'οίνος' - search in All Authors, Showing 1 to 182 of 182 hits

1Aristoteles, Physica, 1, 2; 16
λέγεται δ' ἓν ἢ τὸ συνεχὲς ἢ τὸ ἀδιαίρετον ἢ ὧν ὁ λόγος ὁ αὐτὸς καὶ εἷς ὁ τοῦ τί ἦν εἶναι, ὥσπερ μέθυ καὶ οἶνος.
2Aristoteles, Physica, 4, 4; 4
ὁ μὲν οὖν ἀμφορεὺς οὐκ ἔσται ἐν αὑτῷ, οὐδ' ὁ οἶνος· ὁ δὲ τοῦ οἴνου ἀμφορεὺς ἔσται· ὅ τε γὰρ καὶ ἐν ᾧ, ἀμφότερα τοῦ αὐτοῦ μόρια.
3Aristoteles, Physica, 4, 4; 6
οἷον τὸ λευκὸν ἐν σώματι (ἡ ἐπιφά νεια γὰρ ἐν σώματι), ἡ δ' ἐπιστήμη ἐν ψυχῇ· κατὰ ταῦτα δὲ αἱ προσηγορίαι μέρη ὄντα, ὥς γε ἐν ἀνθρώπῳ (ὁ δὲ ἀμ φορεὺς καὶ ὁ οἶνος χωρὶς μὲν ὄντα οὐ μέρη, ἅμα δέ· διὸ ὅταν ᾖ μέρη, ἔσται αὐτὸ ἐν αὑτῷ)· οἷον τὸ λευκὸν ἐν ἀν θρώπῳ ὅτι ἐν σώματι, καὶ ἐν τούτῳ ὅτι ἐν ἐπιφανείᾳ· ἐν δὲ ταύτῃ οὐκέτι κατ' ἄλλο.
4Aristoteles, Physica, 4, 4; 9
ὥστ' εἰ ὅτι μάλιστα ἐν ἀλλήλοις εἶεν, ὁ μὲν ἀμφορεὺς δέξεται τὸν οἶνον οὐχ ᾗ αὐτὸς οἶνος ἀλλ' ᾗ ἐκεῖ νος, ὁ δ' οἶνος ἐνέσται ἐν τῷ ἀμφορεῖ οὐχ ᾗ αὐτὸς ἀμ φορεὺς ἀλλ' ᾗ ἐκεῖνος.
5Aristoteles, Physica, 4, 4; 11
ἀλλὰ μὴν οὐδὲ κατὰ συμβεβηκὸς ἐνδέχεται· ἅμα γὰρ δύο ἐν ταὐτῷ ἔσται· αὐτός τε γὰρ ἐν αὑτῷ ὁ ἀμφορεὺς ἔσται, εἰ οὗ ἡ φύσις δεκτική, τοῦτ' ἐνδέχεται ἐν αὑτῷ εἶναι, καὶ ἔτι ἐκεῖνο οὗ δεκτικόν, οἷον, εἰ οἴνου, ὁ οἶνος.
6Aristoteles, Physica, 4, 6; 6
[ἔτι ὅταν μὴ διῃρημένον ᾖ, ὡς μέρος ἐν ὅλῳ λέ γεται, οἷον ἐν τῷ ὀφθαλμῷ ἡ ὄψις ἢ ἐν τῷ σώματι ἡ χείρ, ὅταν δὲ διῃρημένον, οἷον ἐν τῷ κάδῳ τὸ ὕδωρ ἢ ἐν τῷ κεραμίῳ ὁ οἶνος· ἡ μὲν γὰρ χεὶρ μετὰ τοῦ σώματος κινεῖται, τὸ δὲ ὕδωρ ἐν τῷ κάδῳ.
7Aristoteles, Physica, 7, 7; 11
οἷον διὰ τί οὐ συμβλη τὸν πότερον ὀξύτερον τὸ γραφεῖον ἢ ὁ οἶνος ἢ ἡ νήτη;
8Aristoteles, De generatione animalium, 1, 18; 27 (auctor 384BC-322BC)
ἔπειτα τίνα τρόπον αὐξηθήσεται ταῦτα τὰ ἀπελθόντα ἀπὸ παντός; Ἀναξαγόρας μὲν γὰρ εὐλόγως φησὶ σάρκας ἐκ τῆς τροφῆς προσιέναι ταῖς σαρξίν· τοῖς δὲ ταῦτα μὲν μὴ λέγουσιν ἀπὸ παντὸς δ' ἀπιέναι φάσκουσι, πῶς ἑτέρου προσγενομένου ἔσται μεῖζον εἰ μὴ μεταβάλλει τὸ προσελθόν; ἀλλὰ μὴν εἴ γε δύναται μεταβάλλειν τὸ προσελθόν, διὰ τί οὐκ εὐθὺς ἐξ ἀρχῆς τὸ σπέρμα τοιοῦτόν ἐστιν ὥστ' ἐξ αὐτοῦ δυνατὸν εἶναι γίγνεσθαι αἷμα καὶ σάρκας, ἀλλὰ μὴ αὐτὸ εἶναι ἐκεῖνο καὶ αἷμα καὶ σάρκας; οὐ γὰρ δὴ οὐδὲ τοῦτο ἐνδέχεται λέγειν ὡς τῇ κατακεράσει αὐξάνεται ὕστερον οἷον οἶνος ὕδατος προσεγχυθέντος· αὐτὸ γὰρ ἂν πρῶτον μάλιστα ἦν ἕκαστον ἄκρατον ὄν· νῦν δὲ ὕστερον μᾶλλον καὶ σὰρξ καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστόν ἐστι μορίων.
9Aristoteles, De generatione animalium, 3, 2; 28 (auctor 384BC-322BC)
καὶ διαφθείρεται δὲ τὰ ᾠὰ καὶ γίγνεται τὰ καλούμενα οὔρια μᾶλλον κατὰ τὴν θερμὴν ὥραν εὐλόγως· ὥσπερ γὰρ καὶ οἱ οἶνοι ἐν ταῖς ἀλέαις ὀξύνονται ἀνατρεπομένης τῆς ἰλύος (τοῦτο γὰρ αἴτιον τῆς διαφθορᾶς) καὶ ἐν τοῖς ᾠοῖς ἡ λέκιθος· τοῦτο γὰρ ἐν ἀμφοτέροις τὸ γεῶδες, διὸ καὶ ἀναθολοῦται καὶ ὁ οἶνος μιγνυμένης τῆς ἰλύος καὶ τὰ διαφθειρόμενα ᾠὰ τῆς λεκίθου.
10Aristoteles, De generatione et corruptione, 1, 5, 10; 34 (auctor 384BC-322BC)
Ἢ ὅτι τοῦ μὲν μένει ἡ οὐσία, τοῦ δ´ οὔ, οἷον τῆς τροφῆς, ἐπεὶ καὶ ἐνταῦθα τὸ ἐπικρατοῦν λέγεται ἐν τῇ μίξει, οἷον ὅτι οἶνος· ποιεῖ γὰρ τὸ τοῦ οἴνου ἔργον ἀλλ´ οὐ τὸ τοῦ ὕδατος τὸ συνόλον μίγμα.
11Aristoteles, De somno et vigilia, 3; 13 (auctor 384BC-322BC)
Σημεῖον δὲ τούτων καὶ τὰ ὑπνωτικά· πάντα γὰρ καρηβαρίαν ποιεῖ, καὶ τὰ ποτὰ καὶ τὰ βρωτά, μήκων, μανδραγόρας, οἶνος, αἶραι.
12Aristoteles, De somno et vigilia, 3; 22 (auctor 384BC-322BC)
Διὸ τοῖς παιδίοις οὐ συμφέρουσιν οἱ οἶνοι, οὐδὲ ταῖς τίτθαις (διαφέρει γὰρ ἴσως οὐδὲν αὐτὰ πίνειν ἢ τὰς τίτθας), ἀλλὰ δεῖ πίνειν ὑδαρῆ καὶ ὀλίγον· πνευματῶδες γὰρ ὁ οἶνος, καὶ τούτου μᾶλλον ὁ μέλας.
13Aristoteles, De somno et vigilia, 3; 34 (auctor 384BC-322BC)
Καίτοι τις ἀπορήσειεν ἄν, ὅτι μετὰ τὰ σιτία ἰσχυρότατος ὁ ὕπνος γίνεται, καὶ ἔστιν ὑπνωτικὰ οἶνος καὶ ἄλλα θερμότητας ἔχοντα τοιαύτας.
14Aristoteles, Ethica Eudemia, 3; 32 (auctor 384BC-322BC)
ἄλλη δ' ἡ κατ' ἐλπίδα, καθ' ἣν οἵ τε κατευτυχηκότες πολλάκις ὑπομένουσι τοὺς κινδύνους καὶ οἱ μεθύοντες· εὐέλπιδας γὰρ ποιεῖ ὁ οἶνος.
15Aristoteles, Ethica Eudemia, 7; 47 (auctor 384BC-322BC)
καὶ οἶνος ἡδίων οὐχ ὁ τῷ διεφθαρμένῳ τὴν γλῶτταν ὑπὸ οἰνοφλυγίας, ἐπεὶ οὔτε ὄξος παρεγχέουσιν, ἀλλὰ τῇ ἀδιαφθόρῳ αἰσθήσει.
16Aristoteles, Historia animalium, 7, VII 12; 2 (auctor 384BC-322BC)
Βλαβερόν δέ πρός τό πάθος καί ὁ οἶνος ὁ μέλας μᾶλλον τοῦ λευκοῦ, καί ὁ μή ὑδαρής, καί τά πλεῖστα τῶν φυσωδῶν, καί ἐάν ἡ κοιλία στῇ.
17Aristoteles, Historia animalium, 9, IX 40; 92 (auctor 384BC-322BC)
Μέλι δέ κάλλιον γίνεται ἐκ νέου κηροῦ καί ἐκ μόσχου· τό δέ πυρρόν αἴσχιον διά τό κηρίον· διαφθείρεται γάρ ὥσπερ οἶνος ὑπ’ ἀγγείου· διό δεῖ ξηραίνειν αὐτό.
18Aristoteles, Metaphysica, 4, 5; 36 (auctor 384BC-322BC)
λέγω δ' οἷον ὁ μὲν αὐτὸς οἶνος δόξειεν ἂν ἢ μεταβαλὼν ἢ τοῦ σώματος μεταβαλόντος ὁτὲ μὲν εἶναι γλυκὺς ὁτὲ δὲ οὐ γλυκύς· ἀλλ' οὐ τό γε γλυκύ, οἷόν ἐστιν ὅταν ᾖ, οὐδεπώποτε μετέβαλεν, ἀλλ' ἀεὶ ἀληθεύει περὶ αὐτοῦ, καὶ ἔστιν ἐξ ἀνάγκης τὸ ἐσόμενον γλυκὺ τοιοῦτον.
19Aristoteles, Metaphysica, 5, 6; 10 (auctor 384BC-322BC)
ἔτι ἄλλον τρόπον ἓν λέγεται τῷ τὸ ὑποκείμενον τῷ εἴδει εἶναι ἀδιάφορον· ἀδιάφορον δ' ὧν ἀδιαίρετον τὸ εἶδος κατὰ τὴν αἴσθησιν· τὸ δ' ὑποκείμενον ἢ τὸ πρῶτον ἢ τὸ τελευταῖον πρὸς τὸ τέλος· καὶ γὰρ οἶνος εἷς λέγεται καὶ ὕδωρ ἕν, ᾗ ἀδιαίρετον κατὰ τὸ εἶδος, καὶ οἱ χυμοὶ πάντες λέγονται ἕν (οἷον ἔλαιον οἶνος) καὶ τὰ τηκτά, ὅτι πάντων τὸ ἔσχατον ὑποκείμενον τὸ αὐτό· ὕδωρ γὰρ ἢ ἀὴρ πάντα ταῦτα.
20Aristoteles, Metaphysica, 8, 5; 3 (auctor 384BC-322BC)
οἷον εἰ τὸ σῶμα δυνάμει ὑγιεινόν, ἐναντίον δὲ νόσος ὑγιείᾳ, ἆρα ἄμφω δυνάμει· καὶ τὸ ὕδωρ δυνάμει οἶνος καὶ ὄξος· ἢ τοῦ μὲν καθ' ἕξιν καὶ κατὰ τὸ εἶδος ὕλη, τοῦ δὲ κατὰ στέρησιν καὶ φθορὰν τὴν παρὰ φύσιν· ἀπορία δέ τις ἔστι καὶ διὰ τί ὁ οἶνος οὐχ ὕλη τοῦ ὄξους οὐδὲ δυνάμει ὄξος (καίτοι γίγνεται ἐξ αὐτοῦ ὄξος) καὶ ὁ ζῶν δυνάμει νεκρός.
21Aristoteles, Metaphysica, 8, 5; 5 (auctor 384BC-322BC)
καὶ ὅσα δὴ οὕτω μεταβάλλει εἰς ἄλληλα, εἰς τὴν ὕλην δεῖ ἐπανελθεῖν, οἷον εἰ ἐκ νεκροῦ ζῷον, εἰς τὴν ὕλην πρῶτον, εἶθ' οὕτω ζῷον· καὶ τὸ ὄξος εἰς ὕδωρ, εἶθ' οὕτως οἶνος.
22Aristoteles, Metaphysica, 12, 5; 5 (auctor 384BC-322BC)
ἐν ἐνίοις μὲν γὰρ τὸ αὐτὸ ὁτὲ μὲν ἐνεργείᾳ ἔστιν ὁτὲ δὲ δυνάμει, οἷον οἶνος ἢ σὰρξ ἢ ἄνθρωπος (πίπτει δὲ καὶ ταῦτα εἰς τὰ εἰρημένα αἴτια· ἐνεργείᾳ μὲν γὰρ τὸ εἶδος, ἐὰν ᾖ χωριστόν, καὶ τὸ ἐξ ἀμφοῖν στέρησις δέ, οἷον σκότος ἢ κάμνον, δυνάμει δὲ ἡ ὕλη· τοῦτο γάρ ἐστι τὸ δυνάμενον γίγνεσθαι ἄμφω) · ἄλλως δ' ἐνεργείᾳ καὶ δυνάμει διαφέρει ὧν μὴ ἔστιν ἡ αὐτὴ ὕλη, ὧν ἐνίων οὐκ ἔστι τὸ αὐτὸ εἶδος ἀλλ' ἕτερον, ὥσπερ ἀνθρώπου αἴτιον τά τε στοιχεῖα, πῦρ καὶ γῆ ὡς ὕλη καὶ τὸ ἴδιον εἶδος, καὶ ἔτι τι ἄλλο ἔξω οἷον ὁ πατήρ, καὶ παρὰ ταῦτα ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος, οὔτε ὕλη ὄντα οὔτ' εἶδος οὔτε στέρησις οὔτε ὁμοειδὲς ἀλλὰ κινοῦντα.
23Aristoteles, Meteorologica, 2, II 3; 47 (auctor 384BC-322BC)
Πάσχει δέ καί τἆλλα ταὐτό· καί γάρ οἶνος καί πάντες οἱ χυμοί, ὅσοι ἂν ἀτμίσαντες πάλιν εἰς ὑγρόν συστῶσιν, ὕδωρ γίγνονται· πάθη γάρ τἆλλα διά τινα σύμμιξιν τοῦ ὕδατός ἐστιν, καί οἷον ἄν τι ᾖ τό συμμιχθέν, τοιοῦτον ποιεῖ τόν χυμόν.
24Aristoteles, Meteorologica, 4, IV 5; 14 (auctor 384BC-322BC)
Ὕδατος δ’ εἴδη τά τοιάδε, οἶνος, οὖρον, ὀρρός, καί ὅλως ὅσα μηδεμίαν ἢ βραχεῖαν ἔχει ὑπόστασιν, μή διά γλισχρότητα· ἐνίοις μέν γάρ αἴτιον τοῦ μή ὑφίστασθαι μηδέν ἡ γλισχρότης, ὥσπερ ἐλαίῳ ἢ πίττῃ.
25Aristoteles, Meteorologica, 4, IV 7; 12 (auctor 384BC-322BC)
Ὅσα δέ μικτά ὕδατος καί γῆς, κατά τό πλῆθος ἑκατέρου ἄξιον λέγεσθαι· οἶνος γάρ τις καί πήγνυται καί ἕψεται, οἷον τό γλεῦκος.
26Aristoteles, Meteorologica, 4, IV 7; 18 (auctor 384BC-322BC)
Ὅσα μέν οὖν μή παχύνεται ὑπό τοῦ ψυχροῦ ἀλλά πήγνυται, ὕδατός ἐστι μᾶλλον, οἷον οἶνος καί οὖρον καί ὄξος καί κονία καί ὀρρός· ὅσα δέ παχύνεται μή ἐξατμίζοντα ὑπό πυρός, τά μέν γῆς, τά δέ κοινά ὕδατος καί ἀέρος, μέλι μέν γῆς, ἔλαιον δ’ ἀέρος.
27Aristoteles, Meteorologica, 4, IV 9; 55 (auctor 384BC-322BC)
Οἶνος δ’ ὁ μέν γλυκύς θυμιᾶται.
28Aristoteles, Meteorologica, 4, IV 9; 57 (auctor 384BC-322BC)
Ἔστι δ’ ὀνόματι οἶνος, ἔργῳ δ’ οὐκ ἔστιν· οὐ γάρ οἰνώδης ὁ χυμός, διό καί οὐ μεθύσκει.
29Aristoteles, Meteorologica, 4, IV 9; 58 (auctor 384BC-322BC)
Ὁ τυχών δ’ οἶνος μικράν ἔχει ἀναθυμίασιν, διό ἀνίησι φλόγα.
30Aristoteles, Meteorologica, 4, IV 10; 8 (auctor 384BC-322BC)
Αἴτιον δ’ ὅτι οὔτε ἑνί εἴδει λέγεται ὁ οἶνος, καί ὅτι ἄλλος ἄλλως· ὁ γάρ νέος μᾶλλον γῆς ἢ ὁ παλαιός· διό καί παχύνεται τῷ θερμῷ μάλιστα καί πήγνυται ἧττον ὑπό τοῦ ψυχροῦ· ἔχει γάρ καί θερμόν πολύ καί γῆς, ὥσπερ ἐν Ἀρκαδίᾳ οὕτως ἀναξηραίνεται ὑπό τοῦ καπνοῦ ἐν τοῖς ἀσκοῖς ὥστε ξυόμενος πίνεσθαι.
31Aristoteles, Meteorologica, 4, IV 10; 10 (auctor 384BC-322BC)
Ὅσα δέ ὑπό ψυχροῦ παχύνεται, γῆς, ὅσα δ’ ὑπ’ ἀμφοῖν, κοινά πλειόνων, οἷον ἔλαιον καί μέλι καί ὁ γλυκύς οἶνος.
32Aristoteles, Meteorologica, 4, IV 11; 2 (auctor 384BC-322BC)
Ὅσα μέν οὖν ὕδατος, ὡς ἐπί τό πολύ ψυχρά, ἐάν μή ἀλλοτρίαν ἔχῃ θερμότητα, οἷον κονία, οὖρον, οἶνος· ὅσα δέ γῆς, ὡς ἐπί τό πολύ θερμά διά τήν τοῦ θερμοῦ δημιουργίαν, οἷον τίτανος καί τέφρα.
33Aristoteles, Physica, 1, 2; 16 (auctor 384BC-322BC)
λέγεται δ' ἓν ἢ τὸ συνεχὲς ἢ τὸ ἀδιαίρετον ἢ ὧν ὁ λόγος ὁ αὐτὸς καὶ εἷς ὁ τοῦ τί ἦν εἶναι, ὥσπερ μέθυ καὶ οἶνος.
34Aristoteles, Physica, 4, 3; 13 (auctor 384BC-322BC)
ὁ μὲν οὖν ἀμφορεὺς οὐκ ἔσται ἐν αὑτῷ, οὐδ' ὁ οἶνος· ὁ δὲ τοῦ οἴνου ἀμφορεὺς ἔσται· ὅ τε γὰρ καὶ ἐν ᾧ, ἀμφότερα τοῦ αὐτοῦ μόρια.
35Aristoteles, Physica, 4, 3; 15 (auctor 384BC-322BC)
οἷον τὸ λευκὸν ἐν σώματι (ἡ ἐπιφάνεια γὰρ ἐν σώματι), ἡ δ' ἐπιστήμη ἐν ψυχῇ· κατὰ ταῦτα δὲ αἱ προσηγορίαι μέρη ὄντα, ὥς γε ἐν ἀνθρώπῳ (ὁ δὲ ἀμφορεὺς καὶ ὁ οἶνος χωρὶς μὲν ὄντα οὐ μέρη, ἅμα δέ· διὸ ὅταν ᾖ μέρη, ἔσται αὐτὸ ἐν αὑτῷ)· οἷον τὸ λευκὸν ἐν ἀνθρώπῳ ὅτι ἐν σώματι, καὶ ἐν τούτῳ ὅτι ἐν ἐπιφανείᾳ· ἐν δὲ ταύτῃ οὐκέτι κατ' ἄλλο.
36Aristoteles, Physica, 4, 3; 18 (auctor 384BC-322BC)
ὥστ' εἰ ὅτι μάλιστα ἐν ἀλλήλοις εἶεν, ὁ μὲν ἀμφορεὺς δέξεται τὸν οἶνον οὐχ ᾗ αὐτὸς οἶνος ἀλλ' ᾗ ἐκεῖνος, ὁ δ' οἶνος ἐνέσται ἐν τῷ ἀμφορεῖ οὐχ ᾗ αὐτὸς ἀμφορεὺς ἀλλ' ᾗ ἐκεῖνος.
37Aristoteles, Physica, 4, 3; 20 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐδὲ κατὰ συμβεβηκὸς ἐνδέχεται· ἅμα γὰρ δύο ἐν ταὐτῷ ἔσται· αὐτός τε γὰρ ἐν αὑτῷ ὁ ἀμφορεὺς ἔσται, εἰ οὗ ἡ φύσις δεκτική, τοῦτ' ἐνδέχεται ἐν αὑτῷ εἶναι, καὶ ἔτι ἐκεῖνο οὗ δεκτικόν, οἷον, εἰ οἴνου, ὁ οἶνος.
38Aristoteles, Physica, 4, 4; 11 (auctor 384BC-322BC)
[ἔτι ὅταν μὴ διῃρημένον ᾖ, ὡς μέρος ἐν ὅλῳ λέγεται, οἷον ἐν τῷ ὀφθαλμῷ ἡ ὄψις ἢ ἐν τῷ σώματι ἡ χείρ, ὅταν δὲ διῃρημένον, οἷον ἐν τῷ κάδῳ τὸ ὕδωρ ἢ ἐν τῷ κεραμίῳ ὁ οἶνος· ἡ μὲν γὰρ χεὶρ μετὰ τοῦ σώματος κινεῖται, τὸ δὲ ὕδωρ ἐν τῷ κάδῳ.] ἤδη τοίνυν φανερὸν ἐκ τούτων τί ἐστιν ὁ τόπος.
39Aristoteles, Physica, 7, 4; 11 (auctor 384BC-322BC)
οἷον διὰ τί οὐ συμβλητὸν πότερον ὀξύτερον τὸ γραφεῖον ἢ ὁ οἶνος ἢ ἡ νήτη; ὅτι ὁμώνυμα, οὐ συμβλητά· ἀλλ' ἡ νήτη τῇ παρανήτῃ συμβλητή, ὅτι τὸ αὐτὸ σημαίνει τὸ ὀξὺ ἐπ' ἀμφοῖν.
40Aristoteles, Problemata, 3, 5; 1 (auctor 384BC-322BC)
Ἔστι δὲ ὁ μὲν οἶνος θερμαντικόν, ὁ δὲ τρόμος γίνεται μάλιστα ἀπὸ ψυχροῦ, διὸ οἱ ῥιγῶντες μάλιστα τρέμουσιν.
41Aristoteles, Problemata, 3, 5; 14 (auctor 384BC-322BC)
Ὢν γὰρ θερμὸς ὁ οἶνος μετὰ τῆς φύσει ὑπαρχούσης θερμότητος μᾶλλον ἀναλίσκει τὰ ἐν τῷ σώματι ὑπάρχοντα ἐφόδια τῷ οἰκείῳ θερμῷ.
42Aristoteles, Problemata, 3, 8; 2 (auctor 384BC-322BC)
Ὁ μὲν οὖν μεθύων γλυκεῖς ἐν αὑτῷ χυμοὺς ἔχει (τοιοῦτο γὰρ ὁ οἶνος δοκεῖ), καὶ τῶν φαύλων χυμῶν αἰσθητικώτερός ἐστιν, ὁ δὲ νήφων δριμεῖς καὶ ἁλυκούς.
43Aristoteles, Problemata, 3, 13 (auctor 384BC-322BC)
13. Διὰ τί τοῦ γλυκέος ἐπιπολαστικοῦ ὄντος, ἐάν τις μεθύων ἤδη ἐπιπίῃ γλυκύ, καταπέττεται ὁ ἐνυπάρχων οἶνος καὶ ἧττον ἐνοχλεῖ;
44Aristoteles, Problemata, 3, 16 (auctor 384BC-322BC)
16. Διὰ τί ὁ οἶνος καὶ τετυφωμένους ποιεῖ καὶ μανικούς; Ἐναντία γὰρ ἡ διάθεσις· ὁ μὲν γὰρ μᾶλλον ἤδη ἐν κινήσει, ὁ δὲ ἧττον.
45Aristoteles, Problemata, 3, 16; 3 (auctor 384BC-322BC)
Καὶ ὁ οἶνος (ὑγρὸς γάρ ἐστι τὴν φύσιν) τοὺς μὲν βραδυτέρους ἐπιτείνει καὶ θάττους ποιεῖ, τοὺς δὲ θάττους ἐκλύει.
46Aristoteles, Problemata, 3, 16; 5 (auctor 384BC-322BC)
Ὥσπερ γὰρ τὸ λουτρὸν τοὺς μὲν συνδεδεμένους τὸ σῶμα καὶ σκληροὺς εὐκινήτους ποιεῖ, τοὺς δὲ εὐκινήτους καὶ ὑγροὺς ἐκλύει, οὕτως ὁ οἶνος, ὥσπερ λούων τὰ ἐντός, ἀπεργάζεται τοῦτο.
47Aristoteles, Problemata, 3, 17; 5 (auctor 384BC-322BC)
Ὥστε κατ´ ἀμφότερα τῶν ὑγρῶν ἐκκρινομένων διὰ τοῦ σώματος, καὶ καταψυχομένου, εἰκότως ἀκραίπαλοι γίνονται· ὁ γὰρ οἶνος ὑγρὸς καὶ θερμός ἐστιν.
48Aristoteles, Problemata, 3, 18 (auctor 384BC-322BC)
18. Διὰ τί μᾶλλον ἐμετιᾶν ποιεῖ ὁ ὑδαρὴς οἶνος ἢ τὸ ὕδωρ καὶ ὁ ἄκρατος;
49Aristoteles, Problemata, 3, 18; 2 (auctor 384BC-322BC)
Ἔστι δὲ ὁ μὲν οἶνος κατακρουστικός, τὸ δὲ ὕδωρ λεπτὸν καὶ οὐκ ἀηδές.
50Aristoteles, Problemata, 3, 18; 6 (auctor 384BC-322BC)
ἀηδὴς δὲ ὢν ὁ ὑδαρὴς οἶνος ἐπιπολαστικός ἐστι· τὸ δὲ τοιοῦτον ἐμετικόν ἐστιν.
51Aristoteles, Problemata, 3, 23; 1 (auctor 384BC-322BC)
δοκεῖ γὰρ ὅ τε οἶνος τῶν θερμῶν εἶναι τὴν φύσιν καὶ τὸ ζῆν, τὸ δὲ ἀποθνήσκειν κατάψυξις.
52Aristoteles, Problemata, 3, 23; 3 (auctor 384BC-322BC)
Ἀλλὰ τρόπον ἕτερον· τὸ μὲν γὰρ τῇ ψυχρότητι πήγνυσι τὸ ὑγρὸν καὶ θερμόν, ὁ δ´ οἶνος τῇ θερμότητι τῇ αὑτοῦ μαραίνει τὴν φυσικὴν θερμότητα.
53Aristoteles, Problemata, 3, 26; 1 (auctor 384BC-322BC)
Ἔστι δὲ ὁ μὲν οἶνος θερμαντικός, ὁ δὲ τρόμος γίνεται μάλιστα ὑπὸ ψυχροῦ, διὸ οἱ ῥιγῶντες μάλιστα τρέμουσιν.
54Aristoteles, Problemata, 3, 26; 5 (auctor 384BC-322BC)
Ἀμφοτέρων δὲ τούτων τῶν μὲν τὸ πάθος ψυχρόν, τῶν δὲ ἡ ἡλικία· ὁ δὲ οἶνος θερμαντικώτατος, ὥσθ´ ὑπεναντίον ἄν τι συμβαίνοι.
55Aristoteles, Problemata, 3, 33; 3 (auctor 384BC-322BC)
Ἢ διότι δεῖ μὲν ἐκθερμανθῆναι τοὺς κάτω τόπους, ὁ δ´ οἶνος ἄνω πέφυκε φέρεσθαι, ὥστε ἐκεῖ ποιεῖ τὴν θερμασίαν, ἐντεῦθεν δὲ ἀπάγει.
56Aristoteles, Problemata, 11; 132 (auctor 384BC-322BC)
Διὰ τί δὲ ἀγωνιῶντες μὲν μᾶλλον ἰσχνόφωνοι γίνονται, ἐν δὲ ταῖς μέθαις ἧττον; ἢ ὅτι ἀποπληξίᾳ ὅμοιόν ἐστι τὸ πάθος μέρους τινὸς τῶν ἐντός, ὃ ἀδυνατοῦσι κινεῖν, ἐμποδίζοντος διὰ τὴν κατάψυξιν; ὁ μὲν οὖν οἶνος φύσει θερμὸς ὢν λύει τὴν κατάψυξιν μᾶλλον, ἡ δὲ ἀγωνία ποιεῖ· φόβος γάρ τις ἡ ἀγωνία, ὁ δὲ φόβος κατάψυξις.
57Aristoteles, Problemata, 13; 16 (auctor 384BC-322BC)
ἔτι συγκρινόμενα ἐκ τῆς ἀτμίδος οὐκ εἰς τὸ ἀρχαῖον ἔρχεται, οἷον οἶνος ἐξ οἴνου, ἀλλ' οὐχ ὕδωρ, ὥστε καὶ τοῦτο ψεῦδος.
58Aristoteles, Problemata, 19; 118 (auctor 384BC-322BC)
οἶνος γὰρ ἡδίων τοῦ ὀξυμέλιτος διὰ τὸ μεμῖχθαι μᾶλλον αὑτοῖς τὰ ὑπὸ τῆς φύσεως μιχθέντα ἢ ὑφ' ἡμῶν.
59Aristoteles, Problemata, 19; 119 (auctor 384BC-322BC)
ἔστι γὰρ καὶ ὁ οἶνος μικτὸς ἐξ ὀξέος καὶ γλυκέος χυμοῦ.
60Aristoteles, Problemata, 22; 16 (auctor 384BC-322BC)
Διὰ τί μετὰ τὰ σαπρὰ τῶν περικαρπίων ὁ οἶνος πικρὸς φαίνεται πινόμενος; ἢ ὅτι τὴν πικρότητα ἔχει ἡ σαπρότης ἡ τοιαύτη; τὸ οὖν ἐπιμένον ἐπὶ τῇ γλώττῃ, μιγνύμενον τῷ πόματι καὶ διαχεόμενον, πικρὸν ποιεῖ τὸ πόμα.
61Aristoteles, Problemata, 22; 24 (auctor 384BC-322BC)
τὸ μὲν οὖν ὕδωρ διὰ τὴν ψυχρότητα σβεννύει τὴν ζέσιν, ὁ δὲ οἶνος διὰ τὴν θερμότητα ὡς ἐπὶ τὸ πολύ· ὥσπερ γὰρ πῦρ ἐνίοτε πυρός, ἐὰν ᾖ ἔλαττον, ἀφαιρεῖται τὴν ἰσχύν.
62Aristoteles, Problemata, 22; 30 (auctor 384BC-322BC)
Διὰ τί παρὰ τὰ στρυφνὰ ὁ οἶνος καὶ τὸ ὕδωρ φαίνεται γλυκύτερα, οἷον ἐάν τις βαλάνους ἢ μύρτα ἤ τι τῶν τοιούτων διατράγῃ; ἢ εἰκότως, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων; πᾶν γὰρ τὸ αὐτὸ παρὰ τὸ ἐναντίον μᾶλλον φαίνεται, οἱ δὲ τῶν ἐναντίων χυμοὶ ἀντικείμενοί πώς εἰσιν.
63Aristoteles, Problemata, 27; 22 (auctor 384BC-322BC)
ὁ δὲ οἶνος θερμὸς μὲν τὴν φύσιν, παύει δὲ τὴν δίψαν μᾶλλον τοῦ ὕδατος, καὶ μάλιστα τῶν αὐτῶν· δι' ἣν αἰτίαν, εἴρηται ἐν ἄλλοις.
64Aristoteles, Problemata, 30; 12 (auctor 384BC-322BC)
ὁ γὰρ οἶνος ὁ πολὺς μάλιστα φαίνεται παρασκευάζειν τοιούτους οἵους λέγομεν τοὺς μελαγχολικοὺς εἶναι, καὶ πλεῖστα ἤθη ποιεῖν πινόμενος, οἷον ὀργίλους, φιλανθρώπους, ἐλεήμονας, ἰταμούς· ἀλλ' οὐχὶ τὸ μέλι οὐδὲ τὸ γάλα οὐδὲ τὸ ὕδωρ οὐδ' ἄλλο τῶν τοιούτων οὐδέν.
65Aristoteles, Problemata, 30; 17 (auctor 384BC-322BC)
ποιεῖ δὲ καὶ φιλητικοὺς ὁ οἶνος· σημεῖον δὲ ὅτι προάγεται ὁ πίνων καὶ τῷ στόματι φιλεῖν, οὓς νήφων οὐδ' ἂν εἷς φιλήσειεν ἢ διὰ τὸ εἶδος ἢ διὰ τὴν ἡλικίαν.
66Aristoteles, Problemata, 30; 18 (auctor 384BC-322BC)
ὁ μὲν οὖν οἶνος οὐ πολὺν χρόνον ποιεῖ περιττόν, ἀλλ' ὀλίγον, ἡ δὲ φύσις ἀεί, ἕως τις ἂν ᾖ· οἱ μὲν γὰρ θρασεῖς, οἱ δὲ σιωπηλοί, οἱ δὲ ἐλεήμονες, οἱ δὲ δειλοὶ γίνονται φύσει.
67Aristoteles, Problemata, 30; 19 (auctor 384BC-322BC)
ὥστε δῆλον ὅτι διὰ τὸ αὐτὸ ποιεῖ ὅ τε οἶνος καὶ ἡ φύσις ἑκάστου τὸ ἦθος· πάντα γὰρ κατεργάζεται τῇ θερμότητι ταμιευόμενα.
68Aristoteles, Problemata, 30; 21 (auctor 384BC-322BC)
καὶ ὁ οἶνος δὲ πνευματώδης τὴν δύναμιν.
69Aristoteles, Problemata, 30; 22 (auctor 384BC-322BC)
διὸ δή ἐστι τὴν φύσιν ὅμοια ὅ τε οἶνος καὶ ἡ κρᾶσις.
70Aristoteles, Problemata, 30; 23 (auctor 384BC-322BC)
δηλοῖ δὲ ὅτι πνευματώδης ὁ οἶνός ἐστιν ὁ ἀφρός· τὸ μὲν γὰρ ἔλαιον θερμὸν ὂν οὐ ποιεῖ ἀφρόν, ὁ δὲ οἶνος πολύν, καὶ μᾶλλον ὁ μέλας τοῦ λευκοῦ, ὅτι θερμότερος καὶ σωματωδέστερος.
71Aristoteles, Problemata, 30; 24 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο ὅ τε οἶνος ἀφροδισιαστικοὺς ἀπεργάζεται, καὶ ὀρθῶς Διόνυσος καὶ Ἀφροδίτη λέγονται μετ' ἀλλήλων εἶναι, καὶ οἱ μελαγχολικοὶ οἱ πλεῖστοι λάγνοι εἰσίν.
72Aristoteles, Problemata, 30; 30 (auctor 384BC-322BC)
διὸ καὶ ὁ μέλας οἶνος οὐδενὸς ἧττον τοιούτους ἀπεργάζεται, οἷοι καὶ οἱ μελαγχολικοὶ πνευματώδεις.
73Aristoteles, Problemata, 30; 58 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο πρὸς τὸ πίνειν εἰς μέθην πάντες ἔχουσι προθύμως, ὅτι πάντας ὁ οἶνος ὁ πολὺς εὐέλπιδας ποιεῖ, καθάπερ ἡ νεότης τοὺς παῖδας· τὸ μὲν γὰρ γῆρας δύσελπί ἐστιν, ἡ δὲ νεότης ἐλπίδος πλήρης.
74Aristoteles, Problemata, 30; 71 (auctor 384BC-322BC)
διὰ δὲ τὸ ἠθοποιὸς εἶναι (ἠθοποιὸν γὰρ τὸ θερμὸν καὶ ψυχρὸν μάλιστα τῶν ἐν ἡμῖν ἐστίν) ὥσπερ ὁ οἶνος πλείων καὶ ἐλάττων κεραννύμενος τῷ σώματι ποιεῖ τὸ ἦθος ποιούς τινας ἡμᾶς.
75Aristoteles, Problemata, 30; 72 (auctor 384BC-322BC)
ἄμφω δὲ πνευματικά, καὶ ὁ οἶνος καὶ ἡ μέλαινα χολή.
76Aristoteles, Topica, 2, II 3; 21 (auctor 384BC-322BC)
Ἔστι γάρ ἡ ἐπιθυμία τούτου ἢ ὡς τέλους, οἷον ὑγιείας, ἢ ὡς τῶν πρός τό τέλος, οἷον τοῦ φαρμακευθῆναι, ἢ ὡς τοῦ κατά συμβεβηκός, καθάπερ ἐπί τοῦ οἴνου ὁ φιλόγλυκυς οὐχ ὅτι οἶνος ἀλλ᾿ ὅτι γλυκύς ἐστιν.
77Aristoteles, Topica, 4, IV 5; 48 (auctor 384BC-322BC)
Ὁμοίως δ᾿ οὐδ᾿ ὁ οἶνός ἐστιν ὕδωρ σεσηπός, καθάπερ Ἐμπεδοκλῆς φησί σαπέν ἐν ξύλῳ ὕδωρ· ἁπλως γάρ οὐκ ἔστιν ὕδωρ.
78Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 19; 19
καί γε ἄχυρα καὶ χορτάσματά ἐστιν τοῖς ὄνοις ἡμῶν, καὶ ἄρτοι καὶ οἶνός ἐστιν ἐμοὶ καὶ τῇ παιδίσκῃ καὶ τῷ νεανίσκῳ μετὰ τῶν παιδίων σου, οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος.
79Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 5; 1
Βαλτασαρ ὁ βασιλεὺς ἐποίησεν δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις, καὶ κατέναντι τῶν χιλίων ὁ οἶνος. καὶ πίνων
80Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 10; 3
ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν.
81Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 32; 33
θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος.
82Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 19; 19
καί γε ἄχυρα καὶ χορτάσματα ὑπάρχει τοῖς ὄνοις ἡμῶν, καί γε ἄρτος καὶ οἶνος ὑπάρχει μοι καὶ τῇ δούλῃ σου καὶ τῷ παιδαρίῳ τοῖς δούλοις σου, οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος.
83Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 16; 2
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβα Τί ταῦτά σοι; καὶ εἶπεν Σιβα Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ.
84Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 16a; 2
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβα Τί ταῦτά σοι; καὶ εἶπεν Σιβα Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ.
85Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 3; 10
ὁ εἷς ἔγραψεν Ὑπερισχύει ὁ οἶνος.
86Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 3; 18
Ἄνδρες, πῶς ὑπερισχύει ὁ οἶνος; πάντας τοὺς ἀνθρώπους τοὺς πίνοντας αὐτὸν πλανᾷ τὴν διάνοιαν.
87Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 3; 24
ὦ ἄνδρες, οὐχ ὑπερισχύει ὁ οἶνος, ὅτι οὕτως ἀναγκάζει ποιεῖν; καὶ ἐσίγησεν οὕτως εἴπας.
88Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 14
Ἄνδρες, οὐ μέγας ὁ βασιλεὺς καὶ πολλοὶ οἱ ἄνθρωποι καὶ ὁ οἶνος ἰσχύει; τίς οὖν ὁ δεσπόζων αὐτῶν ἢ τίς ὁ κυριεύων αὐτῶν; οὐχ αἱ γυναῖκες;
89Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 16
καὶ ἐξ αὐτῶν ἐγένοντο, καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύοντας τοὺς ἀμπελῶνας, ἐξ ὧν ὁ οἶνος γίνεται.
90Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 37
ἄδικος ὁ οἶνος, ἄδικος ὁ βασιλεύς, ἄδικοι αἱ γυναῖκες, ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων, καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν, πάντα τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται.
91Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 12; 1
Καὶ ἐγένετο ἐν μηνὶ Νισαν ἔτους εἰκοστοῦ Αρθασασθα βασιλεῖ καὶ ἦν ὁ οἶνος ἐνώπιον ἐμοῦ, καὶ ἔλαβον τὸν οἶνον καὶ ἔδωκα τῷ βασιλεῖ, καὶ οὐκ ἦν ἕτερος ἐνώπιον αὐτοῦ·
92Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 15; 18
καὶ ἦν γινόμενον εἰς ἡμέραν μίαν μόσχος εἷς καὶ πρόβατα ἓξ ἐκλεκτὰ καὶ χίμαρος ἐγίνοντό μοι καὶ ἀνὰ μέσον δέκα ἡμερῶν ἐν πᾶσιν οἶνος τῷ πλήθει· καὶ σὺν τούτοις ἄρτους τῆς βίας οὐκ ἐζήτησα, ὅτι βαρεῖα ἡ δουλεία ἐπὶ τὸν λαὸν τοῦτον. –
93Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 13; 2
ὑπελείφθη δὲ Ιουδιθ μόνη ἐν τῇ σκηνῇ, καὶ Ολοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ· ἦν γὰρ περικεχυμένος αὐτῷ ὁ οἶνος.
94Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 1; 7
ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων· οἶνος πολὺς καὶ ἡδύς, ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν.
95Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 103; 15
καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
96Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 20; 1
ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη, πᾶς δὲ ὁ συμμειγνύμενος αὐτῇ οὐκ ἔσται σοφός.
97Biblia, Biblia graeca iuxta LXX interpretes, Ecl, 10; 19
εἰς γέλωτα ποιοῦσιν ἄρτον, καὶ οἶνος εὐφραίνει ζῶντας, καὶ τοῦ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα.
98Biblia, Biblia graeca iuxta LXX interpretes, Ct, 7; 10
καὶ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύθητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν.
99Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 9; 10
Μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον, ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔφισος αὐτῷ· οἶνος νέος φίλος νέος· ἐὰν παλαιωθῇ, μετ’ εὐφροσύνης πίεσαι αὐτόν.
100Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 19; 2
οἶνος καὶ γυναῖκες ἀποστήσουσιν συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται·
101Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 31; 25
Ἐν οἴνῳ μὴ ἀνδρίζου· πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος.
102Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 31; 26
κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων.
103Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 31; 27
ἔφισον ζωῆς οἶνος ἀνθρώποις, ἐὰν πίνῃς αὐτὸν ἐν μέτρῳ αὐτοῦ. τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ; καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις.
104Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 31; 28
ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης·
105Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 31; 29
πικρία ψυχῆς οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι.
106Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 40; 20
οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν, καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας.
107Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 5; 11
οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σικερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει.
108Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 24; 7
πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν.
109Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 31; 33
συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβίτιδος, καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωῒ οὐκ ἐπάτησαν οὐδὲ δείλης, οὐκ ἐποίησαν αιδαδ.
110Biblia, Biblia graeca iuxta LXX interpretes, Lam, 2; 12
Ταῖς μητράσιν αὐτῶν εἶπαν Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν.
111Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 27; 18
Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεώς σου· οἶνος ἐκ Χελβων καὶ ἔρια ἐκ Μιλήτου·
112Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 10; 3
ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, ἔλαιον οὐκ ἠλειψάμην ἕως τοῦ συντελέσαι με τὰς τρεῖς ἑβδομάδας τῶν ἡμερῶν.
113Biblia, Biblia graeca iuxta LXX interpretes, Os, 9; 2
ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς.
114Biblia, Biblia graeca iuxta LXX interpretes, Os, 14; 8
ἐπιστρέψουσιν καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ, ζήσονται καὶ μεθυσθήσονται σίτῳ· καὶ ἐξανθήσει ὡς ἄμπελος τὸ μνημόσυνον αὐτοῦ, ὡς οἶνος Λιβάνου.
115Biblia, Biblia graeca iuxta LXX interpretes, Ioel, 1; 10
ὅτι τεταλαιπώρηκεν τὰ πεδία· πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκεν σῖτος, ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον.
116Biblia, Biblia graeca iuxta LXX interpretes, Zach, 9; 17
ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ’ αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.
117Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 15; 39
καθάπερ γὰρ οἶνον κατὰ μόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτως καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει. ἐνταῦθα δὲ ἔσται ἡ τελευτή.
118Biblia, Biblia graeca iuxta LXX interpretes, Od, 2; 33
θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος.
119Biblia, Biblia graeca iuxta LXX interpretes, Bel, 1; 11
καὶ παρετέθη τὰ βρώματα ἐνώπιον τοῦ βασιλέως καὶ τοῦ Δανιηλ, καὶ οἶνος κερασθεὶς εἰσηνέχθη καὶ παρετέθη τῷ Βηλ. καὶ εἶπεν Δανιηλ Σὺ αὐτὸς ὁρᾷς ὅτι κεῖται ταῦτα, βασιλεῦ· σὺ οὖν ἐπισφράγισαι τὰς κλεῖδας τοῦ ναοῦ, ἐπὰν κλεισθῇ.
120Biblia, Novum testamentum graece, Mt, 9; 17
οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.
121Biblia, Novum testamentum graece, Mc, 2; 22
καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς – εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί – ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς.
122Biblia, Novum testamentum graece, Lc, 5; 37
καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
123Cornelius Labeo, Testimonia et fragmenta (Cornelius Labeo), p2, 8; 3 (auctor fl.c.250)
Ἐν διδύμοις γε μὴν οὔσης τῆς σελήνης ἐπὶ τῆς θερινῆς τροπῆς, ἀμφίβολος ἔσται ὁ ἐνιαυτός· ἡγήσεται μὲν γὰρ ὑγρότης, ἕψεται δὲ ξεπότης, καὶ ὁ μὲν σῖτος ἐλάσσων, κρείττων δὲ ὁ οἶνος, καὶ οὐχ ἥκιστα τὸ ἔλαιον ἀφθονώτατα διαρκέσει.
124Desiderius Erasmus, Adagia, Chiliades, 1, 617; 9 (opus 1508)
Effertur et ad hunc modum apud Athenaeum libro II paroemia Οἷνος καί ἀλήθεια, id est Vinum et veritas.
125Desiderius Erasmus, Adagia, Chiliades, 1, 617; 13 (opus 1508)
Theognis: Ἐν πυρί μέν χρυσόν τε καί ἄργυρον ἴδριες ἄνδρες Γινώσκουσ’· ἀνδρός δ’ οἷνος ἔδειξε νόον, id est Aurum atque argentum fabris dignoscitur igni, Vinum hominis prodens arguit ingenium.
126Desiderius Erasmus, Adagia, Chiliades, 1, 617; 14 (opus 1508)
Athenaeus hunc senarium citat ex Euripide: Κάθορπτον γάρ εἴδους χαλκός ἐστ’, οἷνος δέ νοῦ, id est Forma aere lucet, vina produnt pectora.
127Desiderius Erasmus, Adagia, Chiliades, 1, 617; 24 (opus 1508)
Alcibiades in Symposio Platonis: Σό δ’ ἐντεῦθεν οὐκ ἄν μου ἠκούσατε λέγοντος, εἰ μή πρῶτον μέν, τό λεγόμενον, οἷνος ἄνευ τε παίδων καί μετά παίδων ἦν ἀληθής, id est Quae vero nunc sequuntur, non prius audietis quam proverbium illud recensuerim: Vinum et cum pueritia et sine pueritia veridicum est.
128Desiderius Erasmus, Adagia, Chiliades, 2, 1219; 1 (opus 1508)
Ac rursus ibidem hoc item carmen proverbio iactatum scribit: Οἷνος ἄνωγε γέροντα καί οὐκ ἐθέλοντα χορεύειν, id est Vina senem, ut nolit, cogunt ductare choreas.
129Desiderius Erasmus, Adagia, Chiliades, 2, 1219; 3 (opus 1508)
Subiicit et aliud carmen non dissimilis sententiae: Οἷνος καί φρονέοντας ἐς ἀφροσύνην ἀναβάλλει, id est Insanire facit sanos quoque copia vini.
130Desiderius Erasmus, Adagia, Chiliades, 2, 1297; 22 (opus 1508)
Aristophanes vinum lac Veneris appellat, quod alat libidinem: Ἡδύς τε πίνειν οἷνος, Ἀφροδίτης γάλα, id est Vinum bibenti suave, lac Cypriae deae.
131Desiderius Erasmus, Adagia, Chiliades, 2, 1502; 7 (opus 1508)
Demetrii Halicarnassei distichon huiusmodi citatur a Zenodoto, etiam si in epigrammatis refertur Nicerati titulo: Οἷνός που χαρίεν τι φέρει τaχύς ἵππος ἀοιδῶν Ὕδωρ δέ πίνων χρηστόν οὐδέν ἅν τέκῃς.
132Desiderius Erasmus, Adagia, Chiliades, 2, 1502; 8 (opus 1508)
Quamquam apud Athenaeum secus refertur versus prior: Οἷνός τοι χαρίεντι πέλει μέγας ἵππος ἀοιδῷ, id est Sane magnus equus lepido sunt vina poetae.
133Desiderius Erasmus, Adagia, Chiliades, 3, 2925; 1 (opus 1508)
Adversus eum, qui mali sui causam alio reiicit, ita ut vulgo factitant, apposite torquebitur illud ex Odysseae Λ dictum ab Elpenoris umbra, qui temulentus perierat apud Circen: Ἆσέ με δαίμονος αἷσα κακή καί ἀθέσφατος οἷνος, id est Mala facta deum nocuerunt visque Lyaei.
134Desiderius Erasmus, Adagia, Chiliades, 3, 2929; 1 (opus 1508)
Ubi quis negat se reticere posse quod habet in animo, festiviter acomodabit illud ex eodem libro: Εὐξάμενός τι ἔπος ἐρέω, οἷνος γάρ ἀνώγει Ἤλιος, id est Dicam equidem quiddam iactantius, urget enim me Vinum amens.
135Desiderius Erasmus, Adagia, Chiliades, 4, 3541; 1 (opus 1508)
Καρικός οἷνος Suidas indicat fuisse proverbium de vino, ut opinor, tenui, quod adferret hilaritatem, qualis erat Carica Musa, de qua dictum est alias.
136Desiderius Erasmus, Adagia, Chiliades, 4, 3541; 3 (opus 1508)
Sed haud scio an apud Suidam pro οἷμος scriptum sit οἷνος, nisi quod Hesychius nescio quid attingit de carica vite velut inculta et incomposita.
137Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars secunda, 6, p173; 221 (auctor 1520-1575)
Sic ab Esch ignis, aestus, aestas, ἑστία vesta: a Iayn οἶνος vinum, unde et huius oppidi nomen bier, quod ardere: Graecum πῦρ fervor, febris.
138Flauius Sosipater Charisius, Ars, p. 38, l. 22 (auctor c.362)
item haec semper singularia sunt, mel μέλι; quamuis Vergilius mella dixerit: oleum ἔλαιον, uinum οἶνος; quamuis Vergilius uina dixerit: mulsum οἰνόμελι, defrutum ἕψημα, acetum ὄξος, lac γάλα lactis, garum muria liquamen.
139Flauius Sosipater Charisius, Ars, p. 458, l. 57 (auctor c.362)
uinum οἶνος.
140Fronto, Epistulae, add., 5; 24 (auctor c.95-165)
ἢ οὐχὶ ξένια τὰ ψαυστὰ πόπανα καὶ τὸ μέλι καὶ ὁ οἶνος ὁ σπενδόμενος καὶ τὸ γάλα καὶ τὰ σπλάγχνα τὰ τῶν ἱερείων; καὶ ὁ λιβανωτὸς δὲ ξένιον θεοῦ.
141Gregorius I, Dialogi, 77, 0190C (auctor 540-604)
Ἡνίκα δὲ ἐξ αὐτῶν οἶνος ὀλίγος προελθεῖν ἤρξατο, τοῦτον ὁ τοῦ Θεοῦ ἄνθρωπος ταῖς ἰδίαις χερσὶν ἐν σεμνοτάτῳ ἀγγείῳ δεξάμενος, εἰς ὅλα τὰ ἑτοιμασθέντα σκεύη εὐλογίας χάριν διεμέρισεν· ὥστε μόλις πάντα τὰ ἀγγεῖα ἐκ τοῦ αὐτοῦ οἴνου πιανθῆναι.
142Gregorius I, Dialogi, 77, 0190D (auctor 540-604)
Τότε ἤρξατο ὁ οἶνος ἐν τῇ ληνῷ αὐξάνειν, ὥστε ἅπαντα τὰ ἐνεχθέντα τῶν πτωχῶν ἀγγεῖα γεμισθῆναι.
143Gregorius I, Dialogi, 77, 0191A (auctor 540-604)
Τὰ δὲ σκεύη ἐν οἷς ὁ ἐκπιεσθεὶς ὀλίγος οἶνος ἐβλίθὴ, δαψιλῶς τὸν οἶνον ἐκχύνοντα εὗρεν· ὥστε εἰ ἐδέησε τὸν ἐπίσκοπον ὀλίγον βραδύναι τοῦ εἰσελθεῖν, τὴν γῆν τῆς ἀποθήκης πᾶσαν ἐπὶ τοῦ ὑπερεκχεομένου οἴνου σκεπασθῆναι.
144Gregorius I, Dialogi, 77, 0195C (auctor 540-604)
Ἕως οὗ δὲ ἐν Ῥαβέννῃ εἰσῆλθον, δαψιλῶς ἐξ αὐτοῦ πίνοντες, καὶ ἐν αὐτῇ τῇ πόλει δὲ ὀλίγας ἡμέρας διατρίψαντες, ὁ παρὰ τοῦ ἁγίου τούτου ἀνδρὸς δοθεὶς αὐτοῖς οἶνος ἐν τῷ σεμνοτάτῳ σκεύει, οὐ διέλειψεν· ἀλλὰ καὶ ὑποστρέψαντες πρὸς αὐτὸν, ἤγαγον ἐκ τοῦ αὐτοῦ οἴνου, καθ' ἡμέραν εἰς κόρον πίνοντες, καὶ μηδέποτε ἐν τῷ αὐτῷ σκεύει ἐπιβαλόντες· ἀλλ' ὡς ἵνα ἔβρυεν, οὕτω διήρκεσε.
145Herodotus, Historiae, 1, 213, 1; 1 (auctor c.484BC-425BC)
Κῦρος μὲν ἐπέων οὐδένα τούτων ἀνενειχθέντων ἐποιέετο λόγον· ὁ δὲ τῆς βασιλείης Τομύριος παῖς Σπαργαπίσης, ὥς μιν ὅ τε οἶνος ἀνῆκε καὶ ἔμαθε ἵνα ἦν κακοῦ, δεηθεὶς Κύρου ἐκ τῶν δεσμῶν λυθῆναι ἔτυχε, ὡς δὲ ἐλύθη τε τάχιστα καὶ τῶν χειρῶν ἐκράτησε, διεργάζεται ἑωυτόν.
146Herodotus, Historiae, 2, 37, 4; 7 (auctor c.484BC-425BC)
πάσχουσι δὲ καὶ ἀγαθὰ οὐκ ὀλίγα· οὔτε τι γὰρ τῶν οἰκηίων τρίβουσι οὔτε δαπανῶνται, ἀλλὰ καὶ σιτία σφι ἐστὶ ἱρὰ πεσσόμενα, καὶ κρεῶν βοέων καὶ χηνέων πλῆθός τι ἑκάστῳ γίνεται πολλὸν ἡμέρης ἑκάστης, δίδοται δέ σφι καὶ οἶνος ἀμπέλινος· ἰχθύων δὲ οὔ σφι ἔξεστι πάσασθαι.
147Herodotus, Historiae, 2, 60, 3; 4 (auctor c.484BC-425BC)
ταῦτα παρὰ πᾶσαν πόλιν παραποταμίην ποιεῦσι· ἐπεὰν δὲ ἀπίκωνται ἐς τὴν Βούβαστιν, ὁρτάζουσι μεγάλας ἀνάγοντες θυσίας, καὶ οἶνος ἀμπέλινος ἀναισιμοῦται πλέων ἐν τῇ ὁρτῇ ταύτῃ ἢ ἐν τῷ ἅπαντι ἐνιαυτῷ τῷ ἐπιλοίπῳ.
148Herodotus, Historiae, 2, 121, 2; 14 (auctor c.484BC-425BC)
ὡς δὲ χαλεπῶς ἐλαμβάνετο ἡ μήτηρ τοῦ περιεόντος παιδὸς καὶ πολλὰ πρὸς αὐτὴν λέγων οὐκ ἔπειθε, ἐπιτεχνήσασθαι τοιάδε μιν· ὄνους κατασκευασάμενον καὶ ἀσκοὺς πλήσαντα οἴνου ἐπιθεῖναι ἐπὶ τῶν ὄνων καὶ ἔπειτα ἐλαύνειν αὐτούς· ὡς δὲ κατὰ τοὺς φυλάσσοντας ἦν τὸν κρεμάμενον νέκυν, ἐπισπάσαντα τῶν ἀσκῶν δύο ἢ τρεῖς ποδεῶνας αὐτὸν λύειν ἀπαμμένους· ὡς δὲ ἔρρεε ὁ οἶνος, τὴν κεφαλήν μιν κόπτεσθαι μεγάλα βοῶντα ὡς οὐκ ἔχοντα πρὸς ὁκοῖον τῶν ὄνων πρῶτον τράπηται.
149Hesiodus, Opera et dies, 571; 4 (auctor fl.c.700BC)
ἦμος δὲ σκόλυμός τ' ἀνθεῖ καὶ ἠχέτα τέττιξ δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετ' ἀοιδὴν πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ, τῆμος πιόταταί τ' αἶγες καὶ οἶνος ἄριστος, μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει, αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότ' ἤδη εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος, μάζα τ' ἀμολγαίη γάλα τ' αἰγῶν σβεννυμενάων, καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης πρωτογόνων τ' ἐρίφων· ἐπὶ δ' αἴθοπα πινέμεν οἶνον, ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς, ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα, κρήνης τ' αἰενάου καὶ ἀπορρύτου, ἥτ' ἀθόλωτος, τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
150Homerus, Ilias, 3, 264; 8 (auctor fl.700BC)
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· Ζεῦ κύδιστε μέγιστε καί ἀθάνατοι θεοί ἄλλοι ὁππότεροι πρότεροι ὑπέρ ὅρκια πημήνειαν ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος αὐτῶν καί τεκέων, ἄλοχοι δ' ἄλλοισι δαμεῖεν.
151Homerus, Ilias, 6, 232; 5 (auctor fl.700BC)
ἀνδρί δέ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει, ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.
152Homerus, Odyssea, 9, 161; 1 (auctor fl.700BC)
" ὣς τότε μέν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καί μέθυ ἡδύ· οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός, ἀλλ' ἐνέην· πολλόν γάρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι ἠφύσαμεν Κικόνων.
153Homerus, Odyssea, 9, 360; 3 (auctor fl.700BC)
αὐτάρ ἐπεί Κύκλωπα περί φρένας ἤλυθεν οἶνος, καί τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι· " Κύκλωψ, εἰρωτᾷς μ' ὄνομα κλυτόν, αὐτάρ ἐγώ τοι ἐξερέω· σύ δέ μοι δός ξείνιον, ὥς περ ὑπέστης.
154Homerus, Odyssea, 9, 360; 6 (auctor fl.700BC)
" ἦ καί ἀνακλινθείς πέσεν ὕπτιος, αὐτάρ ἔπειτα κεῖτ' ἀποδοχμώσας παχύν αὐχένα, κάδ δέ μιν ὕπνος ᾕρει πανδαμάτωρ· φάρυγος δ' ἐξέσσυτο οἶνος ψωμοί τ' ἀνδρόμεοι· ὁ δ' ἐρεύγετο οἰνοβαρείων.
155Homerus, Odyssea, 11, 51; 3 (auctor fl.700BC)
" ὣς ἐφάμην, ὁ δέ μ' οἰμώξας ἠμείβετο μύθῳ· « διογενές Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, ἆσέ με δαίμονος αἶσα κακή καί ἀθέσφατος οἶνος.
156Homerus, Odyssea, 13, 217; 8 (auctor fl.700BC)
ἐν μέν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος γίγνεται· αἰεί δ' ὄμβρος ἔχει τεθαλυῖά τ' ἐέρση· αἰγίβοτος δ' ἀγαθή καί βούβοτος· ἔστι μέν ὕλη παντοίη, ἐν δ' ἀρδμοί ἐπηετανοί παρέασι.
157Homerus, Odyssea, 14, 446; 6 (auctor fl.700BC)
τοῖς δ' Ὀδυσεύς μετέειπε, συβώτεω πειρητίζων, εἴ πώς οἱ ἐκδύς χλαῖναν πόροι, ἤ τιν' ἑταίρων ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην· " κέκλυθι νῦν, Εὔμαιε καί ἄλλοι πάντες ἑταῖροι, εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γάρ ἀνώγει ἠλεός, ὅς τ' ἐφέηκε πολύφρονά περ μάλ' ἀεῖσαι καί θ' ἁπαλόν γελάσαι, καί τ' ὀρχήσασθαι ἀνῆκε, καί τι ἔπος προέηκεν ὅ περ τ' ἄρρητον ἄμεινον.
158Homerus, Odyssea, 18, 290; 15 (auctor fl.700BC)
ἥ ῥ' Ὀδυσῆ' ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν· " ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί, οὐδ' ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών, ἠέ που ἐς λέσχην, ἀλλ' ἐνθάδε πόλλ' ἀγορεύεις, θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεί τοιοῦτος νόος ἐστίν· ὃ καί μεταμώνια βάζεις.
159Homerus, Odyssea, 18, 365; 6 (auctor fl.700BC)
" ὣς ἔφατ', Εὐρύμαχος δ' ἐχολώσατο κηρόθι μᾶλλον, καί μιν ὑπόδρα ἰδών ἔπεα πτερόεντα προσηύδα· " ἆ δείλ', ἦ τάχα τοι τελέω κακόν, οἷ' ἀγορεύεις θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεί τοιοῦτος νόος ἐστίν· ὃ καί μεταμώνια βάζεις.
160Homerus, Odyssea, 21, 256; 10 (auctor fl.700BC)
οἶνός σε τρώει μελιηδής, ὅς τε καί ἄλλους βλάπτει, ὃς ἄν μιν χανδόν ἕλῃ μηδ' αἴσιμα πίνῃ.
161Homerus, Odyssea, 21, 256; 11 (auctor fl.700BC)
οἶνος καί Κένταυρον, ἀγακλυτόν Εὐρυτίωνα, ἄασ' ἐνί μεγάρῳ μεγαθύμου Πειριθόοιο, ἐς Λαπίθας ἐλθόνθ'· ὁ δ' ἐπεί φρένας ἄασεν οἴνῳ, μαινόμενος κάκ' ἔρεξε δόμον κάτα Πειριθόοιο· ἥρωας δ' ἄχος εἷλε, διέκ προθύρου δέ θύραζε ἕλκον ἀναΐξαντες, ἀπ' οὔατα νηλέϊ χαλκῷ ῥῖνάς τ' ἀμήσαντες· ὁ δέ φρεσίν ᾗσιν ἀασθείς ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
162Homerus, Odyssea, 23, 263; 8 (auctor fl.700BC)
τώ δ' ἐπεί οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς, τερπέσθην μύθοισι, πρός ἀλλήλους ἐνέποντε, ἡ μέν ὅσ' ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν, ἀνδρῶν μνηστήρων ἐσορῶσ' ἀΐδηλον ὅμιλον, οἳ ἕθεν εἵνεκα πολλά, βόας καί ἴφια μῆλα, ἔσφαζον, πολλός δέ πίθων ἠφύσσετο οἶνος· αὐτάρ ὁ διογενής Ὀδυσεύς ὅσα κήδε' ἔθηκεν ἀνθρώποις ὅσα τ' αὐτός ὀϊζύσας ἐμόγησε, πάντ' ἔλεγ'· ἡ δ' ἄρ' ἐτέρπετ' ἀκούουσ', οὐδέ οἱ ὕπνος πῖπτεν ἐπί βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
163Isidorus Hispalensis, Etymologiae, 82, 0716C (auctor 565-636)
1. Oenophorus, vas ferens vinum; οἶνος enim vinum est, de quo illud est: Vertitur oenophoris fundus, sententia nobis.
164Isidorus Hispalensis, Etymologiae, 20, 6, 5; 2 (auctor 565-636)
Oenophorum vas ferens vinum; οἲνος enim vinum est.
165Isidorus Hispalensis Incertus, Liber glossarum, 83, 1366
Phago cibus; unde φάγος ἡμερινὸς ἄρτος καὶ τυρὸς καὶ οἶνος, in vita monachorum.
166Macrobius Theodosius, Saturnalia, p6, 18; 11 (auctor c.420)
Aristophanes vetus comicus in comoedia Cocalo sic ait: ἤμουν ἄγριον βάρος — ἤπειγεν γάρ τοι μ᾽ οἶνος — οὐ μείξας πῶμ᾽ Ἀχελῴῳ.
167Macrobius Theodosius, Saturnalia, p8, 15; 37 (auctor c.420)
Euripides vero huius rei manifestissimus adstipulator est: οἶνος περάσας πλευμόνων διαρροάς.
168Martyrius, De b muta et u uocali, p. 175, l. 14 (auctor c.520)
uap praefinita syllaba u uocalem habebit pro consonante, ut uappa ὑδαρὴς οἶνος.
169Masenius Iacobus, Exercitationes Oratoriae, MaEK.01, 2, 3; 17 (auctor 1606-1681)
οἶνος τοι χαρίεντι μέγας πέλει ἵππος ὠοιδῷ.
170Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 71; 15 (auctor 1606-1681)
Α)́οινος μέθη : citra vinum temulentia.
171Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 110; 8 (auctor 1606-1681)
Κάθοπτρον γὰρ εἴδους χαλκός ἐστι οἴνος δὲ νοῦ .
172Plato, Convivium, p1, 203; 7 (auctor c.425BC-347BC)
ὁ οὖν Πόρος μεθυσθεὶς τοῦ νέκταρος – οἶνος γὰρ οὔπω ἦν – εἰς τὸν τοῦ Διὸς κῆπον εἰσελθὼν βεβαρημένος ηὗδεν.
173Plato, Convivium, p1, 217; 13 (auctor c.425BC-347BC)
μέχρι μὲν οὖν δὴ δεῦρο τοῦ λόγου καλῶς ἂν ἔχοι καὶ πρὸς ὁντινοῦν λέγειν· τὸ δ' ἐντεῦθεν οὐκ ἄν μου ἠκούσατε λέγοντος, εἰ μὴ πρῶτον μέν, τὸ λεγόμενον, οἶνος ἄνευ τε παίδων καὶ μετὰ παίδων ἦν ἀληθής, ἔπειτα ἀφανίσαι Σωκράτους ἔργον ὑπερήφανον εἰς ἔπαινον ἐλθόντα ἄδικόν μοι φαίνεται.
174Plato, Cratylos, p1, 406; 9 (auctor c.425BC-347BC)
ὅ τε γὰρ Διόνυσος εἴη ἂν ὁ διδοὺς τὸν οἶνον «Διδοίνυσος» ἐν παιδιᾷ καλούμενος, οἶνος δ', ὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ τῶν πινόντων τοὺς πολλοὺς οὐκ ἔχοντας, «οἰόνους» δικαιότατ' ἂν καλούμενος.
175Plato, Leges, 1a, 674; 2 (auctor c.425BC-347BC)
καὶ ἄλλα δὲ πάμπολλα ἄν τις λέγοι ἐν οἷς τοῖς νοῦν τε καὶ νόμον ἔχουσιν ὀρθὸν οὐ ποτέος οἶνος· ὥστε κατὰ τὸν λόγον τοῦτον οὐδ' ἀμπελώνων ἂν πολλῶν δέοι οὐδ' ᾗτινι πόλει, τακτὰ δὲ τά τ' ἄλλ' ἂν εἴη γεωργήματα καὶ πᾶσα ἡ δίαιτα, καὶ δὴ τά γε περὶ οἶνον σχεδὸν ἁπάντων ἐμμετρότατα καὶ ὀλίγιστα γίγνοιτ' ἄν.
176Plato, Leges, 1e, 773; 6 (auctor c.425BC-347BC)
ταῦτα δὴ διὰ λόγου μὲν νόμῳ προστάττειν, μὴ γαμεῖν πλούσιον πλουσίου, μηδὲ πολλὰ δυνάμενον πράττειν ἄλλου τοιούτου, θάττους δὲ ἤθεσι πρὸς βραδυτέρους καὶ βραδυτέρους πρὸς θάττους ἀναγκάζειν τῇ τῶν γάμων κοινωνίᾳ πορεύεσθαι, πρὸς τῷ γελοῖα εἶναι θυμὸν ἂν ἐγείραι πολλοῖς· οὐ γὰρ ῥᾴδιον ἐννοεῖν ὅτι πόλιν εἶναι δεῖ δίκην κρατῆρος κεκραμένην, οὗ μαινόμενος μὲν οἶνος ἐγκεχυμένος ζεῖ, κολαζόμενος δὲ ὑπὸ νήφοντος ἑτέρου θεοῦ καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πῶμα καὶ μέτριον ἀπεργάζεται.
177Plato, Lysis, p1, 219; 25 (auctor c.425BC-347BC)
οὐκοῦν καὶ τὸ ἀγγεῖον, ἐν ᾧ ὁ οἶνος ἐνείη· πάνυ γε.
178Plato, Minos, p1, 320; 1 (auctor c.425BC-347BC)
ὑπολαμβάνοντες· πολλῶν γὰρ ὄντων ἀνθρώπων καὶ Ἑλλήνων καὶ βαρβάρων, οὐκ ἔστιν οἵτινες ἀπέχονται συμποσίων καὶ ταύτης τῆς παιδιᾶς, οὗ ἔστιν οἶνος, ἄλλοι ἢ Κρῆτες καὶ Λακεδαιμόνιοι δεύτεροι, μαθόντες παρὰ Κρητῶν.
179Plato, Timaeus, p1, 60; 1 (auctor c.425BC-347BC)
διὰ τῶν ἐκ γῆς φυτῶν ἠθημένα, χυμοὶ λεγόμενοι – διὰ δὲ τὰς μείξεις ἀνομοιότητα ἕκαστοι σχόντες τὰ μὲν ἄλλα πολλὰ ἀνώνυμα γένη παρέσχοντο, τέτταρα δὲ ὅσα ἔμπυρα εἴδη, διαφανῆ μάλιστα γενόμενα, εἴληφεν ὀνόματα αὐτῶν, τὸ μὲν τῆς ψυχῆς μετὰ τοῦ σώματος θερμαντικὸν οἶνος, τὸ δὲ λεῖον καὶ διακριτικὸν ὄψεως διὰ ταῦτά τε ἰδεῖν λαμπρὸν καὶ στίλβον λιπαρόν τε φανταζόμενον ἐλαιηρὸν εἶδος, πίττα καὶ κίκι καὶ ἔλαιον αὐτὸ ὅσα τ' ἄλλα τῆς αὐτῆς δυνάμεως· ὅσον δὲ διαχυτικὸν μέχρι φύσεως τῶν περὶ τὸ στόμα συνόδων, ταύτῃ τῇ δυνάμει γλυκύτητα παρεχόμενον, μέλι τὸ κατὰ πάντων μάλιστα πρόσρημα ἔσχεν, τὸ δὲ τῆς σαρκὸς διαλυτικὸν τῷ κάειν, ἀφρῶδες γένος, ἐκ πάντων ἀφορισθὲν τῶν χυμῶν, ὀπὸς ἐπωνομάσθη.
180Plotinus, Enneades, 4, 3, 20; 12 (auctor c.205-270)
Εἰ δέ τις λέγοι, ὡς ἐν ὅλῳ μέρος τῷ ζώιῳ, πρῶτον μὲν ἡ αὐτὴ ἂν μένοι ἀπορία, πῶς ἐν ὅλῳ· οὐ γὰρ δὴ ὡς ἐν τῷ ἀμφορεῖ τοῦ οἴνου ὁ οἶνος, ἢ ὡς ὁ ἀμφορεύς, οὐδ᾽ ἧι καὶ αὐτό τι ἐν αὐτῷ ἔσται.
181Servius, In Vergilii Georgicis comentarii, 2, 98; 2 (auctor fl.c.400)
nam alii volunt sine vitio in subauditione esse posita quae aperte dicere non possumus, ut sit 'quibus vinis assurgit', id est cedit, 'vinus Tmolius et Phanaeus': quod si aperte dicatur, est utrumque vitiosum — tamen 'vinus' de Graeco traxit, nam οἶνος dicunt.
182Servius, In Vergilii Georgicis comentarii, 2, 98; 7 (auctor fl.c.400)
rex ipse phanaeus de Lucilio hoc tractum est, qui ait Χῖός τε δυνά STHS, id est οἶνος.