'νίκη' - search in All Authors, Showing 1 to 49 of 49 hits

1Adrianus I, Epistolae, 96, 1219D
» Καὶ ἐξελθόντι ἐῤῥέθη αὐτῷ παρὰ τῶν στρατιωτῶν, περὶ οὗ ζητεῖται κεφαλαίου· καὶ ἐλθὼν πρὸς τὸν βασιλέα μετὰ τριῶν πρεσβυτέρων καὶ δύο διακόνων, καὶ ἰδὼν αὐτὸν εἶπεν· « Εἰρήνη σοι, ὦ βασιλεῦ, ἐκ τοῦ οὐρανοῦ ἄνωθεν, καὶ νίκη· » Ὁ οὖν βασιλεὺς ἱλαρῷ ὄμματι καὶ ἁπλῇ τῇ καρδίᾳ δεξάμενος τοὺς λόγους αὐτοῦ, πάντα ὅσα ἀπεκαλύφθησαν αὐτῷ, ἐξηγήσατο τῷ ἁγίῳ Σιλβέστρῳ.
2Agatho papa, Epistolae, 87, 1170A
Καὶ ταῦτα συμβουλεύειν εἰ καὶ ἀνάξιος καὶ ἐλάχιστος, γνησίως ἀγαπῶν προπετεύομαι· ὅτι ἡ ἐκ Θεοῦ δωρηθείσα ὑμῖν νικη, ἡμετέρα σωτηρία ἐστί, καὶ τῆς ὑμετέρας γαληνότητος ἡ εὐτυχία, ἡμετέρα εὐφροσύνη ἐστί· καὶ τῆς ὑμετέρας πρᾳότητος ἡ ῥῶσις, τῇ ἡμετέρᾳ σμικρότητι εὐθυμία ἐστὶ.
3Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0635A
Εἰ τὰς γενομένας συνόδους αἱ κελεύσεις τῶν βασιλέων κυροῦσιν, ἀλλ' οὐχὶ εὐσεβὴς πίστις, δέξωνται καὶ τὰς κατὰ τοῦ ὁμοουσίου γενομένας συνόδους, ἐπειδὴ κελεύσει βασιλέων γεγόνασι· φημὶ δὲ, τὴν ἐν Τύρῳ, τὴν ἐν Ἀντιοχεία, τὴν ἐν Σελευκεία, τὴν ἐν Κωνσταντινουπόλει ἐπὶ Εὐδοξίου τοῦ Ἀρειανοῦ, τὴν ἐν Νίκῃ τῆς Θρᾴκης, τὴν ἐν τῷ Σερμίῳ· καὶ μετὰ ταύτας πολλοῖς ὕστερον χρόνοις, τὴν ἐν Ἐφέσῳ δεύτερον, ἧς ἐξῆρχε Διόσκορος· ὅλας γὰρ ταύτας κέλευσις βασιλέων ἤθροισε, καὶ ὅμως πᾶσαι κατεκρίθησαν διὰ τὴν ἀθεΐαν τῶν κυρωθέντων ἀσεβῶς δόγμάτων.
4Anonymi, Frg. Parisinum de idiomatibus casuum, p. 570, l. 11
ablatiui casus: inpertio illum hac re et illi χορηγῶ αὐτῷ τὸ πρᾶγμα, dignor amicum hospitio ξεναγωγῶ τὸν φίλον, κοινωνῶ τῆς οἰκίας τῷ φίλῳ, satio populum tritico κορεννύω τὸν δῆμον σίτου πυροῦ, saturo exercitum commeatu πληρῶ τὸν στρατὸν ἀναλωμάτων, libero te periculo εὐλυτῶ σε κινδύνου, careo amicis ἀποτυγχάνω στέρομαι τῶν φίλων, quaero te μέμφομαί σε, queror tibi de illo μέμφομαι αὐτῷ παρά σοι, onero seruum lignis φορτίζω ξύλοις τὸν οἰκέτην, dono praeceptorem auro δωροῦμαι τὸν ἐπιστάτην χρυσῷ, tempero me uino ἀπέχομαι οἴνου, glorior dignitate αὐχῶ τῇ ἀξίᾳ ἤτοι δοξάζω, fraudo creditorem pecuniis ἀποστερῶ τὸν χρήστην τοῦ χρυσοῦ, priuo amicum deposito ἀρνοῦμαι τῷ φίλῳ τὴν παραθήκην ἤτοι αὐτῆς ἀποστερῶ αὐτόν, postulo ab imperatore et de imperatore αἰτῶ παρὰ τοῦ βασιλέως, in gratiam redeo cum illo καταλλάττομαι τῷ δεῖνα, luctor cum luctatore παλαίω τῷ ἀθλητῇ, abduco filium domo ἐξωθῶ τὸν παῖδα τῆς οἰκίας, ἀρνοῦμαι τὴν οἴκησιν τῷ παιδί, abdico me praetura παραιτοῦμαι τὴν ἀρχήν, ἀπαγορεύω τῇ ἀρχῇ, abutor hac re ἀποκέχρημαι τῷ πράγματι, dominor in te δεσπόζω σου, fortior illo sum ἰσχυρότερος τοῦ δεῖνά εἰμι· et omnia comparatiua sic proferuntur {καὶ γὰρ πάντα συγκριτικὰ οὕτω προφέρεται }: satior cibo πληροῦμαι τροφῆς, κορέννυμαι, coeo cum uxore συνέρχομαι τῇ γυναικί et concumbo συγκαθεύδω, utor diuitiis χρῶμαι τοῖς χρήμασιν, potior munere ἀπολαύω τοῦ δώρου, antepono te fide mea προκρίνω σε τῆς ἐμῆς πίστεως, iungo tecum amicitias γίνομαί σου φίλος, fruor amore ἀπολαύω τοῦ ἔρωτος, induo te armis ὁπλίζω σε, deficio alacritate ὀλιγοψυχῶ τῇ προθυμίᾳ, nitor pudicitia ἐπερείδομαι τῇ αἰδοῖ, ἐρυθριῶ, patior te ἀνέχομαί σου, communicor cum illo κοινοῦμαι αὐτῷ, alienus sum crimine οὐκ ἥμαρτον, gaudeo gloria ἐναβρύνομαι τῇ δόξῃ, adficio illum laetitia χαροποιῶ αὐτόν, congredior tecum συμβάλλω σοι, confligo tecum συμπλέκομαί σοι, μάχομαί σοι, abstineo me pulmento ἀπέχομαι ὄψων, fretus sum patrocinio tuo θαρρῶ τῇ συνηγορίᾳ σου, ardeo amore φλέγομαι τῷ ἔρωτι, accendo amicum pulchritudine ἐρεθίζω ἐκκάω τῷ κάλλει τὸν φίλον, uro illum superbia mea κνίζω ἐρεθίζω τὸν δεῖνα τῇ ὑπερηφανίᾳ, laetor spe mea εὔελπίς εἰμι, laetor festo die ἀγάλλομαι ἐπὶ τῇ ἑορτῇ, imbuo malum malis ἐμποιῶ τὸν κακὸν κακοῖς, egredior ciuitate ἔξειμι τῆς πόλεως, degredior monte παραπορεύομαι τὸ ὄρος, κάτειμι τοῦ ὄρους, pugno cum hostibus συμπλέκομαι μάχομαι τοῖς πολεμίοις, contentus sum uno nummo ἀρκοῦμαι βραχέσι, ἱκανόν μοί ἐστιν ἓν ἀργύριον, εἷς ὀβολὸς ἀρκούντως ἔχει, orbo uxorem dote ἀποστερῶ τῆς φέρνης ἤτοι προικὸς τὴν γυναῖκα, sermocinor tecum κοινοῦμαί σοι, διαλέγομαί σοι, λαλῶ σοι, ὁμιλῶ σοι, interdico ignominiosum foro ἀπαγορεύω τῷ ἀτίμῳ τῆς ἀγορᾶς, κωλύω τὸν ἄδοξον συνηγορεῖν, cado cogitatione ἁμαρτάνω τῆς βουλῆς, ἐκπίπτω τῆς ἐνθυμήσεως, cado animi conceptu ἀλλοτριοῦμαι τοῦ ἐνθυμήματος ἤτοι τοῦ ἐνθυμίου, exsulto uictoria χαίρω σκιρτῶ ἐπὶ τῇ νίκῃ, soporo te uino κοιμίζω σε τῷ οἴνῳ, ὑπνοποιῶ σε οἴνῳ, gaudeo felicitate χαίπω τῇ ἀγαθῇ τύχῃ, ἄγαμαι τῇ εὐτυχίᾳ, fruor industria καρποῦμαι τὴν σπουδήν, opus est mihi hac re δέομαι χρῄζω τοῦ πράγματος, uaco militia εὐκαιρῶ σχολάζω τῇ στρατιᾷ.
5Aristoteles, Ethica Nicomachea, 1, 1; 4 (auctor 384BC-322BC)
πολλῶν δὲ πράξεων οὐσῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν πολλὰ γίνεται καὶ τὰ τέλη· ἰατρικῆς μὲν γὰρ ὑγίεια, ναυπηγικῆς δὲ πλοῖον, στρατηγικῆς δὲ νίκη, οἰκονομικῆς δὲ πλοῦτος.
6Aristoteles, Ethica Nicomachea, 1, 5; 3 (auctor 384BC-322BC)
τί οὖν ἑκάστης τἀγαθόν· ἢ οὗ χάριν τὰ λοιπὰ πράττεται· τοῦτο δ' ἐν ἰατρικῇ μὲν ὑγίεια, ἐν στρατηγικῇ δὲ νίκη, ἐν οἰκοδομικῇ δ' οἰκία, ἐν ἄλλῳ δ' ἄλλο, ἐν ἁπάσῃ δὲ πράξει καὶ προαιρέσει τὸ τέλος· τούτου γὰρ ἕνεκα τὰ λοιπὰ πράττουσι πάντες.
7Aristoteles, Ethica Nicomachea, 7, 6; 8 (auctor 384BC-322BC)
διὸ μᾶλλον ἀκόλαστον ἂν εἴποιμεν ὅστις μὴ ἐπιθυμῶν ἢ ἠρέμα διώκει τὰς ὑπερβολὰς καὶ φεύγει μετρίας λύπας, ἢ τοῦτον ὅστις διὰ τὸ ἐπιθυμεῖν σφόδρα· τί γὰρ ἂν ἐκεῖνος ποιήσειεν, εἰ προσγένοιτο ἐπιθυμία νεανικὴ καὶ περὶ τὰς τῶν ἀναγκαίων ἐνδείας λύπη ἰσχυρά· ἐπεὶ δὲ τῶν ἐπιθυμιῶν καὶ τῶν ἡδονῶν αἳ μέν εἰσι τῶν τῷ γένει καλῶν καὶ σπουδαίων (τῶν γὰρ ἡδέων ἔνια φύσει αἱρετά) , τὰ δ' ἐναντία τούτων, τὰ δὲ μεταξύ, καθάπερ διείλομεν πρότερον, οἷον χρήματα καὶ κέρδος καὶ νίκη καὶ τιμή· πρὸς ἅπαντα δὲ καὶ τὰ τοιαῦτα καὶ τὰ μεταξὺ οὐ τῷ πάσχειν καὶ ἐπιθυμεῖν καὶ φιλεῖν ψέγονται, ἀλλὰ τῷ πῶς καὶ ὑπερβάλλειν (διὸ ὅσοι μὲν παρὰ τὸν λόγον ἢ κρατοῦνται ἢ διώκουσι τῶν φύσει τι καλῶν καὶ ἀγαθῶν, οἷον οἱ περὶ τιμὴν μᾶλλον ἢ δεῖ σπουδάζοντες ἢ περὶ τέκνα καὶ γονεῖς· καὶ γὰρ ταῦτα τῶν ἀγαθῶν, καὶ ἐπαινοῦνται οἱ περὶ ταῦτα σπουδάζοντες· ἀλλ' ὅμως ἔστι τις ὑπερβολὴ καὶ ἐν τούτοις, εἴ τις ὥσπερ ἡ Νιόβη μάχοιτο καὶ πρὸς τοὺς θεούς, ἢ ὥσπερ Σάτυρος ὁ φιλοπάτωρ ἐπικαλούμενος περὶ τὸν πατέρα· λίαν γὰρ ἐδόκει μωραίνειν) · μοχθηρία μὲν οὖν οὐδεμία περὶ ταῦτ' ἐστὶ διὰ τὸ εἰρημένον, ὅτι φύσει τῶν αἱρετῶν ἕκαστόν ἐστι δι' αὑτό, φαῦλαι δὲ καὶ φευκταὶ αὐτῶν εἰσὶν αἱ ὑπερβολαί.
8Aristoteles, Rhetorica, 1, 6, 30; 50 (auctor 384BC-322BC)
καὶ μάλιστα ἕκαστοι πρὸς ἃ φιλοτοίουτοι, οἷον οἱ φιλόνικοι εἰ νίκη ἔσται, οἱ φιλότιμοι εἰ τιμή, οἱ φιλοχρήματοι εἰ χρήματα, καὶ οἱ ἄλλοι ὡσαύτως.
9Aristoteles, Rhetorica, 1, 9, 25; 28 (auctor 384BC-322BC)
καὶ νίκη καὶ τιμὴ τῶν καλῶν· αἱρετά τε γὰρ ἄκαρπα ὄντα, καὶ ὑπεροχὴν ἀρετῆς δηλοῖ.
10Aristoteles, Rhetorica, 1, 11, 15; 26 (auctor 384BC-322BC)
καὶ περὶ τὰς ἐσπουδασμένας δὲ παιδιὰς ὁμοίως· αἱ μὲν γὰρ ἡδεῖαι γίγνονται ἄν τις ᾖ συνήθης, αἱ δ' εὐθὺς ἡδεῖαι, οἷον κυνηγία καὶ πᾶσα θηρευτική· ὅπου γὰρ ἅμιλλα, ἐνταῦθα καὶ νίκη ἔστιν· διὸ καὶ ἡ δικανικὴ καὶ ἡ ἐριστικὴ ἡδέα τοῖς εἰθισμένοις καὶ δυναμένοις.
11Aristoteles, Rhetorica, 2, 12, 8; 6 (auctor 384BC-322BC)
καὶ φιλότιμοι μέν εἰσιν, μᾶλλον δὲ φιλόνικοι (ὑπεροχῆς γὰρ ἐπιθυμεῖ ἡ νεότης, ἡ δὲ νίκη ὑπεροχή τις) , καὶ ἄμφω ταῦτα μᾶλλον ἢ φιλοχρήματοι (φιλοχρήματοι δὲ ἥκιστα διὰ τὸ μήπω ἐνδείας πεπειρᾶσθαι, ὥσπερ τὸ Πιττακοῦ ἔχει ἀπόφθεγμα εἰς Ἀμφιάραον) , καὶ οὐ κακοήθεις ἀλλ' εὐήθεις διὰ τὸ μήπω τεθεωρηκέναι πολλὰς πονηρίας, καὶ εὔπιστοι διὰ τὸ μήπω πολλὰ ἐξηπατῆσθαι, καὶ εὐέλπιδες· ὥσπερ γὰρ οἱ οἰνωμένοι, οὕτω διάθερμοί εἰσιν οἱ νέοι ὑπὸ τῆς φύσεως· ἅμα δὲ καὶ διὰ τὸ μὴ πολλὰ ἀποτετυχηκέναι.
12Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 29; 11
σοί, κύριε, ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις, ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος.
13Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 59
Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης.
14Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 3; 19
ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν, ἀλλ’ ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς.
15Biblia, Novum testamentum graece, 1Io, 1Io; 4
ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν.
16Coelestinus I, Epistolae et decreta, 50, 0494C
Πηλίκη δὲ ἐκείνη ἡ νίκη λεκτέα, ὅπου ὁ ἱερεὺς, ἀλλαγέντος τοῦ κηρύγματος, διώκτης τῶν καθολικῶν ἐγένετο, ἰδικῶς ἐν ἅπασι κατὰ Παύλου φρονῶν, ὃς τοῦ εὐαγγελίου τοῦ Κυρίου, οὗ διώκτης ἦν πρότερον, ὕστερον ἐγένετο κῆρυξ; κατελείφθη ὁ ασεβὴς διαλεκτικὸς παρὰ τοῦ θείου πνεύματος, ὁπότε καὶ αὐτοῦ τοῦ θείου πνεύματος ἐφρόνησεν ἐναντία.
17Constantinus I, Conciones, 8, 0427A (auctor c.272–337)
αὕτη ἐστὶν ἡ σεμνὴ νίκη.
18Constantinus I, Epistolae, 8, 0495B (auctor c.272–337)
ἅμα γοῦν τῇ μεγάλῃ νίκῃ καὶ τῇ τῶν ἐχθρῶν ἀληθεῖ θριαμβείᾳ, τουτέστι πρῶτον εἱλόμην ἐρευνᾷν, ὃ δὴ πρῶτόν μοι καὶ τιμιώτατον ἁπάντων ὑπάρχειν ἡγούμην.
19Desiderius Erasmus, Adagia, Chiliades, 1, 528; 23 (opus 1508)
Verba Platonis ex eo, quem dixi libro sunt haec: Ἐν ὁπόσαις μέν γάρ οἱ ἀμείνονες νικῶσι τό πλῆθος καί τούς χείρους, ὀρθῶς ἅν αὕτη κρείττων τε αὑτῆς λέγοιθ’ ἡ πόλις, ἐπαινοῖτό τε ἄν δικαιότατα τῆ τοιαύτῃ νίκῃ· τοὐναντίον δέ, ὅπου τἀναντία, id est, Quibuscumque siquidem in civitatibus meliores qui sunt, ii vincunt multitudium ac deteriores, ibi res publica seipsa superior recte dicetur et huius victoriae nomine meritissimo laudabitur.
20Desiderius Erasmus, Adagia, Chiliades, 1, 663; 11 (opus 1508)
Homerus item Iliados Ζ: Νίκη δ’ ἐπαμείβεται ἄνδρας, id est Nunc his, nunc illis contingit vincere.
21Desiderius Erasmus, Adagia, Chiliades, 1, 940; 5 (opus 1508)
Apud eundem Iliados Θ Alexander sic loquitur Hectori: Νίκη δ’ ἐπαμείβεται ἄνδρας, id est Alterna viris victoria cedit.
22Desiderius Erasmus, Adagia, Chiliades, 2, 1734; 1 (opus 1508)
Κάδμειος νίκη, id est Cadmea victoria.
23Desiderius Erasmus, Adagia, Chiliades, 2, 1734; 12 (opus 1508)
Usurpavit hoc adagium Plato libro de Legibus primo: Παιδεία μέν οὖν φέρει καί νίκην, νίκη δέ ἐνίοτε ἀπαιδευσίαν·πολλοί γάρ ὑβριστότεροι διά πολέμων νίκας γενόμενοι μυρίων ἄλλων κακῶν δι’ ὕβριν ἐνεπλήσθησαν.
24Desiderius Erasmus, Adagia, Chiliades, 4, 3649; 4 (opus 1508)
Rursus eodem libro: Νίκη δ’ ἀπαμείβεται ἄνδρας, id est Nunc his, nunc illis contingit vincere.
25Dositheus, Hermeneumata Leidensia, II, 1; 1 (auctor c.350)
θεῶν ὀνόματα deorum nomina θεοὶ ἵλεοι dii propitii οὐράνιοι caelestes ἐπίγειοι terrestres θαλάσσιοι marini θεοὶ καταχθόνιοι dei inferni Δαίμονες Daemones Σκιά Vmbra Κρόνος Saturnus Ζεύς Iovis Ζεύς βροντῶν Iovis tonans Ζεύς ἀστράπτων Iovis coruscans Ζεύς κεραύνιος Iovis fulminans Ζεύς μέγιστος Iovis maximus Ζεύς κτήσιος Iovis peculiarius Πύλαιος Ianus geminus Ὀρθώσιος Stator Στρόφιος Vulturnus Ποσειδῶν Neptunus Ἥλιος Sol Χάρων Orcus Πλούτων Ditis Pater Σέραπις Serapis Διόνυσος Liber Pater Ἀπόλλων Apollo Ἀσκληπιός Aesculapius Ἡρακλῆς Hercules Ἡρμῆς Mercurius Πάν Silvanus Διόσκοροι Castores Πρίαπος Priapus Ἄρης Mars Βαίτυλος Abaddir Ἔρως Cupido Καρποφόρος Frugifer Ἐφιάλτης Incubus Αἰών Aeternus Δαίμων Genius Σιληνός Nysigena θεάων ὀνόματα dearum nomina Ῥέα Opis Ἥρα Iuno Ἀθηνᾶ Minerva Ἀφροδίτη Venus Γῆ Terra Τύχη Fortuna Ἄρτεμις Diana Σελήνη Luna Δημήτρα Ceres Λητώ Latona Ἶσις Isis Κόρη Proserpina Μοῦσαι Musae Ἑκάτη Trivia Μνήμη Memoria Ἠώς Aurora Νίκη Victoria Χάριτες Gratiae Μοῖραι Fata Ἐρινύες Furiae Ἀνθοφόρος Flora Ἐλπίς Spes Ἐνυώ Bellona Ἑστία Vesta Εὐσέβεια Pietas Εὐτυχία Felicitas Ὁμόνοια Concordia Ὑγεία Salus Ἡμέρα Dies Δι’ ἡμέρας Interdies Νύξ Nox Χθών Tellus Εἰλήθυια Nixa Ἀνδρεία Virtus Περσεφόνη Proserpina Μήτηρ θεῶν Mater deum Ἀμφιτρίτη Salacia Δικαιοσύνη Iustitia Νηρείδες Nereidae Πραξιδίκη Laverna Λευκοθέα Mater Matuta Πολυστέφανος Feronia Πίστις Fides Ἀξία Dignitas Πρόνοια Providentia Ἠώς Aurora Ἥβη Iuventas Μαῖα Maia Σωφροσύνη Pudicitia Ἐντροπή Reverentia Χαρά Gaudium Φήμη Fama
26Dositheus, Hermeneumata Leidensia, III, 5; 16 (auctor c.350)
Τεῦκρον δὲ πολλοὺς ἀναιροῦντα τῶν Τρώων Ἀγαμέμνων ἐπῄνεσεν, ὃν μεταξὺ Ἕκτωρ μεγάλῳ πέτρῳ ἠφάνισεν˙ καὶ Ζεὺς τότε Ἥραν καὶ Ἀθηνᾶν ἀπὸ τοῦ στρατοῦ τῶν Ἑλλήνων ἀπονεῦσαι ἐκέλευσεν, καὶ οὕτως νίκη τῶν Τρώων ἐγένετο.
27Dositheus, Hermeneumata Leidensia, III, 5; 22 (auctor c.350)
„Ὅτε ἔβλεπεν Ἀγαμέμνων ἐν τῇ νίκῃ τὸν Ἕκτορα ἐπανώτερον εἶναι, ἔπειθεν φυγεῖν τοὺς Ἕλληνας, ἀλλὰ Διομήδης, ὡς εἶδεν τοῦτο γινόμενον, ἐφοβέρισεν αὐτούς, ὡς φεύγοντας κατασκάψαι, κατέγνω δὲ καὶ Νέστορος τῆς συμβουλίας ταύτης.
28Dositheus, Hermeneumata Leidensia, III, 5; 65 (auctor c.350)
Τότε οὖν προεχώρησεν Ἕκτορι ἐν τῇ νίκῃ, ὅτι ἡ Πρωτεσιλάου ναῦς ἐνεπρήθη, ἀλλὰ Αἴας δώδεκα στρατιώτας τοὺς ἰσχυροτέρους τῶν Τρώων ἀπέκτεινεν.
29Herodotus, Historiae, 1, 166, 2; 4 (auctor c.484BC-425BC)
συμμισγόντων δὲ τῇ ναυμαχίῃ Καδμείη τις νίκη τοῖσι Φωκαιεῦσι ἐγένετο· αἱ μὲν γὰρ τεσσεράκοντά σφι νέες διεφθάρησαν, αἱ δὲ εἴκοσι αἱ περιεοῦσαι ἦσαν ἄχρηστοι· ἀπεστράφατο γὰρ τοὺς ἐμβόλους.
30Herodotus, Historiae, 8, 77, 2; 4 (auctor c.484BC-425BC)
τότ' ἐλεύθερον Ἑλλάδος ἦμαρ εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη.
31Herodotus, Historiae, 9, 49, 1; 2 (auctor c.484BC-425BC)
ὁ δὲ περιχαρὴς γενόμενος καὶ ἐπαερθεὶς ψυχρῇ νίκῃ ἐπῆκε τὴν ἵππον ἐπὶ τοὺς Ἕλληνας.
32Homerus, Ilias, 3, 421; 9 (auctor fl.700BC)
τοῖσι δέ καί μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· κέκλυτέ μευ Τρῶες καί Δάρδανοι ἠδ' ἐπίκουροι· νίκη μέν δή φαίνετ' ἀρηϊφίλου Μενελάου, ὑμεῖς δ' Ἀργείην Ἑλένην καί κτήμαθ' ἅμ' αὐτῇ ἔκδοτε, καί τιμήν ἀποτινέμεν ἥν τιν' ἔοικεν, ἥ τε καί ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται.
33Homerus, Ilias, 4, 1; 3 (auctor fl.700BC)
ἀλλ' ἤτοι νίκη μέν ἀρηϊφίλου Μενελάου· ἡμεῖς δέ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα, ἤ ῥ' αὖτις πόλεμόν τε κακόν καί φύλοπιν αἰνήν ὄρσομεν, ἦ φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν.
34Homerus, Ilias, 6, 332; 2 (auctor fl.700BC)
νῦν δέ με παρειποῦσ' ἄλοχος μαλακοῖς ἐπέεσσιν ὅρμησ' ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καί αὐτῷ λώϊον ἔσσεσθαι· νίκη δ' ἐπαμείβεται ἄνδρας.
35Homerus, Ilias, 7, 283; 8 (auctor fl.700BC)
Αἴαντ' αὖθ' ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοί εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.
36Homerus, Ilias, 17, 656; 6 (auctor fl.700BC)
ἤδη μέν σέ καί αὐτόν ὀΐομαι εἰσορόωντα γιγνώσκειν ὅτι πῆμα θεός Δαναοῖσι κυλίνδει, νίκη δέ Τρώων· πέφαται δ' ὤριστος Ἀχαιῶν Πάτροκλος, μεγάλη δέ ποθή Δαναοῖσι τέτυκται.
37Homerus, Ilias, 23, 700; 9 (auctor fl.700BC)
καί νύ κε τό τρίτον αὖτις ἀναΐξαντ' ἐπάλαιον, εἰ μή Ἀχιλλεύς αὐτός ἀνίστατο καί κατέρυκε· μηκέτ' ἐρείδεσθον, μή δέ τρίβεσθε κακοῖσι· νίκη δ' ἀμφοτέροισιν· ἀέθλια δ' ἶσ' ἀνελόντες ἔρχεσθ', ὄφρα καί ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.
38Leo I, Epistolae, 54, 0778A (auctor 440-461)
Καὶ τοῦ μακαρίου δὲ Ἰωάννου τοῦ ἀποστόλου τῇ μαρτυρίᾳ μὴ ἀνθιστάσθω λέγοντος· Καὶ τὸ αἷμα τοῦ Ἰησοῦ Υἱοῦ τοῦ Θεοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας· καὶ πάλιν· αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν· καὶ τίς ἐστιν, ὃς ἐνίκησε τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Ὑιὸς τοῦ Θεοῦ; οὗτος ὁ ἐρχόμενος δι' ὕδατος, καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ' ἐν ὕδατι, καὶ αἵματι· καὶ τὸ πνεῦμά ἐστι τό μαρτυροῦν, ἐπειδὴ τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια.
39Leo I, Epistolae, 54, 0974A (auctor 440-461)
Χαιρέτω τοίνυν ἡ σὴ ἁγιωσύνη ἐπὶ τῇ νίκῃ τῆς πίστεως οὗτινος ὁ στέφανος τῷ παντοκράτορι χριστῷ ἀναθετέος· Οὗτος γὰρ δέδωκε κατὰ τῶν ἀπίστων νίκην· καὶ διὰ τοῦτο ἡμεῖς αὐτοὶ παραγενέσθαι τῇ ἁγίᾳ συνόδῳ ὑπείχθημεν, εἰ καὶ ὅτι ἡμᾶς ἐν ἄλλοις τόποις ἐκστρατεῖαι τε καὶ δημοσίαι χρεῖαι κατεῖχον.
40Plato, Epistolae, 1f, 333; 4 (auctor c.425BC-347BC)
ταῦτα τότε ἐνίκησεν καὶ τὸ δεύτερον ἐν Συρακοσίοις λεγόμενα, καὶ μάλα ἀτόπῳ τε καὶ αἰσχρᾷ νίκῃ τοῖς τῆς νίκης αἰτίοις.
41Plato, Laches, p1, 196; 1 (auctor c.425BC-347BC)
εἴτε νίκη εἴτε ἧττα ἢ πολέμου ἢ καὶ ἄλλης τινὸς ἀγωνίας· ὅτι δέ τῳ ἄμεινον τούτων ἢ παθεῖν ἢ μὴ παθεῖν, τί μᾶλλον μάντει προσήκει κρῖναι ἢ ἄλλῳ ὁτῳοῦν· Λάχης ἀλλ' ἐγὼ τούτου οὐ μανθάνω, ὦ Σώκρατες, ὅτι βούλεται λέγειν· οὔτε γὰρ μάντιν οὔτε ἰατρὸν οὔτε ἄλλον οὐδένα δηλοῖ ὅντινα λέγει τὸν ἀνδρεῖον, εἰ μὴ εἰ θεόν τινα λέγει αὐτὸν εἶναι.
42Plato, Leges, 1, 627; 3 (auctor c.425BC-347BC)
ἐν ὁπόσαις μὲν γὰρ οἱ ἀμείνονες νικῶσιν τὸ πλῆθος καὶ τοὺς χείρους, ὀρθῶς ἂν αὕτη κρείττων τε ἑαυτῆς λέγοιθ' ἡ πόλις, ἐπαινοῖτό τε ἂν δικαιότατα τῇ τοιαύτῃ νίκῃ· τοὐναντίον δέ, ὅπου τἀναντία.
43Plato, Leges, 1, 641; 1 (auctor c.425BC-347BC)
ἀνατρέπει πάντα εἴτε πλοῖα εἴτε ἅρματα εἴτε στρατόπεδον, εἴθ' ὅτι ποτ' εἴη τὸ κυβερνώμενον ὑπ' αὐτοῦ· Κλεινίας παντάπασιν τοῦτό γε ἀληθὲς εἴρηκας, ὦ ξένε· τοὐπὶ τῷδε δ' ἡμῖν λέγε, τί ποτε, ἂν γίγνηται τοῦτο ὀρθὸν τὸ περὶ τὰς πόσεις νόμιμον, ἀγαθὸν ἂν δράσειεν ἡμᾶς· οἷον, ὃ νυνδὴ ἐλέγομεν, εἰ στράτευμα ὀρθῆς ἡγεμονίας τυγχάνοι, νίκη πολέμου τοῖς ἑπομένοις ἂν γίγνοιτο, οὐ σμικρὸν ἀγαθόν, καὶ τἆλλ' οὕτω· συμποσίου δὲ ὀρθῶς παιδαγωγηθέντος τί μέγα ἰδιώταις ἢ τῇ πόλει γίγνοιτ' ἄν· Ἀθηναῖος τί δέ· παιδὸς ἑνὸς ἢ καὶ χοροῦ παιδαγωγηθέντος κατὰ τρόπον ἑνός, τί μέγα τῇ πόλει φαῖμεν ἂν γίγνεσθαι· ἢ τοῦτο οὕτως ἐρωτηθέντες εἴποιμεν ἂν ὡς ἑνὸς μὲν βραχύ τι τῇ πόλει γίγνοιτ' ἂν ὄφελος, εἰ δ' ὅλως ἐρωτᾷς παιδείαν τῶν παιδευθέντων τί μέγα τὴν πόλιν ὀνίνησιν, οὐ χαλεπὸν εἰπεῖν ὅτι παιδευθέντες μὲν εὖ γίγνοιντ' ἂν ἄνδρες ἀγαθοί, γενόμενοι δὲ τοιοῦτοι τά τε ἄλλα πράττοιεν καλῶς, ἔτι δὲ κἂν νικῷεν τοὺς πολεμίους μαχόμενοι.
44Plato, Leges, 1, 641; 2 (auctor c.425BC-347BC)
παιδεία μὲν οὖν φέρει καὶ νίκην, νίκη δ' ἐνίοτε ἀπαιδευσίαν· πολλοὶ γὰρ ὑβριστότεροι διὰ πολέμων νίκας γενόμενοι μυρίων ἄλλων κακῶν δι' ὕβριν ἐνεπλήσθησαν, καὶ παιδεία μὲν οὐδεπώποτε γέγονεν Καδμεία, νῖκαι δὲ ἀνθρώποις πολλαὶ δὴ τοιαῦται γεγόνασίν τε καὶ ἔσονται.
45Plato, Leges, 1f, 824; 2 (auctor c.425BC-347BC)
πεζῶν δὴ μόνον θήρευσίς τε καὶ ἄγρα λοιπὴ τοῖς παρ' ἡμῖν ἀθληταῖς, ὧν ἡ μὲν τῶν εὑδόντων αὖ κατὰ μέρη, νυκτερεία κληθεῖσα, ἀργῶν ἀνδρῶν, οὐκ ἀξία ἐπαίνου, οὐδ' ἧττον διαπαύματα πόνων ἔχουσα, ἄρκυσίν τε καὶ πάγαις ἀλλ' οὐ φιλοπόνου ψυχῆς νίκῃ χειρουμένων τὴν ἄγριον τῶν θηρίων ῥώμην· μόνη δὴ πᾶσιν λοιπὴ καὶ ἀρίστη ἡ τῶν τετραπόδων ἵπποις καὶ κυσὶν καὶ τοῖς ἑαυτῶν θήρα σώμασιν, ὧν ἁπάντων κρατοῦσιν δρόμοις καὶ πληγαῖς καὶ βολαῖς αὐτόχειρες θηρεύοντες, ὅσοις ἀνδρείας τῆς θείας ἐπιμελές.
46Plato, Menexenus, p1, 247; 2 (auctor c.425BC-347BC)
ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθε ἔχειν ὅπως μάλιστα μὲν ὑπερβαλεῖσθε καὶ ἡμᾶς καὶ τοὺς πρόσθεν εὐκλείᾳ· εἰ δὲ μή, ἴστε ὡς ἡμῖν, ἂν μὲν νικῶμεν ὑμᾶς ἀρετῇ, ἡ νίκη αἰσχύνην φέρει, ἡ δὲ ἧττα, ἐὰν ἡττώμεθα, εὐδαιμονίαν.
47Plato, Respublica, 1d, 465; 15 (auctor c.425BC-347BC)
ἥ τε γὰρ τῶνδε νίκη καλλίων, ἥ τ' ἐκ τοῦ δημοσίου τροφὴ τελεωτέρα.
48Plato, Respublica, 1h, 582; 17 (auctor c.425BC-347BC)
εἰ δὲ τιμῇ τε καὶ νίκῃ καὶ ἀνδρείᾳ, ἆρ' οὐχ ἃ ὁ φιλότιμός τε καὶ φιλόνικος· δῆλον.
49Sixtus III, Epistolae et decreta, 50, 0588B
Ἡ γὰρ τοιαύτη ὕβρις νίκη ἐστίν.