'μοίρα' - search in All Authors, Showing 1 to 89 of 89 hits

1Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 15, 8; 24 (auctor c.330–c.391)
Susceptus denique ad consessum vehiculi receptusque in regiam hunc versum ex Homerico carmine susurrabat: ἔλλαβε πορφύρεος ϑάνατος καὶ μοῖρα κραταιή.
2Ammianus Marcellinus, Res gestae, 15, 8, 17; 26 (auctor c.330–c.391)
Susceptus denique ad consessum vehiculi, receptusque in regiam, hunc versum ex Homerico carmine susurrabat: ἔλλαβε πορφύρεος φάνατος καὶ μοῖρα κραταιή.
3Aristoteles, Physica, 1, 9; 7
ἡ μὲν γὰρ ὑπομένουσα συναιτία τῇ μορφῇ τῶν γιγνομένων ἐστίν, ὥσπερ μήτηρ· ἡ δ' ἑτέρα μοῖρα τῆς ἐναντιώσεως πολ λάκις ἂν φαντασθείη τῷ πρὸς τὸ κακοποιὸν αὐτῆς ἀτενί ζοντι τὴν διάνοιαν οὐδ' εἶναι τὸ παράπαν.
4Aristoteles, Physica, 1, 9; 7 (auctor 384BC-322BC)
ἡ μὲν γὰρ ὑπομένουσα συναιτία τῇ μορφῇ τῶν γιγνομένων ἐστίν, ὥσπερ μήτηρ· ἡ δ' ἑτέρα μοῖρα τῆς ἐναντιώσεως πολλάκις ἂν φαντασθείη τῷ πρὸς τὸ κακοποιὸν αὐτῆς ἀτενίζοντι τὴν διάνοιαν οὐδ' εἶναι τὸ παράπαν.
5Desiderius Erasmus, Adagia, Chiliades, 1, 90; 6 (opus 1508)
Euripides in Oreste sub persona Apollinis de Neoptolemo: Θανεῖν γάρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει, id est In fato enim illi est Delphico gladio mori.
6Desiderius Erasmus, Adagia, Chiliades, 1, 401; 12 (opus 1508)
Usurpavit hoc adagii Lycophron in Iambicis: Ἐγώ δέ ὁ τλήμων σύν κακῷ μαθών ἔπος, Ὡς πολλά χείλευς καί δεπαστραίων ποτῶν Μέσῳ κυλίνδει μοῖρα παμμήτων βροτῶν, id est: Miser ast ego meo dicta cognoscens malo, Ut plurima inter poculum ac labrum solet Vertisse fatum res agens mortalium.
7Desiderius Erasmus, Adagia, Chiliades, 1, 973; 25 (opus 1508)
Plato De legibus II eleganter indicat quomodo fallat contagium: Πότερον εἰκός ἥ καί ἀναγκαῖον ταὐτόν εἷναι ὅπερ ὅταν τις πονηροῖς ἤθεσι ξυνών κακῶν ἀνθρώπων μή μισῆ, χαίρει δέ ἀποδεχόμενος, ψέγῃ δέ ὡς ἐν παιδιᾶς μοίρᾳ ὀνειρρώτων αὐτοῦ τήν μοχθηρίαν; τότε ὁμοιοῦσθαι δήπου ἀνάγκη τόν χαίροντα ὁποτέροις ἅν χαίρει, id est Utrum probabile an potius necessarium hoc ipsum esse, quod cum quis cum pravis hominum improborum moribus conflictatur, non odit, sed gaudet magis approbans, quanquam veluti per iocum reprehendit somnians suam ipsius maliciam ?
8Desiderius Erasmus, Adagia, Chiliades, 2, 1079; 11 (opus 1508)
Item Theocritus in Catellae amore: Ἄμμες δ’ οὔτε λόγω τινός ἄξιοι, οὐδ’ ἀριθμητοί, Δύστανοι Μεγαῆες, ἀτιμοτάτῃ ἐνί μοίρᾳ, id est Nostri nec ratio est, numero neque ponimur ullo, Extremae sortis veluti quondam Megarenses.
9Desiderius Erasmus, Adagia, Chiliades, 2, 1269; 8 (opus 1508)
Item Euripides in Oreste: Θανεῖν γάρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει, id est Fatale enim illi est ense Delphico mori.
10Desiderius Erasmus, Adagia, Chiliades, 2, 1470; 12 (opus 1508)
Caeterum in encomio septimo sententiam eandem extulit metaphora sumpra a ventis, qui non semper spirant iidem: Ἐν δέ μιᾶ μοίρᾳ χρόνου / ἀλλοτ’ ἄλλαι διαιθύσσοισιν αὖραι, id est In una parte temporis nunc hae, nunc aliae discurrunt aurae.
11Desiderius Erasmus, Adagia, Chiliades, 3, 2786; 1 (opus 1508)
In eum, qui sibi pertinaciter accersit malum, cui veluti fato destinatus sit, congruet illud ex eodem libro: Σόν δ’ ἄγε μοῖρα κακή θανάτοιο τέλοσδε, id est Istum mortis in exitium mala Parca trahebat.
12Flauius Sosipater Charisius, Ars, p. 461, l. 52 (auctor c.362)
fatum μοῖρα.
13Herodotus, Historiae, 1, 146, 2; 1 (auctor c.484BC-425BC)
τούτων δὴ εἵνεκα καὶ οἱ Ἴωνες δυώδεκα πόλιας ἐποιήσαντο· ἐπεὶ ὥς γέ τι μᾶλλον οὗτοι Ἴωνες εἰσὶ τῶν ἄλλων Ἰώνων ἢ κάλλιόν τι γεγόνασι, μωρίη πολλὴ λέγειν· τῶν Ἄβαντες μὲν ἐξ Εὐβοίες εἰσὶ οὐκ ἐλαχίστη μοῖρα, τοῖσι Ἰωνίης μέτα οὐδὲ τοῦ οὐνόματος οὐδέν, Μινύαι δὲ Ὀρχομένιοί σφι ἀναμεμίχαται καὶ Καδμεῖοι καὶ Δρύοπες καὶ Φωκέες ἀποδάσμιοι καὶ Μολοσσοὶ καὶ Ἀρκάδες Πελασγοὶ καὶ Δωριέες Ἐπιδαύριοι, ἄλλα τε ἔθνεα πολλὰ ἀναμεμίχαται· οἱ δὲ αὐτῶν ἀπὸ τοῦ πρυτανηίου τοῦ Ἀθηναίων ὁρμηθέντες καὶ νομίζοντες γενναιότατοι εἶναι Ἰώνων, οὗτοι δὲ οὐ γυναῖκας ἠγάγοντο ἐς τὴν ἀποικίην ἀλλὰ Καείρας ἔσχον, τῶν ἐφόνευσαν τοὺς γονέας.
14Herodotus, Historiae, 4, 120, 4; 3 (auctor c.484BC-425BC)
αὕτη μέν σφι μία ἦν μοῖρα τῆς βασιληίης, τεταγμένη ταύτην τὴν ὁδὸν ἥ περ εἴρηται· τὰς δὲ δύο τῶν βασιληίων, τήν τε μεγάλην τῆς ἦρχε Ἰδάνθυρσος καὶ τὴν τρίτην τῆς ἐβασίλευε Τάξακις, συνελθούσας ἐς τὠυτὸ καὶ Γελωνῶν τε καὶ Βουδίνων προσγενομένων, ἡμέρης καὶ τούτους ὁδῶ προέχοντας τῶν Περσέων ὑπεξάγειν, ὑπιόντας τε καὶ ποιεῦντας τὰ βεβουλευμένα· πρῶτα μέν νυν ὑπάγειν σφέας ἰθὺ τῶν χωρέων τῶν ἀπειπαμένων τὴν σφετέρην συμμαχίην, ἵνα καὶ τούτους ἐκπολεμώσωσι· εἰ γὰρ μὴ ἑκόντες γε ὑπέδυσαν τὸν πόλεμον τὸν πρὸς Πέρσας, ἀλλ' ἀέκοντας ἐκπολεμώσειν· μετὰ δὲ τοῦτο ὑποστρέφειν ἐς τὴν σφετέρην καὶ ἐπιχειρέειν, ἢν δὴ βουλευομένοισι δοκέῃ.
15Herodotus, Historiae, 4, 133, 1; 2 (auctor c.484BC-425BC)
ἡ δὲ Σκυθέων μία μοῖρα ἡ ταχθεῖσα πρότερον μὲν παρὰ τὴν Μαιῆτιν λίμνην φρουρέειν, τότε δὲ ἐπὶ τὸν Ἴστρον Ἴωσι ἐς λόγους ἐλθεῖν, ὡς ἀπίκετο ἐπὶ τὴν γέφυραν, ἔλεγε τάδε.
16Herodotus, Historiae, 7, 157, 2; 3 (auctor c.484BC-425BC)
σὺ δὲ δυνάμιός τε γὰρ ἥκεις μεγάλως καὶ μοῖρά τοι τῆς Ἑλλάδος οὐκ ἐλαχίστη μέτα ἄρχοντί γε Σικελίης, βοήθεέ τε τοῖσι ἐλευθεροῦσι τὴν Ἑλλάδα καὶ συνελευθέρου.
17Hesiodus, Opera et dies, 737; 4 (auctor fl.c.700BC)
μηδέ ποτ' οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε πινόντων· ὀλοὴ γὰρ ἐπ' αὐτῷ μοῖρα τέτυκται.
18Hesiodus, Theogonia, 585; 5 (auctor fl.c.700BC)
ὡς δ' ὁπότ' ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων – αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά, οἳ δ' ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους ἀλλότριον κάματον σφετέρην ἐς γαστέρ' ἀμῶνται – ὣς δ' αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντ' ἀγαθοῖο· ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δ' ἐπὶ γῆρας ἵκοιτο χήτεϊ γηροκόμοιο· ὅ γ' οὐ βιότου ἐπιδευὴς ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται χηρωσταί· ᾧ δ' αὖτε γάμου μετὰ μοῖρα γένηται, κεδνὴν δ' ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι, τῷ δέ τ' ἀπ' αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.
19Hesiodus, Theogonia, 767; 4 (auctor fl.c.700BC)
ὁππότ' ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται καί ῥ' ὅστις ψεύδηται Ὀλύμπια δώματ' ἐχόντων, Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ ψυχρόν, ὅτ' ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν Ὠκεανοῖο κέρας· δεκάτη δ' ἐπὶ μοῖρα δέδασται· ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει, ἣ δὲ μί' ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.
20Homerus, Ilias, 3, 76; 6 (auctor fl.700BC)
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκήν ἐγένοντο σιωπῇ· τοῖσι δέ καί μετέειπε βοήν ἀγαθός Μενέλαος· κέκλυτε νῦν καί ἐμεῖο· μάλιστα γάρ ἄλγος ἱκάνει θυμόν ἐμόν, φρονέω δέ διακρινθήμεναι ἤδη Ἀργείους καί Τρῶας, ἐπεί κακά πολλά πέπασθε εἵνεκ' ἐμῆς ἔριδος καί Ἀλεξάνδρου ἕνεκ' ἀρχῆς· ἡμέων δ' ὁπποτέρῳ θάνατος καί μοῖρα τέτυκται τεθναίη· ἄλλοι δέ διακρινθεῖτε τάχιστα.
21Homerus, Ilias, 4, 517; 1 (auctor fl.700BC)
ἔνθ' Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε· χερμαδίῳ γάρ βλῆτο παρά σφυρόν ὀκριόεντι κνήμην δεξιτερήν· βάλε δέ Θρῃκῶν ἀγός ἀνδρῶν Πείρως Ἰμβρασίδης ὃς ἄρ' Αἰνόθεν εἰληλούθει.
22Homerus, Ilias, 5, 43; 8 (auctor fl.700BC)
Εὐρύπυλος δ' Εὐαιμονίδης Ὑψήνορα δῖον υἱόν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου ἀρητήρ ἐτέτυκτο, θεός δ' ὣς τίετο δήμῳ, τόν μέν ἄρ' Εὐρύπυλος, Εὐαίμονος ἀγλαός υἱός, πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ' ὦμον φασγάνῳ ἀΐξας, ἀπό δ' ἔξεσε χεῖρα βαρεῖαν· αἱματόεσσα δέ χείρ πεδίῳ πέσε· τόν δέ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος καί μοῖρα κραταιή.
23Homerus, Ilias, 5, 576; 10 (auctor fl.700BC)
τώ δέ πεσόντ' ἐλέησε μέγας Τελαμώνιος Αἴας· στῆ δέ μάλ' ἐγγύς ἰών, καί ἀκόντισε δουρί φαεινῷ, καί βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥ' ἐνί Παισῷ ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα ἦγ' ἐπικουρήσοντα μετά Πρίαμόν τε καί υἷας.
24Homerus, Ilias, 5, 627; 1 (auctor fl.700BC)
ὣς οἳ μέν πονέοντο κατά κρατερήν ὑσμίνην· Τληπόλεμον δ' Ἡρακλεΐδην ἠΰν τε μέγαν τε ὦρσεν ἐπ' ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
25Homerus, Ilias, 7, 43; 2 (auctor fl.700BC)
τῶν δ' Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι· στῆ δέ παρ' Ἕκτορ' ἰών καί μιν πρός μῦθον ἔειπεν· Ἕκτορ υἱέ Πριάμοιο Διί μῆτιν ἀτάλαντε ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι· ἄλλους μέν κάθισον Τρῶας καί πάντας Ἀχαιούς, αὐτός δέ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι· οὐ γάρ πώ τοι μοῖρα θανεῖν καί πότμον ἐπισπεῖν· ὣς γάρ ἐγώ ὄπ' ἄκουσα θεῶν αἰειγενετάων.
26Homerus, Ilias, 9, 286; 8 (auctor fl.700BC)
ἴση μοῖρα μένοντι καί εἰ μάλα τις πολεμίζοι· ἐν δέ ἰῇ τιμῇ ἠμέν κακός ἠδέ καί ἐσθλός· κάτθαν' ὁμῶς ὅ τ' ἀεργός ἀνήρ ὅ τε πολλά ἐοργώς.
27Homerus, Ilias, 10, 218; 12 (auctor fl.700BC)
ἀλλ' ἴομεν· μάλα γάρ νύξ ἄνεται, ἐγγύθι δ' ἠώς, ἄστρα δέ δή προβέβηκε, παροίχωκεν δέ πλέων νύξ τῶν δύο μοιράων, τριτάτη δ' ἔτι μοῖρα λέλειπται.
28Homerus, Ilias, 12, 108; 1 (auctor fl.700BC)
ἔνθ' ἄλλοι Τρῶες τηλεκλειτοί τ' ἐπίκουροι βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο· ἀλλ' οὐχ Ὑρτακίδης ἔθελ' Ἄσιος ὄρχαμος ἀνδρῶν αὖθι λιπεῖν ἵππους τε καί ἡνίοχον θεράποντα, ἀλλά σύν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι νήπιος, οὐδ' ἄρ' ἔμελλε κακάς ὑπό κῆρας ἀλύξας ἵπποισιν καί ὄχεσφιν ἀγαλλόμενος παρά νηῶν ἂψ ἀπονοστήσειν προτί Ἴλιον ἠνεμόεσσαν· πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
29Homerus, Ilias, 13, 601; 1 (auctor fl.700BC)
Πείσανδρος δ' ἰθύς Μενελάου κυδαλίμοιο ἤϊε· τόν δ' ἄγε μοῖρα κακή θανάτοιο τέλος δέ σοί Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
30Homerus, Ilias, 15, 113; 1 (auctor fl.700BC)
ὣς ἔφατ', αὐτάρ Ἄρης θαλερώ πεπλήγετο μηρώ χερσί καταπρηνέσσ', ὀλοφυρόμενος δ' ἔπος ηὔδα· μή νῦν μοι νεμεσήσετ' Ὀλύμπια δώματ' ἔχοντες τίσασθαι φόνον υἷος ἰόντ' ἐπί νῆας Ἀχαιῶν, εἴ πέρ μοι καί μοῖρα Διός πληγέντι κεραυνῷ κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ' αἵματι καί κονίῃσιν.
31Homerus, Ilias, 16, 306; 8 (auctor fl.700BC)
πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι· τόν δέ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος καί μοῖρα κραταιή.
32Homerus, Ilias, 16, 818; 7 (auctor fl.700BC)
ἄλλο δέ τοι ἐρέω, σύ δ' ἐνί φρεσί βάλλεο σῇσιν· οὔ θην οὐδ' αὐτός δηρόν βέῃ, ἀλλά τοι ἤδη ἄγχι παρέστηκεν θάνατος καί μοῖρα κραταιή χερσί δαμέντ' Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.
33Homerus, Ilias, 17, 400; 4 (auctor fl.700BC)
ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν· ὦ φίλοι, εἰ καί μοῖρα παρ' ἀνέρι τῷδε δαμῆναι πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.
34Homerus, Ilias, 17, 456; 6 (auctor fl.700BC)
τόν δ' αὖτ' Αὐτομέδων προσέφη Διώρεος υἱός· Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε, εἰ μή Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος ζωός ἐών· νῦν αὖ θάνατος καί μοῖρα κιχάνει.
35Homerus, Ilias, 17, 656; 2 (auctor fl.700BC)
πολλά δέ Μηριόνῃ τε καί Αἰάντεσσ' ἐπέτελλεν· Αἴαντ' Ἀργείων ἡγήτορε Μηριόνη τε νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο μνησάσθω· πᾶσιν γάρ ἐπίστατο μείλιχος εἶναι ζωός ἐών· νῦν αὖ θάνατος καί μοῖρα κιχάνει.
36Homerus, Ilias, 18, 97; 5 (auctor fl.700BC)
οὐδέ γάρ οὐδέ βίη Ἡρακλῆος φύγε κῆρα, ὅς περ φίλτατος ἔσκε Διί Κρονίωνι ἄνακτι· ἀλλά ἑ μοῖρα δάμασσε καί ἀργαλέος χόλος Ἥρης.
37Homerus, Ilias, 18, 97; 6 (auctor fl.700BC)
ὣς καί ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, κείσομ' ἐπεί κε θάνω· νῦν δέ κλέος ἐσθλόν ἀροίμην, καί τινα Τρωϊάδων καί Δαρδανίδων βαθυκόλπων ἀμφοτέρῃσιν χερσί παρειάων ἁπαλάων δάκρυ' ὀμορξαμένην ἁδινόν στοναχῆσαι ἐφείην, γνοῖεν δ' ὡς δή δηρόν ἐγώ πολέμοιο πέπαυμαι· μή δέ μ' ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.
38Homerus, Ilias, 19, 74; 5 (auctor fl.700BC)
πολλάκι δή μοι τοῦτον Ἀχαιοί μῦθον ἔειπον καί τέ με νεικείεσκον· ἐγώ δ' οὐκ αἴτιός εἰμι, ἀλλά Ζεύς καί Μοῖρα καί ἠεροφοῖτις Ἐρινύς, οἵ τέ μοι εἰν ἀγορῇ φρεσίν ἔμβαλον ἄγριον ἄτην, ἤματι τῷ ὅτ' Ἀχιλλῆος γέρας αὐτός ἀπηύρων.
39Homerus, Ilias, 19, 387; 3 (auctor fl.700BC)
τόν δ' ἄρ' ὑπό ζυγόφι προσέφη πόδας αἰόλος ἵππος Ξάνθος, ἄφαρ δ' ἤμυσε καρήατι· πᾶσα δέ χαίτη ζεύγλης ἐξεριποῦσα παρά ζυγόν οὖδας ἵκανεν· αὐδήεντα δ' ἔθηκε θεά λευκώλενος Ἥρη· καί λίην σ' ἔτι νῦν γε σαώσομεν ὄβριμ' Ἀχιλλεῦ· ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς αἴτιοι, ἀλλά θεός τε μέγας καί Μοῖρα κραταιή.
40Homerus, Ilias, 20, 455; 3 (auctor fl.700BC)
Τρῶα δ' Ἀλαστορίδην, ὃ μέν ἀντίος ἤλυθε γούνων, εἴ πώς εὑ πεφίδοιτο λαβών καί ζωόν ἀφείη μηδέ κατακτείνειεν ὁμηλικίην ἐλεήσας, νήπιος, οὐδέ τό ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν· οὐ γάρ τι γλυκύθυμος ἀνήρ ἦν οὐδ' ἀγανόφρων, ἀλλά μάλ' ἐμμεμαώς· ὃ μέν ἥπτετο χείρεσι γούνων ἱέμενος λίσσεσθ', ὃ δέ φασγάνῳ οὖτα καθ' ἧπαρ· ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτάρ μέλαν αἷμα κατ' αὐτοῦ κόλπον ἐνέπλησεν· τόν δέ σκότος ὄσσε κάλυψε θυμοῦ δευόμενον· ὃ δέ Μούλιον οὖτα παραστάς δουρί κατ' οὖς· εἶθαρ δέ δι' οὔατος ἦλθ' ἑτέροιο αἰχμή χαλκείη· ὃ δ' Ἀγήνορος υἱόν Ἔχεκλον μέσσην κάκ κεφαλήν ξίφει ἤλασε κωπήεντι, πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι· τόν δέ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος καί μοῖρα κραταιή.
41Homerus, Ilias, 21, 97; 3 (auctor fl.700BC)
οὐχ ὁράᾳς οἷος καί ἐγώ καλός τε μέγας τε· πατρός δ' εἴμ' ἀγαθοῖο, θεά δέ με γείνατο μήτηρ· ἀλλ' ἔπι τοι καί ἐμοί θάνατος καί μοῖρα κραταιή· ἔσσεται ἢ ἠώς ἢ δείλη ἢ μέσον ἦμαρ ὁππότε τις καί ἐμεῖο Ἄρῃ ἐκ θυμόν ἕληται ἢ ὅ γε δουρί βαλών ἢ ἀπό νευρῆφιν ὀϊστῷ.
42Homerus, Ilias, 22, 1; 2 (auctor fl.700BC)
Ἕκτορα δ' αὐτοῦ μεῖναι ὀλοιή μοῖρα πέδησεν Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
43Homerus, Ilias, 22, 289; 4 (auctor fl.700BC)
νῦν δέ δή ἐγγύθι μοι θάνατος κακός, οὐδ' ἔτ' ἄνευθεν, οὐδ' ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν Ζηνί τε καί Διός υἷι ἑκηβόλῳ, οἵ με πάρος γε πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
44Homerus, Ilias, 22, 405; 7 (auctor fl.700BC)
ὣς ἔφατο κλαίων, ἐπί δέ στενάχοντο πολῖται· Τρῳῇσιν δ' Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· τέκνον ἐγώ δειλή· τί νυ βείομαι αἰνά παθοῦσα σεῦ ἀποτεθνηῶτος· ὅ μοι νύκτάς τε καί ἦμαρ εὐχωλή κατά ἄστυ πελέσκεο, πᾶσί τ' ὄνειαρ Τρωσί τε καί Τρῳῇσι κατά πτόλιν, οἵ σε θεόν ὣς δειδέχατ'· ἦ γάρ καί σφι μάλα μέγα κῦδος ἔησθα ζωός ἐών· νῦν αὖ θάνατος καί μοῖρα κιχάνει.
45Homerus, Ilias, 23, 54; 7 (auctor fl.700BC)
οὐ μέν γάρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλάς ἑζόμενοι βουλεύσομεν, ἀλλ' ἐμέ μέν κήρ ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ· καί δέ σοί αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
46Homerus, Ilias, 24, 120; 2 (auctor fl.700BC)
ἣ δέ μάλ' ἄγχ' αὐτοῖο καθέζετο πότνια μήτηρ, χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· τέκνον ἐμόν τέο μέχρις ὀδυρόμενος καί ἀχεύων σήν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου οὔτ' εὐνῆς· ἀγαθόν δέ γυναικί περ ἐν φιλότητι μίσγεσθ'· οὐ γάρ μοι δηρόν βέῃ, ἀλλά τοι ἤδη ἄγχι παρέστηκεν θάνατος καί μοῖρα κραταιή.
47Homerus, Ilias, 24, 200; 3 (auctor fl.700BC)
νῦν δέ κλαίωμεν ἄνευθεν ἥμενοι ἐν μεγάρῳ· τῷ δ' ὥς ποθι Μοῖρα κραταιή γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων ἀνδρί πάρα κρατερῷ, τοῦ ἐγώ μέσον ἧπαρ ἔχοιμι ἐσθέμεναι προσφῦσα· τότ' ἄντιτα ἔργα γένοιτο παιδός ἐμοῦ, ἐπεί οὔ ἑ κακιζόμενόν γε κατέκτα, ἀλλά πρό Τρώων καί Τρωϊάδων βαθυκόλπων ἑσταότ' οὔτε φόβου μεμνημένον οὔτ' ἀλεωρῆς.
48Homerus, Odyssea, 3, 229; 11 (auctor fl.700BC)
ἀλλ' ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι, δή τότε τόν μέν ἀοιδόν ἄγων ἐς νῆσον ἐρήμην κάλλιπεν οἰωνοῖσιν ἕλωρ καί κύρμα γενέσθαι, τήν δ' ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
49Homerus, Odyssea, 4, 435; 10 (auctor fl.700BC)
οὐ γάρ τοι πρίν μοῖρα φίλους τ' ἰδέειν καί ἱκέσθαι οἶκον ἐυκτίμενον καί σήν ἐς πατρίδα γαῖαν, πρίν γ' ὅτ' ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο, αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θ' ἱεράς ἑκατόμβας ἀθανάτοισι θεοῖσι, τοί οὐρανόν εὐρύν ἔχουσι· καί τότε τοι δώσουσιν ὁδόν θεοί, ἣν σύ μενοινᾷς.
50Homerus, Odyssea, 11, 271; 4 (auctor fl.700BC)
τοῖσι δ' ἐπ' ἰφθίμην Πηρώ τέκε, θαῦμα βροτοῖσι, τήν πάντες μνώοντο περικτίται· οὐδ' ἄρα Νηλεύς τῷ ἐδίδου ὃς μή ἕλικας βόας εὐρυμετώπους ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης ἀργαλέας· τάς δ' οἶος ὑπέσχετο μάντις ἀμύμων ἐξελάαν· χαλεπή δέ θεοῦ κατά μοῖρα πέδησε, δεσμοί τ' ἀργαλέοι καί βουκόλοι ἀγροιῶται.
51Homerus, Odyssea, 21, 1; 8 (auctor fl.700BC)
Ἴφιτος αὖθ' ἵππους διζήμενος, αἵ οἱ ὄλοντο δώδεκα θήλειαι, ὑπό δ' ἡμίονοι ταλαεργοί· αἳ δή οἱ καί ἔπειτα φόνος καί μοῖρα γένοντο, ἐπεί δή Διός υἱόν ἀφίκετο καρτερόθυμον, φῶθ' Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων, ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνί οἴκῳ, σχέτλιος, οὐδέ θεῶν ὄπιν ᾐδέσατ' οὐδέ τράπεζαν, τήν ἥν οἱ παρέθηκεν· ἔπειτα δέ πέφνε καί αὐτόν, ἵππους δ' αὐτός ἔχε κρατερώνυχας ἐν μεγάροισι.
52Macrobius Theodosius, Saturnalia, p6, 12; 7 (auctor c.420)
Κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα• εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δ᾽ ἐμὸς εὔχεαι εἶναι, δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδ᾽ ἱκέσθαι, ἀλλ᾽ εἰ καί οἱ μοῖρα φίλους τ᾽ ἰδέειν καὶ ἰκέσθαι οἶκον ἐς ὑψόφορον καὶ ἑὴν ἐς πατρίδα γαῖαν, ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους, νηὸς ἐπ᾽ ἀλλοτρίης, εὕροι δ᾽ ἐν πήματα οἴκῳ.
53Macrobius Theodosius, Saturnalia, p6, 12; 15 (auctor c.420)
" Ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· οὔ θην οὐδ᾽ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή, χερσὶ δαμέντ᾽ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.
54Plato, Apologia, p1, 33; 7 (auctor c.425BC-347BC)
ἐμοὶ δὲ τοῦτο, ὡς ἐγώ φημι, προστέτακται ὑπὸ τοῦ θεοῦ πράττειν καὶ ἐκ μαντείων καὶ ἐξ ἐνυπνίων καὶ παντὶ τρόπῳ ᾧπέρ τίς ποτε καὶ ἄλλη θεία μοῖρα ἀνθρώπῳ καὶ ὁτιοῦν προσέταξε πράττειν.
55Plato, Convivium, p1, 206; 19 (auctor c.425BC-347BC)
Μοῖρα οὖν καὶ Εἰλείθυια ἡ Καλλονή ἐστι τῇ γενέσει.
56Plato, Critias, p1, 121; 3 (auctor c.425BC-347BC)
ἐπεὶ δ' ἡ τοῦ θεοῦ μὲν μοῖρα ἐξίτηλος ἐγίγνετο ἐν αὐτοῖς πολλῷ τῷ θνητῷ καὶ πολλάκις ἀνακεραννυμένη, τὸ δὲ ἀνθρώπινον ἦθος ἐπεκράτει, τότε ἤδη τὰ παρόντα φέρειν ἀδυνατοῦντες ἠσχημόνουν, καὶ τῷ δυναμένῳ μὲν ὁρᾶν αἰσχροὶ κατεφαίνοντο, τὰ κάλλιστα ἀπὸ τῶν τιμιωτάτων ἀπολλύντες, τοῖς δὲ ἀδυνατοῦσιν ἀληθινὸν πρὸς εὐδαιμονίαν βίον ὁρᾶν τότε δὴ μάλιστα πάγκαλοι μακάριοί τε ἐδοξάζοντο εἶναι, πλεονεξίας ἀδίκου καὶ δυνάμεως ἐμπιμπλάμενοι.
57Plato, Crito, p1, 51; 1 (auctor c.425BC-347BC)
ἀντιλέγειν οὔτε τυπτόμενον ἀντιτύπτειν οὔτε ἄλλα τοιαῦτα πολλά· πρὸς δὲ τὴν πατρίδα ἄρα καὶ τοὺς νόμους ἐξέσται σοι, ὥστε, ἐάν σε ἐπιχειρῶμεν ἡμεῖς ἀπολλύναι δίκαιον ἡγούμενοι εἶναι, καὶ σὺ δὲ ἡμᾶς τοὺς νόμους καὶ τὴν πατρίδα καθ' ὅσον δύνασαι ἐπιχειρήσεις ἀνταπολλύναι, καὶ φήσεις ταῦτα ποιῶν δίκαια πράττειν, ὁ τῇ ἀληθείᾳ τῆς ἀρετῆς ἐπιμελόμενος· ἢ οὕτως εἶ σοφὸς ὥστε λέληθέν σε ὅτι μητρός τε καὶ πατρὸς καὶ τῶν ἄλλων προγόνων ἁπάντων τιμιώτερόν ἐστιν πατρὶς καὶ σεμνότερον καὶ ἁγιώτερον καὶ ἐν μείζονι μοίρᾳ καὶ παρὰ θεοῖς καὶ παρ' ἀνθρώποις τοῖς νοῦν ἔχουσι, καὶ σέβεσθαι δεῖ καὶ μᾶλλον ὑπείκειν καὶ θωπεύειν πατρίδα χαλεπαίνουσαν ἢ πατέρα, καὶ ἢ πείθειν ἢ ποιεῖν ἃ ἂν κελεύῃ, καὶ πάσχειν ἐάν τι προστάττῃ παθεῖν ἡσυχίαν ἄγοντα, ἐάντε τύπτεσθαι ἐάντε δεῖσθαι, ἐάντε εἰς πόλεμον ἄγῃ τρωθησόμενον ἢ ἀποθανούμενον, ποιητέον ταῦτα, καὶ τὸ δίκαιον οὕτως ἔχει, καὶ οὐχὶ ὑπεικτέον οὐδὲ ἀναχωρητέον οὐδὲ λειπτέον τὴν τάξιν, ἀλλὰ καὶ ἐν πολέμῳ καὶ ἐν δικαστηρίῳ καὶ πανταχοῦ ποιητέον ἃ ἂν κελεύῃ ἡ πόλις καὶ ἡ πατρίς, ἢ πείθειν αὐτὴν ᾗ τὸ δίκαιον πέφυκε· βιάζεσθαι δὲ οὐχ ὅσιον οὔτε μητέρα οὔτε πατέρα, πολὺ δὲ τούτων ἔτι ἧττον τὴν πατρίδα·» τί φήσομεν πρὸς ταῦτα, ὦ Κρίτων· ἀληθῆ λέγειν τοὺς νόμους ἢ οὔ· Κρίτων ἔμοιγε δοκεῖ.
58Plato, Epistolae, 1a, 313; 4 (auctor c.425BC-347BC)
οὐ μὴν ἄλλῳ γέ ποτ' ἔφην ἐντετυχηκέναι τοῦθ' ηὑρηκότι, ἀλλὰ ἡ πολλή μοι πραγματεία περὶ τοῦτ' εἴη· σὺ δὲ ἴσως μὲν ἀκούσας του, τάχα δ' ἂν θείᾳ μοίρᾳ κατὰ τοῦθ' ὁρμήσας, ἔπειτα αὐτοῦ τὰς ἀποδείξεις ὡς ἔχων βεβαίως οὐ κατέδησας, ἀλλ' ᾄττει σοι τοτὲ μὲν οὕτως, τοτὲ δὲ ἄλλως περὶ τὸ φανταζόμενον, τὸ δὲ οὐδέν ἐστιν τοιοῦτον.
59Plato, Epistolae, 1f, 337; 7 (auctor c.425BC-347BC)
τὰ δὲ νῦν ὑμεῖς πειρᾶσθε εὐτυχέστερον αὐτὰ ἀγαθῇ πρᾶξαι μοίρᾳ καὶ θείᾳ τινὶ τύχῃ.
60Plato, Ion, p1, 534; 4 (auctor c.425BC-347BC)
ἅτε οὖν οὐ τέχνῃ ποιοῦντες καὶ πολλὰ λέγοντες καὶ καλὰ περὶ τῶν πραγμάτων, ὥσπερ σὺ περὶ Ὁμήρου, ἀλλὰ θείᾳ μοίρᾳ, τοῦτο μόνον οἷός τε ἕκαστος ποιεῖν καλῶς ἐφ' ὃ ἡ Μοῦσα αὐτὸν ὥρμησεν, ὁ μὲν διθυράμβους, ὁ δὲ ἐγκώμια, ὁ δὲ ὑπορχήματα, ὁ δ' ἔπη, ὁ δ' ἰάμβους· τὰ δ' ἄλλα φαῦλος αὐτῶν ἕκαστός ἐστιν.
61Plato, Ion, p1, 535; 1 (auctor c.425BC-347BC)
ποιητοῦ τὸ κάλλιστον μέλος ᾖσεν· ἢ οὐ δοκῶ σοι ἀληθῆ λέγειν, ὦ Ἴων· Ἴων ναὶ μὰ τὸν Δία, ἔμοιγε· ἅπτει γάρ πώς μου τοῖς λόγοις τῆς ψυχῆς, ὦ Σώκρατες, καί μοι δοκοῦσι θείᾳ μοίρᾳ ἡμῖν παρὰ τῶν θεῶν ταῦτα οἱ ἀγαθοὶ ποιηταὶ ἑρμηνεύειν.
62Plato, Ion, p1, 536; 4 (auctor c.425BC-347BC)
ὧν σύ, ὦ Ἴων, εἷς εἶ καὶ κατέχῃ ἐξ Ὁμήρου, καὶ ἐπειδὰν μέν τις ἄλλου του ποιητοῦ ᾄδῃ, καθεύδεις τε καὶ ἀπορεῖς ὅτι λέγῃς, ἐπειδὰν δὲ τούτου τοῦ ποιητοῦ φθέγξηταί τις μέλος, εὐθὺς ἐγρήγορας καὶ ὀρχεῖταί σου ἡ ψυχὴ καὶ εὐπορεῖς ὅτι λέγῃς· οὐ γὰρ τέχνῃ οὐδ' ἐπιστήμῃ περὶ Ὁμήρου λέγεις ἃ λέγεις, ἀλλὰ θείᾳ μοίρᾳ καὶ κατοκωχῇ, ὥσπερ οἱ κορυβαντιῶντες ἐκείνου μόνου αἰσθάνονται τοῦ μέλους ὀξέως ὃ ἂν ᾖ τοῦ θεοῦ ἐξ ὅτου ἂν κατέχωνται, καὶ εἰς ἐκεῖνο τὸ μέλος καὶ σχημάτων καὶ ῥημάτων εὐποροῦσι, τῶν δὲ ἄλλων οὐ φροντίζουσιν· οὕτω καὶ σύ, ὦ Ἴων, περὶ μὲν Ὁμήρου ὅταν τις μνησθῇ, εὐπορεῖς, περὶ δὲ τῶν ἄλλων ἀπορεῖς· τούτου δ' ἐστὶ τὸ αἴτιον, ὅ μ' ἐρωτᾷς, δι' ὅτι σὺ περὶ μὲν Ὁμήρου εὐπορεῖς, περὶ δὲ τῶν ἄλλων οὔ, ὅτι οὐ τέχνῃ ἀλλὰ θείᾳ μοίρᾳ Ὁμήρου δεινὸς εἶ ἐπαινέτης.
63Plato, Ion, p1, 542; 2 (auctor c.425BC-347BC)
εἰ μὲν οὖν τεχνικὸς ὤν, ὅπερ νυνδὴ ἔλεγον, περὶ Ὁμήρου ὑποσχόμενος ἐπιδείξειν ἐξαπατᾷς με, ἄδικος εἶ· εἰ δὲ μὴ τεχνικὸς εἶ, ἀλλὰ θείᾳ μοίρᾳ κατεχόμενος ἐξ Ὁμήρου μηδὲν εἰδὼς πολλὰ καὶ καλὰ λέγεις περὶ τοῦ ποιητοῦ, ὥσπερ ἐγὼ εἶπον περὶ σοῦ, οὐδὲν ἀδικεῖς.
64Plato, Leges, 1, 642; 6 (auctor c.425BC-347BC)
ἀκούων γὰρ τῶν παίδων εὐθύς, εἴ τι μέμφοιντο ἢ καὶ ἐπαινοῖεν Λακεδαιμόνιοι Ἀθηναίους, ὡς «ἡ πόλις ὑμῶν, ὦ Μέγιλλε,» ἔφασαν, «ἡμᾶς οὐ καλῶς ἢ καλῶς ἔρρεξε» – ταῦτα δὴ ἀκούων, καὶ μαχόμενος πρὸς αὐτὰ ὑπὲρ ὑμῶν ἀεὶ πρὸς τοὺς τὴν πόλιν εἰς ψόγον ἄγοντας, πᾶσαν εὔνοιαν ἔσχον, καί μοι νῦν ἥ τε φωνὴ προσφιλὴς ὑμῶν, τό τε ὑπὸ πολλῶν λεγόμενον, ὡς ὅσοι Ἀθηναίων εἰσὶν ἀγαθοὶ διαφερόντως εἰσὶν τοιοῦτοι, δοκεῖ ἀληθέστατα λέγεσθαι· μόνοι γὰρ ἄνευ ἀνάγκης αὐτοφυῶς, θείᾳ μοίρᾳ ἀληθῶς καὶ οὔτι πλαστῶς εἰσιν ἀγαθοί.
65Plato, Leges, 1a, 656; 4 (auctor c.425BC-347BC)
Ἀθηναῖος πότερον εἰκὸς ἢ καὶ ἀναγκαῖον ταὐτὸν εἶναι ὅπερ ὅταν τις πονηροῖς ἤθεσιν συνὼν κακῶν ἀνθρώπων μὴ μισῇ, χαίρῃ δὲ ἀποδεχόμενος, ψέγῃ δὲ ὡς ἐν παιδιᾶς μοίρᾳ, ὀνειρώττων αὐτοῦ τὴν μοχθηρίαν· τότε ὁμοιοῦσθαι δήπου ἀνάγκη τὸν χαίροντα ὁποτέροις ἂν χαίρῃ, ἐὰν ἄρα καὶ ἐπαινεῖν αἰσχύνηται· καίτοι τοῦ τοιούτου τί μεῖζον ἀγαθὸν ἢ κακὸν φαῖμεν ἂν ἡμῖν ἐκ πάσης ἀνάγκης γίγνεσθαι· Κλεινίας δοκῶ μὲν οὐδέν.
66Plato, Leges, 1e, 771; 6 (auctor c.425BC-347BC)
πιστεύσαντες δὴ τὰ νῦν τῇ παρούσῃ φήμῃ καὶ λόγῳ, νείμωμέν τε ταύτην, καὶ ἑκάστῃ μοίρᾳ θεὸν ἢ θεῶν παῖδα ἐπιφημίσαντες, βωμούς τε καὶ τὰ τούτοις προσήκοντα ἀποδόντες, θυσιῶν πέρι συνόδους ἐπ' αὐτοῖς ποιώμεθα δύο τοῦ μηνός, δώδεκα μὲν τῇ τῆς φυλῆς διανομῇ, δώδεκα δὲ αὐτῷ τῷ τῆς πόλεως διαμερισμῷ, θεῶν μὲν δὴ πρῶτον χάριτος ἕνεκα καὶ τῶν περὶ θεούς, δεύτερον δὲ ἡμῶν αὐτῶν οἰκειότητός τε πέρι καὶ γνωρίσεως ἀλλήλων, ὡς φαῖμεν ἄν, καὶ ὁμιλίας ἕνεκα πάσης.
67Plato, Leges, 1e, 775; 5 (auctor c.425BC-347BC)
καὶ πρὸς τούτοις δεῖ μὴ τῶν σωμάτων διακεχυμένων ὑπὸ μέθης γίγνεσθαι τὴν παιδουργίαν, ἀλλ' εὐπαγὲς ἀπλανὲς ἡσυχαῖόν τε ἐν μοίρᾳ συνίστασθαι τὸ φυόμενον.
68Plato, Leges, 1h, 870; 9 (auctor c.425BC-347BC)
τούτων δὴ πάντων πέρι προοίμια μὲν εἰρημένα ταῦτ' ἔστω, καὶ πρὸς τούτοις, ὃν καὶ πολλοὶ λόγον τῶν ἐν ταῖς τελεταῖς περὶ τὰ τοιαῦτα ἐσπουδακότων ἀκούοντες σφόδρα πείθονται, τὸ τῶν τοιούτων τίσιν ἐν Ἅιδου γίγνεσθαι, καὶ πάλιν ἀφικομένοις δεῦρο ἀναγκαῖον εἶναι τὴν κατὰ φύσιν δίκην ἐκτεῖσαι, τὴν τοῦ παθόντος ἅπερ αὐτὸς ἔδρασεν, ὑπ' ἄλλου τοιαύτῃ μοίρᾳ τελευτῆσαι τὸν τότε βίον.
69Plato, Leges, 1h, 875; 4 (auctor c.425BC-347BC)
ἐπεὶ ταῦτα εἴ ποτέ τις ἀνθρώπων φύσει ἱκανὸς θείᾳ μοίρᾳ γεννηθεὶς παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο τῶν ἀρξόντων ἑαυτοῦ· ἐπιστήμης γὰρ οὔτε νόμος οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶν νοῦν οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν.
70Plato, Leges, 1k, 946; 2 (auctor c.425BC-347BC)
τῶν δὲ προκριθέντων οὓς ἂν πλεῖστοι ἐνέγκωσι, τούτους ἐκλέξαι μέχρι τῶν ἡμίσεων, ἐὰν ἄρτιοι γίγνωνται, περιττοὶ δὲ ἐὰν ὦσιν, ἕνα ἀφελεῖν, ᾧ ἂν ἐλάχισται γένωνται, καταλιπεῖν δὲ τοὺς ἡμίσεις αὐτῶν πλήθει τῶν ψήφων ἀποκρίναντας, ἐὰν δέ τισιν ἴσαι γίγνωνται καὶ τὸν ἥμισυν ἀριθμὸν πλείω ποιῶσιν, ἀφελεῖν τὸ πλέον ἀποκρίναντας νεότητι, τοὺς δ' ἄλλους ἐγκρίναντας φέρειν αὖθις, μέχριπερ ἂν τρεῖς λειφθῶσιν ἄνισοι· ἐὰν δὲ ἢ πᾶσιν ἢ τοῖν δυοῖν ἴσαι γίγνωνται, τῇ ἀγαθῇ μοίρᾳ καὶ τύχῃ ἐπιτρέψαντας, κλήρῳ διελόντας τὸν νικῶντα καὶ δεύτερον καὶ τρίτον στεφανῶσαι θαλλῷ, καὶ τὰ ἀριστεῖα ἀποδόντας πᾶσιν ἀνειπεῖν ὅτι Μαγνήτων ἡ κατὰ θεὸν πάλιν τυχοῦσα σωτηρίας πόλις, ἀποφήνασα αὑτῆς Ἡλίῳ ἄνδρας τοὺς ἀρίστους τρεῖς, ἀκροθίνιον Ἀπόλλωνι κατὰ τὸν παλαιὸν νόμον ἀνατίθησι κοινὸν καὶ Ἡλίῳ, ὅσονπερ ἂν ἕπωνται χρόνον τῇ κρίσει.
71Plato, Leges, 1k, 958; 5 (auctor c.425BC-347BC)
ἀνδρὶ δὴ τὸ μετὰ τοῦτο γεννηθέντι καὶ ἐκτραφέντι, καὶ γεννήσαντι καὶ ἐκθρέψαντι τέκνα, καὶ συμμείξαντι συμβόλαια μετρίως, διδόντι τε δίκας εἴ τινα ἠδικήκει καὶ παρ' ἑτέρου ἐκλαβόντι, σὺν τοῖς νόμοις ἐν μοίρᾳ γηράσαντι τελευτὴ γίγνοιτ' ἂν κατὰ φύσιν.
72Plato, Menexenus, p1, 247; 5 (auctor c.425BC-347BC)
καὶ ἐὰν μὲν ταῦτα ἐπιτηδεύσητε, φίλοι παρὰ φίλους ἡμᾶς ἀφίξεσθε, ὅταν ὑμᾶς ἡ προσήκουσα μοῖρα κομίσῃ· ἀμελήσαντας δὲ ὑμᾶς καὶ κακισθέντας οὐδεὶς εὐμενῶς ὑποδέξεται.
73Plato, Menexenus, p1, 249; 2 (auctor c.425BC-347BC)
αὐτοὺς δὲ τοὺς τελευτήσαντας τιμῶσα οὐδέποτε ἐκλείπει, καθ' ἕκαστον ἐνιαυτὸν αὐτὴ τὰ νομιζόμενα ποιοῦσα κοινῇ πᾶσιν ἅπερ ἑκάστῳ ἰδίᾳ γίγνεται, πρὸς δὲ τούτοις ἀγῶνας γυμνικοὺς καὶ ἱππικοὺς τιθεῖσα καὶ μουσικῆς πάσης, καὶ ἀτεχνῶς τῶν μὲν τελευτησάντων ἐν κληρονόμου καὶ ὑέος μοίρᾳ καθεστηκυῖα, τῶν δὲ ὑέων ἐν πατρός, γονέων δὲ τῶν τούτων ἐν ἐπιτρόπου, πᾶσαν πάντων παρὰ πάντα τὸν χρόνον ἐπιμέλειαν ποιουμένη.
74Plato, Menon, p1, 99; 17 (auctor c.425BC-347BC)
τούτῳ μέν, ὦ Μένων, καὶ αὖθις διαλεξόμεθα· εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμέν τε καὶ ἐλέγομεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνομένη ἄνευ νοῦ οἷς ἂν
75Plato, Menon, p1, 100; 5 (auctor c.425BC-347BC)
Σωκράτης ἐκ μὲν τοίνυν τούτου τοῦ λογισμοῦ, ὦ Μένων, θείᾳ μοίρᾳ ἡμῖν φαίνεται παραγιγνομένη ἡ ἀρετὴ οἷς ἂν παραγίγνηται· τὸ δὲ σαφὲς περὶ αὐτοῦ εἰσόμεθα τότε, ὅταν πρὶν ᾧτινι τρόπῳ τοῖς ἀνθρώποις παραγίγνεται ἀρετή, πρότερον ἐπιχειρήσωμεν αὐτὸ καθ' αὑτὸ ζητεῖν τί ποτ' ἔστιν ἀρετή.
76Plato, Phaedo, p1, 113; 5 (auctor c.425BC-347BC)
καὶ οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα, ἀναβάντες ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην, καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκεν, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος· οἳ δ' ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξειργασμένοι ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔποτε ἐκβαίνουσιν.
77Plato, Phaedrus, p1, 244; 6 (auctor c.425BC-347BC)
ἀλλ' ὡς καλοῦ ὄντος, ὅταν θείᾳ μοίρᾳ γίγνηται, οὕτω νομίσαντες ἔθεντο, οἱ δὲ νῦν ἀπειροκάλως τὸ ταῦ ἐπεμβάλλοντες μαντικὴν ἐκάλεσαν.
78Plato, Philebus, p1, 53; 3 (auctor c.425BC-347BC)
Σωκράτης πῶς οὖν ἂν λευκοῦ καὶ τίς καθαρότης ἡμῖν εἴη· πότερα τὸ μέγιστόν τε καὶ πλεῖστον ἢ τὸ ἀκρατέστατον, ἐν ᾧ χρώματος μηδεμία μοῖρα ἄλλη μηδενὸς ἐνείη· Πρώταρχος δῆλον ὅτι τὸ μάλιστ' εἰλικρινὲς ὄν.
79Plato, Philebus, p1, 54; 13 (auctor c.425BC-347BC)
Πρώταρχος τί μήν· Σωκράτης τό γε μὴν οὗ ἕνεκα τὸ ἕνεκά του γιγνόμενον ἀεὶ γίγνοιτ' ἄν, ἐν τῇ τοῦ ἀγαθοῦ μοίρᾳ ἐκεῖνό ἐστι· τὸ δὲ τινὸς ἕνεκα γιγνόμενον εἰς ἄλλην, ὦ ἄριστε, μοῖραν θετέον.
80Plato, Politicus, p1, 290; 5 (auctor c.425BC-347BC)
καίτοι σφόδρα γε ἄτοπον ἂν εἶναι δόξειε τὸ ζητεῖν τούτους ἐν ὑπηρετικῇ μοίρᾳ τινί.
81Plato, Theages, p1, 128; 8 (auctor c.425BC-347BC)
ἔστι γάρ τι θείᾳ μοίρᾳ παρεπόμενον ἐμοὶ ἐκ παιδὸς ἀρξάμενον δαιμόνιον.
82Plotinus, Enneades, 1, 6, 6; 11 (auctor c.205-270)
Διὸ καὶ λέγεται ὀρθῶς τὸ ἀγαθὸν καὶ καλὸν τὴν ψυχὴν γίνεσθαι ὁμοιωθῆναι εἶναι θεῷ, ὅτι ἐκεῖθεν τὸ καλὸν καὶ ἡ μοῖρα ἡ ἑτέρα τῶν ὄντων.
83Plotinus, Enneades, 1, 6, 6; 15 (auctor c.205-270)
Καὶ δὴ καὶ τὰ σώματα, ὅσα οὕτω λέγεται, ψυχὴ ἤδη ποιεῖ· ἅτε γὰρ θεῖον οὖσα καὶ οἷον μοῖρα τοῦ καλοῦ, ὧν ἂν ἐφάψηται καὶ κρατῇ, καλὰ ταῦτα, ὡς δυνατὸν αὐτοῖς μεταλαβεῖν, ποιεῖ.
84Plotinus, Enneades, 3, 6, 17; 7 (auctor c.205-270)
Συνήιει οὖν τὸ ἑκάστου λόγου μετὰ τό τι μέγα, οἷον ἵππου καὶ ὁτουοῦν ἄλλου, καὶ τὸ μέγα αὐτό· καὶ ἐγίγνετο πᾶσα μὲν μέγα πρὸς αὐτόμεγα ἐλλαμπομένη, καὶ ἑκάστη δὲ μοῖρα μέγα τι· καὶ ὁμοῦ πάντα ἐφαίνετο ἐκ παντὸς τοῦ εἴδους, οὗ τὸ μέγα, καὶ ἐξ ἑκάστου· καὶ οἷον παρετέτατο καὶ πρὸς πᾶν καὶ πάντα, καὶ ἐν εἴδει τοῦτο ἀναγκασθεῖσα εἶναι καὶ ἐν ὄγκῳ, ὅσον ἡ δύναμις πεποίηκε τὸ μηδὲν ὂν αὐτὸ πάντα εἶναι· οἷον αὐτῷ τῷ φαίνεσθαι καὶ τὸ χρῶμα τὸ ἐξ οὐ χρώματος καὶ ἡ ποιότης ἡ ἐνταῦθα ἡ ἐξ οὐ ποιότητος ἔσχε τὴν ὁμωνυμίαν τὴν ἀπ᾽ ἐκείνων, καὶ τὸ μέγεθος ἐξ οὐ μεγέθους ἢ ὁμωνύμου μεταξὺ θεωρουμένων ἐκείνων καὶ αὐτῆς τῆς ὕλης καὶ τοῦ εἴδους αὐτοῦ.
85Plotinus, Enneades, 4, 3, 23; 8 (auctor c.205-270)
Τοῦ δὲ φυτικοῦ αὖ καὶ αὐξητικοῦ καὶ θρεπτικοῦ μηδενὸς ἀπολειπομένου, τρέφοντος δὲ τῷ αἵματι, τοῦ δὲ αἵματος τοῦ τρέφοντος ἐν φλεψὶν ὄντος, ἀρχῆς δὲ καὶ φλεβῶν καὶ αἵματος ἐν ἥπατι, οἷον ἐναπερειδομένης ταύτης τῆς δυνάμεως ἐνταῦθα ἡ τοῦ ἐπιθυμητικοῦ μοῖρα τῆς ψυχῆς οἰκεῖν ἀπεδόθη.
86Plotinus, Enneades, 6, 4, 16; 6 (auctor c.205-270)
Ἔστι γὰρ ἡ ψυχὴ χωρὶς πάντη οὖσα ἑκάστη οὐχ ἑκάστη, ὅταν δὲ διακριθῇ οὐ τόπῳ, ἀλλ᾽ ἐνεργείαι γένηται τὸ καθέκαστον, μοῖρά τίς ἐστιν, οὐ πᾶσα, καίτοι καὶ ὧς πᾶσα τρόπον ἄλλον· οὐδενὶ δὲ ἐπιστατοῦσα πάντη πᾶσα, οἷον δυνάμει τότε τὸ μέρος οὖσα.
87Plotinus, Enneades, 6, 7, 12; 3 (auctor c.205-270)
Ἔστι δ᾽ ἐκεῖ δηλονότι καὶ γῆ οὐκ ἔρημος, ἀλλὰ πολὺ μᾶλλον ἐζωωμένη, καὶ ἔστιν ἐν αὐτῇ ζῷα ξύμπαντα, ὅσα πεζὰ καὶ χερσαῖα λέγεται ἐνταῦθα, καὶ φυτὰ δηλονότι ἐν τῷ ζῆν ἱδρυμένα· καὶ θάλασσα δέ ἐστιν ἐκεῖ, καὶ πᾶν ὕδωρ ἐν ῥοῇ καὶ ζωῇ μενούσῃ, καὶ τὰ ἐν ὕδατι ζῷα πάντα, ἀέρος τε φύσις τοῦ ἐκεῖ παντὸς μοῖρα, καὶ ζῷα ἀέρια ἐν αὐτῷ ἀνάλογον αὐτῷ τῷ ἀέρι.
88Plotinus, Enneades, 6, 7, 27; 7 (auctor c.205-270)
Ἀλλὰ διὰ τί αὐτῷ ἀγαθὸν ἔσται; Ἆρ᾽ ὅτι οἰκειότατον αὐτῷ; Ἢ οὔ· ἀλλ᾽ ὅτι ἐστί τις ἀγαθοῦ μοῖρα.
89Plotinus, Enneades, 6, 8, 13; 6 (auctor c.205-270)
Ἴδε δὴ καὶ τόδε· τῶν ὄντων ἕκαστον ἐφιέμενον τοῦ ἀγαθοῦ βούλεται ἐκεῖνο μᾶλλον ἢ ὅ ἐστιν εἶναι, καὶ τότε μάλιστα οἴεται εἶναι, ὅταν τοῦ ἀγαθοῦ μεταλάβῃ, καὶ ἐν τῷ τοιούτῳ αἱρεῖται ἑαυτῷ ἕκαστον τὸ εἶναι καθόσον ἂν παρὰ τοῦ ἀγαθοῦ ἴσχῃ, ὡς τῆς τοῦ ἀγαθοῦ φύσεως ἑαυτῷ δηλονότι πολὺ πρότερον αἱρετῆς οὔσης, εἴπερ τὸ ὅση μοῖρα ἀγαθοῦ παρ᾽ ἄλλῳ αἱρετωτάτη, καὶ οὐσία ἑκούσιος καὶ παραγενομένη θελήσει καὶ ἓν καὶ ταὐτὸν οὖσα θελήσει καὶ διὰ θελήσεως ὑποστᾶσα.