'ξίφος' - search in All Authors, Showing 1 to 71 of 71 hits

1Aristoteles, De generatione animalium, 2, 1; 82 (auctor 384BC-322BC)
σκληρὰ μὲν οὖν καὶ μαλακὰ καὶ γλίσχρα καὶ κραῦρα καὶ ὅσα ἄλλα τοιαῦτα πάθη ὑπάρχει τοῖς ἐμψύχοις μορίοις θερμότης καὶ ψυχρότης ποιήσειεν ἄν, τὸν δὲ λόγον ᾧ ἤδη τὸ μὲν σὰρξ τὸ δ' ὀστοῦν οὐκέτι, ἀλλ' ἡ κίνησις ἡ ἀπὸ τοῦ γεννήσαντος τοῦ ἐντελεχείᾳ ὄντος ὅ ἐστι δυνάμει ἐξ οὗ γίγνεται, ὥσπερ καὶ ἐπὶ τῶν γιγνομένων κατὰ τέχνην· σκληρὸν μὲν γὰρ καὶ μαλακὸν τὸν σίδηρον ποιεῖ τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἀλλὰ ξίφος ἡ κίνησις ἡ τῶν ὀργάνων ἔχουσα λόγον [τὸν] τῆς τέχνης.
2Aristoteles, De partibus animalium, 2, 8, 7; 10 (auctor 384BC-322BC)
Ὑπάρχει δ´ ἐν αὐτοῖς καὶ τὸ ἀνάλογον ταῖς τῶν ἰχθύων ἀκάνθαις, οἷον ἐν μὲν ταῖς σηπίαις τὸ καλούμενον σηπίον, ἐν δὲ ταῖς τευθίσι τὸ καλούμενον ξίφος.
3Aristoteles, De partibus animalium, 4, 10, 17; 41 (auctor 384BC-322BC)
Ἡ γὰρ χεὶρ καὶ ὄνυξ καὶ χηλὴ καὶ κέρας γίνεται καὶ δόρυ καὶ ξίφος καὶ ἄλλο ὁποιονοῦν ὅπλον καὶ ὄργανον· πάντα γὰρ ἔσται ταῦτα διὰ τὸ πάντα δύνασθαι λαμβάνειν καὶ ἔχειν.
4Aristoteles, Historia animalium, 4, IV 1; 39 (auctor 384BC-322BC)
Τῇ μέν οὖν σηπίᾳ καί τῇ τευθίδι καί τῷ τεύθῳ ἐντός ἐστι τά στερεά ἐν τῷ πρανεῖ τοῦ σώματος, ἃ καλοῦσι τό μέν σήπιον τό δέ ξίφος.
5Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 18; 15
ὁ παντοδύναμός σου λόγος ἀπ’ οὐρανῶν ἐκ θρόνων βασιλείων ἀπότομος πολεμιστὴς εἰς μέσον τῆς ὀλεθρίας ἥλατο γῆς ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου φέρων
6Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 14; 41
τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν, περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτῷ τὸ ξίφος
7Constantinus I, Conciones, 8, 0442C (auctor c.272–337)
καὶ δή ποτε λίαν εἴξαντα (τῷ) θυμῷ τινᾳ τῶν ἐταίρων καθαπτόμενος, λόγοις κατέστειλεν· ἐτύγχανε δ ἐκεῖνος ξιφήρης τινὶ ἐπιφοιτῶν, τὴν ἑαυτοῦ ψυχὴν τῆς τοῦ σωτῆρος ἀπογυμνώσας ἐπικουρίας· τοῦτον δὴ μένειν κατὰ σχολὴν ἐκέλευσε, καὶ μεθιέναι τὸ ξίφος.
8Constantinus I, Epistolae, 8, 0515D (auctor c.272–337)
περίτρεψον νῦν εἰς τὴν σαυτοῦ ἀπώλειαν τὸ τοῦ διαβόλου ξίφος.
9Desiderius Erasmus, Adagia, Chiliades, 1, 235; 13 (opus 1508)
Hac de re fertur epigramma Graecum huiusmodi: Ἕκτωρ Αἴαντι ξίφος ὤπασεν, Ἕκτωρι δ´ Αἴας Ζωστῆρ´· ἀμφοτέρων ἡ χάρις εἸς θάνατος, id est Aiaci datus ensis ab Hectore, baltheus Aiace Hectori, utrique suum donum erat exitio.
10Desiderius Erasmus, Adagia, Chiliades, 1, 625; 1 (opus 1508)
Huic confine est illud: Ἐν ἐλεφαντίνῳ κουλεῷ τό μολύβδινον ξίφος, id est In eburna vagina plumbeus gladius, natum ex Diogenis Cynici apophtegmate.
11Desiderius Erasmus, Adagia, Chiliades, 2, 1269; 1 (opus 1508)
Δελφικόν ξίφος, id est Delphicus gladius, de re dicebatur ad diversos usus accommodabili, quemadmodum iisdem vasculis et poculorum vice in conviviis, et clypeorum vice in bellis utebantur.
12Desiderius Erasmus, Adagia, Chiliades, 2, 1418; 9 (opus 1508)
Idem in Problematis Symposiacis: Εἰ δέ μή, δοτέον, ὥσπερ παισίν ἀτρεμεῖν μή δυναμένοις, οὐ δόρυ καί ξίφος, ἀλλά πλαταγήν καί σφαῖραν, id est Sin minus, dare oportet, veluti pueris non valentibus conquiescere, non hastam aut ensem, sed crepitaculum aut sphaeram.
13Desiderius Erasmus, Adagia, Chiliades, 4, 3107; 2 (opus 1508)
Item, quod noxium et exitiale sit, a Furiis ortum aiunt, quemadmodum Aiax in tragoedia: Ἆρα οὐκ Ἐριννύς τοῦτ’ ἐχάλκευε ξίφος ; id est An non mucronem hunc Furia cudit Tartari ?
14Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0450D (auctor c.470–c.544)
Τέλος, αἰνῶ σου καὶ τὸν ἀργυροειδῆ τράχηλον, οὗ τὸ ξίφος διήλασεν ὁ παλαμναῖος, καὶ ἐξ οὗ ἔβλυσεν ἀντὶ αἵματος ὁ κρουνὸς τῶν θαυμάτων.
15Dositheus, Hermeneumata Leidensia, II, 26; 1 (auctor c.350)
σίδηρον ferrum σιδήρια ferramenta ἄκμων incude σφῦρα malleum σφυρίον martellum μυλοκόπον acisclum ὑπήτιον subla σμιλίον scalpellum γράφιον grafium παράγραφος praeductal μαχαίριον cultellum ὠτογλύφιον aurescalpium καρκίνος forfex ψαλίδες forfices ῥίνη lima σκέπαρνον ascia ἀξίνη securis πέλεκυς bipennis πρίων serra τρύπανον terebra δρέπανον falx / runcilio ἄμμη rutrum / marra δίκελλον bidens ὕννη vomer πέδαι compedes σχάρα craticula πυρίστατον tripes μοχλός vectis / serratorium ἧλος clavus κλειδίον clidion κλεῖθρον clostrum ἅλυσις catena βελόνη acus ὀβελίσκος veru / subula ξίφος gladium σπάθη spatha λόγχη lancea ὀϊστός sagitta περικεφαλαία galea ἀσπίς scutum κνημῖδες ocreae / tibiales κρέαγρα carnaplum
16Dositheus, Hermeneumata Leidensia, III, 5; 4 (auctor c.350)
Καὶ ἐκλελυμένου ἤδη, διὰ κηρύκων τὴν μάχην ὑπερέθεντο, καὶ ἀμφότεροι ἑαυτοὺς δώροις ἐτίμησαν, καὶ ἐλάμβανεν Αἴας μὲν ἀφ’ Ἕκτορος ξίφος, παρὰ δὲ Αἴαντος Ἕκτωρ ζωστῆρα.
17Flauius Sosipater Charisius, Ars, p. 456, l. 5 (auctor c.362)
ensis ἄορ ξίφος.
18Flauius Sosipater Charisius, Ars, p. 456, l. 19 (auctor c.362)
hic gladius τὸ ξίφος.
19Gregorius I, Dialogi, 77, 0282A (auctor 540-604)
Ἐν δὲ ταῖς αὐτοῦ μάστιξι, τὰ θυμώδη θηρία ἐκεῖνα βοῶντα ὀνεχώρουν, καὶ τὰ μὴ ὑποστελλόμενα ξίφος, τὴν ἐκ τῆς χειρὸς αὐτοῦ μάστιγα διὰ τοῦ ναρθηκίου ἐφοβοῦντο.
20Gregorius I, Dialogi, 77, 0311B (auctor 540-604)
Ἐκταθέντος δὲ αὐτοῦ τοῦ αὐχένος, καὶ τὸ ξίφος καθ' αὑτοῦ γυμνωθὲν θεασάμενος, τοῦτον τὸν ἕνα λόγον, καθὼς λέγουσι, δημοσίως εἶπεν· Ἅγιε Ἰωάννη, δέξαι αὐτό.
21Gregorius I, Dialogi, 77, 0311B (auctor 540-604)
Τότε ὁ ἐπίλεκτος καὶ σαρκοβόρος ἐκεῖνος, γυμνὸν τὸ ξίφος κρατῶν ἐν ἰσχύει τὸν Βραχίονα εἰς ὕψος ἐπῇρεν ἐπὶ τὸ κροῦσαι αὐτὸν, καταγαγεῖν δὲ αὐτὸ οὐδαμῶς ἠδυνήθη.
22Herodotus, Historiae, 3, 64, 3; 3 (auctor c.484BC-425BC)
καί οἱ ἀναθρώσκοντι ἐπὶ τὸν ἵππον τοῦ κολεοῦ τοῦ ξίφεος ὁ μύκης ἀποπίπτει, γυμνωθὲν δὲ τὸ ξίφος παίει τὸν μηρόν· τρωματισθεὶς δὲ κατὰ τοῦτο τῇ αὐτὸς πρότερον τὸν τῶν Αἰγυπτίων θεὸν Ἆπιν ἔπληξε, ὥς οἱ καιρίῃ ἔδοξε τετύφθαι, εἴρετο ὁ Καμβύσης ὅ τι τῇ πόλι οὔνομα εἴη· οἳ δὲ εἶπαν ὅτι Ἀγβάτανα.
23Herodotus, Historiae, 3, 78, 5; 9 (auctor c.484BC-425BC)
» Γοβρύης δὲ ἀμείβετο « ὤθεε τὸ ξίφος καὶ δι' ἀμφοτέρων.
24Herodotus, Historiae, 7, 54, 2; 3 (auctor c.484BC-425BC)
εὐξάμενος δὲ ἐσέβαλε τὴν φιάλην ἐς τὸν Ἑλλήσποντον καὶ χρύσεον κρητῆρα καὶ Περσικὸν ξίφος, τὸν ἀκινάκην καλέουσι.
25Herodotus, Historiae, 7, 91, 1; 2 (auctor c.484BC-425BC)
οὗτοι δ' αὖ περὶ μὲν τῇσι κεφαλῇσι κράνεα ἐπιχώρια, λαισήια δὲ εἶχον ἀντ' ἀσπίδων ὠμοβοέης πεποιημένα, καὶ κιθῶνας εἰρινέους ἐνδεδυκότες· δύο δὲ ἀκόντια ἕκαστος καὶ ξίφος εἶχον, ἀγχοτάτω τῇσι Αἰγυπτίῃσι μαχαίρῃσι πεποιημένα.
26Homerus, Ilias, 1, 172; 4 (auctor fl.700BC)
ἧος ὃ ταῦθ' ὥρμαινε κατά φρένα καί κατά θυμόν, ἕλκετο δ' ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ' Ἀθήνη οὐρανόθεν· πρό γάρ ἧκε θεά λευκώλενος Ἥρη ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· στῆ δ' ὄπιθεν, ξανθῆς δέ κόμης ἕλε Πηλεΐωνα οἴῳ φαινομένη· τῶν δ' ἄλλων οὔ τις ὁρᾶτο· θάμβησεν δ' Ἀχιλεύς, μετά δ' ἐτράπετ', αὐτίκα δ' ἔγνω Παλλάδ' Ἀθηναίην· δεινώ δέ οἱ ὄσσε φάανθεν· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· τίπτ' αὖτ' αἰγιόχοιο Διός τέκος εἰλήλουθας· ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο· ἀλλ' ἔκ τοι ἐρέω, τό δέ καί τελέεσθαι ὀΐω· ᾗς ὑπεροπλίῃσι τάχ' ἄν ποτε θυμόν ὀλέσσῃ.
27Homerus, Ilias, 1, 206; 1 (auctor fl.700BC)
τόν δ' αὖτε προσέειπε θεά γλαυκῶπις Ἀθήνη· ἦλθον ἐγώ παύσουσα τό σόν μένος, αἴ κε πίθηαι, οὐρανόθεν· πρό δέ μ' ἧκε θεά λευκώλενος Ἥρη ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· ἀλλ' ἄγε λῆγ' ἔριδος, μηδέ ξίφος ἕλκεο χειρί· ἀλλ' ἤτοι ἔπεσιν μέν ὀνείδισον ὡς ἔσεταί περ· ὧδε γάρ ἐξερέω, τό δέ καί τετελεσμένον ἔσται· καί ποτέ τοι τρίς τόσσα παρέσσεται ἀγλαά δῶρα ὕβριος εἵνεκα τῆσδε· σύ δ' ἴσχεο, πείθεο δ' ἡμῖν.
28Homerus, Ilias, 1, 206; 3 (auctor fl.700BC)
ἦ καί ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, ἂψ δ' ἐς κουλεόν ὦσε μέγα ξίφος, οὐδ' ἀπίθησε μύθῳ Ἀθηναίης· ἣ δ' Οὔλυμπον δέ βεβήκει δώματ' ἐς αἰγιόχοιο Διός μετά δαίμονας ἄλλους.
29Homerus, Ilias, 2, 35; 2 (auctor fl.700BC)
ἔγρετο δ' ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ' ὀμφή· ἕζετο δ' ὀρθωθείς, μαλακόν δ' ἔνδυνε χιτῶνα καλόν νηγάτεον, περί δέ μέγα βάλλετο φᾶρος· ποσσί δ' ὑπό λιπαροῖσιν ἐδήσατο καλά πέδιλα, ἀμφί δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον· εἵλετο δέ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί σύν τῷ ἔβη κατά νῆας Ἀχαιῶν χαλκοχιτώνων· ἠώς μέν ῥα θεά προσεβήσετο μακρόν Ὄλυμπον Ζηνί φόως ἐρέουσα καί ἄλλοις ἀθανάτοισιν· αὐτάρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε κηρύσσειν ἀγορήν δέ κάρη κομόωντας Ἀχαιούς· οἳ μέν ἐκήρυσσον, τοί δ' ἠγείροντο μάλ' ὦκα· βουλήν δέ πρῶτον μεγαθύμων ἷζε γερόντων Νεστορέῃ παρά νηῒ Πυλοιγενέος βασιλῆος· τούς ὅ γε συγκαλέσας πυκινήν ἀρτύνετο βουλήν· κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος ἀμβροσίην διά νύκτα· μάλιστα δέ Νέστορι δίῳ εἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐῴκει· στῆ δ' ἄρ' ὑπέρ κεφαλῆς καί με πρός μῦθον ἔειπεν· εὕδεις Ἀτρέος υἱέ δαΐφρονος ἱπποδάμοιο· οὐ χρή παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοί τ' ἐπιτετράφαται καί τόσσα μέμηλε· νῦν δ' ἐμέθεν ξύνες ὦκα· Διός δέ τοι ἄγγελός εἰμι, ὃς σεῦ ἄνευθεν ἐών μέγα κήδεται ἠδ' ἐλεαίρει· θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιούς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν Τρώων· οὐ γάρ ἔτ' ἀμφίς Ὀλύμπια δώματ' ἔχοντες ἀθάνατοι φράζονται· ἐπέγναμψεν γάρ ἅπαντας Ἥρη λισσομένη, Τρώεσσι δέ κήδε' ἐφῆπται ἐκ Διός· ἀλλά σύ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μέν εἰπών ᾤχετ' ἀποπτάμενος, ἐμέ δέ γλυκύς ὕπνος ἀνῆκεν.
30Homerus, Ilias, 3, 1; 4 (auctor fl.700BC)
οἳ δ' ὅτε δή σχεδόν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, Τρωσίν μέν προμάχιζεν Ἀλέξανδρος θεοειδής παρδαλέην ὤμοισιν ἔχων καί καμπύλα τόξα καί ξίφος· αὐτάρ δοῦρε δύω κεκορυθμένα χαλκῷ πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
31Homerus, Ilias, 3, 302; 9 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον, αὐτάρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· κρατί δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν· δεινόν δέ λόφος καθύπερθεν ἔνευεν· εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
32Homerus, Ilias, 3, 340; 5 (auctor fl.700BC)
Ἀτρεΐδης δέ ἐρυσσάμενος ξίφος ἀργυρόηλον πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφί δ' ἄρ' αὐτῷ τριχθά τε καί τετραχθά διατρυφέν ἔκπεσε χειρός.
33Homerus, Ilias, 3, 340; 6 (auctor fl.700BC)
Ἀτρεΐδης δ' ᾤμωξεν ἰδών εἰς οὐρανόν εὐρύν· Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· ἦ τ' ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος· νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ' ἔβαλόν μιν.
34Homerus, Ilias, 4, 517; 3 (auctor fl.700BC)
τόν δέ Θόας Αἰτωλός ἀπεσσύμενον βάλε δουρί στέρνον ὑπέρ μαζοῖο, πάγη δ' ἐν πνεύμονι χαλκός· ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ' ὄβριμον ἔγχος ἐσπάσατο στέρνοιο, ἐρύσσατο δέ ξίφος ὀξύ, τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ' αἴνυτο θυμόν.
35Homerus, Ilias, 7, 283; 6 (auctor fl.700BC)
ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον σύν κολεῷ τε φέρων καί ἐϋτμήτῳ τελαμῶνι· Αἴας δέ ζωστῆρα δίδου φοίνικι φαεινόν.
36Homerus, Ilias, 10, 254; 3 (auctor fl.700BC)
Μηριόνης δ' Ὀδυσῆϊ δίδου βιόν ἠδέ φαρέτρην καί ξίφος, ἀμφί δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ῥινοῦ ποιητήν· πολέσιν δ' ἔντοσθεν ἱμᾶσιν ἐντέτατο στερεῶς· ἔκτοσθε δέ λευκοί ὀδόντες ἀργιόδοντος ὑός θαμέες ἔχον ἔνθα καί ἔνθα εὖ καί ἐπισταμένως· μέσσῃ δ' ἐνί πῖλος ἀρήρει.
37Homerus, Ilias, 11, 1; 8 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι χρύσειοι πάμφαινον, ἀτάρ περί κουλεόν ἦεν ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
38Homerus, Ilias, 12, 153; 9 (auctor fl.700BC)
αὖτις δ' ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξύ Ἀντιφάτην μέν πρῶτον ἐπαΐξας δι' ὁμίλου πλῆξ' αὐτοσχεδίην· ὃ δ' ἄρ' ὕπτιος οὔδει ἐρείσθη· αὐτάρ ἔπειτα Μένωνα καί Ἰαμενόν καί Ὀρέστην πάντας ἐπασσυτέρους πέλασε χθονί πουλυβοτείρῃ.
39Homerus, Ilias, 13, 601; 3 (auctor fl.700BC)
Ἀτρεΐδης δέ ἐρυσσάμενος ξίφος ἀργυρόηλον ἆλτ' ἐπί Πεισάνδρῳ· ὃ δ' ὑπ' ἀσπίδος εἵλετο καλήν ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφί πελέκκῳ μακρῷ ἐϋξέστῳ· ἅμα δ' ἀλλήλων ἐφίκοντο.
40Homerus, Ilias, 14, 475; 6 (auctor fl.700BC)
τόν τόθ' ὑπ' ὀφρύος οὖτα κατ' ὀφθαλμοῖο θέμεθλα, ἐκ δ' ὦσε γλήνην· δόρυ δ' ὀφθαλμοῖο διά πρό καί διά ἰνίου ἦλθεν, ὃ δ' ἕζετο χεῖρε πετάσσας ἄμφω· Πηνέλεως δέ ἐρυσσάμενος ξίφος ὀξύ αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δέ χαμᾶζε αὐτῇ σύν πήληκι κάρη· ἔτι δ' ὄβριμον ἔγχος ἦεν ἐν ὀφθαλμῷ· ὃ δέ φή κώδειαν ἀνασχών πέφραδέ τε Τρώεσσι καί εὐχόμενος ἔπος ηὔδα· εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος πατρί φίλῳ καί μητρί γοήμεναι ἐν μεγάροισιν· οὐδέ γάρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο ἀνδρί φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δή ἐκ Τροίης σύν νηυσί νεώμεθα κοῦροι Ἀχαιῶν.
41Homerus, Ilias, 16, 112; 8 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον, αὐτάρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· κρατί δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν· δεινόν δέ λόφος καθύπερθεν ἔνευεν.
42Homerus, Ilias, 16, 306; 8 (auctor fl.700BC)
πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι· τόν δέ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος καί μοῖρα κραταιή.
43Homerus, Ilias, 16, 306; 10 (auctor fl.700BC)
ἔνθα Λύκων μέν ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφί δέ καυλόν φάσγανον ἐρραίσθη· ὃ δ' ὑπ' οὔατος αὐχένα θεῖνε Πηνέλεως, πᾶν δ' εἴσω ἔδυ ξίφος, ἔσχεθε δ' οἶον δέρμα, παρηέρθη δέ κάρη, ὑπέλυντο δέ γυῖα.
44Homerus, Ilias, 19, 349; 7 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον· αὐτάρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε εἵλετο, τοῦ δ' ἀπάνευθε σέλας γένετ' ἠΰτε μήνης.
45Homerus, Ilias, 20, 273; 3 (auctor fl.700BC)
αὐτάρ Ἀχιλλεύς ἐμμεμαώς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξύ σμερδαλέα ἰάχων· ὃ δέ χερμάδιον λάβε χειρί Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γ' ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσ'· ὃ δέ μιν ῥέα πάλλε καί οἶος.
46Homerus, Ilias, 20, 455; 3 (auctor fl.700BC)
Τρῶα δ' Ἀλαστορίδην, ὃ μέν ἀντίος ἤλυθε γούνων, εἴ πώς εὑ πεφίδοιτο λαβών καί ζωόν ἀφείη μηδέ κατακτείνειεν ὁμηλικίην ἐλεήσας, νήπιος, οὐδέ τό ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν· οὐ γάρ τι γλυκύθυμος ἀνήρ ἦν οὐδ' ἀγανόφρων, ἀλλά μάλ' ἐμμεμαώς· ὃ μέν ἥπτετο χείρεσι γούνων ἱέμενος λίσσεσθ', ὃ δέ φασγάνῳ οὖτα καθ' ἧπαρ· ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτάρ μέλαν αἷμα κατ' αὐτοῦ κόλπον ἐνέπλησεν· τόν δέ σκότος ὄσσε κάλυψε θυμοῦ δευόμενον· ὃ δέ Μούλιον οὖτα παραστάς δουρί κατ' οὖς· εἶθαρ δέ δι' οὔατος ἦλθ' ἑτέροιο αἰχμή χαλκείη· ὃ δ' Ἀγήνορος υἱόν Ἔχεκλον μέσσην κάκ κεφαλήν ξίφει ἤλασε κωπήεντι, πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι· τόν δέ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος καί μοῖρα κραταιή.
47Homerus, Ilias, 21, 97; 4 (auctor fl.700BC)
ὣς φάτο, τοῦ δ' αὐτοῦ λύτο γούνατα καί φίλον ἦτορ· ἔγχος μέν ῥ' ἀφέηκεν, ὃ δ' ἕζετο χεῖρε πετάσσας ἀμφοτέρας· Ἀχιλεύς δέ ἐρυσσάμενος ξίφος ὀξύ τύψε κατά κληῗδα παρ' αὐχένα, πᾶν δέ οἱ εἴσω δῦ ξίφος ἄμφηκες· ὃ δ' ἄρα πρηνής ἐπί γαίῃ κεῖτο ταθείς, ἐκ δ' αἷμα μέλαν ῥέε, δεῦε δέ γαῖαν.
48Homerus, Odyssea, 2, 1; 1 (auctor fl.700BC)
ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ὤρνυτ' ἄρ' ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱός εἵματα ἑσσάμενος, περί δέ ξίφος ὀξύ θέτ' ὤμῳ, ποσσί δ' ὑπό λιπαροῖσιν ἐδήσατο καλά πέδιλα, βῆ δ' ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
49Homerus, Odyssea, 4, 265; 15 (auctor fl.700BC)
ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ὤρνυτ' ἄρ' ἐξ εὐνῆφι βοήν ἀγαθός Μενέλαος εἵματα ἑσσάμενος, περί δέ ξίφος ὀξύ θέτ' ὤμῳ, ποσσί δ' ὑπό λιπαροῖσιν ἐδήσατο καλά πέδιλα, βῆ δ' ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην, Τηλεμάχῳ δέ παρῖζεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν· " τίπτε δέ σε χρειώ δεῦρ' ἤγαγε, Τηλέμαχ' ἥρως, ἐς Λακεδαίμονα δῖαν, ἐπ' εὐρέα νῶτα θαλάσσης· δήμιον ἦ ἴδιον· τόδε μοι νημερτές ἐνίσπες.
50Homerus, Odyssea, 8, 385; 10 (auctor fl.700BC)
" ὣς εἰπών ἐν χερσί τίθει ξίφος ἀργυρόηλον καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· " χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δ' εἴ πέρ τι βέβακται δεινόν, ἄφαρ τό φέροιεν ἀναρπάξασαι ἄελλαι.
51Homerus, Odyssea, 8, 385; 14 (auctor fl.700BC)
" ἦ ῥα καί ἀμφ' ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
52Homerus, Odyssea, 9, 281; 6 (auctor fl.700BC)
τόν μέν ἐγώ βούλευσα κατά μεγαλήτορα θυμόν ἆσσον ἰών, ξίφος ὀξύ ἐρυσσάμενος παρά μηροῦ, οὐτάμεναι πρός στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι, χείρ' ἐπιμασσάμενος· ἕτερος δέ με θυμός ἔρυκεν.
53Homerus, Odyssea, 10, 87; 12 (auctor fl.700BC)
ὄφρ' οἱ τούς ὄλεκον λιμένος πολυβενθέος ἐντός, τόφρα δ' ἐγώ ξίφος ὀξύ ἐρυσσάμενος παρά μηροῦ τῷ ἀπό πείσματ' ἔκοψα νεός κυανοπρῴροιο.
54Homerus, Odyssea, 10, 261; 1 (auctor fl.700BC)
" ὣς ἔφατ', αὐτάρ ἐγώ περί μέν ξίφος ἀργυρόηλον ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφί δέ τόξα· τόν δ' ἂψ ἠνώγεα αὐτήν ὁδόν ἡγήσασθαι.
55Homerus, Odyssea, 10, 261; 14 (auctor fl.700BC)
ὁππότε κεν Κίρκη σ' ἐλάσῃ περιμήκεϊ ῥάβδῳ, δή τότε σύ ξίφος ὀξύ ἐρυσσάμενος παρά μηροῦ Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.
56Homerus, Odyssea, 10, 503; 6 (auctor fl.700BC)
δή τότ' ἔπειθ' ἑτάροισιν ἐποτρῦναι καί ἀνῶξαι μῆλα, τά δή κατάκειτ' ἐσφαγμένα νηλέι χαλκῷ, δείραντας κατακῆαι, ἐπεύξασθαι δέ θεοῖσιν, ἰφθίμῳ τ' Ἀίδῃ καί ἐπαινῇ Περσεφονείῃ· αὐτός δέ ξίφος ὀξύ ἐρυσσάμενος παρά μηροῦ ἧσθαι, μηδέ ἐᾶν νεκύων ἀμενηνά κάρηνα αἵματος ἆσσον ἴμεν, πρίν Τειρεσίαο πυθέσθαι.
57Homerus, Odyssea, 11, 1; 12 (auctor fl.700BC)
δή τότ' ἔπειθ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσα μῆλα, τά δή κατέκειτ' ἐσφαγμένα νηλέι χαλκῷ, δείραντας κατακῆαι, ἐπεύξασθαι δέ θεοῖσιν, ἰφθίμῳ τ' Ἀΐδῃ καί ἐπαινῇ Περσεφονείῃ· αὐτός δέ ξίφος ὀξύ ἐρυσσάμενος παρά μηροῦ ἥμην, οὐδ' εἴων νεκύων ἀμενηνά κάρηνα αἵματος ἆσσον ἴμεν, πρίν Τειρεσίαο πυθέσθαι.
58Homerus, Odyssea, 11, 97; 1 (auctor fl.700BC)
" ὣς φάτ', ἐγώ δ' ἀναχασσάμενος ξίφος ἀργυρόηλον κουλεῷ ἐγκατέπηξ'.
59Homerus, Odyssea, 14, 494; 11 (auctor fl.700BC)
πρῶτον μέν ξίφος ὀξύ περί στιβαροῖς βάλετ' ὤμοις, ἀμφί δέ χλαῖναν ἑέσσατ' ἀλεξάνεμον, μάλα πυκνήν, ἂν δέ νάκην ἕλετ' αἰγός ἐϋτρεφέος μεγάλοιο, εἵλετο δ' ὀξύν ἄκοντα, κυνῶν ἀλκτῆρα καί ἀνδρῶν.
60Homerus, Odyssea, 16, 46; 10 (auctor fl.700BC)
ἀλλ' ἦ τοί τόν ξεῖνον, ἐπεί τεόν ἵκετο δῶμα, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, δώσω δέ ξίφος ἄμφηκες καί ποσσί πέδιλα, πέμψω δ' ὅππη μιν κραδίη θυμός τε κελεύει.
61Homerus, Odyssea, 20, 91; 10 (auctor fl.700BC)
Τηλέμαχος δ' εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς, εἵματα ἑσσάμενος· περί δέ ξίφος ὀξύ θέτ' ὤμῳ· ποσσί δ' ὑπό λιπαροῖσιν ἐδήσατο καλά πέδιλα, εἵλετο δ' ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ· στῆ δ' ἄρ' ἐπ' οὐδόν ἰών, πρός δ' Εὐρύκλειαν ἔειπε· " μαῖα φίλη, τόν ξεῖνον ἐτιμήσασθ' ἐνί οἴκῳ εὐνῇ καί σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής· τοιαύτη γάρ ἐμή μήτηρ, πινυτή περ ἐοῦσα· ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
62Homerus, Odyssea, 21, 1; 10 (auctor fl.700BC)
τῷ δ' Ὀδυσεύς ξίφος ὀξύ καί ἄλκιμον ἔγχος ἔδωκεν, ἀρχήν ξεινοσύνης προσκηδέος· οὐδέ τραπέζῃ γνώτην ἀλλήλων· πρίν γάρ Διός υἱός ἔπεφνεν Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν, ὅς οἱ τόξον ἔδωκε.
63Homerus, Odyssea, 21, 118; 1 (auctor fl.700BC)
ἦ καί ἀπ' ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν ὀρθός ἀναΐξας, ἀπό δέ ξίφος ὀξύ θέτ' ὤμων.
64Homerus, Odyssea, 21, 311; 6 (auctor fl.700BC)
ὧδε γάρ ἐξερέω, τό δέ καί τετελεσμένον ἔσται· εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, δώσω δ' ὀξύν ἄκοντα, κυνῶν ἀλκτῆρα καί ἀνδρῶν, καί ξίφος ἄμφηκες· δώσω δ' ὑπό ποσσί πέδιλα, πέμψω δ' ὅππη μιν κραδίη θυμός τε κελεύει.
65Homerus, Odyssea, 21, 401; 8 (auctor fl.700BC)
" ἦ καί ἐπ' ὀφρύσι νεῦσεν· ὁ δ' ἀμφέθετο ξίφος ὀξύ Τηλέμαχος, φίλος υἱός Ὀδυσσῆος θείοιο, ἀμφί δέ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δ' ἄρ' αὐτοῦ πάρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.
66Homerus, Odyssea, 22, 292; 9 (auctor fl.700BC)
" ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρί παχείῃ κείμενον, ὅ ῥ' Ἀγέλαος ἀποπροέηκε χαμᾶζε κτεινόμενος· τῷ τόν γε κατ' αὐχένα μέσσον ἔλασσε.
67Incertus 014, Vita et institutum, 14, 0053A
ἀλλὰ εἴ σοι δοκεῖ ἀνελεῖν ἔνδον ἐπένεγκέ μοι, φησὶ, τὸ ξίφος ἢ τὴν αἰχμὴν, ὡς ἠδιστάτην τοιαύτην σφαγὴν ἐγὼ δέξομαι· καὶ ταῦτα μὲν ὁ θεῖος Ἀμβρόσιος.
68Macrobius Theodosius, Saturnalia, p6, 8; 17 (auctor c.420)
Ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱός, εἵματα ἑσσάμενος• περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμοις, ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα ... Βῆ ῥ᾽ ἴμεν εἰς ἀγορήν, παλάμῃ δ᾽ ἔχε χάλκεον ἔγχος, οὐκ οἶος• ἅμα τῷ γε κύνες πόδας ἀργοὶ ἕποντο.
69Macrobius Theodosius, Saturnalia, p6, 9; 11 (auctor c.420)
Μηριόνης δ᾽ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην καὶ ξίφος• ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ῥινοῦ ποιητήν• πολέσιν δ᾽ ἔντοσθεν ἱμᾶσιν ἐντέτατο στερεῶς, ἔκτοσθε δὲ λευκοὶ ὀδόντες ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα εὖ καὶ ἐπισταμένως, μέσσῃ δ᾽ ἐνὶ πῖλος ἀρήρει.
70Macrobius Theodosius, Saturnalia, p6, 10; 29 (auctor c.420)
Ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον• αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε• κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν• δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
71Seneca maior, Controversiae, 2, 5, 20; 169 (auctor 54BC–39)
" HYBREAS dixit: ἀνάξαις οὖν ἐπὶ τὴν ἄκραν ἐπιὼν καὶ εἰ ἐπιθυμεῖς νῦν λαβὲ τὸ ξίφος .