'μόνος' - search in All Authors, Showing 1 to 340 of 340 hits

1Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0603B
Καὶ λέγει αὐτῷ Ἐξ ᾧν ἐποίησας, πᾶσιν ἐγένου φανερὸς, ὃτι μισεῖς τὸν βασιλέα, καὶ τὴν πολιτείαν αὐτοῦ, σὺ γὰρ μόνος Αἴγυπτον, καὶ Ἀλεξάνδριαν, καὶ Πεντάπολιν, καὶ Τρίπολιν, καὶ Ἀφρικὴν Σαρακηνοῖς παρέδωκας.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0603C
Λέγει πρὸς αὐτὸν ὁ τοῦ Θεοῦ δοῦλος· Εἰ τὸ φοσᾶτον ὅλον τοῦτο διελάλει, πῶς σὺ μόνος τοῦτο συκοφαντεῖς με; θεώρησάς με πότε, ἣ ἐγώ σε.
3Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605C
Ὁ Θεὸς γινώσκει, καλῶς ποιεῖ παίζων αὐτὰ, ἐὰν οὔκ εἰσιν ἀληθῆ· Μεθ' ὃν ὁ σακελλάριος πάλιν πρὸς αὐτὸν μετ' ὀργῆς εἶπεν· Ἀπλῶς πάντες ψεύδονται καὶ σὺ μόνος ἀληθεύεις; Καὶ ἀποκριθεὶς εἶπεν ὁ τοῦ Θεοῦ δοῦλος, συνδακρύσας τῷ λόγῷ Ἐξουσίαν ἔχετε, συγχωροῦντος τοῦ Θεοῦ, καὶ ζωῶσαι καὶ θανατῶσαι.
4Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611D
Οἱ τοίνυν ὑφ' ἑαυτῶν κατακριθέντες, καὶ ὑπὸ τῶν Ῥωμαίων, καὶ τῆς μετὰ ταῦτα ἐπὶ τῆς ὀγδόης ἰνδικτιῶνος γενομένης συνόδου καθαιρεθέντες, ποίαν ἐπιτελέσουσι μυσταγωγίαν; ἢ ποῖον πνεῦμα τοῖς παρὰ τῶν τοιούτων ἐπιτελουμένοις ἐπιφοιτᾷ; Καὶ λέγουσιν αὐτῷ· Σὺ μόνος σώζῃ, καὶ πάντες ἀπώλλυνται; Καὶ εἶπεν· Οὐδένα κατέκριναν οἱ τρεῖς παῖδες μὴ προσκυνήσαντες τῇ εἰκόνι, πάντων ἀνθρώπων προσκυνούντων.
5Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613A
καὶ ὑπὸ τῆς ἰδίας μαστιγωθῆναι συνειδήσεως, ἐπὶ τῇ παραβάσει τῶν φύσει νομίμων· κᾀμοὶ οὖν μὴ δῷ ὁ Θεὸς κατακρῖναί τινα, ἢ εἰπεῖν ὅτι ἐγὼ μονος σώζομαι· αἱροῦμαι δὲ ἀποθανεῖν, ἢ θρόησιν ἔχων κατὰ τὸ συνειδὸς, ὅτι περὶ τὴν εἰς Θεὸν πίστιν παρεσφάλην καθ' οἱονδήποτε τρόπον.
6Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667C
Γέγονεν οὖν ἀληθῶς, κατὰ τὰς Γραφὰς, μὴ τραπεὶς, ὁ τῶν ὅλων Θεὸς, ἄνθρωπος ἀναμάρτητος, ὡς οἶδεν αὐτὸς μόνος ὑπάρχων τεχνίτης φυκὸς τῶν ὑπὲρ ἔννοιαν· κατ' αὐτὴν ἅμα τὴν σωτήριον σάρκωσιν, τῆς ἰδίας θεότητος ἐμποιήσας τῇ σαρκὶ τὴν ἐνέργειαν, οὐ περιγραφομένην αὐτῇ διὰ τὴν κένωσιν· οὐδ' ὥσπερ τῆς αὐτοῦ θεὸτητος, οὕτω καὶ αὑτῆς φυσικῶς ἐκφυομένην, ἀλλ' ἐν οἷς ἂν σαρκωθεὶς θεϊκῶς ἐνήργησε δι' αὐτῆς ἐκφαινομένην.
7Aristoteles, Physica, 4, 2; 5
λέγουσι μὲν γὰρ πάντες εἶναί τι τὸν τό πον, τί δ' ἐστίν, οὗτος μόνος ἐπεχείρησεν εἰπεῖν.
8Aristoteles, Physica, 8, 1; 25
Πλάτων δὲ γεννᾷ μόνος· ἅμα μὲν γὰρ αὐτὸν τῷ οὐρανῷ [γεγονέναι], τὸν δ' οὐρανὸν γεγονέναι φησίν.
9Aristoteles, Analytica priora, 1, I 45; 17 (auctor 384BC-322BC)
Τῶν δ᾿ ἐν τῷ τελευταίῳ σχήματι συλλογισμῶν εἷς μόνος οὐκ ἀναλύεται εἰς τό πρῶτον, ὅταν μή καθόλου τεθῇ τό στερητικόν, οἱ δ᾿ ἄλλοι πάντες ἀναλύονται.
10Aristoteles, De anima, 1, I 2; 43 (auctor 384BC-322BC)
Ἀναξαγόρας δέ μόνος ἀπαθῆ φησίν εἶναι τόν νοῦν, καί κοινόν οὐθέν οὐθενί τῶν ἄλλων ἔχειν.
11Aristoteles, De anima, 1, I 5; 24 (auctor 384BC-322BC)
Συμβαίνει δ’ Ἐμπεδοκλεῖ γε καί ἀφρονέστατον εἶναι τόν θεόν· μόνος γάρ τῶν στοιχείων ἓν οὐ γνωριεῖ, τό νεῖκος, τά δέ θνητά πάντα· ἐκ πάντων γάρ ἕκαστον.
12Aristoteles, De arte poetica, 4; 11 (auctor 384BC-322BC)
Ὥσπερ δέ καί τά σπουδαῖα μάλιστα ποιητής Ὅμηρος ἦν (μόνος γάρ οὐχ ὅτι εὖ, ἀλλ᾿ ὅτι καί μιμήσεις δραματικάς ἐποίησεν), οὕτω καί τά τῆς κωμῳδίας σχήματα πρῶτος ὑπέδειξεν, οὐ ψόγον ἀλλά τό γελοῖον δραματοποιήσας· ὁ γάρ Μαργίτης ἀνάλογον ἔχει, ὥσπερ Ἰλιάς καί Ὀδύσσεια πρός τάς τραγῳδίας, οὕτω καί οὗτος πρός τάς κωμῳδίας.
13Aristoteles, De arte poetica, 24; 17 (auctor 384BC-322BC)
Ὅμηρος δέ ἄλλα τε πολλά ἄξιος ἐπαινεῖσθαι, καί δή καί ὅτι μόνος τῶν ποιητῶν οὐκ ἀγνοεῖ ὃ δεῖ ποιεῖν αὐτόν.
14Aristoteles, De caelo, 2, 6, 6; 19 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν εἷς τε μόνος ἐστὶν ὁ οὐρανός, καὶ οὗτος ἀγένητος καὶ ἀΐδιος, ἔτι δὲ κινούμενος ὁμαλῶς, ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.
15Aristoteles, De caelo, 2, 8, 6; 15 (auctor 384BC-322BC)
Ἔτι δὲ πάντα μὲν εὔλογον τὴν αὐτὴν κίνησιν κινεῖσθαι, μόνος δὲ δοκεῖ τῶν ἄστρων ὁ ἥλιος τοῦτο δρᾶν ἀνατέλλων καὶ δύνων, καὶ οὗτος οὐ δι´ αὑτὸν ἀλλὰ διὰ τὴν ἀπόστασιν τῆς ἡμετέρας ὄψεως· ἡ γὰρ ὄψις ἀποτεινομένη μακρὰν ἑλίσσεται διὰ τὴν ἀσθένειαν.
16Aristoteles, De generatione animalium, 1, 5; 3 (auctor 384BC-322BC)
Πάντα δ' ἔχει τὰ ζῳοτόκα τοὺς ὄρχεις ἐν τῷ πρόσθεν, ἢ ἔσω ἢ ἔξω πλὴν ἐχίνου· οὗτος δὲ πρὸς τῇ ὀσφύι μόνος διὰ τὴν αὐτὴν αἰτίαν δι' ἥνπερ καὶ οἱ ὄρνιθες· ταχὺν γὰρ ἀναγκαῖον γίγνεσθαι τὸν συνδυασμὸν αὐτῶν· οὐ γὰρ ὥσπερ τὰ ἄλλα τετράποδα ἐπὶ τὰ πρανῆ ἐπιβαίνει ἀλλ' ὀρθοὶ μίγνυνται διὰ τὰς ἀκάνθας.
17Aristoteles, De generatione animalium, 2, 7; 30 (auctor 384BC-322BC)
δηλοῖ δ' ἐν ταῖς ὁμιλίαις μετασχηματιζόμενος ἐπιδήλως μόνος, καὶ τοῖς χρωμένοις πλείοσιν ἀφροδισίοις ἐνδιδόασι τὰ ὄμματα φανερῶς.
18Aristoteles, De generatione animalium, 2, 8; 12 (auctor 384BC-322BC)
ἔτι δ' ἡ μὲν ἀπόδειξις κατ' ἀμφοτέρων εἴρηται ὁμοίως καὶ τοῦ θήλεος καὶ τοῦ ἄρρενος, -γεννᾷ δ' ὁ ἄρρην ἑπταέτης ὢν μόνος ὥς φασιν, ἀλλ' ἡ θήλεια ἄγονος ὅλως, καὶ αὕτη τῷ μὴ ἐκτρέφειν εἰς τέλος, ἐπεὶ ἤδη κύημα ἔσχεν ἡμίονος.
19Aristoteles, De generatione animalium, 3, 1; 3 (auctor 384BC-322BC)
εἷς δὲ μόνος οὐ ζῳοτοκεῖ τῶν τοιούτων ἐν αὑτῷ, ὁ καλούμενος βάτραχος· περὶ οὗ τὴν αἰτίαν ὕστερον λεκτέον.
20Aristoteles, De generatione animalium, 3, 3; 2 (auctor 384BC-322BC)
τούτων δὲ τὰ μὲν ἔχοντα κάτω τὴν ὑστέραν ἀτελὲς ᾠὸν τίκτει διὰ τὴν προειρημένην αἰτίαν, τὰ δὲ καλούμενα σελάχη τῶν ἰχθύων ἐν αὑτοῖς μὲν ᾠοτοκεῖ τέλειον ᾠὸν ἔξω δὲ ζῳοτοκεῖ, πλὴν ἑνὸς ὃν καλοῦσι βάτραχον· οὗτος δ' ᾠοτοκεῖ θύραζε τέλειον ᾠὸν μόνος.
21Aristoteles, De generatione animalium, 5, 1; 57 (auctor 384BC-322BC)
ἑτερόγλαυκοι δὲ γίγνονται μάλιστα οἱ ἄνθρωποι καὶ οἱ ἵπποι διὰ τὴν αὐτὴν αἰτίαν δι' ἥνπερ ὁ μὲν ἄνθρωπος πολιοῦται μόνον, τῶν δ' ἄλλων ἵππος μόνος ἐπιδήλως γηράσκων λευκαίνεται τὰς τρίχας.
22Aristoteles, De generatione et corruptione, 1, 7, 2; 4 (auctor 384BC-322BC)
Δημόκριτος δὲ παρὰ τοὺς ἄλλους ἰδίως ἔλεξε μόνος· φησὶ γὰρ τὸ αὐτὸ καὶ ὅμοιον εἶναι τό τε ποιοῦν καὶ τὸ πάσχον· οὐ γὰρ ἐγχωρεῖν τὰ ἕτερα καὶ διαφέροντα πάσχειν ὑπ´ ἀλλήλων, ἀλλὰ κἂν ἕτερα ὄντα ποιῇ τι εἰς ἄλληλα, οὐχ ᾗ ἕτερα ἀλλ´ ᾗ ταὐτόν τι ὑπάρχει, ταύτῃ τοῦτο συμβαίνειν αὐτοῖς.
23Aristoteles, De incessu animalium, 17, 2; 3 (auctor 384BC-322BC)
Καὶ ὅμοιον δὴ τῷ ὄπισθεν τὸ πλάγιον ἔχει μόνος, διὰ τὸ πολλοὺς ἔχειν τοὺς ἡγεμόνας πόδας.
24Aristoteles, De partibus animalium, 2, 6, 5; 10 (auctor 384BC-322BC)
Ἐν δὲ τοῖς μὴ ἔχουσιν ὀστᾶ ἀλλ´ ἄκανθαν ὁ ῥαχίτης μόνος ἐστὶ μυελός· ὀλίγαιμά τε γὰρ φύσει ὑπάρχει ὄντα, καὶ κοίλη ἄκανθα μόνον ἡ τῆς ῥάχεώς ἐστιν.
25Aristoteles, De partibus animalium, 3, 14, 12; 20 (auctor 384BC-322BC)
Τὸ δὲ τῶν ἰχθύων γένος ἔχει μὲν ὀδόντας, τούτους δὲ καρχαρόδοντας σχεδὸν ὡς εἰπεῖν πάντας· ὀλίγον γάρ τί ἐστι γένος τὸ μὴ τοιοῦτον, οἷον ὁ καλούμενος σκάρος, ὃς δὴ καὶ δοκεῖ μηρυκάζειν εὐλόγως διὰ ταῦτα μόνος· καὶ γὰρ τὰ μὴ ἀμφώδοντα κερατοφόρα δὲ μηρυκάζει.
26Aristoteles, De partibus animalium, 4, 11, 9; 24 (auctor 384BC-322BC)
Τὰ μὲν οὖν ἄλλα πάντα κινεῖ τὴν σιαγόνα τὴν κάτω, ὁ δὲ ποτάμιος κροκόδειλος μόνος τὴν ἄνω.
27Aristoteles, Ethica Eudemia, 3; 23 (auctor 384BC-322BC)
διὸ καὶ ὁ μὴ διὰ τοῦτο ὑπομένων αὐτά, οὗτος ἤτοι ἐξέστηκεν ἢ θρασύς· ὁ δὲ διὰ τὸ καλὸν ἄφοβος καὶ ἀνδρεῖος μόνος.
28Aristoteles, Ethica Eudemia, 3; 27 (auctor 384BC-322BC)
ὁ μὲν οὖν θρασύς, καὶ εἰ μὴ κελεύει, ταῦτα θαρρεῖ, ὁ δὲ δειλὸς οὐδ' ἂν κελεύῃ· ὁ δὲ ἀνδρεῖος μόνος, ἐὰν κελεύῃ.
29Aristoteles, Ethica Eudemia, 7; 368 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ τότε φανερὸν ἂν εἶναι δόξειεν ὡς οὐ χρήσεως ἕνεκα ὁ φίλος οὐδ' ὠφελείας, ἀλλὰ δι' ἀρετὴν φίλος μόνος.
30Aristoteles, Ethica Nicomachea, 4, 8; 1 (auctor 384BC-322BC)
δοκεῖ δὲ καὶ τὰ εὐτυχήματα συμβάλλεσθαι πρὸς μεγαλοψυχίαν. οἱ γὰρ εὐγενεῖς ἀξιοῦνται τιμῆς καὶ οἱ δυναστεύοντες ἢ πλουτοῦντες· ἐν ὑπεροχῇ γάρ, τὸ δ' ἀγαθῷ ὑπερέχον πᾶν ἐντιμότερον. διὸ καὶ τὰ τοιαῦτα μεγαλοψυχοτέρους ποιεῖ· τιμῶνται γὰρ ὑπὸ τινῶν· κατ' ἀλήθειαν δ' ὁ ἀγαθὸς μόνος τιμητός· ᾧ δ' ἄμφω ὑπάρχει, μᾶλλον ἀξιοῦται τιμῆς.
31Aristoteles, Historia animalium, 1, I 5; 26 (auctor 384BC-322BC)
Τά μέν οὖν ἄλλα ζῷα δύο τούς ἡγεμόνας ἔχει πόδας, ὁ δέ καρκίνος μόνος τῶν ζῴων τέτταρας.
32Aristoteles, Historia animalium, 1, I 11; 7 (auctor 384BC-322BC)
Ἀκίνητον δέ τό οὖς ἄνθρωπος ἔχει μόνος τῶν ἐχόντων τοῦτο τό μόριον.
33Aristoteles, Historia animalium, 1, I 15; 23 (auctor 384BC-322BC)
Ἡ μέν οὖν κεφαλή πᾶσιν ἄνω πρός τό σῶμα τό ἑαυτῶν· ὁ δ’ ἄνθρωπος μόνος, ὥσπερ εἴρηται, πρός τό τοῦ ὅλου τελειωθείς ἔχει τοῦτο τό μόριον.
34Aristoteles, Historia animalium, 2, II 12; 22 (auctor 384BC-322BC)
Ἔτι δ’ ἔνια τῶν ὀρνέων λόφον ἔχουσι, τά μέν αὐτῶν τῶν πτερῶν ἐπανεστηκότα, ὁ δ’ ἀλεκτρυών μόνος ἴδιον· οὔτε γάρ σάρξ ἐστιν οὔτε πόρρω σαρκός τήν φύσιν.
35Aristoteles, Historia animalium, 2, II 17; 49 (auctor 384BC-322BC)
Ἔνιοι γάρ πάμπαν ἐντεροειδῆ ἔχουσιν, οἷον ὃν καλοῦσι σκάρον, ὃς δή καί δοκεῖ μόνος ἰχθύς μηρυκάζειν.
36Aristoteles, Historia animalium, 3, III 7; 9 (auctor 384BC-322BC)
Κινεῖται δέ τοῖς μέν ἄλλοις ζῴοις ἅπασιν ἡ κάτωθεν σιαγών· ὁ δέ κροκόδειλος ὁ ποτάμιος μόνος τῶν ζῴων κινεῖ τήν σιαγόνα τήν ἄνωθεν.
37Aristoteles, Historia animalium, 3, III 12; 7 (auctor 384BC-322BC)
Τά μέν οὖν ἄλλα ζῷα οὔτ’ ἐντός ἔχει τρίχας, τῶν τ’ ἀκρωτηρίων ἐν τοῖς πρανέσιν ἀλλ’ οὐκ ἐν τοῖς ὑπτίοις· ὁ δέ δασύπους μόνος καί ἐντός ἔχει τῶν γνάθων τρίχας καί ὑπό τοῖς ποσίν.
38Aristoteles, Historia animalium, 4, IV 2; 14 (auctor 384BC-322BC)
Ὁ δέ καρκίνος μόνος τῶν τοιούτων ἀνορροπύγιον· καί τό σῶμα τό μέν τῶν καρίδων καί τῶν καράβων πρόμηκες, τό δέ τῶν καρκίνων στρογγύλον.
39Aristoteles, Historia animalium, 5, V 9; 7 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί τῶν ἰχθύων οἱ πλεῖστοι ἅπαξ, οἷον οἱ χυτοί (καλοῦνται δέ χυτοί οἱ τῷ δικτύῳ περιεχόμενοι), θύννος, πηλαμύς, κεστρεύς, χαλκίδες, κοχλίαι, χρόμις, ψῆττα καί τά τοιαῦτα, πλήν ὁ λάβραξ· οὗτος δέ δίς τούτων μόνος, γίνεται δ’ ὁ τόκος αὐτῷ ὁ ὕστερος ἀσθενέστερος.
40Aristoteles, Historia animalium, 5, V 22; 3 (auctor 384BC-322BC)
Εἰσί δέ πλείους ἐν ἑκάστῳ σμήνει ἡγεμόνες, καί οὐχ εἷς μόνος· ἀπόλλυται δέ τό σμῆνος, ἐάν τε ἡγεμόνες μή ἱκανοί ἐνῶσιν (οὐχ οὕτω διά τό ἄναρχοι εἶναι, ἀλλ’ ὡς φασίν, ὅτι συμβάλλονται εἰς τήν γένεσιν τήν τῶν μελιττῶν) ἐάν τε πολλοί ὦσιν οἱ ἡγεμόνες· διασπῶσι γάρ.
41Aristoteles, Historia animalium, 6, VI 1; 13 (auctor 384BC-322BC)
Ταῦτα μέν οὖν ὑπηνέμους ποιεῖται τάς νεοττεύσεις· ὃν δ’ οἱ Βοιωτοί καλοῦσιν εἴροπα, εἰς τάς ὀπάς ἐν τῇ γῇ καταδυόμενος νεοττεύει μόνος.
42Aristoteles, Historia animalium, 6, VI 1; 15 (auctor 384BC-322BC)
Ὁ δ’ ἔποψ μόνος οὐ ποιεῖται νεοττιάν τῶν καθ’ ἑαυτά νεοττευόντων, ἀλλ’ εἰσδυόμενος εἰς τά στελέχη ἐν τοῖς κοίλοι αὐτῶν τίκτει, οὐδέν συμφορούμενος· Ὁ δέ κόκκυξ καί ἐν οἰκίᾳ νεοττεύει καί ἐν πέτραις.
43Aristoteles, Historia animalium, 6, VI 10; 30 (auctor 384BC-322BC)
Οἱ μέν οὖν ἄλλοι γαλεοί καί ἐξαφιᾶσι καί δέχονται εἰς ἑαυτούς τούς νεοττούς, καί αἱ ῥῖναι καί αἱ νάρκαι (ἤδη δ’ ὤφθη νάρκη μεγάλη περί ὀγδοήκοντα ἔχουσα ἐν ἑαυτῇ ἔμβρυα), ὁ δ’ ἀκανθίας οὐκ εἰσδέχεται μόνος τῶν γαλεῶν διά τήν ἄκανθαν.
44Aristoteles, Historia animalium, 6, VI 10; 32 (auctor 384BC-322BC)
Οὐκ εἰσδέχεται δ’ οὐδέ βάτραχος τούς νεοττούς διά τό μέγεθος τῆς κεφαλῆς καί τάς ἀκάνθας· οὐδέ γάρ ζῳοτοκεῖ μόνος τούτων, ὥσπερ εἴρηται πρότερον.
45Aristoteles, Historia animalium, 8, VIII 2; 60 (auctor 384BC-322BC)
Δοκεῖ δέ τῶν ἰχθύων ὁ καλούμενος σκάρος μηρυκάζειν ὥσπερ τά τετράποδα μόνος.
46Aristoteles, Historia animalium, 8, VIII 3; 35 (auctor 384BC-322BC)
Τῶν δέ στεγανοπόδων τά μέν βαρύτερα περί ποταμούς καί λίμνας ἐστίν, οἷον κύκνος, νῆττα, φαλαρίς, κολυμβίς, ἔτι βόσκας, ὅμοιος μέν νήττῃ, τό δέ μέγεθος ἐλάττων, καί ὁ καλούμενος κόραξ· οὗτος δ’ ἐστί τό μέν μέγεθος οἷον πελαργός, πλήν τά σκέλη ἔχει ἐλάττω, στεγανόπους δέ καί νευστικός, τό δέ χρῶμα μέλας· καθίζει δέ οὗτος ἐπί τῶν δένδρων καί νεοττεύει ἐνταῦθα μόνος τῶν τοιούτων.
47Aristoteles, Historia animalium, 8, VIII 6; 4 (auctor 384BC-322BC)
Καί τῶν ὀρνέων δέ τά μέν ἄλλα σπάσει, πλήν τά μέν μακραύχενα διαλείποντα καί αἴροντα τήν κεφαλήν, ὁ δέ πορφυρίων μόνος κάψει.
48Aristoteles, Historia animalium, 9, IX 32; 5 (auctor 384BC-322BC)
Ἐκτρέφει δέ μόνος τά τέκνα οὗτος καί ἐξάγει.
49Aristoteles, Magna moralia, 2, 7, 19; 56 (auctor 384BC-322BC)
ὁ γὰρ φιλότιμός ἐστιν ὁ μόνος βουλόμενος ἔχειν καὶ τῷ τοιούτῳ τῶν ἄλλων ὑπερέχειν καὶ τὴν ἡδονὴν οὖν, εἰ μέλλει ἀγαθὸν εἶναι, τοιοῦτον δεῖν εἶναι.
50Aristoteles, Magna moralia, 2, 15, 2; 2 (auctor 384BC-322BC)
λέγουσι γὰρ τοιαῦτα καὶ οἱ ποιηταί ὅταν δ' ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων; ὅθεν καὶ ἡ ἀπορία γίγνεται, πότερον ὁ πάντα τἀγαθὰ ἔχων καὶ ὢν αὐτάρκης προσδεήσεται φίλου; ἢ τότε καὶ μάλιστα; τίνα γὰρ εὖ ποιήσει, ἢ μετὰ τοῦ συμβιώσεται; οὐ γὰρ δὴ μόνος γε διάξει.
51Aristoteles, Magna moralia, 2, 15, 9; 16 (auctor 384BC-322BC)
Ἔτι δὲ καὶ εἴπερ ἐστὶν καλόν, ὥσπερ ἐστίν, τὸ εὖ ποιεῖν ἔχοντα τὰ παρὰ τῆς τύχης ἀγαθά, τίνα εὖ ποιήσει; μετὰ τίνος δὲ συμβιώσεται; οὐ γὰρ δὴ μόνος γε διάξει τὸ γὰρ συμβιοῦν ἡδὺ καὶ ἀναγκαῖον.
52Aristoteles, Metaphysica, 1, 2; 10 (auctor 384BC-322BC)
διὸ καὶ δικαίως ἂν οὐκ ἀνθρωπίνη νομίζοιτο αὐτῆς ἡ κτῆσις· πολλαχῇ γὰρ ἡ φύσις δούλη τῶν ἀνθρώπων ἐστίν, ὥστε κατὰ Σιμωνίδην "θεὸς ἂν μόνος τοῦτ' ἔχοι γέρας", ἄνδρα δ' οὐκ ἄξιον μὴ οὐ ζητεῖν τὴν καθ' αὑτὸν ἐπιστήμην.
53Aristoteles, Metaphysica, 1, 2; 14 (auctor 384BC-322BC)
μόνη δ' αὕτη τούτων ἀμφοτέρων τετύχηκεν· ὅ τε γὰρ θεὸς δοκεῖ τῶν αἰτίων πᾶσιν εἶναι καὶ ἀρχή τις, καὶ τὴν τοιαύτην ἢ μόνος ἢ μάλιστ' ἂν ἔχοι ὁ θεός.
54Aristoteles, Metaphysica, 3, 4; 28 (auctor 384BC-322BC)
ἀλλ' ὅμως τοσοῦτόν γε μόνος λέγει ὁμολογουμένως· οὐ γὰρ τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα ποιεῖ τῶν ὄντων ἀλλὰ πάντα φθαρτὰ πλὴν τῶν στοιχείων.
55Aristoteles, Metaphysica, 4, 5; 27 (auctor 384BC-322BC)
ἔτι δ' ἄξιον ἐπιτιμῆσαι τοῖς οὕτως ὑπολαμβάνουσιν, ὅτι καὶ αὐτῶν τῶν αἰσθητῶν ἐπὶ τῶν ἐλαττόνων τὸν ἀριθμὸν ἰδόντες οὕτως ἔχοντα περὶ ὅλου τοῦ οὐρανοῦ ὁμοίως ἀπεφήναντο· ὁ γὰρ περὶ ἡμᾶς τοῦ αἰσθητοῦ τόπος ἐν φθορᾷ καὶ γενέσει διατελεῖ μόνος ὤν, ἀλλ' οὗτος οὐθὲν ὡς εἰπεῖν μόριον τοῦ παντός ἐστιν, ὥστε δικαιότερον ἂν δι' ἐκεῖνα τούτων ἀπεψηφίσαντο ἢ διὰ ταῦτα ἐκείνων κατεψηφίσαντο.
56Aristoteles, Metaphysica, 4, 5; 80 (auctor 384BC-322BC)
ἐὰν δ' ἐξαιρῶνται ὁ μὲν τὸν ἐναντίον ὡς οὐκ ἀληθὴς μόνος ἐστίν, ὁ δὲ τὸν αὑτοῦ ὡς οὐ ψευδής, οὐδὲν ἧττον ἀπείρους συμβαίνει αὐτοῖς αἰτεῖσθαι λόγους ἀληθεῖς καὶ ψευδεῖς· ὁ γὰρ λέγων τὸν ἀληθῆ λόγον ἀληθῆ ἀληθής, τοῦτο δ' εἰς ἄπειρον βαδιεῖται.
57Aristoteles, Metaphysica, 12, 8; 20 (auctor 384BC-322BC)
ἓν ἄρα καὶ λόγῳ καὶ ἀριθμῷ τὸ πρῶτον κινοῦν ἀκίνητον ὄν· καὶ τὸ κινούμενον ἄρα ἀεὶ καὶ συνεχῶς· εἷς ἄρα οὐρανὸς μόνος.
58Aristoteles, Metaphysica, 13, 7; 3 (auctor 384BC-322BC)
εἰ μὲν οὖν πᾶσαι συμβληταὶ καὶ ἀδιάφοροι αἱ μονάδες, ὁ μαθηματικὸς γίγνεται ἀριθμὸς καὶ εἷς μόνος, καὶ τὰς ἰδέας οὐκ ἐνδέχεται εἶναι τοὺς ἀριθμούς (ποῖος γὰρ ἔσται ἀριθμὸς αὐτὸ ἄνθρωπος ἢ ζῷον ἢ ἄλλο ὁτιοῦν τῶν εἰδῶν· ἰδέα μὲν γὰρ μία ἑκάστου, οἷον αὐτοῦ ἀνθρώπου μία καὶ αὐτοῦ ζῴου ἄλλη μία· οἱ δ' ὅμοιοι καὶ ἀδιάφοροι ἄπειροι, ὥστ' οὐθὲν μᾶλλον ἥδε ἡ τριὰς αὐτοάνθρωπος ἢ ὁποιαοῦν) , εἰ δὲ μὴ εἰσὶν ἀριθμοὶ αἱ ἰδέαι, οὐδ' ὅλως οἷόν τε αὐτὰς εἶναι (ἐκ τίνων γὰρ ἔσονται ἀρχῶν αἱ ἰδέαι· ὁ γὰρ ἀριθμός ἐστιν ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος τῆς ἀορίστου, καὶ αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα λέγονται τοῦ ἀριθμοῦ εἶναι, τάξαι τε οὔτε προτέρας ἐνδέχεται τῶν ἀριθμῶν αὐτὰς οὔθ' ὑστέρας) · εἰ δ' ἀσύμβλητοι αἱ μονάδες, καὶ οὕτως ἀσύμβλητοι ὥστε ἡτισοῦν ᾑτινιοῦν, οὔτε τὸν μαθηματικὸν ἐνδέχεται εἶναι τοῦτον τὸν ἀριθμόν (ὁ μὲν γὰρ μαθηματικὸς ἐξ ἀδιαφόρων, καὶ τὰ δεικνύμενα κατ' αὐτοῦ ὡς ἐπὶ τοιούτου ἁρμόττει) οὔτε τὸν τῶν εἰδῶν.
59Aristoteles, Meteorologica, 1, I 8; 4 (auctor 384BC-322BC)
Ἄτοπον δέ τό μή συννοεῖν ὅτι εἴπερ τοῦτ’ ἦν τό αἴτιον, ἔδει καί τόν τῶν ζῳδίων κύκλον οὕτως ἔχειν, καί μᾶλλον ἢ τόν τοῦ γάλακτος· ἅπαντα γάρ ἐν αὐτῷ φέρεται τά πλανώμενα καί οὐχ ὁ ἥλιος μόνος.
60Aristoteles, Meteorologica, 2, II 5; 31 (auctor 384BC-322BC)
Νῦν δ’ οὐκ ἔστιν· εἷς γάρ μόνος φαίνεται πνέων ἐκ τῶν ἐκεῖθεν τόπων.
61Aristoteles, Meteorologica, 2, II 6; 18 (auctor 384BC-322BC)
Ἐναντίος δέ τούτῳ οὐχ ὁ ἀπό τοῦ Γ λίψ, ἀλλ’ ὁ ἀπό τοῦ Ε, ὃν καλοῦσιν οἱ μέν ἀργέστην, οἱ δ’ ὀλυμπίαν, οἱ δέ σκίρωνα· οὗτος γάρ ἀπό δυσμῆς θερινῆς πνεῖ, καί κατά διάμετρον αὐτῷ κεῖται μόνος.
62Aristoteles, Meteorologica, 3, III 6; 26 (auctor 384BC-322BC)
Διό καί πυροῦται πάντα καί γῆν ἔχει· ξηράν γάρ ἔχει ἀναθυμίασιν· ὁ δέ χρυσός μόνος οὐ πυροῦται.
63Aristoteles, Physica, 4, 2; 5 (auctor 384BC-322BC)
λέγουσι μὲν γὰρ πάντες εἶναί τι τὸν τόπον, τί δ' ἐστίν, οὗτος μόνος ἐπεχείρησεν εἰπεῖν.
64Aristoteles, Physica, 8, 1; 22 (auctor 384BC-322BC)
Πλάτων δὲ γεννᾷ μόνος· ἅμα μὲν γὰρ αὐτὸν τῷ οὐρανῷ [γεγονέναι], τὸν δ' οὐρανὸν γεγονέναι φησίν.
65Aristoteles, Politica, 1; 170 (auctor 384BC-322BC)
ἐν Σικελίᾳ δέ τις τεθέντος παρ' αὐτῷ νομίσματος συνεπρίατο πάντα τὸν σίδηρον ἐκ τῶν σιδηρείων, μετὰ δὲ ταῦτα ὡς ἀφίκοντο ἐκ τῶν ἐμπορίων οἱ ἔμποροι, ἐπώλει μόνος, οὐ πολλὴν ποιήσας ὑπερβολὴν τῆς τιμῆς· ἀλλ' ὅμως ἐπὶ τοῖς πεντήκοντα ταλάντοις ἐπέλαβεν ἑκατόν.
66Aristoteles, Politica, 4, 1296B; 157 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ τῶν ἐν ἡγεμονίᾳ γενομένων τῆς Ἑλλάδος πρὸς τὴν παρ' αὑτοῖς ἑκάτεροι πολιτείαν ἀποβλέποντες οἱ μὲν δημοκρατίας ἐν ταῖς πόλεσι καθίστασαν οἱ δ' ὀλιγαρχίας, οὐ πρὸς τὸ τῶν πόλεων συμφέρον σκοποῦντες ἀλλὰ πρὸς τὸ σφέτερον αὐτῶν, ὥστε διὰ ταύτας τὰς αἰτίας ἢ μηδέποτε τὴν μέσην γίνεσθαι πολιτείαν ἢ ὀλιγάκις καὶ παρ' ὀλίγοις· εἷς γὰρ ἀνὴρ συνεπείσθη μόνος τῶν πρότερον ἐφ' ἡγεμονίᾳ γενομένων ταύτην ἀποδοῦναι τὴν τάξιν, ἤδη δὲ καὶ τοῖς ἐν ταῖς πόλεσιν ἔθος καθέστηκε μηδὲ βούλεσθαι τὸ ἴσον, ἀλλ' ἢ ἄρχειν ζητεῖν ἢ κρατουμένους ὑπομένειν.
67Aristoteles, Politica, 6; 23 (auctor 384BC-322BC)
ἔχει δ' ἀμφότερα ἀνισότητα καὶ ἀδικίαν· εἰ μὲν γὰρ ὅ τι ἂν οἱ ὀλίγοι, τυραννίς (καὶ γὰρ ἐὰν εἷς ἔχῃ πλείω τῶν ἄλλων εὐπόρων, κατὰ τὸ ὀλιγαρχικὸν δίκαιον ἄρχειν δίκαιος μόνος) , εἰ δ' ὅ τι ἂν οἱ πλείους κατ' ἀριθμόν, ἀδικήσουσι δημεύοντες τὰ τῶν πλουσίων καὶ ἐλαττόνων, καθάπερ εἴρηται πρότερον.
68Aristoteles, Politica, 7; 200 (auctor 384BC-322BC)
τὰ μὲν οὖν ἄλλα τῶν ζῴων μάλιστα μὲν τῇ φύσει ζῇ, μικρὰ δ' ἔνια καὶ τοῖς ἔθεσιν, ἄνθρωπος δὲ καὶ λόγῳ· μόνος γὰρ ἔχει λόγον· ὥστε δεῖ ταῦτα συμφωνεῖν ἀλλήλοις.
69Aristoteles, Problemata, 10; 200 (auctor 384BC-322BC)
Διὰ τί ἄνθρωπος μόνος τῶν ζῴων πολιὰς ἔχει; ἢ ὅτι τὰ μὲν πλεῖστα τῶν ζῴων ῥυάδα τὴν τρίχα ἀνὰ πᾶν ἔτος ἔχει, οἷον ἵππος, βοῦς, ἔνια δὲ ῥυάδα μὲν οὐκ ἔχει, βραχύβια δέ εἰσι, καθάπερ πρόβατον καὶ ἄλλα· οὗ ἡ θρὶξ ὥσπερ οὐ γηράσκουσα οὐδὲ πολιοῦται.
70Aristoteles, Problemata, 19; 2 (auctor 384BC-322BC)
Διὰ τί πορρωτέρω ὁ αὐτὸς τῇ αὐτῇ φωνῇ γεγωνεῖ μετ' ἄλλων ᾄδων καὶ βοῶν ἢ μόνος; ἢ ὅτι τὸ ἀθρόως τι ποιεῖν ἢ θλίβειν ἢ ὠθεῖν οὐ τοσαυταπλάσιόν ἐστιν ὅσος ὁ ἀριθμός, ἀλλ' ὥσπερ ἡ γραμμὴ ἡ δίπους οὐ διπλάσιον ἀλλὰ τετραπλάσιόν τι γράφει, οὕτω τὰ συντιθέμενα πλέον ἰσχύει κατὰ τὸν ἀριθμὸν ἢ ὅταν ᾖ διῃρημένα.
71Aristoteles, Problemata, 19; 52 (auctor 384BC-322BC)
Διὰ τί, ἐάν τις ψήλας τὴν νήτην ἐπιλάβῃ, ἡ ὑπάτη μόνη δοκεῖ ἀντηχεῖν; ἢ ὅτι συμφυὴς μάλιστα γίνεται τῷ φθόγγῳ ὁ ἀπὸ ταύτης ἦχος διὰ τὸ σύμφωνος εἶναι; τῷ οὖν συναυξάνεσθαι τῷ ὁμοίῳ φαίνεται μόνος, οἱ δὲ ἄλλοι διὰ μικρότητα ἀφανεῖς.
72Aristoteles, Problemata, 26; 1 (auctor 384BC-322BC)
Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ' ἑαυτὸν ἄγει τὰ νέφη; ἢ ὅτι ἀφ' ὑψηλοτέρων τόπων πνεῖ; ἔστι γὰρ τὰ πρὸς ἕω ὑψηλότερα τῶν πρὸς ἑσπέραν· σημεῖον δὲ τὸ τῆς πρὸς ἑσπέραν θαλάττης μέγεθος καὶ βάθος.
73Aristoteles, Problemata, 26; 4 (auctor 384BC-322BC)
ποιεῖ δὲ μόνος τοῦτο τῶν λοιπῶν τῷ τοὺς μὲν ὑψηλοτέρους τοὺς δ' ἐναντίους εἶναι τόπους, πρὸς οὓς ἐκ τοῦ κάτωθεν ἢ ἐπ' εὐθείας τὴν φορὰν γίνεσθαι συμβαίνει, τὰ κυρτὰ πρὸς τὴν γῆν ἐχούσης, ὥστε ἀνάκλασιν μὴ γίνεσθαι τοῦ πνεύματος τῷ μὴ πρὸς τὴν γῆν ἐχούσης ἀέρα ἔχειν τὴν τελευτὴν τῆς φορᾶς, ἐν ᾧ οὐδὲ νέφη ἐστὶ περὶ τὴν γῆν· τοῖς δὲ ἧττον κοίλοις καὶ τῷ ἀπηλιώτῃ τῷ μὴ εἶναι ὑγρόν.
74Aristoteles, Problemata, 26; 82 (auctor 384BC-322BC)
Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ' ἑαυτὸν ἄγει τὰ νέφη, ὥσπερ καὶ ἡ παροιμία λέγει “ἕλκων ἐφ' αὑτὸν ὥσπερ καικίας νέφος.
75Aristoteles, Rhetorica, 1, 5, 17; 32 (auctor 384BC-322BC)
ἔστιν δὲ καὶ τῶν παρὰ λόγον ἀγαθῶν αἰτία τύχη, οἷον εἰ οἱ ἄλλοι ἀδελφοὶ αἰσχροί, ὁ δὲ καλός, ἢ οἱ ἄλλοι μὴ εἶδον τὸν θησαυρόν, ὁ δ' εὗρεν, ἢ εἰ τοῦ πλησίον ἔτυχεν τὸ βέλος, τούτου δὲ μή, ἢ εἰ μὴ ἦλθε μόνος, ἀεὶ φοιτῶν, οἱ δὲ ἅπαξ ἐλθόντες διεφθάρησαν· πάντα γὰρ τὰ τοιαῦτα εὐτυχήματα δοκεῖ εἶναι.
76Aristoteles, Rhetorica, 1, 9, 38; 54 (auctor 384BC-322BC)
χρηστέον δὲ καὶ τῶν αὐξητικῶν πολλοῖς, οἷον εἰ μόνος ἢ πρῶτος ἢ μετ' ὀλίγων ἢ καὶ [ὃ] μάλιστα πεποίηκεν· ἅπαντα γὰρ ταῦτα καλά.
77Aristoteles, Rhetorica, 1, 14, 4; 8 (auctor 384BC-322BC)
καὶ ὃ μόνος ἢ πρῶτος ἢ μετ' ὀλίγων πεποίηκεν.
78Aristoteles, Rhetorica, 2, 7, 2; 2 (auctor 384BC-322BC)
ἔστω δὴ χάρις, καθ' ἣν ὁ ἔχων λέγεται χάριν ἔχειν, ὑπουργία τῷ δεομένῳ μὴ ἀντί τινος, μηδ' ἵνα τι αὐτῷ τῷ ὑπουργοῦντι ἀλλ' ἵνα τι ἐκείνῳ· μεγάλη δὲ ἂν ᾖ σφόδρα δεόμενος, ἢ μεγάλων καὶ χαλεπῶν, ἢ ἐν καιροῖς τοιούτοις, ἢ μόνος ἢ πρῶτος ἢ μάλιστα.
79Aristoteles, Rhetorica, 2, 18, 1; 1 (auctor 384BC-322BC)
ἐπεὶ δὲ ἡ τῶν πιθανῶν λόγων χρῆσις πρὸς κρίσιν ἐστί (περὶ ὧν γὰρ ἴσμεν καὶ κεκρίκαμεν οὐδὲν ἔτι δεῖ λόγου) , ἔστι δ' ἐάν τε πρὸς ἕνα τις τῷ λόγῳ χρώμενος προτρέπῃ ἢ ἀποτρέπῃ, οἷον οἱ νουθετοῦντες ποιοῦσιν ἢ πείθοντες (οὐδὲν γὰρ ἧττον κριτὴς ὁ εἷς· ὃν γὰρ δεῖ πεῖσαι, οὗτός ἐστιν ὡς εἰπεῖν ἁπλῶς κριτής) , ἐάν τε πρὸς ἀμφισβητοῦντας, ἐάν τε πρὸς ὑπόθεσιν λέγῃ τις, ὁμοίως (τῷ γὰρ λόγῳ ἀνάγκη χρῆσθαι καὶ ἀναιρεῖν τὰ ἐναντία, πρὸς ἃ ὥσπερ ἀμφισβητοῦντα τὸν λόγον ποιεῖται) , ὡσαύτως δὲ καὶ ἐν τοῖς ἐπιδεικτικοῖς (ὥσπερ γὰρ πρὸς κριτὴν τὸν θεωρὸν ὁ λόγος συνέστηκεν, ὅλως δὲ μόνος ἐστὶν ἁπλῶς κριτὴς ἐν τοῖς πολιτικοῖς ἀγῶσιν ὁ τὰ ζητούμενα κρίνων· τά τε γὰρ ἀμφισβητούμενα ζητεῖται πῶς ἔχει, καὶ περὶ ὧν βουλεύονται) , περὶ δὲ τῶν κατὰ τὰς πολιτείας ἠθῶν ἐν τοῖς συμβουλευτικοῖς εἴρηται πρότερον – ὥστε διωρισμένον ἂν εἴη πῶς τε καὶ διὰ τίνων τοὺς λόγους ἠθικοὺς ποιητέον.
80Aristoteles, Rhetorica, 2, 20, 5; 9 (auctor 384BC-322BC)
Στησίχορος μὲν γὰρ ἑλομένων στρατηγὸν αὐτοκράτορα τῶν Ἱμεραίων Φάλαριν καὶ μελλόντων φυλακὴν διδόναι τοῦ σώματος, τἆλλα διαλεχθεὶς εἶπεν αὐτοῖς λόγον ὡς ἵππος κατεῖχε λειμῶνα μόνος, ἐλθόντος δ' ἐλάφου καὶ διαφθείροντος τὴν νομὴν βουλόμενος τιμωρήσασθαι τὸν ἔλαφον ἠρώτα τινὰ ἄνθρωπον εἰ δύναιτ' ἂν μετ' αὐτοῦ τιμωρήσασθαι τὸν ἔλαφον, ὁ δ' ἔφησεν, ἐὰν λάβῃ χαλινὸν καὶ αὐτὸς ἀναβῇ ἐπ' αὐτὸν ἔχων ἀκόντια· συνομολογήσας δὲ καὶ ἀναβάντος ἀντὶ τοῦ τιμωρήσασθαι αὐτὸς ἐδούλευσε τῷ ἀνθρώπῳ.
81Aristoteles, Rhetorica, 2, 24, 2; 6 (auctor 384BC-322BC)
καὶ τὸ κοινωνικὸν φάναι τὸν Ἑρμῆν εἶναι μάλιστα τῶν θεῶν· μόνος γὰρ καλεῖται κοινὸς Ἑρμῆς.
82Aristoteles, Topica, 1, I 5; 25 (auctor 384BC-322BC)
Δῆλον δ᾿ ἐξ αὐτῶν ὅτι τό συμβεβηκός οὐθέν κωλύει ποτέ καί πρός τι ἴδιον γίνεσθαι, οἷον τό καθῆσθαι συμβεβηκός ὄν, ὅταν τις μόνος κάθηται, τότε ἴδιον ἔσται, μή μόνου δέ καθημένου πρός τούς μή καθημένους ἴδιον.
83Aristoteles, Topica, 8, VIII 2; 7 (auctor 384BC-322BC)
Ἀξιωτέον τε τάς ἐνστάσεις μή ἐπ᾿ αὐτοῦ τοῦ προτεινομένου φέρειν, ἐάν μή ἓν μόνον ᾖ τό τοιοῦτον, καθάπερ ἡ δυάς τῶν ἀρτίων μόνος ἀριθμός πρῶτος· δεῖ γάρ τόν ἐνιστάμενον ἐφ᾿ ἑτέρου τήν ἔνστασιν φέρειν, ἢ λέγειν ὅτι τοῦτο μόνον τοιοῦτο.
84Augustinus Hipponensis, Enarrationes in Psalmos [2], 37, 1733 (auctor 354-430)
» Μόνος enim unus dicitur: et non unus quomodocumque; nam et in turba est unus, sed una cum multis unus dici potest, μόνος non potest, id est, solus: μόνος enim unus solus est.
85Augustinus Hipponensis, Enarrationes in Psalmos [2], 37, 1733 (auctor 354-430)
Qui ergo sic vivunt in unum, ut unum hominem faciant, ut sit illis vere quod scriptum est, «una anima et unum cor;» multa corpora, sed non multae animae; multa corpora, sed non multa corda; recte dicitur μόνος, id est unus solus.
86Benedictus Nursiae, Regula cum commentariis, 66, 0245 (auctor c.480–547)
Monachorum. ] Monachus dicitur ille qui segregatus ab omni hominum frequentia, in solitudine poenitentiae lacrymis vacat, et Deo totus adhaerens, unus cum eo spiritus efficitur, ut vel ipsa nominis eius etymologia indicat: nam monachus a verbo graeco μόνος, id est unus, dicitur; hinc canon ille concilii Nicaeni a Gratiano citatus: « Placuit omnibus residentibus in sancta Nicaena synodo ut monachorum conversatio et vita secundum etymologiam nominis ab omnibus discrepet ( Monachus enim Graece, Latine singularis dicitur): unde monachum per omnia singulariter agere oportet.
87Benedictus Nursiae, Regula cum commentariis, 66, 0245D (auctor c.480–547)
» Ex Eugenio etiam papa, a praefato Gratiano citato, monachus idem est quod unus tristis: « Agnoscat, inquit, nomen suum; μόνος enim Graece,.
88Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 45
γνώτωσαν ὅτι σὺ εἶ κύριος ὁ θεὸς μόνος καὶ ἔνδοξος ἐφ’ ὅλην τὴν οἰκουμένην.
89Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 10; 7
καὶ εἶδον ἐγὼ Δανιηλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ’ ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν, ἀλλ’ ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ’ αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ·
90Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 10; 8
καὶ ἐγὼ ὑπελείφθην μόνος καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος.
91Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 7; 23
καὶ ἐξήλειψεν πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς· καὶ κατελείφθη μόνος Νωε καὶ οἱ μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ.
92Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 32; 25
ὑπελείφθη δὲ Ιακωβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ ἕως πρωί.
93Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 42; 38
ὁ δὲ εἶπεν Οὐ καταβήσεται ὁ υἱός μου μεθ’ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ᾗ ἂν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.
94Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 44; 20
καὶ εἴπαμεν τῷ κυρίῳ Ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν, αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν.
95Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 18; 14
καὶ ἰδὼν Ιοθορ πάντα, ὅσα ἐποίει τῷ λαῷ, λέγει Τί τοῦτο, ὃ σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι μόνος, πᾶς δὲ ὁ λαὸς παρέστηκέν σοι ἀπὸ πρωίθεν ἕως δείλης;
96Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 18; 18
φθορᾷ καταφθαρήσῃ ἀνυπομονήτῳ καὶ σὺ καὶ πᾶς ὁ λαὸς οὗτος, ὅς ἐστιν μετὰ σοῦ· βαρύ σοι τὸ ῥῆμα τοῦτο, οὐ δυνήσῃ ποιεῖν μόνος.
97Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 21; 3
ἐὰν αὐτὸς μόνος εἰσέλθῃ, καὶ μόνος ἐξελεύσεται· ἐὰν δὲ γυνὴ συνεισέλθῃ μετ’ αὐτοῦ, ἐξελεύσεται καὶ ἡ γυνὴ μετ’ αὐτοῦ.
98Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 21; 4
ἐὰν δὲ ὁ κύριος δῷ αὐτῷ γυναῖκα, καὶ τέκῃ αὐτῷ υἱοὺς ἢ θυγατέρας, ἡ γυνὴ καὶ τὰ παιδία ἔσται τῷ κυρίῳ αὐτοῦ, αὐτὸς δὲ μόνος ἐξελεύσεται.
99Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 24; 2
καὶ ἐγγιεῖ Μωϋσῆς μόνος πρὸς τὸν θεόν, αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν· ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ’ αὐτῶν.
100Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 11; 14
οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοί ἐστιν τὸ ῥῆμα τοῦτο.
101Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 11; 17
καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ’ αὐτούς, καὶ συναντιλήμψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος.
102Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 23; 9
ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.
103Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 1; 9
καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς·
104Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 1; 12
πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν;
105Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 32; 12
κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ’ αὐτῶν θεὸς ἀλλότριος.
106Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 33; 28
καὶ κατασκηνώσει Ισραηλ πεποιθὼς μόνος ἐπὶ γῆς Ιακωβ ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ὁ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ.
107Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 22; 20
οὐκ ἰδοὺ Αχαρ ὁ τοῦ Ζαρα πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ισραηλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς μόνος ἦν· μὴ μόνος οὗτος ἀπέθανεν τῇ ἑαυτοῦ ἁμαρτίᾳ;
108Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 21; 2
Καὶ ἔρχεται Δαυιδ εἰς Νομβα πρὸς Αβιμελεχ τὸν ἱερέα. καὶ ἐξέστη Αβιμελεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ Τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ;
109Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 18; 24
καὶ Δαυιδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν. καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῆρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ,
110Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 18; 25
καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς Εἰ μόνος ἐστίν, εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ. καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων.
111Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 18; 26
καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπεν Ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος. καὶ εἶπεν ὁ βασιλεύς Καί γε οὗτος εὐαγγελιζόμενος.
112Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 18; 6
καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· Αχααβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ μόνος, καὶ Αβδιου ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος.
113Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 18; 7
καὶ ἦν Αβδιου ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν Ηλιου εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτός, κύριέ μου Ηλιου;
114Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 19; 15
καὶ εἶπεν Κύριε ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τῶν χερουβιν, σὺ εἶ ὁ θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.
115Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 19; 19
καὶ νῦν, κύριε ὁ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς ὅτι σὺ κύριος ὁ θεὸς μόνος.
116Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 6; 30
καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἱλάσῃ καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, ὡς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι μόνος γινώσκεις τὴν καρδίαν υἱῶν ἀνθρώπων,
117Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 7
καὶ αὐτὸς εἷς μόνος ἐστίν· ἐὰν εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· εἶπεν ἀφεῖναι, ἀφίουσιν·
118Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 8; 25
Εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ιερουσαλημ,
119Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 19; 6
καὶ εἶπεν Εσδρας Σὺ εἶ αὐτὸς κύριος μόνος· σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ καὶ πᾶσαν τὴν στάσιν αὐτῶν, τὴν γῆν καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ, τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐταῖς, καὶ σὺ ζωοποιεῖς τὰ πάντα, καὶ σοὶ προσκυνοῦσιν αἱ στρατιαὶ τῶν οὐρανῶν.
120Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 11; 8
ἠκούσαμεν γὰρ τὴν σοφίαν σου καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου, καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάσῃ βασιλείᾳ καὶ δυνατὸς ἐν ἐπιστήμῃ καὶ θαυμαστὸς ἐν στρατεύμασιν πολέμου.
121Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 4; 18
Κύριέ μου ὁ βασιλεὺς ἡμῶν, σὺ εἶ μόνος· βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ, ὅτι κίνδυνός μου ἐν χειρί μου.
122Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 1; 15
καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
123Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 1; 16
Ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως· καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
124Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 1; 17
Ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
125Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 1; 19
ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
126Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 9; 8
ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ὡς ἐπ’ ἐδάφους ἐπὶ θαλάσσης·
127Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 31; 17
εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα·
128Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 31; 39
εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα,
129Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 71; 18
Εὐλογητὸς κύριος ὁ θεὸς ὁ θεὸς Ισραηλ ὁ ποιῶν θαυμάσια μόνος,
130Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 82; 19
καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
131Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 85; 10
ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας.
132Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 9; 12
υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀναντλήσεις κακά.
133Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 18; 2
κύριος μόνος δικαιωθήσεται.
134Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 2; 11
οἱ γὰρ ὀφθαλμοὶ κυρίου ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
135Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 2; 17
καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος, καὶ πεσεῖται ὕψος ἀνθρώπων, καὶ ὑψωθήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
136Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 10; 8
καὶ ἐὰν εἴπωσιν αὐτῷ Σὺ μόνος εἶ ἄρχων,
137Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 37; 16
Κύριε σαβαωθ ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τῶν χερουβιν, σὺ θεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.
138Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 37; 20
σὺ δέ, κύριε ὁ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ θεὸς μόνος.
139Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 44; 24
Οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας Ἐγὼ κύριος ὁ συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. τίς ἕτερος
140Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 2; 47
καὶ ἐκφωνήσας ὁ βασιλεὺς πρὸς τὸν Δανιηλ εἶπεν Ἐπ’ ἀληθείας ἐστὶν ὁ θεὸς ὑμῶν θεὸς τῶν θεῶν καὶ κύριος τῶν βασιλέων ὁ ἐκφαίνων μυστήρια κρυπτὰ μόνος, ὅτι ἐδυνάσθης δηλῶσαι τὸ μυστήριον τοῦτο.
141Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 45
γνώτωσαν ὅτι σὺ εἶ μόνος κύριος ὁ θεὸς καὶ ἔνδοξος ἐφ’ ὅλην τὴν οἰκουμένην.
142Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 10; 8
καὶ ἐγὼ κατελείφθην μόνος καὶ εἶδον τὴν ὅρασιν τὴν μεγάλην ταύτην, καὶ οὐκ ἐ [γ]κατελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἰδοὺ πνεῦμα ἐπεστράφη ἐπ’ ἐμὲ εἰς φθοράν, καὶ οὐ κατίσχυσα.
143Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 13; 4
τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ Ισραηλ, καὶ κατελείφθην ἐγὼ μόνος.
144Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 1; 24
ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε κύριε ὁ θεός, ὁ πάντων κτίστης, ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός,
145Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 1; 25
ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασῴζων τὸν Ισραηλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς,
146Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 7; 37
ἐγὼ δέ, καθάπερ οἱ ἀδελφοί, καὶ σῶμα καὶ ψυχὴν προδίδωμι περὶ τῶν πατρίων νόμων ἐπικαλούμενος τὸν θεὸν ἵλεως ταχὺ τῷ ἔθνει γενέσθαι καὶ σὲ μετὰ ἐτασμῶν καὶ μαστίγων ἐξομολογήσασθαι διότι μόνος αὐτὸς θεός ἐστιν,
147Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 1; 2
Θεόδοτος δέ τις ἐκπληρῶσαι τὴν ἐπιβουλὴν διανοηθεὶς παραλαβὼν τῶν προυποτεταγμένων αὐτῷ ὅπλων Πτολεμαικῶν τὰ κράτιστα διεκομίσθη νύκτωρ ἐπὶ τὴν τοῦ Πτολεμαίου σκηνὴν ὡς μόνος κτεῖναι αὐτὸν καὶ ἐν τούτῳ διαλῦσαι τὸν πόλεμον.
148Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 7; 23
μόνος γὰρ ὁ σοφὸς καὶ ἀνδρεῖός ἐστιν τῶν παθῶν κύριος.
149Biblia, Biblia graeca iuxta LXX interpretes, Od, 2; 12
κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ’ αὐτῶν θεὸς ἀλλότριος.
150Biblia, Biblia graeca iuxta LXX interpretes, Od, 7; 45
καὶ γνώτωσαν ὅτι σὺ εἶ κύριος ὁ θεὸς μόνος καὶ ἔνδοξος ἐφ’ ὅλην τὴν οἰκουμένην.
151Biblia, Biblia graeca iuxta LXX interpretes, Od, 14; 25
ὅτι σὺ εἶ μόνος ἅγιος,
152Biblia, Biblia graeca iuxta LXX interpretes, Od, 14; 26
σὺ εἶ μόνος κύριος,
153Biblia, Novum testamentum graece, Mt, 14; 23
καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.
154Biblia, Novum testamentum graece, Mt, 24; 36
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος.
155Biblia, Novum testamentum graece, Mc, 6; 47
καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
156Biblia, Novum testamentum graece, Lc, 5; 21
καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες, Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἁμαρτίας ἀφεῖναι εἰ μὴ μόνος ὁ θεός;
157Biblia, Novum testamentum graece, Lc, 9; 36
καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
158Biblia, Novum testamentum graece, Lc, 24; 18
ἀποκριθεὶς δὲ εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
159Biblia, Novum testamentum graece, Io, 6; 15
Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
160Biblia, Novum testamentum graece, Io, 8; 9
οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ’ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων, καὶ κατελείφθη μόνος, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα.
161Biblia, Novum testamentum graece, Io, 8; 16
καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.
162Biblia, Novum testamentum graece, Io, 12; 24
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
163Biblia, Novum testamentum graece, Io, 16; 32
ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν.
164Biblia, Novum testamentum graece, Rom, 11; 3
Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.
165Biblia, Novum testamentum graece, Rom, 16; 4
οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,
166Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 6
ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι;
167Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 15
ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων,
168Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 16
ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.
169Biblia, Novum testamentum graece, 2Tim, 2Tim; 11
Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν.
170Biblia, Novum testamentum graece, Hebr, 9; 7
εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
171Biblia, Novum testamentum graece, 2Io, 2Io; 1
Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
172Biblia, Novum testamentum graece, Apoc, 15; 4
τίς οὐ μὴ φοβηθῇ, κύριε, καὶ δοξάσει τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
173Boyer Carolus, Cursus philosophiae, ethic. spec., 2, 3, 1; 5 (opus 1952)
Tres sunt formae classicae regiminis: monarchia (μόνος, ἄρχειν), in qua auctoritas in uno reponitur; — aristocratia (ἄριστος, κράτειν), in qua auctoritas ad paucos (qui optimi dicuntur) pertinet democratia (δῆμος, κράτειν), in qua auctoritas in ipso populo residet.
174Cicero, Paradoxa stoicorum ad M. Brutum, 5, p6, 33; 1 (auctor 106BC–43BC)
ὅτι μόνος ὁ σοφὸς ἐλεύθερος καὶ πᾶς ἄφρων δοῦλος [Omnis sapientis liberos esse et stultos omnis servos.]
175Coelestinus I, Epistolae et decreta, 50, 0452B
Καὶ τοῦτο εἰδὼς, οἴεται ὅτι πάντων ἐστὶ σοφώτερος, καὶ μόνος οἶδε τὸν σκοπὸν τῆς θεοπνεύστου γραφῆς, καὶ τὸ τοῦ Χριστοῦ μυστήριον· καίτοι πῶς οὐκ ἔδει πληροφορεῖσθαι μᾶλλον αὐτὸν, ὅτι πάντων τῶν κατὰ πᾶσαν τἠν οἰκουμένην ὀρθοδόξων ἐπισκόπων καὶ λαϊκῶν ὁμολογοῦντων, ὅτι καὶ Θεὸς ἦν ὁ Χριστὸς, καὶ Θεοτόκος ἡ τεκοῦσα αὐτὸν παρθένος, πλανᾶται μόνος αὐτὸς τοῦτο ἀρνούμενος; ἀλλ' ὀφρύεται, καὶ οἴεται ὅτι τῇ δυναστείᾳ τοῦ θρόνου πᾶσιν ἐπιβουλεύων, καὶ ἡμᾶς ἢ καὶ τοὺς ἄλλους ἅπαντας ἀναπείσει τὰ αὐτὰ φρονεῖν αὐτῷ.
176Coelestinus I, Epistolae et decreta, 50, 0464A
Τί γὰρ ποιεῖ μετὰ τῶν ἀλλήλοις ὁμονοούντων, ὃς μόνος ἑαυτῷ φρονεῖν δοκῶν ἀπὸ τῆς ἡμετέρας διχονοεῖ πίστεως; ὅθεν μενέτωσαν ἐν τῇ κοινωνίᾳ, οὓς αὐτὸς ἀντιλέγοντας αὐτῷ ἀπεκίνησε τῆς κοινωνίας.
177Coelestinus I, Epistolae et decreta, 50, 0492A
Κατειλήφαμεν αὐτὸν ἐνίοτε σκαίᾳ διαλέξει προδιδόμενον, ἐνιότε κρυπτόμενόν τισι λανθανούσαις διόδοις, καὶ σκέποντα τὰ ἴδια δηλητήρια· καὶ δέον ἡμᾶς ἀκολουθοῦντας τῇ γνώμῃ τοῦ σοφωτάτου Σολομῶντος, μηδεμίαν διδόναι ἀπόκρισιν πρὸς τὴν ἄνοιαν αὐτοῦ, μὴ ὅμοιοι αὐτῷ γενώμεθα· ὅπως συμβουλεύομεν, ἵνα μεθ' ἡμῶν τοῖς ἀποστόλοις καὶ τοῖς προφήταις ἀκολουθήσῃ, μὴ ὡς πᾶσι μόνος ἀνθίσταται, μόνος παρὰ πάντων ἐκβληθῇ.
178Coelestinus I, Epistolae et decreta, 50, 0516A
Ἐπειδὴ δὲ πάντων προθύμως συνδεδραμηκότων μόνος ἀπελιμπάνετο τοῦ συνεδρίου Νεστόριος, ὑπέμνησεν ἡ ἁγία σύνοδος κανονικῶς αὐτὸν δι' ἐπισκόπων πρώτῃ καὶ δευτέρᾳ καὶ τρίτῃ κλήσει.
179Concilia Carthaginensia, Acta, 3, 1086C (auctor fl. 257)
Περιμένομεν γὰρ πάντες τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κρίσιν, ὃς μόνος ἐξουσίαν ἔχει ἐπίσκοπον καθιϛᾷν ἐν τῇ αὐτοῦ Ἐκκλησίᾳ, καὶ ἑνὸς ἑκάστου τὴν πρᾶξιν ἐξετάζειν καὶ δοκιμάζειν.
180Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0055C (auctor c.470–c.544)
Ἐπιχώριοι πρεσβύτεροι ἐν τῷ κυριακῷ τῆς πόλεως προσφέρειν οὐ δύνανται, παρόντος ἐπισκόπου ἢ πρεσβυτέρων πόλεως, οὔτε μὴν ἄρτον διδόναι ἐν εὐχῇ, οὐδὲ ποτήριον· ἐὰν δὲ ἀπῶσι, καὶ εἰς εὐχὴν κληθῇ μόνος, δίδωσιν.
181Constantinus I, Conciones, 8, 0430A (auctor c.272–337)
ποία δὲ γένεσις, εἴπερ εἷς μόνος ὦν Θεὸς τυγχάνει, πάσης δὴ μίξεως οὗτός ἐστιν ἀλλότριος.
182Constantinus I, Decreta et constitutiones, 8, 0271C (auctor c.272–337)
II. Ἔσχον ἔγωγε τοὺς πρὸ τούτου γενομένους αὐτοκράτορας, διὰ τὸ τῶν τρόπων ἄγριον ἀποκλήρους· μόνος δ' ὁ πατὴρ ὁ ἐμὸς, ἡμηρότητος ἔργα μετεχειρίζετο μετὰ θαυμαστῆς εὐλαβείας ἐν πάσαις ταῖς ἑαυτοῦ πράξεσι τὸν πατέρα Θεὸν ἐπικαλούμενος.
183Constantinus I, Epistolae, 8, 0523D (auctor c.272–337)
διὰ τοῦτο γοῦν οὕτος ἀεὶ καὶ πρῶτος καὶ μόνος μοι σκοπὸς, ἵν' ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις θαύμασιν ἡ τῆς ἀληθείας πίστις ἐπιδείκνυσιν, οὕτω καὶ αἱ ψυχαὶ πάντων ἡμῶν περὶ τὸν ἅγιον νόμον σωφροσύνῃ πάσῃ καὶ ὁμογνώμονι προθυμίᾳ σπουδαιότεραι γίγνωνται.
184Constantinus I, Epistolae, 8, 0507C (auctor c.272–337)
ἵνα δὲ τοῦτο γένηται, ὑπομνὴσει Θεοῦ συνεκάλεσα εἰς τὴν Νικαέων πόλιν τοὺς πλείστους τῶν ἐπισκόπων, μεθ' ὧνπερ εἷς ἐξ ὑμῶν ἐγὼ ὁ συνθεράπων ὑμέτερος καθ' ὑπερβολὴν εἶναι χαίρων, καὶ αὐτὸς τὴν τῆς ἀληθείας ἐξέτασιν ἀνεδεξάμην, ἠλέγχθη οὖν ἅπαντα καὶ ἀκριβῶς ἐξήτασται, ὃσα δι' ἀμφιβολίαν, ἢ διχόνοιαν, πρόφασιν ἐδόκει γεννᾷν· καὶ φεισάσθω ἡ θεία μεγαλειὸτης· ἡλίκα καὶ ὡς δεινὰ τὰ περὶ τοῦ μεγάλου Σωτῆρος, περὶ τῆς ἐλπίδος καὶ ζωῆς ἡμῶν ἀπρεπῶς ἐβλασφήμουν τινὲς; τ' ἀναντία ταῖς θεοπνεύστοις γραφαῖς, καὶ τῇ ἁγίᾳ πίστει φθεγγόμενοί τε, καὶ πιστεύειν ὁμολογοῦντες; τριακοσίων γοῦν καὶ πλειόνων ἐπισκόπων ἐπὶ σωφροσύνῃ τε καὶ ἀγχινοίᾳ θαυμαζομένων, μίαν καὶ τὴν αὐτὴν πίστιν, ἣ καὶ ταῖς ἀληθείαις, καὶ ἀκριβείαις τοῦ θείου νόμου πέφυκε πίστις εἶναι, βεβαιούντων, μόνος Ἄρειος, ἐφωράθη τῆς διαβολικῆς ἐνεργείας ἡττημένος, καὶ τὸ κακὸν τοῦτο πρῶτον μὲν παρ' ὑμῖν, ἔπειτα καὶ παρ' ἑτέροις ἀσεβεῖ γνώμῃ διασπείρας.
185Constantinus I, Epistolae, 8, 0551B (auctor c.272–337)
ἐβούλετο μὲν οὖν μὴ δέχεσθαι τὰς ἐπιστολὰς, λέγων, οὐκ εἰδέναι πρὸς τὰ τοιαῦτα ἀντιγράφειν· προτραπεὶς δὲ παρὰ τῶν μοναχῶν, ὅτι Χριστιανοί εἰσιν οἱ βασιλεῖς, καὶ ἵνα μὴ ὡς προῤῥιφέντες σκανδαλισθῶσιν, ἐπέτρεπεν ἀναγινώσκεσθαι· καὶ ἀντέγραφεν, ἀποδεχόμενος μὲν αὐτοὺς, ὅτι τὸν Χριστὸν προσκυνοῦσι, συνεβούλευε δὲ τὰ εἰς σωτηρίαν· καὶ μὴ μεγάλα ἡγεῖσθαι τὰ παρόντα, ἀλλὰ μᾶλλον μνημονεύειν τῆς μελλούσης κρίσεως καὶ εἰδέναι, ὅτι ὁ Χριστὸς μόνος ἀληθὴς καὶ αἰώνιός ἐστι βασιλεύς, φιλανθρώπους τε αὐτοὺς εἶναι ἠξίου, καὶ φροντίζειν τοῦ δικαίου καὶ τῶν πτωχῶν.
186Cornelius Labeo, Testimonia et fragmenta (Cornelius Labeo), p1, 6; 1 (auctor fl.c.250)
Ὁ Λαβεών φησι τὸν Ἰανουάριον καὶ Φεβρουάριον, Ἀπρὶλλιόν τε καὶ Ἰούνιον, Σεξτίλιον Σεπτέμβριον Νοέμβριον καὶ Δεκέμβριον ἀπὸ ἐννέα καὶ εἴκοσιν ἡμερῶν τὸ πάλαι λαχεῖν, Μάρτιον δὲ καὶ Mάiον, Kυντίλλιόν τε καὶ Ὀκτώβριον ἀπὸ μιᾶς καὶ τριάκοντα, ὅθεν τοὺς ἀπὸ ἐννέα καὶ εἴκοσιν ἡμερῶν ἕλκοντας πεμπταίας ἔχειν τὰς Nώνας ὡς σεληνιακούς, τοὺς δὲ ἀπὸ μιᾶς καὶ τριάκοντα ἑβδομαίας ὡς ἡλιακούς· τὸν δὲ Φεβρουάριον ἐπίτηδες τοὺς Θούσκους ἐλαττῶσαι, ἐπειδὴ ταῖς τῶν καταχθονίων ἑορταῖς φαίνεται πρὸς τοῦ ἱερέως Nουμᾶ παραχωρηθεὶς καὶ οὐ θεμιτὸν ἦν ἴσα τοῖς οὐρανίοις αὐτὸν τιμᾶσθαι, μειωθῆναι δὲ μᾶλλον τὸν τοῖς τὸδε τὸ πᾶν ἐλαττοῦσι χθονίοις ἀφωρισμένον, ὅθεν καὶ πάντων τῶν μηνῶν τὸν περιττὸν ἀριθμὸν ἑλκόντων μόνος ὁ Φεβρουάριος τὸν ἄνισον φαίνεται λαχών.
187Desiderius Erasmus, Adagia, Chiliades, 1, 217; 1 (opus 1508)
Quod est apud Terentium in Phormione: Solus est homo amico amicus, Donatus indicat esse paroemiam atque ita legi apud Apollodorum, cuius utique Phormio Graeca est: Μόνος ἐπίσταται φιλεῖν τούς φίλους, id est, Solus novit diligere amicos.
188Desiderius Erasmus, Adagia, Chiliades, 1, 243; 1 (opus 1508)
Simili figura apud eundem Euripidem Hecuba Polydorum familiae gentisque ancoram nominat: Ὃς μόνος οἴκων ἄγκυρά τ’ ἐμῶν, id est Qui iam solus Generis superest ancora nostri.
189Desiderius Erasmus, Adagia, Chiliades, 1, 481; 2 (opus 1508)
Lucianus in Parasito: Ὅτι δή μόνος κατά τόν σοφόν Ὅμηρον οὔτε φυτεύει χερσί φυτόν οὔτε ἀροῖ, ἀλλά τά ἄσπαρτα καί ἀνήροτα πάντα νέμεται, id est Quod videlicet unus iuxta egregium illum Homerum nec manibus plantat nec arat, verum citra sementem, citra arandi laborem fruitur omnibus.
190Desiderius Erasmus, Adagia, Chiliades, 1, 833; 1 (opus 1508)
Μόνος θέων ἐκράτει, id est Solus currens vicit.
191Desiderius Erasmus, Adagia, Chiliades, 2, 1014; 13 (opus 1508)
Huc pertinet illud quoque Sophoclis in Oedipo: Xρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος, Kακόν δέ κἅν ἐν ἡμέρᾳ γνοίης μιᾶ, id est Mora temporis probum arguit tantum virum, At improbum vel unico agnoscas die.
192Desiderius Erasmus, Adagia, Chiliades, 2, 1249; 30 (opus 1508)
Ἐπί ξείνης, ἥν μέν ἔχεις τι, κλέος· Ἢν δ’ ἀπορῆς, μόνος οἷδας.
193Desiderius Erasmus, Adagia, Chiliades, 2, 1317; 10 (opus 1508)
X.: Ὅ τ’ἐξελέγχων μόνος Ἀλάθειαν ἐτήτυμον χρόνος, Σό δέ σαφανές ἰών πόρσω κατέφρασεν, id est Et solum tempus, quod veritatem certam prodit, quodque latebat in obscuro, progrediens enarravit.
194Desiderius Erasmus, Adagia, Chiliades, 2, 1830; 4 (opus 1508)
Accommodari poterit ad mortis necessitatem maximis pariter ac minimis ex aequo communem iuxta illud Aeschyli apud Aristophanem in Ranis: Μόνος θεῶν γάρ Θάνατος οὐ δώρων ἐρᾶ, id est Una e deis Mors ulla captat munera.
195Desiderius Erasmus, Adagia, Chiliades, 3, 2100; 11 (opus 1508)
Feruntur in eandem sententiam et hi senarii: Λόγος γάρ ἐστι φάρμακον λύπης μόνος, id est Dolori enim medetur una oratio.
196Desiderius Erasmus, Adagia, Chiliades, 3, 2373; 7 (opus 1508)
Hos versus et Aristophanes adducit in Acharnensibus ex Demis Eupolis adiunctis his duobus: Οὕτως ἐκήλει, καί μόνος τῶν ῥητόρων Σό κέντρον ἐγκατέλιπε τοῖς ἀκρωμένοις, id est Adeo movebat atque solus rhetorum Aculeum in animis liquit audientium.
197Desiderius Erasmus, Adagia, Chiliades, 3, 2601; 416 (opus 1508)
Sed ut ad proverbiorum negotium redeamus, meminit huius fabulae comicus Aristophanes ἐν Εἰρήνῃ his quidem versibus: Ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη Μόνος πετεινῶν εἰς θεούς ἀφιγμένος.
198Desiderius Erasmus, Adagia, Chiliades, 4, 3414; 5 (opus 1508)
Usurpatur a Luciano in libello De conscribenda historia, his quidem verbis: Οὐκοῦν, ὧ φίλων, ὡς μή μόνος ἄφωνος εἴην ἐν οὕτω πολυφώνῳ καιρῷ, μηδ’ ὥσπερ κωμικόν δορυφόρημα κεχηνώς σιωπῆ περιφεροίμην, id est Igitur amice, ne solus essem mutus in tempore tam vocali, neque veluti comicum doryphorema hians cum silentio obambularem.
199Desiderius Erasmus, Adagia, Chiliades, 4, 4106; 6 (opus 1508)
Itaque, cum Creon respondisset civitatem censeri illius qui illi imperat, subiicit Haemon: Καλῶς ἐρήμης γ’ ἅν σύ γῆς ἄρχης μόνος, id est Recte unus ut deserto in agro regem agas.
200Dionysius Alexandrinus, Epistola II, 5, 0120B (auctor 190-264)
Καὶ ἐκ τοῦ δευτέρου (inquit Athanasius) πάλιν φησί 5. Μόνος δὲ ὁ Υἱὸς ἀεὶ συνὼν τῷ Πατρὶ, καὶ τοῦ ὄντος πληρούμενος, καὶ αὐτὸς ἔστιν, ὢν ἐκ τοῦ Πατρός.
201Dionysius Alexandrinus, Epistola II, 5, 0124D (auctor 190-264)
οὔτε ποιητὴς ὁ πατὴρ, εἰ μόνος ὁ χειροτέχνης ποιητὴς λέγοιτο.
202Dositheus, Hermeneumata Leidensia, III, 1; 37 (auctor c.350)
" Αἰτούσης τινὸς γυναικὸς περὶ φροντιστοῦ υἱοῦ αὑτῆς, ὃς αὐτῷ τριετίαν οὐ παρεσχήκει τροφεῖα, καὶ σήμερον τὴν ἐπίδοσιν αὐτοῦ ἀφῄρηκεν, Ἀδριανὸς τὸν φροντιστὴν ἐξήτασεν, πότε εἴη ἐπίτροπος δεδομένος, καὶ εἴ τι παρεσχήκει τῷ ὀρφανῷ˙ ὁ φροντιστής εἶπεν ὅτι ὁ κοινωνὸς αὐτοῦ ἀπὼν εἴη, καὶ μηδὲ δυνῆσθαι τί ποτε μόνος παρέχειν˙ Ἀδριανὸς εἶπεν τῷ φροντιστῇ˙ „Διὰ τοῦτο οὖν ἐδόθης, ἵνα λιμῷ πνίξῃς τὸν ὀρφανόν; κατὰ δύναμιν οὖν τῆς ὑποστάσεως τροφεῖα αὐτῷ πάρεχε.
203Dositheus, Hermeneumata Leidensia, III, 5; 56 (auctor c.350)
Νέστωρ ἀκούσας κραυγὴν καὶ φυγὴν τῶν Ἑλλήνων προέρχεται καὶ εὑρίσκει Διομήδην εἰς τὸν πόλεμον πυκτεύοντα˙ Ποσειδῶν δὲ καὶ Ἥρα εἰς βοήθειαν τοῖς Ἕλλησιν παρεστήκεισαν˙ τῷ γὰρ Ὕπνῳ Ἥρα μίαν νύμφην δοῦναι εἰς συνουσίαν ὑπέσχετο Πασιθέην, ἵνα τὸν Δία εἰς ὕπνον τρέψῃ ἀπὸ τοῦ πολέμου˙ καὶ τότε Αἴας μόνος τοὺς Τρῶας ἐφυγάδευσεν.
204Gratianus, Concordia discordantium canonum, 187, 0993A (auctor -c.1160)
§ 1. Agnoscat nomen suum, μόνος enim graece, latine est unus: ἄχος graece, latine tristis sonat.
205Gregorius I, Dialogi, 77, 0179D (auctor 540-604)
Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος Κωνστάντιος τοῦτο ἀκούσας, καταλείψας ἃς ἐπεμελεῖτο κανδήλας, μετὰ σπουδῆς κατῆλθε, καὶ εἰς τὸν τοῦ γεωργοῦ ἀσπασμὸν ἔδραμεν, καὶ μετὰ πολλοῦ πόθου ταῖς ἑαυτοῦ χερσὶ τοῦτον περιλαβὼν, ἤρξατο αὐτὸν καταφιλεῖν καὶ μεγάλας χάριτας αὐτῷ ὁμολογεῖν, ὅτι περὶ αὐτοῦ οὕτως ἔκρινεν· ἔλεγε γὰρ αὐτῷ, Ὅτι σὺ μόνος τοὺς ὀφθαλμούς σου ἔσχες ἀνεωγμένους εἰς ἐμέ.
206Gregorius I, Dialogi, 77, 0186A (auctor 540-604)
Ὅπερ αὐτὸς δεξάμενος ἔμπροσθεν τοῦ θυσιαστηρίου τέθεικε· καὶ πάντων ἐξελθόντων, μόνος ἔνδον τῆς ἐκκλησίας ἀπέμεινεν, καὶ ἑαυτὸν εἰς εὐχὴν δέδωκε.
207Gregorius I, Dialogi, 77, 0190C (auctor 540-604)
Τότε ὁ ἄνθρωπος τοῦ Θεοῦ εἰς τὸν ἀμπελῶνα εἰσελθὼν, τὴν εὑρεθεῖσαν σταφυλὴν συνάξας, εἰς τὴν ληνὸν ἀπήγαγεν, καὶ πάντας ἐκεῖθεν ἐξελθεῖν κελεύσας, μόνος μετὰ ἑνὸς σεμνοῦ παιδαρίου ἔνδον ἀπέμεινεν.
208Gregorius I, Dialogi, 77, 0195A (auctor 540-604)
Ὑποστρέψας δὲ ἐκ τοῦ ἔργου Κωνστάντιος ὁ πρεσβύτερος, καὶ τὴν κλείδωσιν τῆς ἄρκλης κεκλασμένην θεασάμενος, μὴ εὑρὼν δέ τὸ λογάριν, ὅπερ εἰς τὴν τιμὴν τοῦ ἵππου ἦν λαβὼν, ἤρξατο μετ' ὀργῆς μεγάλῃ τῇ φωνῇ κράζειν καὶ λέγειν· Πάντας ἐνταῦθα ἔνι ζῆσαι, μόνος δὲ ἐγὼ ἐν τῷ οἴκῳ τούτῳ ζῆσαι οὐ δύναμαι.
209Gregorius I, Dialogi, 77, 0195A (auctor 540-604)
Ἐκεῖνος δὲ μετὰ ὕβρεως ἀπεκρίθη λέγων· Πάντες μετὰ σοῦ ζῶσι, μόνος ἐγὼ ἔμπροσθέν σου ζῆσαι οὐ δύναμαι, ἀπόδος μοι τὸ λογάριν μου.
210Gregorius I, Dialogi, 77, 0221 (auctor 540-604)
Οὗτινος τοῖς ἴχνεσιν ὁ Παυλῖνος ἐξακολουθήσας, πρὸς καιρὸν μόνος ἐκ θελήματος δοῦλος γέγονεν, ὅπως ὕστερον μετὰ πολλῶν ἐλεύθερος γένηται.
211Gregorius I, Dialogi, 77, 0231A (auctor 540-604)
Τότε ὁ πονηρὸς διάβολος καὶ τοῦ ἀνθρωπίνου γένους ἀρχαῖος ἐχθρὸς, τοῦτον κολακευτικῶς προσκαλεσάμενος, ἔφη· Ὅπερ ἐνήρξω, σπεῦσον πληρῶσαι, ἵνα ἐν τῇ πτώσει αὐτοῦ σὺ μόνος μεταξὺ τῶν λοιπῶν τὸ τῆς νίκης βαῒν κρατήσῃς.
212Gregorius I, Dialogi, 77, 0234D (auctor 540-604)
Τότε ὁ τοῦ Θεοῦ ἄνθρωπος Φριγδιανὸς σκαλίδιον σεμνὸν ἑαυτῷ πεποιηκὼς, παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ ἐπέστη, καὶ μόνος τῇ εὐχῇ ἑαυτὸν ἐπικλίνας, τῷ ποταμῷ ἐκέλευσεν ἵνα ἀκολουθήσῃ αὐτῷ διὰ τοπίων ὧν αὐτὸς συνεῖδε, τῷ σκαλιδίῳ τὴν γῆν παρασύρων.
213Gregorius I, Dialogi, 77, 0251B (auctor 540-604)
Οὗτος τοίνυν μόνος αὐτόθι διάγων, ἔν τινι ἡμέρᾳ εἰς εὐχὴν ἑαυτὸν ὑπέστρωσε, καὶ τοῦ παντοδυνάμου κυρίου ἐδέετο, ὅπως αὑτῷ βοήθειαν, οἵαν κελεύσει, δοῦναι καταξιώσῃ, πρὸς τὸ ἐκεῖσε αὐτὸν κατοικῆσαι· ὃς οὖν τὴν εὐχὴν ἐπλήρωσεν, ἐξελθὼν ἐκ τοῦ εὐκτηρίου, ἔμπροσθεν τῶν θυρῶν ἄρκον ἑστῶσαν εὗρεν, ἐπὶ τῆς γῆς τὴν κεφαλὴν κεκλιμένην ἔχουσαν, μηδὲν θηριῶδες τοῖς κινήμασιν ἐπιδεικνυμένεν, φανερῶς δὲ μᾶλλον δεικνύουσαν, ὅτι πρὸς δουλείαν τοῦ ἀνθρώπου τοῦ Θεοῦ ἐλήλυθεν.
214Gregorius I, Dialogi, 77, 0251D (auctor 540-604)
Τέσσαρες γὰρ ἄνδρες ἐκ τῶν μαθητῶν τοῦ μακαρίου Εὐτυχίου, σφόδρα τοῦτο φθονήσαντες, δι' ὧν διδάσκαλος αὐτῶν σημεῖα οὐκ ἐποίει, ἐκεῖνος δὲ ὁ μόνος παρ' αὐτοῦ καταλειφθεὶς, ἐν τοσούτῳ θαύματι λαμπρὸς ἐφαίνετο, τὴν αὐτὴν ἄρκον ἐνεδρεύσαντες ἐφόνευσαν.
215Gregorius I, Dialogi, 77, 0258C (auctor 540-604)
Ἤρξατο οὖν ὁ ὄφις ἐν τῷ σπηλαίῳ εὑρίσκεσθαι μόνος πρὸς μόνον.
216Gregorius I, Dialogi, 77, 0293 (auctor 540-604)
Ἐν τούτῳ οὖν πράγματι κατανοῆσαι ἡμᾶς δεῖ, ὅτι ὅλον τοῦτο πράξαι οὐδαμῶς ἠδύνατο, εἰ μὴ Ἐρμιγίλδος ὁ ῥὴξ ὑπὲρ τῆς ἀληθείας ἀπέθανεν, καθὼς, καὶ ἐν τῷ εὐαγγελίῳ γέγραπται, ὅτι ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἐὰν μὴ ἀποθανῇ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθανῇ, πολὺν καρπὸν φέρει.
217Gregorius I, Dialogi, 77, 0298B (auctor 540-604)
Ἐπειδὴ γὰρ τὸ βάρος τοῦ θαύματος μόνος βαστάσαι οὐκ ἴσχυσε, διεμερίσατο αὐτὸ μετὰ τῶν ἀδελφῶν.
218Gregorius I, Dialogi, 77, 0323B (auctor 540-604)
Ὅθεν αὐτὸς ἑαυτοῦ μάρτυς ἐστίν, ὅτι εἰς ἑαυτὸν πολλῶν πρόσωπα ἀναδεξάμενος, ὥσπερ μόνος λαλήσας οὐκ ἔστιν.
219Gregorius I, Dialogi, 77, 0402A (auctor 540-604)
Τί δὲ ἕτερον τὸ Βιβλίον σημαίνεται, εἰ μὴ ἡ θεία γραφὴ, ἣν μόνος ὁ λυτρωτὴς ἡμῶν διήνοιξε.
220Gregorius I, Dialogi, 77, 0406C (auctor 540-604)
Περὶ πταισμάτων ἐλαφροτέρων τὰς τῶν δικαίων ἐξερχομένας ψυχὰς αὐτὸς καὶ μόνος ὁ φόβος καθαίρει, καθὼς παρά τινος ἀκήκοα.
221Gregorius I, Dialogi, 77, 0154A (auctor 540-604)
Ἐὰν μόνα, Πέτρε, τὰ περὶ τῶν τελείων καὶ δοκίμων ἀνδρῶν ἀναγγείλω, ἅπερ ἐγὼ μόνος τὸ ἀνθρωπάριον, διά τε καλῶν καὶ πιστῶν ἀνθρώπων μαρτυρούντων ἔμαθον, καὶ ὅσα δι' ἑαυτοῦ ἔγνων, ἐπιλείψει με, ὡς οἶμαι, διηγούμενον ὁ χρόνος.
222Gregorius I, Prolegomena, 66, 0155C (auctor 540-604)
Καὶ ἦν ἰδεῖν ἐν τῇ ῶρᾳ ἐκείνῃ θαῦμα ἀληθῶς φρίκης καὶ ἐκστάσεως ἄξιον· μετὰ γὰρ την τῆς προσευχῆς τελείωσιν, παραυτίκα ὁ νεανίας μόνος ἀνέστη ὑγιὴς ὅλῳ τῷ σώματι.
223Hieronymus Stridonensis, De viris illustribus, 23, 0620B (auctor 340-420)
Καὶ πρὸς Τιμόθεον· Λουκᾶς ἐστι μετ' ἐμοῦ μόνος.
224Hieronymus Stridonensis, Dialogus contra Pelagianos, 23, 0561B (auctor 340-420)
Ipse solus hanc non ingreditur civitatem, quam aedificavit Cain in nomine filii sui Enoch, quae omnia sacerdotum quotidie ora concelebrant, ὁ μόνος ἀναμάρτητος, quod in lingua nostra dicitur, qui solus est sine peccato.
225Incertus 014, Vita et institutum, 14, 0056B
καὶ ἄλλας δὲ μυρίας τοῖς ἀνθρώποις τίθησι παγίδας ὁ πονηρὸς, ἀγρεύων εἰς ὄλεθρον, καὶ τὰ μὲν πάθη τοῦ σώματος ὑπουργοῦντα ἔχει ταῖς κατὰ τῆς ψυχῆς τεκταινομέναις ὑπ' αὐτοῦ μηχαναῖς· μόνος δὲ ἐγρηγορὼς ὁ νοῦς περιγίνεται τῇ περὶ τὰ θεῖα τροπῇ τῶν μηχανημάτων διελέγχων τὴν κακουργίαν· τῆς ἀνθρωπείας δὴ οὖν φύσεως καὶ ὁ θαυμάσιος βασιλεὺς μετασχὼν οὗτος.
226Ioannes Belethus, Rationale divinorum officiorum, 202, 0027A (auctor 1182-1190)
Personae autem clericales dividuntur in monachos, quasi sint soli viventes a μόνος solus, et ἔχω habeo, quod ab aliis seorsim soli habitare debeant, et ecclesiasticos.
227Ioannes Cotto, Musica, 150, 1398C (auctor fl. 1096)
Monos ( μόνος) siquidem unus et solus graece dicitur, unde et monachus dictus, quod solus ac singularis esse debeat.
228Isidorus Hispalensis, Etymologiae, 15, 4, 5; 14 (auctor 565-636)
Μόνος enim apud Graecos solus, στηριον statio; id est solitarii habitatio.
229Iulius I, Monumenta genuina, 8, 0890B
Θαυμάζω δὲ κᾀκεῖνο τὸ μέρος τῆς ἐπιστολῆς, πῶς ὄλως κᾀν ἐγράφη παρ' ὑμῶν, ὅτι δὴ τοῖς περὶ Εὐσέβιον μόνοις, καὶ οὐ πᾶσιν ὑμῖν, μόνος ἒγραψα.
230Iulius I, Monumenta genuina, 8, 0891A
ὃμως δὲ γνωρίσαι ὑμῖν ἀναγκαῖον, ὃτι εἰ καὶ μόνος ἒγραψα, ἀλλ' οὐκ ἐμοῦ μόνου ἐστὶν αὓτη ἡ γνώμη.
231Iulius I, Monumenta genuina, 8, 0891B
ὥστε, ἀγαπητοὶ, εἰ καὶ μόνος ἐπιστέλλω, ἀλλὰ πάντων γνώμην ταύτην εἶναι γινώσκετε.
232Iulius I Incertus, Appendix, 8, 0958A
ὡς ἄνθρωπος ἐν σχὴματι ἀνθρωπίνῳ βασιλεύων ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ὑπὸ πάντων ὡς εἷς καὶ μόνος κύριος δοξαζόμενος εἰς δόξαν τοῦ Πατρὸς, ἀμήν.
233Iustinianus I Augustus, Adversus Origenem, 69, 0185A (auctor c.482–565)
Τῆς γὰρ γενέσεως ἡμῶν αἴτιός ἐστι μόνος ὁ Θεὸς, ὅς τις καθὼς οὐκ ὄντας ἡμᾶς ἐποίησεν, οὕτω καὶ γενομένους σώζει τῇ ἰδίᾳ χειρὶ [χάριτι], ἐὰν ἄξιοι, καὶ ἐπιτήδεοι φανῶμεν. Ὁ Θεὸς γὰρ εἰπὼν, « Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν, » ἁμφότερα κατὰ ταυτὸν ἐδημιούργησε, τουτέστι σῶμά τε πλάσας, καὶ ψυχὴν νοεράν τε καὶ λογικὴν δημιουργήσας.
234Iustinianus I Augustus, Adversus Origenem, 69, 0233D (auctor c.482–565)
Εἰ δὲ, ὡς ἔφην, ἐν τῷ σεσαρκῶσθαι λέγειν αὐτὸν, σαφής ἐστι καὶ ἀναμφίβολος ὁμολογία τοῦ, ὅτι γέγονεν ἄνθρωπος, οὐδὲν ἔτι κωλύει νοεῖν, ὡς εἷς ὑπάρχων καὶ μόνος υἱὸς ὁ Χριστὸς, ὁ αὐτὸς Θεός ἐστι καὶ ἄνθρωπος, ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος· ὀρθότατα δὲ καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου πάθους ἐκτέθειται λόγον, οὐκ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ Θεοῦ, καθὸ νοεῖται καὶ ἔστι Θεὸς, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος, ἰσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει.
235Iustinianus I Augustus, Adversus Origenem, 69, 0241D (auctor c.482–565)
Οὐδεὶς γάρ ποτε ἐτόλμησεν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ εἰπεῖν, ὅτι ὥσπερ τρεῖς ὑποστάσεις, οὔτω καὶ τρεῖς φύσεις εἰσὶ τῆς ἁγίας τριάδος, ὥστε καὶ δύνασθαι λέγειν μίαν φύσιν ἐκ τῶν τριῶν φύσεων συντεθεῖσθαι πρὸς σάρκα· τρεῖς γὰρ φύσεις ἐπὶ τῆς ἁγίας τριάδος μόνος Ἄρειος τολμήσας εἰπεῖν ὡς βλάσφημος κατεκρίθη.
236Iustinianus I Augustus, Adversus Origenem, 69, 0271B (auctor c.482–565)
Ἐὰν γὰρ ἀνέλωμεν τὸ, ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ὁ εἷς καὶ μόνος ἐστὶ Χριστὸς, ἀδιάσπαστος ὢν μετὰ τὴν ἕνωσιν, ἐροῦσιν οἱ δι' ἐναντίας· - Εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνηνθρώπησεν, ἢ ποίαν ἰδίαν ἐποιήσατο σάρκᾳ· - Τοὺς δὲ λέγοντας, ὅτι κρᾶσις, ἢ σύγχυσις, ἢ φυρμὸς ἐγένετο τοῦ Θεοῦ λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω σου ἡ θεοσέβεια προδήλως ἐπιστομίζειν.
237Lactantius, Divinae Institutiones [CSEL], 1, 6, 15; 1 (auctor 250-325)
in his ergo uersibus quos Romam legati adtulerunt de uno deo haec sunt testimonia: εἷς θεός, ὂς μόνος ἄρχει, ὐπερμεγέθης ἀγένητος.
238Lactantius, Divinae Institutiones [CSEL], 1, 6, 15; 2 (auctor 250-325)
hunc esse solum summum deum, qui caelum fecerit luminibusque distinxerit: ἀλλὰ θεὸς μόνος εἶς πανυπέρτατος, ὃς πεποίηκεν οὐρανὸν ἡέλιὸν τε καὶ ἀστέρας, ἠδέ σελήνην, καρποφόρον γαῖαν τε καὶ ὕδατος οἴδματα πόντου.
239Lactantius, Divinae Institutiones [CSEL], 1, 6, 16; 2 (auctor 250-325)
ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτύχθη.
240Lactantius, Divinae Institutiones [CSEL], 2, 11, 18; 2 (auctor 250-325)
Sibylla hominem dei opus esse testatur: ὃς μόνος ἐστὶ θεὸς ϰτίστης ὰϰράτητος ύπάρχων αὐτὸς δ' ἐστήριξε τύπον μορϕῆς μερόπων τε - αὐτὸς ἕμιξε ϕύσιν πάντων, γενέτης βιότοιο.
241Lactantius, Fragmenta [CSEL], 1, 8; 10 (auctor 250-325)
ήμείς οὑνex τω̄νϰομισϑέντωνa CP<O{IIFI ὑπὑτω̃νπρέσβεων ο̄σϰ δυνατὑν παραϑήσομαι τοίνυνπερὶ τοῡ ἀνάρχου ϑεοῡ τάδε ̇ είς* ϑεός, 8<; μόνος ἂρχει, ὑπερμγέϑης ἀγένητος .
242Lactantius, Fragmenta [CSEL], 1, 8; 12 (auctor 250-325)
μόνος et<; πανυπέρτατος, SG πεποίηϰεν co pavov ἠέλιόν te xat ἀστέρας ἠδὲ σελήνην ϰαρποϕόρον γαίάν te xat ὒδατος οι̋δματα T:6vtoo.
243Lactantius, Fragmenta [CSEL], 1, 8; 13 (auctor 250-325)
8<; μόνος ὲστί ϑεός ϰτιστὴς axpatrito?
244Lactantius, Divinarum institutionum liber I, 6, 0147A (auctor 250-325)
In iis ergo versibus, quos legati Romam attulerunt, de uno Deo haec sunt testimonia: Εἶς θεὸς ὃς μόνος ἐστὶν ὑπερμεγεθὴς, ἀγένητος· Hunc esse solum Deum summum, qui coelum fecerit, luminibusque distinxerit.
245Lactantius, Divinarum institutionum liber I, 6, 0147A (auctor 250-325)
Ἀλλὰ θεὸς μόνος εἶς, πανυπέρτατος, ὃς πεποίηκεν Οὐρανὸν, ἡέλιὸν τε καὶ ἀστέρας, ἠδέ σελήνην, Καρποφόρον γαῖαν τε, καὶ ὕδατος οἴδματα πόντου.
246Lactantius, Divinarum institutionum liber I, 6, 0147A (auctor 250-325)
Ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτύχθη.
247Lactantius, Divinarum institutionum liber I, 6, 0147B (auctor 250-325)
Item alia Sibylla, quaecumque est, cum perferre se ad homines Dei vocem diceret, sic ait: Εἶς μόνος εἰμὶ θεὸς· καὶ οὐκ ἔστι θεὸς ἄλλος.
248Lactantius, Divinarum institutionum liber II, 6, 0319A (auctor 250-325)
Sibylla hominem Dei opus esse testatur: Ὃς μόνος ἐστὶ Θεὸς κτίστης ἀκράτητος ὑπάρχων, Αὐτὸς δὲ ἐστήριξε τύπον μορφῆς μερόπωντε, Αὐτὸς ἔμιξε φύσιν πάντων γενεῆς βιότοιο.
249Leo I, Appendix secunda, 54, 1260C (auctor 440-461)
Καὶ γὰρ ἦν καὶ ἔστι διπλοῦς ὁ εἷς καὶ μόνος υἱὸς καὶ χριστὸς καὶ διπλοῦς ὁ ἐπ αὐτῷ λόγος, οὐ πρὸ τῆς ἑνώσεως, ἀλλά μετὰ τὴν ἄφραστον ἕνωσιν.
250Leo I, Appendix secunda, 54, 1262A (auctor 440-461)
Ἐστὶ γὰρ εἶς καὶ μόνος μονογενὴς υἱος καὶ λόγος τοῦ Θεοῦ, οὐ τῶν δύο φύσεων αὐτοῦ εἰς δυάδα ὑποστάσεων τεμνομένων, ἀλλὰ τοῦ ἀῤῥήτου λόγου εἰς μίαν ὑπόστασιν τὰς δύο φύσεις ἑνώσαντος, ἔνδοθεν μὲν κοσμουμένου τοῦ παναγίου σώματος διὰ τοῦ θείου λόγου, ἔξωθεν δὲ τῷ πνεύματι φρουρουμένου, ἵνα ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων ἀποδείξῃ.
251Leo I, Epistolae, 54, 0808B (auctor 440-461)
ἐπειδήπερ τοῦ προσληφθέντος, οὐ τοῦ προσλαβόντος ἐστίν ἡ προκοπή· ὅτι καθάπερ ὁ Ἀπόστολος λέγει, Ὁ Θεὸς αὐτὸν ὐπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανιων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ πατρός· τοιγαροῦν ἡ κατὰ σάρκα τοῦ δεστότου γέννησις, εἰ καὶ τὰ μάλιστα ἔχει τινὰς ἰδιότητας, δι' ὧν τὰ τῆς ἀνθρωπίνης παρόδου τῆς εἰς τὸν βίον ὑπερβαίνει προοίμια, εἴτε καθὸ μόνος ἐξ ἁγίου πνεύματος ἀπὸ ἀφθάρτου παρθένου χωρὶς ἐπιθυμίας συλληφθείς ἐστι καὶ τεχθεὶς, εἴτε καθὸ οὕτως ἐκ τῆς γαστρὸς τῆς μητρὸς ἀπεκυήθη, ὥστε καὶ τὴν εὐγονίαν τεκεῖν, καὶ μεῖναι τῆν παρθενίαν· ὅμως οὐχ ἑτέρας ἦν φύσεως ἡ τούτου σὰρξ, ἤπερ ἐστίν ἡ τῆς ἡμῶν· οὐδὲ χαθ' ἑτέραν ἀρχὴν ἐνεπνεύσθη τούτῳ ἡ ψυχὴ παρὰ τοὺς ἄλλους ἀνθρώπους, ἥ τις ὑπερεῖχεν οὐ κατὰ τὸ τοῦ γένους διάφορον, ἀλλὰ κατὰ τὸ τῶν δυνάμεων ὑπερβάλλον.
252Leo I, Epistolae, 54, 1108A (auctor 440-461)
Τὴν γέννησιν τοιγαροῦν τὴν ἀληθῆ τοῦ Χριστοῦ ὁ ἀληθὴς σταυρὸς βεβαιοῖ, ἐπειδὴ ὁ αὐτὸς ἐν τῷ ἡμετέρῳ τίκτεται σώματι ὁ ἐν τῇ σαρκὶ τῇ ἡμετέρᾳ σταυρούμενος, ἥτις, οὐ κατ' οὐδένα τρόπον ἁμαρτήματος ὑπάρχοντος ἐν αὐτῇ, εἰ μὴ ὅτε ἐκ τοῦ γένους ἦν τοῦ ἡμῶν, οὐκ ἂν θνητὴ τυγχάνειν ἠδύνατο ἵνα δὲ καὶ τὴν ἁπάντων καινίσῃ ζωὴν, τὸ κοινὸν ἁπάντων ἐδέξατο πρᾶγμα, καὶ τὴν δύναμιν τοῦ παλαιοῦ χειρογράφου, ὅπερ μόνος ἐν ἅπασιν οὐκ ἐπώφλησεν, ὑπὲρ ἁπάντων ἐκτίσας, ματαίαν ἀπειργάσατο, ἵνα καθάπερ δι' ἑνὸς ὑπευθύνου γεγονότος ἀμαρτωλοὶ πάντες ἐγένοντο, οὕτως δι' ἑνὸς ἀνευθύνου τυγχάνοντος πάντες ἀνεύθυνο.
253Leo I, Epistolae, 54, 1164A (auctor 440-461)
Οἱ δίκαιοι στεφάνους εἰλήφασιν, οὐ δεδώκασι καὶ ἐκ τῆς ἀθλήσεως τῶν πιστῶν, ὑποδείγματα καρτερίας ἐστἰν, οὐ γέρα τῆς δικαιοσύνης· ἑκάστου γὰρ αὐτῶν δηλαδὴ θάνατος γέγονεν εἷς, καὶ οὐδεὶς τὸ ἑτέρου χρέως διὰ τοῦ αὐτὸς [F. αὐτόν] τελειωθῆναι ἐξέτισεν· ὁπότε μεταξὺ τῶν υἱῶν τῶν ἀνθρώπων εἷς μόνος ἐστὶν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μόνος ἀληθῶς ἀμνὸς ἄσπιλος γεγονὼς, ᾧ πάντες σταυρωθέντες, πάντες ἀποθανόντες, πάντες ταφέντες, καὶ πάντες ὑπάρχουσιν ἐγερθέντες.
254Leo II, Epistolae, 96, 0391B
Μόνος δὲ σὺν οἷς ὑπεσύρετο Μακάριος ὁ μὴ μακάριος ἀπεστάτησεν, ὃς τῆς Ἀντιοχέων προήδρευσε· καὶ τοῦ μὲν ζυγοῦ τοῦ Χριστοῦ ἀπεναντίας ἑαυτὸν ὑπεξήγαγε, τῆς δὲ ἱερατικῆς ὁμηγύρεως ἀπεσκίρτησε· μηδὲ γὰρ ὅλως συνθέσθαι τοῖς πανιέροις Ἀγὰθωνος κατένευσε γράμμασιν, ὥσπερ ἂν ε' καὶ κατ' αὐτοῦ τοῦ κορυφαίου Πέτρου μαινόμενος.
255Liberius papa, Epistolae et dicta, 8, 1362D
Ὀ Βασιλεὺς εἶπε Λιβερίῳ· Πόστον εἶ μέρος τῆς οἰκουμένης, ὅτι σὺ μόνος συναίρῃ ἀνθρώπῳ ἀνοσίῳ καὶ τῆς οἰκουμένης τὴν εἰρήνην καὶ ὅλου τοῦ κόσμου λύεις; Λιβέριος· Οὐ διὰ τὸ εἶναί με μόνον, ὁ τῆς πίστεως ἐλαττοῦται λόγος· καὶ γὰρ κατὰ τὸ παλαιὸν, τρεῖς μόνοι εὑρίσκονται ἀντιστάντες προστάξει.
256Liberius papa, Epistolae et dicta, 8, 1363D
σὺ μόνος εἶ ὀ ἀντιποιούμενος τῆς φιλίας τοῦ ἀνοσίου ἐκείνου.
257Macrobius Theodosius, Saturnalia, p1, 17; 13 (auctor c.420)
Plato solem Ἀπόλλωνα cognominatum scribit ἀπὸ τοῦ ἀποπάλλειν τὰς ἀκτῖνας id est a iactu radiorum; Chrysippus [Apollinem], ὡς οὐχὶ τῶν πολλῶν καὶ φαύλων οὐσιῶν τοῦ πυρὸς ὄντα, primam enim nominis litteram retinere significationem negandi, ἢ ὅτι μόνος ἐστὶ καὶ οὐχὶ πολλοί, nam et Latinitas eum, quia tantam claritudinem solus obtinuit, solem vocavit.
258Markos monachos, Florilegium et opuscula, Florilegium, 36; 1 (auctor fl.1260)
Τὸ λογικὸν καὶ νοερὸν ζῷον, ὁ ἄνθρωπος, μόνος κατ᾿ εἰκόνα ἐστὶ καὶ ὁμοίωσιν θεοῦ {Gen 1,26}.
259Markos monachos, Florilegium et opuscula, Appendix, 46; 3 (auctor fl.1260)
Καὶ ψαλμωδία μέν, λέγω, ὅταν ἀτελῶν ἡμῶν ὄντων ἔτι ἱστάμενοι ἐν τῇ ἐκκλησίᾳ ἀκούοντες τοῦ κανονάρχου, ψάλλομεν τῆς ἀκοῆς μόνον ἐνηδυνόμενοι, καὶ ἔοικεν τοῦτο ἡνίκα βασιλεὺς καθεζόμενος ἢ προσερχόμενος εὐφημεῖται παρὰ τῶν ὑπὸ χεῖρα· προσευχὴ δέ, ὅταν ἀποσπᾷ τις ἑαυτὸν ἐκ τῶν ἔξω φροντίδων καὶ μόνος μόνῳ προσλαλεῖ τῷ θεῷ, καὶ ἔστιν τοῦτο σημεῖον τῶν ἐπ᾿ ἀρετῇ προκοπτόντων· ἔοικε δὲ καὶ τοῦτο τοῖς διὰ κατιδίαν φίλοις ἀξιοῦσι τὸν βασιλέα ὑπέρ τινων· ἔντευξις δὲ ὁμιλία πρὸς θεόν, μὴ βλεπομένου τοῦ νοὸς ἀλλαχοῦ, ἀλλ᾿ ὅλως ὅλῳ κολληθέντος τῷ θεῷ καὶ ἐντυγχάνοντος αὐτῷ ὑπὲρ τῶν συμφερόντων.
260Martinus Legionensis, Sermones, 208, 0505C (auctor c.1130–1203)
Μόνος enim apud Graecos unum dicitur.
261Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 195; 4 (auctor 1606-1681)
Μόνος θέων ἐγκράτει .
262Origenes Hieronymus Stridonensis Incertus, Lexicon nominum hebraicorum, 23, 1219A
Δαβὶδ, ἱκανὸς χειρὶ, ἢ μόνος πεποθημένος, ἢ ἠγαπημένος, ἠλεημένος, ἢ ἐξουθένημα.
263Origenes Hieronymus Stridonensis Incertus, Lexicon nominum hebraicorum, 23, 1235
Μαλαὰδ, θεὸς μόνος.
264Origenes Hieronymus Stridonensis Incertus, Lexicon nominum hebraicorum, 23, 1236A
Μεδὰθ, θεὸς μόνος.
265Osius Cordubensis, Epistola ad Constantium, 8, 1331A
τίς οὖν ἔπεισέ σε μετὰ τοσοῦτον χρόνον ἐπιλαθέσθαι τῶν σαυτοῦ γραμμάτων καὶ ῥημάτων; ἐπίσχες, καὶ μὴ πείθου κακοῖς ἀνθρώποις, ἵνα μὴ διὰ τὸ πρὸς ἀλλήλους καθῆκον, σαυτὸν ὑπεύθυνον ποιήσῃς, ὧδε γὰρ τούτοις καθηκετεύεις, ἐν δὲ τῇ κρίσει μόνος μέλλεις ἀπολογεῖσθαι.
266Petrus Abaelardus, Sermones, 178, 0596C (auctor 1079–1142)
Ecce enim a solitudine monachi vocamur, id est solitarii. Etsi enim monos [μὀνος] unus interpretatur, non tamen monachus ita unus personaliter dicitur, sicut etiam quilibet de plebe, sed ex solitariae vitae conversatione.
267Petrus Abaelardus, Sermones, 178, 0596D (auctor 1079–1142)
Quare ergo et non appellamus monachos, cum dicat Psalmista: Ecce quam bonum et quam iucundum habitare fratres in unum (Psal. CXXXII, 1) . Μὀνος enim unus dicitur, et non unus quocunque modo.
268Petrus Abaelardus, Sermones, 178, 0596D (auctor 1079–1142)
Nam et unus in turba est, sed cum multis unus dici μὀνος non potest, id est solus.
269Petrus Abaelardus, Sermones, 178, 0596D (auctor 1079–1142)
Qui ergo sic vivunt in unum, ut unum hominem faciant, ut sit illis, vere, quomodo scriptum est, una anima, et unum cor (Act. IV, 32) , recte dicitur μὀνος, id est unus solus.
270Petrus Chrysolanus, Oratio de Spiritu Sancto, 162, 1013B
» Πρὸς ταῦτα ἐγὼ ὑπὲρ τοῦ Λατίνου ἀπολογούμενος, οὐκ ἀναγκαῖον ἔχω ἐν τούτῳ τῷ τόπῳ τούτου ἕνεκα νοεῖν ἐκ μόνου τοῦ Πατρὸς, ὅτι μόνον τὸ ὄνομα τοῦ Πατρὸς ἐκεῖσε τίθεται· ὅτι ἐν πολλαῖς τῆς θείας Γραφῆς γνώμαις, καὶ ἀποφάσεσι μόνον τὸ ὄνομα τοῦ Πατρὸς τίθεται, ὅμως οὐχ οὕτως μόνος ὁ Πατὴρ νοεῖται, ἵνα μὴ μᾶλλον καὶ ὁ Υἱὸς ἁρμοζόντως ἐκεῖσε νοηθείη, καθὼς ἐκεῖνο τὸ τοῦ.
271Petrus Chrysolanus, Oratio de Spiritu Sancto, 162, 1013C
Ὀφείλομεν τοίνυν οὕτως νοεῖν, τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, καὶ οὐ τοῦ Υἱοῦ, καθὼς ὁ Γραικὸς νοεῖ, τὸ Πνεῦμα λέγων ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, καὶ οὐκ ἐκ τοῦ Υἱοῦ; Ἐὰν δὲ τὸ Πνεῦμα τοῦ Πατρὸς οὐκ ἔστι πνεῦμα τοῦ Υἱοῦ, τί ἐστιν ὃ λέγει ὁ Ἀπόστολος· « Ἀπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν· » καὶ πάλιν, « Ἐάν τις τὸ Πνεῦμα τοῦ Χριστοῦ οὐκ ἔχη, αὐτὸς οὐκ ἔστιν αὐτοῦ; » Μήτιγε ἠ Ἀλήθεια λέγει Πνεῦμα τοῦ Πατρὸς, καὶ οὐκ ἔστιν ἀλήθεια ὁ ἀπόστολος τῆς Ἀληθείας λέγει, Πνεῦμα τοῦ Υἱοῦ, καὶ Πνεῦμα τοῦ Χριστοῦ; Ἐὰν δὲ ἄμφω ἀληθῆ εἰσιν ἐν τούτῳ τῷ τόπῳ, καὶ ὃ ἡ Ἀλήθεια λέγει Πνεῦμα Πατρὸς, καὶ ὃ ἡ Ἀλήθεια σιωπᾷ Πνεῦμα Υἱοῦ, τίνος ἕνεκεν οὐχ ὁμοίως ἀμφότερα ἀληθῆ εἰσιν ἐν ἐκείνῳ τῷ τόπῳ μᾶλλον, ὅπου ἡ Ἀλήθεια λέγει, τὸ Πνεῦμα ἐκπορεύεσθαι ἀπὸ τοῦ Πατρὸς; Τίθημι δύο ἕτερα παραδείγματα ἐκ τοῦ Εὐαγγελίου, ἐν οἷς μόνον τὸ ὄνομα τοῦ Πατρὸς τίθεται, ὅμως μόνος ὁ Πατὴρ ἄνευ τοῦ Υἱοῦ οὐ νοεῖται.
272Petrus Chrysolanus, Oratio de Spiritu Sancto, 162, 1013D
Ὅμως ἡ καθολικὴ πίστις οὐκ ἀνέχεται ἵνα μόνος ὁ Πατὴρ, ἄνευ τοῦ Υἱοῦ νοῆται ἐν αὐτοῖς, ὅτι ἐν τῷ θελήματι μόνον τὸ ὄνομα τοῦ Πατρὸς τίθεται, ἀλλὰ μόνος ὁ Πατὴρ οὐ νοεῖταί ποτε.
273Petrus Chrysolanus, Oratio de Spiritu Sancto, 162, 1015A
Ὁμοίως ὅταν λέγηται τὸ Πνεῦμα ἀπὸ τοῦ Πατρὸς ἐκπορεύεσθαι, εἰ τάχα μόνου τοῦ Πατρὸς τὸ ὄνομα τίθεται, ὅμως ἡ πίστις τῶν Χριστιανῶν οὐκ ἄνεχεται, καὶ πάσχει ἵνα μόνος ὁ Πατὴρ ἄνευ τοὺ Υἱοῦ νοῆται.
274Petrus Chrysolanus, Oratio de Spiritu Sancto, 162, 1015A
Τοῦτο δὲ νοητέον ἐστὶν, ὡς ποτὲ μόνον τὸ ὄνομα τοῦ Πατρός τίθεται, καὶ μόνος ὁ Πατὴρ νοεῖται, ὡς ἐν τῷ Εὐαγγελίῳ· « Ἡ φωνὴ τοῦ Πατρὸς ἠκούσθη, όὗτός ἐστιν ὁ Υίός μου.
275Plato, Alcibiades, p1, 103; 1 (auctor c.425BC-347BC)
Σωκράτης ὦ παῖ Κλεινίου, οἶμαί σε θαυμάζειν ὅτι πρῶτος ἐραστής σου γενόμενος τῶν ἄλλων πεπαυμένων μόνος οὐκ ἀπαλλάττομαι, καὶ ὅτι οἱ μὲν ἄλλοι δι' ὄχλου ἐγένοντό σοι διαλεγόμενοι, ἐγὼ δὲ τοσούτων ἐτῶν οὐδὲ προσεῖπον.
276Plato, Alcibiades, p1, 118; 9 (auctor c.425BC-347BC)
πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως, πλὴν ὀλίγων γε καὶ ἴσως τοῦ σοῦ ἐπιτρόπου Περικλέους.
277Plato, Alcibiades, p1, 131; 26 (auctor c.425BC-347BC)
Σωκράτης ὡς οὕτω γέ σοι ἔχει· οὔτ' ἐγένεθ', ὡς ἔοικεν, Ἀλκιβιάδῃ τῷ Κλεινίου ἐραστὴς οὔτ' ἔστιν ἀλλ' ἢ εἷς μόνος, καὶ οὗτος ἀγαπητός, Σωκράτης ὁ Σωφρονίσκου καὶ Φαιναρέτης.
278Plato, Alcibiades, p1, 131; 28 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν ἔφησθα σμικρὸν φθῆναί με προσελθόντα σοι, ἐπεὶ πρότερος ἄν μοι προσελθεῖν, βουλόμενος πυθέσθαι δι' ὅτι μόνος οὐκ ἀπέρχομαι· Ἀλκιβιάδης ἦν γὰρ οὕτω.
279Plato, Alcibiades, p1, 131; 29 (auctor c.425BC-347BC)
Σωκράτης τοῦτο τοίνυν αἴτιον, ὅτι μόνος ἐραστὴς ἦν σός, οἱ δ' ἄλλοι τῶν σῶν· τὰ δὲ σὰ λήγει ὥρας, σὺ δ' ἄρχῃ ἀνθεῖν.
280Plato, Apologia, p1, 25; 4 (auctor c.425BC-347BC)
πάντες ἄρα, ὡς ἔοικεν, Ἀθηναῖοι καλοὺς κἀγαθοὺς ποιοῦσι πλὴν ἐμοῦ, ἐγὼ δὲ μόνος διαφθείρω.
281Plato, Apologia, p1, 25; 7 (auctor c.425BC-347BC)
καί μοι ἀπόκριναι· ἦ καὶ περὶ ἵππους οὕτω σοι δοκεῖ ἔχειν· οἱ μὲν βελτίους ποιοῦντες αὐτοὺς πάντες ἄνθρωποι εἶναι, εἷς δέ τις ὁ διαφθείρων· ἢ τοὐναντίον τούτου πᾶν εἷς μέν τις ὁ βελτίους οἷός τ' ὢν ποιεῖν ἢ πάνυ ὀλίγοι, οἱ ἱππικοί, οἱ δὲ πολλοὶ ἐάνπερ συνῶσι καὶ χρῶνται ἵπποις, διαφθείρουσιν· οὐχ οὕτως ἔχει, ὦ Μέλητε, καὶ περὶ ἵππων καὶ τῶν ἄλλων ἁπάντων ζῴων· πάντως δήπου, ἐάντε σὺ καὶ Ἄνυτος οὐ φῆτε ἐάντε φῆτε· πολλὴ γὰρ ἄν τις εὐδαιμονία εἴη περὶ τοὺς νέους εἰ εἷς μὲν μόνος αὐτοὺς διαφθείρει, οἱ δ' ἄλλοι ὠφελοῦσιν.
282Plato, Apologia, p1, 32; 6 (auctor c.425BC-347BC)
τότ' ἐγὼ μόνος τῶν πρυτάνεων ἠναντιώθην ὑμῖν μηδὲν ποιεῖν παρὰ τοὺς νόμους καὶ ἐναντία ἐψηφισάμην· καὶ ἑτοίμων ὄντων ἐνδεικνύναι με καὶ ἀπάγειν τῶν ῥητόρων, καὶ ὑμῶν κελευόντων καὶ βοώντων, μετὰ τοῦ νόμου καὶ τοῦ δικαίου ᾤμην μᾶλλόν με δεῖν διακινδυνεύειν ἢ μεθ' ὑμῶν γενέσθαι μὴ δίκαια βουλευομένων, φοβηθέντα δεσμὸν ἢ θάνατον.
283Plato, Charmides, p1, 167; 1 (auctor c.425BC-347BC)
ὁ ἄρα σώφρων μόνος αὐτός τε ἑαυτὸν γνώσεται καὶ οἷός τε ἔσται ἐξετάσαι τί τε τυγχάνει εἰδὼς καὶ τί μή, καὶ τοὺς ἄλλους ὡσαύτως δυνατὸς ἔσται ἐπισκοπεῖν τί τις οἶδεν καὶ οἴεται, εἴπερ οἶδεν, καὶ τί αὖ οἴεται μὲν εἰδέναι, οἶδεν δ' οὔ, τῶν δὲ ἄλλων οὐδείς· καὶ ἔστιν δὴ τοῦτο τὸ σωφρονεῖν τε καὶ σωφροσύνη καὶ τὸ ἑαυτὸν αὐτὸν γιγνώσκειν, τὸ εἰδέναι ἅ τε οἶδεν καὶ ἃ μὴ οἶδεν.
284Plato, Convivium, p1, 217; 3 (auctor c.425BC-347BC)
ταῦτα οὖν διανοηθείς, πρὸ τοῦ οὐκ εἰωθὼς ἄνευ ἀκολούθου μόνος μετ' αὐτοῦ γίγνεσθαι, τότε ἀποπέμπων τὸν ἀκόλουθον μόνος συνεγιγνόμην – δεῖ γὰρ πρὸς ὑμᾶς πάντα τἀληθῆ εἰπεῖν· ἀλλὰ προσέχετε τὸν νοῦν, καὶ εἰ ψεύδομαι, Σώκρατες, ἐξέλεγχε – συνεγιγνόμην γάρ, ὦ ἄνδρες, μόνος μόνῳ, καὶ ᾤμην αὐτίκα διαλέξεσθαι αὐτόν μοι ἅπερ ἂν ἐραστὴς παιδικοῖς ἐν ἐρημίᾳ διαλεχθείη, καὶ ἔχαιρον.
285Plato, Convivium, p1, 218; 6 (auctor c.425BC-347BC)
σὺ ἐμοὶ δοκεῖς, ἦν δ' ἐγώ, ἐμοῦ ἐραστὴς ἄξιος γεγονέναι μόνος, καί μοι φαίνῃ ὀκνεῖν μνησθῆναι πρός με.
286Plato, Convivium, p1, 220; 1 (auctor c.425BC-347BC)
ἀσιτεῖν, οὐδὲν ἦσαν οἱ ἄλλοι πρὸς τὸ καρτερεῖν – ἔν τ' αὖ ταῖς εὐωχίαις μόνος ἀπολαύειν οἷός τ' ἦν τά τ' ἄλλα καὶ πίνειν οὐκ ἐθέλων, ὁπότε ἀναγκασθείη, πάντας ἐκράτει, καὶ ὃ πάντων θαυμαστότατον, Σωκράτη μεθύοντα οὐδεὶς πώποτε ἑώρακεν ἀνθρώπων.
287Plato, Epistolae, 1, 309; 4 (auctor c.425BC-347BC)
ἐγὼ μὲν οὖν περὶ ἐμαυτοῦ βουλεύσομαι τὸ λοιπὸν τρόπον ἀπανθρωπότερον, σὺ δὲ τοιοῦτος ὢν τύραννος οἰκήσεις μόνος.
288Plato, Epistolae, 1a, 315; 2 (auctor c.425BC-347BC)
καὶ περὶ Λυσικλείδου τἀληθὲς εἰπεῖν ἄξιον· μόνος γὰρ τῶν ἐκ Σικελίας Ἀθήναζε ἀφικομένων οὐδὲν μετεβάλετο περὶ τῆς σῆς καὶ ἐμῆς συνουσίας, ἀλλ' ἀεί τι ἀγαθὸν καὶ ἐπὶ τὰ βελτίω λέγων περὶ τῶν γεγονότων διατελεῖ.
289Plato, Epistolae, 1b, 316; 6 (auctor c.425BC-347BC)
τὸ μετὰ τοῦτο εἴτ' ἄνθρωπος εἴτε θεὸς εἴτε τύχη τις μετὰ σοῦ Δίωνα ἐξέβαλεν, καὶ ἐλείφθης μόνος.
290Plato, Euthydemus, p1, 272; 14 (auctor c.425BC-347BC)
κατὰ θεὸν γάρ τινα ἔτυχον καθήμενος ἐνταῦθα, οὗπερ σύ με εἶδες, ἐν τῷ ἀποδυτηρίῳ μόνος, καὶ ἤδη ἐν νῷ εἶχον ἀναστῆναι· ἀνισταμένου δέ μου ἐγένετο τὸ εἰωθὸς σημεῖον τὸ δαιμόνιον.
291Plato, Euthyphro, p1, 2; 11 (auctor c.425BC-347BC)
καὶ φαίνεταί μοι τῶν πολιτικῶν μόνος ἄρχεσθαι ὀρθῶς· ὀρθῶς γάρ ἐστι τῶν νέων πρῶτον ἐπιμεληθῆναι ὅπως ἔσονται ὅτι ἄριστοι, ὥσπερ γεωργὸν ἀγαθὸν τῶν νέων φυτῶν εἰκὸς πρῶτον ἐπιμεληθῆναι, μετὰ δὲ τοῦτο καὶ τῶν ἄλλων.
292Plato, Gorgias, p1, 461; 8 (auctor c.425BC-347BC)
Πῶλος τί δέ· οὐκ ἐξέσται μοι λέγειν ὁπόσα ἂν βούλωμαι· Σωκράτης δεινὰ μεντἂν πάθοις, ὦ βέλτιστε, εἰ Ἀθήναζε ἀφικόμενος, οὗ τῆς Ἑλλάδος πλείστη ἐστὶν ἐξουσία τοῦ λέγειν, ἔπειτα σὺ ἐνταῦθα τούτου μόνος ἀτυχήσαις.
293Plato, Gorgias, p1, 472; 4 (auctor c.425BC-347BC)
ἐγὼ δὲ ἂν μὴ σὲ αὐτὸν ἕνα ὄντα μάρτυρα παράσχωμαι ὁμολογοῦντα περὶ ὧν λέγω, οὐδὲν οἶμαι ἄξιον λόγου μοι πεπεράνθαι περὶ ὧν ἂν ἡμῖν ὁ λόγος ᾖ· οἶμαι δὲ οὐδὲ σοί, ἐὰν μὴ ἐγώ σοι μαρτυρῶ εἷς ὢν μόνος, τοὺς δ' ἄλλους πάντας τούτους χαίρειν ἐᾷς.
294Plato, Gorgias, p1, 476; 1 (auctor c.425BC-347BC)
μόνος καὶ ὁμολογῶν καὶ μαρτυρῶν, καὶ ἐγὼ σὲ μόνον ἐπιψηφίζων τοὺς ἄλλους ἐῶ χαίρειν.
295Plato, Gorgias, p1, 510; 13 (auctor c.425BC-347BC)
Σωκράτης λείπεται δὴ ἐκεῖνος μόνος ἄξιος λόγου φίλος τῷ τοιούτῳ, ὃς ἂν ὁμοήθης ὤν, ταὐτὰ ψέγων καὶ ἐπαινῶν, ἐθέλῃ ἄρχεσθαι καὶ ὑποκεῖσθαι τῷ ἄρχοντι.
296Plato, Gorgias, p1, 521; 11 (auctor c.425BC-347BC)
Σωκράτης οἶμαι μετ' ὀλίγων Ἀθηναίων, ἵνα μὴ εἴπω μόνος, ἐπιχειρεῖν τῇ ὡς ἀληθῶς πολιτικῇ τέχνῃ καὶ πράττειν τὰ πολιτικὰ μόνος τῶν νῦν· ἅτε οὖν οὐ πρὸς χάριν λέγων τοὺς λόγους οὓς λέγω ἑκάστοτε, ἀλλὰ πρὸς τὸ βέλτιστον, οὐ πρὸς τὸ ἥδιστον, καὶ οὐκ ἐθέλων ποιεῖν ἃ σὺ παραινεῖς, τὰ κομψὰ ταῦτα, οὐχ ἕξω ὅτι λέγω ἐν τῷ δικαστηρίῳ.
297Plato, Gorgias, p1, 522; 7 (auctor c.425BC-347BC)
εἰ μὲν οὖν ἐμέ τις ἐξελέγχοι ταύτην τὴν βοήθειαν ἀδύνατον ὄντα ἐμαυτῷ καὶ ἄλλῳ βοηθεῖν, αἰσχυνοίμην ἂν καὶ ἐν πολλοῖς καὶ ἐν ὀλίγοις ἐξελεγχόμενος καὶ μόνος ὑπὸ μόνου, καὶ εἰ διὰ ταύτην τὴν ἀδυναμίαν ἀποθνῄσκοιμι, ἀγανακτοίην ἄν· εἰ δὲ κολακικῆς ῥητορικῆς ἐνδείᾳ τελευτῴην ἔγωγε, εὖ οἶδα ὅτι ῥᾳδίως ἴδοις ἄν με φέροντα τὸν θάνατον.
298Plato, Gorgias, p1, 526; 5 (auctor c.425BC-347BC)
ταὐτὰ δὲ ταῦτα καὶ ὁ Αἰακός – ἑκάτερος τούτων ῥάβδον ἔχων δικάζει – ὁ δὲ Μίνως ἐπισκοπῶν κάθηται, μόνος ἔχων χρυσοῦν σκῆπτρον, ὥς φησιν Ὀδυσσεὺς ὁ Ὁμήρου ἰδεῖν αὐτὸν – χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν.
299Plato, Gorgias, p1, 527; 3 (auctor c.425BC-347BC)
ἀλλ' ἐν τοσούτοις λόγοις τῶν ἄλλων ἐλεγχομένων μόνος οὗτος ἠρεμεῖ ὁ λόγος, ὡς εὐλαβητέον ἐστὶν τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι, καὶ παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ δοκεῖν εἶναι ἀγαθὸν ἀλλὰ τὸ εἶναι, καὶ ἰδίᾳ καὶ δημοσίᾳ· ἐὰν δέ τις κατά τι κακὸς γίγνηται, κολαστέος ἐστί, καὶ τοῦτο δεύτερον ἀγαθὸν μετὰ τὸ εἶναι δίκαιον, τὸ γίγνεσθαι καὶ κολαζόμενον διδόναι δίκην· καὶ πᾶσαν κολακείαν καὶ τὴν περὶ ἑαυτὸν καὶ τὴν περὶ τοὺς ἄλλους, καὶ περὶ ὀλίγους καὶ περὶ πολλούς, φευκτέον· καὶ τῇ ῥητορικῇ οὕτω χρηστέον ἐπὶ τὸ δίκαιον ἀεί, καὶ τῇ ἄλλῃ πάσῃ πράξει.
300Plato, Hippias, p1, 295; 6 (auctor c.425BC-347BC)
καίτοι οὐδὲν λέγω· σὺ μὲν γὰρ οἶμαι ῥᾳδίως αὐτὸ εὑρήσεις, ἐπειδὰν μόνος γένῃ.
301Plato, Leges, 1, 648; 4 (auctor c.425BC-347BC)
Ἀθηναῖος χρῷο δ' ἂν εἰς τοὺς φόβους τούτους ἄγων καὶ ἐλέγχων ἐν τοῖς παθήμασιν, ὥστε ἀναγκάζειν ἄφοβον γίγνεσθαι, παρακελευόμενος καὶ νουθετῶν καὶ τιμῶν, τὸν δὲ ἀτιμάζων, ὅστις σοι μὴ πείθοιτο εἶναι τοιοῦτος οἷον σὺ τάττοις ἐν πᾶσιν· καὶ γυμνασάμενον μὲν εὖ καὶ ἀνδρείως ἀζήμιον ἀπαλλάττοις ἄν, κακῶς δέ, ζημίαν ἐπιτιθείς· ἢ τὸ παράπαν οὐκ ἂν χρῷο, μηδὲν ἄλλο ἐγκαλῶν τῷ πώματι· Κλεινίας καὶ πῶς οὐκ ἂν χρῷτο, ὦ ξένε· Ἀθηναῖος γυμνασία γοῦν, ὦ φίλε, παρὰ τὰ νῦν θαυμαστὴ ῥᾳστώνης ἂν εἴη καθ' ἕνα καὶ κατ' ὀλίγους καὶ καθ' ὁπόσους τις ἀεὶ βούλοιτο· καὶ εἴτε τις ἄρα μόνος ἐν ἐρημίᾳ, τὸ τῆς αἰσχύνης ἐπίπροσθεν ποιούμενος, πρὶν εὖ σχεῖν ἡγούμενος ὁρᾶσθαι μὴ δεῖν, οὕτω πρὸς τοὺς φόβους γυμνάζοιτο, πῶμα μόνον ἀντὶ μυρίων πραγμάτων παρασκευαζόμενος, ὀρθῶς ἄν τι πράττοι, εἴτε τις ἑαυτῷ πιστεύων φύσει καὶ μελέτῃ καλῶς παρεσκευάσθαι, μηδὲν ὀκνοῖ μετὰ συμποτῶν πλειόνων γυμναζόμενος ἐπιδείκνυσθαι τὴν ἐν τῇ τοῦ πώματος ἀναγκαίᾳ διαφορᾷ δύναμιν ὑπερθέων καὶ κρατῶν, ὥστε ὑπ' ἀσχημοσύνης μηδὲ ἓν σφάλλεσθαι μέγα μηδ' ἀλλοιοῦσθαι δι' ἀρετήν, πρὸς δὲ τὴν ἐσχάτην πόσιν ἀπαλλάττοιτο πρὶν ἀφικνεῖσθαι, τὴν πάντων ἧτταν φοβούμενος ἀνθρώπων τοῦ πώματος.
302Plato, Leges, 1f, 799; 4 (auctor c.425BC-347BC)
Κλεινίας τοῦ πέρι λέγεις· Ἀθηναῖος πᾶς που νέος, μὴ ὅτι πρεσβύτης, ἰδὼν ἂν ἢ καὶ ἀκούσας ὁτιοῦν τῶν ἐκτόπων καὶ μηδαμῇ πως συνήθων, οὐκ ἄν ποτέ που τὸ ἀπορηθὲν περὶ αὐτῶν συγχωρήσειεν ἐπιδραμὼν οὕτως εὐθύς, στὰς δ' ἄν, καθάπερ ἐν τριόδῳ γενόμενος καὶ μὴ σφόδρα κατειδὼς ὁδόν, εἴτε μόνος εἴτε μετ' ἄλλων τύχοι πορευόμενος, ἀνέροιτ' ἂν αὑτὸν καὶ τοὺς ἄλλους τὸ ἀπορούμενον, καὶ οὐκ ἂν πρότερον ὁρμήσειεν, πρίν πῃ βεβαιώσαιτο τὴν σκέψιν τῆς πορείας ὅπῃ ποτὲ φέρει.
303Plato, Leges, 1f, 817; 2 (auctor c.425BC-347BC)
ποιηταὶ μὲν οὖν ὑμεῖς, ποιηταὶ δὲ καὶ ἡμεῖς ἐσμὲν τῶν αὐτῶν, ὑμῖν ἀντίτεχνοί τε καὶ ἀνταγωνισταὶ τοῦ καλλίστου δράματος, ὃ δὴ νόμος ἀληθὴς μόνος ἀποτελεῖν πέφυκεν, ὡς ἡ παρ' ἡμῶν ἐστιν ἐλπίς· μὴ δὴ δόξητε ἡμᾶς ῥᾳδίως γε οὕτως ὑμᾶς ποτε παρ' ἡμῖν ἐάσειν σκηνάς τε πήξαντας κατ' ἀγορὰν καὶ καλλιφώνους ὑποκριτὰς εἰσαγαγομένους, μεῖζον φθεγγομένους ἡμῶν, ἐπιτρέψειν ὑμῖν δημηγορεῖν πρὸς παῖδάς τε καὶ γυναῖκας καὶ τὸν πάντα ὄχλον, τῶν αὐτῶν λέγοντας ἐπιτηδευμάτων πέρι μὴ τὰ αὐτὰ ἅπερ ἡμεῖς, ἀλλ' ὡς τὸ πολὺ καὶ ἐναντία τὰ πλεῖστα.
304Plato, Leges, 1g, 835; 3 (auctor c.425BC-347BC)
ταῦτα μὲν οὖν καὶ ἄλλα τοιαῦτα οὔτε χαλεπὸν γνῶναι τίνα τρόπον χρὴ τάξεως ἐννόμου λαγχάνειν, οὐδ' αὖ μετατιθέμενα ἔνθα ἢ ἔνθα μέγα τῇ πόλει κέρδος ἢ ζημίαν ἂν φέροι· ἃ δὲ μὴ σμικρὸν διαφέρει, πείθειν τε χαλεπόν, θεοῦ μὲν μάλιστα ἔργον, εἴ πως οἷόν τε ἦν ἐπιτάξεις αὐτὰς παρ' ἐκείνου γίγνεσθαι, νῦν δὲ ἀνθρώπου τολμηροῦ κινδυνεύει δεῖσθαί τινος, ὃς παρρησίαν διαφερόντως τιμῶν ἐρεῖ τὰ δοκοῦντα ἄριστ' εἶναι πόλει καὶ πολίταις, ἐν ψυχαῖς διεφθαρμέναις τὸ πρέπον καὶ ἑπόμενον πάσῃ τῇ πολιτείᾳ τάττων, ἐναντία λέγων ταῖς μεγίσταισιν ἐπιθυμίαις καὶ οὐκ ἔχων βοηθὸν ἄνθρωπον οὐδένα, λόγῳ ἑπόμενος μόνῳ μόνος.
305Plato, Leges, 1i, 888; 4 (auctor c.425BC-347BC)
οὐ σὺ μόνος οὐδὲ οἱ σοὶ φίλοι πρῶτοι καὶ πρῶτον ταύτην δόξαν περὶ θεῶν ἔσχετε, γίγνονται δὲ ἀεὶ πλείους ἢ ἐλάττους ταύτην τὴν νόσον ἔχοντες· τόδε τοίνυν σοι, παραγεγονὼς αὐτῶν πολλοῖσι, φράζοιμ' ἄν, τὸ μηδένα πώποτε λαβόντα ἐκ νέου ταύτην τὴν δόξαν περὶ θεῶν, ὡς οὐκ εἰσίν, διατελέσαι πρὸς γῆρας μείναντα ἐν ταύτῃ τῇ διανοήσει, τὰ δύο μέντοι πάθη περὶ θεοὺς μεῖναι, πολλοῖσι μὲν οὔ, μεῖναι δὲ οὖν τισιν, τὸ τοὺς θεοὺς εἶναι μέν, φροντίζειν δὲ οὐδὲν τῶν ἀνθρωπίνων, καὶ τὸ μετὰ τοῦτο, ὡς φροντίζουσι μέν, εὐπαραμύθητοι δ' εἰσὶν θύμασιν καὶ εὐχαῖς.
306Plato, Leges, 1k, 951; 10 (auctor c.425BC-347BC)
ἕκαστος δὲ τούτων μὴ μόνος, ἀλλ' ἴτω μετὰ νέου ἀπὸ τριάκοντα ἐτῶν μέχρι τετταράκοντα, τὸν ἀρέσκοντα αὑτῷ προσλαμβάνων.
307Plato, Lysis, p1, 207; 4 (auctor c.425BC-347BC)
τέως μὲν οὖν ἠπόρει τε καὶ ὤκνει μόνος προσιέναι, ἔπειτα ὁ Μενέξενος ἐκ τῆς αὐλῆς μεταξὺ παίζων εἰσέρχεται, καὶ ὡς εἶδεν ἐμέ τε καὶ τὸν Κτήσιππον, ᾔει παρακαθιζησόμενος· ἰδὼν οὖν αὐτὸν ὁ Λύσις εἵπετο καὶ συμπαρεκαθέζετο μετὰ τοῦ Μενεξένου.
308Plato, Lysis, p1, 212; 3 (auctor c.425BC-347BC)
πῶς λέγεις· ἦν δ' ἐγώ· ἀμφότεροι ἄρα ἀλλήλων φίλοι γίγνονται, ἐὰν μόνος ὁ ἕτερος τὸν ἕτερον φιλῇ· ἔμοιγε, ἔφη, δοκεῖ.
309Plato, Lysis, p1, 214; 17 (auctor c.425BC-347BC)
τοῦτο τοίνυν αἰνίττονται, ὡς ἐμοὶ δοκοῦσιν, ὦ ἑταῖρε, οἱ τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον λέγοντες, ὡς ὁ ἀγαθὸς τῷ ἀγαθῷ μόνος μόνῳ φίλος, ὁ δὲ κακὸς οὔτε ἀγαθῷ οὔτε κακῷ οὐδέποτε εἰς ἀληθῆ φιλίαν ἔρχεται.
310Plato, Phaedrus, p1, 249; 7 (auctor c.425BC-347BC)
τοῖς δὲ δὴ τοιούτοις ἀνὴρ ὑπομνήμασιν ὀρθῶς χρώμενος, τελέους ἀεὶ τελετὰς τελούμενος, τέλεος ὄντως μόνος γίγνεται· ἐξιστάμενος δὲ τῶν ἀνθρωπίνων σπουδασμάτων καὶ πρὸς τῷ θείῳ γιγνόμενος, νουθετεῖται μὲν ὑπὸ τῶν πολλῶν ὡς παρακινῶν, ἐνθουσιάζων δὲ λέληθεν τοὺς πολλούς.
311Plato, Phaedrus, p1, 267; 3 (auctor c.425BC-347BC)
Τεισίαν δὲ Γοργίαν τε ἐάσομεν εὕδειν, οἳ πρὸ τῶν ἀληθῶν τὰ εἰκότα εἶδον ὡς τιμητέα μᾶλλον, τά τε αὖ σμικρὰ μεγάλα καὶ τὰ μεγάλα σμικρὰ φαίνεσθαι ποιοῦσιν διὰ ῥώμην λόγου, καινά τε ἀρχαίως τά τ' ἐναντία καινῶς, συντομίαν τε λόγων καὶ ἄπειρα μήκη περὶ πάντων ἀνηῦρον· ταῦτα δὲ ἀκούων ποτέ μου Πρόδικος ἐγέλασεν, καὶ μόνος αὐτὸς ηὑρηκέναι ἔφη ὧν δεῖ λόγων τέχνην· δεῖν δὲ οὔτε μακρῶν οὔτε βραχέων ἀλλὰ μετρίων.
312Plato, Philebus, p1, 38; 16 (auctor c.425BC-347BC)
Σωκράτης κἂν μέν τίς γ' αὐτῷ παρῇ, τά τε πρὸς αὑτὸν ῥηθέντα ἐντείνας εἰς φωνὴν πρὸς τὸν παρόντα αὐτὰ ταῦτ' ἂν πάλιν φθέγξαιτο, καὶ λόγος δὴ γέγονεν οὕτως ὃ τότε δόξαν ἐκαλοῦμεν· Πρώταρχος τί μήν· Σωκράτης ἂν δ' ἄρα μόνος ᾖ τοῦτο ταὐτὸν πρὸς αὑτὸν διανοούμενος, ἐνίοτε καὶ πλείω χρόνον ἔχων ἐν αὑτῷ πορεύεται.
313Plato, Politicus, p1, 268; 2 (auctor c.425BC-347BC)
καὶ τοῦτο μὲν ἐπισκεψόμεθα, τόδε δὲ ἴσμεν, ὅτι βουκόλῳ γε οὐδεὶς ἀμφισβητήσει περὶ τούτων οὐδενός, ἀλλ' αὐτὸς τῆς ἀγέλης τροφὸς ὁ βουφορβός, αὐτὸς ἰατρός, αὐτὸς οἷον νυμφευτὴς καὶ περὶ τοὺς τῶν γιγνομένων τόκους καὶ λοχείας μόνος ἐπιστήμων τῆς μαιευτικῆς.
314Plato, Protagoras, p1, 310; 13 (auctor c.425BC-347BC)
» καὶ ἐγὼ γιγνώσκων αὐτοῦ τὴν ἀνδρείαν καὶ τὴν πτοίησιν, «τί οὖν σοι,» ἦν δ' ἐγώ, «τοῦτο· μῶν τί σε ἀδικεῖ Πρωταγόρας·» καὶ ὃς γελάσας, «νὴ τοὺς θεούς,» ἔφη, «ὦ Σώκρατες, ὅτι γε μόνος ἐστὶ σοφός, ἐμὲ δὲ οὐ ποιεῖ.
315Plato, Protagoras, p1, 314; 6 (auctor c.425BC-347BC)
νῦν μέντοι, ὥσπερ ὡρμήσαμεν, ἴωμεν καὶ ἀκούσωμεν τοῦ ἀνδρός, ἔπειτα ἀκούσαντες καὶ ἄλλοις ἀνακοινωσώμεθα· καὶ γὰρ οὐ μόνος Πρωταγόρας αὐτόθι ἐστίν, ἀλλὰ καὶ Ἱππίας ὁ Ἠλεῖος – οἶμαι δὲ καὶ πρόδικον τὸν Κεῖον – καὶ ἄλλοι πολλοὶ καὶ σοφοί.
316Plato, Protagoras, p1, 316; 6 (auctor c.425BC-347BC)
ἐπιθυμεῖν δέ μοι δοκεῖ ἐλλόγιμος γενέσθαι ἐν τῇ πόλει, τοῦτο δὲ οἴεταί οἱ μάλιστ' ἂν γενέσθαι, εἰ σοὶ συγγένοιτο· ταῦτ' οὖν ἤδη σὺ σκόπει, πότερον περὶ αὐτῶν μόνος οἴει δεῖν διαλέγεσθαι πρὸς μόνους, ἢ μετ' ἄλλων.
317Plato, Protagoras, p1, 341; 9 (auctor c.425BC-347BC)
ἐπεὶ ὅτι γε Σιμωνίδης οὐ λέγει τὸ χαλεπὸν κακόν, μέγα τεκμήριόν ἐστιν εὐθὺς τὸ μετὰ τοῦτο ῥῆμα· λέγει γὰρ ὅτι – θεὸς ἂν μόνος τοῦτ' ἔχοι γέρας, σιμονιδες φρ.
318Plato, Protagoras, p1, 344; 4 (auctor c.425BC-347BC)
λέγει γὰρ μετὰ τοῦτο ὀλίγα διελθών, ὡς ἂν εἰ λέγοι λόγον, ὅτι γενέσθαι μὲν ἄνδρα ἀγαθὸν χαλεπὸν ἀλαθέως, οἷόν τε μέντοι ἐπί γε χρόνον τινά· γενόμενον δὲ διαμένειν ἐν ταύτῃ τῇ ἕξει καὶ εἶναι ἄνδρα ἀγαθόν, ὡς σὺ λέγεις, ὦ Πιττακέ, ἀδύνατον καὶ οὐκ ἀνθρώπειον, ἀλλὰ θεὸς ἂν μόνος τοῦτο ἔχοι τὸ γέρας, ἄνδρα δ' οὐκ ἔστι μὴ οὐ κακὸν ἔμμεναι, ὃν [ἂν] ἀμήχανος συμφορὰ καθέλῃ.
319Plato, Respublica, 1, 345; 3 (auctor c.425BC-347BC)
ταῦτ' οὖν καὶ ἕτερος ἴσως τις ἡμῶν πέπονθεν, οὐ μόνος ἐγώ· πεῖσον οὖν, ὦ μακάριε, ἱκανῶς ἡμᾶς ὅτι οὐκ ὀρθῶς βουλευόμεθα δικαιοσύνην ἀδικίας περὶ πλείονος ποιούμενοι.
320Plato, Respublica, 1b, 390; 8 (auctor c.425BC-347BC)
12.342 ἢ Δία, καθευδόντων τῶν ἄλλων θεῶν τε καὶ ἀνθρώπων ὡς, μόνος ἐγρηγορὼς ἃ ἐβουλεύσατο, τούτων πάντων ῥᾳδίως ἐπιλανθανόμενον διὰ τὴν τῶν ἀφροδισίων ἐπιθυμίαν, καὶ οὕτως ἐκπλαγέντα ἰδόντα τὴν Ἥραν, ὥστε μηδ' εἰς τὸ δωμάτιον ἐθέλειν ἐλθεῖν, ἀλλ' αὐτοῦ βουλόμενον χαμαὶ συγγίγνεσθαι, λέγοντα ὡς οὕτως ὑπὸ ἐπιθυμίας ἔχεται, ὡς οὐδ' ὅτε τὸ πρῶτον ἐφοίτων πρὸς ἀλλήλους φίλους λήθοντε τοκῆας ηομ.
321Plato, Respublica, 1g, 549; 5 (auctor c.425BC-347BC)
λόγου, ἦν δ' ἐγώ, μουσικῇ κεκραμένου· ὃς μόνος ἐγγενόμενος σωτὴρ ἀρετῆς διὰ βίου ἐνοικεῖ τῷ ἔχοντι.
322Plato, Respublica, 1h, 582; 10 (auctor c.425BC-347BC)
καὶ μὴν μετά γε φρονήσεως μόνος ἔμπειρος γεγονὼς ἔσται.
323Plato, Respublica, 1i, 601; 12 (auctor c.425BC-347BC)
ἆρ' οὖν ἐπαΐει οἵας δεῖ τὰς ἡνίας εἶναι καὶ τὸν χαλινὸν ὁ γραφεύς· ἢ οὐδ' ὁ ποιήσας, ὅ τε χαλκεὺς καὶ ὁ σκυτεύς, ἀλλ' ἐκεῖνος ὅσπερ τούτοις ἐπίσταται χρῆσθαι, μόνος ὁ ἱππικός· ἀληθέστατα.
324Plato, Respublica, 1i, 604; 1 (auctor c.425BC-347BC)
τόδε νῦν μοι περὶ αὐτοῦ εἰπέ· πότερον μᾶλλον αὐτὸν οἴει τῇ λύπῃ μαχεῖσθαί τε καὶ ἀντιτείνειν, ὅταν ὁρᾶται ὑπὸ τῶν ὁμοίων, ἢ ὅταν ἐν ἐρημίᾳ μόνος αὐτὸς καθ' αὑτὸν γίγνηται· πολύ που, ἔφη, διοίσει, ὅταν ὁρᾶται.
325Plato, Theaetetus, p1, 161; 7 (auctor c.425BC-347BC)
ἢ πῶς λέγωμεν, ὦ Θεόδωρε· εἰ γὰρ δὴ ἑκάστῳ ἀληθὲς ἔσται ὃ ἂν δι' αἰσθήσεως δοξάζῃ, καὶ μήτε τὸ ἄλλου πάθος ἄλλος βέλτιον διακρινεῖ, μήτε τὴν δόξαν κυριώτερος ἔσται ἐπισκέψασθαι ἕτερος τὴν ἑτέρου ὀρθὴ ἢ ψευδής, ἀλλ' ὃ πολλάκις εἴρηται, αὐτὸς τὰ αὑτοῦ ἕκαστος μόνος δοξάσει, ταῦτα δὲ πάντα ὀρθὰ καὶ ἀληθῆ, τί δή ποτε, ὦ ἑταῖρε, Πρωταγόρας μὲν σοφός, ὥστε καὶ ἄλλων διδάσκαλος ἀξιοῦσθαι δικαίως μετὰ μεγάλων μισθῶν, ἡμεῖς δὲ ἀμαθέστεροί τε καὶ φοιτητέον ἡμῖν ἦν παρ' ἐκεῖνον, μέτρῳ ὄντι αὐτῷ ἑκάστῳ τῆς αὑτοῦ σοφίας· ταῦτα πῶς μὴ φῶμεν δημούμενον λέγειν τὸν Πρωταγόραν· τὸ δὲ δὴ ἐμόν τε καὶ τῆς ἐμῆς τέχνης τῆς μαιευτικῆς σιγῶ ὅσον γέλωτα ὀφλισκάνομεν, οἶμαι δὲ καὶ σύμπασα ἡ τοῦ διαλέγεσθαι πραγματεία.
326Plinius minor, Epistolae, 1, 20, 17; 33 (auctor c.61–c.113)
οὕτως ἐκήλει, καὶ μόνος τῶν ῥητόρων τὸ κέντρον ἐγκατέλειπε τοῖς ἀκροωμένοις.
327Plotinus, Enneades, 1, 6, 6; 5 (auctor c.205-270)
Οὐ φοβεῖται δὲ τοῦτο, ὃς ἀγαπᾷ μόνος γενέσθαι.
328Plotinus, Enneades, 1, 6, 9; 4 (auctor c.205-270)
Εἰ γέγονας τοῦτο καὶ εἶδες αὐτὸ καὶ σαυτῷ καθαρὸς συνεγένου οὐδὲν ἔχων ἐμπόδιον πρὸς τὸ εἷς οὕτω γενέσθαι οὐδὲ σὺν αὐτῷ ἄλλο τι ἐντὸς μεμιγμένον ἔχων, ἀλλ᾽ ὅλος αὐτὸς φῶς ἀληθινὸν μόνον, οὐ μεγέθει μεμετρημένον οὐδὲ σχήματι εἰς ἐλάττωσιν περιγραφὲν οὐδ᾽ αὖ εἰς μέγεθος δι᾽ ἀπειρίας αὐξηθέν, ἀλλ᾽ ἀμέτρητον πανταχοῦ, ὡς ἂν μεῖζον παντὸς μέτρου καὶ παντὸς κρεῖσσον ποσοῦ· εἰ τοῦτο γενόμενον σαυτὸν ἴδοις, ὄψις ἤδη γενόμενος θαρσήσας περὶ σαυτῷ καὶ ἐνταῦθα ἤδη ἀναβεβηκὼς μηκέτι τοῦ δεικνύντος δεηθεὶς ἀτενίσας ἴδε· οὗτος γὰρ μόνος ὁ ὀφθαλμὸς τὸ μέγα κάλλος βλέπει.
329Plotinus, Enneades, 3, 6, 2; 2 (auctor c.205-270)
Ἆρ᾽ οὖν λέγοντες ἀρετὴν ἁρμονίαν εἶναι, ἀναρμοστίαν δὲ τὴν κακίαν, λέγοιμεν ἂν δόξαν δοκοῦσαν τοῖς παλαιοῖς καί τι πρὸς τὸ ζητούμενον οὐ μικρὸν ὁ λόγος ἀνύσειεν; Εἰ γὰρ συναρμοσθέντα μὲν κατὰ φύσιν τὰ μέρη τῆς ψυχῆς πρὸς ἄλληλα ἀρετή ἐστι, μὴ συναρμοσθέντα δὲ κακία, ἐπακτὸν οὐδὲν ἂν οὐδὲ ἑτέρωθεν γίγνοιτο, ἀλλ᾽ ἕκαστον ἥκοι ἂν οἷόν ἐστιν εἰς τὴν ἁρμογὴν καὶ οὐκ ἂν ἥκοι ἐν τῇ ἀναρμοστίαι τοιοῦτον ὄν, οἷον καὶ χορευταὶ χορεύοντες καὶ συνάιδοντες ἀλλήλοις, εἰ καὶ μὴ οἱ αὐτοί εἰσι, καὶ μόνος τις ἄιδων τῶν ἄλλων μὴ δόντων, καὶ ἑκάστου καθ᾽ ἑαυτὸν ἄιδοντος· οὐ γὰρ μόνον δεῖ συνάιδειν, ἀλλὰ καὶ ἕκαστον καλῶς τὸ αὐτοῦ ἄιδοντα οἰκείαι μουσικῇ· ὥστε κἀκεῖ ἐπὶ τῆς ψυχῆς ἁρμονίαν εἶναι ἑκάστου μέρους τὸ αὐτῷ προσῆκον ποιοῦντος.
330Plotinus, Enneades, 4, 4, 12; 17 (auctor c.205-270)
Ὧν δέ τις κρατεῖ καὶ μόνος, τίνος ἂν οὗτος δέοιτο ἢ αὐτοῦ καὶ τῆς αὐτοῦ βουλήσεως; Τοῦτο δὲ ταὐτὸν τῆς αὐτοῦ φρονήσεως· τῷ γὰρ τοιούτῳ ἡ βούλησις φρόνησις.
331Plotinus, Enneades, 4, 4, 44; 9 (auctor c.205-270)
Τοῦτο δὲ τί ἄν τις ἄλλο ἢ γοητείαν εἴποι; Μόνος οὖν ἀγοήτευτος, ὃς ἑλκόμενος τοῖς ἄλλοις αὐτοῦ μέρεσι τούτων οὐδὲν ἀγαθὸν λέγει εἶναι ὧν ἐκεῖνα λέγει, ἀλλὰ μόνον ὃ οἶδεν αὐτὸς οὐκ ἠπατημένος οὐδὲ διώκων, ἀλλ᾽ ἔχων.
332Plotinus, Enneades, 4, 7, 13; 1 (auctor c.205-270)
Πῶς οὖν τοῦ νοητοῦ χωριστοῦ ὄντος ἥδε εἰς σῶμα ἔρχεται; Ὅτι, ὅσος μὲν νοῦς μόνος, ἀπαθὴς ἐν τοῖς νοητοῖς ζωὴν μόνον νοερὰν ἔχων ἐκεῖ ἀεὶ μένει – οὐ γὰρ ἔνι ὁρμὴ οὐδ᾽ ὄρεξις – ὃ δ᾽ ἂν ὄρεξιν προσλάβῃ ἐφεξῆς ἐκείνῳ τῷ νῷ ὄν, τῇ προσθήκῃ τῆς ὀρέξεως οἷον πρόεισιν ἤδη ἐπιπλέον καὶ κοσμεῖν ὀρεγόμενον καθὰ ἐν νῷ εἶδεν, ὥσπερ κυοῦν ἀπ᾽ αὐτῶν καὶ ὠδῖνον γεννῆσαι, ποιεῖν σπεύδει καὶ δημιουργεῖ.
333Plotinus, Enneades, 4, 8, 3; 2 (auctor c.205-270)
Ὄντος τοίνυν παντὸς νοῦ ἐν τῷ τῆς νοήσεως τόπῳ ὅλου τε καὶ παντός, ὃν δὴ κόσμον νοητὸν τιθέμεθα, ὄντων δὲ καὶ τῶν ἐν τούτῳ περιεχομένων νοερῶν δυνάμεων καὶ νόων τῶν καθέκαστα – οὐ γὰρ εἷς μόνος, ἀλλ᾽ εἷς καὶ πολλοί – πολλὰς ἔδει καὶ ψυχὰς καὶ μίαν εἶναι, καὶ ἐκ τῆς μιᾶς τὰς πολλὰς διαφόρους, ὥσπερ ἐκ γένους ἑνὸς εἴδη τὰ μὲν ἀμείνω, τὰ δὲ χείρω, νοερώτερα, τὰ δ᾽ ἧττον ἐνεργείαι τοιαῦτα.
334Plotinus, Enneades, 5, 8, 12; 2 (auctor c.205-270)
Ἰδὼν δή, εἴτε ὡς ἕτερος, εἴτε ὡς μείνας αὐτός, τί ἀπαγγέλλει; Ἢ θεὸν ἑωρακέναι τόκον ὠδίνοντα καλὸν καὶ πάντα δὴ ἐν αὑτῷ γεγεννηκότα καὶ ἄλυπον ἔχοντα τὴν ὠδῖνα ἐν αὑτῷ· ἡσθεὶς γὰρ οἷς ἐγέννα καὶ ἀγασθεὶς τῶν τόκων κατέσχε πάντα παρ᾽ αὐτῷ τὴν αὐτοῦ καὶ τὴν αὐτῶν ἀγλαίαν ἀσμενίσας· ὁ δὲ καλῶν ὄντων καὶ καλλιόνων τῶν εἰς τὸ εἴσω μεμενηκότων μόνος ἐκ τῶν ἄλλων [Ζεὺς] παῖς ἐξεφάνη εἰς τὸ ἔξω.
335Plotinus, Enneades, 6, 1, 4; 14 (auctor c.205-270)
Ἔσται τοίνυν οὐχ ἕν τι γένος, ἀλλ᾽ ὁ ἀριθμὸς μόνος, τὰ δὲ δευτέρως.
336Plotinus, Enneades, 6, 5, 12; 9 (auctor c.205-270)
Οὕτω γὰρ καὶ οἱ ἄλλοι θεοὶ πολλῶν παρόντων ἑνὶ φαίνονται πολλάκις, ὅτι ὁ εἷς ἐκεῖνος μόνος δύναται βλέπειν.
337Plotinus, Enneades, 6, 9, 4; 8 (auctor c.205-270)
Εἰ δὲ μὴ ἦλθέ τις ἐπὶ τὸ θέαμα, μηδὲ σύνεσιν ἔσχεν ἡ ψυχὴ τῆς ἐκεῖ ἀγλαίας μηδὲ ἔπαθε μηδὲ ἔσχεν ἐν ἑαυτῷ οἷον ἐρωτικὸν πάθημα ἐκ τοῦ ἰδεῖν ἐραστοῦ ἐν ὧι ἐρᾷ ἀναπαυσαμένου, δεξάμενος φῶς ἀληθινὸν καὶ πᾶσαν τὴν ψυχὴν περιφωτίσας διὰ τὸ ἐγγυτέρω γεγονέναι, ἀναβεβηκέναι δὲ ἔτι ὀπισθοβαρὴς ὑπάρχων, ἃ ἐμπόδια ἦν τῇ θέαι, καὶ οὐ μόνος ἀναβεβηκώς, ἀλλ᾽ ἔχων τὸ διεῖργον ἀπ᾽ αὐτοῦ, ἢ μήπω εἰς ἓν συναχθείς – οὐ γὰρ δὴ ἄπεστιν οὐδενὸς ἐκεῖνο καὶ πάντων δέ, ὥστε παρὼν μὴ παρεῖναι ἀλλ᾽ ἢ τοῖς δέχεσθαι δυναμένοις καὶ παρεσκευασμένοις, ὥστε ἐναρμόσαι καὶ οἷον ἐφάψασθαι καὶ θίγειν ὁμοιότητι καὶ τῇ ἐν αὐτῷ δυνάμει συγγενεῖ τῷ ἀπ᾽ αὐτοῦ· ὅταν οὕτως ἔχῃ, ὡς εἶχεν, ὅτε ἦλθεν ἀπ᾽ αὐτοῦ, ἤδη δύναται ἰδεῖν ὡς πέφυκεν ἐκεῖνος θεατὸς εἶναι – εἰ οὖν μήπω ἐστὶν ἐκεῖ, ἀλλὰ διὰ ταῦτά ἐστιν ἔξω, ἢ δι᾽ ἔνδειαν τοῦ παιδαγωγοῦντος λόγου καὶ πίστιν περὶ αὐτοῦ παρεχομένου, δι᾽ ἐκεῖνα μὲν αὐτὸν ἐν αἰτίαι τιθέσθω, καὶ πειράσθω ἀποστὰς πάντων μόνος εἶναι, ἃ δὲ ἐν τοῖς λόγοις ἀπιστεῖ ἐλλείπων, ὧδε διανοείσθω.
338Priscianus Caesarensis, Ars Prisciani, p. 184 (vol. 2), l. 1 (auctor c.500)
Σοφοκλῆς ἐν Ἀντιγόνῃ· ὅστις γὰρ αὐτῶν εὖ φρονεῖν μόνος δοκῇ, ἢ γλῶτταν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν, οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.
339Sixtus III, Epistolae et decreta, 50, 0586B
Μόνος οὖν εἴη ναυάγησας αὐτὸς, ὃν ἐν τοσαύτῃ ὁμίχλῃ τῶν ἰδίων διδαγμάτων μηδὲν ὁρῶντα, τὸ τῆς ἀσεβείας κῦμα προσέῤῥηξε τῷ σκοπέλῳ τῆς καθαιρέσεως.
340Sylvester I, Opera quae exstant, 8, 0814C
Καὶ ταῦτα μὲν τὰ ὑποδείγματα εἴρηται εὐτελῆ παρ' εὐτελοῦς καὶ θνητοῦ ἀνθρώπου, ἀμυδράν τινα ἔννοιαν τῆς φρικτῆς οἰκονομίας παραστῆσαι τοῖς πιστοῖς ὀφείλοντα· οὐ μὴν δυνατὸν τοῦ παντὸς ἐφικέσθαι, ὅτι μη δὲ δύναται κτιστὴ φύσις καταλαμβάνειν τὴν ἄκτιστον καὶ ἀφατάληπτον οὐσίαν ἐκείνην τοῦ λόγου, ὸς τούτου ἕνεκεν ἀναλαβεῖν σάρκα ἐκ τοῦ ἡμετέρου φυράματος κατηξίωσεν, ἵνα ἡμᾶς κοινωνοὺς ἀπεργάσηται φύσεως, καὶ ἑνώσῃ ἑαυτῷ τὴν ἡμετέραν φύσιν· ἔνωσιν δέ φημι ἀσύγχυτον καὶ ἄτρεπτον καὶ ἀναλλοίωτον καὶ ἣν ἐπίσταται μόνος αὐτός.