς ἐκκλησίας νόμῳ [μὴ συναινούντων] κεφαλαίων. ΘΕΟΔ.
118Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0635C
Μὴ δῷ Κύριος ὁ Θεός.
119Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0635D
Φοβηθῶμεν δὴ τὸν Θεὸν, καὶ μὴ θελήσωμεν παροργίσαι αὐτὸν, ἐπὶ τῇ παραγωγῇ τῶν αἱρετικῶν χρήσεων.
120Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637A
Μὴ λυπηθῇ ὁ δεσπότης μου πρὸς τὸν δοῦλον αὐτοῦ.
121Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637B
Ἵμα ὥς ἐστι τὴν φωνὴν δέξῃ, καὶ μὴ ἐρευνήσῃς τὴν διάνοιαν αὐτῆς.) ΜΑΞ. Προφανῶς καινοὺς καὶ ξένους τῆς Ἐκκλησίας καὶ περὶ τῶν φωνῶν εἰσάγετε θεσμοὺς.
122Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637D
Καὶ πάλιν· « Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου· » Τί δὲ, παραβολὰς καὶ αἰνίγματα καὶ σκοτεινοὺς λόγους ἐρευνᾷν ἡμᾶς βούλεται ὁ παροιμιακὸς λόγος; Τί δέ ὁ Κύριος ἐν παραβολαῖς λαλῶν βούλεται νοεῖν τοὺς μαθητὰς, διδάσκων τῶν παραβολῶν τὴν διάνοιαν; Τί δὲ προστάσσων· « Ἐρευνᾶτε τὰς γραφὰς, » ὠς μαρτυρούσας περὶ αὐτοῦ; Τί δὲ ὁ τῶν ἀποστόλων κορυφαῖος Πέτρος διδάσκειν βούλεται· « Περὶ ἧς σωτηρίας ἐξεζήτησαν, καὶ ἐξηρεύνησαν προφῆται, » λέγων; Τί δὲ Παῦλος ὁ θεῖος ἀπόστολος, λέγων· « Εἰ κεκαλυμμένον ἐστὶ τὸ Εὐαγγέλιον, ἀλλ' ἐν τοῖς ἀπολλυμένοις, ὧν ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτῶν, εἰς τὸ μὴ διαυγάσαι αὐτοῖς τὸν φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ; » Ὡς ἔοικεν, ἐξομοιωθῆναι ἡμᾶς βούλεσθε τοῖς Ἰουδαίοις, οἵ τινες ἁπλαῖς φωναῖς, ὡς λέγετε, τουτέστι μόνῳ τῳ γράμματι ὥσπέρ τινι φορυτῷ ἐγχώσαντες τὸν νοῦν, ἐξέπεσαν τῆς ἀληθείας, τὸ κάλυμμα ἔχοντες ἐν ταῖς καρδίαις αὑτῶν, τοῦ μὴ νοῆσαι τὸ κύριον πνεῦμα, τὸ ἐγκεκρυμμένον τῷ γράμματι, περὶ οὖ φησῖ· « Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα, ζωοποιεῖ.
123Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637D
» Πληροφορηθῇ ὁ δεσπότης μου, ὅτι ἐγὼ οὐκ ἀνέχομαι δέξασθαι φωνὴν χωρὶς τῆς ἐγκειμένης αὐτῇ διανοίας, ἵνα μὴ γένωμαι προφανὴς Ἰουδαῖος.
124Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639C
Οὐ δεῖ οὖν καινοτομεῖν φωνὰς μὴ ἐχούσας ἰσχὺν ἢ γραφικὴν ἢ πατρικὴν ἢ φυσικὴν, ἀλλὰ ξένην, καὶ διαστροφαῖς ἀνθρώπων ἐξηυρημένην.
125Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639D
Δύο δὲ οὐ λέγομεν, ἵνα μὴ μαχόμενον αὐτὸν αὑτῷ εἰσαγάγωμεν.
126Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641B
Καὶ ὥσπερ αἰδεσθεὶς ΘΕΟΔΟΣΙΟΣ τὴν ἀπόκρισιν ἐκείνων, εἶπε· Τὸ μὴ εἰρημένον τοῖς Πατράσιν, οὐ λέγω.
127Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641C
ἐπίσκοπος εἶπεν· Ὁ Θεὸς οἶδεν, εἰ μὴ προσωπικῶς τὰ ἀναθέματα ἔθεκεν ἡ σύνοδος αὔτη, πλεῖον παντὸς ἀνθρώπου ἐδεχόμην αὐτήν.
128Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641C
Ἀλλ' ἵνα μὴ χρονοτριβῶμεν ἐνταῦθα, εἴ τι εἶπαν οἱ Πατέρες, λέγω, καὶ ἐγγράφως εὐθέως ποιῶ, δύο φύσεις, καὶ δύο θελήματα καὶ δύο ἐνεργείας· καὶ εἴσελθε μεθ· ἡμῶν κοινωνήσων, καὶ γενέσθω ἕνωσις.
129Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643B
ὁ ἐπίσκοπος πρὸς τὸν ἀββᾶν Μάξιμον, εἶπεν· Ἰδοὺ, πάντα διαλέλυται τὰ σκάνδαλα, καὶ γέγονεν εἰρήνη διὰ τοῦ Θεοῦ, καὶ γενήσεται· Ἀλλὰ διὰ τὸν Κύριον, μὴ κρύψῃς με· οὐ λέγεις καθ' οἱονδήποτε τρόπον μίαν θέλησιν, καὶ μίαν ἐνεργείαν ἐπὶ Χριστοῦ; ΜΑΞ.
130Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643C
Ἐὰν εἵπω ὑποστατικὴν, διαιρῶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τὸν Υἱὸν, καὶ τρεῖς θελήσεις εἰσάγων φανήσομαι, μὴ συμβαινούσας ἀλλήλαις, ὥσπερ καὶ τὰς ὑποστάσεις.
131Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643C
Ἐὰν εἴπω τὴν ὡς ἑνὸς μίαν θέλησιν καὶ ἐνέργειαν, ἀναγκάζομαι καὶ τὴν ὡς ἑνὸς τοῦ Πατρὸς, καὶ τὴν ὡς ἐνὸς τοῦ Πνεύματος εἰπεῖν, κᾂν μὴ θέλω, θέλησιν καὶ ἐνέργειαν· καὶ εὑρεθήσεται εἰς πολυθεΐαν ἐκπίπτων ὁ λόγος.
132Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0645B
Καὶ πάλιν τρεπτὸς ἀπέφῃνε, τὸ μὴ τῇ φύσει προσὸν αὐτῷ, σχέσει κτησάμενος.
133Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0645B
Εἰ διὰ τὴν ἔνωσιν μία τοῦ Σωτῆρος ἡμῶν καθ' ἕτερον τῶν ἐξ ὧν ἐστι γέγονε θέλησις, πρόσφατος γέγονε θελήσει Θεὸς, ὁ αὐτὸς διὰ τὴν ἕνωσιν τῇ φύσει μένων ἀΐδιος· καὶ ἄναρχος ἄνθρωπος τῇ θελήσει, μένων τῇ φύσει πρόσφατος· Ὅπερ ἀδύνατον, ἵνα μὴ λέγω δυσσεβές.
134Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647B
Πάντως ποιεῖ, ἐὰν θέλῃ μιμητὴς εἶναι τοῦ Θεοῦ, καὶ συνταπεινωθῆναι αὐτῷ, διὰ τὴν κοινὴν πάντων ἡμῶν σωτηρίαν, λογιζόμενος ὡς εἴπερ ὁ φύσει σώζων Θεὸς, οὐκ ἔσωσεν ἕως ἐταπεινώθη θέλων, πῶς ὁ φύσει σωζόμενος ἄνθρωπος ἢ σωθήσεται, ἡ σώσει μὴ ταπεινούμενος; Καὶ εἶπε ΘΕΟΔ.
135Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0649A
ἐπέμενε λέγων· Οὐκ ἐνδέχεται ὅτι λέγομεν τέ ποτε, ἐὰν μὴ πρῶτον εἴπῃς εἰ ποιεῖς, ἢ οὐ ποιεῖς τὴν κέλευσιν τοῦ βασιλέως.
136Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0649C
ὁ πατρίκιος εἶπε· Τοῦτό σοι δηλοῖ δι' ἡμῶν ὁ βασιλεὺς, λέγων· Ἐπειδὴ πᾶσα ἡ δύσις, καὶ οἱ ἐν τῆ ἀνατολῇ διαστρέφοντες εἰς σὲ θεωροῦσι, καὶ ἅπαντες διά σὲ στασιάζουσι, μὴ θέλοντες συμβιβασθῆναι ἡμῖν διὰ τὴν πίστιν· κατανύξοι σε ὁ Θεὸς κοινωνῆσαι ἡμῖν ἐπὶ τῷ παρ' ἡμῖν ἐκτεθέντι τύπῳ καὶ ἐξερχόμεθα ἡμεῖς δι' ἑαυτῶν εἰς τὴν Χαλκὴν, καὶ ἀσπαζόμεθά σε, καὶ ὑποτιθέμεθα ὑμῖν τὴν χεῖρα ἡμῶν, καὶ μετὰ πάσης τιμῆς καὶ δόξης εἰσάγομεν ὑμᾶς εἰς τὴν μεγάλην Ἐκκλησίαν, καὶ μεθ' ἑαυτῶν ἱστῶμεν ἐν ᾧ κατὰ συνήθειαν οἱ βασιλεῖς ἵστανται, καὶ ποιοῦμεν ἅμα τὴν σύναζιν, καὶ κοινωνοῦμεν ἅμα τῶν ἀχράντων καὶ ζωοποῖων μυστηρίων τοῦ ζωοποιοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ.
137Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651C
Δἰ οἰκονομίαν τοῦτο γέγονεν, ἴνα μὴ βλαβῶσίν οἱ λαοὶ ταῖς τοιαύταις λεπτομερέσι φωναῖς.
138Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651D
» Οὐκοῦν ὁ μὴ λαλούμενος λόγος οὐδὲ λόγος ἐστί.
139Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0653A
» Εἰ οὗν ὁ Θεὸς, παὶ οἱ τοῦ Θεοῦ προφῆται καὶ ἀπόστολοι κελεύουσιν ὁμολογεῖσθαι τὸ μυστήριον φωναῖς ἁγίων, τὸ μέγα καὶ φοικτὸν, καὶ παντὸς τοῦ κόσμου σῳτήριον, οὐκ ἔστι χρεία οἱῳδήποτε τρόπῳ κατασιγασθῆναι τὴν τοῦτο κηρύττουσαν φωνὴν, ἵνα μὴ μειωθῇ τῶν σιγώντον ἡ σωτηρία.
140Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0653B
Ἐγὼ γὰρ, καὶ οἱ σύνδουλοί μου ὅσοι ὑπέγραψαν, τοὺς κατὰ τὸν Αρειον καὶ Απολινάριον μίαν θέλησιν καὶ ἐνέργειαν λέγοντας ἀνεθεματίσαμεν, καὶ μὴ ὁμολογοῦντας τὸν κύριον ἡμῶν καὶ Θεὸν καθ' ἕτερον ἐξ ὧν, ἐν οἷς τε καὶ ἅπέρ εστι, φύσει νοερόν· καὶ διὰ τοῦτο κατ' ἄμφω θελητικὸν καὶ ἐνεργητικὸν τῆς ἡμῶν σωτηρίας.
141Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0655A
Πάτερ, ἐπειδὴ ἐσκανδάλισαν ἡμᾶς τινες εἰς τὴν σὴν ἁγιωσύνην, ὡς οὐ λέγεις Θεοτόκον τὴν δέσποιναν ἡμῶν τὴν παναγίαν παρθένον, ὁρκίζω σε κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ζωοποιοῦ τριάδος, εἰπεῖν ἡμῖν τὴν ἀλήθειαν, καὶ ἀποτρίψασθαι τῶν καρδιῶν ἡμῶν τοῦτο τὸ σκάνδαλον· ἵνα μὴ βλαπτώμεθα ἀδίκως σκανδαλιζόμενοι.
142Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0655B
Καὶ βαλὼν μετάνοιαν, ἀνέστη, καὶ ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν μετὰ δακρύων εἶπεν· Ὁ μὴ λέγων τὴν δεσποιναν ἡμῶν, τὴν πανύμνητον καὶ παναγίαν ἄχραντον, καὶ πάσῃ τῇ φύσει τῇ νοερᾷ σεπτὴν, φυσικὴν ἀληθῶς μηνέρα τοῦ Θεοῦ γενομένην, τοῦ ποιήσαντος τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς, ἔστω ἀνάθεμα καὶ κατάθεμα ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, τῆς ὁμοουσίου καὶ προσκυνητῆς τριάδος, καὶ πάσης ἐπουρανίου δυνάμεως, καὶ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν, καὶ τοῦ ἀπείρου δήμου τῶν μαρτύρων, καὶ παντὸς πνεύματος ἐν δικαιοσύνῃ τετελειωμένου, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀπείρους αἱῶνας τῶν αἱώνων, ἀμήν.
143Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0665D
Τροπὴ γὰρ τοῦ κατὰ φύσιν ἀπείρου, κινεῖσθαι μὴ πεφυκότος, ἡ κίνησις.
144Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667A
Ἀλλ' οὐχ ὥς τινές φασι, κατὰ σύγκρισιν, ἵνα μὴ τὸν αὐτὸν ἑαυτῷ κατὰ τὸ αὐτὸ, παρ' ὂ δεῖ, μείζονα καὶ μείονα λέγωμεν.
145Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667C
Γέγονεν οὖν ἀληθῶς, κατὰ τὰς Γραφὰς, μὴ τραπεὶς, ὁ τῶν ὅλων Θεὸς, ἄνθρωπος ἀναμάρτητος, ὡς οἶδεν αὐτὸς μόνος ὑπάρχων τεχνίτης φυκὸς τῶν ὑπὲρ ἔννοιαν· κατ' αὐτὴν ἅμα τὴν σωτήριον σάρκωσιν, τῆς ἰδίας θεότητος ἐμποιήσας τῇ σαρκὶ τὴν ἐνέργειαν, οὐ περιγραφομένην αὐτῇ διὰ τὴν κένωσιν· οὐδ' ὥσπερ τῆς αὐτοῦ θεὸτητος, οὕτω καὶ αὑτῆς φυσικῶς ἐκφυομένην, ἀλλ' ἐν οἷς ἂν σαρκωθεὶς θεϊκῶς ἐνήργησε δι' αὐτῆς ἐκφαινομένην.
146Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669B
Κᾀμοὶ γὰρ, ἵνα τρανώσω παραδείγματι τὸ περὶ σωτῆρος λεχθὲν· ὁ φυσικὸς μου λόγος συγγενής ἐστι καὶ κατάλληλος ὄντι λογικῳ τε καὶ νοερῷ τὴν ψυχὴν, ἧς κατὰ φύσιν ἐστὶν αὐτοκίνητος ἐνέργειά τε καὶ πρώτη δύναμις, ἀεικίνητος, ὁ λόγος φυσικῶς αὑτῆς πηγαζόμενος· ὃν ῥηματίσας τε καὶ γραμμαῖς εὖ χαράξας, γλώσσῃ μὲν ὀργανικῶς, ὅτε χρὴ προφέρω, καὶ γράμμασι τεχνικῶς διὰ τῶν ἀνομοίων μὴ τραπὲντα δεικνὺς αὐτὸν ἐξακουόμενον.
147Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0671D
Εἰ δὲ τῆς αὐτῆς αὑτῷ, μὴ γέγονε φύσεως, οὐδὲ τῆς αὐτῆς αὑτῷ, ποτε γενήσεται φυσικῆς ἐνεργείας, ἵνα μὴ δειχθῇ τῆ φύσει τὴν ἐνέργειαν ἄνισον ἔχων, καὶ ἀκατάλληλον, καὶ τῆς αὐτοῦ δι' ὅλων τῶν ἑαυτοῦ φυσικῆς ἔξω γεγονὼς ἰσότητος, καὶ ταυτότητος· ὅπερ ἀσεβές.
148Anonymus, Adnotationes super Lucanum, 2, 2; 619 (opus c.400)
EMISIT IN AEQVORA C. hoc meminit Euripides εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας et reliqua in hunc sensum.
149Aristoteles, Physica, 1, 2; 7
ἅμα δ' οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλ' ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, ὅσα δὲ μή, οὔ, οἷον τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεω μετρικοῦ διαλῦσαι, τὸν δὲ Ἀντιφῶντος οὐ γεωμετρικοῦ· οὐ μὴν ἀλλ' ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς, ἴσως ἔχει καλῶς ἐπὶ μικρὸν δια λεχθῆναι περὶ αὐτῶν· ἔχει γὰρ φιλοσοφίαν ἡ σκέψις.
150Aristoteles, Physica, 1, 2; 10
εἰ μὲν γὰρ ἔσται καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν, καὶ ταῦτα εἴτ' ἀπολελυμένα ἀπ' ἀλλήλων εἴτε μή, πολλὰ τὰ ὄντα· εἰ δὲ πάντα ποιὸν ἢ ποσόν, εἴτ' οὔσης οὐσίας εἴτε μὴ οὔσης, ἄτοπον, εἰ δεῖ ἄτοπον λέγειν τὸ ἀδύνατον.
151Aristoteles, Physica, 1, 2; 13
ποσὸν ἄρα τι τὸ ὄν· τὸ γὰρ ἄπει ρον ἐν τῷ ποσῷ, οὐσίαν δὲ ἄπειρον εἶναι ἢ ποιότητα ἢ πά θος οὐκ ἐνδέχεται εἰ μὴ κατὰ συμβεβηκός, εἰ ἅμα καὶ πο σὰ ἄττα εἶεν· ὁ γὰρ τοῦ ἀπείρου λόγος τῷ ποσῷ προς χρῆται, ἀλλ' οὐκ οὐσίᾳ οὐδὲ τῷ ποιῷ.
152Aristoteles, Physica, 1, 2; 18
(ἔχει δ' ἀπορίαν περὶ τοῦ μέρους καὶ τοῦ ὅλου, ἴσως δὲ οὐ πρὸς τὸν λόγον ἀλλ' αὐτὴν καθ' αὑτήν, πότερον ἓν ἢ πλείω τὸ μέρος καὶ τὸ ὅλον, καὶ πῶς ἓν ἢ πλείω, καὶ εἰ πλείω, πῶς πλείω, καὶ περὶ τῶν μερῶν τῶν μὴ συνεχῶν· καὶ εἰ τῷ ὅλῳ ἓν ἑκάτερον ὡς ἀδιαίρετον, ὅτι καὶ αὐτὰ αὑ τοῖς.
153Aristoteles, Physica, 1, 2; 20
ἀλλὰ μὴν εἰ τῷ λόγῳ ἓν τὰ ὄντα πάντα ὡς λώπιον καὶ ἱμάτιον, τὸν Ἡρακλείτου λόγον συμβαίνει λέγειν αὐτοῖς· ταὐτὸν γὰρ ἔσται ἀγαθῷ καὶ κακῷ εἶναι, καὶ ἀγαθῷ καὶ μὴ ἀγαθῷ εἶναι – ὥστε ταὐτὸν ἔσται ἀγα θὸν καὶ οὐκ ἀγαθόν, καὶ ἄνθρωπος καὶ ἵππος, καὶ οὐ περὶ τοῦ ἓν εἶναι τὰ ὄντα ὁ λόγος ἔσται ἀλλὰ περὶ τοῦ μηδέν – καὶ τὸ τοιῳδὶ εἶναι καὶ τοσῳδὶ ταὐτόν.
154Aristoteles, Physica, 1, 2; 21
ἐθορυ βοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων ὅπως μὴ ἅμα γένη ται αὐτοῖς τὸ αὐτὸ ἓν καὶ πολλά.
155Aristoteles, Physica, 1, 2; 22
διὸ οἱ μὲν τὸ ἐστὶν ἀφεῖ λον, ὥσπερ Λυκόφρων, οἱ δὲ τὴν λέξιν μετερρύθμιζον, ὅτι ὁ ἄνθρωπος οὐ λευκός ἐστιν ἀλλὰ λελεύκωται, οὐδὲ βαδί ζων ἐστὶν ἀλλὰ βαδίζει, ἵνα μή ποτε τὸ ἐστὶ προσάπτοντες πολλὰ εἶναι ποιῶσι τὸ ἕν, ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος.
156Aristoteles, Physica, 1, 2; 24
ἐνταῦθα δὲ ἤδη ἠπόρουν, καὶ ὡμολόγουν τὸ ἓν πολλὰ εἶναι – ὥσπερ οὐκ ἐνδεχόμενον ταὐτὸν ἕν τε καὶ πολλὰ εἶναι, μὴ τἀντικεί μενα δέ· ἔστι γὰρ τὸ ἓν καὶ δυνάμει καὶ ἐντελεχείᾳ.
157Aristoteles, Physica, 1, 3; 3
ὅτι μὲν οὖν πα ραλογίζεται Μέλισσος, δῆλον· οἴεται γὰρ εἰληφέναι, εἰ τὸ γενόμενον ἔχει ἀρχὴν ἅπαν, ὅτι καὶ τὸ μὴ γενόμενον οὐκ ἔχει.
158Aristoteles, Physica, 1, 3; 4
εἶτα καὶ τοῦτο ἄτοπον, τὸ παντὸς εἶναι ἀρχήν – τοῦ πράγματος καὶ μὴ τοῦ χρόνου, καὶ γενέσεως μὴ τῆς ἁπλῆς ἀλλὰ καὶ ἀλλοιώσεως, ὥσπερ οὐκ ἀθρόας γιγνο μένης μεταβολῆς.
159Aristoteles, Physica, 1, 3; 11
ἀνάγκη δὴ λαβεῖν μὴ μόνον ἓν σημαίνειν τὸ ὄν, καθ' οὗ ἂν κατηγορηθῇ, ἀλλὰ καὶ ὅπερ ὂν καὶ ὅπερ ἕν.
160Aristoteles, Physica, 1, 3; 14
οὐ γὰρ ἔσται ὄν τι αὐτὸ εἶναι, εἰ μὴ πολλὰ τὸ ὂν σημαίνει οὕτως ὥστε εἶναί τι ἕκαστον.
161Aristoteles, Physica, 1, 3; 16
εἰ οὖν τὸ ὅπερ ὂν μηδενὶ συμ βέβηκεν ἀλλὰ ἐκείνῳ, τί μᾶλλον τὸ ὅπερ ὂν σημαίνει τὸ ὂν ἢ μὴ ὄν;
162Aristoteles, Physica, 1, 3; 17
εἰ γὰρ ἔσται τὸ ὅπερ ὂν [ταὐτὸ] καὶ λευκόν, τὸ λευκῷ δ' εἶναι μὴ ἔστιν ὅπερ ὄν (οὐδὲ γὰρ συμβεβηκέ ναι αὐτῷ οἷόν τε τὸ ὄν· οὐδὲν γὰρ ὂν ὃ οὐχ ὅπερ ὄν), οὐκ ἄρα ὂν τὸ λευκόν· οὐχ οὕτω δὲ ὥσπερ τι μὴ ὄν, ἀλλ' ὅλως μὴ ὄν.
163Aristoteles, Physica, 1, 3; 22
εἰ γὰρ μὴ ὅπερ ὄν τι, συμβεβηκότα ἔσται.
164Aristoteles, Physica, 1, 3; 24
ἀλλ' ἀδύνατον· συμβεβηκός τε γὰρ λέγεται τοῦτο, ἢ ὃ ἐνδέχεται ὑπάρχειν καὶ μὴ ὑπάρ χειν, ἢ οὗ ἐν τῷ λόγῳ ὑπάρχει τὸ ᾧ συμβέβηκεν [ἢ ἐν ᾧ ὁ λόγος ὑπάρχει ᾧ συμβέβηκεν] (οἷον τὸ μὲν καθῆσθαι ὡς χωριζόμενον, ἐν δὲ τῷ σιμῷ ὑπάρχει ὁ λόγος ὁ τῆς ῥινὸς ᾗ φαμὲν συμβεβηκέναι τὸ σιμόν)· ἔτι ὅσα ἐν τῷ ὁριστικῷ λόγῳ ἔνεστιν ἢ ἐξ ὧν ἐστιν, ἐν τῷ λόγῳ τῷ τούτων οὐκ ἐνυ πάρχει ὁ λόγος ὁ τοῦ ὅλου, οἷον ἐν τῷ δίποδι ὁ τοῦ ἀνθρώ που ἢ ἐν τῷ λευκῷ ὁ τοῦ λευκοῦ ἀνθρώπου.
165Aristoteles, Physica, 1, 3; 25
εἰ τοίνυν ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ τῷ ἀνθρώπῳ συμβέβηκε τὸ δί πουν, ἀνάγκη χωριστὸν εἶναι αὐτό, ὥστε ἐνδέχοιτο ἂν μὴ δίπουν εἶναι τὸν ἄνθρωπον, ἢ ἐν τῷ λόγῳ τῷ τοῦ δίποδος ἐνέσται ὁ τοῦ ἀνθρώπου λόγος.
166Aristoteles, Physica, 1, 3; 27
εἰ δ' ἄλλῳ συμβέβηκε τὸ δίπουν καὶ τὸ ζῷον, καὶ μὴ ἔστιν ἑκάτερον ὅπερ ὄν τι, καὶ ὁ ἄν θρωπος ἂν εἴη τῶν συμβεβηκότων ἑτέρῳ.
167Aristoteles, Physica, 1, 3; 29
ἔνιοι δ' ἐνέδοσαν τοῖς λόγοις ἀμφοτέροις, τῷ μὲν ὅτι πάντα ἕν, εἰ τὸ ὂν ἓν σημαίνει, ὅτι ἔστι τὸ μὴ ὄν, τῷ δὲ ἐκ τῆς διχοτομίας, ἄτομα ποιήσαντες μεγέθη.
168Aristoteles, Physica, 1, 3; 30
φανερὸν δὲ καὶ ὅτι οὐκ ἀληθὲς ὡς, εἰ ἓν σημαίνει τὸ ὂν καὶ μὴ οἷόν τε ἅμα τὴν ἀντίφασιν, οὐκ ἔσται οὐθὲν μὴ ὄν· οὐθὲν γὰρ κωλύει, μὴ ἁπλῶς εἶναι, ἀλλὰ μὴ ὄν τι εἶναι τὸ μὴ ὄν.
169Aristoteles, Physica, 1, 3; 31
τὸ δὲ δὴ φά ναι, παρ' αὐτὸ τὸ ὂν εἰ μή τι ἔσται ἄλλο, ἓν πάντα ἔσε σθαι, ἄτοπον.
170Aristoteles, Physica, 1, 3; 32
τίς γὰρ μανθάνει αὐτὸ τὸ ὂν εἰ μὴ τὸ ὅπερ ὄν τι εἶναι;
171Aristoteles, Physica, 1, 4; 3
ἔοικε δὲ Ἀναξα γόρας ἄπειρα οὕτως οἰηθῆναι διὰ τὸ ὑπολαμβάνειν τὴν κοι νὴν δόξαν τῶν φυσικῶν εἶναι ἀληθῆ, ὡς οὐ γιγνομένου οὐδε νὸς ἐκ τοῦ μὴ ὄντος (διὰ τοῦτο γὰρ οὕτω λέγουσιν, ἦν ὁμοῦ πάντα, καὶ τὸ γίγνεσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι, οἱ δὲ σύγκρισιν καὶ διάκρισιν)· ἔτι δ' ἐκ τοῦ γίγνεσθαι ἐξ ἀλ λήλων τἀναντία· ἐνυπῆρχεν ἄρα· εἰ γὰρ πᾶν μὲν τὸ γι γνόμενον ἀνάγκη γίγνεσθαι ἢ ἐξ ὄντων ἢ ἐκ μὴ ὄντων, τούτων δὲ τὸ μὲν ἐκ μὴ ὄντων γίγνεσθαι ἀδύνατον (περὶ γὰρ ταύτης ὁμογνωμονοῦσι τῆς δόξης ἅπαντες οἱ περὶ φύσεως), τὸ λοι πὸν ἤδη συμβαίνειν ἐξ ἀνάγκης ἐνόμισαν, ἐξ ὄντων μὲν καὶ ἐνυπαρχόντων γίγνεσθαι, διὰ μικρότητα δὲ τῶν ὄγκων ἐξ ἀναισθήτων ἡμῖν.
172Aristoteles, Physica, 1, 4; 11
ἔτι εἰ πάντα μὲν ἐνυπάρχει τὰ τοιαῦτα ἐν ἀλλήλοις, καὶ μὴ γίγνεται ἀλλ' ἐκκρίνεται ἐνόντα, λέγεται δὲ ἀπὸ τοῦ πλεί ονος, γίγνεται δὲ ἐξ ὁτουοῦν ὁτιοῦν (οἷον ἐκ σαρκὸς ὕδωρ ἐκ κρινόμενον καὶ σὰρξ ἐξ ὕδατος), ἅπαν δὲ σῶμα πεπερασμέ νον ἀναιρεῖται ὑπὸ σώματος πεπερασμένου, φανερὸν ὅτι οὐκ ἐνδέχεται ἐν ἑκάστῳ ἕκαστον ὑπάρχειν.
173Aristoteles, Physica, 1, 4; 13
ὥστ' εἰ μὲν στήσεται ἡ ἔκκρισις, οὐχ ἅπαν ἐν παντὶ ἐνέσται (ἐν γὰρ τῷ λοιπῷ ὕδατι οὐκ ἐνυπάρξει σάρξ), εἰ δὲ μὴ στήσε ται ἀλλ' ἀεὶ ἕξει ἀφαίρεσιν, ἐν πεπερασμένῳ μεγέθει ἴσα πεπερασμένα ἐνέσται ἄπειρα τὸ πλῆθος· τοῦτο δ' ἀδύνατον.
174Aristoteles, Physica, 1, 5; 1
Πάντες δὴ τἀναντία ἀρχὰς ποιοῦσιν οἵ τε λέγοντες ὅτι ἓν τὸ πᾶν καὶ μὴ κινούμενον (καὶ γὰρ Παρμενίδης θερμὸν καὶ ψυχρὸν ἀρχὰς ποιεῖ, ταῦτα δὲ προσαγορεύει πῦρ καὶ γῆν) καὶ οἱ μανὸν καὶ πυκνόν, καὶ Δημόκριτος τὸ πλῆρες καὶ κενόν, ὧν τὸ μὲν ὡς ὂν τὸ δὲ ὡς οὐκ ὂν εἶναί φησιν· ἔτι θέ σει, σχήματι, τάξει.
175Aristoteles, Physica, 1, 5; 4
καὶ τοῦτο εὐλόγως· δεῖ γὰρ τὰς ἀρχὰς μήτε ἐξ ἀλλήλων εἶναι μήτε ἐξ ἄλλων, καὶ ἐκ τούτων πάντα· τοῖς δὲ ἐναν τίοις τοῖς πρώτοις ὑπάρχει ταῦτα, διὰ μὲν τὸ πρῶτα εἶναι μὴ ἐξ ἄλλων, διὰ δὲ τὸ ἐναντία μὴ ἐξ ἀλλήλων.
176Aristoteles, Physica, 1, 5; 6
λη πτέον δὴ πρῶτον ὅτι πάντων τῶν ὄντων οὐθὲν οὔτε ποιεῖν πέ φυκεν οὔτε πάσχειν τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος, οὐδὲ γίγνεται ὁτιοῦν ἐξ ὁτουοῦν, ἂν μή τις λαμβάνῃ κατὰ συμβεβηκός· πῶς γὰρ ἂν γένοιτο λευκὸν ἐκ μουσικοῦ, πλὴν εἰ μὴ συμ βεβηκὸς εἴη τῷ μὴ λευκῷ ἢ τῷ μέλανι τὸ μουσικόν;
177Aristoteles, Physica, 1, 5; 8
οὐδὲ δὴ φθείρεται εἰς τὸ τυχὸν πρῶτον, οἷον τὸ λευκὸν οὐκ εἰς τὸ μουσικόν, πλὴν εἰ μή ποτε κατὰ συμ βεβηκός, ἀλλ' εἰς τὸ μὴ λευκόν, καὶ οὐκ εἰς τὸ τυχὸν ἀλλ' εἰς τὸ μέλαν ἢ τὸ μεταξύ· ὡς δ' αὔτως καὶ τὸ μουσικὸν εἰς τὸ μὴ μουσικόν, καὶ τοῦτο οὐκ εἰς τὸ τυχὸν ἀλλ' εἰς τὸ ἄμουσον ἢ εἴ τι αὐτῶν ἐστι μεταξύ.
178Aristoteles, Physica, 1, 5; 9
ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων, ἐπεὶ καὶ τὰ μὴ ἁπλᾶ τῶν ὄντων ἀλλὰ σύνθετα κατὰ τὸν αὐτὸν ἔχει λόγον· ἀλλὰ διὰ τὸ μὴ τὰς ἀντικειμένας διαθέσεις ὠνομάσθαι λανθάνει τοῦτο συμβαῖνον.
179Aristoteles, Physica, 1, 5; 12
ἀλλὰ μὴν καὶ οἰκία καὶ ἀνδριὰς καὶ ὁτιοῦν ἄλλο γίγνεται ὁμοίως· ἥ τε γὰρ οἰκία γίγνεται ἐκ τοῦ μὴ συγκεῖσθαι ἀλλὰ διῃρῆ σθαι ταδὶ ὡδί, καὶ ὁ ἀνδριὰς καὶ τῶν ἐσχηματισμένων τι ἐξ ἀσχημοσύνης· καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν.
180Aristoteles, Physica, 1, 6; 4
ὅτι μὲν οὖν οὔτε μία οὔτε ἄπειροι, δῆλον ἐκ τούτων· ἐπεὶ δὲ πεπερασμέναι, τὸ μὴ ποιεῖν δύο μόνον ἔχει τινὰ λό γον· ἀπορήσειε γὰρ ἄν τις πῶς ἢ ἡ πυκνότης τὴν μανότητα ποιεῖν τι πέφυκεν ἢ αὕτη τὴν πυκνότητα.
181Aristoteles, Physica, 1, 6; 7
πρὸς δὲ τούτοις ἔτι κἂν τόδε τις ἀπορήσειεν, εἰ μή τις ἑτέραν ὑποθήσει τοῖς ἐναν τίοις φύσιν· οὐθενὸς γὰρ ὁρῶμεν τῶν ὄντων οὐσίαν τἀναντία, τὴν δ' ἀρχὴν οὐ καθ' ὑποκειμένου δεῖ λέγεσθαί τινος.
182Aristoteles, Physica, 1, 6; 9
ἔτι οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ· πῶς οὖν ἐκ μὴ οὐσιῶν οὐσία ἂν εἴη;
183Aristoteles, Physica, 1, 6; 10
ἢ πῶς ἂν πρότερον μὴ οὐσία οὐσίας εἴη;
184Aristoteles, Physica, 1, 7; 3
ἔστι γὰρ γίγνεσθαι ἄνθρωπον μουσικόν, ἔστι δὲ τὸ μὴ μουσικὸν γίγνεσθαι μουσικὸν ἢ τὸν μὴ μουσικὸν ἄνθρωπον ἄνθρωπον μουσικόν.
185Aristoteles, Physica, 1, 7; 4
ἁπλοῦν μὲν οὖν λέγω τὸ γιγνόμενον τὸν ἄνθρωπον καὶ τὸ μὴ μουσικόν, καὶ ὃ γίγνεται ἁπλοῦν, τὸ μουσικόν· συγκείμενον δὲ καὶ ὃ γίγνε ται καὶ τὸ γιγνόμενον, ὅταν τὸν μὴ μουσικὸν ἄνθρωπον φῶ μεν γίγνεσθαι μουσικὸν ἄνθρωπον.
186Aristoteles, Physica, 1, 7; 5
τούτων δὲ τὸ μὲν οὐ μόνον λέγεται τόδε γίγνεσθαι ἀλλὰ καὶ ἐκ τοῦδε, οἷον ἐκ μὴ μουσικοῦ μουσικός, τὸ δ' οὐ λέγεται ἐπὶ πάντων· οὐ γὰρ ἐξ ἀνθρώπου ἐγένετο μουσικός, ἀλλ' ἅνθρωπος ἐγένετο μουσικός.
187Aristoteles, Physica, 1, 7; 6
τῶν δὲ γιγνομένων ὡς τὰ ἁπλᾶ λέγομεν γίγνεσθαι, τὸ μὲν ὑπομένον γίγνεται τὸ δ' οὐχ ὑπομένον· ὁ μὲν γὰρ ἄνθρωπος ὑπομένει μουσικὸς γιγνόμενος ἄνθρωπος καὶ ἔστι, τὸ δὲ μὴ μουσικὸν καὶ τὸ ἄμουσον οὔτε ἁπλῶς οὔτε συντεθειμένον ὑπο μένει.
188Aristoteles, Physica, 1, 7; 8
καὶ τὸ μὲν ὑπομένει, τὸ δ' οὐχ ὑπομένει· τὸ μὲν μὴ ἀντικείμενον ὑπομένει (ὁ γὰρ ἄνθρωπος ὑπομένει), τὸ μὴ μουσικὸν δὲ καὶ τὸ ἄμουσον οὐχ ὑπομένει, οὐδὲ τὸ ἐξ ἀμφοῖν συγκείμενον, οἷον ὁ ἄμουσος ἄνθρωπος.
189Aristoteles, Physica, 1, 7; 9
τὸ δ' ἔκ τινος γίγνεσθαί τι, καὶ μὴ τό δε γίγνεσθαί τι, μᾶλλον μὲν λέγεται ἐπὶ τῶν μὴ ὑπομενόν των, οἷον ἐξ ἀμούσου μουσικὸν γίγνεσθαι, ἐξ ἀνθρώπου δὲ οὔ· οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῶν ὑπομενόντων ἐνίοτε λέγεται ὡσαύ τως· ἐκ γὰρ χαλκοῦ ἀνδριάντα γίγνεσθαί φαμεν, οὐ τὸν χαλκὸν ἀνδριάντα.
190Aristoteles, Physica, 1, 7; 10
τὸ μέντοι ἐκ τοῦ ἀντικειμένου καὶ μὴ ὑπομένοντος ἀμφοτέρως λέγεται, καὶ ἐκ τοῦδε τόδε καὶ τόδε τόδε· καὶ γὰρ ἐξ ἀμούσου καὶ ὁ ἄμουσος γίγνεται μουσι κός.
191Aristoteles, Physica, 1, 7; 18
φανερὸν οὖν ὡς, εἴπερ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τῶν φύσει ὄντων, ἐξ ὧν πρώτων εἰσὶ καὶ γεγόνασι μὴ κατὰ συμβεβηκὸς ἀλλ' ἕκαστον ὃ λέγεται κατὰ τὴν οὐσίαν, ὅτι γίγνεται πᾶν ἔκ τε τοῦ ὑποκειμένου καὶ τῆς μορφῆς· σύγ κειται γὰρ ὁ μουσικὸς ἄνθρωπος ἐξ ἀνθρώπου καὶ μουσικοῦ τρόπον τινά· διαλύσεις γὰρ [τοὺς λόγους] εἰς τοὺς λόγους τοὺς ἐκείνων.
192Aristoteles, Physica, 1, 8; 2
ζητοῦντες γὰρ οἱ κατὰ φι λοσοφίαν πρῶτοι τὴν ἀλήθειαν καὶ τὴν φύσιν τῶν ὄντων ἐξετράπησαν οἷον ὁδόν τινα ἄλλην ἀπωσθέντες ὑπὸ ἀπει ρίας, καί φασιν οὔτε γίγνεσθαι τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν εἶναι γίγνεσθαι τὸ γιγνόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον εἶναι· οὔτε γὰρ τὸ ὂν γίγνεσθαι (εἶναι γὰρ ἤδη) ἔκ τε μὴ ὄντος οὐδὲν ἂν γενέσθαι· ὑποκεῖσθαι γάρ τι δεῖν.
193Aristoteles, Physica, 1, 8; 4
ἐκεῖνοι μὲν οὖν ταύτην ἔλαβον τὴν δόξαν διὰ τὰ εἰρημένα· ἡμεῖς δὲ λέγομεν ὅτι τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίγνεσθαι, ἢ τὸ μὴ ὂν ἢ τὸ ὂν ποιεῖν τι ἢ πάσχειν ἢ ὁτιοῦν τόδε γίγνεσθαι, ἕνα μὲν τρόπον οὐθὲν δια φέρει ἢ τὸ τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ ἐξ ἰατροῦ εἶναί τι ἢ γίγνεσθαι, ὥστ' ἐπειδὴ τοῦτο διχῶς λέγεται, δῆλον ὅτι καὶ τὸ ἐξ ὄντος καὶ τὸ ὂν ἢ ποιεῖν ἢ πά σχειν.
194Aristoteles, Physica, 1, 8; 6
ἐπεὶ δὲ μάλιστα λέγομεν κυρίως τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ γίγνεσθαι ἐξ ἰατροῦ, ἐὰν ᾗ ἰατρὸς ταῦτα πάσχῃ ἢ ποιῇ ἢ γίγνηται, δῆλον ὅτι καὶ τὸ ἐκ μὴ ὄντος γίγνεσθαι τοῦτο σημαίνει, τὸ ᾗ μὴ ὄν.
195Aristoteles, Physica, 1, 8; 7
ὅπερ ἐκεῖνοι μὲν οὐ διελόντες ἀπέστησαν, καὶ διὰ ταύτην τὴν ἄγνοιαν τοσοῦτον προσηγνόησαν, ὥστε μηθὲν οἴε σθαι γίγνεσθαι μηδ' εἶναι τῶν ἄλλων, ἀλλ' ἀνελεῖν πᾶσαν τὴν γένεσιν· ἡμεῖς δὲ καὶ αὐτοί φαμεν γίγνεσθαι μὲν μηθὲν ἁπλῶς ἐκ μὴ ὄντος, πὼς μέντοι γίγνεσθαι ἐκ μὴ ὄντος, οἷον κατὰ συμβεβηκός (ἐκ γὰρ τῆς στερήσεως, ὅ ἐστι καθ' αὑτὸ μὴ ὄν, οὐκ ἐνυπάρχοντος γίγνεταί τι· θαυμάζεται δὲ τοῦτο καὶ ἀδύνατον οὕτω δοκεῖ γίγνεσθαί τι, ἐκ μὴ ὄντος)· ὡσαύτως δὲ οὐδ' ἐξ ὄντος οὐδὲ τὸ ὂν γίγνεσθαι, πλὴν κατὰ συμβεβηκός· οὕτω δὲ καὶ τοῦτο γίγνεσθαι, τὸν αὐτὸν τρόπον οἷον εἰ ἐκ ζῴου ζῷον γίγνοιτο καὶ ἐκ τινὸς ζῴου τι ζῷον· οἷον εἰ κύων ἐξ ἵππου γίγνοιτο.
196Aristoteles, Physica, 1, 8; 8
γίγνοιτο μὲν γὰρ ἂν οὐ μόνον ἐκ τι νὸς ζῴου ὁ κύων, ἀλλὰ καὶ ἐκ ζῴου, ἀλλ' οὐχ ᾗ ζῷον· ὑπ άρχει γὰρ ἤδη τοῦτο· εἰ δέ τι μέλλει γίγνεσθαι ζῷον μὴ κατὰ συμβεβηκός, οὐκ ἐκ ζῴου ἔσται, καὶ εἴ τι ὄν, οὐκ ἐξ ὄντος· οὐδ' ἐκ μὴ ὄντος· τὸ γὰρ ἐκ μὴ ὄντος εἴρηται ἡμῖν τί σημαίνει, ὅτι ᾗ μὴ ὄν.
197Aristoteles, Physica, 1, 8; 9
ἔτι δὲ καὶ τὸ εἶναι ἅπαν ἢ μὴ εἶναι οὐκ ἀναιροῦμεν.
198Aristoteles, Physica, 1, 9; 2
πρῶτον μὲν γὰρ ὁμολογοῦσιν ἁπλῶς γίγνεσθαί τι ἐκ μὴ ὄντος, ᾗ Παρμενίδην ὀρθῶς λέγειν· εἶτα φαίνεται αὐτοῖς, εἴπερ ἐστὶν ἀριθμῷ μία, καὶ δυνάμει μία μόνον εἶναι.
199Aristoteles, Physica, 1, 9; 4
ἡμεῖς μὲν γὰρ ὕλην καὶ στέρησιν ἕτε ρόν φαμεν εἶναι, καὶ τούτων τὸ μὲν οὐκ ὂν εἶναι κατὰ συμ βεβηκός, τὴν ὕλην, τὴν δὲ στέρησιν καθ' αὑτήν, καὶ τὴν μὲν ἐγγὺς καὶ οὐσίαν πως, τὴν ὕλην, τὴν δὲ οὐδαμῶς· οἱ δὲ τὸ μὴ ὂν τὸ μέγα καὶ τὸ μικρὸν ὁμοίως, ἢ τὸ συναμ φότερον ἢ τὸ χωρὶς ἑκάτερον.
200Aristoteles, Physica, 1, 9; 10
καίτοι οὔτε αὐτὸ αὑτοῦ οἷόν τε ἐφίεσθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), ἀλλὰ τοῦτ' ἔστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ καθ' αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός.
201Aristoteles, Physica, 1, 9; 13
εἴτε γὰρ ἐγίγνετο, ὑποκεῖσθαί τι δεῖ πρῶτον ἐξ οὗ ἐνυπάρχοντος· τοῦτο δ' ἐστὶν αὐτὴ ἡ φύσις, ὥστ' ἔσται πρὶν γενέσθαι (λέγω γὰρ ὕλην τὸ πρῶτον ὑποκείμενον ἑκάστῳ, ἐξ οὗ γίγνεταί τι ἐνυπάρχοντος μὴ κατὰ συμβεβηκός)· εἴτε φθεί ρεται, εἰς τοῦτο ἀφίξεται ἔσχατον, ὥστε ἐφθαρμένη ἔσται πρὶν φθαρῆναι.
202Aristoteles, Physica, 2, 1; 1
Τῶν ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ δι' ἄλλας αἰ τίας, φύσει μὲν τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν καὶ τὰ φυτὰ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, οἷον γῆ καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ (ταῦτα γὰρ εἶναι καὶ τὰ τοιαῦτα φύσει φαμέν), πάντα δὲ ταῦτα φαίνεται διαφέροντα πρὸς τὰ μὴ φύσει συνεστῶτα.
203Aristoteles, Physica, 2, 1; 2
τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ ἀρχὴν ἔχει κινήσεως καὶ στάσεως, τὰ μὲν κατὰ τόπον, τὰ δὲ κατ' αὔξησιν καὶ φθίσιν, τὰ δὲ κατ' ἀλλοίωσιν· κλίνη δὲ καὶ ἱμάτιον, καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν, ᾗ μὲν τετύχηκε τῆς κατηγορίας ἑκάστης καὶ καθ' ὅσον ἐστὶν ἀπὸ τέχνης, οὐδεμίαν ὁρμὴν ἔχει μετα βολῆς ἔμφυτον, ᾗ δὲ συμβέβηκεν αὐτοῖς εἶναι λιθίνοις ἢ γηΐνοις ἢ μικτοῖς ἐκ τούτων, ἔχει, καὶ κατὰ τοσοῦτον, ὡς οὔσης τῆς φύσεως ἀρχῆς τινὸς καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ ὑπάρχει πρώτως καθ' αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός (λέγω δὲ τὸ μὴ κατὰ συμβεβηκός, ὅτι γέ νοιτ' ἂν αὐτὸς αὑτῷ τις αἴτιος ὑγιείας ὢν ἰατρός· ἀλλ' ὅμως οὐ καθὸ ὑγιάζεται τὴν ἰατρικὴν ἔχει, ἀλλὰ συμβέ βηκεν τὸν αὐτὸν ἰατρὸν εἶναι καὶ ὑγιαζόμενον· διὸ καὶ χωρί ζεταί ποτ' ἀπ' ἀλλήλων).
204Aristoteles, Physica, 2, 1; 9
τὸ δὲ δεικνύναι τὰ φανερὰ διὰ τῶν ἀφανῶν οὐ δυναμένου κρίνειν ἐστὶ τὸ δι' αὑτὸ καὶ μὴ δι' αὑτὸ γνώριμον (ὅτι δ' ἐνδέχεται τοῦτο πάσχειν, οὐκ ἄδηλον· συλλογίσαιτο γὰρ ἄν τις ἐκ γενετῆς ὢν τυφλὸς περὶ χρωμάτων), ὥστε ἀνάγκη τοῖς τοιούτοις περὶ τῶν ὀνομά των εἶναι τὸν λόγον, νοεῖν δὲ μηδέν.
205Aristoteles, Physica, 2, 1; 16
ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τέχνην καὶ τὸ τεχνικόν, οὕτω καὶ φύσις τὸ κατὰ φύσιν [λέγεται] καὶ τὸ φυσικόν, οὔτε δὲ ἐκεῖ πω φαῖμεν ἂν ἔχειν κατὰ τὴν τέχνην οὐδέν, εἰ δυνάμει μόνον ἐστὶ κλίνη, μή πω δ' ἔχει τὸ εἶδος τῆς κλίνης, οὐδ' εἶναι τέχνην, οὔτ' ἐν τοῖς φύσει συνισταμένοις· τὸ γὰρ δυνάμει σὰρξ ἢ ὀστοῦν οὔτ' ἔχει πω τὴν ἑαυτοῦ φύσιν, πρὶν ἂν λάβῃ τὸ εἶδος τὸ κατὰ τὸν λόγον, ᾧ ὁριζόμενοι λέγομεν τί ἐστι σὰρξ ἢ ὀστοῦν, οὔτε φύσει ἐστίν.
206Aristoteles, Physica, 2, 1; 26
εἰ δ' ἔστιν στέρησις καὶ ἐναντίον τι περὶ τὴν ἁπλῆν γένεσιν ἢ μὴ ἔστιν, ὕστερον ἐπισκεπτέον.
207Aristoteles, Physica, 2, 4; 2
ἔνιοι γὰρ καὶ εἰ ἔστιν ἢ μὴ ἀποροῦσιν· οὐδὲν γὰρ δὴ γίγνεσθαι ἀπὸ τύχης φασίν, ἀλλὰ πάντων εἶναί τι αἴτιον ὡρισμένον ὅσα λέγομεν ἀπὸ ταὐτομάτου γίγνεσθαι ἢ τύχης, οἷον τοῦ ἐλθεῖν ἀπὸ τύχης εἰς τὴν ἀγοράν, καὶ καταλαβεῖν ὃν ἐβούλετο μὲν οὐκ ᾤετο δέ, αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀπὸ τύχης λεγομένων ἀεί τι εἶναι λαβεῖν τὸ αἴτιον, ἀλλ' οὐ τύ χην, ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ἄτοπον ἂν φανείη ὡς ἀλη θῶς, καὶ ἀπορήσειεν ἄν τις διὰ τί ποτ' οὐδεὶς τῶν ἀρχαίων σοφῶν τὰ αἴτια περὶ γενέσεως καὶ φθορᾶς λέγων περὶ τύ χης οὐδὲν διώρισεν, ἀλλ' ὡς ἔοικεν, οὐδὲν ᾤοντο οὐδ' ἐκεῖνοι εἶ ναι ἀπὸ τύχης.
208Aristoteles, Physica, 2, 4; 5
ἄτοπον οὖν εἴτε μὴ ὑπελάμβανον εἶναι εἴτε οἰόμε νοι παρέλειπον, καὶ ταῦτ' ἐνίοτε χρώμενοι, ὥσπερ Ἐμπε δοκλῆς οὐκ ἀεὶ τὸν ἀέρα ἀνωτάτω ἀποκρίνεσθαί φησιν, ἀλλ' ὅπως ἂν τύχῃ.
209Aristoteles, Physica, 2, 4; 8
καὶ μάλα τοῦτό γε αὐτὸ θαυμάσαι ἄξιον· λέ γοντες γὰρ τὰ μὲν ζῷα καὶ τὰ φυτὰ ἀπὸ τύχης μήτε εἶναι μήτε γίγνεσθαι, ἀλλ' ἤτοι φύσιν ἢ νοῦν ἤ τι τοιοῦτον ἕτερον εἶναι τὸ αἴτιον (οὐ γὰρ ὅ τι ἔτυχεν ἐκ τοῦ σπέρματος ἑκάστου γίγνεται, ἀλλ' ἐκ μὲν τοῦ τοιουδὶ ἐλαία ἐκ δὲ τοῦ τοιουδὶ ἄνθρωπος), τὸν δ' οὐρανὸν καὶ τὰ θειότατα τῶν φα νερῶν ἀπὸ τοῦ αὐτομάτου γενέσθαι, τοιαύτην δ' αἰτίαν μη δεμίαν εἶναι οἵαν τῶν ζῴων καὶ τῶν φυτῶν.
210Aristoteles, Physica, 2, 5; 12
ἔστιν μὲν γὰρ ὡς γίγνεται ἀπὸ τύχης· κατὰ συμ βεβηκὸς γὰρ γίγνεται, καὶ ἔστιν αἴτιον ὡς συμβεβηκὸς ἡ τύχη· ὡς δ' ἁπλῶς οὐδενός· οἷον οἰκίας οἰκοδόμος μὲν αἴ τιος, κατὰ συμβεβηκὸς δὲ αὐλητής, καὶ τοῦ ἐλθόντα κο μίσασθαι τὸ ἀργύριον, μὴ τούτου ἕνεκα ἐλθόντα, ἄπειρα τὸ πλῆθος· καὶ γὰρ ἰδεῖν τινὰ βουλόμενος καὶ διώκων καὶ φεύγων καὶ θεασόμενος.
211Aristoteles, Physica, 2, 5; 18
ἔστι μὲν οὖν ἄμφω αἴτια, καθάπερ εἴρηται, κατὰ συμβεβηκός – καὶ ἡ τύχη καὶ τὸ αὐτόματον – ἐν τοῖς ἐνδεχομένοις γίγνεσθαι μὴ ἁπλῶς μηδ' ὡς ἐπὶ τὸ πολύ, καὶ τούτων ὅσ' ἂν γένοιτο ἕνεκά του.
212Aristoteles, Physica, 2, 6; 3
διὸ καὶ ἀνάγκη περὶ τὰ πρακτὰ εἶναι τὴν τύχην (σημεῖον δ' ὅτι δοκεῖ ἤτοι ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ ἡ εὐτυχία ἢ ἐγγύς, ἡ δ' εὐδαιμονία πρᾶξίς τις· εὐπραξία γάρ), ὥσθ' ὁπόσοις μὴ ἐνδέχεται πρᾶξαι, οὐδὲ τὸ ἀπὸ τύχης τι ποιῆσαι.
213Aristoteles, Physica, 2, 6; 4
καὶ διὰ τοῦτο οὔτε ἄψυχον οὐδὲν οὔτε θηρίον οὔτε παιδίον οὐδὲν ποιεῖ ἀπὸ τύχης, ὅτι οὐκ ἔχει προαίρεσιν· οὐδ' εὐτυχία οὐδ' ἀτυ χία ὑπάρχει τούτοις, εἰ μὴ καθ' ὁμοιότητα, ὥσπερ ἔφη Πρώταρχος εὐτυχεῖς εἶναι τοὺς λίθους ἐξ ὧν οἱ βωμοί, ὅτι τιμῶνται, οἱ δὲ ὁμόζυγες αὐτῶν καταπατοῦνται.
214Aristoteles, Physica, 2, 6; 6
ὥστε φανερὸν ὅτι ἐν τοῖς ἁπλῶς ἕνεκά του γιγνομένοις, ὅταν μὴ τοῦ συμβάντος ἕνεκα γέ νηται ὧν ἔξω τὸ αἴτιον, τότε ἀπὸ τοῦ αὐτομάτου λέγομεν· ἀπὸ τύχης δέ, τούτων ὅσα ἀπὸ τοῦ αὐτομάτου γίγνεται τῶν προαι ρετῶν τοῖς ἔχουσι προαίρεσιν.
215Aristoteles, Physica, 2, 6; 7
σημεῖον δὲ τὸ μάτην, ὅτι λέγε ται ὅταν μὴ γένηται τὸ ἕνεκα ἄλλου ἐκείνου ἕνεκα, οἷον εἰ τὸ βαδίσαι λαπάξεως ἕνεκά ἐστιν, εἰ δὲ μὴ ἐγένετο βαδίσαντι, μάτην φαμὲν βαδίσαι καὶ ἡ βάδισις ματαία, ὡς τοῦτο ὂν τὸ μάτην, τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ περαίνῃ ἐκεῖνο οὗ ἕνεκα ἦν καὶ ἐπεφύκει, ἐπεὶ εἴ τις λούσασθαι φαίη μάτην ὅτι οὐκ ἐξέλιπεν ὁ ἥλιος, γελοῖος ἂν εἴη· οὐ γὰρ ἦν τοῦτο ἐκεί νου ἕνεκα.
216Aristoteles, Physica, 2, 7; 4
ἔρχεται δὲ τὰ τρία εἰς [τὸ] ἓν πολλάκις· τὸ μὲν γὰρ τί ἐστι καὶ τὸ οὗ ἕνεκα ἕν ἐστι, τὸ δ' ὅθεν ἡ κίνησις πρῶτον τῷ εἴδει ταὐτὸ τούτοις· ἄν θρωπος γὰρ ἄνθρωπον γεννᾷ – καὶ ὅλως ὅσα κινούμενα κινεῖ (ὅσα δὲ μή, οὐκέτι φυσικῆς· οὐ γὰρ ἐν αὑτοῖς ἔχοντα κίνησιν οὐδ' ἀρχὴν κινήσεως κινεῖ, ἀλλ' ἀκίνητα ὄντα· διὸ τρεῖς αἱ πραγματεῖαι, ἡ μὲν περὶ ἀκινήτων, ἡ δὲ περὶ κινουμένων μὲν ἀφθάρτων δέ, ἡ δὲ περὶ τὰ φθαρτά).
217Aristoteles, Physica, 2, 7; 8
τοιοῦτον δ' ἐστὶν εἴ τι κι νεῖ μὴ κινούμενον, ὥσπερ τό τε παντελῶς ἀκίνητον καὶ [τὸ] πάντων πρῶτον καὶ τὸ τί ἐστιν καὶ ἡ μορφή· τέλος γὰρ καὶ οὗ ἕνεκα· ὥστε ἐπεὶ ἡ φύσις ἕνεκά του, καὶ ταύτην εἰδέναι δεῖ, καὶ πάντως ἀποδοτέον τὸ διὰ τί, οἷον ὅτι ἐκ τοῦδε ἀνάγκη τόδε (τὸ δὲ ἐκ τοῦδε ἢ ἁπλῶς ἢ ὡς ἐπὶ τὸ πολύ), καὶ εἰ μέλλει τοδὶ ἔσεσθαι (ὥσπερ ἐκ τῶν προτάσεων τὸ συμπέρασμα), καὶ ὅτι τοῦτ' ἦν τὸ τί ἦν εἶναι, καὶ διότι βέλ τιον οὕτως, οὐχ ἁπλῶς, ἀλλὰ τὸ πρὸς τὴν ἑκάστου οὐσίαν.
218Aristoteles, Physica, 2, 8; 1
Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις τῶν ἕνεκά του αἰτίων, ἔπειτα περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσι κοῖς· εἰς γὰρ ταύτην τὴν αἰτίαν ἀνάγουσι πάντες, ὅτι ἐπειδὴ τὸ θερμὸν τοιονδὶ πέφυκεν καὶ τὸ ψυχρὸν καὶ ἕκαστον δὴ τῶν τοιούτων, ταδὶ ἐξ ἀνάγκης ἐστὶ καὶ γίγνεται· καὶ γὰρ ἐὰν ἄλλην αἰτίαν εἴπωσιν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν, ὁ μὲν τὴν φιλίαν καὶ τὸ νεῖκος, ὁ δὲ τὸν νοῦν· ἔχει δ' ἀπορίαν τί κωλύει τὴν φύσιν μὴ ἕνεκά του ποιεῖν μηδ' ὅτι βέλτιον, ἀλλ' ὥσπερ ὕει ὁ Ζεὺς οὐχ ὅπως τὸν σῖτον αὐξήσῃ, ἀλλ' ἐξ ἀνάγκης (τὸ γὰρ ἀναχθὲν ψυχθῆναι δεῖ, καὶ τὸ ψυχθὲν ὕδωρ γενόμενον κατελθεῖν· τὸ δ' αὐξάνεσθαι τούτου γενομέ νου τὸν σῖτον συμβαίνει), ὁμοίως δὲ καὶ εἴ τῳ ἀπόλλυται ὁ σῖτος ἐν τῇ ἅλῳ, οὐ τούτου ἕνεκα ὕει ὅπως ἀπόληται, ἀλλὰ τοῦτο συμβέβηκεν – ὥστε τί κωλύει οὕτω καὶ τὰ μέρη ἔχειν ἐν τῇ φύσει, οἷον τοὺς ὀδόντας ἐξ ἀνάγκης ἀνατεῖλαι τοὺς μὲν ἐμπροσθίους ὀξεῖς, ἐπιτηδείους πρὸς τὸ διαιρεῖν, τοὺς δὲ γομφίους πλατεῖς καὶ χρησίμους πρὸς τὸ λεαίνειν τὴν τροφήν, ἐπεὶ οὐ τούτου ἕνεκα γενέσθαι, ἀλλὰ συμπεσεῖν· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων μερῶν, ἐν ὅσοις δοκεῖ ὑπάρχειν τὸ ἕνεκά του.
219Aristoteles, Physica, 2, 8; 2
ὅπου μὲν οὖν ἅπαντα συνέβη ὥσπερ κἂν εἰ ἕνεκά του ἐγί γνετο, ταῦτα μὲν ἐσώθη ἀπὸ τοῦ αὐτομάτου συστάντα ἐπι τηδείως· ὅσα δὲ μὴ οὕτως, ἀπώλετο καὶ ἀπόλλυται, κα θάπερ Ἐμπεδοκλῆς λέγει τὰ βουγενῆ ἀνδρόπρῳρα.
220Aristoteles, Physica, 2, 8; 6
εἰ οὖν ἢ ἀπὸ συμπτώματος δοκεῖ ἢ ἕνεκά του εἶναι, εἰ μὴ οἷόν τε ταῦτ' εἶναι μήτε ἀπὸ συμ πτώματος μήτ' ἀπὸ ταὐτομάτου, ἕνεκά του ἂν εἴη.
221Aristoteles, Physica, 2, 8; 10
οὐκοῦν ὡς πράττεται, οὕτω πέφυκε, καὶ ὡς πέφυκεν, οὕτω πράττεται ἕκαστον, ἂν μή τι ἐμποδίζῃ.
222Aristoteles, Physica, 2, 8; 12
οἷον εἰ οἰκία τῶν φύσει γιγνομένων ἦν, οὕτως ἂν ἐγίγνετο ὡς νῦν ὑπὸ τῆς τέχνης· εἰ δὲ τὰ φύσει μὴ μόνον φύσει ἀλλὰ καὶ τέχνῃ γίγνοιτο, ὡσαύτως ἂν γίγνοιτο ᾗ πέ φυκεν.
223Aristoteles, Physica, 2, 8; 21
καὶ ἐν ταῖς ἐξ ἀρχῆς ἄρα συστάσεσι τὰ βουγενῆ, εἰ μὴ πρός τινα ὅρον καὶ τέλος δυνατὰ ἦν ἐλθεῖν, διαφθειρομένης ἂν ἀρχῆς τινὸς ἐγίγνετο, ὥσπερ νῦν τοῦ σπέρματος.
224Aristoteles, Physica, 2, 8; 22
ἔτι ἀνάγκη σπέρμα γενέσθαι πρῶτον, ἀλλὰ μὴ εὐθὺς τὰ ζῷα· καὶ τὸ “οὐλοφυὲς μὲν πρῶτα” σπέρμα ἦν.
225Aristoteles, Physica, 2, 8; 25
ἔτι ἔδει καὶ ἐν τοῖς σπέρμασι γίγνεσθαι ὅπως ἔτυχεν· ὅλως δ' ἀναιρεῖ ὁ οὕτως λέγων τὰ φύσει τε καὶ φύσιν· φύσει γάρ, ὅσα ἀπό τινος ἐν αὑτοῖς ἀρχῆς συνεχῶς κινούμενα ἀφικνεῖται εἴς τι τέλος· ἀφ' ἑκάστης δὲ οὐ τὸ αὐτὸ ἑκάστοις οὐδὲ τὸ τυχόν, ἀεὶ μέντοι ἐπὶ τὸ αὐτό, ἂν μή τι ἐμποδίσῃ.
226Aristoteles, Physica, 2, 8; 26
τὸ δὲ οὗ ἕνεκα, καὶ ὃ τούτου ἕνεκα, γένοιτο ἂν καὶ ἀπὸ τύ χης, οἷον λέγομεν ὅτι ἀπὸ τύχης ἦλθεν ὁ ξένος καὶ λυ σάμενος ἀπῆλθεν, ὅταν ὥσπερ ἕνεκα τούτου ἐλθὼν πράξῃ, μὴ ἕνεκα δὲ τούτου ἔλθῃ.
227Aristoteles, Physica, 2, 8; 27
καὶ τοῦτο κατὰ συμβεβηκός (ἡ γὰρ τύχη τῶν κατὰ συμβεβηκὸς αἰτίων, καθάπερ καὶ πρότερον εἴπομεν), ἀλλ' ὅταν τοῦτο αἰεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ γέ νηται, οὐ συμβεβηκὸς οὐδ' ἀπὸ τύχης· ἐν δὲ τοῖς φυσι κοῖς ἀεὶ οὕτως, ἂν μή τι ἐμποδίσῃ.
228Aristoteles, Physica, 2, 8; 28
ἄτοπον δὲ τὸ μὴ οἴε σθαι ἕνεκά του γίγνεσθαι, ἐὰν μὴ ἴδωσι τὸ κινοῦν βουλευ σάμενον.
229Aristoteles, Physica, 2, 9; 6
τοῦτο μέντοι τὸ οὗ ἕνεκα ἀδύνατον γενέσθαι, ἂν μὴ σιδηροῦς ᾖ· ἀνάγκη ἄρα σιδηροῦν εἶναι, εἰ πρίων ἔσται καὶ τὸ ἔργον αὐτοῦ.
230Aristoteles, Physica, 2, 9; 8
ἔστι δὲ τὸ ἀναγκαῖον ἔν τε τοῖς μαθήμασι καὶ ἐν τοῖς κατὰ φύσιν γιγνομένοις τρόπον τινὰ παραπλησίως· ἐπεὶ γὰρ τὸ εὐθὺ τοδί ἐστιν, ἀνάγκη τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχειν· ἀλλ' οὐκ ἐπεὶ τοῦτο, ἐκεῖνο· ἀλλ' εἴ γε τοῦτο μὴ ἔστιν, οὐδὲ τὸ εὐθὺ ἔστιν.
231Aristoteles, Physica, 2, 9; 9
ἐν δὲ τοῖς γιγνομένοις ἕνεκά του ἀνάπαλιν, εἰ τὸ τέλος ἔσται ἢ ἔστι, καὶ τὸ ἔμπροσθεν ἔσται ἢ ἔστιν· εἰ δὲ μή, ὥσπερ ἐκεῖ μὴ ὄντος τοῦ συμπεράσματος ἡ ἀρχὴ οὐκ ἔσται, καὶ ἐνταῦθα τὸ τέλος καὶ τὸ οὗ ἕνεκα.
232Aristoteles, Physica, 2, 9; 12
ὅλως μέντοι μὴ ὄντων οὐκ ἔσται οὔθ' ἡ οἰκία οὔθ' ὁ πρίων, ἡ μὲν εἰ μὴ οἱ λίθοι, ὁ δ' εἰ μὴ ὁ σίδηρος· οὐδὲ γὰρ ἐκεῖ αἱ ἀρχαί, εἰ μὴ τὸ τρίγωνον δύο ὀρθαί.
233Aristoteles, Physica, 2, 9; 16
ὁρισαμένῳ γὰρ τὸ ἔργον τοῦ πρίειν ὅτι διαίρεσις τοιαδί, αὕτη γ' οὐκ ἔσται, εἰ μὴ ἕξει ὀδόντας τοιουσδί· οὗτοι δ' οὔ, εἰ μὴ σιδηροῦς.
234Aristoteles, Physica, 3, 1; 1
Ἐπεὶ δ' ἡ φύσις μέν ἐστιν ἀρχὴ κινήσεως καὶ μετα βολῆς, ἡ δὲ μέθοδος ἡμῖν περὶ φύσεώς ἐστι, δεῖ μὴ λαν θάνειν τί ἐστι κίνησις· ἀναγκαῖον γὰρ ἀγνοουμένης αὐτῆς ἀγ νοεῖσθαι καὶ τὴν φύσιν.
235Aristoteles, Physica, 3, 1; 8
οὐκ ἔστι δὲ κίνησις παρὰ τὰ πράγματα· μεταβάλλει γὰρ ἀεὶ τὸ μεταβάλλον ἢ κατ' οὐσίαν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον, κοινὸν δ' ἐπὶ τούτων οὐδὲν ἔστι λαβεῖν, ὡς φαμέν, ὃ οὔτε τόδε οὔτε πο σὸν οὔτε ποιὸν οὔτε τῶν ἄλλων κατηγορημάτων οὐθέν· ὥστ' οὐδὲ κίνησις οὐδὲ μεταβολὴ οὐθενὸς ἔσται παρὰ τὰ εἰρημένα, μη θενός γε ὄντος παρὰ τὰ εἰρημένα.
236Aristoteles, Physica, 3, 1; 20
ὅτι μὲν οὖν ἐστιν αὕτη, καὶ ὅτι συμβαίνει τότε κινεῖσθαι ὅταν ἡ ἐντελέ χεια ᾖ αὐτή, καὶ οὔτε πρότερον οὔτε ὕστερον, δῆλον· ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν ὁτὲ δὲ μή, οἷον τὸ οἰκοδομη τόν, καὶ ἡ τοῦ οἰκοδομητοῦ ἐνέργεια, ᾗ οἰκοδομητόν, οἰκοδό μησίς ἐστιν (ἢ γὰρ οἰκοδόμησις ἡ ἐνέργεια [τοῦ οἰκοδομητοῦ] ἢ ἡ οἰκία· ἀλλ' ὅταν οἰκία ᾖ, οὐκέτ' οἰκοδομητὸν ἔστιν· οἰ κοδομεῖται δὲ τὸ οἰκοδομητόν· ἀνάγκη οὖν οἰκοδόμη σιν τὴν ἐνέργειαν εἶναι)· ἡ δ' οἰκοδόμησις κίνησίς τις.
237Aristoteles, Physica, 3, 2; 1
Ὅτι δὲ καλῶς εἴρηται, δῆλον καὶ ἐξ ὧν οἱ ἄλλοι περὶ αὐτῆς λέγουσιν, καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι διορίσαι ἄλ λως αὐτήν.
238Aristoteles, Physica, 3, 2; 2
οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλ λῳ γένει θεῖναι δύναιτ' ἄν τις, δῆλόν τε σκοποῦσιν ὡς τι θέασιν αὐτὴν ἔνιοι, ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν· ὧν οὐδὲν ἀναγκαῖον κινεῖσθαι, οὔτ' ἂν ἕτερα ᾖ οὔτ' ἂν ἄνισα οὔτ' ἂν οὐκ ὄντα· ἀλλ' οὐδ' ἡ μεταβολὴ οὔτ' εἰς ταῦτα οὔτ' ἐκ τούτων μᾶλλόν ἐστιν ἢ ἐκ τῶν ἀντικειμένων.
239Aristoteles, Physica, 3, 3; 9
ἢ οὔτε τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἑτέρῳ εἶναι ἄτοπον (ἔστι γὰρ ἡ δίδαξις ἐνέργεια τοῦ διδασκαλικοῦ, ἔν τινι μέντοι, καὶ οὐκ ἀποτετμημένη, ἀλλὰ τοῦδε ἐν τῷδε), οὔτε μίαν δυοῖν κωλύει οὐθὲν τὴν αὐτὴν εἶναι (μὴ ὡς τῷ εἶναι τὸ αὐτό, ἀλλ' ὡς ὑπάρ χει τὸ δυνάμει ὂν πρὸς τὸ ἐνεργοῦν), οὔτ' ἀνάγκη τὸν διδά σκοντα μανθάνειν, οὐδ' εἰ τὸ ποιεῖν καὶ πάσχειν τὸ αὐτό ἐστιν, μὴ μέντοι ὥστε τὸν λόγον εἶναι ἕνα τὸν τί ἦν εἶναι λέγοντα, οἷον ὡς λώπιον καὶ ἱμάτιον, ἀλλ' ὡς ἡ ὁδὸς ἡ Θήβηθεν Ἀθήναζε καὶ ἡ Ἀθήνηθεν εἰς Θήβας, ὥσπερ εἴρηται καὶ πρότερον;
240Aristoteles, Physica, 3, 4; 1
Ἐπεὶ δ' ἐστὶν ἡ περὶ φύσεως ἐπιστήμη περὶ μεγέθη καὶ κίνησιν καὶ χρόνον, ὧν ἕκαστον ἀναγκαῖον ἢ ἄπειρον ἢ πεπερασμένον εἶναι, εἰ καὶ μὴ πᾶν ἐστιν ἄπειρον ἢ πεπε ρασμένον, οἷον πάθος ἢ στιγμή (τῶν γὰρ τοιούτων ἴσως οὐ δὲν ἀναγκαῖον ἐν θατέρῳ τούτων εἶναι), προσῆκον ἂν εἴη τὸν περὶ φύσεως πραγματευόμενον θεωρῆσαι περὶ ἀπείρου, εἰ ἔστιν ἢ μή, καὶ εἰ ἔστιν, τί ἐστιν.
241Aristoteles, Physica, 3, 5; 4
διό, καθάπερ λέγομεν, οὐ ταύτης ἀρχή, ἀλλ' αὕτη τῶν ἄλλων εἶναι δοκεῖ καὶ περιέχειν ἅπαντα καὶ πάντα κυβερ νᾶν, ὥς φασιν ὅσοι μὴ ποιοῦσι παρὰ τὸ ἄπειρον ἄλλας αἰ τίας, οἷον νοῦν ἢ φιλίαν· καὶ τοῦτ' εἶναι τὸ θεῖον· ἀθάνατον γὰρ καὶ ἀνώλεθρον, ὥσπερ φησὶν Ἀναξίμανδρος καὶ οἱ πλεῖ στοι τῶν φυσιολόγων.
242Aristoteles, Physica, 3, 5; 5
τοῦ δ' εἶναί τι ἄπειρον ἡ πίστις ἐκ πέντε μάλιστ' ἂν συμβαίνοι σκοποῦσιν, ἔκ τε τοῦ χρόνου (οὗτος γὰρ ἄπειρος) καὶ ἐκ τῆς ἐν τοῖς μεγέθεσι διαιρέσεως (χρῶνται γὰρ καὶ οἱ μαθηματικοὶ τῷ ἀπείρῳ)· ἔτι τῷ οὕτως ἂν μό νως μὴ ὑπολείπειν γένεσιν καὶ φθοράν, εἰ ἄπειρον εἴη ὅθεν ἀφαιρεῖται τὸ γιγνόμενον· ἔτι τῷ τὸ πεπερασμένον ἀεὶ πρός τι περαίνειν, ὥστε ἀνάγκη μηδὲν εἶναι πέρας, εἰ ἀεὶ πε ραίνειν ἀνάγκη ἕτερον πρὸς ἕτερον.
243Aristoteles, Physica, 3, 5; 6
μάλιστα δὲ καὶ κυ ριώτατον, ὃ τὴν κοινὴν ποιεῖ ἀπορίαν πᾶσι· διὰ γὰρ τὸ ἐν τῇ νοήσει μὴ ὑπολείπειν καὶ ὁ ἀριθμὸς δοκεῖ ἄπειρος εἶναι καὶ τὰ μαθηματικὰ μεγέθη καὶ τὸ ἔξω τοῦ οὐρανοῦ.
244Aristoteles, Physica, 3, 5; 10
ἔχει δ' ἀπορίαν ἡ περὶ τοῦ ἀπείρου θεωρία· καὶ γὰρ μὴ εἶναι τι θεμένοις πόλλ' ἀδύνατα συμβαίνει καὶ εἶναι.
245Aristoteles, Physica, 3, 5; 15
ἕνα μὲν δὴ τρόπον τὸ ἀδύνατον διελθεῖν τῷ μὴ πεφυκέναι διιέναι, ὥσπερ ἡ φωνὴ ἀόρατος· ἄλλως δὲ τὸ διέξοδον ἔχον ἀτελεύτητον, ἢ ὃ μόγις, ἢ ὃ πεφυκὸς ἔχειν μὴ ἔχει διέξοδον ἢ πέρας.
246Aristoteles, Physica, 3, 6; 2
εἰ γὰρ μήτε μέγεθός ἐστιν μήτε πλῆθος, ἀλλ' οὐσία αὐτό ἐστι τὸ ἄπειρον καὶ μὴ συμβεβη κός, ἀδιαίρετον ἔσται (τὸ γὰρ διαιρετὸν ἢ μέγεθος ἔσται ἢ πλῆθος)· εἰ δὲ τοιοῦτον, οὐκ ἄπειρον, εἰ μὴ ὡς ἡ φωνὴ ἀόρατος.
247Aristoteles, Physica, 3, 6; 5
ἔτι πῶς ἐνδέχεται εἶναί τι αὐτὸ ἄπειρον, εἴπερ μὴ καὶ ἀριθμὸν καὶ μέγεθος, ὧν ἐστι καθ' αὑτὸ πάθος τι τὸ ἄπειρον;
248Aristoteles, Physica, 3, 6; 7
φανερὸν δὲ καὶ ὅτι οὐκ ἐνδέχεται εἶ ναι τὸ ἄπειρον ὡς ἐνεργείᾳ ὂν καὶ ὡς οὐσίαν καὶ ἀρχήν· ἔσται γὰρ ὁτιοῦν αὐτοῦ ἄπειρον τὸ λαμβανόμενον, εἰ μεριστόν (τὸ γὰρ ἀπείρῳ εἶναι καὶ ἄπειρον τὸ αὐτό, εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθ' ὑποκειμένου), ὥστ' ἢ ἀδιαίρετον ἢ εἰς ἄπειρα διαιρετόν· πολλὰ δ' ἄπειρα εἶναι τὸ αὐτὸ ἀδύνα τον (ἀλλὰ μὴν ὥσπερ ἀέρος ἀὴρ μέρος, οὕτω καὶ ἄπειρον ἀπείρου, εἴ γε οὐσία ἐστὶ καὶ ἀρχή)· ἀμέριστον ἄρα καὶ ἀδιαί ρετον.
249Aristoteles, Physica, 3, 6; 15
ἀνάγκη γὰρ πλείω εἶναι, καὶ ἰσά ζειν ἀεὶ τἀναντία, καὶ μὴ εἶναι ἓν αὐτῶν ἄπειρον (εἰ γὰρ ὁποσῳοῦν λείπεται ἡ ἐν ἑνὶ σώματι δύναμις θατέρου, οἷον εἰ τὸ πῦρ πεπέρανται, ὁ δ' ἀὴρ ἄπειρος, ἔστιν δὲ τὸ ἴσον πῦρ τοῦ ἴσου ἀέρος τῇ δυνάμει ὁποσαπλασιονοῦν, μόνον δὲ ἀριθμόν τινα ἔχον, ὅμως φανερὸν ὅτι τὸ ἄπειρον ὑπερβαλεῖ καὶ φθερεῖ τὸ πεπερασμένον)· ἕκαστον δ' ἄπειρον εἶναι ἀδύνατον· σῶμα μὲν γάρ ἐστιν τὸ πάντῃ ἔχον διάστασιν, ἄπειρον δὲ τὸ ἀπεράντως διεστηκός, ὥστε τὸ ἄπειρον σῶμα πανταχῇ ἔσται διεστηκὸς εἰς ἄπειρον.
250Aristoteles, Physica, 3, 6; 17
εἰσὶν γάρ τι νες οἳ τοῦτο ποιοῦσι τὸ ἄπειρον, ἀλλ' οὐκ ἀέρα ἢ ὕδωρ, ὅπως μὴ τἆλλα φθείρηται ὑπὸ τοῦ ἀπείρου αὐτῶν· ἔχουσι γὰρ πρὸς ἄλληλα ἐναντίωσιν, οἷον ὁ μὲν ἀὴρ ψυχρός, τὸ δ' ὕδωρ ὑγρόν, τὸ δὲ πῦρ θερμόν· ὧν εἰ ἦν ἓν ἄπειρον, ἔφθαρτο ἂν ἤδη τἆλλα· νῦν δ' ἕτερον εἶναί φασιν ἐξ οὗ ταῦτα.
251Aristoteles, Physica, 3, 6; 32
] εἰ δ' ἄπειρα καὶ ἁπλᾶ, καὶ οἱ τόποι ἄπειροι, καὶ ἔσται ἄπειρα τὰ στοιχεῖα· εἰ δὲ τοῦτ' ἀδύνατον καὶ πεπερασμένοι οἱ τόποι, καὶ τὸ ὅλον [πε περάνθαι ἀναγκαῖον]· ἀδύνατον γὰρ μὴ ἀπαρτίζειν τὸν τό πον καὶ τὸ σῶμα· οὔτε γὰρ ὁ τόπος ὁ πᾶς μείζων ἢ ὅσον ἐνδέχεται τὸ σῶμα εἶναι (ἅμα δ' οὐδ' ἄπειρον ἔσται τὸ σῶμα ἔτι), οὔτε τὸ σῶμα μεῖζον ἢ ὁ τόπος· ἢ γὰρ κενὸν ἔσται τι ἢ σῶμα οὐδαμοῦ πεφυκὸς εἶναι.
252Aristoteles, Physica, 3, 6; 36
εἰ οὖν ὅτι μάλιστα μὴ κινεῖται τὸ ὅλον (τὸ γὰρ αὑτῷ στηριζόμενον καὶ ἐν αὑτῷ ὂν ἀκίνητον εἶναι ἀνάγκη), ἀλλὰ διὰ τί οὐ πέφυκε κινεῖσθαι, λεκτέον.
253Aristoteles, Physica, 3, 7; 1
Ὅτι δ' εἰ μὴ ἔστιν ἄπειρον ἁπλῶς, πολλὰ ἀδύνατα συμβαίνει, δῆλον.
254Aristoteles, Physica, 3, 7; 7
ὅλως μὲν γὰρ οὕτως ἔστιν τὸ ἄπειρον, τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ εἶναι πεπερασμένον, ἀλλ' ἀεί γε ἕτερον καὶ ἕτερον· [ἔτι τὸ εἶναι πλεοναχῶς λέγεται, ὥστε τὸ ἄπειρον οὐ δεῖ λαμβάνειν ὡς τόδε τι, οἷον ἄνθρωπον ἢ οἰκίαν, ἀλλ' ὡς ἡ ἡμέρα λέγεται καὶ ὁ ἀγών, οἷς τὸ εἶναι οὐχ ὡς οὐσία τις γέγονεν, ἀλλ' ἀεὶ ἐν γενέσει ἢ φθορᾷ, πεπερασμένον, ἀλλ' ἀεί γε ἕτερον καὶ ἕτερον·] ἀλλ' ἐν τοῖς μεγέθεσιν ὑπομένοντος τοῦ ληφθέντος [τοῦτο συμβαί νει], ἐπὶ δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων φθειρομένων οὕτως ὥστε μὴ ἐπιλείπειν.
255Aristoteles, Physica, 3, 7; 9
ἐν γὰρ τῷ πεπερασμένῳ μεγέθει ἂν λαβών τις ὡρισμένον προσλαμβάνῃ τῷ αὐτῷ λόγῳ, μὴ τὸ αὐτό τι τοῦ ὅλου μέγεθος περιλαμβάνων, οὐ διέξεισι τὸ πεπερασμένον· ἐὰν δ' οὕ τως αὔξῃ τὸν λόγον ὥστε ἀεί τι τὸ αὐτὸ περιλαμβάνειν μέ γεθος, διέξεισι, διὰ τὸ πᾶν πεπερασμένον ἀναιρεῖσθαι ὁτῳοῦν ὡρισμένῳ.
256Aristoteles, Physica, 3, 7; 12
ὥστε δὲ παν τὸς ὑπερβάλλειν κατὰ τὴν πρόσθεσιν, οὐδὲ δυνάμει οἷόν τε εἶναι, εἴπερ μὴ ἔστι κατὰ συμβεβηκὸς ἐντελεχείᾳ ἄπειρον, ὥσπερ φασὶν οἱ φυσιολόγοι τὸ ἔξω σῶμα τοῦ κόσμου, οὗ ἡ οὐσία ἢ ἀὴρ ἢ ἄλλο τι τοιοῦτον, ἄπειρον εἶναι.
257Aristoteles, Physica, 3, 7; 13
ἀλλ' εἰ μὴ οἷόν τε εἶναι ἄπειρον ἐντελεχείᾳ σῶμα αἰσθητὸν οὕτω, φανε ρὸν ὅτι οὐδὲ δυνάμει ἂν εἴη κατὰ πρόσθεσιν, ἀλλ' ἢ ὥσπερ εἴρηται ἀντεστραμμένως τῇ διαιρέσει, ἐπεὶ καὶ Πλάτων διὰ τοῦτο δύο τὰ ἄπειρα ἐποίησεν, ὅτι καὶ ἐπὶ τὴν αὔξην δοκεῖ ὑπερβάλλειν καὶ εἰς ἄπειρον ἰέναι καὶ ἐπὶ τὴν καθαίρεσιν.
258Aristoteles, Physica, 3, 7; 17
σημεῖον δέ· καὶ γὰρ τοὺς δακτυλίους ἀπείρους λέγουσι τοὺς μὴ ἔχοντας σφενδόνην, ὅτι αἰεί τι ἔξω ἔστι λαμβάνειν, καθ' ὁμοιότητα μέν τινα λέγοντες, οὐ μέντοι κυρίως· δεῖ γὰρ τοῦτό τε ὑπάρχειν καὶ μηδέ ποτε τὸ αὐτὸ λαμβά νεσθαι· ἐν δὲ τῷ κύκλῳ οὐ γίγνεται οὕτως, ἀλλ' αἰεὶ τὸ ἐφεξῆς μόνον ἕτερον.
259Aristoteles, Physica, 3, 7; 22
τέλειον δ' οὐδὲν μὴ ἔχον τέλος· τὸ δὲ τέλος πέρας.
260Aristoteles, Physica, 3, 8; 1
Κατὰ λόγον δὲ συμβαίνει καὶ τὸ κατὰ πρόσθεσιν μὲν μὴ εἶναι δοκεῖν ἄπειρον οὕτως ὥστε παντὸς ὑπερβάλλειν με γέθους, ἐπὶ τὴν διαίρεσιν δὲ εἶναι (περιέχεται γὰρ ἡ ὕλη ἐντὸς καὶ τὸ ἄπειρον, περιέχει δὲ τὸ εἶδος)· εὐλόγως δὲ καὶ τὸ ἐν μὲν τῷ ἀριθμῷ εἶναι ἐπὶ μὲν τὸ ἐλάχιστον πέρας ἐπὶ δὲ τὸ πλεῖον ἀεὶ παντὸς ὑπερβάλλειν πλήθους, ἐπὶ δὲ τῶν μεγεθῶν τοὐναντίον ἐπὶ μὲν τὸ ἔλαττον παντὸς ὑπερβάλλειν μεγέθους ἐπὶ δὲ τὸ μεῖζον μὴ εἶναι μέγεθος ἄπειρον.
261Aristoteles, Physica, 3, 8; 13
φαίνονται δὲ πάντες καὶ οἱ ἄλ λοι ὡς ὕλῃ χρώμενοι τῷ ἀπείρῳ· διὸ καὶ ἄτοπον τὸ περι έχον ποιεῖν αὐτὸ ἀλλὰ μὴ περιεχόμενον.
262Aristoteles, Physica, 3, 9; 2
οὔτε γὰρ ἵνα ἡ γένεσις μὴ ἐπιλείπῃ, ἀναγκαῖον ἐνεργείᾳ ἄπειρον εἶναι σῶμα αἰσθητόν· ἐνδέχεται γὰρ τὴν θατέρου φθορὰν θατέρου εἶναι γένεσιν, πεπερασμένου ὄντος τοῦ παντός.
263Aristoteles, Physica, 4, 1; 1
Ὁμοίως δ' ἀνάγκη καὶ περὶ τόπου τὸν φυσικὸν ὥσπερ καὶ περὶ ἀπείρου γνωρίζειν, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἔστι, καὶ τί ἐστιν.
264Aristoteles, Physica, 4, 1; 2
τά τε γὰρ ὄντα πάντες ὑπολαμβάνουσιν εἶναί που (τὸ γὰρ μὴ ὂν οὐδαμοῦ εἶναι· ποῦ γάρ ἐστι τραγέλαφος ἢ σφίγξ;
265Aristoteles, Physica, 4, 1; 8
φέρεται γὰρ ἕκαστον εἰς τὸν αὑτοῦ τόπον μὴ κω λυόμενον, τὸ μὲν ἄνω τὸ δὲ κάτω· ταῦτα δ' ἐστὶ τόπου μέρη καὶ εἴδη, τό τε ἄνω καὶ τὸ κάτω καὶ αἱ λοιπαὶ τῶν ἓξ διαστάσεων.
266Aristoteles, Physica, 4, 2; 14
ἀδύνατον γὰρ οὗ μὴ κίνησις μηδὲ τὸ ἄνω ἢ κάτω ἐστί, τόπον εἶναι.
267Aristoteles, Physica, 4, 4; 12
ὅτι μὲν οὖν ἀδύνατον ἐν αὑτῷ τι εἶναι πρώτως, δῆλον· ὃ δὲ Ζήνων ἠπόρει, ὅτι εἰ ὁ τόπος ἐστί τι, ἔν τινι ἔσται, λύειν οὐ χα λεπόν· οὐδὲ γὰρ κωλύει ἐν ἄλλῳ εἶναι τὸν πρῶτον τό πον, μὴ μέντοι ὡς ἐν τόπῳ ἐκείνῳ, ἀλλ' ὥσπερ ἡ μὲν ὑγίεια ἐν τοῖς θερμοῖς ὡς ἕξις, τὸ δὲ θερμὸν ἐν σώματι ὡς πάθος.
268Aristoteles, Physica, 4, 6; 1
πρῶτον μὲν οὖν δεῖ κατανοῆσαι ὅτι οὐκ ἂν ἐζητεῖτο ὁ τόπος, εἰ μὴ κίνησις ἦν ἡ κατὰ τόπον· διὰ γὰρ τοῦτο καὶ τὸν οὐρανὸν μάλιστ' οἰόμεθα ἐν τόπῳ, ὅτι ἀεὶ ἐν κινήσει.
269Aristoteles, Physica, 4, 6; 4
ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἐν τῷ οὐρανῷ, διότι ἐν τῷ ἀέρι οὗτος δὲ ἐν τῷ οὐρανῷ· καὶ ἐν τῷ ἀέρι δὲ οὐκ ἐν παντί, ἀλλὰ διὰ τὸ ἔσχατον αὐτοῦ καὶ περιέχον ἐν τῷ ἀέρι φαμὲν εἶναι (εἰ γὰρ πᾶς ὁ ἀὴρ τόπος, οὐκ ἂν ἴσος εἴη ἑκάστου ὁ τόπος καὶ ἕκαστον, δοκεῖ δέ γε ἴσος εἶναι, τοιοῦτος δ' ὁ πρῶτος ἐν ᾧ ἐστιν)· ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται εἶναι ἐν ἐκείνῳ, ἀλλ' ὡς μέρος ἐν ὅλῳ· ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον, ἐν πρώτῳ ἐστὶ τῷ ἐσχάτῳ τοῦ περιέχοντος, ὃ οὔτε ἐστὶ μέρος τοῦ ἐν αὐτῷ οὔτε μεῖζον τοῦ διαστήματος ἀλλ' ἴσον· ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων.
270Aristoteles, Physica, 4, 6; 5
καὶ συνεχὲς μὲν ὂν οὐκ ἐν ἐκείνῳ κινεῖται ἀλλὰ μετ' ἐκείνου, διῃρημένον δὲ ἐν ἐκείνῳ· καὶ ἐάν τε κινῆται τὸ περιέχον ἐάν τε μή, οὐδὲν ἧττον.
271Aristoteles, Physica, 4, 6; 6
[ἔτι ὅταν μὴ διῃρημένον ᾖ, ὡς μέρος ἐν ὅλῳ λέ γεται, οἷον ἐν τῷ ὀφθαλμῷ ἡ ὄψις ἢ ἐν τῷ σώματι ἡ χείρ, ὅταν δὲ διῃρημένον, οἷον ἐν τῷ κάδῳ τὸ ὕδωρ ἢ ἐν τῷ κεραμίῳ ὁ οἶνος· ἡ μὲν γὰρ χεὶρ μετὰ τοῦ σώματος κινεῖται, τὸ δὲ ὕδωρ ἐν τῷ κάδῳ.
272Aristoteles, Physica, 4, 6; 8
σχεδὸν γὰρ τέτταρά ἐστιν ὧν ἀνάγκη τὸν τόπον ἕν τι εἶναι· ἢ γὰρ μορφὴ ἢ ὕλη ἢ διάστημά τι τὸ μεταξὺ τῶν ἐσχάτων, ἢ τὰ ἔσχατα εἰ μὴ ἔστι μηδὲν διάστημα παρὰ τὸ τοῦ ἐγγιγνομένου σώματος μέγεθος.
273Aristoteles, Physica, 4, 6; 15
καὶ ἡ ὕλη δὲ δόξειεν ἂν εἶναι τόπος, εἴ γε ἐν ἠρεμοῦντί τις σκοποίη καὶ μὴ κεχωρισμένῳ ἀλλὰ συνεχεῖ.
274Aristoteles, Physica, 4, 7; 1
Ὧι μὲν οὖν σώματι ἔστι τι ἐκτὸς σῶμα περιέχον αὐτό, τοῦτο ἔστιν ἐν τόπῳ, ᾧ δὲ μή, οὔ.
275Aristoteles, Physica, 4, 7; 15
καὶ φέ ρεται δὴ εἰς τὸν αὑτοῦ τόπον ἕκαστον εὐλόγως (ὃ γὰρ ἐφε ξῆς καὶ ἁπτόμενον μὴ βίᾳ, συγγενές· καὶ συμπεφυκότα μὲν ἀπαθῆ, ἁπτόμενα δὲ παθητικὰ καὶ ποιητικὰ ἀλλή λων)· καὶ μένει δὴ φύσει πᾶν ἐν τῷ οἰκείῳ τόπῳ οὐκ ἀλόγως· καὶ γὰρ τὸ μέρος, τὸ δὲ ἐν [τῷ] τόπῳ ὡς διαιρετὸν μέρος πρὸς ὅλον ἐστίν, οἷον ὅταν ὕδατος κινήσῃ τις μόριον ἢ ἀέρος.
276Aristoteles, Physica, 4, 8; 1
Τὸν αὐτὸν δὲ τρόπον ὑποληπτέον εἶναι τοῦ φυσικοῦ θεω ρῆσαι καὶ περὶ κενοῦ, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἔστι, καὶ τί ἐστιν, ὥσπερ καὶ περὶ τόπου· καὶ γὰρ παραπλησίαν ἔχει τήν τε ἀπιστίαν καὶ τὴν πίστιν διὰ τῶν ὑπολαμβανομένων· οἷον γὰρ τόπον τινὰ καὶ ἀγγεῖον τὸ κενὸν τιθέασιν οἱ λέγοντες, δοκεῖ δὲ πλῆρες μὲν εἶναι, ὅταν ἔχῃ τὸν ὄγκον οὗ δεκτικόν ἐστιν, ὅταν δὲ στερηθῇ, κενόν, ὡς τὸ αὐτὸ μὲν ὂν κενὸν καὶ πλῆρες καὶ τόπον, τὸ δ' εἶναι αὐτοῖς οὐ ταὐτὸ ὄν.
277Aristoteles, Physica, 4, 8; 2
ἄρξασθαι δὲ δεῖ τῆς σκέψεως λαβοῦσιν ἅ τε λέγουσιν οἱ φάσκοντες εἶναι καὶ πάλιν ἃ λέγουσιν οἱ μὴ φάσκοντες, καὶ τρίτον τὰς κοινὰς περὶ αὐτῶν δόξας.
278Aristoteles, Physica, 4, 8; 7
οὔκουν τοῦτο δεῖ δεικνύναι, ὅτι ἐστί τι ὁ ἀήρ, ἀλλ' ὅτι οὐκ ἔστι διάστημα ἕτερον τῶν σωμάτων, οὔτε χωριστὸν οὔτε ἐνεργείᾳ ὄν, ὃ διαλαμβάνει τὸ πᾶν σῶμα ὥστε εἶναι μὴ συνεχές, καθάπερ λέγουσιν Δημόκριτος καὶ Λεύκιππος καὶ ἕτεροι πολλοὶ τῶν φυσιολόγων, ἢ καὶ εἴ τι ἔξω τοῦ παντὸς σώματός ἐστιν ὄντος συνεχοῦς.
279Aristoteles, Physica, 4, 8; 9
λέγουσιν δ' ἓν μὲν ὅτι κίνησις ἡ κατὰ τόπον οὐκ ἂν εἴη (αὕτη δ' ἐστὶ φορὰ καὶ αὔξησις)· οὐ γὰρ ἂν δοκεῖν εἶναι κίνησιν, εἰ μὴ εἴη κενόν· τὸ γὰρ πλῆρες ἀδύνατον εἶναι δέ ξασθαί τι.
280Aristoteles, Physica, 4, 9; 2
τούτου δ' αἴτιον ὅτι τὸ ὂν σῶμα οἴονται εἶναι, πᾶν δὲ σῶμα ἐν τόπῳ, κενὸν δὲ ἐν ᾧ τόπῳ μηδέν ἐστι σῶμα, ὥστ' εἴ που μὴ ἔστι σῶμα, οὐδὲν εἶναι ἐνταῦθα.
281Aristoteles, Physica, 4, 9; 7
ἀλλ' οὖν φαίνεται λέγεσθαι τὸ κενὸν ἕνα μὲν τρόπον τὸ μὴ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν· αἰσθητὸν δ' ἐστὶ κατὰ τὴν ἁφὴν τὸ βάρος ἔχον ἢ κουφό τητα (διὸ κἂν ἀπορήσειέ τις, τί ἂν φαῖεν, εἰ ἔχοι τὸ διά στημα χρῶμα ἢ ψόφον, πότερον κενὸν ἢ οὔ;
282Aristoteles, Physica, 4, 9; 8
ἢ δῆλον ὅτι εἰ μὲν δέχοιτο σῶμα ἁπτόν, κενόν, εἰ δὲ μή, οὔ)· ἄλ λον δὲ τρόπον, ἐν ᾧ μὴ τόδε τι μηδ' οὐσία τις σωματική.
283Aristoteles, Physica, 4, 9; 17
ἐνδέχεται δὲ καὶ πυκνοῦσθαι μὴ εἰς τὸ κενὸν ἀλλὰ διὰ τὸ τὰ ἐνόντα ἐκ πυρηνίζειν (οἷον ὕδατος συνθλιβομένου τὸν ἐνόντα ἀέρα), καὶ αὐξάνεσθαι οὐ μόνον εἰσιόντος τινὸς ἀλλὰ καὶ ἀλλοιώσει, οἷον εἰ ἐξ ὕδατος γίγνοιτο ἀήρ.
284Aristoteles, Physica, 4, 10; 7
οὐ γὰρ συμβαίνει, ὅταν ὅλον τεθῇ ὡς ἐν κεχωρισμένῳ τόπῳ καὶ ὑπομένοντι σῶμά τι· τὸ γὰρ μέρος, ἂν μὴ χωρὶς τιθῆται, οὐκ ἔσται ἐν τόπῳ ἀλλ' ἐν τῷ ὅλῳ.
285Aristoteles, Physica, 4, 10; 8
ἔτι εἰ μὴ τόπος, οὐδὲ κενὸν ἔσται.
286Aristoteles, Physica, 4, 10; 9
συμβαίνει δὲ τοῖς λέγου σιν εἶναι κενὸν ὡς ἀναγκαῖον, εἴπερ ἔσται κίνησις, τοὐναντίον μᾶλλον, ἄν τις ἐπισκοπῇ, μὴ ἐνδέχεσθαι μηδὲ ἓν κινεῖ σθαι, ἐὰν ᾖ κενόν· ὥσπερ γὰρ οἱ διὰ τὸ ὅμοιον φάμενοι τὴν γῆν ἠρεμεῖν, οὕτω καὶ ἐν τῷ κενῷ ἀνάγκη ἠρεμεῖν· οὐ γὰρ ἔστιν οὗ μᾶλλον ἢ ἧττον κινηθήσεται· ᾗ γὰρ κενόν, οὐκ ἔχει διαφοράν.
287Aristoteles, Physica, 4, 10; 11
ἀνάγκη δὲ ἄν περ ᾖ βίαιος, εἶναι καὶ τὴν κατὰ φύσιν (ἡ μὲν γὰρ βίαιος παρὰ φύσιν, ἡ δὲ παρὰ φύσιν ὑστέρα τῆς κατὰ φύσιν)· ὥστ' εἰ μὴ κατὰ φύ σιν ἔστιν ἑκάστῳ τῶν φυσικῶν σωμάτων κίνησις, οὐδὲ τῶν ἄλλων ἔσται κινήσεων οὐδεμία.
288Aristoteles, Physica, 4, 10; 13
ᾗ μὲν γὰρ ἄπειρον, οὐδὲν ἔσται ἄνω οὐδὲ κάτω οὐδὲ μέσον, ᾗ δὲ κενόν, οὐδὲν διάφορον τὸ ἄνω τοῦ κάτω (ὥσπερ γὰρ τοῦ μηδενὸς οὐδεμία ἔστι διαφορά, οὕτω καὶ τοῦ κενοῦ· τὸ γὰρ κενὸν μὴ ὄν τι καὶ στέρησις δοκεῖ εἶναι).
289Aristoteles, Physica, 4, 10; 18
ὥστε ἢ ἠρε μήσει ἢ εἰς ἄπειρον ἀνάγκη φέρεσθαι, ἐὰν μή τι ἐμπο δίσῃ κρεῖττον.
290Aristoteles, Physica, 4, 10; 22
τὸ μὲν οὖν δι' οὗ φέρεται αἴτιον, ὅτι ἐμποδίζει μάλιστα μὲν ἀντιφερόμενον, ἔπειτα καὶ μένον· μᾶλλον δὲ τὸ μὴ εὐδιαίρετον· τοιοῦτο δὲ τὸ παχύτερον.
291Aristoteles, Physica, 4, 10; 30
διὸ οὐδὲ γραμμὴ στιγμῆς ὑπερέχει, εἰ μὴ σύγκειται ἐκ στιγμῶν.
292Aristoteles, Physica, 4, 10; 49
καὶ αἰεὶ δὴ ἐν παντὶ σώματι ἔχοντι μετάστασιν, ἐφ' ὃ πέφυκε μεθίστασθαι, ἀνάγκη, ἂν μὴ συμπιλῆται, μεθίστασθαι ἢ κάτω αἰεί, εἰ κάτω ἡ φορὰ ὥσπερ γῆς, ἢ ἄνω, εἰ πῦρ, ἢ ἐπ' ἄμφω, [ἢ] ὁποῖον ἄν τι ᾖ τὸ ἐντιθέμενον· ἐν δὲ δὴ τῷ κενῷ τοῦτο μὲν ἀδύνατον (οὐδὲν γὰρ σῶμα), διὰ δὲ τοῦ κύβου τὸ ἴσον διάστημα διεληλυθέναι, ὅπερ ἦν καὶ πρότερον ἐν τῷ κενῷ, ὥσπερ ἂν εἰ τὸ ὕδωρ μὴ μεθίστατο τῷ ξυλίνῳ κύβῳ μηδ' ὁ ἀήρ, ἀλλὰ πάντῃ διῄεσαν δι' αὐτοῦ.
293Aristoteles, Physica, 4, 10; 50
ἀλλὰ μὴν καὶ ὁ κύβος γε ἔχει τοσοῦτον μέγεθος, ὅσον κατέχει κενόν· ὃ εἰ καὶ θερμὸν ἢ ψυχρόν ἐστιν ἢ βαρὺ ἢ κοῦφον, οὐδὲν ἧττον ἕτερον τῷ εἶναι πάντων τῶν παθημάτων ἐστί, καὶ εἰ μὴ χωριστόν· λέγω δὲ τὸν ὄγκον τοῦ ξυλίνου κύβου.
294Aristoteles, Physica, 4, 11; 2
εἰ μὲν γὰρ μὴ ἔστι μανὸν καὶ πυκνόν, οὐδὲ συνιέναι καὶ πιλεῖσθαι οἷόν τε· εἰ δὲ τοῦτο μὴ εἴη, ἢ ὅλως κίνησις οὐκ ἔσται, ἢ κυμανεῖ τὸ ὅλον, ὥσπερ ἔφη Ξοῦθος, ἢ εἰς ἴσον ἀεὶ μεταβάλλειν ἀέρα καὶ ὕδωρ (λέγω δὲ οἷον εἰ ἐξ ὕδατος κυάθου γέγονεν ἀήρ, ἅμα ἐξ ἴσου ἀέρος ὕδωρ τοσοῦτον γεγενῆσθαι), ἢ κενὸν εἶναι ἐξ ἀνάγκης· συμπιλεῖσθαι γὰρ καὶ ἐπεκτείνεσθαι οὐκ ἐνδέχεται ἄλ λως.
295Aristoteles, Physica, 4, 11; 3
εἰ μὲν οὖν τὸ μανὸν λέγουσι τὸ πολλὰ κενὰ κεχωρι σμένα ἔχον, φανερὸν ὡς εἰ μηδὲ κενὸν ἐνδέχεται εἶναι χω ριστὸν ὥσπερ μηδὲ τόπον ἔχοντα διάστημα αὑτοῦ, οὐδὲ μανὸν οὕτως· εἰ δὲ μὴ χωριστόν, ἀλλ' ὅμως ἐνεῖναί τι κενόν, ἧττον μὲν ἀδύνατον, συμβαίνει δὲ πρῶτον μὲν οὐ πάσης κινήσεως αἴτιον τὸ κενόν, ἀλλὰ τῆς ἄνω (τὸ γὰρ μανὸν κοῦφον, διὸ καὶ τὸ πῦρ μανὸν εἶναί φασιν), ἔπειτα κινήσεως αἴτιον οὐχ οὕτω τὸ κενὸν ὡς ἐν ᾧ, ἀλλ' ὥσπερ οἱ ἀσκοὶ τῷ φέρεσθαι αὐ τοὶ ἄνω φέρουσι τὸ συνεχές, οὕτω τὸ κενὸν ἄνω φέρει.
296Aristoteles, Physica, 4, 11; 9
ἐπεὶ δὲ κενὸν μὲν οὔ φαμεν εἶναι, τὰ ἄλλα δ' ἠπόρηται ἀληθῶς, ὅτι ἢ κίνησις οὐκ ἔσται, εἰ μὴ ἔσται πύκνωσις καὶ μάνωσις, ἢ κυμανεῖ ὁ οὐρανός, ἢ αἰεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται καὶ ἀὴρ ἐξ ὕδατος (δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίγνε ται· ἀνάγκη τοίνυν, εἰ μὴ ἔστι πίλησις, ἢ ἐξωθούμενον τὸ ἐχόμενον τὸ ἔσχατον κυμαίνειν ποιεῖν, ἢ ἄλλοθί που ἴσον μεταβάλλειν ἐξ ἀέρος ὕδωρ, ἵνα ὁ πᾶς ὄγκος τοῦ ὅλου ἴσος ᾖ, ἢ μηδὲν κινεῖσθαι· ἀεὶ γὰρ μεθισταμένου τοῦτο συμβήσε ται, ἂν μὴ κύκλῳ περιίστηται· οὐκ ἀεὶ δ' εἰς τὸ κύκλῳ ἡ φορά, ἀλλὰ καὶ εἰς εὐθύ)· οἱ μὲν δὴ διὰ ταῦτα κενόν τι φαῖεν ἂν εἶναι, ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι ἔστιν ὕλη μία τῶν ἐναντίων, θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλ λων τῶν φυσικῶν ἐναντιώσεων, καὶ ἐκ δυνάμει ὄντος ἐνερ γείᾳ ὂν γίγνεται, καὶ οὐ χωριστὴ μὲν ἡ ὕλη, τὸ δ' εἶναι ἕτε ρον, καὶ μία τῷ ἀριθμῷ, εἰ ἔτυχε, χροιᾶς καὶ θερμοῦ καὶ ψυχροῦ.
297Aristoteles, Physica, 4, 11; 19
ἐκ δὴ τῶν εἰρημένων φανερὸν ὡς οὔτ' ἀποκεκριμένον κενὸν ἔστιν, οὔθ' ἁπλῶς οὔτ' ἐν τῷ μανῷ, οὔτε δυνάμει, εἰ μή τις βούλεται πάντως καλεῖν κενὸν τὸ αἴτιον τοῦ φέρεσθαι.
298Aristoteles, Physica, 4, 12; 1
Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου· πρῶτον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ διὰ τῶν ἐξωτερικῶν λόγων, πότερον τῶν ὄντων ἐστὶν ἢ τῶν μὴ ὄντων, εἶτα τίς ἡ φύσις αὐτοῦ.
299Aristoteles, Physica, 4, 12; 5
τὸ δ' ἐκ μὴ ὄντων συγκείμενον ἀδύνατον ἂν εἶναι δόξειε μετέχειν οὐσίας.
300Aristoteles, Physica, 4, 12; 9
εἰ μὲν γὰρ αἰεὶ ἕτερον καὶ ἕτερον, μηδὲν δ' ἐστὶ τῶν ἐν τῷ χρόνῳ ἄλλο καὶ ἄλλο μέρος ἅμα (ὃ μὴ περιέχει, τὸ δὲ περιέχεται, ὥσπερ ὁ ἐλάττων χρόνος ὑπὸ τοῦ πλείο νος), τὸ δὲ νῦν μὴ ὂν πρότερον δὲ ὂν ἀνάγκη ἐφθάρθαι ποτέ, καὶ τὰ νῦν ἅμα μὲν ἀλλήλοις οὐκ ἔσται, ἐφθάρθαι δὲ ἀνάγκη ἀεὶ τὸ πρότερον.
301Aristoteles, Physica, 4, 13; 2
ὥσπερ οὖν εἰ μὴ ἦν ἕτερον τὸ νῦν ἀλλὰ ταὐτὸ καὶ ἕν, οὐκ ἂν ἦν χρόνος, οὕτως καὶ ἐπεὶ λανθάνει ἕτερον ὄν, οὐ δοκεῖ εἶναι τὸ μεταξὺ χρόνος.
302Aristoteles, Physica, 4, 13; 3
εἰ δὴ τὸ μὴ οἴεσθαι εἶναι χρόνον τότε συμβαίνει ἡμῖν, ὅταν μὴ ὁρίσωμεν μηδεμίαν μεταβολήν, ἀλλ' ἐν ἑνὶ καὶ ἀδιαιρέτῳ φαίνηται ἡ ψυχὴ μέ νειν, ὅταν δ' αἰσθώμεθα καὶ ὁρίσωμεν, τότε φαμὲν γεγονέναι χρόνον, φανερὸν ὅτι οὐκ ἔστιν ἄνευ κινήσεως καὶ μεταβολῆς χρόνος.
303Aristoteles, Physica, 4, 13; 16
ὅταν μὲν οὖν ὡς ἓν τὸ νῦν αἰσθανώ μεθα, καὶ μὴ ἤτοι ὡς πρότερον καὶ ὕστερον ἐν τῇ κινήσει ἢ ὡς τὸ αὐτὸ μὲν προτέρου δὲ καὶ ὑστέρου τινός, οὐ δοκεῖ χρό νος γεγονέναι οὐδείς, ὅτι οὐδὲ κίνησις.
304Aristoteles, Physica, 4, 13; 29
φανερὸν δὲ καὶ ὅτι εἴτε χρόνος μὴ εἴη, τὸ νῦν οὐκ ἂν εἴη, εἴτε τὸ νῦν μὴ εἴη, χρόνος οὐκ ἂν εἴη· ἅμα γὰρ ὥσπερ τὸ φερόμενον καὶ ἡ φορά, οὕτως καὶ ὁ ἀριθμὸς ὁ τοῦ φερο μένου καὶ ὁ τῆς φορᾶς.
305Aristoteles, Physica, 4, 14; 33
φανερὸν οὖν ὅτι οὐδὲ τὸ μὴ ὂν ἔσται πᾶν ἐν χρόνῳ, οἷον ὅσα μὴ ἐνδέχεται ἄλλως, ὥσπερ τὸ τὴν διά μετρον εἶναι τῇ πλευρᾷ σύμμετρον.
306Aristoteles, Physica, 4, 14; 35
ὅσα μὲν οὖν φθαρτὰ καὶ γενητὰ καὶ ὅλως ὁτὲ μὲν ὄντα ὁτὲ δὲ μή, ἀνάγκη ἐν χρόνῳ εἶναι (ἔστιν γὰρ χρόνος τις πλείων, ὃς ὑπερέξει τοῦ τε εἶναι αὐτῶν καὶ τοῦ μετροῦντος τὴν οὐσίαν αὐτῶν)· τῶν δὲ μὴ ὄντων ὅσα μὲν περιέχει ὁ χρόνος, τὰ μὲν ἦν, οἷον Ὅμηρός ποτε ἦν, τὰ δὲ ἔσται, οἷον τῶν μελλόντων τι, ἐφ' ὁπότερα περι έχει· καὶ εἰ ἐπ' ἄμφω, ἀμφότερα [καὶ ἦν καὶ ἔσται]· ὅσα δὲ μὴ περιέχει μηδαμῇ, οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται.
307Aristoteles, Physica, 4, 14; 36
ἔστι δὲ τὰ τοιαῦτα τῶν μὴ ὄντων, ὅσων τἀντικείμενα αἰεὶ ἔστιν, οἷον τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον ἀεὶ ἔστι, καὶ οὐκ ἔσται τοῦτ' ἐν χρόνῳ.
308Aristoteles, Physica, 4, 14; 38
ὅσων δὲ τὸ ἐναντίον μὴ αἰεί, ταῦτα δὲ δύναται καὶ εἶναι καὶ μή, καὶ ἔστιν γένεσις καὶ φθορὰ αὐτῶν.
309Aristoteles, Physica, 4, 15; 13
δῆλον ὅτι ὡς ἂν ἡ κίνησις, οὕτω καὶ ὁ χρόνος· εἰ μὲν γὰρ ἡ αὐτὴ καὶ μία γίγνεταί ποτε, ἔσται καὶ χρόνος εἷς καὶ ὁ αὐτός, εἰ δὲ μή, οὐκ ἔσται.
310Aristoteles, Physica, 4, 15; 18
ἤδη, ὅτι ἐγγὺς ὁ χρόνος ἐν ᾧ μέλλει), καὶ τοῦ παρεληλυ θότος χρόνου τὸ μὴ πόρρω τοῦ νῦν (πότε βαδίζεις;
311Aristoteles, Physica, 4, 17; 3
πότερον δὲ μὴ οὔσης ψυχῆς εἴη ἂν ὁ χρόνος ἢ οὔ, ἀπορήσειεν ἄν τις.
312Aristoteles, Physica, 4, 17; 6
εἰ δὲ μηδὲν ἄλλο πέφυκεν ἀριθμεῖν ἢ ψυχὴ καὶ ψυχῆς νοῦς, ἀδύνατον εἶναι χρόνον ψυχῆς μὴ οὔσης, ἀλλ' ἢ τοῦτο ὅ ποτε ὂν ἔστιν ὁ χρόνος, οἷον εἰ ἐνδέχεται κίνησιν εἶ ναι ἄνευ ψυχῆς.
313Aristoteles, Physica, 4, 17; 13
ὁ αὐτὸς γὰρ χρόνος καὶ εἷς ὁ ἴσος καὶ ἅμα· εἴδει δὲ καὶ οἱ μὴ ἅμα· εἰ γὰρ εἶεν κύνες, οἱ δ' ἵπποι, ἑκάτεροι δ' ἑπτά, ὁ αὐτὸς ἀρι θμός.
314Aristoteles, Physica, 4, 17; 23
λέγεται δὲ ὀρθῶς καὶ ὅτι ἀριθμὸς μὲν ὁ αὐτὸς ὁ τῶν προβάτων καὶ τῶν κυνῶν, εἰ ἴσος ἑκάτερος, δεκὰς δὲ οὐχ ἡ αὐτὴ οὐδὲ δέκα τὰ αὐτά, ὥσπερ οὐδὲ τρίγωνα τὰ αὐτὰ τὸ ἰσόπλευρον καὶ τὸ σκαληνές, καίτοι σχῆμά γε ταὐτό, ὅτι τρίγωνα ἄμφω· ταὐτὸ γὰρ λέγεται οὗ μὴ διαφέρει διαφορᾷ, ἀλλ' οὐχὶ οὗ διαφέρει, οἷον τρίγωνον τριγώνου δια φορᾷ διαφέρει· τοιγαροῦν ἕτερα τρίγωνα· σχήματος δὲ οὔ, ἀλλ' ἐν τῇ αὐτῇ διαιρέσει καὶ μιᾷ.
315Aristoteles, Physica, 5, 1; 6
διὸ καὶ ἡ φθορὰ εἰς τὸ μὴ ὂν μετα βολή ἐστιν· καίτοι καὶ ἐξ ὄντος μεταβάλλει τὸ φθειρόμενον· καὶ ἡ γένεσις εἰς ὄν, καίτοι καὶ ἐκ μὴ ὄντος.
316Aristoteles, Physica, 5, 1; 10
ἔστιν δὲ καὶ ἐν ἐκείνοις καὶ τὸ κατὰ συμβεβηκὸς καὶ τὸ κατὰ μέρος καὶ [τὸ] κατ' ἄλλο καὶ τὸ πρώτως καὶ μὴ κατ' ἄλλο, οἷον τὸ λευκαινόμενον εἰς μὲν τὸ νοούμενον μετα βάλλει κατὰ συμβεβηκός (τῷ γὰρ χρώματι συμβέβηκε νοεῖσθαι), εἰς δὲ χρῶμα ὅτι μέρος τὸ λευκὸν τοῦ χρώμα τος (καὶ εἰς τὴν Εὐρώπην ὅτι μέρος αἱ Ἀθῆναι τῆς Εὐρώ πης), εἰς δὲ τὸ λευκὸν χρῶμα καθ' αὑτό.
317Aristoteles, Physica, 5, 1; 12
ἡ μὲν οὖν κατὰ συμβεβηκὸς μεταβολὴ ἀφείσθω· ἐν ἅπασί τε γάρ ἐστι καὶ αἰεὶ καὶ πάντων· ἡ δὲ μὴ κατὰ συμβεβηκὸς οὐκ ἐν ἅπασιν, ἀλλ' ἐν τοῖς ἐναντίοις καὶ τοῖς μεταξὺ καὶ ἐν ἀντιφάσει· τούτου δὲ πίστις ἐκ τῆς ἐπαγωγῆς.
318Aristoteles, Physica, 5, 1; 15
ἐπεὶ δὲ πᾶσα μεταβολή ἐστιν ἔκ τινος εἴς τι (δηλοῖ δὲ καὶ τοὔνομα· μετ' ἄλλο γάρ τι καὶ τὸ μὲν πρότερον δηλοῖ, τὸ δ' ὕστερον), μεταβάλλοι ἂν τὸ μεταβάλλον τετραχῶς· ἢ γὰρ ἐξ ὑπο κειμένου εἰς ὑποκείμενον, ἢ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκεί μενον, ἢ οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, ἢ οὐκ ἐξ ὑπο κειμένου εἰς μὴ ὑποκείμενον· λέγω δὲ ὑποκείμενον τὸ κα ταφάσει δηλούμενον.
319Aristoteles, Physica, 5, 1; 16
ὕστε ἀνάγκη ἐκ τῶν εἰρημένων τρεῖς εἶναι μεταβολάς, τήν τε ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, καὶ τὴν ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον, καὶ τὴν ἐκ μὴ ὑποκειμένου εἰς ὑποκείμενον.
320Aristoteles, Physica, 5, 1; 17
ἡ γὰρ οὐκ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον οὐκ ἔστιν μεταβολὴ διὰ τὸ μὴ εἶναι κατ' ἀν τίθεσιν· οὔτε γὰρ ἐναντία οὔτε ἀντίφασίς ἐστιν.
321Aristoteles, Physica, 5, 1; 18
ἡ μὲν οὖν οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολὴ κατ' ἀντίφασιν γέ νεσίς ἐστιν, ἡ μὲν ἁπλῶς ἁπλῆ, ἡ δὲ τὶς τινός (οἷον ἡ μὲν ἐκ μὴ λευκοῦ εἰς λευκὸν γένεσις τούτου, ἡ δ' ἐκ τοῦ μὴ ὄντος ἁπλῶς εἰς οὐσίαν γένεσις ἁπλῶς, καθ' ἣν ἁπλῶς γίγνεσθαι καὶ οὐ τὶ γίγνεσθαι λέγομεν)· ἡ δ' ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκεί μενον φθορά, ἁπλῶς μὲν ἡ ἐκ τῆς οὐσίας εἰς τὸ μὴ εἶναι, τὶς δὲ ἡ εἰς τὴν ἀντικειμένην ἀπόφασιν, καθάπερ ἐλέχθη καὶ ἐπὶ τῆς γενέσεως.
322Aristoteles, Physica, 5, 1; 19
εἰ δὴ τὸ μὴ ὂν λέγεται πλεοναχῶς, καὶ μήτε τὸ κατὰ σύνθεσιν ἢ διαίρεσιν ἐνδέχεται κινεῖσθαι μήτε τὸ κατὰ δύναμιν, τὸ τῷ ἁπλῶς κατ' ἐνέργειαν ὄντι ἀντικείμενον (τὸ μὲν γὰρ μὴ λευκὸν ἢ μὴ ἀγαθὸν ὅμως ἐν δέχεται κινεῖσθαι κατὰ συμβεβηκός, εἴη γὰρ ἄνθρωπος τὸ μὴ λευκόν· τὸ δ' ἁπλῶς μὴ τόδε οὐδαμῶς), ἀδύνατον [γὰρ] τὸ μὴ ὂν κινεῖσθαι (εἰ δὲ τοῦτο, καὶ τὴν γένεσιν κίνησιν εἶ ναι· γίγνεται γὰρ τὸ μὴ ὄν· εἰ γὰρ καὶ ὅτι μάλιστα κατὰ συμβεβηκὸς γίγνεται, ἀλλ' ὅμως ἀληθὲς εἰπεῖν ὅτι ὑπάρχει τὸ μὴ ὂν κατὰ τοῦ γιγνομένου ἁπλῶς) – ὁμοίως δὲ καὶ τὸ ἠρε μεῖν.
323Aristoteles, Physica, 5, 1; 20
ταῦτά τε δὴ συμβαίνει δυσχερῆ [τῷ κινεῖσθαι τὸ μὴ ὄν] καὶ εἰ πᾶν τὸ κινούμενον ἐν τόπῳ, τὸ δὲ μὴ ὂν οὐκ ἔστιν ἐν τόπῳ· εἴη γὰρ ἄν που.
324Aristoteles, Physica, 5, 2; 8
δῆλον δὴ ὅτι ὅταν νοσήσῃ, μεταβεβληκὸς ἔσται εἰς ὁποιανοῦν (ἐνδέχεται γὰρ ἠρεμεῖν), καὶ ἔτι εἰς μὴ τὴν τυ χοῦσαν αἰεί, κἀκείνη ἔκ τινος εἴς τι ἕτερον ἔσται, ὥστε καὶ ἡ ἀντι κειμένη ἔσται ὑγίανσις· ἀλλὰ τῷ συμβεβηκέναι, οἷον ἐξ ἀναμνήσεως εἰς λήθην μεταβάλλει, ὅτι ᾧ ὑπάρχει, ἐκεῖνο μεταβάλλει ὁτὲ μὲν εἰς ἐπιστήμην ὁτὲ δ' εἰς ἄγνοιαν.
325Aristoteles, Physica, 5, 2; 16
δεῖ γὰρ εἶναι [τι] τὴν τοῦδε ἐκ τοῦδε εἰς τόδε κίνησιν [καὶ μὴ κίνησιν] ἢ γένεσιν.
326Aristoteles, Physica, 5, 2; 25
ἡ δὲ κατὰ τόπον καὶ τὸ κοινὸν καὶ τὸ ἴδιον ἀνώνυμος, ἔστω δὲ φορὰ καλουμένη τὸ κοινόν· καί τοι λέγεταί γε ταῦτα φέρεσθαι μόνα κυρίως, ὅταν μὴ ἐφ' αὑτοῖς ᾖ τὸ στῆναι τοῖς μεταβάλλουσι τὸν τόπον, καὶ ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ κατὰ τόπον.
327Aristoteles, Physica, 5, 2; 27
διαφέρει γὰρ οὐδὲν πῂ μεταβάλλειν ἢ ἁπλῶς, πλὴν πῂ δεήσει τἀναντία ὑπάρχειν· τὸ δὲ μᾶλλον καὶ ἧττόν ἐστι τὸ πλέον ἢ ἔλαττον ἐνυπάρχειν τοῦ ἐναντίου καὶ μή.
328Aristoteles, Physica, 5, 2; 28
ὅτι μὲν οὖν αὗται τρεῖς μόναι κινήσεις εἰσίν, ἐκ τούτων δῆ λον· ἀκίνητον δ' ἐστὶ τό τε ὅλως ἀδύνατον κινηθῆναι, ὥσπερ ὁ ψόφος ἀόρατος, καὶ τὸ ἐν πολλῷ χρόνῳ μόλις κινούμε νον ἢ τὸ βραδέως ἀρχόμενον, ὃ λέγεται δυσκίνητον, καὶ τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον, μὴ κινούμενον δὲ τότε ὅτε πέφυκε καὶ οὗ καὶ ὥς, ὅπερ ἠρεμεῖν καλῶ τῶν ἀκινή των μόνον· ἐναντίον γὰρ ἠρεμία κινήσει, ὥστε στέρησις ἂν εἴη τοῦ δεκτικοῦ.
329Aristoteles, Physica, 5, 3; 5
] | συνεχῶς δὲ κινεῖ ται τὸ μηθὲν ἢ ὅτι ὀλίγιστον διαλεῖπον τοῦ πράγματος – μὴ τοῦ χρόνου (οὐδὲν γὰρ κωλύει διαλείποντα, καὶ εὐθὺς δὲ μετὰ τὴν ὑπάτην φθέγξασθαι τὴν νεάτην) ἀλλὰ τοῦ πράγματος ἐν ᾧ κινεῖται.
330Aristoteles, Physica, 5, 3; 16
ὥστε ἡ σύμφυ σις ὑστάτη κατὰ τὴν γένεσιν· ἀνάγκη γὰρ ἅψασθαι εἰ συμφύσεται τὰ ἄκρα, τὰ δὲ ἁπτόμενα οὐ πάντα συμπέ φυκεν· ἐν οἷς δὲ μὴ ἔστιν ἁφή, δῆλον ὅτι οὐκ ἔστιν οὐδὲ σύμφυσις ἐν τούτοις.
331Aristoteles, Physica, 5, 4; 11
τούτων δὲ τὸ μὲν εἶναι τῷ γένει ἢ τῷ εἴδει μίαν ἐστὶν ἐν τῷ πράγματι ἐν ᾧ κινεῖται, τὸ δ' ἐχομένην ἐν τῷ χρόνῳ, τὸ δ' ἁπλῶς μίαν ἐν ἅπασι τούτοις· καὶ ἐν ᾧ γὰρ ἓν δεῖ εἶναι καὶ ἄτομον, οἷον τὸ εἶδος, καὶ τὸ ὅτε, οἷον τὸν χρόνον ἕνα καὶ μὴ διαλείπειν, καὶ τὸ κινούμενον ἓν εἶναι μὴ κατὰ συμβεβηκός, ὥσπερ τὸ λευκὸν μελαίνεσθαι καὶ Κορίσκον βα δίζειν (ἓν δὲ Κορίσκος καὶ λευκόν, ἀλλὰ κατὰ συμβεβηκός), μηδὲ κοινόν· εἴη γὰρ ἂν ἅμα δύο ἀνθρώπους ὑγιάζεσθαι τὴν αὐτὴν ὑγίανσιν, οἷον ὀφθαλμίας· ἀλλ' οὐ μία αὕτη, ἀλλ' εἴδει μία.
332Aristoteles, Physica, 5, 4; 12
τὸ δὲ Σωκράτη τὴν αὐτὴν μὲν ἀλλοίωσιν ἀλλοι οῦσθαι τῷ εἴδει, ἐν ἄλλῳ δὲ χρόνῳ καὶ πάλιν ἐν ἄλλῳ, εἰ μὲν ἐνδέχεται τὸ φθαρὲν πάλιν ἓν γίγνεσθαι τῷ ἀριθμῷ, εἴη ἂν καὶ αὕτη μία, εἰ δὲ μή, ἡ αὐτὴ μέν, μία δ' οὔ.
333Aristoteles, Physica, 5, 4; 20
ἐχόμεναι μὲν οὖν εἶεν ἂν καὶ αἱ μὴ αἱ αὐταὶ τῷ εἴδει μηδὲ τῷ γένει (δραμὼν γὰρ ἄν τις πυρέξειεν εὐθύς), καὶ οἷον ἡ λαμπὰς ἐκ διαδοχῆς φορὰ ἐχομένη, συνεχὴς δ' οὔ.
334Aristoteles, Physica, 5, 4; 23
διὸ ἀνάγκη τὴν αὐτὴν εἶναι τῷ εἴδει καὶ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ τὴν ἁπλῶς συνεχῆ κίνησιν καὶ μίαν, τῷ χρόνῳ μέν, ὅπως μὴ ἀκινησία με ταξὺ ᾖ (ἐν τῷ διαλείποντι γὰρ ἠρεμεῖν ἀνάγκη· πολλαὶ οὖν καὶ οὐ μία ἡ κίνησις, ὧν ἐστὶν ἠρεμία μεταξύ, ὥστε εἴ τις κίνησις στάσει διαλαμβάνεται, οὐ μία οὐδὲ συνεχής· δια λαμβάνεται δέ, εἰ μεταξὺ χρόνος)· τῆς δὲ τῷ εἴδει μὴ μιᾶς, καὶ εἰ μὴ διαλείπεται [ὁ χρόνος], ὁ μὲν [γὰρ] χρόνος εἷς, τῷ εἴδει δ' ἡ κίνησις ἄλλη· τὴν μὲν γὰρ μίαν ἀνάγκη καὶ τῷ εἴδει μίαν εἶναι, ταύτην δ' ἁπλῶς μίαν οὐκ ἀνάγκη.
335Aristoteles, Physica, 5, 4; 29
ἔστιν δὲ ἐν ἁπάσῃ κινήσει τὸ ὁμαλῶς ἢ μή· καὶ γὰρ ἂν ἀλλοιοῖτο ὁμαλῶς, καὶ φέροιτο ἐφ' ὁμαλοῦ οἷον κύκλου ἢ εὐθείας, καὶ περὶ αὔξησιν ὡσαύτως καὶ φθίσιν.
336Aristoteles, Physica, 5, 4; 30
ἀνωμαλία δ' ἐστὶν διαφορὰ ὁτὲ μὲν ἐφ' ᾧ κινεῖται (ἀδύνατον γὰρ ὁμα λὴν εἶναι τὴν κίνησιν μὴ ἐπὶ ὁμαλῷ μεγέθει, οἷον ἡ τῆς κεκλασμένης κίνησις ἢ ἡ τῆς ἕλικος ἢ ἄλλου μεγέθους, ὧν μὴ ἐφαρμόττει τὸ τυχὸν ἐπὶ τὸ τυχὸν μέρος)· ἡ δὲ οὔτε ἐν τῷ ὃ οὔτ' ἐν τῷ πότε οὔτε ἐν τῷ εἰς ὅ, ἀλλ' ἐν τῷ ὥς.
337Aristoteles, Physica, 5, 4; 31
ταχυ τῆτι γὰρ καὶ βραδυτῆτι ἐνίοτε διώρισται· ἧς μὲν γὰρ τὸ αὐτὸ τάχος, ὁμαλής, ἧς δὲ μή, ἀνώμαλος.
338Aristoteles, Physica, 5, 4; 35
εἰ δὲ πᾶσαν τὴν μίαν ἐνδέχεται καὶ ὁμαλὴν εἶναι καὶ μή, οὐκ ἂν εἴησαν αἱ ἐχόμεναι αἱ μὴ κατ' εἶδος αἱ αὐταὶ μία καὶ συνεχής· πῶς γὰρ ἂν εἴη ὁμαλὴς ἡ ἐξ ἀλλοιώ σεως συγκειμένη καὶ φορᾶς;
339Aristoteles, Physica, 5, 5; 11
δῆλον δὲ καὶ ἐκ τῆς ἐπαγωγῆς ὁποῖα δοκεῖ τὰ ἐναντία εἶναι· τὸ νοσά ζεσθαι γὰρ τῷ ὑγιάζεσθαι καὶ τὸ μανθάνειν τῷ ἀπατᾶ σθαι μὴ δι' αὑτοῦ (εἰς ἐναντία γάρ· ὥσπερ γὰρ ἐπιστήμην, ἔστι καὶ ἀπάτην καὶ δι' αὑτοῦ κτᾶσθαι καὶ δι' ἄλλου), καὶ ἡ ἄνω φορὰ τῇ κάτω (ἐναντία γὰρ ταῦτα ἐν μήκει), καὶ ἡ εἰς δεξιὰ τῇ εἰς ἀριστερά (ἐναντία γὰρ ταῦτα ἐν πλάτει), καὶ ἡ εἰς τὸ ἔμπροσθεν τῇ εἰς τὸ ὄπισθεν (ἐναντία γὰρ καὶ ταῦτα).
340Aristoteles, Physica, 5, 5; 12
ἡ δ' εἰς ἐναντίον μόνον οὐ κίνησις ἀλλὰ μεταβολή, οἷον τὸ γίγνεσθαι λευκὸν μὴ ἔκ τινος.
341Aristoteles, Physica, 5, 5; 13
καὶ ὅσοις δὲ μὴ ἔστιν ἐναντία, ἡ ἐξ αὐτοῦ τῇ εἰς αὐτὸ μεταβολῇ ἐναντία· διὸ γέ νεσις φθορᾷ ἐναντία καὶ ἀποβολὴ λήψει· αὗται δὲ μετα βολαὶ μέν, κινήσεις δ' οὔ.
342Aristoteles, Physica, 5, 6; 7
ὅσοις δὲ μὴ ἔστιν ἐναντία, τούτων μεταβολὴ μέν ἐστιν ἀντικειμένη ἡ ἐξ αὐτοῦ τῇ εἰς αὐτό, κίνησις δ' οὐκ ἔστιν, οἷον ἡ ἐξ ὄντος τῇ εἰς ὄν, καὶ μονὴ μὲν τούτων οὐκ ἔστιν, ἀμεταβλησία δέ.
343Aristoteles, Physica, 5, 6; 8
καὶ εἰ μέν τι εἴη ὑποκείμενον, ἡ ἐν τῷ ὄντι ἀμεταβλησία τῇ ἐν τῷ μὴ ὄντι ἐναντία.
344Aristoteles, Physica, 5, 6; 9
εἰ δὲ μὴ ἔστι τι τὸ μὴ ὄν, ἀπορήσειεν ἄν τις τίνι ἐναντία ἡ ἐν τῷ ὄντι ἀμεταβλησία, καὶ εἰ ἠρεμία ἐστίν.
345Aristoteles, Physica, 5, 6; 11
δῆλον τοίνυν ὅτι ἠρεμία μὲν οὐ λεκτέα, εἰ μὴ καὶ αὗται κινήσεις, ὅμοιον δέ τι καὶ ἀμεταβλησία· ἐναντία δὲ ἢ οὐδενὶ ἢ τῇ ἐν τῷ μὴ ὄντι ἢ τῇ φθορᾷ· αὕτη γὰρ ἐξ αὐτῆς, ἡ δὲ γένεσις εἰς ἐκείνην.
346Aristoteles, Physica, 5, 6; 14
ἆρ' οὖν καὶ γενέσεις εἰσὶν ἔνιαι βίαιοι καὶ οὐχ εἱμαρμέναι, αἷς ἐναντίαι αἱ κατὰ φύσιν, καὶ αὐξήσεις βίαιοι καὶ φθίσεις, οἷον αὐξήσεις αἱ τῶν ταχὺ διὰ τρυφὴν ἡβώντων, καὶ οἱ σῖτοι οἱ ταχὺ ἁδρυνόμενοι καὶ μὴ πιληθέντες;
347Aristoteles, Physica, 5, 6; 15
εἶεν γὰρ ἄν τινες βίαιοι, αἱ δὲ φυσικαί, οἷον οἱ ἀφιέμενοι μὴ ἐν κρισίμοις ἡμέραις, οἱ δ' ἐν κρισίμοις· οἱ μὲν οὖν παρὰ φύ σιν ἠλλοίωνται, οἱ δὲ κατὰ φύσιν.
348Aristoteles, Physica, 5, 6; 24
ἔχει δ' ἀπορίαν εἰ ἔστιν πάσης ἠρεμίας τῆς μὴ αἰεὶ γένεσις, καὶ αὕτη τὸ ἵστα σθαι.
349Aristoteles, Physica, 5, 7; 2
εἰ μὲν οὖν μὴ ἔσται, ἄτοπον· μένει γάρ, βίᾳ δέ.
350Aristoteles, Physica, 6, 1; 17
εἰ δὴ ἀνάγκη τὸ κινούμενον ποθέν ποι μὴ ἅμα κινεῖσθαι καὶ κεκινῆσθαι οὗ ἐκινεῖτο ὅτε ἐκινεῖτο (οἷον εἰ Θήβαζέ τι βα δίζει, ἀδύνατον ἅμα βαδίζειν Θήβαζε καὶ βεβαδικέναι Θήβαζε), τὴν δὲ τὸ Α τὴν ἀμερῆ ἐκινεῖτο τὸ Ω, ᾗ ἡ τὸ Δ κίνησις παρῆν· ὥστ' εἰ μὲν ὕστερον διεληλύθει ἢ διῄει, διαιρετὴ ἂν εἴη (ὅτε γὰρ διῄει, οὔτε ἠρέμει οὔτε διεληλύθει, ἀλλὰ μεταξὺ ἦν), εἰ δ' ἅμα διέρχεται καὶ διελήλυθε, τὸ βαδίζον, ὅτε βαδίζει, βεβαδικὸς ἐκεῖ ἔσται καὶ κεκινημένον οὗ κινεῖ ται.
351Aristoteles, Physica, 6, 1; 18
εἰ δὲ τὴν μὲν ὅλην τὴν ΑΒΓ κινεῖταί τι, καὶ ἡ κίνη σις ἣν κινεῖται τὰ Δ Ε Ζ ἐστι, τὴν δ' ἀμερῆ τὴν Α οὐθὲν κι νεῖται ἀλλὰ κεκίνηται, εἴη ἂν ἡ κίνησις οὐκ ἐκ κινήσεων ἀλλ' ἐκ κινημάτων καὶ τῷ κεκινῆσθαί τι μὴ κινούμενον· τὴν γὰρ Α διελήλυθεν οὐ διεξιόν.
352Aristoteles, Physica, 6, 1; 19
ὥστε ἔσται τι βεβαδικέναι μη δέποτε βαδίζον· ταύτην γὰρ βεβάδικεν οὐ βαδίζον ταύτην.
353Aristoteles, Physica, 6, 1; 22
καὶ εἰ μὲν τὰ ἀδιαίρετα τῆς ΔΕΖ κινήσεις, κινήσεως παρούσης ἐνδέχοιτ' ἂν μὴ κινεῖσθαι ἀλλ' ἠρεμεῖν· εἰ δὲ μὴ κινήσεις, τὴν κίνησιν μὴ ἐκ κινήσεων εἶναι.
354Aristoteles, Physica, 6, 3; 3
διὸ καὶ ὁ Ζήνωνος λόγος ψεῦδος λαμβάνει τὸ μὴ ἐνδέχεσθαι τὰ ἄπειρα διελθεῖν ἢ ἅψασθαι τῶν ἀπείρων καθ' ἕκαστον ἐν πεπερασμένῳ χρόνῳ.
355Aristoteles, Physica, 6, 3; 11
ἔτι δ' εἰ μὴ πᾶν μέγεθος ἐν ἀπείρῳ χρόνῳ δίεισιν, ἀλλ' ἐνδέχεταί τι καὶ ἐν πεπερα σμένῳ διελθεῖν, οἷον τὸ ΒΕ, τοῦτο δὲ καταμετρήσει τὸ πᾶν, καὶ τὸ ἴσον ἐν ἴσῳ δίεισιν, ὥστε πεπερασμένος ἔσται καὶ ὁ χρόνος.
356Aristoteles, Physica, 6, 4; 1
Ἀνάγκη δὲ καὶ τὸ νῦν τὸ μὴ καθ' ἕτερον ἀλλὰ καθ' αὑτὸ καὶ πρῶτον λεγόμενον ἀδιαίρετον εἶναι, καὶ ἐν ἅπαντι τὸ τοιοῦτο χρόνῳ ἐνυπάρχειν.
357Aristoteles, Physica, 6, 4; 4
ἀνάγκη δὴ τὸ αὐτὸ εἶναι τὸ νῦν τὸ ἔσχατον ἀμφοτέ ρων τῶν χρόνων· εἰ γὰρ ἕτερον, ἐφεξῆς μὲν οὐκ ἂν εἴη θά τερον θατέρῳ διὰ τὸ μὴ εἶναι συνεχὲς ἐξ ἀμερῶν, εἰ δὲ χω ρὶς ἑκάτερον, μεταξὺ ἔσται χρόνος· πᾶν γὰρ τὸ συνεχὲς τοιοῦτον ὥστ' εἶναί τι συνώνυμον μεταξὺ τῶν περάτων.
358Aristoteles, Physica, 6, 4; 18
ἀλλὰ μὴν οὐδ' ἠρεμεῖν· ἠρεμεῖν γὰρ λέγομεν τὸ πεφυκὸς κινεῖ σθαι μὴ κινούμενον ὅτε πέφυκεν καὶ οὗ καὶ ὥς, ὥστ' ἐπεὶ ἐν τῷ νῦν οὐθὲν πέφυκε κινεῖσθαι, δῆλον ὡς οὐδ' ἠρεμεῖν.
359Aristoteles, Physica, 6, 7; 4
ἐπεὶ οὖν μία τῶν μεταβολῶν ἡ κατ' ἀντί φασιν, ὅτε μεταβέβληκεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἀπολέ λοιπεν τὸ μὴ ὄν.
360Aristoteles, Physica, 6, 7; 5
ἔσται ἄρα ἐν τῷ ὄντι· πᾶν γὰρ ἀνάγκη ἢ εἶναι ἢ μὴ εἶναι.
361Aristoteles, Physica, 6, 7; 15
λέγω δὲ πρῶτον ὃ μὴ τῷ ἕτερόν τι αὐτοῦ εἶναι τοιοῦτόν ἐστιν.
362Aristoteles, Physica, 6, 7; 37
πλὴν κατὰ συμβεβηκός γε πάντα δι αιρετά· ᾧ γὰρ συμβέβηκεν τὸ λευκὸν ἢ τὸ ποιόν, ἐκεῖνο διαιρετόν ἐστιν· ἐπεὶ ὅσα γε καθ' αὑτὰ λέγεται διαιρετὰ καὶ μὴ κατὰ συμβεβηκός, οὐδ' ἐν τούτοις ἔσται τὸ πρῶτον, οἷον ἐν τοῖς μεγέθεσιν.
363Aristoteles, Physica, 6, 8; 5
εἰ μὲν οὖν ἐν μη δετέρῳ κινεῖται, ἠρεμοίη ἂν ἐν τῷ παντί (κινεῖσθαι γὰρ ἐν μηθενὶ τῶν τούτου κινούμενον ἀδύνατον)· εἰ δ' ἐν θατέρῳ μόνῳ κινεῖται, οὐκ ἂν ἐν πρώτῳ κινοῖτο τῷ ΧΡ· καθ' ἕτερον γὰρ ἡ κίνησις.
364Aristoteles, Physica, 6, 8; 12
ἔτι δ' εἰ τὸ συνεχῶς μεταβάλλον καὶ μὴ φθαρὲν μηδὲ πεπαυ μένον τῆς μεταβολῆς ἢ μεταβάλλειν ἢ μεταβεβληκέναι ἀναγκαῖον ἐν ὁτῳοῦν, ἐν δὲ τῷ νῦν οὐκ ἔστιν μεταβάλλειν, ἀνάγκη μεταβεβληκέναι καθ' ἕκαστον τῶν νῦν· ὥστ' εἰ τὰ νῦν ἄπειρα, πᾶν τὸ μεταβάλλον ἄπειρα ἔσται μεταβεβλη κός.
365Aristoteles, Physica, 6, 8; 21
ἡ γὰρ αὐτὴ ἀπόδειξις καὶ ἐν τοῖς μὴ συνεχέσιν, οἷον ἔν τε τοῖς ἐναντίοις καὶ ἐν ἀντιφάσει· ληψόμεθα γὰρ τὸν χρόνον ἐν ᾧ μεταβέβληκεν, καὶ πάλιν ταὐτὰ ἐροῦμεν.
366Aristoteles, Physica, 6, 8; 23
αἴτιον δὲ τούτου τὸ μὴ εἶναι ἀμερὲς ἀμε ροῦς ἐχόμενον· ἄπειρος γὰρ ἡ διαίρεσις, καθάπερ ἐπὶ τῶν αὐξανομένων καὶ καθαιρουμένων γραμμῶν.
367Aristoteles, Physica, 6, 8; 25
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ φθειρομένου καὶ ἐφθαρμένου· εὐθὺς γὰρ ἐνυπάρχει τῷ γιγνομένῳ καὶ τῷ φθειρομένῳ ἄπειρόν τι συνεχεῖ γε ὄντι, καὶ οὐκ ἔστιν οὔτε γί γνεσθαι μὴ γεγονός τι οὔτε γεγονέναι μὴ γιγνόμενόν τι, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ φθείρεσθαι καὶ ἐπὶ τοῦ ἐφθάρθαι· αἰεὶ γὰρ ἔσται τοῦ μὲν φθείρεσθαι τὸ ἐφθάρθαι πρότερον, τοῦ δ' ἐφ θάρθαι τὸ φθείρεσθαι.
368Aristoteles, Physica, 6, 9; 1
Ἐπεὶ δὲ πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖται, καὶ ἐν τῷ πλείονι μεῖζον μέγεθος, ἐν τῷ ἀπείρῳ χρόνῳ ἀδύνατόν ἐστιν πεπερασμένην κινεῖσθαι, μὴ τὴν αὐτὴν αἰεὶ καὶ τῶν ἐκεί νης τι κινούμενον, ἀλλ' ἐν ἅπαντι ἅπασαν.
369Aristoteles, Physica, 6, 9; 2
ὅτι μὲν οὖν εἴ τι ἰσοταχῶς κινοῖτο, ἀνάγκη τὸ πεπερασμένον ἐν πεπερασμένῳ κινεῖσθαι, δῆλον (ληφθέντος γὰρ μορίου ὃ καταμετρήσει τὴν ὅλην, ἐν ἴσοις χρόνοις τοσούτοις ὅσα τὰ μόριά ἐστιν, τὴν ὅλην κεκίνηται, ὥστ' ἐπεὶ ταῦτα πεπέρανται καὶ τῷ πό σον ἕκαστον καὶ τῷ ποσάκις ἅπαντα, καὶ ὁ χρόνος ἂν εἴη πεπερασμένος· τοσαυτάκις γὰρ ἔσται τοσοῦτος, ὅσος ὁ τοῦ μορίου χρόνος πολλαπλασιασθεὶς τῷ πλήθει τῶν μορίων)· ἀλλὰ δὴ κἂν μὴ ἰσοταχῶς, διαφέρει οὐθέν.
370Aristoteles, Physica, 6, 9; 4
εἰ δὴ ἀνάγκη πρότερον ἕτερον ἑτέρου κεκινῆσθαι (τοῦτο δὲ δῆλον, ὅτι τοῦ χρόνου ἐν τῷ προτέρῳ καὶ ὑστέρῳ ἕτερον κεκίνηται· ἀεὶ γὰρ ἐν τῷ πλείονι ἕτερον ἔσται κεκινημένον, ἐάν τε ἰσο ταχῶς ἐάν τε μὴ ἰσοταχῶς μεταβάλλῃ, καὶ ἐάν τε ἐπι τείνῃ ἡ κίνησις ἐάν τε ἀνιῇ ἐάν τε μένῃ, οὐθὲν ἧττον), εἰλήφθω δή τι τοῦ ΑΒ διαστήματος, τὸ ΑΕ, ὃ καταμετρήσει τὴν ΑΒ.
371Aristoteles, Physica, 6, 12; 1
Ἐπεὶ δὲ πᾶν ἢ κινεῖται ἢ ἠρεμεῖ τὸ πεφυκὸς ὅτε πέ φυκε καὶ οὗ καὶ ὥς, ἀνάγκη τὸ ἱστάμενον ὅτε ἵσταται κινεῖ σθαι· εἰ γὰρ μὴ κινεῖται, ἠρεμήσει, ἀλλ' οὐκ ἐνδέχεται ἠρε μίζεσθαι τὸ ἠρεμοῦν.
372Aristoteles, Physica, 6, 12; 10
ἐν ἀμερεῖ μὲν γὰρ οὐκ ἠρέμησεν διὰ τὸ μὴ εἶναι κίνησιν ἐν ἀτόμῳ, ἐν ᾧ δὲ τὸ ἠρε μεῖν, καὶ τὸ κινεῖσθαι (τότε γὰρ ἔφαμεν ἠρεμεῖν, ὅτε καὶ ἐν ᾧ πεφυκὸς κινεῖσθαι μὴ κινεῖται τὸ πεφυκός)· ἔτι δὲ καὶ τότε λέγομεν ἠρεμεῖν, ὅταν ὁμοίως ἔχῃ νῦν καὶ πρό τερον, ὡς οὐχ ἑνί τινι κρίνοντες ἀλλὰ δυοῖν τοῖν ἐλαχί στοιν· ὥστ' οὐκ ἔσται ἐν ᾧ ἠρεμεῖ ἀμερές.
373Aristoteles, Physica, 6, 13; 1
ἐπεὶ δὲ πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖται καὶ ἔκ τινος εἴς τι μεταβάλλει, ἐν ᾧ χρόνῳ κινεῖται καθ' αὑτὸν καὶ μὴ τῷ ἐν ἐκείνου τινί, ἀδύνατον τότε κατά τι εἶναι πρῶτον τὸ κινού μενον.
374Aristoteles, Physica, 6, 13; 5
εἰ γὰρ μὴ οὕτως ἀλλ' ἐν ἑνὶ μόνῳ τῶν νῦν, οὐκ ἔσται χρόνον οὐδένα κατά τι, ἀλλὰ κατὰ τὸ πέρας τοῦ χρόνου.
375Aristoteles, Physica, 6, 13; 6
ἐν δὲ τῷ νῦν ἔστιν μὲν ἀεὶ κατά τι μὲν ὄν, οὐ μέντοι ἠρεμεῖ· οὔτε γὰρ κινεῖσθαι οὔτ' ἠρεμεῖν ἔστιν ἐν τῷ νῦν, ἀλλὰ μὴ κινεῖσθαι μὲν ἀληθὲς ἐν τῷ νῦν καὶ εἶναι κατά τι, ἐν χρόνῳ δ' οὐκ ἐνδέχεται εἶναι κατά τι ἠρεμοῦν· συμβαίνει γὰρ τὸ φερόμενον ἠρεμεῖν.
376Aristoteles, Physica, 6, 14; 3
τέττα ρες δ' εἰσὶν οἱ λόγοι περὶ κινήσεως Ζήνωνος οἱ παρέχοντες τὰς δυσκολίας τοῖς λύουσιν, πρῶτος μὲν ὁ περὶ τοῦ μὴ κινεῖ σθαι διὰ τὸ πρότερον εἰς τὸ ἥμισυ δεῖν ἀφικέσθαι τὸ φε ρόμενον ἢ πρὸς τὸ τέλος, περὶ οὗ διείλομεν ἐν τοῖς πρότε ρον λόγοις.
377Aristoteles, Physica, 6, 14; 5
ἔστιν δὲ καὶ οὗτος ὁ αὐτὸς λόγος τῷ διχοτομεῖν, διαφέρει δ' ἐν τῷ διαιρεῖν μὴ δίχα τὸ προς λαμβανόμενον μέγεθος.
378Aristoteles, Physica, 6, 14; 6
τὸ μὲν οὖν μὴ καταλαμβάνε σθαι τὸ βραδύτερον συμβέβηκεν ἐκ τοῦ λόγου, γίγνεται δὲ παρὰ ταὐτὸ τῇ διχοτομίᾳ (ἐν ἀμφοτέροις γὰρ συμβαίνει μὴ ἀφικνεῖσθαι πρὸς τὸ πέρας διαιρουμένου πως τοῦ με γέθους· ἀλλὰ πρόσκειται ἐν τούτῳ ὅτι οὐδὲ τὸ τάχιστον τετραγῳδημένον ἐν τῷ διώκειν τὸ βραδύτατον), ὥστ' ἀν άγκη καὶ τὴν λύσιν εἶναι τὴν αὐτήν.
379Aristoteles, Physica, 6, 14; 9
συμβαίνει δὲ παρὰ τὸ λαμβάνειν τὸν χρόνον συγκεῖσθαι ἐκ τῶν νῦν· μὴ διδομένου γὰρ τούτου οὐκ ἔσται ὁ συλλογις μός.
380Aristoteles, Physica, 6, 15; 1
οὐδὲ δὴ κατὰ τὴν ἐν τῇ ἀντιφάσει μεταβολὴν οὐθὲν ἡμῖν ἔσται ἀδύνατον, οἷον εἰ ἐκ τοῦ μὴ λευκοῦ εἰς τὸ λευκὸν μετα βάλλει καὶ ἐν μηδετέρῳ ἐστίν, ὡς ἄρα οὔτε λευκὸν ἔσται οὔτε οὐ λευκόν· οὐ γὰρ εἰ μὴ ὅλον ἐν ὁποτερῳοῦν ἐστιν, οὐ λεχθή σεται λευκὸν ἢ οὐ λευκόν· λευκὸν γὰρ λέγομεν ἢ οὐ λευκὸν οὐ τῷ ὅλον εἶναι τοιοῦτον, ἀλλὰ τῷ τὰ πλεῖστα ἢ τὰ κυ ριώτατα μέρη· οὐ ταὐτὸ δ' ἐστὶν μὴ εἶναί τε ἐν τούτῳ καὶ μὴ εἶναι ἐν τούτῳ ὅλον.
381Aristoteles, Physica, 6, 15; 2
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ὄντος καὶ ἐπὶ τοῦ μὴ ὄντος καὶ τῶν ἄλλων τῶν κατ' ἀντίφασιν· ἔσται μὲν γὰρ ἐξ ἀνάγκης ἐν θατέρῳ τῶν ἀντικειμένων, ἐν οὐδε τέρῳ δ' ὅλον αἰεί.
382Aristoteles, Physica, 6, 17; 8
ὥστε τῶν μὲν κατ' ἀντίφασιν ἡ φάσις καὶ ἡ ἀπόφασις πέρας (οἷον γενέσεως μὲν τὸ ὄν, φθορᾶς δὲ τὸ μὴ ὄν), τῶν δ' ἐν τοῖς ἐναντίοις τὰ ἐναντία· ταῦτα γὰρ ἄκρα τῆς μεταβολῆς, ὥστε καὶ ἀλλοιώσεως πάσης (ἐξ ἐναντίων γάρ τινων ἡ ἀλλοίωσις), ὁμοίως δὲ καὶ αὐ ξήσεως καὶ φθίσεως· αὐξήσεως μὲν γὰρ τὸ πέρας τοῦ κατὰ τὴν οἰκείαν φύσιν τελείου μεγέθους, φθίσεως δὲ ἡ τούτου ἔκστασις.
383Aristoteles, Physica, 6, 17; 9
ἡ δὲ φορὰ οὕτω μὲν οὐκ ἔσται πεπερα σμένη· οὐ γὰρ πᾶσα ἐν ἐναντίοις· ἀλλ' ἐπειδὴ τὸ ἀδύνα τον τμηθῆναι οὕτω, τῷ μὴ ἐνδέχεσθαι τμηθῆναι (πλεονα χῶς γὰρ λέγεται τὸ ἀδύνατον), οὐκ ἐνδέχεται τὸ οὕτως ἀδύνατον τέμνεσθαι, οὐδὲ ὅλως τὸ ἀδύνατον γενέσθαι γίγνε σθαι, οὐδὲ τὸ μεταβαλεῖν ἀδύνατον ἐνδέχοιτ' ἂν μετα βάλλειν εἰς ὃ ἀδύνατον μεταβαλεῖν.
384Aristoteles, Physica, 6, 17; 12
ὅτι μὲν οὖν οὕτως οὐκ ἔστιν ἄπει ρος μεταβολὴ ὥστε μὴ ὡρίσθαι πέρασι, φανερόν.
385Aristoteles, Physica, 6, 17; 14
μὴ μιᾶς μὲν γὰρ γιγνομένης οὐ θὲν ἴσως κωλύει, οἷον εἰ μετὰ τὴν φορὰν ἀλλοίωσις εἴη καὶ μετὰ τὴν ἀλλοίωσιν αὔξησις καὶ πάλιν γένεσις· οὕτω γὰρ αἰεὶ μὲν ἔσται τῷ χρόνῳ κίνησις, ἀλλ' οὐ μία διὰ τὸ μὴ εἶναι μίαν ἐξ ἁπασῶν.
386Aristoteles, Physica, 7, 1; 1
Ἅπαν τὸ κινούμενον ὑπό τινος ἀνάγκη κινεῖσθαι· εἰ μὲν γὰρ ἐν ἑαυτῷ μὴ ἔχει τὴν ἀρχὴν τῆς κινήσεως, φανερὸν ὅτι ὑφ' ἑτέρου κινεῖται (ἄλλο γὰρ ἔσται τὸ κινοῦν)· εἰ δ' ἐν αὑτῷ, ἔστω [τὸ] εἰλημμένον ἐφ' οὗ τὸ ΑΒ ὃ κινεῖται καθ' αὑτό, ἀλλὰ μὴ τούτου τι κινεῖσθαι.
387Aristoteles, Physica, 7, 1; 2
πρῶτον μὲν οὖν τὸ ὑπολαμβάνειν τὸ ΑΒ ὑφ' ἑαυτοῦ κι νεῖσθαι διὰ τὸ ὅλον τε κινεῖσθαι καὶ ὑπ' οὐδενὸς τῶν ἔξωθεν ὅμοιόν ἐστιν ὥσπερ εἰ τοῦ ΚΛ κινοῦντος τὸ ΛΜ καὶ αὐτοῦ κινουμένου εἰ μὴ φάσκοι τις τὸ ΚΜ κινεῖσθαι ὑπό τινος, διὰ τὸ μὴ φανερὸν εἶναι πότερον τὸ κινοῦν καὶ πότερον τὸ κινούμενον· εἶτα τὸ μὴ ὑπό τινος κινούμενον οὐκ ἀνάγκη παύσασθαι κινούμενον τῷ ἄλλο ἠρεμεῖν, ἀλλ' εἴ τι ἠρεμεῖ τῷ ἄλλο πεπαῦσθαι κινούμενον, ἀνάγκη ὑπό τινος αὐτὸ κινεῖσθαι.
388Aristoteles, Physica, 7, 1; 8
ἀνάγκη ἄρα τοῦ ΓΒ μὴ κινουμένου ἠρεμεῖν τὸ ΑΒ.
389Aristoteles, Physica, 7, 1; 9
ὃ δὲ ἠρεμεῖ μὴ κινουμένου τινός, ὡμολόγηται ὑπό τινος κινεῖσθαι, ὥστε πᾶν ἀνάγκη τὸ κινούμενον ὑπό τινος κινεῖσθαι· ἀεὶ γὰρ ἔσται τὸ κινούμενον διαιρετόν, τοῦ δὲ μέρους μὴ κινου μένου ἀνάγκη καὶ τὸ ὅλον ἠρεμεῖν.
390Aristoteles, Physica, 7, 1; 10
ἐπεὶ δὲ πᾶν τὸ κι νούμενον ἀνάγκη κινεῖσθαι ὑπό τινος, ἐάν γέ τι κινῆται τὴν ἐν τόπῳ κίνησιν ὑπ' ἄλλου κινουμένου, καὶ πάλιν τὸ κινοῦν ὑπ' ἄλλου κινουμένου κινῆται κἀκεῖνο ὑφ' ἑτέρου καὶ ἀεὶ οὕτως, ἀνάγκη εἶναί τι τὸ πρῶτον κινοῦν, καὶ μὴ βαδίζειν εἰς ἄπειρον· μὴ γὰρ ἔστω, ἀλλὰ γενέσθω ἄπει ρον.
391Aristoteles, Physica, 7, 1; 21
οὕτω μὲν οὖν δόξειεν ἂν δεδεῖχθαι τὸ ἐξ ἀρχῆς, οὐ μὴν ἀπο δείκνυται διὰ τὸ μηδὲν δείκνυσθαι ἀδύνατον· ἐνδέχεται γὰρ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον εἶναι κίνησιν, μὴ ἑνὸς ἀλλὰ πολλῶν.
392Aristoteles, Physica, 7, 2; 1
Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἀλλ' ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἅμα τῷ κινουμένῳ ἐστί (λέγω δὲ τὸ ἅμα, ὅτι οὐδέν ἐστιν αὐτῶν μεταξύ)· τοῦτο γὰρ κοι νὸν ἐπὶ παντὸς κινουμένου καὶ κινοῦντός ἐστιν.
393Aristoteles, Physica, 7, 2; 6
ἅπασαι γὰρ αἱ κατὰ τόπον κινήσεις ἀνάγονται εἰς ταύτας· ἡ μὲν γὰρ ἔπωσις ὦσίς τίς ἐστιν, ὅταν τὸ ἀφ' αὑτοῦ κινοῦν ἐπακολουθοῦν ὠθῇ, ἡ δ' ἄπω σις, ὅταν μὴ ἐπακολουθῇ κινῆσαν, ἡ δὲ ῥῖψις, ὅταν σφο δροτέραν ποιήσῃ τὴν ἀφ' αὑτοῦ κίνησιν τῆς κατὰ φύσιν φο ρᾶς, καὶ μέχρι τοσούτου φέρηται ἕως ἂν κρατῇ ἡ κίνησις.
394Aristoteles, Physica, 7, 3; 4
) ἀδύνατον δὲ ἢ ἀφ' αὑτοῦ πρὸς ἄλλο ἢ ἀπ' ἄλλου πρὸς αὑτὸ κινεῖν μὴ ἁπτόμενον, ὥστε φανερὸν ὅτι τοῦ κατὰ τόπον κινουμένου καὶ κινοῦντος οὐδέν ἐστι μεταξύ.
395Aristoteles, Physica, 7, 3; 8
ταῦτα γάρ ἐστι πάθη τῆς ὑποκειμένης ποιότητος· ἢ γὰρ θερμαινόμενον ἢ γλυκαινόμενον ἢ πυκνούμενον ἢ ξηραινό μενον ἢ λευκαινόμενον ἀλλοιοῦσθαί φαμεν, ὁμοίως τό τε ἄψυχον καὶ τὸ ἔμψυχον λέγοντες, καὶ πάλιν τῶν ἐμψύχων τά τε μὴ αἰσθητικὰ τῶν μερῶν καὶ αὐτὰς τὰς αἰσθήσεις.
396Aristoteles, Physica, 7, 3; 11
οὐδὲν δὲ κωλύει καὶ τὸ ἔμψυχον λανθά νειν, ὅταν μὴ κατὰ τὰς αἰσθήσεις γίγνηται ἡ ἀλλοίωσις.
397Aristoteles, Physica, 7, 5; 2
αἱ μὲν γὰρ ἀρεταὶ αἱ δὲ κακίαι τῶν ἕξεων· οὐκ ἔστι δὲ οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία ἀλλοίωσις, ἀλλ' ἡ μὲν ἀρετὴ τελείωσίς τις (ὅταν γὰρ λάβῃ τὴν αὑτοῦ ἀρετήν, τότε λέγεται τέλειον ἕκαστον – τότε γὰρ ἔστι μάλιστα [τὸ] κατὰ φύσιν – ὥσπερ κύκλος τέλειος, ὅταν μάλιστα γένηται κύκλος καὶ ὅταν βέλτιστος), ἡ δὲ κακία φθορὰ τούτου καὶ ἔκστασις· ὥσπερ οὖν οὐδὲ τὸ τῆς οἰκίας τελείωμα λέγομεν ἀλλοίωσιν (ἄτοπον γὰρ εἰ ὁ θριγκὸς καὶ ὁ κέραμος ἀλ λοίωσις, ἢ εἰ θριγκουμένη καὶ κεραμουμένη ἀλλοιοῦται ἀλλὰ μὴ τελειοῦται ἡ οἰκία), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρε τῶν καὶ τῶν κακιῶν καὶ τῶν ἐχόντων ἢ λαμβανόντων· αἱ μὲν γὰρ τελειώσεις αἱ δὲ ἐκστάσεις εἰσίν, ὥστ' οὐκ ἀλλοιώ σεις.
398Aristoteles, Physica, 7, 6; 5
πάλιν δὲ τῆς χρήσεως καὶ τῆς ἐνεργείας οὐκ ἔστι γένεσις, εἰ μή τις καὶ τῆς ἀναβλέψεως καὶ τῆς ἁφῆς οἴεται γένεσιν εἶναι· τὸ γὰρ χρῆσθαι καὶ τὸ ἐνεργεῖν ὅμοιον τούτοις.
399Aristoteles, Physica, 7, 7; 6
ἄτοπόν τε γὰρ εἰ μὴ ἔστιν κύκλῳ ὁμοίως τουτὶ κινεῖσθαι καὶ τουτὶ ἐπὶ τῆς εὐ θείας, ἀλλ' εὐθὺς ἀνάγκη ἢ θᾶττον ἢ βραδύτερον, ὥσπερ ἂν εἰ κάταντες, τὸ δ' ἄναντες· οὐδὲ διαφέρει οὐδὲν τῷ λόγῳ, εἴ τίς φησιν ἀνάγκην εἶναι θᾶττον εὐθὺς ἢ βραδύ τερον κινεῖσθαι· ἔσται γὰρ μείζων καὶ ἐλάττων ἡ περιφερὴς τῆς εὐθείας, ὥστε καὶ ἴση.
400Aristoteles, Physica, 7, 7; 10
ἀλλ' οὐ συμβλητά· οὐδ' ἄρα αἱ κινήσεις, ἀλλ' ὅσα μὴ συνώνυμα, πάντ' ἀσύμβλητα.
401Aristoteles, Physica, 7, 7; 14
ἢ πρῶτον μὲν τοῦτο οὐκ ἀληθές, ὡς εἰ μὴ ὁμώνυμα συμβλητά;
402Aristoteles, Physica, 7, 7; 16
εἰ δὲ μή, τό γε διπλά σιον ταὐτό (δύο γὰρ πρὸς ἕν), καὶ οὐ συμβλητά.
403Aristoteles, Physica, 7, 7; 24
ἀλλ' ἆρα οὐ μόνον δεῖ τὰ συμβλητὰ μὴ ὁμώνυμα εἶναι ἀλλὰ καὶ μὴ ἔχειν δια φοράν, μήτε ὃ μήτε ἐν ᾧ;
404Aristoteles, Physica, 7, 7; 25
λέγω δὲ οἷον χρῶμα ἔχει διαί ρεσιν· τοιγαροῦν οὐ συμβλητὸν κατὰ τοῦτο (οἷον πότερον κε χρωμάτισται μᾶλλον, μὴ κατὰ τὶ χρῶμα, ἀλλ' ᾗ χρῶμα), ἀλλὰ κατὰ τὸ λευκόν.
405Aristoteles, Physica, 7, 7; 45
εἰ μὲν οὖν τὰ κινούμενα εἴδει διαφέρει, ὧν εἰσὶν αἱ κινήσεις καθ' αὑτὰ καὶ μὴ κατὰ συμβεβηκός, καὶ αἱ κινήσεις εἴδει διοίσουσιν· εἰ δὲ γένει, γένει, εἰ δ' ἀριθμῷ, ἀριθμῷ.
406Aristoteles, Physica, 7, 7; 49
εἰ ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ καὶ ἄτομον, οἷον ἄνθρωπος ἀλλὰ μὴ ζῷον· θάτ των δ', εἰ ἐν ἴσῳ ἕτερον (οὐ γὰρ ἔχομέν τινα δύο ἐν οἷς ἡ ἑτερότης ὡς ἡ ἀνομοιότης), ἤ, εἰ ἔστιν ἀριθμὸς ἡ οὐσία, πλείων καὶ ἐλάττων ἀριθμὸς ὁμοειδής· ἀλλ' ἀνώνυμον τὸ κοινόν, καὶ τὸ ἑκάτερον [ποιόν· τὸ μὲν ποιόν,] ὥσπερ τὸ πλεῖον πάθος ἢ τὸ ὑπερέχον μᾶλλον, τὸ δὲ ποσὸν μεῖζον.
407Aristoteles, Physica, 7, 8; 1
Ἐπεὶ δὲ τὸ κινοῦν κινεῖ τι ἀεὶ καὶ ἔν τινι καὶ μέχρι του (λέγω δὲ τὸ μὲν ἔν τινι, ὅτι ἐν χρόνῳ, τὸ δὲ μέχρι του, ὅτι ποσόν τι μῆκος· ἀεὶ γὰρ ἅμα κινεῖ καὶ κεκίνηκεν, ὥστε ποσόν τι ἔσται ὃ ἐκινήθη, καὶ ἐν ποσῷ), εἰ δὴ τὸ μὲν Α τὸ κινοῦν, τὸ δὲ Β τὸ κινούμενον, ὅσον δὲ κεκίνηται μῆ κος τὸ Γ, ἐν ὅσῳ δέ, ὁ χρόνος, ἐφ' οὗ τὸ Δ, ἐν δὴ τῷ ἴσῳ χρόνῳ ἡ ἴση δύναμις ἡ ἐφ' οὗ τὸ Α τὸ ἥμισυ τοῦ Β διπλασίαν τῆς Γ κινήσει, τὴν δὲ τὸ Γ ἐν τῷ ἡμίσει τοῦ Δ· οὕτω γὰρ ἀνάλογον ἔσται.
408Aristoteles, Physica, 7, 8; 5
διὰ τοῦτο ὁ Ζήνωνος λόγος οὐκ ἀληθής, ὡς ψοφεῖ τῆς κέγχρου ὁτιοῦν μέρος· οὐδὲν γὰρ κωλύει μὴ κινεῖν τὸν ἀέρα ἐν μηδενὶ χρόνῳ τοῦτον ὃν ἐκίνησεν πεσὼν ὁ ὅλος μέδιμνος.
409Aristoteles, Physica, 8, 1; 2
εἶναι μὲν οὖν κίνησιν πάντες φασὶν οἱ περὶ φύσεώς τι λέγοντες διὰ τὸ κοσμοποιεῖν καὶ περὶ γενέσεως καὶ φθορᾶς εἶναι τὴν θεωρίαν πᾶσαν αὐτοῖς, ἣν ἀδύνατον ὑπάρχειν μὴ κινήσεως οὔσης· ἀλλ' ὅσοι μὲν ἀπείρους τε κό σμους εἶναί φασιν, καὶ τοὺς μὲν γίγνεσθαι τοὺς δὲ φθείρεσθαι τῶν κόσμων, ἀεί φασιν εἶναι κίνησιν (ἀναγκαῖον γὰρ τὰς γενέσεις καὶ τὰς φθορὰς εἶναι μετὰ κινήσεως αὐτῶν)· ὅσοι δ' ἕνα ἢ μὴ ἀεί, καὶ περὶ τῆς κινήσεως ὑποτίθενται κατὰ λόγον.
410Aristoteles, Physica, 8, 1; 11
εἰ μὲν τοίνυν ἐγένετο τῶν κινητῶν ἕκαστον, ἀναγκαῖον πρότερον τῆς ληφθείσης ἄλλην γενέσθαι μεταβολὴν καὶ κίνησιν, καθ' ἣν ἐγένετο τὸ δυνατὸν κινηθῆναι ἢ κινῆσαι· εἰ δ' ὄντα προϋπῆρ χεν ἀεὶ κινήσεως μὴ οὔσης, ἄλογον μὲν φαίνεται καὶ αὐ τόθεν ἐπιστήσασιν, οὐ μὴν ἀλλὰ μᾶλλον ἔτι προάγουσι τοῦτο συμβαίνειν ἀναγκαῖον.
411Aristoteles, Physica, 8, 1; 18
εἰ τοίνυν μὴ ἀεὶ ἐκινεῖτο, δῆλον ὡς οὐχ οὕ τως εἶχον ὡς ἦν δυνάμενα τὸ μὲν κινεῖσθαι τὸ δὲ κινεῖν, ἀλλ' ἔδει μεταβάλλειν θάτερον αὐτῶν· ἀνάγκη γὰρ ἐν τοῖς πρός τι τοῦτο συμβαίνειν, οἷον εἰ μὴ ὂν διπλάσιον νῦν διπλάσιον, μεταβάλλειν, εἰ μὴ ἀμφότερα, θάτερον.
412Aristoteles, Physica, 8, 1; 20
πρὸς δὲ τούτοις τὸ πρότερον καὶ ὕστερον πῶς ἔσται χρόνου μὴ ὄντος;
413Aristoteles, Physica, 8, 1; 21
ἢ χρόνος μὴ οὔσης κινήσεως;
414Aristoteles, Physica, 8, 1; 29
ὁ δ' αὐτὸς λόγος καὶ περὶ τοῦ ἄφθαρτον εἶναι τὴν κίνησιν· καθάπερ γὰρ ἐπὶ τοῦ γενέσθαι κίνησιν συνέβαινεν προτέραν εἶναί τινα μεταβολὴν τῆς πρώ της, οὕτως ἐνταῦθα ὑστέραν τῆς τελευταίας· οὐ γὰρ ἅμα παύεται κινούμενον καὶ κινητὸν ὄν, οἷον καιόμενον καὶ καυ στὸν ὄν (ἐνδέχεται γὰρ καυστὸν εἶναι μὴ καιόμενον), οὐδὲ κινητικὸν καὶ κινοῦν.
415Aristoteles, Physica, 8, 1; 37
ἢ γὰρ ἁπλῶς ἔχει τὸ φύσει, καὶ οὐχ ὁτὲ μὲν οὕτως ὁτὲ δ' ἄλλως, οἷον τὸ πῦρ ἄνω φύσει φέρεται καὶ οὐχ ὁτὲ μὲν ὁτὲ δ' οὔ· ἢ λόγον ἔχει τὸ μὴ ἁπλοῦν.
416Aristoteles, Physica, 8, 1; 39
ἀλλὰ καὶ τοῦτο δεῖ τὸν λέγοντα μὴ φάναι μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν αὐτοῦ λέγειν, καὶ μὴ τίθεσθαι μηδὲν μηδ' ἀξιοῦν ἀξίωμ' ἄλογον, ἀλλ' ἢ ἐπαγω γὴν ἢ ἀπόδειξιν φέρειν· αὐτὰ μὲν γὰρ οὐκ αἴτια τὰ ὑπο τεθέντα, οὐδὲ τοῦτ' ἦν τὸ φιλότητι ἢ νείκει εἶναι, ἀλλὰ τῆς μὲν τὸ συνάγειν, τοῦ δὲ τὸ διακρίνειν.
417Aristoteles, Physica, 8, 2; 1
Τὰ δὲ ἐναντία τούτοις οὐ χαλεπὸν λύειν. δόξειε δ' ἂν ἐκ τῶν τοιῶνδε σκοποῦσιν ἐνδέχεσθαι μάλιστα κίνησιν εἶ ναί ποτε μὴ οὖσαν ὅλως, πρῶτον μὲν ὅτι οὐδεμία ἀΐδιος μεταβολή· μεταβολὴ γὰρ ἅπασα πέφυκεν ἔκ τινος εἴς τι, ὥστε ἀνάγκη πάσης μεταβολῆς εἶναι πέρας τὰ ἐναντία ἐν οἷς γίγνεται, εἰς ἄπειρον δὲ κινεῖσθαι μηδέν.
418Aristoteles, Physica, 8, 2; 2
ἔτι ὁρῶμεν ὅτι δυνατὸν κινηθῆναι μήτε κινούμενον μήτ' ἔχον ἐν ἑαυτῷ μη δεμίαν κίνησιν, οἷον ἐπὶ τῶν ἀψύχων, ὧν οὔτε μέρος οὐδὲν οὔτε τὸ ὅλον κινούμενον ἀλλ' ἠρεμοῦν κινεῖταί ποτε· προσῆκεν δὲ ἢ ἀεὶ κινεῖσθαι ἢ μηδέποτε, εἴπερ μὴ γίγνεται οὐκ οὖσα.
419Aristoteles, Physica, 8, 2; 8
τού των δὴ τὸ μὲν πρῶτον λεχθέν, τὸ μὴ τὴν αὐτὴν ἀεὶ καὶ μίαν τῷ ἀριθμῷ εἶναι τὴν κίνησιν τὴν εἰς τὰ ἀντικείμενα, ὀρθῶς λέγεται.
420Aristoteles, Physica, 8, 2; 9
τοῦτο μὲν γὰρ ἴσως ἀναγκαῖον, εἴπερ μὴ ἀεὶ μίαν καὶ τὴν αὐτὴν εἶναι δυνατὸν τὴν τοῦ αὐτοῦ καὶ ἑνὸς κίνησιν· λέγω δ' οἷον πότερον τῆς μιᾶς χορδῆς εἷς καὶ ὁ αὐτὸς φθόγγος, ἢ ἀεὶ ἕτερος, ὁμοίως ἐχούσης καὶ κινου μένης.
421Aristoteles, Physica, 8, 2; 11
τὸ δὲ κινεῖσθαι μὴ κινούμενον οὐδὲν ἄτοπον, ἂν ὁτὲ μὲν ᾖ τὸ κινῆσον ἔξωθεν, ὁτὲ δὲ μή.
422Aristoteles, Physica, 8, 2; 12
τοῦτο μέντοι πῶς ἂν εἴη, ζητητέον, λέγω δὲ ὥστε τὸ αὐτὸ ὑπὸ τοῦ αὐτοῦ κινητικοῦ ὄντος ὁτὲ μὲν κινεῖσθαι ὁτὲ δὲ μή· οὐ δὲν γὰρ ἄλλ' ἀπορεῖ ὁ τοῦτο λέγων ἢ διὰ τί οὐκ ἀεὶ τὰ μὲν ἠρεμεῖ τῶν ὄντων τὰ δὲ κινεῖται.
423Aristoteles, Physica, 8, 3; 12
ἔτι ὅταν τι νοσήσῃ, ἀνάγκη χρόνον γενέσθαι ἐν ᾧ ὑγι ασθήσεται, καὶ μὴ ἐν πέρατι χρόνου μεταβάλλειν· ἀνάγκη δὲ εἰς ὑγίειαν μεταβάλλειν καὶ μὴ εἰς ἄλλο μηθέν.
424Aristoteles, Physica, 8, 3; 19
λεκτέον δ' ὅτι ἀδύνατον, ὥσπερ ἐπὶ τῶν εἰρημένων πρότερον, καὶ ἐπὶ τούτων (ὁρῶμεν γὰρ ἐπὶ τῶν αὐτῶν γιγνομένας τὰς εἰρημένας μεταβολάς), καὶ πρὸς τούτοις ὅτι μάχεται τοῖς φανεροῖς ὁ ἀμφισβητῶν· οὔτε γὰρ αὔξησις οὔθ' ἡ βίαιος ἔσται κίνησις, εἰ μὴ κινή σεται παρὰ φύσιν ἠρεμοῦν πρότερον.
425Aristoteles, Physica, 8, 3; 30
ἀλλὰ τὸ μὲν περὶ τούτου σκοπεῖν, καὶ ζητεῖν λόγον ὧν βέλτιον ἔχομεν ἢ λόγου δεῖσθαι, κακῶς κρίνειν ἐστὶν τὸ βέλτιον καὶ τὸ χεῖρον, καὶ τὸ πιστὸν καὶ τὸ μὴ πιστόν, καὶ ἀρχὴν καὶ μὴ ἀρχήν.
426Aristoteles, Physica, 8, 4; 1
Τῶν δὴ κινούντων καὶ κινουμένων τὰ μὲν κατὰ συμβε βηκὸς κινεῖ καὶ κινεῖται, τὰ δὲ καθ' αὑτά, κατὰ συμβε βηκὸς μὲν οἷον ὅσα τε τῷ ὑπάρχειν τοῖς κινοῦσιν ἢ κινου μένοις καὶ τὰ κατὰ μόριον, τὰ δὲ καθ' αὑτά, ὅσα μὴ τῷ ὑπάρχειν τῷ κινοῦντι ἢ τῷ κινουμένῳ, μηδὲ τῷ μόριόν τι αὐτῶν κινεῖν ἢ κινεῖσθαι.
427Aristoteles, Physica, 8, 4; 5
μετὰ δὲ τὰ παρὰ φύσιν τῶν κατὰ φύσιν τὰ αὐτὰ ὑφ' αὑτῶν, οἷον τὰ ζῷα· οὐ γὰρ τοῦτ' ἄδηλον, εἰ ὑπό τινος κινεῖται, ἀλλὰ πῶς δεῖ διαλαβεῖν αὐτοῦ τὸ κινοῦν καὶ τὸ κινούμενον· ἔοικεν γὰρ ὥσπερ ἐν τοῖς πλοίοις καὶ τοῖς μὴ φύσει συνισταμένοις, οὕτω καὶ ἐν τοῖς ζῴοις εἶναι διῃρημένον τὸ κινοῦν καὶ τὸ κινούμενον, καὶ οὕτω τὸ ἅπαν αὐτὸ αὑτὸ κι νεῖν.
428Aristoteles, Physica, 8, 4; 9
τό τε γὰρ αὐτὰ ὑφ' αὑτῶν φάναι ἀδύνατον· ζωτικόν τε γὰρ τοῦτο καὶ τῶν ἐμψύχων ἴδιον, καὶ ἱστάναι ἂν ἐδύνατο αὐτὰ αὑτά (λέγω δ' οἷον, εἰ τοῦ βαδίζειν αἴτιον αὑτῷ, καὶ τοῦ μὴ βα δίζειν), ὥστ' εἰ ἐπ' αὐτῷ τὸ ἄνω φέρεσθαι τῷ πυρί, δῆ λον ὅτι ἐπ' αὐτῷ καὶ τὸ κάτω.
429Aristoteles, Physica, 8, 4; 12
ᾗ γὰρ ἓν καὶ συνεχὲς μὴ ἁφῇ, ταύτῃ ἀπαθές· ἀλλ' ᾗ κεχώρισται, ταύτῃ τὸ μὲν πέφυκε ποιεῖν τὸ δὲ πά σχειν.
430Aristoteles, Physica, 8, 4; 17
καὶ κινητὸν δ' ὡσαύτως φύσει τὸ δυνάμει ποιὸν ἢ ποσὸν ἢ πού, ὅταν ἔχῃ τὴν ἀρχὴν τὴν τοιαύτην ἐν αὑτῷ καὶ μὴ κατὰ συμβεβηκός (εἴη γὰρ ἂν τὸ αὐτὸ καὶ ποιὸν καὶ ποσόν, ἀλλὰ θατέρῳ θάτερον συμβέβηκεν καὶ οὐ καθ' αὑτὸ ὑπάρχει).
431Aristoteles, Physica, 8, 4; 19
ἐπεὶ δὲ τὸ δυνάμει πλεοναχῶς λέγεται, τοῦτ' αἴτιον τοῦ μὴ φανερὸν εἶ ναι ὑπὸ τίνος τὰ τοιαῦτα κινεῖται, οἷον τὸ πῦρ ἄνω καὶ ἡ γῆ κάτω.
432Aristoteles, Physica, 8, 4; 20
ἔστι δὲ δυνάμει ἄλλως ὁ μανθάνων ἐπιστήμων καὶ ὁ ἔχων ἤδη καὶ μὴ ἐνεργῶν.
433Aristoteles, Physica, 8, 4; 21
ἀεὶ δ', ὅταν ἅμα τὸ ποι ητικὸν καὶ τὸ παθητικὸν ὦσιν, γίγνεται ἐνεργείᾳ τὸ δυ νατόν, οἷον τὸ μανθάνον ἐκ δυνάμει ὄντος ἕτερον γίγνεται δυ νάμει (ὁ γὰρ ἔχων ἐπιστήμην μὴ θεωρῶν δὲ δυνάμει ἐστὶν ἐπιστήμων πως, ἀλλ' οὐχ ὡς καὶ πρὶν μαθεῖν), ὅταν δ' οὕτως ἔχῃ, ἐάν τι μὴ κωλύῃ, ἐνεργεῖ καὶ θεωρεῖ, ἢ ἔσται ἐν τῇ ἀντιφάσει καὶ ἐν ἀγνοίᾳ.
434Aristoteles, Physica, 8, 4; 22
ὁμοίως δὲ ταῦτ' ἔχει καὶ ἐπὶ τῶν φυσικῶν· τὸ γὰρ ψυχρὸν δυνάμει θερμόν, ὅταν δὲ μετα βάλῃ, ἤδη πῦρ, καίει δέ, ἂν μή τι κωλύῃ καὶ ἐμποδίζῃ.
435Aristoteles, Physica, 8, 4; 23
ὁμοίως δ' ἔχει καὶ περὶ τὸ βαρὺ καὶ κοῦφον· τὸ γὰρ κοῦ φον γίγνεται ἐκ βαρέος, οἷον ἐξ ὕδατος ἀήρ (τοῦτο γὰρ δυ νάμει πρῶτον), καὶ ἤδη κοῦφον, καὶ ἐνεργήσει γ' εὐθύς, ἂν μή τι κωλύῃ.
436Aristoteles, Physica, 8, 4; 28
δυνάμει δ' ἐστὶν κοῦφον καὶ βαρὺ πολλαχῶς, ὥσπερ εἴρηται· ὅταν τε γὰρ ᾖ ὕδωρ, δυνάμει γέ πώς ἐστι κοῦφον, καὶ ὅταν ἀήρ, ἔστιν ὡς ἔτι δυνάμει (ἐνδέχεται γὰρ ἐμποδιζόμενον μὴ ἄνω εἶναι)· ἀλλ' ἐὰν ἀφαιρεθῇ τὸ ἐμπο δίζον, ἐνεργεῖ καὶ ἀεὶ ἀνωτέρω γίγνεται.
437Aristoteles, Physica, 8, 4; 29
ὁμοίως δὲ καὶ τὸ ποιὸν εἰς τὸ ἐνεργείᾳ εἶναι μεταβάλλει· εὐθὺς γὰρ θεωρεῖ τὸ ἐπιστῆμον, ἐὰν μή τι κωλύῃ· καὶ τὸ ποσὸν ἐκτείνεται, ἐὰν μή τι κωλύῃ.
438Aristoteles, Physica, 8, 4; 32
εἰ δὴ πάντα τὰ κινούμενα ἢ φύ σει κινεῖται ἢ παρὰ φύσιν καὶ βίᾳ, καὶ τά τε βίᾳ καὶ παρὰ φύσιν πάντα ὑπό τινος καὶ ὑπ' ἄλλου, τῶν δὲ φύ σει πάλιν τά θ' ὑφ' αὑτῶν κινούμενα ὑπό τινος κινεῖται καὶ τὰ μὴ ὑφ' αὑτῶν, οἷον τὰ κοῦφα καὶ τὰ βαρέα (ἢ γὰρ ὑπὸ τοῦ γεννήσαντος καὶ ποιήσαντος κοῦφον ἢ βαρύ, ἢ ὑπὸ τοῦ τὰ ἐμποδίζοντα καὶ κωλύοντα λύσαντος), ἅπαντα ἂν τὰ κινούμενα ὑπό τινος κινοῖτο.
439Aristoteles, Physica, 8, 5; 2
ἄμφω δὴ κινεῖν φαμέν, καὶ τὸ τελευταῖον καὶ τὸ πρῶτον τῶν κινούν των, ἀλλὰ μᾶλλον τὸ πρῶτον· ἐκεῖνο γὰρ κινεῖ τὸ τελευ ταῖον, ἀλλ' οὐ τοῦτο τὸ πρῶτον, καὶ ἄνευ μὲν τοῦ πρώτου τὸ τελευταῖον οὐ κινήσει, ἐκεῖνο δ' ἄνευ τούτου, οἷον ἡ βακτηρία οὐ κινήσει μὴ κινοῦντος τοῦ ἀνθρώπου.
440Aristoteles, Physica, 8, 5; 3
εἰ δὴ ἀνάγκη πᾶν τὸ κινούμενον ὑπό τινός τε κινεῖσθαι, καὶ ἢ ὑπὸ κινουμένου ὑπ' ἄλλου ἢ μή, καὶ εἰ μὲν ὑπ' ἄλλου [κινουμένου], ἀνάγκη τι εἶναι κινοῦν ὃ οὐχ ὑπ' ἄλλου πρῶτον, εἰ δὲ τοιοῦτο τὸ πρῶτον, οὐκ ἀνάγκη θάτερον (ἀδύνατον γὰρ εἰς ἄπειρον ἰέναι τὸ κινοῦν καὶ κινούμενον ὑπ' ἄλλου αὐτό· τῶν γὰρ ἀπείρων οὐκ ἔστιν οὐδὲν πρῶτον) – εἰ οὖν ἅπαν μὲν τὸ κινούμενον ὑπό τινος κινεῖ ται, τὸ δὲ πρῶτον κινοῦν κινεῖται μέν, οὐχ ὑπ' ἄλλου δέ, ἀνάγκη αὐτὸ ὑφ' αὑτοῦ κινεῖσθαι.
441Aristoteles, Physica, 8, 5; 8
εἰ οὖν κινούμενόν τι κινεῖ, ἀνάγκη στῆναι καὶ μὴ εἰς ἄπειρον ἰέναι· εἰ γὰρ ἡ βακτηρία κινεῖ τῷ κινεῖσθαι ὑπὸ τῆς χειρός, ἡ χεὶρ κινεῖ τὴν βακτηρίαν· εἰ δὲ καὶ ταύτῃ ἄλλο κινεῖ, καὶ ταύτην ἕτερόν τι τὸ κινοῦν.
442Aristoteles, Physica, 8, 5; 10
εἰ οὖν κινεῖται μὲν τοῦτο, μὴ ἄλλο δὲ τὸ κινοῦν αὐτό, ἀνάγκη αὐτὸ αὑτὸ κινεῖν· ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον ἤτοι εὐθὺς τὸ κινού μενον ὑπὸ τοῦ αὑτὸ κινοῦντος κινεῖται, ἢ ἔρχεταί ποτε εἰς τὸ τοιοῦτον.
443Aristoteles, Physica, 8, 5; 14
εἰ δὲ τοῦτο, δῆλον ὡς ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι τῶν ὄντων· οὐ γὰρ ἀναγκαῖον τὸ συμβεβηκός, ἀλλ' ἐνδεχόμενον μὴ εἶναι.
444Aristoteles, Physica, 8, 5; 16
ἀλλὰ τὸ κίνησιν μὴ εἶναι ἀδύνατον· δέ δεικται γὰρ πρότερον ὅτι ἀνάγκη κίνησιν ἀεὶ εἶναι.
445Aristoteles, Physica, 8, 5; 19
τὸ μὲν οὖν κινούμενον ἀνάγκη κινεῖσθαι, κινεῖν δ' οὐκ ἀνάγκη· τὸ δ' ᾧ κινεῖ, καὶ κινεῖν καὶ κινεῖσθαι (συμμεταβάλλει γὰρ τοῦτο ἅμα καὶ κατὰ τὸ αὐτὸ τῷ κινουμένῳ ὄν· δῆλον δ' ἐπὶ τῶν κατὰ τόπον κινούντων· ἅπτεσθαι γὰρ ἀλλήλων ἀνάγκη μέχρι τι νός)· τὸ δὲ κινοῦν οὕτως ὥστ' εἶναι μὴ ᾧ κινεῖ, ἀκίνητον.
446Aristoteles, Physica, 8, 5; 20
ἐπεὶ δ' ὁρῶμεν τὸ ἔσχατον, ὃ κινεῖσθαι μὲν δύναται, κινήσεως δ' ἀρχὴν οὐκ ἔχει, καὶ ὃ κινεῖται μέν, οὐχ ὑπ' ἄλλου δὲ ἀλλ' ὑφ' αὑτοῦ, εὔλογον, ἵνα μὴ ἀναγκαῖον εἴπωμεν, καὶ τὸ τρίτον εἶναι ὃ κινεῖ ἀκίνητον ὄν.
447Aristoteles, Physica, 8, 5; 22
ἀλλὰ μὴν εἰ μὴ κατὰ συμβεβηκὸς ἀλλ' ἐξ ἀνάγκης κινεῖται τὸ κι νοῦν, εἰ δὲ μὴ κινοῖτο, οὐκ ἂν κινοίη, ἀνάγκη τὸ κινοῦν, ᾗ κινεῖται, ἤτοι οὕτω κινεῖσθαι ὥς γε κατὰ τὸ αὐτὸ εἶδος τῆς κινήσεως, ἢ καθ' ἕτερον.
448Aristoteles, Physica, 8, 5; 24
ἀλλὰ φανερὸν ὅτι ἀδύνατον· δεῖ γὰρ μέχρι τῶν ἀτόμων διαιροῦντα λέγειν, οἷον εἴ τι διδάσκει γεω μετρεῖν, τοῦτο διδάσκεσθαι γεωμετρεῖν τὸ αὐτό, ἢ εἰ ῥι πτεῖ, ῥιπτεῖσθαι τὸν αὐτὸν τρόπον τῆς ῥίψεως· ἢ οὕτως μὲν μή, ἄλλο δ' ἐξ ἄλλου γένους, οἷον τὸ φέρον μὲν αὐξάνε σθαι, τὸ δὲ τοῦτο αὖξον ἀλλοιοῦσθαι ὑπ' ἄλλου, τὸ δὲ τοῦτο ἀλλοιοῦν ἑτέραν τινὰ κινεῖσθαι κίνησιν.
449Aristoteles, Physica, 8, 5; 27
ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον· τὸ διδάσκον γὰρ συμβαίνει μανθάνειν, ὧν τὸ μὲν μὴ ἔχειν τὸ δὲ ἔχειν ἐπιστήμην ἀναγκαῖον.
450Aristoteles, Physica, 8, 5; 42
οὔτε γὰρ ἔσται πρῶτον κινοῦν οὐ δέν, εἴ γε αὐτὸ ἑαυτὸ κινήσει ἑκάτερον (τὸ γὰρ πρότερον αἰ τιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· δι χῶς γὰρ κινεῖν ἦν, τὸ μὲν τὸ ὑπ' ἄλλου κινούμενον αὐτό, τὸ δ' αὑτῷ· ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ)· ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι εἰ μὴ ὑφ' αὑτοῦ· κατὰ συμβεβηκὸς ἄρα ἀντικινεῖ θάτερον.
451Aristoteles, Physica, 8, 5; 43
ἔλαβον τοίνυν ἐνδέχεσθαι μὴ κινεῖν· ἔστιν ἄρα τὸ μὲν κινού μενον τὸ δὲ κινοῦν ἀκίνητον.
452Aristoteles, Physica, 8, 5; 49
ὥστε εἰ μὴ ἀναγκαῖον, εἰλήφθω μὴ κινούμενα ὑφ' αὑτῶν.
453Aristoteles, Physica, 8, 5; 53
ἐπεὶ δὲ κινεῖ τὸ μὲν κινούμενον ὑπ' ἄλλου τὸ δ' ἀκίνη τον ὄν, καὶ κινεῖται τὸ μὲν κινοῦν τὸ δὲ οὐδὲν κινοῦν, τὸ αὐτὸ αὑτὸ κινοῦν ἀνάγκη ἐξ ἀκινήτου εἶναι κινοῦντος δέ, καὶ ἔτι ἐκ κινουμένου μὴ κινοῦντος δ' ἐξ ἀνάγκης, ἀλλ' ὁπότερ' ἔτυχεν.
454Aristoteles, Physica, 8, 5; 54
ἔστω γὰρ τὸ Α κινοῦν μὲν ἀκίνητον δέ, τὸ δὲ Β κινούμενόν τε ὑπὸ τοῦ Α καὶ κινοῦν τὸ ἐφ' ᾧ Γ, τοῦτο δὲ κινούμενον μὲν ὑπὸ τοῦ Β, μὴ κινοῦν δὲ μηδέν· εἴπερ γὰρ καὶ διὰ πλειόνων ἥξει ποτὲ εἰς τὸ Γ, ἔστω δι' ἑνὸς μόνου.
455Aristoteles, Physica, 8, 6; 1
Ἐπεὶ δὲ δεῖ κίνησιν ἀεὶ εἶναι καὶ μὴ διαλείπειν, ἀν άγκη εἶναί τι ἀΐδιον ὃ πρῶτον κινεῖ, εἴτε ἓν εἴτε πλείω· καὶ τὸ πρῶτον κινοῦν ἀκίνητον.
456Aristoteles, Physica, 8, 6; 3
ἔστω δή, εἴ τις βούλεται, ἐπί τινων ἐνδεχόμενον ὥστε εἶναί ποτε καὶ μὴ εἶναι ἄνευ γενέ σεως καὶ φθορᾶς (τάχα γὰρ ἀναγκαῖον, εἴ τι ἀμερὲς ὁτὲ μὲν ἔστιν ὁτὲ δὲ μὴ ἔστιν, ἄνευ τοῦ μεταβάλλειν ὁτὲ μὲν εἶ ναι ὁτὲ δὲ μὴ εἶναι πᾶν τὸ τοιοῦτον).
457Aristoteles, Physica, 8, 6; 4
καὶ τῶν ἀρχῶν τῶν ἀκινήτων μὲν κινητικῶν δ' ἐνίας ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μὴ εἶ ναι, ἐνδεχέσθω καὶ τοῦτο.
458Aristoteles, Physica, 8, 6; 5
ἀλλ' οὔ τί γε πάσας δυνατόν· δῆλον γὰρ ὡς αἴτιον τοῖς αὐτὰ ἑαυτὰ κινοῦσίν ἐστί τι τοῦ ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μή.
459Aristoteles, Physica, 8, 6; 7
τοῦ δὴ τὰ μὲν γίγνε σθαι τὰ δὲ φθείρεσθαι, καὶ τοῦτ' εἶναι συνεχῶς, οὐδὲν αἴτιον τῶν ἀκινήτων μὲν μὴ ἀεὶ δ' ὄντων, οὐδ' αὖ τωνδὶ μὲν ταδί [κινούντων], τούτων δ' ἕτερα.
460Aristoteles, Physica, 8, 6; 9
δῆλον τοίνυν ὅτι, εἰ καὶ μυριάκις ἔνια [ἀρχαὶ] τῶν ἀκινήτων μὲν κινούντων δέ, καὶ πολλὰ τῶν αὐτὰ ἑαυτὰ κινούντων, φθείρεται, τὰ δ' ἐπιγίγνεται, καὶ τόδε μὲν ἀκίνητον ὂν τόδε κινεῖ, ἕτερον δὲ τοδί, ἀλλ' οὐδὲν ἧττον ἔστιν τι ὃ πε ριέχει, καὶ τοῦτο παρ' ἕκαστον, ὅ ἐστιν αἴτιον τοῦ τὰ μὲν εἶ ναι τὰ δὲ μὴ καὶ τῆς συνεχοῦς μεταβολῆς· καὶ τοῦτο μὲν τούτοις, ταῦτα δὲ τοῖς ἄλλοις αἴτια κινήσεως.
461Aristoteles, Physica, 8, 6; 21
ἐπεὶ δὲ τὰ μὲν τοιαῦτα δῆλα πᾶσι, βουλόμεθα δὲ δεῖξαι καὶ τοῖν δυοῖν ἑκατέρου τὴν φύσιν, ὅτι ἔστιν τὰ μὲν ἀεὶ ἀκίνητα τὰ δὲ ἀεὶ κινούμενα, προϊόντες δ' ἐπὶ τοῦτο καὶ θέντες ἅπαν τὸ κινούμενον ὑπό τινος κινεῖ σθαι, καὶ τοῦτ' εἶναι ἢ ἀκίνητον ἢ κινούμενον, καὶ κινούμενον ἢ ὑφ' αὑτοῦ ἢ ὑπ' ἄλλου ἀεί, προήλθομεν ἐπὶ τὸ λαβεῖν ὅτι τῶν κινουμένων ἐστὶν ἀρχὴ κινουμένων μὲν ὃ αὐτὸ ἑαυτὸ κινεῖ, πάντων δὲ τὸ ἀκίνητον, ὁρῶμεν δὲ καὶ φανερῶς ὄντα τοιαῦτα ἃ κινεῖ αὐτὰ ἑαυτά, οἷον τὸ τῶν ἐμψύχων καὶ τὸ τῶν ζῴων γένος, ταῦτα δὲ καὶ δόξαν παρεῖχε μή ποτε ἐν δέχεται κίνησιν ἐγγίγνεσθαι μὴ οὖσαν ὅλως, διὰ τὸ ἐν τούτοις ὁρᾶν ἡμᾶς τοῦτο συμβαῖνον (ἀκίνητα γάρ ποτε ὄντα κινεῖ ται πάλιν, ὡς δοκεῖ), τοῦτο δὴ δεῖ λαβεῖν, ὅτι μίαν κίνησιν αὑτὰ κινεῖ, καὶ ὅτι ταύτην οὐ κυρίως· οὐ γὰρ ἐξ αὐτοῦ τὸ αἴτιον, ἀλλ' ἔνεισιν ἄλλαι κινήσεις φυσικαὶ τοῖς ζῴοις, ἃς οὐ κινοῦνται δι' αὑτῶν, οἷον αὔξησις φθίσις ἀναπνοή, ἃς κι νεῖται τῶν ζῴων ἕκαστον ἠρεμοῦν καὶ οὐ κινούμενον τὴν ὑφ' αὑτοῦ κίνησιν.
462Aristoteles, Physica, 8, 7; 2
ἔστιν δὲ τοῦτο δῆλον μὲν καὶ ἐκ τοῦ μὴ ἂν ἄλλως εἶναι γένεσιν καὶ φθορὰν καὶ μεταβολὴν τοῖς ἄλλοις, εἰ μή τι κινήσει κινούμενον· τὸ μὲν γὰρ ἀκίνητον [τὴν αὐτὴν] ἀεὶ τὸν αὐτὸν κινήσει τρόπον καὶ μίαν κίνησιν, ἅτε οὐδὲν αὐτὸ μεταβάλλον πρὸς τὸ κινούμενον.
463Aristoteles, Physica, 8, 8; 4
ἀδύνατον γὰρ αὔξησιν εἶναι ἀλλοιώσεως μὴ προϋπαρχούσης· τὸ γὰρ αὐξανόμενον ἔστιν μὲν ὡς ὁμοίῳ αὐ ξάνεται, ἔστιν δ' ὡς ἀνομοίῳ· τροφὴ γὰρ λέγεται τῷ ἐναν τίῳ τὸ ἐναντίον.
464Aristoteles, Physica, 8, 8; 16
λέγεται δὲ πρότερον οὗ τε μὴ ὄντος οὐκ ἔσται τἆλλα, ἐκεῖνο δὲ ἄνευ τῶν ἄλλων, καὶ τὸ τῷ χρόνῳ, καὶ τὸ κατ' οὐσίαν.
465Aristoteles, Physica, 8, 8; 18
οὐδεμία γὰρ ἀνάγκη οὔτε αὔξεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φερόμενον, οὐδὲ δὴ γίγνεσθαι ἢ φθείρε σθαι· τούτων δὲ οὐδεμίαν ἐνδέχεται τῆς συνεχοῦς μὴ οὔσης, ἣν κινεῖ τὸ πρῶτον κινοῦν.
466Aristoteles, Physica, 8, 8; 22
τὸ δ' ἐφ' ἑνὸς μὲν ὁτουοῦν τῶν γιγνομένων οὕτως ἔχει, ἀλλ' ἕτερον ἀναγκαῖον πρότερόν τι κινεῖσθαι τῶν γιγνομένων ὂν αὐτὸ καὶ μὴ γιγνόμενον, καὶ τούτου ἕτερον πρότερον.
467Aristoteles, Physica, 8, 10; 4
ἅπασαι γὰρ ἐξ ἀντικει μένων εἰς ἀντικείμενά εἰσιν αἱ κινήσεις καὶ μεταβολαί, οἷον γενέσει μὲν καὶ φθορᾷ τὸ ὂν καὶ τὸ μὴ ὂν ὅροι, ἀλλοιώσει δὲ τὰ ἐναντία πάθη, αὐξήσει δὲ καὶ φθίσει ἢ μέγεθος καὶ μικρότης ἢ τελειότης μεγέθους καὶ ἀτέλεια· ἐναντίαι δ' αἱ εἰς τὰ ἐναντία.
468Aristoteles, Physica, 8, 10; 5
τὸ δὲ μὴ αἰεὶ κινούμενον τήνδε τὴν κίνησιν, ὂν δὲ πρότερον, ἀνάγκη πρότερον ἠρεμεῖν.
469Aristoteles, Physica, 8, 10; 9
οὐδὲν γὰρ διαφέ ρει ἐναντίας ἢ μὴ ἐναντίας εἶναι τὰς κατ' ἀντίφασιν μετα βολάς, εἰ μόνον ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι (τοῦτο γὰρ τῷ λόγῳ οὐδὲν χρήσιμον), οὐδ' εἰ μὴ ἀνάγκη ἠρεμῆσαι ἐν τῇ ἀντιφάσει, μηδ' ἐστὶν μεταβολὴ ἠρεμίᾳ ἐναντίον (οὐ γὰρ ἴσως ἠρεμεῖ τὸ μὴ ὄν, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὄν), ἀλλ' εἰ μόνον μεταξὺ γίγνεται χρόνος· οὕτω γὰρ οὐκ ἔστιν ἡ με ταβολὴ συνεχής· οὐδὲ γὰρ ἐν τοῖς πρότερον ἡ ἐναντίωσις χρήσιμον, ἀλλὰ τὸ μὴ ἐνδέχεσθαι ἅμα ὑπάρχειν.
470Aristoteles, Physica, 8, 11; 6
καὶ ἐπὶ κύκλου ὡσαύτως, οἷον ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β τῇ ἀπὸ τοῦ Α ἐπὶ τὸ Γ (ἱστᾶσι γάρ, κἂν συνεχεῖς ὦσιν καὶ μὴ γί γνηται ἀνάκαμψις, διὰ τὸ τἀναντία φθείρειν καὶ κωλύειν ἄλ ληλα)· ἀλλ' οὐχ ἡ εἰς τὸ πλάγιον τῇ ἄνω.
471Aristoteles, Physica, 8, 11; 11
ἔτι δὲ ἄλλο ἐστὶν τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, ὥστε τῆς εὐθείας τῶν ἐντὸς τῶν ἄκρων ὁτιοῦν σημεῖον δυνάμει μέν ἐστι μέσον, ἐνεργείᾳ δ' οὐκ ἔστιν, ἐὰν μὴ διέλῃ ταύτῃ καὶ ἐπιστὰν πάλιν ἄρξηται κινεῖσθαι· οὕτω δὲ τὸ μέσον ἀρχὴ γίγνεται καὶ τελευτή, ἀρχὴ μὲν τῆς ὕστερον, τελευτὴ δὲ τῆς πρώτης (λέγω δ' οἷον ἐὰν φερόμενον τὸ Α στῇ ἐπὶ τοῦ Β καὶ πάλιν φέρηται ἐπὶ τὸ Γ).
472Aristoteles, Physica, 8, 11; 27
ἀνάγκη γὰρ ἐπὶ τέ λος ἐλθεῖν τὸ ἐνεργείᾳ ὄν, μὴ δυνάμει.
473Aristoteles, Physica, 8, 12; 7
ἂν δὲ ποιῇ ἐντελεχείᾳ, οὐ ποιή σει συνεχῆ, ἀλλὰ στήσει, ὅπερ ἐπὶ τοῦ ἀριθμοῦντος τὰ ἡμί σεα φανερόν ἐστιν ὅτι συμβαίνει· τὸ γὰρ ἓν σημεῖον ἀνάγκη αὐτῷ ἀριθμεῖν δύο· τοῦ μὲν γὰρ ἑτέρου τελευτὴ ἡμίσεος τοῦ δ' ἑτέρου ἀρχὴ ἔσται, ἂν μὴ μίαν ἀριθμῇ τὴν συνεχῆ, ἀλλὰ δύο ἡμισείας.
474Aristoteles, Physica, 8, 12; 10
δῆλον δὲ καὶ ὅτι ἐὰν μή τις ποιῇ τοῦ χρόνου τὸ διαιροῦν σημεῖον τὸ πρότερον καὶ ὕστερον ἀεὶ τοῦ ὑστέρου τῷ πράγματι, ἔσται ἅμα τὸ αὐτὸ ὂν καὶ οὐκ ὄν, καὶ ὅτε γέ γονεν οὐκ ὄν.
475Aristoteles, Physica, 8, 12; 17
ὥστε λευκὸν ἢ μὴ λευκὸν ἐν ἐκείνῳ πρῶτον ἀληθὲς εἰπεῖν, ἢ ὅτε γέγονεν οὐκ ἔσται, καὶ ὅτε ἔφθαρται ἔσται, ἢ ἅμα λευκὸν καὶ οὐ λευκὸν καὶ ὅλως ὂν καὶ μὴ ὂν ἀνάγκη εἶναι.
476Aristoteles, Physica, 8, 12; 18
εἰ δ' ὃ ἂν ᾖ πρότερον μὴ ὄν, ἀνάγκη γίγνεσθαι ὄν, καὶ ὅτε γίγνεται μὴ ἔστιν, οὐχ οἷόν τε εἰς ἀτόμους χρόνους διαιρεῖσθαι τὸν χρόνον.
477Aristoteles, Physica, 8, 12; 20
οὐ γὰρ ὁ αὐτὸς ἔσται λόγος καὶ τοῖς μὴ ἄτομα λέγουσιν, ἀλλ' αὐτοῦ τοῦ χρόνου, ἐν ᾧ ἐγίγνετο, γέγονε καὶ ἔστιν ἐν τῷ ἐσχάτῳ σημείῳ, οὗ οὐδὲν ἐχόμενόν ἐστιν οὐδ' ἐφεξῆς· οἱ δὲ ἄτομοι χρόνοι ἐφεξῆς.
478Aristoteles, Physica, 8, 13; 10
εἰ γὰρ ἅπαν τὸ κινούμενον τῶν εἰρημένων τινὰ κινεῖται κινήσεων καὶ ἠρεμεῖ τῶν ἀντι κειμένων ἠρεμιῶν (οὐ γὰρ ἦν ἄλλη παρὰ ταύτας), τὸ δὲ μὴ αἰεὶ κινούμενον τήνδε τὴν κίνησιν (λέγω δ' ὅσαι ἕτεραι τῷ εἴ δει, καὶ μὴ εἴ τι μόριόν ἐστιν τῆς ὅλης) ἀνάγκη πρότερον ἠρε μεῖν τὴν ἀντικειμένην ἠρεμίαν (ἡ γὰρ ἠρεμία στέρησις κινή σεως)· εἰ οὖν ἐναντίαι μὲν κινήσεις αἱ κατ' εὐθεῖαν, ἅμα δὲ μὴ ἐνδέχεται κινεῖσθαι τὰς ἐναντίας, τὸ ἀπὸ τοῦ Α πρὸς τὸ Γ φερόμενον οὐκ ἂν φέροιτο ἅμα καὶ ἀπὸ τοῦ Γ πρὸς τὸ Α· ἐπεὶ δ' οὐχ ἅμα φέρεται, κινήσεται δὲ ταύτην τὴν κίνη σιν, ἀνάγκη πρότερον ἠρεμῆσαι πρὸς τῷ Γ· αὕτη γὰρ ἦν ἡ ἀντικειμένη ἠρεμία τῇ ἀπὸ τοῦ Γ κινήσει.
479Aristoteles, Physica, 8, 13; 14
εἰ οὖν συνεχὴς ἡ ἀλ λοίωσις εἰς λευκὸν καὶ ἐκ λευκοῦ καὶ μὴ μένει τινὰ χρόνον, ἅμα ἔφθαρται τὸ οὐ λευκὸν καὶ γέγονε λευκὸν καὶ γέγονεν οὐ λευκόν· τριῶν γὰρ ἔσται ὁ αὐτὸς χρόνος.
480Aristoteles, Physica, 8, 14; 4
ἄπειρον μὲν γὰρ οὐκ ἔστιν εὐθεῖαν φέρεσθαι (τὸ γὰρ οὕτως ἄπειρον οὐκ ἔστιν· ἅμα δ' οὐδ' εἰ ἦν, ἐκινεῖτ' ἂν οὐδέν· οὐ γὰρ γίγνεται τὸ ἀδύνατον, διελθεῖν δὲ τὴν ἄπειρον ἀδύνατον)· ἡ δ' ἐπὶ τῆς πεπερασμένης ἀνακάμπτουσα μὲν συνθετὴ καὶ δύο κινήσεις, μὴ ἀνακάμ πτουσα δὲ ἀτελὴς καὶ φθαρτή.
481Aristoteles, Physica, 8, 14; 6
ἔτι προτέρα ἣν ἐνδέχεται ἀΐδιον εἶναι τῆς μὴ ἐνδεχομένης· τὴν μὲν οὖν κύκλῳ ἐνδέχεται ἀΐδιον εἶναι, τῶν δὲ ἄλλων οὔτε φορὰν οὔτε ἄλλην οὐδεμίαν· στάσιν γὰρ δεῖ γενέσθαι, εἰ δὲ στάσις, ἔφθαρται ἡ κίνησις.
482Aristoteles, Physica, 8, 14; 7
εὐλόγως δὲ συμ βέβηκε τὸ τὴν κύκλῳ μίαν εἶναι καὶ συνεχῆ, καὶ μὴ τὴν ἐπ' εὐθείας· τῆς μὲν γὰρ ἐπ' εὐθείας ὥρισται καὶ ἀρχὴ καὶ τέλος καὶ μέσον, καὶ πάντ' ἔχει ἐν αὑτῇ, ὥστ' ἔστιν ὅθεν ἄρξεται τὸ κινούμενον καὶ οὗ τελευτήσει (πρὸς γὰρ τοῖς πέ ρασιν ἠρεμεῖ πᾶν, ἢ ὅθεν ἢ οὗ), τῆς δὲ περιφεροῦς ἀόριστα· τί γὰρ μᾶλλον ὁποιονοῦν πέρας τῶν ἐπὶ τῆς γραμμῆς;
483Aristoteles, Physica, 8, 18; 3
εἰ γὰρ πᾶν τὸ κινούμενον κινεῖται ὑπὸ τινός, ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ, πῶς κινεῖται ἔνια συνεχῶς μὴ ἁπτομένου τοῦ κινήσαντος, οἷον τὰ ῥιπτούμενα;
484Aristoteles, Physica, 8, 18; 4
εἰ δ' ἅμα κινεῖ καὶ ἄλλο τι ὁ κινήσας, οἷον τὸν ἀέρα, ὃς κινούμενος κινεῖ, ὁμοίως ἀδύνατον τοῦ πρώτου μὴ ἁπτομένου μηδὲ κι νοῦντος κινεῖσθαι, ἀλλ' ἅμα πάντα κινεῖσθαι καὶ πε παῦσθαι ὅταν τὸ πρῶτον κινοῦν παύσηται, καὶ εἰ ποιεῖ, ὥσπερ ἡ λίθος, οἷόν τε κινεῖν ὃ ἐκίνησεν.
485Aristoteles, Physica, 8, 18; 8
τέλος δὲ παύεται, ὅταν μη κέτι ποιήσῃ τὸ πρότερον κινοῦν, ἀλλὰ κινούμενον μόνον.
486Aristoteles, Physica, 8, 18; 12
ἀδύνατον δὲ ἄλλως τὰ ἀπορηθέντα λύειν, εἰ μὴ τὸν εἰρημένον τρόπον.
487Aristoteles, Physica, 8, 19; 8
ἔχει δ' ἀπορίαν εἰ ἐνδέχε ταί τι κινούμενον κινεῖν συνεχῶς, ἀλλὰ μὴ ὥσπερ τὸ ὠθοῦν πάλιν καὶ πάλιν, τῷ ἐφεξῆς εἶναι συνεχῶς· ἢ γὰρ αὐτὸ δεῖ ἀεὶ ὠθεῖν ἢ ἕλκειν ἢ ἄμφω, ἢ ἕτερόν τι ἐκδεχόμενον ἄλλο παρ' ἄλλου, ὥσπερ πάλαι ἐλέχθη ἐπὶ τῶν ῥιπτουμένων, εἰ διαιρετὸς ὢν ὁ ἀὴρ [ἢ τὸ ὕδωρ] κινεῖ ἄλλος ἀεὶ κινούμε νος.
488Aristoteles Boetius, In librum De interpretatione Aristotelis Maior, 64, 0406B (auctor 480-525)
Sed haec in libris de Anima verissime diligentissimeque separavit dicens: Ἔστι δὲ φαντασία ἕτερον καταφάσεως καὶ ἀποφάσεως, συμπλοκὴ γὰρ νοημάτων ἐστὶ τὸ ἀληθὲς ἢ ψεῦδος, τὰ δὲ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ αὐτὰ φαντάσματα εἶναι; Ἦ οὐδ' αὐτὰ φαντάσματα ἀλλ' οὐκ ἄνευ φαντασμάτων.
489Aristoteles, Analytica posteriora, 1, I 1; 8 (auctor 384BC-322BC)
Ἐνίων γάρ τοῦτον τόν τρόπον ἡ μάθησίς ἐστι, καί οὐ διά τοῦ μέσου τό ἔσχατον γνωρίζεται, ὅσα ἤδη τῶν καθ᾿ ἕκαστα τυγχάνει ὄντα καί μή καθ᾿ ὑποκειμένου τινός.
490Aristoteles, Analytica posteriora, 1, I 1; 10 (auctor 384BC-322BC)
Ὃ γάρ μή ᾔδει εἰ ἔστιν ἁπλῶς, τοῦτο πῶς ᾔδει ὅτι δύο ὀρθάς ἔχει ἁπλῶς; ἀλλά δῆλον ὡς ὡδί μέν ἐπίσταται, ὅτι καθόλου ἐπίσταται, ἁπλῶς δ᾿ οὐκ ἐπίσταται.
491Aristoteles, Analytica posteriora, 1, I 1; 11 (auctor 384BC-322BC)
Εἰ δέ μή, τό ἐν τῷ Μένωνι ἀπόρημα συμβήσεται· ἢ γάρ οὐδέν μαθήσεται ἢ ἃ οἶδεν.
492Aristoteles, Analytica posteriora, 1, I 2; 1 (auctor 384BC-322BC)
Ἐπίστασθαι δέ οἰόμεθ᾿ ἕκαστον ἁπλῶς, ἀλλά μή τόν σοφιστικόν τρόπον τόν κατά συμβεβηκός, ὅταν τήν τ᾿ αἰτίαν οἰώμεθα γινώσκειν δι᾿ ἣν τό πρᾶγμά ἐστιν, ὅτι ἐκείνου αἰτία ἐστί, καί μή ἐνδέχεσθαι τοῦτ᾿ ἄλλως ἔχειν.
493Aristoteles, Analytica posteriora, 1, I 2; 2 (auctor 384BC-322BC)
Δῆλον τοίνυν ὅτι τοιοῦτόν τι τό ἐπίστασθαί ἐστι· καί γάρ οἱ μή ἐπιστάμενοι καί οἱ ἐπιστάμενοι οἱ μέν οἴονται αὐτοί οὕτως ἔχειν, οἱ δ᾿ ἐπιστάμενοι καί ἔχουσιν, ὥστε οὗ ἁπλῶς ἐστίν ἐπιστήμη, τοῦτ᾿ ἀδύνατον ἄλλως ἔχειν.
494Aristoteles, Analytica posteriora, 1, I 2; 8 (auctor 384BC-322BC)
Ἀληθῆ μέν οὖν δεῖ εἶναι, ὅτι οὐκ ἔστι τό μή ὂν ἐπίστασθαι, οἷον ὅτι ἡ διάμετρος σύμμετρος.
495Aristoteles, Analytica posteriora, 1, I 2; 9 (auctor 384BC-322BC)
Ἐκ πρώτων δ᾿ ἀναποδείκτων, ὅτι οὐκ ἐπιστήσεται μή ἔχων ἀπόδειξιν αὐτῶν· τό γάρ ἐπίστασθαι ὧν ἀπόδειξίς ἐστι μή κατά συμβεβηκός, τό ἔχειν ἀπόδειξίν ἐστιν.
496Aristoteles, Analytica posteriora, 1, I 2; 15 (auctor 384BC-322BC)
Ἀρχή δ᾿ ἐστίν ἀποδείξεως πρότασις ἄμεσος, ἄμεσος δέ ἧς μή ἐστιν ἄλλη προτέρα.
497Aristoteles, Analytica posteriora, 1, I 2; 20 (auctor 384BC-322BC)
Ἀμέσου δ᾿ ἀρχῆς συλλογιστικῆς θέσιν μέν λέγω ἣν μή ἔστι δεῖξαι, μηδ᾿ ἀνάγκη ἔχειν τόν μαθησόμενόν τι· ἣν δ᾿ ἀνάγκη ἔχειν τόν ὁτιοῦν μαθησόμενον, ἀξίωμα· ἔστι γάρ ἔνια τοιαῦτα· τοῦτο γάρ μάλιστ᾿ ἐπί τοῖς τοιούτοις εἰώθαμεν ὄνομα λέγειν.
498Aristoteles, Analytica posteriora, 1, I 2; 21 (auctor 384BC-322BC)
Θέσεως δ᾿ ἡ μέν ὁποτερονοῦν τῶν μορίων τῆς ἀποφάνσεως λαμβάνουσα, οἷον λέγω τό εἶναί τι ἢ τό μή εἶναί τι, ὑπόθεσις, ἡ δ᾿ ἄνευ τούτου ὁρισμός.
499Aristoteles, Analytica posteriora, 1, I 2; 23 (auctor 384BC-322BC)
Ἐπεί δέ δεῖ πιστεύειν τε καί εἰδέναι τό πρᾶγμα τῷ τοιοῦτον ἔχειν συλλογισμόν ὃν καλοῦμεν ἀπόδειξιν, ἔστι δ᾿ οὗτος τῷ τάδ᾿ εἶναι ἐξ ὧν ὁ συλλογισμός, ἀνάγκη μή μόνον προγινώσκειν τά πρῶτα, ἢ πάντα ἢ ἔνια, ἀλλά καί μᾶλλον· ἀεί γάρ δι᾿ ὃ ὑπάρχει ἕκαστον, ἐκεῖνο μᾶλλον ὑπάρχει, οἷον δι᾿ ὃ φιλοῦμεν, ἐκεῖνο φίλον μᾶλλον.
500Aristoteles, Analytica posteriora, 1, I 2; 25 (auctor 384BC-322BC)
Οὐχ οἷόν τε δέ πιστεύειν μᾶλλον ὧν οἶδεν, ἃ μή τυγχάνει μήτε εἰδώς μήτε βέλτιον διακείμενος ἢ εἰ ἐτύγχανεν εἰδώς.