'μνήμη' - search in All Authors, Showing 1 to 150 of 150 hits

1Agatho papa, Epistolae, 87, 1198A
Καὶ ἐν ὅσῳ πρὸς τὸν ἐν εὐσεβεῖ τῆ μνήμῃ Λέοντα τὸν βασιλέα τὸ σύμβολον τῆς ἀληθοῦς ὁμολογίας σαφηνίζει, καὶ τοῦ Λόγου καὶ τῆς σαρκὸς ἓν πρόσωπον εἶναι ἀληθῶς κηρύττει, ὅμως τὴν ὁδὸν τῆς ἐννοίας διανοίγει, ἵνα ἐκ τῶν ποιοτήτων αὐτῶν τῶν ἔργων τοῦ Χριστοῦ, τουτέστιν ἐκ τῆς φυσικῆς ἐνεργείας μία ἑκάστη τῶν καθ' ὑπόστασιν ἐν τῷ Χριστῷ ἑνωθεισῶν φύσεων, ποίας ἐστὶν οὐσίας, ἐπιγνωσθῇ· οὐδὴ γὰρ ἐνταῦθα ὁ κήρυξ τῆς ἀληθείας προσεδέξατο, ἵνα τὴν ἀνθρωπίνην ἐνέργειαν, ἣν χρονικῶς ὁ Κύριος μετὰ τῆς ἀνθρωπότητος ἔλαβε, τῇ ἀϊδίῳ αὐτοῦ οὐσίᾳ προσκυρώσῃ, ἢ τῇ θείᾳ αὐτοῦ οὐσίᾳ τῆς ἀνθρωπίνης ἐνεργείας τὸ μέτρον ἐπιγραφῇ· ἀλλὰ μενούσης οὐδὲν ἧττον τῆς ἑνώσεως [ἑνότητος] τοῦ προσώπου, τὰς φύσεις, αἵτινες ἐν τῷ Χριστῷ καθ' ὑπόστασιν, ἡνώθησαν, ἐκ τῶν ἰδίων ἐνεργειῶν ἐπέγνω.
2Agatho papa, Epistolae, 87, 1198D
Οὐκ ἐλλείψουσι δὲ καὶ ἄλλων σεβασμίων Πατέρων δεδοκιμασμέναι μαρτυρίαι τῶν δύο φανερῶς λεγόντων φυσικὰς ἐνεργείας ἐν τῷ Χριστῷ, ἵνα σιωπῇ παραδράμωμεν τὸν ἅγιον Κύριλλον τὸν Ἱεροσολύμων, τὸν ἅγιον Ἰωάννην τὸν Κωνσταντινουπόλεως, ἢ ὁσοιδήποτε μετὰ ταῦτα ὑπὴρ τῆς ὀρθότητος τῆς σεβασμίας ἐν Χαλκηδόνι συνόδου, καὶ τοῦ τόμου τοῦ ἁγίου Λέοντος ἀπολογούμενοι τοὺς ἐπιπόνους ἀγῶνας κατὰ τῶν συγχεουσῶν αἱρέσεων ἐπεδείξαντο [ἀπεδείξαντο], ὧντινων ἀπὸ τῆς πλάνης καὶ ἡ τοῦ καινοῦ δόγματος κατῆλθε σειρὰ [φάσις], τουτέστιν ὁ τῆς μακαρίας μνήμης Ἰωάννης ὁ Σκυθοπόλεως ἐπίσκοπος, Εὐλόγιος ὁ Ἀλεξανδρείας πρόεδρος, Εὐφραίμιος καὶ Ἀναστάσιος ὁ μέγας, τῆς Θεουπόλεως Ἐκκλησίας οἱ ἄξιοι καθηγεμόνες, καὶ ὁ ὑπὲρ πάντας ζηλωτὴς τῆς ἀληθείας καὶ ἀποστολικῆς πίστεως, ὁ ἐν εὐσεβεῖ τῇ μνήμῃ Ἰουστινιανὸς ὁ βασιλεὺς, οὗτινος ἡ ὁρθότης τῆς πίστεως ὁπόσον ὑπὲρ τῆς εἰλικρινοῦς ὁμολογίας τῷ Θεῷ ἤρεσε, τοσοῦτον τὴν Χριστιανικωτάτην πολιτείαν ὕψωσε.
3Agatho papa, Epistolae, 87, 1198D
Καὶ μέχρι τοῦ νῦν ἀπὸ πάντων τῶν ἐθνῶν ἡ αὐτοῦ θεοσεβὴς μνήμη προσκυνήσεως ἀξιοῦται.
4Agatho papa, Epistolae, 87, 1202A
Ὅπως [τούτων] δὲ καὶ τῶν θεομισήτων αἱρετικῶν, ὧν καθὼς τὰς προσηγορίας ὁμοίως βδελυττόμεθα καὶ τὰ ῥήματα, πρὸς ἔνδειξιν καὶ μόνον τούτων, οἷς τισιν οἱ τοῦ καινοῦ δόγματος ἐφευρεταὶ ἓν ἐν τῷ Χριστῷ λέγοντες θέλημα καὶ ἐνέργειαν ἠκολούθησαν, ὀλίγα τινὰ ἐκ τῶν καταράτων αὐτῶν ῥημάτων ἐπισυνήψαμεν· Ἀπολλιναρίου αἱρετικοῦ κατὰ Διοδώρου πρὸς τὸ κείμενον ἐν τῷ ἠδίκτῳ τῆς ὀρθοδόξου πίστεως τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ Ἰουστινιανοῦ τοῦ βασιλέως· Ὄργανον καὶ τὸ κινοῦν μίαν πέφυκεν ἀποτελεῖν τὴν ἐνέργειαν· ὧν δὲ μία ἐνέργεια, τούτων μία ἐστὶν οὐσία, μία ἄρα οὐσία τοῦ Λόγου καὶ τῆς σαρκός.
5Agatho papa, Epistolae, 87, 1211C
Ὅθεν καὶ ἔπαινος ἀπὸ πάντων τῶν ἐθνῶν τῶν Χριστιανῶν, καὶ αἰωνίζουσα μνήμη, καὶ συνεχὴς εὐχὴ πλεονάσει ὑπὲρ ῥώσεως, καὶ τῆς δωρηθησομένης τροπαιούχου καὶ τελείας νίκης ἀπὸ τοῦ Δεσπότου Χρίστοῦ, οὗτινος καὶ τὸ πρᾶγμα ἐστιν, ὅπως τῆς ἀνωτάτης μεγαλειότητος τῷ φόβῳ πληγέντα τὰ γένη τῶν ἐθνῶν ὑπὸ τοῖς σκηπτροις τοῦ ῥωμαλέου ὑμῶν κράτους τοὺς ἑαυτῶν αὐχένας ταπεινωθέντες ὑποστρώσωσιν, ἵνα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας κραταιωθῇ ἡ δυναστεία, ἕως τὸ χρονικὸν κράτος ἡ διαιωνίζουσα μακαριότης τῆς οὐρανίου [ἀιδίου] διαδέξηται βασιλείας.
6Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611C
Καὶ ἀφηγήσατο αὐτοῖς πάντα καθεξῆς, ὅσα ἡ μνήμη ἀνέσωσε, καὶ τοῦτο εἶπεν· Ὅτι ἐγὼ δόγμα ἴδιον οὐκ ἔχω, ἀλλὰ τὸ κοινὸν τῆς Ἐκκλησίας τῆς καθολικῆς.
7Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619C
Ταῦτα, ὅσα ἡ μνήμη κατέχει, τὰ κεκινημένα τε καὶ εἰρημένα· καὶ εἰς τοιοῦτον τὰ κατ' αὐτοὺς κατέληξε τέλος· ἄπολύσαντες καὶ τὸν ἅγιον γέροντα τοῦ σεκρέτου, ἐν τῇ φρουρᾷ.
8Aristoteles, Physica, 7, 5; 13
αἱ μὲν οὖν ἐν τῇ πράξει κατὰ τὴν αἴσθησίν εἰσιν, ὥσθ' ὑπ' αἰ σθητοῦ τινὸς κινεῖσθαι, αἱ δ' ἐν τῇ μνήμῃ καὶ ἐν τῇ ἐλ πίδι ἀπὸ ταύτης εἰσίν· ἢ γὰρ οἷα ἔπαθον μεμνημένοι ἥδονται, ἢ ἐλπίζοντες οἷα μέλλουσιν.
9Aristoteles, Analytica posteriora, 2, II 19; 13 (auctor 384BC-322BC)
Ἐκ μέν οὖν αἰσθήσεως γίνεται μνήμη, ὥσπερ λέγομεν, ἐκ δέ μνήμης πολλάκις τοῦ αὐτοῦ γινομένης ἐμπειρία· αἱ γάρ πολλαί μνῆμαι τῷ ἀριθμῷ ἐμπειρία μία ἐστίν.
10Aristoteles, De generatione et corruptione, 2, 6, 12; 29 (auctor 384BC-322BC)
Τί οὖν ἐστὶ τὸ κινοῦν πρῶτον καὶ αἴτιον τῆς κινήσεως; οὐ γὰρ δὴ ἡ φιλία καὶ τὸ νεῖκος, ἀλλά τινος κινήσεως ταῦτα αἴτια· εἰ δ´ ἔστιν, ἐκεῖνο ἀρχή· ἄτοπον δὲ καὶ εἰ ἡ ψυχὴ ἐκ τῶν στοιχείων ἢ ἕν τι αὐτῶν· αἱ γὰρ ἀλλοιώσεις αἱ τῆς ψυχῆς πῶς ἔσονται, οἷον τὸ μουσικὸν εἶναι καὶ πάλιν ἄμουσον, ἢ μνήμη ἢ λήθη; δῆλον γὰρ ὅτι εἰ μὲν πῦρ ἡ ψυχή, τὰ πάθη ὑπάρξει αὐτῇ ὅσα πυρὶ ᾗ πῦρ· εἰ δὲ μικτόν, τὰ σωματικά· τούτων δ´ οὐδὲν σωματικόν.
11Aristoteles, De memoria et reminiscentia, 1; 4 (auctor 384BC-322BC)
Ἡ δὲ μνήμη τοῦ γενομένου· τὸ δὲ παρὸν ὅτε πάρεστιν, οἷον τοδὶ τὸ λευκὸν ὅτε.
12Aristoteles, De memoria et reminiscentia, 1; 6 (auctor 384BC-322BC)
Ἔστι μὲν οὖν ἡ μνήμη οὔτε αἴσθησις οὔτε ὑπόληψις, ἀλλὰ τούτων τινὸς ἕξις ἢ πάθος, ὅταν γένηται χρόνος.
13Aristoteles, De memoria et reminiscentia, 1; 7 (auctor 384BC-322BC)
Τοῦ δὲ νῦν ἐν τῷ νῦν οὐκ ἔστι μνήμη, καθάπερ εἴρηται καὶ πρότερον, ἀλλὰ τοῦ μὲν παρόντος αἴσθησις, τοῦ δὲ μέλλοντος ἐλπίς, τοῦ δὲ γενομένου μνήμη.
14Aristoteles, De memoria et reminiscentia, 1; 8 (auctor 384BC-322BC)
Διὸ μετὰ χρόνου πᾶσα μνήμη.
15Aristoteles, De memoria et reminiscentia, 1; 15 (auctor 384BC-322BC)
Ἡ δὲ μνήμη καὶ ἡ τῶν νοητῶν οὐκ ἄνευ φαντάσματός ἐστιν.
16Aristoteles, De memoria et reminiscentia, 1; 18 (auctor 384BC-322BC)
Εἰ δὲ τῶν νοητικῶν τι μορίων ἦν, οὐκ ἂν ὑπῆρχε πολλοῖς τῶν ἄλλων ζῴων, ἴσως δ’ οὐδενὶ τῶν θνητῶν, ἐπεὶ οὐδὲ νῦν πᾶσι διὰ τὸ μὴ πάντα χρόνου αἴσθησιν ἔχειν· ἀεὶ γὰρ ὅταν ἐνεργῇ τῇ μνήμῃ, καθάπερ καὶ πρότερον εἴπομεν, ὅτι εἶδε τοῦτο ἢ ἤκουσεν ἢ ἔμαθε, προσαισθάνεται ὅτι πρότερον· τὸ δὲ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἐστίν.
17Aristoteles, De memoria et reminiscentia, 1; 19 (auctor 384BC-322BC)
Τίνος μὲν οὖν τῶν τῆς ψυχῆς ἐστὶν ἡ μνήμη, φανερόν, ὅτι οὗπερ καὶ ἡ φαντασία· καὶ ἔστι μνημονευτὰ καθ’ αὑτὰ μὲν ὅσα ἐστὶ φανταστά, κατὰ συμβεβηκὸς δὲ ὅσα μὴ ἄνευ φαντασίας.
18Aristoteles, De memoria et reminiscentia, 1; 22 (auctor 384BC-322BC)
Διὸ καὶ τοῖς μὲν ἐν κινήσει πολλῇ διὰ πάθος ἢ δι’ ἡλικίαν οὖσιν οὐ γίνεται μνήμη, καθάπερ ἂν εἰς ὕδωρ ῥέον ἐμπιπτούσης τῆς κινήσεως καὶ τῆς σφραγῖδος· τοῖς δὲ διὰ τὸ ψήχεσθαι, καθάπερ τὰ παλαιὰ τῶν οἰκοδομημάτων, καὶ διὰ σκληρότητα τοῦ δεχομένου τὸ πάθος οὐκ ἐγγίνεται ὁ τύπος.
19Aristoteles, De memoria et reminiscentia, 1; 25 (auctor 384BC-322BC)
Ἀλλ’ εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνήμην, πότερον τοῦτο μνημονεύει τὸ πάθος, ἢ ἐκεῖνο ἀφ’ οὖ ἐγένετο; Εἰ μὲν γὰρ τοῦτο, τῶν ἀπόντων οὐδὲν ἂν μνημονεύοιμεν· εἰ δ’ ἐκεῖνο, πῶς αἰσθανόμενοι τούτου μνημονεύομεν, οὗ μὴ αἰσθανόμεθα, τὸ ἀπόν; Εἴτ’ ἐστὶν ὅμοιον ὥσπερ τύπος ἢ γραφὴ ἐν ἡμῖν, τούτου αὐτοῦ ἡ αἴσθησις διὰ τί ἂν εἴη μνήμη ἑτέρου, ἀλλ’ οὐκ αὐτοῦ τούτου; Ὁ γὰρ ἐνεργῶν τῇ μνήμῃ θεωρεῖ τὸ πάθος τοῦτο καὶ αἰσθάνεται τούτου.
20Aristoteles, De memoria et reminiscentia, 1; 30 (auctor 384BC-322BC)
Καὶ διὰ τοῦτο ἐνίοτ’ οὐκ ἴσμεν, ἐγγινομένων ἡμῖν ἐν τῇ ψυχῇ τοιούτων κινήσεων ἀπὸ τοῦ αἰσθέσθαι πρότερον, εἰ κατὰ τὸ ᾐσθῆσθαι συμβαίνει, καὶ εἰ ἔστι μνήμη ἢ οὒ διστάζομεν· ὁτὲ δὲ συμβαίνει ἐννοῆσαι καὶ ἀναμνησθῆναι ὅτι ἠκούσαμέν τι πρότερον ἢ εἴδομεν.
21Aristoteles, De memoria et reminiscentia, 1; 35 (auctor 384BC-322BC)
Τί μὲν οὖν ἐστὶ μνήμη καὶ τὸ μνημονεύειν, εἴρηται, ὅτι φαντάσματος, ὡς εἰκόνος οὗ φάντασμα, ἕξις, καὶ τίνος μορίου τῶν ἐν ἡμῖν, ὅτι τοῦ πρώτου αἰσθητικοῦ, καὶ ᾧ χρόνου αἰσθανόμεθα.
22Aristoteles, De memoria et reminiscentia, 2; 3 (auctor 384BC-322BC)
Οὔτε γὰρ μνήμης ἐστὶν ἀνάληψις ἡ ἀνάμνησις οὔτε λῆψις· ὅταν γὰρ τὸ πρῶτον ἢ μάθῃ ἢ πάθῃ, οὔτ’ ἀναλαμβάνει μνήμην οὐδεμίαν (οὐδεμία γὰρ προγέγονεν) οὔτ’ ἐξ ἀρχῆς λαμβάνει· ὅταν δὲ ἐγγένηται ἡ ἕξις καὶ τὸ πάθος, τότε ἡ μνήμη ἐστίν.
23Aristoteles, De memoria et reminiscentia, 2; 8 (auctor 384BC-322BC)
Τὸ δὲ μνημονεύειν συμβαίνει, καὶ μνήμη ἀκολουθεῖ.
24Aristoteles, De memoria et reminiscentia, 2; 47 (auctor 384BC-322BC)
Ὅταν οὖν ἅμα ἥ τε τοῦ πράγματος γίνηται κίνησις καὶ ἡ τοῦ χρόνου, τότε τῇ μνήμῃ ἐνεργεῖ.
25Aristoteles, De memoria et reminiscentia, 2; 49 (auctor 384BC-322BC)
Ἐνεργοῦντα δὲ τῇ μνήμῃ μὴ οἴεσθαι ἀλλὰ λανθάνειν μεμνημένον οὐκ ἔστιν· τοῦτο γὰρ ἦν αὐτὸ τὸ μεμνῆσθαι.
26Aristoteles, De sensu et sensibilibus, 1; 3 (auctor 384BC-322BC)
Φαίνεται δὲ τὰ μέγιστα, καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τῶν ζῴων, κοινὰ τῆς ψυχῆς ὄντα καὶ τοῦ σώματος, οἷον αἴσθησις καὶ μνήμη καὶ θυμὸς καὶ ἐπιθυμία καὶ ὅλως ὄρεξις, καὶ πρὸς τούτοις ἡδονή τε καὶ λύπη· καὶ γὰρ ταῦτα σχεδὸν ὑπάρχει πᾶσι τοῖς ζῴοις.
27Aristoteles, Ethica Nicomachea, 9, 7; 10 (auctor 384BC-322BC)
ἡδεῖα δ' ἐστὶ τοῦ μὲν παρόντος ἡ ἐνέργεια, τοῦ δὲ μέλλοντος ἡ ἐλπίς, τοῦ δὲ γεγενημένου ἡ μνήμη· ἥδιστον δὲ τὸ κατὰ τὴν ἐνέργειαν, καὶ φιλητὸν ὁμοίως.
28Aristoteles, Ethica Nicomachea, 9, 7; 12 (auctor 384BC-322BC)
ἥ τε μνήμη τῶν μὲν καλῶν ἡδεῖα, τῶν δὲ χρησίμων οὐ πάνυ ἢ ἧττον· ἡ προσδοκία δ' ἀνάπαλιν ἔχειν ἔοικεν.
29Aristoteles, Historia animalium, 7, VII 1; 13 (auctor 384BC-322BC)
Αἵ τε γάρ νέαι πάμπαν ἀφροδισιαζόμεναι ἀκολαστότεραι γίνονται καί οἱ ἄρρενες, ἐάν τ’ ἐπί θάτερα ἐάν τ’ ἐπ’ ἀμφότερα ἀφυλακτήσωσιν· οἵ τε γάρ πόροι ἀναστομοῦνται, καί ποιοῦσιν εὔρουν τό σῶμα ταύτῃ· καί ἅμα ἡ τότε μνήμη τῆς συμβαινούσης ἡδονῆς ἐπιθυμίαν ποιεῖ τῆς τότε γινομένης ὁμιλίας.
30Aristoteles, Magna moralia, 1, 5, 2; 3 (auctor 384BC-322BC)
ἐν μὲν δὴ τῷ λόγον ἔχοντι ἐγγίνεται φρόνησις ἀγχίνοια σοφία εὐμάθεια μνήμη καὶ τὰ τοιαῦτα, ἐν δὲ τῷ ἀλόγῳ αὗται αἱ ἀρεταὶ λεγόμεναι, σωφροσύνη δικαιοσύνη ἀνδρεία ὅσαι ἄλλαι τοῦ ἤθους δοκοῦσιν ἐπαινεταὶ εἶναι.
31Aristoteles, Magna moralia, 2, 12, 5; 6 (auctor 384BC-322BC)
ὁ οὖν πατὴρ εὐνοεῖ πως πρὸς τὸν υἱὸν αὑτοῦ ὄντα ποίημα, τῇ μνήμῃ καὶ τῇ ἐλπίδι ἀγόμενος διὸ μᾶλλον φιλεῖ ὁ πατὴρ τὸν υἱὸν ἢ ὁ υἱὸς τὸν πατέρα.
32Aristoteles, Metaphysica, 1, 1; 5 (auctor 384BC-322BC)
φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίγνεται τὰ ζῷα, ἐκ δὲ ταύτης τοῖς μὲν αὐτῶν οὐκ ἐγγίγνεται μνήμη, τοῖς δ' ἐγγίγνεται.
33Aristoteles, Metaphysica, 1, 1; 6 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο ταῦτα φρονιμώτερα καὶ μαθητικώτερα τῶν μὴ δυναμένων μνημονεύειν ἐστί, φρόνιμα μὲν ἄνευ τοῦ μανθάνειν ὅσα μὴ δύναται τῶν ψόφων ἀκούειν (οἷον μέλιττα κἂν εἴ τι τοιοῦτον ἄλλο γένος ζῴων ἔστι) , μανθάνει δ' ὅσα πρὸς τῇ μνήμῃ καὶ ταύτην ἔχει τὴν αἴσθησιν.
34Aristoteles, Physica, 7, 3; 19 (auctor 384BC-322BC)
αἱ μὲν οὖν ἐν τῇ πράξει κατὰ τὴν αἴσθησίν εἰσιν, ὥσθ' ὑπ' αἰσθητοῦ τινὸς κινεῖσθαι, αἱ δ' ἐν τῇ μνήμῃ καὶ ἐν τῇ ἐλπίδι ἀπὸ ταύτης εἰσίν· ἢ γὰρ οἷα ἔπαθον μεμνημένοι ἥδονται, ἢ ἐλπίζοντες οἷα μέλλουσιν.
35Aristoteles, Problemata, 4, 27; 21 (auctor 384BC-322BC)
Διὰ τοῦτο ὅσοι ἂν μὴ πρὸ ἥβης ἀλλὰ περὶ ἥβην ἐθισθῶσιν ἀφροδισιάζεσθαι, διὰ τὸ γίνεσθαι αὐτοῖς ἐν τῇ χρείᾳ τὴν μνήμην, ἅμα δὲ τῇ μνήμῃ τὴν ἡδονήν, διὰ δὲ τὸ ἔθος ὥσπερ πεφυκότες ἐπιθυμοῦσι πάσχειν· τὰ μέντοι πολλὰ καὶ τὸ ἔθος ὥσπερ πεφυκόσι γίνεται.
36Aristoteles, Problemata, 7, 2; 1 (auctor 384BC-322BC)
Ἢ οὐδὲ τοῦτο ἀεί, ἀλλ´ ἐὰν ὀργῶν τύχῃ τὸ σῶμα καὶ οὕτω διακείμενον ὥστε τὸ ὑγρὸν ἀναθερμαίνεσθαι; τότε γὰρ ἡ μνήμη τὴν κίνησιν ποιεῖ, ὥσπερ καὶ πρὸς ἀφροδίσια καὶ ἐδωδήν· τὸ γὰρ ποιῆσαν μνήμην εἶναι τὸ ἔχον ὁρμὴν πρὸς τὸ φαντασθὲν πάθος.
37Aristoteles, Rhetorica, 1, 6, 15; 16 (auctor 384BC-322BC)
ἔτι εὐφυΐα, μνήμη, εὐμάθεια, ἀγχίνοια, πάντα τὰ τοιαῦτα· ποιητικαὶ γὰρ αὗται ἀγαθῶν αἱ δυνάμεις εἰσίν.
38Aristoteles, Rhetorica, 2, 12, 8; 7 (auctor 384BC-322BC)
καὶ ζῶσι τὰ πλεῖστα ἐλπίδι· ἡ μὲν γὰρ ἐλπὶς τοῦ μέλλοντός ἐστιν ἡ δὲ μνήμη τοῦ παροιχομένου, τοῖς δὲ νέοις τὸ μὲν μέλλον πολὺ τὸ δὲ παρεληλυθὸς βραχύ· τῇ γὰρ πρώτῃ ἡμέρᾳ μεμνῆσθαι μὲν οὐδὲν οἷόν τε, ἐλπίζειν δὲ πάντα.
39Aristoteles, Rhetorica, 2, 13, 12; 14 (auctor 384BC-322BC)
καὶ ζῶσι τῇ μνήμῃ μᾶλλον ἢ τῇ ἐλπίδι· τοῦ γὰρ βίου τὸ μὲν λοιπὸν ὀλίγον τὸ δὲ παρεληλυθὸς πολύ, ἔστι δὲ ἡ μὲν ἐλπὶς τοῦ μέλλοντος ἡ δὲ μνήμη τῶν παροιχομένων· ὅπερ αἴτιον καὶ τῆς ἀδολεσχίας αὐτοῖς· διατελοῦσι γὰρ τὰ γενόμενα λέγοντες· ἀναμιμνησκόμενοι γὰρ ἥδονται.
40Aristoteles, Topica, 4, IV 4; 44 (auctor 384BC-322BC)
Ἡ μνήμη ἄρα ἐν τῇ ἐπιστήμῃ, ἐπειδή μονή τῆς ἐπιστήμης ἐστίν· τοῦτο δ᾿ οὐκ ἐνδέχεται· μνήμη γάρ πᾶσα ἐν ψυχῇ.
41Aristoteles, Topica, 4, IV 4; 45 (auctor 384BC-322BC)
Ἔστι δ᾿ ὁ εἰρημένος τόπος καί πρός τό συμβεβηκός κοινός· οὐδέν γάρ διαφέρει τῆς μνήμης γένος τήν μονήν εἰπεῖν ἢ συμβεβηκέναι φάσκειν αὐτῇ τοῦτο· εἰ γάρ ὁπωσοῦν ἐστίν ἡ μνήμη μονή ἐπιστήμης, ὁ αὐτός ἁρμόσει περί αὐτῆς λόγος.
42Aristoteles, Topica, 4, IV 5; 2 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ τήν μνήμην ἕξιν καθεκτικήν ὑπολήψεως εἶπεν· οὐδεμία γάρ μνήμη ἕξις, ἀλλά μᾶλλον ἐνέργεια.
43Auctores varii 008, Monumenta vetera, 8, 0678B
Συντετέλεσται δῆτα καθ' ἡμᾶς ἅπαντα, ὁπηνίκα τῶν μὲν προσευκτηρίων τοὺς οἴκους ἐξ ὕψους εἰς ἔδαφος αὐτοῖς θεμελίοις καταῤῥιπτουμένους, τὰς δὲ ἐνθέους καὶ ἱερας Γραφὰς κατὰ μέσας ἀγορὰς πυρὶ παραδιδομένας αὐτοῖς ἐπείδομεν ὀφθαλμοῖς· τούς τε τῶν ἐκκλησιῶν ποιμένας αἰσχρῶς ὦδε κᾀκεῖσε κρυπταζομένους· τοὺς δὲ ἀσχημόνως ἁλισκομένους, καὶ πρὸς τῶν ἐχθρῶν καταπαιζομένους· ὅτε καὶ κατ' ἄλλον προφητικὸν λόγον, ἐξεχύθη ἐξουδένωσις ἐπ' ἄρχοντας αὐτῶν· καὶ ἐπλάνησεν αὐτούς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ ἀλλὰ τούτων μὲν οὐχ ἠμέτερον διαγράφειν τὰς ἐπὶ τέλει σκυθρωπὰς συμφοράς· ἐπεὶ καὶ τὰς πρόσθεν τοῦ διωγμοῦ διαστάσεις τε αὐτῶν εἰς ἀλλήλους καὶ ἀτοπίας, οὐχ ἠμῖν οἰκεῖον μνήμῃ παραδιδόναι· διὸ καὶ πλέον οὐδὲν ἱστωρῆσαι περὶ αυτῶν ἔγνωμεν, ἢ δι' ὧ ἂν τὴν θείαν δικαιώσαιμεν κρίσιν.
44Augustinus Hipponensis, De cura pro mortuis gerenda, 40, 0596 (auctor 354-430)
Propter quod et Graeci μνημεῖον vocant, quod nos Memoriam seu Monumentum appellamus; quoniam lingua eorum memoria ipsa qua meminimus μνήμη dicitur.
45Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 29; 5
ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·
46Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 96; 12
εὐφράνθητε, δίκαιοι, ἐπὶ τῷ κυρίῳ καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.
47Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 10; 7
μνήμη δικαίων μετ’ ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται.
48Biblia, Biblia graeca iuxta LXX interpretes, Ecl, 1; 11
οὐκ ἔστιν μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενομένοις οὐκ ἔσται αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην.
49Biblia, Biblia graeca iuxta LXX interpretes, Ecl, 2; 16
ὅτι οὐκ ἔστιν μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα, καθότι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι τὰ πάντα ἐπελήσθη· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος;
50Biblia, Biblia graeca iuxta LXX interpretes, Ecl, 9; 5
ὅτι οἱ ζῶντες γνώσονται ὅτι ἀποθανοῦνται, καὶ οἱ νεκροὶ οὔκ εἰσιν γινώσκοντες οὐδέν· καὶ οὐκ ἔστιν αὐτοῖς ἔτι μισθός, ὅτι ἐπελήσθη ἡ μνήμη αὐτῶν·
51Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 4; 1
κρείσσων ἀτεκνία μετὰ ἀρετῆς· ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς, ὅτι καὶ παρὰ θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις.
52Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 4; 19
καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροῖς δι’ αἰῶνος, ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνεῖς καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων, καὶ ἕως ἐσχάτου χερσωθήσονται καὶ ἔσονται ἐν ὀδύνῃ, καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται.
53Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 16; 9
Τὰ ἔργα τῶν χειρῶν μου κατεύθυνον ἐν τόπῳ σου καὶ τὰ διαβήματά μου ἐν τῇ μνήμῃ σου διαφύλαξον.
54Constantinus I, Conciones, 8, 0435C (auctor c.272–337)
καὶ οὐδὲν σεμνύνεται· ἐπίσταται γὰρ, οἶμαι, καὶ τοῦτο θεόθεν δεδόσθαι, πρὸς τὸ ὑποστῆναι, καὶ πληρῶσαι προθύμως τὰ θεῖα προστάγματα· διαδέχεται δὴ τὸνδε τὸν βίον μνήμη διαρκὴς, καὶ αἰώνιος δόξα, μάλα εἰκότως· εἴπερ ὅ τε βίος σώφρων τοῦ μάρτυρος, καὶ τῶν παραγγελμάτων μνήμων ἡ τελευτὴ, πλήρης εὑρίσκεται μεγαλοψυχίας τε καὶ εὐγενείας· ὕμνοι δὴ μετὰ ταῦτα καὶ ψαλτήρια καὶ εὐφημίαι· καὶ πρὸς τὸν πάντων ἐπόπτην ἔπαινος.
55Constantinus I, Epistolae, 8, 0547A (auctor c.272–337)
διδάσκαλον τῆς ἐπιγνώσεως τοῦ ἁγίου Θεοῦ ταύτην τὴν λατρείαν ἔχειν ὁμολογῷ τούτου τοῦ Θεοῦ τὴν δύναμιν ἔχων σύμμαχον, ἑκ τῶν περάτων τοῦ Ὠκεανοῦ ἁρξάμενος, πᾶσαν ἐφεξῆς τὴν οἰκουμένην βεβαίοις σωτηρίοις ἐλπίσι διήγειρα· ὡς ἅπαντα ὅσα ὑπὸ τοσούτοις τυράννοις δεδουλωμένα, ταῖς καθημεριναῖς συμφοραῖς ἐνδόντα, ἐξίτηλα ἐφεγόνει (ταῦτα τὴν ἐπὶ τὸ κρεῖττον δι' ἐμοῦ βελτίωσιν δέξασθαι), τοῦτον τὸν Θεὸν ἀθανάτῳ μνήμῃ τιμᾷν ὁμολογῶ τοῦτον ἀκραιφνεῖ καὶ καθαρᾷ διανοίᾳ ἐν τοῖς ἀνωτάτω τυγχάνειν ὑπεραυγάζομαι.
56Dositheus, Hermeneumata Leidensia, II, 1; 1 (auctor c.350)
θεῶν ὀνόματα deorum nomina θεοὶ ἵλεοι dii propitii οὐράνιοι caelestes ἐπίγειοι terrestres θαλάσσιοι marini θεοὶ καταχθόνιοι dei inferni Δαίμονες Daemones Σκιά Vmbra Κρόνος Saturnus Ζεύς Iovis Ζεύς βροντῶν Iovis tonans Ζεύς ἀστράπτων Iovis coruscans Ζεύς κεραύνιος Iovis fulminans Ζεύς μέγιστος Iovis maximus Ζεύς κτήσιος Iovis peculiarius Πύλαιος Ianus geminus Ὀρθώσιος Stator Στρόφιος Vulturnus Ποσειδῶν Neptunus Ἥλιος Sol Χάρων Orcus Πλούτων Ditis Pater Σέραπις Serapis Διόνυσος Liber Pater Ἀπόλλων Apollo Ἀσκληπιός Aesculapius Ἡρακλῆς Hercules Ἡρμῆς Mercurius Πάν Silvanus Διόσκοροι Castores Πρίαπος Priapus Ἄρης Mars Βαίτυλος Abaddir Ἔρως Cupido Καρποφόρος Frugifer Ἐφιάλτης Incubus Αἰών Aeternus Δαίμων Genius Σιληνός Nysigena θεάων ὀνόματα dearum nomina Ῥέα Opis Ἥρα Iuno Ἀθηνᾶ Minerva Ἀφροδίτη Venus Γῆ Terra Τύχη Fortuna Ἄρτεμις Diana Σελήνη Luna Δημήτρα Ceres Λητώ Latona Ἶσις Isis Κόρη Proserpina Μοῦσαι Musae Ἑκάτη Trivia Μνήμη Memoria Ἠώς Aurora Νίκη Victoria Χάριτες Gratiae Μοῖραι Fata Ἐρινύες Furiae Ἀνθοφόρος Flora Ἐλπίς Spes Ἐνυώ Bellona Ἑστία Vesta Εὐσέβεια Pietas Εὐτυχία Felicitas Ὁμόνοια Concordia Ὑγεία Salus Ἡμέρα Dies Δι’ ἡμέρας Interdies Νύξ Nox Χθών Tellus Εἰλήθυια Nixa Ἀνδρεία Virtus Περσεφόνη Proserpina Μήτηρ θεῶν Mater deum Ἀμφιτρίτη Salacia Δικαιοσύνη Iustitia Νηρείδες Nereidae Πραξιδίκη Laverna Λευκοθέα Mater Matuta Πολυστέφανος Feronia Πίστις Fides Ἀξία Dignitas Πρόνοια Providentia Ἠώς Aurora Ἥβη Iuventas Μαῖα Maia Σωφροσύνη Pudicitia Ἐντροπή Reverentia Χαρά Gaudium Φήμη Fama
57Dositheus, Hermeneumata Leidensia, II, 29; 1 (auctor c.350)
ῥήτωρ orator γραμματικός grammaticus ἀναφώνησις declamatio ἀπόφασις sententia quae reis datur διήγησις enarratio ἀνάγνωσις lectio μῦθος fabula διάλεκτος disputatio ἀκροατήριον auditorium ἀκροαταί auditores ὄνομα nomen προσηγορικόν appellativum ποσότης quantitas εἶδος species τύπος forma πτῶσις casus χρόνος tempus ἁπλοῦς simplex ὁμοιότης similitudo ἀριθμός numerus ῥήμα verbum σύνδεσμος coniunctio ἑνικόν singulare ἀμφίβολον anceps σημεῖον signum βιβλίον librum τεῦχος volumen στίχον versum ἅμιλλα dictatum σελίδες paginae ἑλληνικόν grecum ῥωμαικόν latinum ὁρθόν rectum μεταφορά translatio δίκη causa κρίσις iudicium ὅρος terminum διάθεσις dispositio τόπος locus μνήμη memoria γεῦσις gustum ἀκοή auditus καθηγητής praeceptor διδάσκαλος magister μαθηταί discentes / discipuli συμμαθηταί condiscipuli διδαχή doctrina διδασκαλία eruditio ἐπιστήμη disciplina διόρθωσις emendatio / correctio στοιχεῖα elementa μέλη membra πύξον buxum ἔλεγχος titulus λόγος ratio
58Dositheus, Hermeneumata Leidensia, III, 1; 2 (auctor c.350)
Ἤδη οὖν ἀρξώμεθα ἑρμηνεύειν, καθὼς δυνάμεθα διδάσκειν κάλλιστα˙ ἀλλὰ τὰ κεφάλαια τῶν ὀνομάτων καὶ ῥημάτων ἑνὸς ἑκάστου [...] ταῦτα ἔσονται θείου Ἀδριανοῦ ἀποφάσεις καὶ ἐπιστολαί, ἐξ ὧν μείζων εὐχρηστία ἀκολουθεῖ ἀνθρώποις, ἀπὸ τούτου τοῦ ἄρχοντος ἐγένετο καὶ λαλιότης, διὸ ἀναγκαίως εἰσὶν ἀναγνωστέα καὶ μνήμῃ παραδοτέα, εἰ μέντοι θέλομεν Ῥωμαιστὶ λαλεῖν ἢ Ἑλληνιστὶ χωρὶς αἰτίας˙ οὕτως ἀρξώμεθα.
59Eugyppius Africae, Thesaurus, 62, 1021C (auctor c.465-c.533)
Propter quod et Graeci μνημεῖον vocant quod nos memoriam seu monumentum appellamus, quoniam lingua eorum memoria ipsa qua meminimus μνὴμη dicitur.
60Flauius Sosipater Charisius, Ars, p. 33, l. 3 (auctor c.362)
item feminina semper singularia, haec barba ὁ πώγων, haec culpa αἰτία ψόγος, haec eloquentia ἡ λογιότης, elegantia ἡ ἀστειότης, fames ὁ λιμός, haec Graecia ἡ Ἑλλάς, haec galla ἡ κηκίς, haec hara ὁ συφεός, haec labes ὁ ὄλισθος, haec lux τὸ φῶς, memoria ἡ μνήμη, malitia ἡ κακότης, pax ἡ εἰρήνη, prosapia ἡ προγονία, rabies ἡ λύσσα, supellex ἡ ἐνδομενεία, sanies ὁ λύθρος, socordia ἡ ἀδράνεια, sitis ἡ δίψα, tabes ἡ τηκεδών, uecordia ἡ ἄνοια, uis ἡ βία.
61Gregorius I, Dialogi, 77, 0234A (auctor 540-604)
Ἀνήρ τις πάνυ τῇ ζωῇ εὐλαβέστατος, Κωνστάντιος τοὔνομα, ἐπίσκοπος τῆς Ἀκυίνου πόλεως ὑπῆρχεν, ὅστις οὐ πρὸ πολλοῦ χρόνου ἐπὶ τοῦ προηγησαμένου με Ἰωάννου τοῦ ἐν μακαρίᾳ τῇ μνήμῃ γενομένου πατριάρχου ἐτελεύτησε.
62Gregorius I, Dialogi, 77, 0258A (auctor 540-604)
Τοῦτον δὲ πλεῖστοι καὶ ἐκ τῶν ἡμετέρων ἐγνώρισαν, καὶ τὰς αὐτοῦ πράξεις παρόντες κατώπτευσαν, περὶ οὗ κᾀγὼ αὐτὸς πολλὰ παρὰ τοῦ ἐν μακαρίᾳ τῇ μνήμῃ Πελαγίου τοῦ προηγησαμένου με, καὶ ἄλλων σπουδαίων ἀνδρῶν διηγουμένων μεμάθηκα.
63Gregorius I, Dialogi, 77, 0274B (auctor 540-604)
Ἐν τῇ χώρᾳ τῆς Βαλερίας πρᾶγμα γέγονεν, ὅπερ μοι βαλεντῖνος ὁ ἐν μακαρίᾳ τῇ μνήμῃ ἡγούμενός μου, ἐξηγησάμενος ἐγνώρισεν.
64Gregorius I, Dialogi, 77, 0423A (auctor 540-604)
Ἡνίκα γὰρ Ἀγάθων ὁ τῆς Πανόρμου ἐπίσκοπος, ὑπὸ τοῦ ὑποδόχου μου ἐν μακαρίᾳ τῇ μνήμῃ, ἐν τῷ καιρῷ προσταχθεὶς ἐλθεῖν εἰς τὴν Ῥώμην, ὑπέμεινε βίαν σφοδροτάτης καταιγίδος, οὕτως ἐκ τοσούτου κυμάτων κινδύνου φεύγειν ἀπελπισμένος ἦν.
65Hieronymus Stridonensis Auctores incerti, Graeca fragmenta libri nominum Hebraicorum, 23, 1157A (auctor 340-420)
Ζαχαρίας, μνήμη κυρίου.
66Hieronymus Stridonensis, Commentaria in Ioelem, 25, 0948A (auctor 340-420)
Zacharias, μνήμη Κυρίου, id est, memoria Domini.
67Hieronymus Stridonensis, De viris illustribus, 23, 0602 (auctor 340-420)
Προτρέπῃ, Δέξτρε, ὥστε Τραγκύλλῳ ἐπόμενόν με, τοὺς ἐκκλησιαστικοὺς συγγραφέας κατὰ τάξιν ἐκθέσθαι, καὶ ὅπερ ἐκεῖνος ἀπαριθμούμενος τοὺς περιφανεῖς ἄνδρας, τοὺς τὰ ἐθνικὰ συντάξαντας πεποίηκε, κᾀγὼ ἐν τοῖς ἡμετέροις ποιήσω, τοῦτ' ἐστιν, ἀπὸ τοῦ πάθους τοῦ Σωτῆρος ἄχρι τεσσαρεσκαιδεκάτου ἔτους Θεοδοσίου τοῦ βασιλέως, πάντας τοὺς ἐκ τῶν θείων γραφῶν συγγραψαμένους τε, καὶ τῇ μνήμῃ παραδεδωκότας, διὰ βραχέων φανερώσω.
68Hieronymus Stridonensis, De viris illustribus, 23, 0624A (auctor 340-420)
Καὶ ὥσπερ Λουκᾶς διηγεῖται τοὺς ἐν Ἰεροσολύμοις πιστεύσταντας πάντα ἐσχηκέναι κοινὰ, οὕτως κᾀκεῖνος ὅπερ ἐν Ἀλεξανδρείᾳ ἐπὶ Μάρκου τοῦ διδασκάλου ἐώρα γινόμενον, τῇ μνήμῃ παρέδωκε.
69Iustinianus I Augustus, Adversus Origenem, 69, 0183C (auctor c.482–565)
Εἰ δὲ ἐπὶ μόνοις διὰ τοῦ σώματος κολάζεται ἄνθρωπος παρὰ τοῦ κρίνοντος τὴν γῆν, ἢ τῆς δεούσης ἀξιοῦται τιμῆς, μνήμη δὲ οὐδεμία προγενεστέρων ἁμαρτημάτων, δῆλον ὅτι οὐ προϋπάρχουσι τῶν σωμάτων αἱ ψυχαί· εἰ γὰρ προϋπῆρχον, εἶπεν ἂν ὁ Ἀπόστολος, ὥσπερ τὰ διὰ τοῦ σώματος, οὕτω καὶ τὰ πρὸ τοῦ σώματος.
70Iustinianus I Augustus, Adversus Origenem, 69, 0255A (auctor c.482–565)
Οὐδὲν δὲ θαυμαστὸν, εἰ τῇ τῶν φύσεων ὀνομασίᾳ ἐχρήσατο ὁ τὴν ἀσεβῆ ἐκείνην ἐπιστολὴν γράψας· ἔθος γὰρ τοῖς αἱρετικοῖς πρὸς ἀπάτην τῶν ἁπλουστέρων ταῖς παρὰ τῶν ὀρθοδόξων εὐσεβῶς λεγομέναις φωναῖς κεχρῆσθαι, καὶ τὴν εὐσεβῆ τούτων ἔννοιάν τε καὶ ἐξήγησιν πρὸς τὴν οἰκείαν μεταφέρειν ἀνέβειαν· ἐπειδή ἐστιν ὅτε αἱ αὐταὶ φωναὶ καλῶς μὲν ἐξηγούμεναι, καὶ νοούμεναι, μετὰ τῆς εὐσεβείας εἰσὶ, κακῶς δὲ παρὰ τῶν αἱρετικῶν ἑρμηνευόμεναι, καὶ προφερόμεναι τὸ ἀσεβὲς ἔχουσιν· ἀμέλει Νεστόριον εἰπόντα μὲν δύο φύσεις καὶ ἓν πρόσωπον, μὴ ὁμολογοῦντα δὲ τούτων τὴν καθ' ὑπόστασιν ἕνωσιν, ἡ ἐν Ἐφέσῳ πρώτη ἁγία σύνοδος, ἧς ἐξῆρχον Κελεστῖνος καὶ Κύριλλος οἱ ἐν ὁσίᾳ τῇ μνήμῃ, οὐ προσεδέξατο, ἀλλὰ καὶ κατεδίκασεν.
71Iustinianus I Augustus, Adversus Origenem, 69, 0265C (auctor c.482–565)
Εἰ τοίνυν οἱ μηδὲν εἰς πίστιν πταίσαντες ἐπίσκοποι διὰ κατάστασιν ἐκκλησιαστικὴν, καὶ διὰ χρηματικὴν αἰτίαν ἀναθέματι καὶ μετὰ θάνατον ὑποβάλλονται, πόσῳ μᾶλλον Θεόδωρος ὁ εἰς αὐτὸν τὸν Θεὸν ἀσεβήσας; ὅσον δὲ πρὸς τὴν ἄνοιαν τῶν λεγόντων, μὴ δεῖν ἀναθεματίζεσθαι μετὰ θάνατον τοὺς ἐν τῇ οἰκείᾳ ἀσεβείᾳ τελευτῶντας, οὐ δεῖ μηδὲ τοὺς ἀδίκως κατακριθέντας πατέρας μετὰ θάνατον ἀνακαλεῖσθαι, ὅπερ συμβέβηκε καὶ ἐπὶ Ἰωάννῃ τῷ ἐν ὁσίᾳ τῇ μνημῃ ἐπισκόπῳ γενομένῳ Κωνσταντινουπόλεως ὑπὸ τῆς καθολικῆς ἐκκλησίας μετὰ θάνατον ἀνακληθέντι· καὶ ἐπὶ Φλαυιανῷ τῷ τῆς ὁσίας μνήμης καὶ αὐτῷ Κωνσταντινουπόλεως γενομένῳ ἐπισκόπῳ, ἀδίκως μὲν ἐν ζωῇ κατακριθέντι, δικαίως δὲ μετὰ θάνατον ἀνακληθέντι ὑπό τε τοῦ τῆς ὁσίας μνήμης Πάπα Λέοντος, καὶ τῆς ἐν Χαλκηδόνι ἁγίας συνόδου.
72Iustinianus I Augustus, Epistola, 69, 0307D (auctor c.482–565)
Τίς γὰρ χριστιανοῖς δύναται συναριθμεῖσθαι μὴ λέγων ἀσεβῆ τὴν ἐπιστολὴν, ἐν ᾗ τοιαῦται καὶ τοσαῦται περιέχονται βλασφημίαι; Ὁ γὰρ τὴν ἐπιστολὴν ἐκδικῶν τὴν τὸν ἅγιον Κύριλλον αἱρετικὸν καλοῦσαν, καὶ τὴν ἐν Ἐφέσῳ πρώτην σύνοδον ἐκβάλλουσαν, φανερῶς Νεστόριον καὶ τὴν αὐτοῦ ἀσέβειαν δέχεται, ὃν ἡ αὐτὴ ἐπιστολὴ λέγει δίχα κρίσεως καὶ ζητήσεως καταδικασθῆναι, καὶ οὐ διὰ τὰ δόγματα, ἀλλὰ διὰ τὸ μῖσος τῶν πολιτῶν εἰς τὴν ἐκκλησίαν μὴ ὑποστρέψαι· καὶ οὐ μόνον εἰς τοῦτο ἁμαρτάνει ὁ τὴν ἀσεβῆ ἐπιστολὴν ἐκδικῶν, ἀλλὰ καὶ Κελεστῖνον τὸν Πάπαν καταδικάζει, τὸν εἰπόντα περὶ Κυρίλλου, ὅτι ἡ πίστις Κυρίλλου, ἡμετέρα πίστις ἐστίν· καὶ ὁ τὰ δώδεκα κεφάλαια τοῦ ἐν ἁγίοις Κυρίλλου, ἐναντία τῇ ὀρθῇ πίστει λέγων ὑπάρχειν, οὐ μόνον αὐτὸν τὸν ἐν ἁγίοις Κύριλλον, καὶ τὸν ἐν μακαρίᾳ τῇ μνήμῃ Κελεστῖνον, καὶ τὴν πρώτην ἐν Ἐφέσῳ σύνοδον κατακρίνει, ἀλλὰ καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον καταδικάζει, τὴν πατέρα καὶ διδάσκαλον ἴδιον Κύριλλον ἐπιγραψαμένην· ὁπότε καὶ Λέοντα τὸν ἐν ἁγίοις πάπαν Ῥώμης ὁμοίως καταδικάζει, ὃς πρὸς τὴν ἐν Χαλκηδόνι σύνοδον γράφων, εἶπεν περὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου· « Οἱ ὅροι οἱ προενεχθέντες κατὰ Νεστορίου παρὰ Κυρίλλου τοῦ τῆς ἁγίας μνήμης ἐν βεβαίῳ μενέτωσαν.
73Leo II, Epistolae, 96, 0395C
Τοῦτο δὴ τοῦτο καὶ ὁ πανίερος ὑμῶν ἐπεδείξατο σύλλογος, καὶ τῆς εὐσεβείας ὑπερεμάχησε, δι' ὧν τῷ κοινῷ πατρὶ συνεμάχησε, καὶ τῆς αἱρετικῆς κατηνδραγάθησε φάλαγγος· ἀλλὰ τῇ μνήμῃ τῶν λεχθησομένων ὁ λόγος συστέλλεται, καὶ προσωτέρω βαίνειν ἀναχαιτίζεται.
74Markos monachos, Florilegium et opuscula, Florilegium, 2; 8 (auctor fl.1260)
Τὰ γὰρ ἔργα τῆς μοναχικῆς πολιτείας ταῦτά εἰσιν· ἐλευθερία ἀπὸ τῶν κοσμικῶν πραγμάτων καὶ ὁ ἐν προσευχῇ σωματικὸς κόπος καὶ ἡ ἀδιάλειπτος πρὸς θεὸν καρδίας μνήμη.
75Markos monachos, Florilegium et opuscula, Florilegium, 13; 3 (auctor fl.1260)
Οἱ γὰρ ἐχθροὶ οὐ παύονται ἀεὶ πολεμεῖν τὸν σωθῆναι βουλόμενον· ὀφείλει λοιπὸν καὶ αὐτὸς ἀεὶ ἀντιπολεμεῖν καὶ βοᾶν καὶ προσφεύγειν πρὸς τὸν δυνάμενον ῥύσασθαι αὐτόν, καὶ κἂν εἴτε ἐσθίει, εἴτε πίνει {cf. I Cor 10,31}, εἴτε ὁδεύει, εἴτε καθέζεται, εἴτε ἀνίσταται, εἴτε ἄλλο τι ποιεῖ, ἀδιαλείπτως κράζειν· «κύριε Ἰησοῦ Χριστὲ ἐλέησόν με – υἱὲ τοῦ θεοῦ βοήθησόν μοι», ἵνα αὕτη ἡ μνήμη τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐρεθίσῃ πρὸς πόλεμον τὸν ἐχθρόν.
76Markos monachos, Florilegium et opuscula, Florilegium, 13; 5 (auctor fl.1260)
Ἡ γὰρ μνήμη ἔχει κινῆσαι τὸν δράκοντα καὶ ἡ μνήμη ἔχει ἐλέγξαι τὴν ἐνοικοῦσαν ἐν ἡμῖν ἁμαρτίαν καὶ ἡ μνήμη ἔχει αὐτὴν δαπανῆσαι.
77Markos monachos, Florilegium et opuscula, Florilegium, 13; 6 (auctor fl.1260)
Καὶ ἡ μνήμη ἔχει κινῆσαι πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ἐν τῇ καρδίᾳ, καὶ ἡ μνήμη ἔχει αὐτὴν νικῆσαι καὶ ἐκριζῶσαι κατὰ μέρος, ἵνα τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατερχόμενον εἰς τὰ βάθη τῆς καρδίας τὸν μὲν δράκοντα τὸν κρατοῦντα τὰς νομὰς ταπεινώσῃ, τὴν δὲ ψυχὴν σώσῃ καὶ ζωοποιήσῃ.
78Markos monachos, Florilegium et opuscula, Florilegium, 37; 5 (auctor fl.1260)
Ἐγκρατείας μήτηρ θανάτου ἔννοια καὶ μνήμη παγία χολῆς καὶ ὄξους {Mt 27,34} δεσπότου καὶ θεοῦ.
79Markos monachos, Florilegium et opuscula, Florilegium, 37; 11 (auctor fl.1260)
Μνήμη δὲ κρίσεως προθυμίας πρόξενος, θυμοῦ ἴαμα, ἀτιμίας ἀγάπη.
80Markos monachos, Florilegium et opuscula, Epistola; 1 (auctor fl.1260)
Πάλαι μὲν ὁ θεόπτης Μωσῆς παρὰ θεοῦ τὸν νόμον διὰ νηστείας δεξάμενος, ὦ θεσπεσία μοι κεφαλή, τοῦτον τοῖς υἱοῖς Ἰσραὴλ κατ᾿ ἔπος ἐδίδαξεν· εἶτα ἐνετείλατο οὕτως εἰπών· ἰδού, δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς {Ier 21,8 e Dt 30,15}· ποιήσατε λοιπὸν ἑαυτοῖς βιβλία μικρά, ἐν οἷς ἔστωσαν γεγραμμένα τὰ θεῖα ταῦτα ἐντάλματα καὶ κρεμάσατε ταῦτα ἐν ταῖς χερσὶν ὑμῶν καὶ ἐν τοῖς τραχήλοις ὑμῶν ἐξαρτήσατε, ἵνα ἔχητε αὐτὰ νυκτὸς καὶ ἡμέρας καθήμενοι καὶ ἀνιστάμενοι καὶ ἐμπεριπατοῦντες πρὸ ὀφθαλμῶν ὑμῶν, καὶ πρὸς αὐτὰ ὥσπερ ἐν κατόπτρῳ εἰλικρινεῖ ὁρᾶτε καὶ μελετᾶτε, ἵνα ἔχητε διαπαντὸς ἐν μνήμῃ διηνεκεῖ τοῦ θεοῦ τὰ προστάγματα.
81Markos monachos, Florilegium et opuscula, Epistola; 5 (auctor fl.1260)
Τὸ βιβλίον δὲ μικρὸν διὰ τοῦτο· ἓν μὲν οὐκ ἠβουλήθην ποιῆσαι τοῦτο μέγα διὰ τὸ προσκορὲς τοῦ λόγου καὶ πλήσμιον, ἄλλως δὲ καὶ μικρὸς ἐγὼ καὶ εὐτελὴς καὶ τὰ ἐμὰ πάντα μικρὰ καὶ παντελῶς εὐτελέστατα, ἢ καὶ ἄλλως, ὀλιγαρκὲς ὄν, πρὸς τὴν αὐτοῦ ἀναθεώρησιν καὶ τῶν ἐν αὐτῷ εἵλκυσε· καὶ ἕλκον πρὸς τὴν αὐτοῦ συχνὴν ἀνάπτυξιν ἐκκαλοῖτο, κἀντεῦθεν συνέχεια γενήσεται, ἐκ δὲ τῆς συνεχείας ἕξις ἀγαθὴ καὶ μνήμη διηνεκὴς τῶν λογίων τοῦ θεοῦ.
82Markos monachos, Florilegium et opuscula, Sermo C, 4; 1 (auctor fl.1260)
Τὰς δὲ λοιπὰς ἑορτάς – τῶν ἁγίων λέγω δώδεκα ἀποστόλων, ὡσαύτως καὶ ἑνὸς ἑκάστου ἀπὸ τῶν δώδεκα, τῶν ἁγίων μεγάλων μαρτύρων καὶ τῶν ἱεραρχῶν τῶν μεγάλων – εἰ τύχει τετράδα ἢ παρασκευήν, κατάλυε τὸν οἶνον, εἰ δὲ βούλει καὶ τὸ ἔλαιον κατὰ ἀσθένειαν – τῶν ἁγίων ἀποστόλων λέγω τῇ μνήμῃ, τῶν δὲ λοιπῶν ἁγίων ἀρκέσθητι εἰς οἶνον καὶ μόνον.
83Martinus I, Epistolae, 87, 0123C
Ὅπερ ἤδη καὶ εἰς πολλοὺς τῶν εὐσεβῶν ἀνδρῶν ἐξειργάσαντο, σωματικῶς τούτους κακοποιήσαντες, ἐπειδὴ ψυχικῶς οὐκ ἐξίσχυσαν, τῇ πέτρᾳ τῆς αὐτῶν προσραγέντες ὀρθοδόξου πίστεως, ἐφ' οἷς διὰ τὰς ἀτόπους αὐτῶν πράξεις καὶ τὰς ἀτοπωτέρους καινοτομίας σπαραττόμενοι καὶ τὰ αἰσθητήρια μαιμασσόμενοι τῆς καρδίας κατὰ τὸν θεῖον Ἱερεμίαν, οἱ ἐν μακαρίᾳ τῇ μνήμῃ προηγησάμενοι ἡμᾶς ἀρχιερεῖς, οὐκ ἐπαύσαντο μαρτυρόμενοι καὶ παραινοῦντες αὐτοῖς, ἐνδοῦναι τῆς τοιαύτης αὐτῶν αἱρέσεως καὶ προσελθεῖν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολοῦνται τελείως ἐκ τῆς ὁδοῦ τῶν δικαίων, ἤγουν τῆς εὐσεβοῦς τῶν ἁγίων πατρῶν ὁμολογίας.
84Martinus I, Epistolae, 87, 0141C
Ἐφ' οἷς ἐκ πάντων σχεδὸν τῶν ἑτέραις ἐπαρχίαις παροικούντων θεοφιλῶν ἐπισκόπων, καὶ τῶν κατὰ ταύτην ἰδρυμένων τὴν πρεσβυτέραν Ῥώμην ἀποστολικῶν ἀρχιερέων ἀγαπητικῶς ὑπομιμνησκόμενοι καὶ νουθετούμενοι τῆς τοιαύτης αὐτῶν ἐπιβλαβοῦς ἀποσχέσθαι καινοτομίας, εἰς διόρθωσιν μὲν οὐκ ἧλθον· ἐπὶ δὲ τὸ χεῖρον προέκοψαν, συνελόντες τῇ κατ' αὐτὸν ἀνθρωπίνῃ, καὶ τὴν θείαν αὐτοῦ θέλησιν καὶ ἐνέργειαν· οἷα μηδαμῶς μηδεμίαν ἔχειν αὐτὸν ἐν ἑκατέρᾳ τῶν ὧν καὶ ἐν αἷς ἐστιν ἀποφηνάμενοι φύσεων θέλησιν καὶ ἐνέργειαν, ἄλλ' ἀνεθέλητον εἶναι φύσει καὶ ἀνενέργητον, ὅπερ πάντων τε καὶ πασῶν τῶν ἁγίων πατρῶν καὶ τῶν οἰκουμενικῶν πέντε συνόδων ἀνατρέπει τοὺς ὅρους, κατὰ πάντα τέλειον τὸν αὐτὸν ἐν θεότητι, καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι κηρυξάντων, μόνης δίχα τῆς ἁμαρτίας· οὐ γὰρ ἐν ἁμαρτίᾳ τὸ ἐντελὲς ὁρᾶται τῆς φύσεως, ἀλλὰ τὸ ἐμπαθὲς τῆς ἡμῶν ἐπιγινώσκεται παραβάσεως· εἰ δὲ τέλειον κατὰ πάντα, δηλονότι καὶ κατὰ θέλησιν καὶ ἐνέργειαν, ὥσπερ καὶ φύσιν ἄναρχόν τε καὶ ἄκτιστον καὶ κατὰ ἀνθρωπίνην θέλησιν καὶ ἐνέργειαν, ὥσπερ καὶ φύσιν ἠργμένην τε καὶ κτιστὴν τελείωσιν ὁ αὐτός· τὸν γὰρ κατά τι μεῖον, ἀθετεῖ προδήλως τὸν τοῦ τελείου λόγου ἐνορᾶσθαι μηδαμῶς αὐτὸν συγχωρῶν, διὰ τὴν τοῦ κατὰ φύσιν προσήκοντος ἔλλειψιν, ἣν οἱ δι' ἐναντίας, φαμὲν δὴ, Θεόδωρος ὁ τῆς Φαρὰν ἐπίσκοπος γεγονὼς, καὶ Κύρος ὁ Ἀλεξανδρείας, Σέργιος ὁ τῆς βασιλίδος, καὶ οἱ τούτου διάδοχοι, Πύῤῥος καὶ Παῦλος, ἐν πρώτῃ τε καὶ δευτέρᾳ συντάξει τῶν οἰκείων δογμάτων, οὐ μόνον ἐνήργησαν, ἀλλὰ καὶ ἐσπούδασαν, τὴν μὲν δι' ἐκθέσεως αὐτοῖς κυρωθῆναι, τὴν δὲ διὰ τύπου βεβαιωθῆναι, κατὰ τῆς πίστεως· ὑφαρπάσαντες ἀθεμίτως τὰς τῆς ὑμετέρας γαληνότητος ἀκοὰς, ὥσπερ οὖν καὶ τὰ τοῦ ἐν μακαρίᾳ ἁπλῇ τῇ μνήμῃ πάππου τῆς ὑμῶν ἡμερότητος, ἵνα τὸν ἑαυτῶν πανούργως ἑτέρους προστρίψωνται μῶμον, καὶ διπλᾶς ἐκ χειρὸς Κυρίου, τούτου χάριν, δέξωνται τὰς ἑαυτῶν ἁμαρτίας, ταυτὸν δὲ λέγειν, τὰς ὑπὲρ αὐτῶν δικαίας ἐκτίσεις, ὡς αὐτοί τε παρανομήσαντες, ἐξ ὧν οὐκ ὀλίγος τάραχος ἐν τοσούτοις χρόνοις συνέχει τὴν σύμπασαν γῆν· οἷα μὴ μόνον τῶν εὐσεβῶν σκανδαλιζομένων λαῶν, ἀλλ' ἤδη που καὶ τῶν ἀθέων βαρβάρων τὸ μέγα τῆς ἡμῶν ὁμολογίας διακωμωδούντων μυστήριον, τῷ μὴ τὴν πρώτην μόνον καὶ κυριωτάτην ὑπὸ τῶν ἐναντίων ἀθετηθῆναι πίστιν, ἀλλὰ καὶ τὴν αὐτῆς ἐπινοηθεῖσαν θᾶττον ὑπ' αὐτῶν καταργηθῆναι τῇ τῆς καινοτέρας ἀντεισφορᾷ κακίστης αἱρέσεως, ὡς μηδὲ γινώσκειν ἔτι λοιπὸν ἐκείνους, τί τὸ πιστευόμενόν ἐστιν αὐτοῖς, ἢ δοξαζόμενον, ἐξ ἀνενδότου τῶν οἰκείων περιτροπῆς.
85Martinus I, Epistolae, 87, 0160A
Οὗ τινος χάριν φυλαχθῆναι τὸν κανόνα παρεγγυῶμεν ἐπὶ τῶν παρὰ γνώμην καὶ εἴδησιν αὐτοχειροτονησάντων ἢ χειροτονηθέντων ἐπὶ τῆς πατριαρχίας τοῦ ἐν μακαρίᾳ τῇ μνήμῃ Σωφρονίου.
86Martinus I, Epistolae, 87, 0171C
Περὶ μέντοι τῶν ἀκανονίστως αὐτόθι χειροτονηθέντων ἐπὶ τῆς πατριαρχίας τοῦ ἐν μακαρίᾳ τῇ μνήμῃ Σωφρονίου, τὸν ἐπὶ τῶν χειροτονούντων ἢ χειροτονουμένων, καὶ συναινούντων, ἢ συγκαλούντων ἐν ἑτέρᾳ πόλει παρὰ γνώμην καὶ εἴδησιν τοῦ ἐν τῇ πόλει προεστῶτος ἀρχιερέως κείμενον κανόνα τοῖς ἁγίοις ἀποστόλοις καὶ Πατράσιν ἡμῶν, ἀπαραβάτως ὁρίζομεν φυλαχθῆναι.
87Maurus Ravennatensis, Epistola, 87, 0106B (auctor fl. 648)
Ἄλλο τι μὴ παραδεχόμενοι παρὰ τά ἐκ τῶν ἁγίων οἰκουμενικῶν τεσσάρων συνόδων κηρυχθέντα, καὶ τῆς πέμπτης τῆς ἐπὶ τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης Ἰουστινιανοῦ.
88Origenes Hieronymus Stridonensis Incertus, Lexici aliud exemplar, 23, 1261A
μνήμη θανάτου.
89Petrus Cantor, Verbum abbreviatum, 205, 0515D (auctor -1197)
Graeci enim vocant μνεημεῖον, quod nos memoriam et monumentum: et eorum lingua memoria qua meminimus μνήμη dicitur.
90Plato, Cratylos, p1, 437; 6 (auctor c.425BC-347BC)
ἔπειτα δὲ ἡ «μνήμη» παντί που μηνύει ὅτι μονή ἐστιν ἐν τῇ ψυχῇ ἀλλ' οὐ φορά.
91Plato, Epinomis, p1, 976; 5 (auctor c.425BC-347BC)
καὶ μὴν οὐδ' ὁπόσοι βοηθοὶ δίκαις ἐν τῇ τοῦ λέγειν ῥώμῃ φασὶ γίγνεσθαι, μνήμῃ καὶ τριβῇ δόξης ἤθεσιν προσέχοντες τὸν νοῦν, ἀληθείας δὲ τῶν ὄντως δικαίων ἐκτὸς παρεσφαλμένοι.
92Plato, Epistolae, 1f, 344; 2 (auctor c.425BC-347BC)
ἑνὶ δὲ λόγῳ, τὸν μὴ συγγενῆ τοῦ πράγματος οὔτ' ἂν εὐμάθεια ποιήσειέν ποτε οὔτε μνήμη – τὴν ἀρχὴν γὰρ ἐν ἀλλοτρίαις ἕξεσιν οὐκ ἐγγίγνεται – ὥστε ὁπόσοι τῶν δικαίων τε καὶ τῶν ἄλλων ὅσα καλὰ μὴ προσφυεῖς εἰσιν καὶ συγγενεῖς, ἄλλοι δὲ ἄλλων εὐμαθεῖς ἅμα καὶ μνήμονες, οὐδ' ὅσοι συγγενεῖς, δυσμαθεῖς δὲ καὶ ἀμνήμονες, οὐδένες τούτων μήποτε μάθωσιν ἀλήθειαν ἀρετῆς εἰς τὸ δυνατὸν οὐδὲ κακίας.
93Plato, Laches, p1, 180; 11 (auctor c.425BC-347BC)
περιφέρει δέ τίς με καὶ μνήμη ἄρτι τῶνδε λεγόντων· τὰ γὰρ μειράκια τάδε πρὸς ἀλλήλους οἴκοι διαλεγόμενοι θαμὰ ἐπιμέμνηνται Σωκράτους καὶ σφόδρα ἐπαινοῦσιν· οὐ μέντοι πώποτε αὐτοὺς ἀνηρώτησα
94Plato, Leges, 1a, 657; 12 (auctor c.425BC-347BC)
Ἀθηναῖος ἆρ' οὖν οὐχ ἡμῶν οἱ μὲν νέοι αὐτοὶ χορεύειν ἕτοιμοι, τὸ δὲ τῶν πρεσβυτέρων ἡμῶν ἐκείνους αὖ θεωροῦντες διάγειν ἡγούμεθα πρεπόντως, χαίροντες τῇ ἐκείνων παιδιᾷ τε καὶ ἑορτάσει, ἐπειδὴ τὸ παρ' ἡμῖν ἡμᾶς ἐλαφρὸν ἐκλείπει νῦν, ὃ ποθοῦντες καὶ ἀσπαζόμενοι τίθεμεν οὕτως ἀγῶνας τοῖς δυναμένοις ἡμᾶς ὅτι μάλιστ' εἰς τὴν νεότητα μνήμῃ ἐπεγείρειν· Κλεινίας ἀληθέστατα.
95Plato, Leges, 1e, 783; 5 (auctor c.425BC-347BC)
Ἀθηναῖος φυλάξωμεν τοίνυν τῇ μνήμῃ τὰ νυνδὴ λεχθέντα· ἴσως γὰρ χρείαν ποτ' αὐτῶν πάντων ἕξομεν.
96Plato, Leges, 1g, 848; 7 (auctor c.425BC-347BC)
δώδεκα κώμας εἶναι χρή, κατὰ μέσον τὸ δωδεκατημόριον ἕκαστον μίαν, ἐν τῇ κώμῃ δὲ ἑκάστῃ πρῶτον μὲν ἱερὰ καὶ ἀγορὰν ἐξῃρῆσθαι θεῶν τε καὶ τῶν ἑπομένων θεοῖς δαιμόνων, εἴτε τινὲς ἔντοποι Μαγνήτων εἴτ' ἄλλων ἱδρύματα παλαιῶν μνήμῃ διασεσωμένων εἰσίν, τούτοις ἀποδιδόντας τὰς τῶν πάλαι τιμὰς ἀνθρώπων, Ἑστίας δὲ καὶ Διὸς Ἀθηνᾶς τε, καὶ ὃς ἂν ἀρχηγὸς ᾖ τῶν ἄλλων τοῦ δωδεκάτου ἑκάστου μέρους, ἱερὰ πανταχοῦ ἱδρύσασθαι.
97Plato, Menexenus, p1, 236; 14 (auctor c.425BC-347BC)
ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος τοῖς πράξασι γίγνεται παρὰ τῶν ἀκουσάντων· δεῖ δὴ τοιούτου τινὸς λόγου ὅστις τοὺς μὲν τετελευτηκότας ἱκανῶς ἐπαινέσεται, τοῖς δὲ ζῶσιν εὐμενῶς παραινέσεται, ἐκγόνοις μὲν καὶ ἀδελφοῖς μιμεῖσθαι τὴν τῶνδε ἀρετὴν παρακελευόμενος, πατέρας δὲ καὶ μητέρας καὶ εἴ τινες τῶν ἄνωθεν ἔτι προγόνων λείπονται, τούτους δὲ
98Plato, Phaedo, p1, 96; 5 (auctor c.425BC-347BC)
καὶ πολλάκις ἐμαυτὸν ἄνω κάτω μετέβαλλον σκοπῶν πρῶτον τὰ τοιάδε· «ἆρ' ἐπειδὰν τὸ θερμὸν καὶ τὸ ψυχρὸν σηπεδόνα τινὰ λάβῃ, ὥς τινες ἔλεγον, τότε δὴ τὰ ζῷα συντρέφεται· καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ φρονοῦμεν, ἢ ὁ ἀὴρ ἢ τὸ πῦρ· ἢ τούτων μὲν οὐδέν, ὁ δ' ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων τοῦ ἀκούειν καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν, κατὰ ταῦτα γίγνεσθαι ἐπιστήμην· καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν, καὶ τὰ περὶ τὸν οὐρανόν τε καὶ τὴν γῆν πάθη, τελευτῶν οὕτως ἐμαυτῷ ἔδοξα πρὸς ταύτην τὴν σκέψιν ἀφυὴς εἶναι ὡς οὐδὲν χρῆμα.
99Plato, Phaedrus, p1, 249; 6 (auctor c.425BC-347BC)
διὸ δὴ δικαίως μόνη πτεροῦται ἡ τοῦ φιλοσόφου διάνοια· πρὸς γὰρ ἐκείνοις ἀεί ἐστιν μνήμῃ κατὰ δύναμιν, πρὸς οἷσπερ θεὸς ὢν θεῖός ἐστιν.
100Plato, Phaedrus, p1, 250; 4 (auctor c.425BC-347BC)
ταῦτα μὲν οὖν μνήμῃ κεχαρίσθω, δι' ἣν πόθῳ τῶν τότε νῦν μακρότερα εἴρηται· περὶ δὲ κάλλους, ὥσπερ εἴπομεν, μετ' ἐκείνων τε ἔλαμπεν ὄν, δεῦρό τ' ἐλθόντες κατειλήφαμεν αὐτὸ διὰ τῆς ἐναργεστάτης αἰσθήσεως τῶν ἡμετέρων στίλβον ἐναργέστατα.
101Plato, Phaedrus, p1, 253; 1 (auctor c.425BC-347BC)
τὴν τοῦ σφετέρου θεοῦ φύσιν εὐποροῦσι διὰ τὸ συντόνως ἠναγκάσθαι πρὸς τὸν θεὸν βλέπειν, καὶ ἐφαπτόμενοι αὐτοῦ τῇ μνήμῃ ἐνθουσιῶντες ἐξ ἐκείνου λαμβάνουσι τὰ ἔθη καὶ τὰ ἐπιτηδεύματα, καθ' ὅσον δυνατὸν θεοῦ ἀνθρώπῳ μετασχεῖν· καὶ τούτων δὴ τὸν ἐρώμενον αἰτιώμενοι ἔτι τε μᾶλλον ἀγαπῶσι, κἂν ἐκ Διὸς ἀρύτωσιν ὥσπερ αἱ βάκχαι, ἐπὶ τὴν τοῦ ἐρωμένου ψυχὴν ἐπαντλοῦντες ποιοῦσιν ὡς δυνατὸν ὁμοιότατον τῷ σφετέρῳ θεῷ.
102Plato, Phaedrus, p1, 254; 4 (auctor c.425BC-347BC)
ἰδόντος δὲ τοῦ ἡνιόχου ἡ μνήμη πρὸς τὴν τοῦ κάλλους φύσιν ἠνέχθη, καὶ πάλιν εἶδεν αὐτὴν μετὰ σωφροσύνης ἐν ἁγνῷ βάθρῳ βεβῶσαν· ἰδοῦσα δὲ ἔδεισέ τε καὶ σεφθεῖσα ἀνέπεσεν ὑπτία, καὶ ἅμα ἠναγκάσθη εἰς τοὐπίσω ἑλκύσαι τὰς ἡνίας οὕτω σφόδρα, ὥστ' ἐπὶ τὰ ἰσχία ἄμφω καθίσαι τὼ ἵππω, τὸν μὲν ἑκόντα διὰ τὸ μὴ ἀντιτείνειν, τὸν δὲ ὑβριστὴν μάλ' ἄκοντα.
103Plato, Philebus, p1, 19; 11 (auctor c.425BC-347BC)
Φιλήβου γὰρ εἰπόντος ἡδονὴν καὶ τέρψιν καὶ χαρὰν καὶ πάνθ' ὁπόσα τοιαῦτ' ἐστί, σὺ πρὸς αὐτὰ ἀντεῖπες ὡς οὐ ταῦτα ἀλλ' ἐκεῖνά ἐστιν ἃ πολλάκις ἡμᾶς αὐτοὺς ἀναμιμνῄσκομεν ἑκόντες, ὀρθῶς δρῶντες, ἵν' ἐν μνήμῃ παρακείμενα ἑκάτερα βασανίζηται.
104Plato, Philebus, p1, 35; 4 (auctor c.425BC-347BC)
Σωκράτης τί οὖν· ὁ τὸ πρῶτον κενούμενος ἔστιν ὁπόθεν εἴτ' αἰσθήσει πληρώσεως ἐφάπτοιτ' ἂν εἴτε μνήμῃ, τούτου ὃ μήτ' ἐν τῷ νῦν χρόνῳ πάσχει μήτ' ἐν τῷ πρόσθεν πώποτε ἔπαθεν· Πρώταρχος καὶ πῶς· Σωκράτης ἀλλὰ μὴν ὅ γε ἐπιθυμῶν τινὸς ἐπιθυμεῖ, φαμέν.
105Plato, Philebus, p1, 35; 12 (auctor c.425BC-347BC)
Σωκράτης τὴν ψυχὴν ἄρα τῆς πληρώσεως ἐφάπτεσθαι λοιπόν, τῇ μνήμῃ δῆλον ὅτι· τῷ γὰρ ἂν ἔτ' ἄλλῳ ἐφάψαιτο· Πρώταρχος σχεδὸν οὐδενί.
106Plato, Philebus, p1, 39; 1 (auctor c.425BC-347BC)
Σωκράτης ἡ μνήμη ταῖς αἰσθήσεσι συμπίπτουσα εἰς ταὐτὸν κἀκεῖνα ἃ περὶ ταῦτ' ἐστὶ τὰ παθήματα φαίνονταί μοι σχεδὸν οἷον γράφειν ἡμῶν ἐν ταῖς ψυχαῖς τότε λόγους· καὶ ὅταν μὲν ἀληθῆ γράφῃ [τοῦτο τὸ πάθημα], δόξα τε ἀληθὴς καὶ λόγοι ἀπ' αὐτοῦ συμβαίνουσιν ἀληθεῖς ἐν ἡμῖν γιγνόμενοι· ψευδῆ δ' ὅταν ὁ τοιοῦτος παρ' ἡμῖν γραμματεὺς γράψῃ, τἀναντία τοῖς ἀληθέσιν ἀπέβη.
107Plato, Politicus, p1, 294; 9 (auctor c.425BC-347BC)
Ξένος φέρε νῦν ἀναλάβωμεν πάλιν μνήμῃ τὰς τῶν τέχνῃ γυμναζόντων ἐπιτάξεις ἐν ταῖς τοιαύταις ἀρχαῖς.
108Plato, Respublica, 1e, 490; 10 (auctor c.425BC-347BC)
καὶ δὴ τὸν ἄλλον τῆς φιλοσόφου φύσεως χορὸν τί δεῖ πάλιν ἐξ ἀρχῆς ἀναγκάζοντα τάττειν· μέμνησαι γάρ που ὅτι συνέβη προσῆκον τούτοις ἀνδρεία, μεγαλοπρέπεια, εὐμάθεια, μνήμη· καὶ σοῦ ἐπιλαβομένου ὅτι πᾶς μὲν ἀναγκασθήσεται ὁμολογεῖν οἷς λέγομεν, ἐάσας δὲ τοὺς λόγους, εἰς αὐτοὺς ἀποβλέψας περὶ ὧν ὁ λόγος, φαίη ὁρᾶν αὐτῶν τοὺς μὲν ἀχρήστους, τοὺς δὲ πολλοὺς κακοὺς πᾶσαν κακίαν, τῆς διαβολῆς τὴν αἰτίαν ἐπισκοποῦντες ἐπὶ τούτῳ νῦν γεγόναμεν, τί ποθ' οἱ πολλοὶ κακοί, καὶ τούτου δὴ ἕνεκα πάλιν ἀνειλήφαμεν τὴν τῶν ἀληθῶς φιλοσόφων φύσιν καὶ ἐξ ἀνάγκης ὡρισάμεθα.
109Plato, Respublica, 1e, 494; 9 (auctor c.425BC-347BC)
ὡμολόγηται γὰρ δὴ ἡμῖν εὐμάθεια καὶ μνήμη καὶ ἀνδρεία καὶ μεγαλοπρέπεια ταύτης εἶναι τῆς φύσεως.
110Plato, Respublica, 1i, 620; 8 (auctor c.425BC-347BC)
κατὰ τύχην δὲ τὴν Ὀδυσσέως λαχοῦσαν πασῶν ὑστάτην αἱρησομένην ἰέναι, μνήμῃ δὲ τῶν προτέρων πόνων φιλοτιμίας λελωφηκυῖαν ζητεῖν περιιοῦσαν χρόνον πολὺν βίον ἀνδρὸς ἰδιώτου ἀπράγμονος, καὶ μόγις εὑρεῖν κείμενόν που καὶ παρημελημένον ὑπὸ τῶν ἄλλων, καὶ εἰπεῖν ἰδοῦσαν ὅτι τὰ αὐτὰ ἂν ἔπραξεν καὶ πρώτη λαχοῦσα, καὶ ἁσμένην ἑλέσθαι.
111Plato, Timaeus, p1, 26; 6 (auctor c.425BC-347BC)
ἐγὼ γὰρ ἃ μὲν χθὲς ἤκουσα, οὐκ ἂν οἶδ' εἰ δυναίμην ἅπαντα ἐν μνήμῃ πάλιν λαβεῖν· ταῦτα δὲ ἃ πάμπολυν χρόνον διακήκοα, παντάπασι θαυμάσαιμ' ἂν εἴ τί με αὐτῶν διαπέφευγεν.
112Plotinus, Enneades, 1, 5, 1; 1 (auctor c.205-270)
Εἰ τὸ εὐδαιμονεῖν ἐπίδοσιν τῷ χρόνῳ λαμβάνει τοῦ εὐδαιμονεῖν ἀεὶ κατὰ τὸ ἐνεστὼς λαμβανομένου; Οὐδὲ γὰρ ἡ μνήμη τοῦ εὐδαιμονῆσαι ποιοῖ ἄν τι, οὐδ᾽ ἐν τῷ λέγειν, ἀλλ᾽ ἐν τῷ διακεῖσθαί πως τὸ εὐδαιμονεῖν.
113Plotinus, Enneades, 1, 5, 8; 1 (auctor c.205-270)
Εἰ δέ τις λέγοι τὴν μνήμην τῶν παρεληλυθότων ἐν τῷ ἐνεστηκότι μένουσαν παρέχεσθαι τὸ πλέον τῷ πλείονα χρόνον ἐν τῷ εὐδαιμονεῖν γεγενημένῳ, τί ἂν τὸ τῆς μνήμης λέγοι; Ἢ γὰρ φρονήσεως μνήμη τῆς πρόσθεν γεγενημένης, ὥστε φρονιμώτερον ἂν λέγοι καὶ οὐκ ἂν τηροῖ τὴν ὑπόθεσιν· ἢ τῆς ἡδονῆς τὴν μνήμην, ὥσπερ πολλῆς περιχαρίας δεομένου τοῦ εὐδαίμονος καὶ οὐκ ἀρκουμένου τῇ παρούσῃ.
114Plotinus, Enneades, 1, 5, 8; 2 (auctor c.205-270)
Καίτοι τί ἂν ἡδὺ ἡ μνήμη τοῦ ἡδέος ἔχοι; Ὥσπερ ἄν, εἰ μνημονεύοι τις ὅτι ἐχθὲς ἐπὶ ὄψῳ ἥσθη· ἢ εἰς δέκατον ἔτος ἔτι ἂν εἴη γελοιότερος· τὸ δὲ τῆς φρονήσεως, ὅτι πέρυσιν ἐφρόνουν.
115Plotinus, Enneades, 1, 5, 9; 1 (auctor c.205-270)
Εἰ δὲ τῶν καλῶν εἴη ἡ μνήμη, πῶς οὐκ ἐνταῦθα λέγοιτο ἄν τι; Ἀλλὰ ἀνθρώπου ἐστὶ τοῦτο ἐλλείποντος τοῖς καλοῖς ἐν τῷ παρόντι καὶ τῷ μὴ ἔχειν νυνὶ ζητοῦντος τὴν μνήμην τῶν γεγενημένων.
116Plotinus, Enneades, 2, 9, 12; 1 (auctor c.205-270)
Καὶ ἄρτι γενόμενον πῶς ἐπιχειρεῖ; Μνήμῃ ὧν εἶδεν.
117Plotinus, Enneades, 3, 5, 9; 15 (auctor c.205-270)
Ἐκ Πόρου οὖν καὶ Πενίας λέγεται εἶναι, ἧι ἡ ἔλλειψις καὶ ἡ ἔφεσις καὶ τῶν λόγων ἡ μνήμη ὁμοῦ συνελθόντα ἐν ψυχῇ ἐγέννησε τὴν ἐνέργειαν τὴν πρὸς τὸ ἀγαθόν, ἔρωτα τοῦτον ὄντα.
118Plotinus, Enneades, 4, 3, 25; 3 (auctor c.205-270)
Λέγω δὲ οὐ τί μνήμη ἐστίν, ἀλλ᾽ ἐν τίνι συνίστασθαι πέφυκε τῶν ὄντων.
119Plotinus, Enneades, 4, 3, 25; 4 (auctor c.205-270)
Τί μὲν γάρ ἐστι μνήμη, εἴρηται ἐν ἄλλοις καὶ πολλάκις τεθρύλληται, τὸ δὲ μνημονεύειν πεφυκὸς ὅ τί ποτέ ἐστιν ἀκριβέστερον ληπτέον.
120Plotinus, Enneades, 4, 3, 25; 7 (auctor c.205-270)
Τὸ δὲ ἐν τῷ αὐτῷ καὶ ὁμοίῳ πῶς ἂν ἐν μνήμῃ γένοιτο, οὐκ ἔχον οὐδ᾽ ἴσχον ἄλλην κατάστασιν μεθ᾽ ἣν εἶχε πρότερον, ἢ νόησιν ἄλλην μετ᾽ ἄλλην, ἵνα ἐν ἄλλῃ μένῃ, ἄλλης δὲ μνημονεύῃ ἣν εἶχε πρότερον; Ἀλλὰ τί κωλύει τὰς ἄλλων μεταβολὰς εἰδέναι οὐ μεταβάλλοντα αὐτόν, οἷον κόσμου τὰς περιόδους; Ἢ ὅτι ἄλλο μὲν πρότερον, ἄλλο δὲ ὕστερον νοήσει ἐπακολουθοῦν ταῖς τοῦ τρεπομένου μεταβολαῖς, τό τε μνημονεύειν παρὰ τὸ νοεῖν ἄλλο.
121Plotinus, Enneades, 4, 3, 25; 11 (auctor c.205-270)
Ὥσθ᾽ ἕτερον εἶδος μνήμης τοῦτο· διὸ καὶ χρόνος οὐ πρόσεστι τῇ οὕτω λεγομένῃ μνήμῃ.
122Plotinus, Enneades, 4, 3, 25; 13 (auctor c.205-270)
ὤΙσως γὰρ ἄν τις ἀπορήσειε, μήποτε οὐ τῆς ψυχῆς ἦι ἐκείνης ἡ λεγομένη τοιαύτη ἀνάμνησις καὶ μνήμη, ἀλλὰ ἄλλης ἀμυδροτέρας, ἢ τοῦ συναμφοτέρου τοῦ ζώιου.
123Plotinus, Enneades, 4, 3, 26; 1 (auctor c.205-270)
Εἰ μὲν οὖν τὸ ζῷον τὸ συναμφότερόν ἐστιν ἐν ταῖς αἰσθήσεσι ταῖς κατ᾽ ἐνέργειαν, δεῖ τὸ αἰσθάνεσθαι τοιοῦτον εἶναι – διὸ καὶ κοινὸν λέγεται – οἷον τὸ τρυπᾶν καὶ τὸ ὑφαίνειν, ἵνα κατὰ μὲν τὸν τεχνίτην ἡ ψυχὴ ἦι ἐν τῷ αἰσθάνεσθαι, κατὰ δὲ τὸ ὄργανον τὸ σῶμα, τοῦ μὲν σώματος πάσχοντος καὶ ὑπηρετοῦντος, τῆς δὲ ψυχῆς παραδεχομένης τὴν τύπωσιν τὴν τοῦ σώματος, ἢ τὴν διὰ τοῦ σώματος, ἢ τὴν κρίσιν, ἣν ἐποιήσατο ἐκ τοῦ παθήματος τοῦ σώματος· οὗ δὴ ἡ μὲν αἴσθησις οὕτω κοινὸν ἔργον λέγοιτο ἄν, ἡ δὲ μνήμη οὐκ ἀναγκάζοιτο τοῦ κοινοῦ εἶναι τῆς ψυχῆς ἤδη παραδεξαμένης τὸν τύπον καὶ ἢ φυλαξάσης ἢ ἀποβαλούσης αὐτήν· εἰ μή τις τεκμαίροιτο κοινὸν καὶ τὸ μνημονεύειν εἶναι ἐκ τοῦ ταῖς κράσεσι τῶν σωμάτων καὶ μνημονικοὺς καὶ ἐπιλήσμονας ἡμᾶς γίγνεσθαι.
124Plotinus, Enneades, 4, 3, 26; 10 (auctor c.205-270)
Τὸ δὲ τῆς μνήμης καὶ τὸ σῶμα ἐμπόδιον ἔχει· ἐπεὶ καὶ νῦν προστιθεμένων τινῶν λήθη, ἐν δ᾽ ἀφαιρέσει καὶ καθάρσει ἀνακύπτει πολλάκις ἡ μνήμη.
125Plotinus, Enneades, 4, 3, 27; 6 (auctor c.205-270)
Σώματος γὰρ καθαρωτέρα γενομένη καὶ ἃ ἐνταῦθα οὐκ εἶχεν ἐν μνήμῃ ἀναπολήσει· εἰ δ᾽ ἐν σώματι γενομένη ἄλλῳ ἐξέλθοι, ἐρεῖ μὲν τὰ τοῦ ἔξω βίου καὶ ἐρεῖ [δὲ] [εἶναι] ὃ ἄρτι ἀφῆκεν [ἐρεῖ δὲ] καὶ πολλὰ τῶν πρόσθεν.
126Plotinus, Enneades, 4, 3, 28; 2 (auctor c.205-270)
Τὸ γοῦν ἐπιθυμητικὸν ὧν ἀπέλαυσε τούτοις κινεῖται πάλιν ὀφθέντος τοῦ ἐπιθυμητοῦ δηλονότι τῇ μνήμῃ.
127Plotinus, Enneades, 4, 3, 29; 9 (auctor c.205-270)
Ὧι δὴ εἰ μὲν ἐπ᾽ ὀλίγον παραμένοι, ὀλίγη ἡ μνήμη, ἐπὶ πολὺ δέ, μᾶλλον μνημονικοὶ τῆς δυνάμεως ταύτης οὔσης ἰσχυροτέρας, ὡς μὴ ῥαιδίως τρεπομένης ἐφεῖσθαι ἀποσεισθεῖσαν τὴν μνήμην.
128Plotinus, Enneades, 4, 3, 29; 10 (auctor c.205-270)
Τοῦ φανταστικοῦ ἄρα ἡ μνήμη, καὶ τὸ μνημονεύειν τῶν τοιούτων ἔσται.
129Plotinus, Enneades, 4, 3, 30; 1 (auctor c.205-270)
Τὸ δὲ τῶν διανοήσεων τί; Ἆρά γε καὶ τούτων τὸ φανταστικόν; Ἀλλ᾽ εἰ μὲν πάσῃ νοήσει παρακολουθεῖ φαντασία, τάχα ἂν ταύτης τῆς φαντασίας, οἷον εἰκόνος οὔσης τοῦ διανοήματος, μενούσης οὕτως ἂν εἴη τοῦ γνωσθέντος ἡ μνήμη· εἰ δὲ μή, ἄλλο τι ζητητέον.
130Plotinus, Enneades, 4, 3, 30; 3 (auctor c.205-270)
Τὸ μὲν γὰρ νόημα ἀμερὲς καὶ οὔπω οἷον προεληλυθὸς εἰς τὸ ἔξω ἔνδον ὂν λανθάνει, ὁ δὲ λόγος ἀναπτύξας καὶ ἐπάγων ἐκ τοῦ νοήματος εἰς τὸ φανταστικὸν ἔδειξε τὸ νόημα οἷον ἐν κατόπτρῳ, καὶ ἡ ἀντίληψις αὐτοῦ οὕτω καὶ ἡ μονὴ καὶ ἡ μνήμη.
131Plotinus, Enneades, 4, 3, 31; 1 (auctor c.205-270)
Ἀλλ᾽ εἰ τοῦ φανταστικοῦ ἡ μνήμη, ἑκατέρα δὲ ἡ ψυχὴ μνημονεύειν εἴρηται, δύο τὰ φανταστικά.
132Plotinus, Enneades, 4, 4, 3; 2 (auctor c.205-270)
Μνήμη δὲ ἡ μὲν τῶν ἐκεῖ ἔτι κατέχει μὴ πεσεῖν, ἡ δὲ τῶν ἐνταῦθα ὡδὶ φέρει, ἡ δὲ τῶν ἐν οὐρανῷ ἐκεῖ κατέχει, καὶ ὅλως, οὗ μνημονεύει, ἐκεῖνό ἐστι καὶ γίνεται.
133Plotinus, Enneades, 4, 4, 4; 2 (auctor c.205-270)
Εἰ δὲ πρὸς τὰ κάτω δοίη αὑτήν, ἀναλόγως τῇ μνήμῃ καὶ τῇ φαντασίαι ἔχει ὃ ἠθέλησε.
134Plotinus, Enneades, 4, 4, 4; 3 (auctor c.205-270)
Διὸ ἡ μνήμη, καὶ ὅταν τῶν ἀρίστων ἦι, οὐκ ἄριστον.
135Plotinus, Enneades, 4, 4, 5; 1 (auctor c.205-270)
Τί οὖν; Κἀκεῖνα νῦν αὐτὴ ἡ δύναμις, καθ᾽ ἣν τὸ μνημονεύειν, εἰς ἐνέργειαν ἄγει; Ἢ εἰ μὲν μὴ αὐτὰ ἑωρῶμεν, μνήμῃ, εἰ δ᾽ αὐτά, ὧι κἀκεῖ ἑωρῶμεν.
136Plotinus, Enneades, 4, 4, 5; 5 (auctor c.205-270)
Ἡ τοίνυν μνήμη ἐκ τοῦ λόγου φαίνεται ἄρχεσθαι ἀπ᾽ οὐρανοῦ, ἤδη τῆς ψυχῆς τοὺς ἐκεῖ τόπους καταλειπούσης.
137Plotinus, Enneades, 4, 4, 6; 1 (auctor c.205-270)
Τὰς μὲν οὖν μετιούσας καὶ μεταβαλλούσας [τὰς ψυχὰς] ἔχοι ἄν τις εἰπεῖν ὅτι καὶ μνημονεύσουσι· τῶν γὰρ γεγενημένων καὶ παρεληλυθότων ἡ μνήμη· αἷς δὲ ἐν τῷ αὐτῷ ὑπάρχει μένειν, τίνων ἂν αὗται μνημονεύοιεν; Ἄστρων δὲ περὶ ψυχῆς τῶν γε ἄλλων ἁπάντων καὶ δὴ καὶ περὶ ἡλίου καὶ σελήνης ἐπιζητεῖ ὁ λόγος τὰς μνήμας, καὶ τελευτῶν εἶσι καὶ ἐπὶ τὴν τοῦ παντὸς ψυχήν, καὶ ἐπιτολμήσει καὶ τοῦ Διὸς αὐτοῦ τὰς μνήμας πολυπραγμονεῖν.
138Plotinus, Enneades, 4, 4, 7; 8 (auctor c.205-270)
Διὰ τί οὖν οὐκ ἐρεῖ παρῆλθον τόδε, νῦν δὲ ἐν ἄλλῳ εἰμί; Εἰ δὲ καὶ ἐφορᾷ τὰ ἀνθρώπων, πῶς οὐ καὶ τὰς μεταβολὰς τὰς περὶ αὐτούς, καὶ ὅτι νῦν ἄλλοι; Εἰ δὲ τοῦτο, καὶ ὅτι πρότερον ἕτεροι καὶ ἕτερα· ὥστε καὶ μνήμη.
139Plotinus, Enneades, 4, 4, 8; 1 (auctor c.205-270)
Ἢ οὐκ ἀνάγκη οὔτε ὅσα τις θεωρεῖ ἐν μνήμῃ τίθεσθαι, οὔτε τῶν πάντη κατὰ συμβεβηκὸς ἐπακολουθούντων ἐν φαντασίαι γίγνεσθαι, ὧν τε ἡ νόησις καὶ ἡ γνῶσις ἐνεργεστέρα, εἰ ταῦτα αἰσθητῶς γίγνοιτο, οὐκ ἀνάγκη παρέντα τὴν γνῶσιν αὐτῶν τῷ κατὰ μέρος αἰσθητῷ τὴν ἐπιβολὴν ποιεῖσθαι, εἰ μή τις ἔργῳ οἰκονομοῖτό τι, τῶν ἐν μέρει τῇ γνώσει τοῦ ὅλου ἐμπεριεχομένων.
140Plotinus, Enneades, 4, 4, 8; 7 (auctor c.205-270)
Ἐπεὶ καὶ τῆς ὁδοῦ εἰ μὴ ἐγίνετο τὸ τόδε διανύσαι προηγούμενον, δι᾽ ἀέρος δὲ ἦν τὴν διέξοδον ποιήσασθαι, οὐκ ἂν ἐγένετο ἡμῖν μέλειν τὸ ἐν ὅτῳ σταδίῳ γῆς ἐσμεν, ἢ ὅσον ἠνύσαμεν· καὶ εἰ κινεῖσθαι δὲ ἔδει μὴ τοσόνδε χρόνον, ἀλλὰ μόνον κινεῖσθαι, μηδ᾽ ἄλλην τινὰ πρᾶξιν εἰς χρόνον ἀνήγομεν, οὐκ ἂν ἐν μνήμῃ ἄλλον ἂν καὶ ἄλλον χρόνον ἐποιησάμεθα.
141Plotinus, Enneades, 4, 4, 8; 11 (auctor c.205-270)
Εἰ δὲ ἀεὶ τελεία, οὐκ ἔχει χρόνον ἐν ὧι τελεσθήσεται οὐδὲ τόπον· ὥστε οὐδὲ ἔφεσιν ἂν ἔχοι οὕτως· ὥστε οὔτε χρονικῶς οὔτε τοπικῶς μετρήσει· ὥστε οὐδὲ μνήμη τούτων.
142Plotinus, Enneades, 4, 4, 11; 5 (auctor c.205-270)
Τίς οὖν ὁ λογισμὸς ἢ τίς ἀρίθμησις ἢ τίς ἡ μνήμη παρούσης ἀεὶ φρονήσεως καὶ ἐνεργούσης καὶ κρατούσης καὶ κατὰ τὰ αὐτὰ διοικούσης; Οὐ γὰρ δὴ ὅτι ποικίλα καὶ διάφορα τὰ γινόμενα, δεῖ συνεπόμενον ταῖς τοῦ γινομένου μεταβολαῖς καὶ τὸ ποιοῦν ἡγεῖσθαι.
143Plotinus, Enneades, 4, 4, 12; 19 (auctor c.205-270)
Οὐδὲ λογισμῷ τοίνυν οὐδὲ μνήμῃ· ἐπακτὰ γὰρ ταῦτα.
144Plotinus, Enneades, 4, 5, 4; 15 (auctor c.205-270)
Εἶτα καὶ πρότερον ἐγγὺς γέγονε μηδενὸς μεταξὺ ὄντος τότε· οὕτω γὰρ ὕστερον τὸ διὰ μέσου ἅπτεσθαι ποιεῖ τὴν γνῶσιν, οἷον τῇ μνήμῃ καὶ ἔτι μᾶλλον συλλογισμῷ· νῦν δὲ οὐχ οὕτως.
145Plotinus, Enneades, 4, 6, 3; 16 (auctor c.205-270)
Ἰσχὺς ἄρα τις καὶ ἡ αἴσθησις καὶ ἡ μνήμη.
146Plotinus, Enneades, 4, 7, 6; 13 (auctor c.205-270)
Καὶ εἰ μὲν ὡς ἐν σώμασιν ὑγροῖς, ὅπερ καὶ εὔλογον, ὥσπερ εἰς ὕδωρ συγχυθήσεται, καὶ οὐκ ἔσται μνήμη· εἰ δὲ μένουσιν οἱ τύποι, ἢ οὐκ ἔστιν ἄλλους ἐνσημαίνεσθαι ἐκείνων κατεχόντων, ὥστε ἄλλαι αἰσθήσεις οὐκ ἔσονται, ἢ γινομένων ἄλλων ἐκεῖνοι οἱ πρότεροι ἀπολοῦνται· ὥστε οὐδὲν ἔσται μνημονεύειν.
147Plotinus, Enneades, 5, 3, 3; 1 (auctor c.205-270)
Ἡ μὲν γὰρ αἴσθησις εἶδεν ἄνθρωπον καὶ ἔδωκε τὸν τύπον τῇ διανοίαι· ἡ δὲ τί φησιν; Ἢ οὔπω οὐδὲν ἐρεῖ, ἀλλ᾽ ἔγνω μόνον καὶ ἔστη· εἰ μὴ ἄρα πρὸς ἑαυτὴν διαλογίζοιτο τίς οὗτος, εἰ πρότερον ἐνέτυχε τούτῳ, καὶ λέγοι προσχρωμένη τῇ μνήμῃ, ὅτι Σωκράτης.
148Plotinus, Enneades, 6, 7, 22; 5 (auctor c.205-270)
Ἐπειδὰν δὲ ἥκῃ εἰς αὐτὴν ὥσπερ θερμασία ἐκεῖθεν, ῥώννυταί τε καὶ ἐγείρεται καὶ ὄντως πτεροῦται καὶ πρὸς τὸ παρακείμενον καὶ πλησίον καίπερ ἐπτοημένη ὅμως πρὸς ἄλλο οἷον τῇ μνήμῃ μεῖζον κουφίζεται.
149Victor Carthaginensis, Epistola IV, 87, 0087C (auctor fl. 646)
Ἐν ᾧ νόμῳ τὴν μελέτην ἔχει νυκτὸς καὶ ἡμέρας, κατὰ τὸ γεγραμμένον, ἡ ὑμετέρα θεοτίμητος καὶ ἁγία μακαριότης, οὐκ ἐν ψιλῇ τῇ μνήμῃ τυπουμένων ἐκ τῆς ἀναγνώσεως, ἀλλ' ἐν καθαρᾷ τῇ συνειδήσει κρατυνομένην διὰ τῆς χάριτος, καὶ οὕτω βεβαίως καὶ ἀμετακινήτως ἐγκάρδιον ἔχει τὸν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ νόμον, ὥστε τὸ ψαλμικὸν ἐφ' ὑμῖν ἐκπληροῦσθαι ῥητὸν, τὸ φάσκον· Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
150Victor Carthaginensis, Epistola IV, 87, 0090C (auctor fl. 646)
Ὅθεν καὶ ἡμεῖς τοῖς τοῦ καθ' ὑμᾶς ἀποστολικοῦ θρόνου ψηφίσμασι τὸν ὑμέτερον ὀχυροῦντες λόγον, Λέοντος τοῦ ἐν μακαρίᾳ τῇ μνήμῃ προηγησαμένου ὑμᾶς τῷ ἡμετέρῳ γράμματι τὸν ὅρον συνεμβαλεῖν ἐσπουδάσαμεν, ἔχοντα οὕτως· Ἐνεργεῖ ἑκατέρᾳ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας τοῦτο ὅπερ ἴδιον ἔσχησεν.