'οίκησις' - search in All Authors, Showing 1 to 6 of 6 hits

1Aristoteles, Problemata, 1, 21; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι ὑγρὸν ἀνάγκη καὶ ἔπομβρον τὸ ἔτος σημαίνειν, καὶ τὴν γῆν ὑγρὰν ἀνάγκη εἶναι; οἷον οὖν ἐν ἑλώδει τόπῳ ἡ οἴκησις γίνεται.
2Aristoteles, Problemata, 26; 140 (auctor 384BC-322BC)
Διὰ τί ἐπὶ μὲν τῷ νότῳ ταχὺς ὁ βορέας, ἐπὶ δὲ τούτῳ ὁ νότος οὐ ταχὺς ἐπιπίπτει; ἢ ὅτι τῷ μὲν ἐγγύθεν τῷ δὲ πόρρωθεν ἡ ἄφιξις; ἡ γὰρ οἴκησις πρὸς βορέαν ἡμῶν.
3Constantinus I, Epistolae, 8, 0519C (auctor c.272–337)
ὃ δὲ τούτοις ἕπεται, τίς ἐστιν, ὃς τοῦ Χριστοῦ τοῦ ἐμοῦ δεσπότου παιδὸς δι' αἰδῶ μᾶλλον ἢ μωρίαν δέδιεν; ἆρ' οὖν πάσχει τὸ θεῖον; ἐπειδὰν ἡ τοῦ σεμνοῦ σώματος οἴκησις πρὸς ἐπίγνωσιν τῆς ἰδίας ἁγιότητος ὁρμᾷ· ἢ ὑποπίπτει θίξει τὸ τοῦ σώματος ἐκκεχωρισμένον; ἆρ' οὐχὶ διέστηκε τοῦ τ' ὅπερ ἐκ τῆς τοῦ σώματος ἀφῄρηται ταπεινότητος; οὐχἰ δὲ ζῶμεν, κᾂν πρὸς θάνατον ἡ τῆς ψυχῆς εὔκλεια τὸ σῶμα προσκαλέσηται; τί τοίνυν ἐνταῦθα ἡ ἀβλαβής τε καὶ εἰλικρινὴς πίστις ἄξιον ἀμφιβολίας κατείληφεν; ἢ οὐχ ὁρᾷς ὅτι σεμνότερον σῶμα ὁ Θεὸς ἐξελέξατο, δι' οὗ τὰ τῆς πίστεως τεκμήρια καὶ τὰ τῆς οἰκείας ἀρετῆς ὑποδείγματα ἔμελλεν ἐμφανίζειν; καὶ τὴν ἤδη συγκεχυμένην ὀλεθρίῳ πλάνην τοῦ ἀνθρωπίνου γένους ἀπώλειαν ἀποσείεσθαι, καινὴν τε θρησκείας διδόναι διδασκαλίαν τῷ τῆς ἀγνοίας ὑποδείγματι, τὰς ἀναξίας τοῦ νοῦ πράξεις καθαίρειν, ἔπειτα δὲ τὴν μὲν τοῦ θανάτου βάσανον ἐκλύειν, τὰ δὲ τῆς ἀθανασίας ἔπαθλα προαναφωνεῖν.
4Plato, Leges, 1c, 713; 4 (auctor c.425BC-347BC)
τῶν γὰρ δὴ πόλεων ὧν ἔμπροσθε τὰς συνοικήσεις διήλθομεν, ἔτι προτέρα τούτων πάμπολυ λέγεταί τις ἀρχή τε καὶ οἴκησις γεγονέναι ἐπὶ Κρόνου μάλ' εὐδαίμων, ἧς μίμημα ἔχουσά ἐστιν ἥτις τῶν νῦν ἄριστα οἰκεῖται.
5Plotinus, Enneades, 4, 3, 23; 10 (auctor c.205-270)
Τοῦ δὲ λεπτοῦ καὶ κούφου καὶ ὀξέος καὶ καθαροῦ αἵματος, θυμῷ προσφόρου ὀργάνου, ἡ τούτου πηγή – ἐνταῦθα γὰρ τὸ τοιοῦτον αἷμα ἀποκρίνεται τῇ τοῦ θυμοῦ ζέσει – καρδία πεποίηται οἴκησις πρέπουσα.
6Plotinus, Enneades, 5, 8, 3; 12 (auctor c.205-270)
Οἱ δὲ ἐν ἐκείνῳ ὄντες, ὅσοις ἡ οἴκησις ἐπ᾽ αὐτοῦ καὶ ἐν αὐτῷ, ἐν παντὶ οἰκοῦντες τῷ ἐκεῖ οὐρανῷ – πάντα γὰρ ἐκεῖ οὐρανὸς καὶ ἡ γῆ οὐρανὸς καὶ θάλασσα καὶ ζῷα καὶ φυτὰ καὶ ἄνθρωποι, πᾶν οὐράνιον ἐκείνου τοῦ οὐρανοῦ – οἱ δὲ θεοὶ οἱ ἐν αὐτῷ οὐκ ἀπαξιοῦντες ἀνθρώπους οὐδ᾽ ἄλλο τι τῶν ἐκεῖ, ὅτι τῶν ἐκεῖ, πᾶσαν μὲν διεξίασι τὴν ἐκεῖ χώραν καὶ τὸν τόπον ἀναπαυόμενοι