'μνήμα' - search in All Authors, Showing 1 to 30 of 30 hits

1Aulus Gellius, Noctes Atticae, 15, 20, 10; 14 (auctor c.125–c.180)
Sepulchrum autem eius et memoriam Macedones eo dignati sunt honore, ut in gloriae quoque loco praedicarent: οὔποτ' ἂν σόν μνῆμα, εὐρίπιδες, ὄλοιτό που, quod egregius poeta morte obita sepultus in eorum terra foret.
2Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 24; 31
a ἐκεῖ ἔθηκαν μετ’ αὐτοῦ εἰς τὸ μνῆμα, εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ, τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐν Γαλγαλοις, ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου, καθὰ συνέταξεν αὐτοῖς κύριος, καὶ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας.
3Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 10; 19
καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;
4Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 33; 23
καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ καὶ ἔρριψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ.
5Biblia, Novum testamentum graece, Lc, 24; 1
τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα.
6Biblia, Novum testamentum graece, Act, 2; 29
Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·
7Biblia, Novum testamentum graece, Apoc, 11; 9
καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς μνῆμα.
8Gregorius I, Dialogi, 77, 0178A (auctor 540-604)
Ἔλεγε δὲ οὗτος, ὅτι ἐν τῇ αὐτῇ τῆς Βαλερίας χώρᾳ τῶν Λογγοβάρδων εἰσελθόντων, μοναχοὶ ἐκ τοῦ μοναστηρίου τοῦ εὐλαβεστάτου ἀνδρὸς Ἐκυτίου, εἰς τὸ μνῆμα αὐτοῦ ἐν τῷ προλεχθέντι εὐκτηρίῳ προσέφυγον.
9Gregorius I, Dialogi, 77, 0238D (auctor 540-604)
Ἐν τῇ αὐτῇ τοῦ Ποπουλωνίου ἐκκλησίᾳ, ἧς καὶ προέστη, μνῆμα ἑαυτῷ ἡτοίμασεν.
10Gregorius I, Dialogi, 77, 0275B (auctor 540-604)
Τὸν οὖν προλεχθέντα τῆς μονῆς πατέρα ᾐτήσατο, ὅπως παραχωρήσῃ αὐτῷ, ἵνα μνῆμα ἑαυτῷ ἑτοιμάσῃ.
11Gregorius I, Dialogi, 77, 0275C (auctor 540-604)
Πρὸς ὃν ἐκεῖνος ἀπεκρίθη· Πρὸ σοῦ, τέκνον, ἐγὼ ἀποθνήσκω, ὅμως ἄπελθε, καὶ, καθὼς βούλει τὸ μνῆμά σου ἑτοίμασον.
12Gregorius I, Dialogi, 77, 0275C (auctor 540-604)
Ἀποκριθεὶς δὲ ὁ πρεσβύτερος, εἶπεν· Οἶδας, πάτερ, ὅτι κἀγὼ ἐν ταύταις ταῖς ἡμέραις ἀκολουθῶ σοι, καὶ τοὺς ἀμφοτέρους χωρῆσαι τὸ μνῆμα οὐ δύναται.
13Gregorius I, Dialogi, 77, 0275C (auctor 540-604)
Ὁ δὲ ἡγούμενος πρὸς αὐτὸν ἔφη· Οὕτω ποίησον καθὼς εἶπόν σοι, ὅτι τὸ μνῆμά σου τοὺς δύο ἡμᾶς ἔχει χωρῆσαι.
14Gregorius I, Dialogi, 77, 0275C (auctor 540-604)
Ἀπέθανεν οὖν, καὶ εἰς τὸ μνῆμα, ὅπερ ἑαυτῷ ὁ πρεσβύτερος ἦν ἑτοιμάσας, ἐτάφη.
15Gregorius I, Dialogi, 77, 0275D (auctor 540-604)
Τὸ δὲ σῶμα αὐτοῦ ὑπὸ τῶν ἀδελφῶν βασταχθὲν, εἰς τὸ μνῆμα, ὅπερ ἑαυτῷ ἦν ἑτοιμάσας, ἀπηνέχθη.
16Gregorius I, Dialogi, 77, 0275D (auctor 540-604)
Τὸ γὰρ σῶμα τοῦ πατρὸς τῆς μονῆς τεθὲν ἐν αὐτῷ, ὅλον τὸ μνῆμα ἐκράτει.
17Gregorius I, Dialogi, 77, 0278A (auctor 540-604)
Οἱ δὲ τὸ σῶμα τοῦ πρεσβυτέρου ἀγαγόντες ἀδελφοὶ, τὴν γεγονυῖαν αὐτοῖς δυσκολίαν πρὸς τὸ θάψαι αὐτὸν θεασάμενοι, εἷς ἐξ αὐτῶν ἀνέκραγε, λέγων· Αἲ, πάτερ ποῦ ἐστιν ὃ εἶπας, ὅτι τὸ μνῆμα τοῦτο τοὺς δύο ἔχει χωρῆσαι; Ἐν δὲ τῇ τούτου φωνῇ, πάντων θεωρούντων, αἴφνης τὸ σῶμα τοῦ ἡγουμένου, ὅπερ ἐκεῖσε ὕπτιον ἔκειτο, ἀφ' ἑαυτοῦ ἐστράφη εἰς πλάγην, καὶ τόπον ἐν τῷ μνήματι παρέσχεν, ἐν ᾧ ὀφείλει τοῦ πρεσβυτέρου τὸ σῶμα τεθεῖναι.
18Gregorius I, Dialogi, 77, 0374A (auctor 540-604)
Τοῦ δὲ σώματος αὐτοῦ τῇ ταφῇ παραδοθέντος, μετὰ χρόνον τινὰ πάντων θεωρούντων, ἐκ τοῦ μνήματος αὐτοῦ φλὸξ ἐξῆλθε, καὶ ἐπὶ τοσοῦτον τὰ ὀστᾶ αὐτοῦ κατέκαυσεν, ὥστε καὶ ὅλον τὸ μνῆμα καὶ τὴν γῆν τὴν ἐπάνω κειμένην καταφλέξαι.
19Gregorius I, Dialogi, 77, 0407B (auctor 540-604)
Μετὰ δὲ χρόνους δεκατέσσαρας, πλησίον τοῦ μνήματος ἐν ᾧ ἐτάφη, Πέτρος ὁ νυνὶ τῆς αὐτῆς μονῆς προεστὼς, μνῆμα ἑαυτῷ ποιῆσαι ἐθέλησε.
20Gregorius I, Dialogi, 77, 0415B (auctor 540-604)
Πρωΐας δὲ γενομένης, ἀνοίξαντες τὸ μνῆμα ἐν ᾧ αὐτὸς Βαλεντῖνος ταφεὶς ὑπῆρχεν, οὐχ εὗρον ἐκεῖσε τὸ σῶμα αὐτοῦ, ἔξω δὲ τῆς ἐκκλησίας ζητήσαντες, εὗρον ἐν ἑνὶ μνήματι τοῦτο ῥιφὲν δεδεμένον τοῖς ποσὶ καθὼς ἐκ τῆς ἐκκλησίας ὑπῆρχε συρέν.
21Gregorius I, Dialogi, 77, 0415C (auctor 540-604)
Οἵτινες ἐλθόντες, καὶ τὸ μνῆμα ἀνοίξαντες, τὰ μὲν ἐνδύματα αὐτοῦ σῶα καὶ ἄπτωτα εὗρον· ἅπερ μέχρι τοῦ νῦν ἐν τῇ αὐτῇ ἐκκλησίᾳ διὰ τὴν τοῦ πράγματος τούτου μαρτυρίαν φυλάττονται· τὸ δὲ σῶμα αὐτοῦ παντελῶς οὐχ εὗρον, ὡς ὅτι ἐν τῷ αὐτῷ μνήματι οὐκ ἐτάφη.
22Herodotus, Historiae, 7, 228, 3; 6 (auctor c.484BC-425BC)
μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι, μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδώς οὐκ ἔτλη Σπάρτης ἡγεμόνα προλιπεῖν.
23Hieronymus Stridonensis, De viris illustribus, 23, 0624C (auctor 340-420)
Οὗ ἔτι καὶ νῦν ἕτερον μνῆμα ἐν τῇ Ἐφέσῳ τυγχάνει.
24Homerus, Odyssea, 21, 1; 11 (auctor fl.700BC)
τό δ' οὔ ποτε δῖος Ὀδυσσεύς ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπί νηῶν ᾑρεῖτ', ἀλλ' αὐτοῦ μνῆμα ξείνοιο φίλοιο κέσκετ' ἐνί μεγάροισι, φόρει δέ μιν ἧς ἐπί γαίης.
25Iustinianus I Augustus, Epistola, 69, 0307A (auctor c.482–565)
Περὶ γὰρ τοῦ μακαρίου Ῥαββούλου τοῦ Ἐδέσης ἐπισκόπου, ἀνδρὸς ἐν ἐπισκόποις ἐπισήμου, οὗ τὸ μνῆμα θαύματα ποιεῖ μέχρι τῆς σήμερον, οὕτως φησὶν ἐν τῇ αὐτῇ ἀσεβεῖ ἐπιστολῇ· « Ὅτι ὁ τύραννος τῆς ἡμετέρας πόλεως, ὃν οὐδὲ αὐτὸς ἀγνοεῖς, προφάσει τῆς πίστεως οὐ μόνον τοὺς συζῶντας αὖτῷ διώκει, ἀλλὰ καὶ τοὺς ἤδη πάλαι πρὸς τὸν κύριον ἀπελθόντας ὧν εἷς ἐστιν ὁ μακάριος Θεόδωρος ὁ κήρυξ τῆς ἀληθείας, καὶ διδάσκαλος τῆς ἐκκλησίας, ὃς οὐ μόνον ἐν τῇ οἰκείᾳ ζωῇ τοὺς αἱρετικοὺς ἐκολάφισεν διὰ τῆς οἰκείας πίστεως, ἀλλὰ καὶ μετὰ θάνατον ὅπλα πνευματικὰ τοῖς ἰδίοις βιβλίοις τοῖς τῆς ἐκκλησίας τέκνοις κατέλειψεν, ὡς καὶ ἡ σὴ εὐλάβεια μετ' αὐτοῦ λαλήσασα γινώσκει, καὶ ἐκ τῶν παρ' αὐτοῦ συγγραφέντων ἐπίστευσε· τοῦτον ἐτόλμησεν ὁ πάντα τολμῶν ἐπ' ἐκκλησίας φανερῶς ἀναθεματίσαι.
26Plato, Hipparchus, p1, 229; 1 (auctor c.425BC-347BC)
ἐπ' ἀριστερὰ τοῦ Ἑρμοῦ ἑκάστου ἐπιγέγραπται λέγων ὁ Ἑρμῆς ὅτι ἐν μέσῳ τοῦ ἄστεος καὶ τοῦ δήμου ἕστηκεν, ἐν δὲ τοῖς ἐπὶ δεξιά – μνῆμα τόδ' Ἱππάρχου· στεῖχε δίκαια φρονῶν φησίν.
27Plato, Hipparchus, p1, 229; 2 (auctor c.425BC-347BC)
ἔστι δὲ τῶν ποιημάτων καὶ ἄλλα ἐν ἄλλοις Ἑρμαῖς πολλὰ καὶ καλὰ ἐπιγεγραμμένα· ἔστι δὲ δὴ καὶ τοῦτο ἐπὶ τῇ Στειριακῇ ὁδῷ, ἐν ᾧ λέγει – μνῆμα τόδ' Ἱππάρχου· μὴ φίλον ἐξαπάτα.
28Plato, Leges, 1h, 872; 3 (auctor c.425BC-347BC)
ἐὰν δὲ δοῦλος ἐλεύθερον ἑκών, εἴτε αὐτόχειρ εἴτε βουλεύσας, ἀποκτείνῃ καὶ ὄφλῃ τὴν δίκην, ὁ τῆς πόλεως κοινὸς δήμιος ἄγων πρὸς τὸ μνῆμα τοῦ ἀποθανόντος, ὅθεν ἂν ὁρᾷ τὸν τύμβον, μαστιγώσας ὁπόσας ἂν ὁ ἑλὼν προστάττῃ, ἐάνπερ βιῷ παιόμενος ὁ φονεύς, θανατωσάτω.
29Plato, Leges, 1k, 958; 6 (auctor c.425BC-347BC)
περὶ τελευτήσαντας δή, εἴτε τις ἄρρην εἴτε τις θῆλυς ᾖ, τὰ μὲν περὶ τὰ θεῖα νόμιμα τῶν τε ὑπὸ γῆς θεῶν καὶ τῶν τῇδε, ὅσα προσήκει τελεῖσθαι, τοὺς ἐξηγητὰς γίγνεσθαι κυρίους φράζοντας· θήκας δ' εἶναι τῶν χωρίων ὁπόσα μὲν ἐργάσιμα μηδαμοῦ, μήτε τι μέγα μήτε τι σμικρὸν μνῆμα, ἃ δὲ ἡ χώρα πρὸς τοῦτ' αὐτὸ μόνον φύσιν ἔχει, τὰ τῶν τετελευτηκότων σώματα μάλιστα ἀλυπήτως τοῖς ζῶσι δεχομένη κρύπτειν, ταῦτα ἐκπληροῦν, τοῖς δὲ ἀνθρώποις ὅσα τροφὴν μήτηρ οὖσα ἡ γῆ πρὸς ταῦτα πέφυκεν βούλεσθαι φέρειν, μήτε ζῶν μήτε τις ἀποθανὼν στερείτω τὸν ζῶνθ' ἡμῶν.
30Plato, Leges, 1k, 959; 2 (auctor c.425BC-347BC)
τὰς δὲ προθέσεις πρῶτον μὲν μὴ μακρότερον χρόνον ἔνδον γίγνεσθαι τοῦ δηλοῦντος τόν τε ἐκτεθνεῶτα καὶ τὸν ὄντως τεθνηκότα, εἴη δ' ἂν σχεδόν, ὡς τἀνθρώπινα, μέτρον ἔχουσα τριταία πρὸς τὸ μνῆμα ἐκφορά.