'οίος' - search in All Authors, Showing 1 to 425 of 425 hits

1Aristoteles, De arte poetica, 14; 13 (auctor 384BC-322BC)
Τοῦτο μέν οὖν ἔξω τοῦ δράματος, ἐν δ᾿ αὐτῇ τῇ τραγῳδίᾳ, οἷος ὁ Ἀλκμαίων ὁ Ἀστυδάμαντος ἢ ὁ Τηλέγονος ὁ ἐν τῷ τραυματίᾳ Ὀδυσσεῖ.
2Aristoteles, De arte poetica, 14; 17 (auctor 384BC-322BC)
Διόπερ οὐδείς ποιεῖ ὁμοίως, εἰ μή ὀλιγάκις, οἷος ἐν Ἀντιγόνῃ τόν Κρέοντα ὁ Αἵμων.
3Aristoteles, De generatione animalium, 1, 6; 5 (auctor 384BC-322BC)
τοῖς δ' ἰχθύσι τοιοῦτος ὁ πόρος πᾶς ἐστιν οἷος ἐπὶ τῶν ἀνθρώπων καὶ τῶν τοιούτων ζῴων κατὰ τὸ ἕτερον μέρος τῆς ἐπαναδιπλώσεως.
4Aristoteles, De generatione animalium, 3, 7; 11 (auctor 384BC-322BC)
αἴτιον δ' ὅτι οὐ δίχροα ταῦτα· διόπερ οὐχ ὥρισται τοιοῦτος καιρὸς τούτοις οἷος ἐπὶ τῶν ὀρνίθων.
5Aristoteles, De partibus animalium, 4, 5, 6; 14 (auctor 384BC-322BC)
Μετὰ δὲ τὸ στόμα τοῖς μαλακίοις ἐστὶ στόμαχος μακρός, τούτου δ´ ἐχόμενος πρόλοβος οἷός περ τοῖς ὄρνισιν, εἶτα συνεχὴς κοιλία καὶ ταύτης ἐχόμενον ἔντερον ἁπλοῦν μέχρι τῆς ἐξόδου.
6Aristoteles, De sophisticis elenchis, 11; 18 (auctor 384BC-322BC)
Νῦν δ᾿ οὐκ ἔστιν ὁ διαλεκτικός περί γένος τι ὡρισμένον, οὐδέ δεικτικός οὐδενός, οὐδέ τοιοῦτος οἷος ὁ καθόλου.
7Aristoteles, Ethica Eudemia, 2; 147 (auctor 384BC-322BC)
ἔτι ἡ μοχθηρία ἀδικώτερον πᾶσα ποιεῖ, ἡ δ' ἀκρασία μοχθηρία δοκεῖ εἶναι, ὁ δ' ἀκρατὴς ὁ κατὰ τὴν ἐπιθυμίαν παρὰ τὸν λογισμὸν οἷος πράττειν, ἀκρατεύεται δ' ὅταν ἐνεργῇ κατ' αὐτήν, τὸ δ' ἀδικεῖν ἑκούσιον, ὥσθ' ὁ ἀκρατὴς ἀδικήσει τῷ πράττειν κατ' ἐπιθυμίαν· ἑκὼν ἄρα πράξει, καὶ ἑκούσιον τὸ κατ' ἐπιθυμίαν· καὶ γὰρ ἄτοπον εἰ δικαιότεροι ἔσονται οἱ ἀκρατεῖς γινόμενοι.
8Aristoteles, Ethica Eudemia, 3; 4 (auctor 384BC-322BC)
δῆλον οὖν ὅτι καὶ οἱ κατὰ τὰς ἕξεις ταύτας λεγόμενοι ὁμοίως ἀντικείσονται σφίσιν αὐτοῖς, οἷον ὁ δειλὸς (οὗτος γὰρ λέγεται κατὰ τὸ φοβεῖσθαι μᾶλλον ἢ δεῖ καὶ θαρρεῖν ἧττον ἢ δεῖ) καὶ ὁ θρασύς· καὶ γὰρ οὗτος κατὰ τὸ τοιοῦτος εἶναι οἷος φοβεῖσθαι μὲν ἧττον ἢ δεῖ, θαρρεῖν δὲ μᾶλλον ἢ δεῖ.
9Aristoteles, Ethica Eudemia, 3; 46 (auctor 384BC-322BC)
εἰ γάρ τις εἴη τοιοῦτος οἷος πρὸς ἀλέας καὶ ψύχη καὶ τὰς τοιαύτας λύπας ὑπομενετικός, ὡς ὁ λόγος, ἀκινδύνους οὔσας, πρὸς δὲ τὸν θάνατον καὶ μαλακὸς καὶ περίφοβος, μὴ δι' ἄλλο τι πάθος ἀλλὰ δι' αὐτὴν τὴν φθοράν, ἄλλος δὲ πρὸς μὲν ἐκείνας μαλακός, πρὸς δὲ τὸν θάνατον ἀπαθής· ἐκεῖνος μὲν ἂν εἶναι δόξειε δειλός, οὗτος δ' ἀνδρεῖος.
10Aristoteles, Ethica Eudemia, 3; 147 (auctor 384BC-322BC)
ἔστι μὲν γὰρ ἄξιον εἶναι μεγάλων καὶ ἀξιοῦν ἑαυτὸν τούτων, ἔστι δὲ μικρὰ καὶ ἄξιόν τινα τηλικούτων καὶ ἀξιοῦν ἑαυτὸν τούτων, ἔστι δ' ἀνάπαλιν πρὸς ἑκάτερα αὐτῶν· ὃ μὲν γὰρ ἂν εἴη τοιοῦτος οἷος ἄξιος ὢν μικρῶν μεγάλων ἀξιοῦν ἑαυτὸν τῶν ἐντίμων ἀγαθῶν, ὃ δὲ ἄξιος ὢν μεγάλων ἀξιοίη ἂν μικρῶν ἑαυτόν.
11Aristoteles, Ethica Eudemia, 3; 148 (auctor 384BC-322BC)
ὁ μὲν οὖν ἄξιος μικρῶν, μεγάλων δ' ἀξιῶν ἑαυτὸν ψεκτός (ἀνόητον γὰρ καὶ οὐ καλὸν τὸ παρὰ τὴν ἀξίαν τυγχάνειν) , ψεκτὸς δὲ καὶ ὅστις ἄξιος ὢν ὑπαρχόντων αὐτῷ τῶν τοιούτων μετέχειν μὴ ἀξιοῖ ἑαυτόν· λείπεται δὲ ἐνταῦθα ἐναντίος τούτοις ἀμφοτέροις, ὅστις ὢν ἄξιος μεγάλων ἀξιοῖ αὐτὸς ἑαυτὸν τούτων, καὶ τοιοῦτός ἐστιν οἷος ἀξιοῦν ἑαυτόν.
12Aristoteles, Ethica Eudemia, 7; 398 (auctor 384BC-322BC)
ὅτι γὰρ ὁ θεὸς οὐ τοιοῦτος οἷος δεῖσθαι φίλου, καὶ τὸν ὅμοιον ἀξιοῦμεν.
13Aristoteles, Ethica Nicomachea, 4, 8; 8 (auctor 384BC-322BC)
καὶ οἷος εὖ ποιεῖν, εὐεργετούμενος δ' αἰσχύνεται· τὸ μὲν γὰρ ὑπερέχοντος, τὸ δ' ὑπερεχομένου.
14Aristoteles, Ethica Nicomachea, 4, 8; 17 (auctor 384BC-322BC)
καὶ οἷος κεκτῆσθαι μᾶλλον τὰ καλὰ καὶ ἄκαρπα τῶν καρπίμων καὶ ὠφελίμων· αὐτάρκους γὰρ μᾶλλον.
15Aristoteles, Ethica Nicomachea, 4, 13; 6 (auctor 384BC-322BC)
ἕκαστος δ' οἷός ἐστι, τοιαῦτα λέγει καὶ πράττει καὶ οὕτω ζῇ, ἐὰν μή τινος ἕνεκα πράττῃ.
16Aristoteles, Ethica Nicomachea, 7, 6; 15 (auctor 384BC-322BC)
πᾶσα γὰρ ὑπερβάλλουσα καὶ ἀφροσύνη καὶ δειλία καὶ ἀκολασία καὶ χαλεπότης αἳ μὲν θηριώδεις αἳ δὲ νοσηματώδεις εἰσίν· ὁ μὲν γὰρ φύσει τοιοῦτος οἷος δεδιέναι πάντα, κἂν ψοφήσῃ μῦς, θηριώδη δειλίαν δειλός, ὃ δὲ τὴν γαλῆν ἐδεδίει διὰ νόσον· καὶ τῶν ἀφρόνων οἱ μὲν ἐκ φύσεως ἀλόγιστοι καὶ μόνον τῇ αἰσθήσει ζῶντες θηριώδεις, ὥσπερ ἔνια γένη τῶν πόρρω βαρβάρων, οἱ δὲ διὰ νόσους, οἷον τὰς ἐπιληπτικάς, ἢ μανίας νοσηματώδεις.
17Aristoteles, Ethica Nicomachea, 7, 9; 6 (auctor 384BC-322BC)
ἐπεὶ δ' ὃ μὲν τοιοῦτος οἷος μὴ διὰ τὸ πεπεῖσθαι διώκειν τὰς καθ' ὑπερβολὴν καὶ παρὰ τὸν ὀρθὸν λόγον σωματικὰς ἡδονάς, ὃ δὲ πέπεισται διὰ τὸ τοιοῦτος εἶναι οἷος διώκειν αὐτάς, ἐκεῖνος μὲν οὖν εὐμετάπειστος, οὗτος δὲ οὔ· ἡ γὰρ ἀρετὴ καὶ μοχθηρία τὴν ἀρχὴν ἣ μὲν φθείρει ἣ δὲ σῴζει, ἐν δὲ ταῖς πράξεσι τὸ οὗ ἕνεκα ἀρχή, ὥσπερ ἐν τοῖς μαθηματικοῖς αἱ ὑποθέσεις· οὔτε δὴ ἐκεῖ ὁ λόγος διδασκαλικὸς τῶν ἀρχῶν οὔτε ἐνταῦθα, ἀλλ' ἀρετὴ ἢ φυσικὴ ἢ ἐθιστὴ τοῦ ὀρθοδοξεῖν περὶ τὴν ἀρχήν.
18Aristoteles, Ethica Nicomachea, 7, 11; 1 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἔστι τις καὶ τοιοῦτος οἷος ἧττον ἢ δεῖ τοῖς σωματικοῖς χαίρειν, καὶ οὐκ ἐμμένων τῷ λόγῳ, ὁ [τοιοῦτος] τούτου καὶ τοῦ ἀκρατοῦς μέσος ὁ ἐγκρατής· ὁ μὲν γὰρ ἀκρατὴς οὐκ ἐμμένει τῷ λόγῳ διὰ τὸ μᾶλλόν τι, οὗτος δὲ διὰ τὸ ἧττόν τι· ὁ δ' ἐγκρατὴς ἐμμένει καὶ οὐδὲ δι' ἕτερον μεταβάλλει.
19Aristoteles, Ethica Nicomachea, 7, 11; 3 (auctor 384BC-322BC)
ἐπεὶ δὲ καθ' ὁμοιότητα πολλὰ λέγεται, καὶ ἡ ἐγκράτεια ἡ τοῦ σώφρονος καθ' ὁμοιότητα ἠκολούθηκεν· ὅ τε γὰρ ἐγκρατὴς οἷος μηδὲν παρὰ τὸν λόγον διὰ τὰς σωματικὰς ἡδονὰς ποιεῖν καὶ ὁ σώφρων, ἀλλ' ὃ μὲν ἔχων ὃ δ' οὐκ ἔχων φαύλας ἐπιθυμίας, καὶ ὃ μὲν τοιοῦτος οἷος μὴ ἥδεσθαι παρὰ τὸν λόγον, ὃ δ' οἷος ἥδεσθαι ἀλλὰ μὴ ἄγεσθαι.
20Aristoteles, Ethica Nicomachea, 8, 9; 7 (auctor 384BC-322BC)
εἰ δὴ καλῶς εἴρηται ὅτι ὁ φίλος τῷ φίλῳ βούλεται τἀγαθὰ ἐκείνου ἕνεκα, μένειν ἂν δέοι οἷός ποτ' ἐστὶν ἐκεῖνος· ἀνθρώπῳ δὴ ὄντι βουλήσεται τὰ μέγιστα ἀγαθά.
21Aristoteles, Ethica Nicomachea, 9, 3; 9 (auctor 384BC-322BC)
εἰ δ' ὃ μὲν διαμένοι ὃ δ' ἐπιεικέστερος γίνοιτο καὶ πολὺ διαλλάττοι τῇ ἀρετῇ, ἆρα χρηστέον φίλῳ· ἢ οὐκ ἐνδέχεται· ἐν μεγάλῃ δὲ διαστάσει μάλιστα δῆλον γίνεται, οἷον ἐν ταῖς παιδικαῖς φιλίαις· εἰ γὰρ ὃ μὲν διαμένοι τὴν διάνοιαν παῖς ὃ δ' ἀνὴρ εἴη οἷος κράτιστος, πῶς ἂν εἶεν φίλοι μήτ' ἀρεσκόμενοι τοῖς αὐτοῖς μήτε χαίροντες καὶ λυπούμενοι· οὐδὲ γὰρ περὶ ἀλλήλους ταῦθ' ὑπάρξει αὐτοῖς, ἄνευ δὲ τούτων οὐκ ἦν φίλους εἶναι· συμβιοῦν γὰρ οὐχ οἷόν τε.
22Aristoteles, Historia animalium, 3, III 10; 3 (auctor 384BC-322BC)
Τά δέ πάχη τῶν τριχῶν καί αἱ λεπτότητες καί τά μεγέθη διαφέρουσι κατά τούς τόπους, ἐν οἷς ἂν ὦσι τῶν μερῶν, καί ὁποῖον ἂν ᾖ τό δέρμα· ὡς γάρ ἐπί τό πολύ ἐν τοῖς παχυτέροις δέρμασι σκληρότεραι αἱ τρίχες καί παχύτεραι, πλείους δέ καί μακρότεραι ἐν τοῖς κοιλοτέροις καί ὑγροτέροις, ἄνπερ ὁ τόπος ᾖ τοιοῦτος οἷος ἔχειν τρίχας.
23Aristoteles, Historia animalium, 9, IX 32; 30 (auctor 384BC-322BC)
Θηρεύει δέ λαγώς καί νεβρούς καί ἀλώπεκας καί τά λοιπά, ὅσων κρατεῖν οἷός τ’ ἐστίν.
24Aristoteles, Magna moralia, 1, 28, 2; 2 (auctor 384BC-322BC)
ὅ τε γὰρ αὐθάδης τοιοῦτός ἐστιν οἷος μηθενὶ ἐντυχεῖν μηδὲ διαλεγῆναι (ἀλλὰ τοὔνομα ἔοικεν ἀπὸ τοῦ τρόπου κεῖσθαι ὁ γὰρ αὐθάδης αὐτοάδης τις ἐστίν, ἀπὸ τοῦ αὐτὸς αὑτῷ ἀρέσκειν) ὁ δὲ ἄρεσκος τοιοῦτος οἷος πᾶσιν ὁμιλεῖν καὶ πάντως καὶ πανταχῇ.
25Aristoteles, Magna moralia, 2, 6, 29; 67 (auctor 384BC-322BC)
Ἔστιν αὖ πάλιν τις καλούμενος ἀκόλαστος πότερον οὖν ὁ ἀκόλαστος [ἀκρατὴς] καὶ ὁ ἀκρατὴς ὁ αὐτός; ἢ οὔ; ὁ μὲν γὰρ ἀκόλαστος τοιοῦτός τις οἷος οἴεσθαι, ἃ πράττει, ταῦτα καὶ βέλτιστα εἶναι αὑτῷ καὶ συμφορώτατα, καὶ λόγον οὐδένα ἔχειν ἐναντιούμενον τοῖς αὑτῷ φαινομένοις ἡδέσιν ὁ δὲ ἀκρατὴς λόγον ἔχει ὃς ἐναντιοῦται αὐτῷ, ἐφ' ἃ ἡ ἐπιθυμία ἄγει.
26Aristoteles, Magna moralia, 2, 6, 38; 85 (auctor 384BC-322BC)
ἔστιν γὰρ ὁ σώφρων καὶ ἐγκρατής ὁ γὰρ ἐγκρατής ἐστιν οὐ μόνον ὁ ἐπιθυμιῶν ἐνουσῶν ταύτας κατέχων διὰ τὸν λόγον, ἀλλὰ καὶ ὁ τοιοῦτος ὢν οἷος καὶ μὴ ἐνουσῶν ἐπιθυμιῶν τοιοῦτος εἶναι οἷος εἰ ἐγγένοιντο κατέχειν.
27Aristoteles, Magna moralia, 2, 6, 38; 87 (auctor 384BC-322BC)
ὁ μὲν γὰρ σώφρων ὁ μὴ πάσχων, ὁ δ' ἐγκρατὴς ὁ πάσχων καὶ τούτων κρατῶν ἢ οἷός τε ὢν πάσχειν οὐδέτερον δὲ τούτων τῷ σώφρονι ὑπάρχει διὸ οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων.
28Aristoteles, Magna moralia, 2, 6, 40; 88 (auctor 384BC-322BC)
Πότερον δὲ ὁ ἀκόλαστος ἀκρατὴς ἐστίν, ἢ ὁ ἀκρατὴς ἀκόλαστος; ἢ οὐδετέρῳ ἕτερος ἀκολουθεῖ; ὁ μὲν γὰρ ἀκρατής ἐστιν οὗ ὁ λόγος τοῖς πάθεσι μάχεται, ὁ δ' ἀκόλαστος οὐ τοιοῦτος, ἀλλ' ὁ τῷ πράττειν τὰ φαῦλα ἅμα τὸν λόγον σύμψηφον ἔχων οὔτε δὴ ὁ ἀκόλαστος οἷος ὁ ἀκρατὴς οὔθ' ὁ ἀκρατὴς οἷος ὁ ἀκόλαστος.
29Aristoteles, Magna moralia, 2, 6, 42; 90 (auctor 384BC-322BC)
δυσιατότερα γὰρ τὰ φυσικὰ τῶν ἐξ ἔθους γενομένων (καὶ γὰρ τὸ ἔθος διὰ τοῦτο δοκεῖ ἰσχυρὸν εἶναι, ὅτι εἰς φύσιν καθ ίστησιν) ὁ μὲν οὖν ἀκόλαστος αὐτὸς τοιοῦτός ἐστιν οἷος φαῦλός τις τῇ φύσει εἶναι, διὰ τοῦτο καὶ ἀπὸ τούτου ὁ λόγος φαῦλος ἐν αὐτῷ ἐστί ἀλλ' οὐχ ὁ ἀκρατὴς οὕτως οὐ γὰρ ὅτι αὐτὸς τοιοῦτος ἐστίν, ὁ λόγος οὐ σπουδαῖος (φαῦλον γὰρ αὐτὸν ἔδει εἶναι, εἰ αὐτὸς τῇ φύσει τοιοῦτος ἦν οἷος ὁ φαῦλος) ὁ μὲν [οὖν] ἄρα ἀκρατὴς ἔθει ἔοικε φαῦλος εἶναι, ὁ δὲ ἀκόλαστος φύσει δυσιατότερος δὴ ὁ ἀκόλαστος.
30Aristoteles, Magna moralia, 2, 6, 43; 92 (auctor 384BC-322BC)
Πότερον δὲ ἐπείπερ ἐστὶν ὁ ἀκρατὴς τοιοῦτος [τις] οἷος εἰδέναι καὶ μὴ διεψεῦσθαι τῷ λόγῳ, ἔστιν δὲ καὶ ὁ φρόνιμος τοιοῦτος ὁ τῷ λόγῳ τῷ ὀρθῷ ἕκαστα θεωρῶν, πότερον [δ'] ἐνδέχεται τὸν φρόνιμον ἀκρατῆ εἶναι, ἢ οὔ; ἀπορήσειε γὰρ ἄν τις τὰ εἰρημένα ἐὰν δὲ παρακολουθήσωμεν τοῖς ἔμπροσθεν εἰρημένοις, οὐκ ἔσται ὁ φρόνιμος ἀκρατής.
31Aristoteles, Magna moralia, 2, 9, 5; 9 (auctor 384BC-322BC)
ὁ δὲ τοιοῦτος ὢν οἷος ὑποστελλόμενός τι τῶν ἀγαθῶν πρὸς τὸ μὴ εἶναι αὐτῷ, οὐκ ἂν δόξειεν καλὸς κἀγαθὸς εἶναι ἀλλ' ᾧ τἀγαθὰ πάντα ὄντα ἀγαθά ἐστιν καὶ ὑπὸ τούτων μὴ διαφθείρεται, οἷον ὑπὸ πλούτου καὶ ἀρχῆς, ὁ τοιοῦτος καλὸς κἀγαθός.
32Aristoteles, Magna moralia, 2, 15, 6; 13 (auctor 384BC-322BC)
Τί μὲν οὖν ὁ θεὸς θεάσεται, ἀφείσθω ὑπὲρ δὲ τῆς αὐταρκείας οὐ τῆς τοῦ θεοῦ τὴν σκέψιν ποιούμεθα, ἀλλ' ἀνθρωπίνης, πότερον ὁ αὐτάρκης δεήσεται φιλίας ἢ οὔ; εἰ δή τις ἐπὶ τὸν φίλον ἐπιβλέψας ἴδοι τί ἐστι καὶ ὁποῖός τις ὁ φίλος, τοιοῦτος οἷος ἕτερος εἶναι ἐγώ, ἄν γε καὶ σφόδρα φίλον ποιήσῃς, ὥσπερ τὸ λεγόμενον "ἄλλος οὗτος Ἡρακλῆς, ἄλλος φίλος ἐγώ.
33Aristoteles, Metaphysica, 1, 9; 26 (auctor 384BC-322BC)
τί γάρ ἐστι τὸ ἐργαζόμενον πρὸς τὰς ἰδέας ἀποβλέπον· ἐνδέχεταί τε καὶ εἶναι καὶ γίγνεσθαι ὅμοιον ὁτιοῦν καὶ μὴ εἰκαζόμενον πρὸς ἐκεῖνο, ὥστε καὶ ὄντος Σωκράτους καὶ μὴ ὄντος γένοιτ' ἂν οἷος Σωκράτης· ὁμοίως δὲ δῆλον ὅτι κἂν εἰ ἦν ὁ Σωκράτης ἀΐδιος.
34Aristoteles, Metaphysica, 13, 5; 4 (auctor 384BC-322BC)
τί γάρ ἐστι τὸ ἐργαζόμενον πρὸς τὰς ἰδέας ἀποβλέπον· ἐνδέχεταί τε καὶ εἶναι καὶ γίγνεσθαι ὁτιοῦν καὶ μὴ εἰκαζόμενον, ὥστε καὶ ὄντος Σωκράτους καὶ μὴ ὄντος γένοιτ' ἂν οἷος Σωκράτης· ὁμοίως δὲ δῆλον ὅτι κἂν εἰ ἦν ὁ Σωκράτης ἀΐδιος.
35Aristoteles, Metaphysica, 13, 6; 2 (auctor 384BC-322BC)
ἀνάγκη δ', εἴπερ ἐστὶν ὁ ἀριθμὸς φύσις τις καὶ μὴ ἄλλη τίς ἐστιν αὐτοῦ ἡ οὐσία ἀλλὰ τοῦτ' αὐτό, ὥσπερ φασί τινες, ἤτοι εἶναι τὸ μὲν πρῶτόν τι αὐτοῦ τὸ δ' ἐχόμενον, ἕτερον ὂν τῷ εἴδει ἕκαστον, καὶ τοῦτο ἢ ἐπὶ τῶν μονάδων εὐθὺς ὑπάρχει καὶ ἔστιν ἀσύμβλητος ὁποιαοῦν μονὰς ὁποιᾳοῦν μονάδι, ἢ εὐθὺς ἐφεξῆς πᾶσαι καὶ συμβληταὶ ὁποιαιοῦν ὁποιαισοῦν, οἷον λέγουσιν εἶναι τὸν μαθηματικὸν ἀριθμόν (ἐν γὰρ τῷ μαθηματικῷ οὐδὲν διαφέρει οὐδεμία μονὰς ἑτέρα ἑτέρας) · ἢ τὰς μὲν συμβλητὰς τὰς δὲ μή (οἷον εἰ ἔστι μετὰ τὸ ἓν πρώτη ἡ δυάς, ἔπειτα ἡ τριὰς καὶ οὕτω δὴ ὁ ἄλλος ἀριθμός, εἰσὶ δὲ συμβληταὶ αἱ ἐν ἑκάστῳ ἀριθμῷ μονάδες, οἷον αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ αὑταῖς, καὶ αἱ ἐν τῇ τριάδι τῇ πρώτῃ αὑταῖς, καὶ οὕτω δὴ ἐπὶ τῶν ἄλλων ἀριθμῶν· αἱ δ' ἐν τῇ δυάδι αὐτῇ πρὸς τὰς ἐν τῇ τριάδι αὐτῇ ἀσύμβλητοι, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐφεξῆς ἀριθμῶν· διὸ καὶ ὁ μὲν μαθηματικὸς ἀριθμεῖται μετὰ τὸ ἓν δύο, πρὸς τῷ ἔμπροσθεν ἑνὶ ἄλλο ἕν, καὶ τὰ τρία πρὸς τοῖς δυσὶ τούτοις ἄλλο ἕν, καὶ ὁ λοιπὸς δὲ ὡσαύτως· οὗτος δὲ μετὰ τὸ ἓν δύο ἕτερα ἄνευ τοῦ ἑνὸς τοῦ πρώτου, καὶ ἡ τριὰς ἄνευ τῆς δυάδος, ὁμοίως δὲ καὶ ὁ ἄλλος ἀριθμός) · ἢ τὸν μὲν εἶναι τῶν ἀριθμῶν οἷος ὁ πρῶτος ἐλέχθη, τὸν δ' οἷον οἱ μαθηματικοὶ λέγουσι, τρίτον δὲ τὸν ῥηθέντα τελευταῖον· ἔτι τούτους ἢ χωριστοὺς εἶναι τοὺς ἀριθμοὺς τῶν πραγμάτων, ἢ οὐ χωριστοὺς ἀλλ' ἐν τοῖς αἰσθητοῖς (οὐχ οὕτως δ' ὡς τὸ πρῶτον ἐπεσκοποῦμεν, ἀλλ' ὡς ἐκ τῶν ἀριθμῶν ἐνυπαρχόντων ὄντα τὰ αἰσθητά) ἢ τὸν μὲν αὐτῶν εἶναι τὸν δὲ μή, ἢ πάντας εἶναι.
36Aristoteles, Politica, 3; 137 (auctor 384BC-322BC)
καὶ ὁ νόμος συνθήκη καί, καθάπερ ἔφη Λυκόφρων ὁ σοφιστής, ἐγγυητὴς ἀλλήλοις τῶν δικαίων, ἀλλ' οὐχ οἷος ποιεῖν ἀγαθοὺς καὶ δικαίους τοὺς πολίτας.
37Aristoteles, Politica, 8; 100 (auctor 384BC-322BC)
καὶ τούτου πολλὰ παραδείγματα λέγουσιν οἱ περὶ τὴν σύνεσιν ταύτην, ἄλλα τε καὶ ὅτι Φιλόξενος ἐγχειρήσας ἐν τῇ δωριστὶ ποιῆσαι [διθύραμβον] τοὺς Μύσους οὐχ οἷός τ' ἦν, ἀλλ' ὑπὸ τῆς φύσεως αὐτῆς ἐξέπεσεν εἰς τὴν φρυγιστὶ τὴν προσήκουσαν ἁρμονίαν πάλιν.
38Aristoteles, Problemata, 26; 137 (auctor 384BC-322BC)
Διὰ τί λέγεται “εἰ δ' ὁ νότος βορέαν προκαλέσσεται, αὐτίκα χειμών;” ἢ διότι ὁ νότος τοιοῦτός ἐστιν οἷος νεφέλας καὶ ὕδωρ πολὺ συναίρειν; ὅταν οὖν τοιαύτης τῆς καταστάσεως οὔσης ἐπιπνεύσῃ ὁ βορέας, πολλῆς αὐτῷ ὕλης ὑπαρχούσης πήγνυσι καὶ χειμῶνα ποιεῖ.
39Aristoteles, Problemata, 26; 141 (auctor 384BC-322BC)
Διὰ τί τὰ πνεύματα ψυχρά ἐστιν, ὄντα ἀπὸ τῆς τοῦ θερμοῦ συγκινήσεως; ἢ οὐ πάντως ἡ ὑπὸ τοῦ θερμοῦ κίνησις θερμὴ γίνεται, ἐὰν μὴ τρόπον τινὰ γίνηται; ἀλλ' ἐὰν μὲν ἀθρόως ἐμπίπτῃ, καίει αὐτὸ τὸ ἀφιὲν θερμή· ἐὰν δὲ διὰ στενοῦ καὶ κατὰ μικρόν, αὐτὴ μὲν θερμή, ὁ δὲ ὑπὸ τούτου κινούμενος ἀήρ, οἷος ἄν ποτε τυγχάνῃ προϋπάρχων, τοιαύτην καὶ τὴν κίνησιν ἀπετέλεσεν, ὥσπερ καὶ ἐπὶ τοῦ σώματος.
40Aristoteles, Problemata, 30; 5 (auctor 384BC-322BC)
ἔτι δὲ τὰ περὶ Αἴαντα καὶ Βελλεροφόντην, ὧν ὁ μὲν ἐκστατικὸς ἐγένετο παντελῶς, ὁ δὲ τὰς ἐρημίας ἐδίωκεν, διὸ οὕτως ἐποίησεν Ὅμηρος “αὐτὰρ ἐπεὶ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ἤτοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο, ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων.
41Aristoteles, Problemata, 30; 15 (auctor 384BC-322BC)
οἷος γὰρ οὗτος μεθύων νῦν ἐστίν, ἄλλος τις τοιοῦτος φύσει ἐστίν, ὁ μὲν λάλος, ὁ δὲ κεκινημένος, ὁ δὲ ἀρίδακρυς· ποιεῖ γάρ τινας καὶ τοιούτους, διὸ καὶ Ὅμηρος ἐποίησε “καί μέ φησι δάκρυ πλώειν βεβαρημένον οἴνῳ.
42Aristoteles, Rhetorica, 1, 11, 12; 18 (auctor 384BC-322BC)
καὶ ἀρχὴ δὲ τοῦ ἔρωτος αὕτη γίγνεται πᾶσιν, ὅταν μὴ μόνον παρόντος χαίρωσιν ἀλλὰ καὶ ἀπόντος μεμνημένοις [ἐρῶσιν] λύπη προσγένηται τῷ μὴ παρεῖναι, καὶ ἐν πένθεσι καὶ θρήνοις ὡσαύτως ἐπιγίγνεταί τις ἡδονή· ἡ μὲν γὰρ λύπη ἐπὶ τῷ μὴ ὑπάρχειν, ἡδονὴ δ' ἐν τῷ μεμνῆσθαι καὶ ὁρᾶν πως ἐκεῖνον καὶ ἃ ἔπραττεν καὶ οἷος ἦν· διὸ καὶ τοῦτ' εἰκότως εἴρηται ὧς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο.
43Aristoteles, Rhetorica, 1, 11, 16; 27 (auctor 384BC-322BC)
καὶ τιμὴ καὶ εὐδοξία τῶν ἡδίστων διὰ τὸ γίγνεσθαι φαντασίαν ἑκάστῳ ὅτι τοιοῦτος οἷος ὁ σπουδαῖος, καὶ μᾶλλον ὅταν φῶσιν οὓς οἴεται ἀληθεύειν.
44Aristoteles, Rhetorica, 2, 20, 5; 8 (auctor 384BC-322BC)
λόγος δέ, οἷος ὁ Στησιχόρου περὶ Φαλάριδος καὶ ὁ Αἰσώπου ὑπὲρ τοῦ δημαγωγοῦ.
45Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 44; 15
εἶπεν δὲ αὐτοῖς Ιωσηφ Τί τὸ πρᾶγμα τοῦτο, ὃ ἐποιήσατε; οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ἄνθρωπος οἷος ἐγώ;
46Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 49; 14
Οὐδεὶς ἐκτίσθη ἐπὶ τῆς γῆς τοιοῦτος οἷος Ενωχ· καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τῆς γῆς.
47Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 48
οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
48Biblia, Novum testamentum graece, Apoc, 16; 18
καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας οἷος οὐκ ἐγένετο ἀφ’ οὗ ἄνθρωπος ἐγένετο ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας.
49Coelestinus I, Epistolae et decreta, 50, 0474C
Ὅρα οἵα τιμωρία ἐκεῖνον μένει τὸν κρύψαντα ὃ εἰλήφει, ἔτι γε μὴν τὸν μὴ ὁλόκληρον ἀποκαταστήσαντα ὅπερ εἰλήφει· ὅθεν φανερῶς πρόσεχε, ὄσος καὶ οἷος ὁ κίνδυνος, μηδὲ ὅπερ ἔλαβες ἀποδιδόναι.
50Constantinus I, Epistolae, 8, 0551B (auctor c.272–337)
ὁ αὐτὸς δὲ ἦν, οἷος καὶ πρὸ τοῦ γράφειν αὐτῷ τοὺς βασιλέας· ὅτε δὲ ἐκομίζετο αὐτῷ τὰ γράμματα, ἀκάλει τοὺς μοναχοὺς, καὶ ἔλεγε· Μὴ θαυμάζετε, εἰ γράφει βασιλεὺς πρὸς ἡμᾶς, ἄνθρωπος γάρ ἐστιν· ἀλλὰ μᾶλλον θαυμάζετε ὅτι ὁ θεὸς τὸν νόμον ἀνθρώποις ἔγραψε, καὶ διὰ τοῦ ἰδίου υἱοῦ λελάληκεν ἡμῖν.
51Desiderius Erasmus, Adagia, Chiliades, 1, 2g; 7 (opus 1508)
Videtur ex Homero sumptum, apud quem ex Iliados Ζ: Ἦ τοι ὁ κάπ πεδίον τό ἀλήιον οἷος ἀλᾶτο Ὃν θυμόν κατέδων πάτον ἀνθρώπων ἀλεείνων, id est Solus at ille quidem vacuis errabat in agris Cor adedens curis hominum vestigia vitans.
52Desiderius Erasmus, Adagia, Chiliades, 1, 138; 9 (opus 1508)
Aristophanes in Ranis: Λαμπάδα δ’ οὐδείς οἷός τε φέρειν Ὑπ’ ἀγυμνασίας ἔτι νυνί, id est Iam nemo queat gestare facem, Quod non curant exerceri.
53Desiderius Erasmus, Adagia, Chiliades, 1, 439; 8 (opus 1508)
Idem in Phaedone usurpavit, ubi Socrati per iocum hortanti, ut Cebetem ac Symmiam confutet argumentatione, respondet Phaedon: Ἀλλά πρός δύο οὐδ’ Ἡρακλῆς λέγεται οἸός τε εἷναι, id est At vero contra duos ne Hercules quidem dicitur suffecisse.
54Desiderius Erasmus, Adagia, Chiliades, 1, 439; 21 (opus 1508)
Πολύ γάρ πού εἰμι φαυλότερος τοῦ Ἡρακλέους, ὅς οὐχ οἸός τε ἦν τῆ τε ὕδρᾳ διαμάχεσθαι, σοφιστρίᾳ οὔσῃ καί διά τήν σοφίαν ἀνιείσῃ, εἰ μίαν κεφαλήν ἀποτμηθείη τοῦ λόγου, πολλάς ἀντί τῆς μιᾶς, καί καρκίνῳ ἑτέρῳ τινί σοφιστῆ ἐκ θαλάττης ἀφιγμένῳ, νεωστί, μοι δοκεῖν, καταπεπλευκότι.
55Desiderius Erasmus, Adagia, Chiliades, 1, 550; 2 (opus 1508)
Graecum id proverbium exstat apud Aristidem in secunda Rhetorices adversus Platonem defensione: Oὐκ ἀποστατεῖ δέ ἡ παροιμία τούτων ἡ λέγουσα οἸος ὁ τρόπος, τοιοῦτον εἷναι καί τόν λόγον.
56Desiderius Erasmus, Adagia, Chiliades, 2, 1020; 2 (opus 1508)
Lucianus in eum, a quo fuerat Prometheus appellatus: ΟἸος ἐκ τριόδου βάρβαρός τις παρά μικρόν, id est Qualis pene barbarus quispiam e trivio.
57Desiderius Erasmus, Adagia, Chiliades, 2, 1031; 8 (opus 1508)
Plutarchus libro II De fortuna et virtute Alexandri: ΟἸος ἦν ἀνάπαλιν Διονύσιος ὁ τόν ποιητήν Υιλόξενον εἰς τάς λατομίας ἐμβάλλων, ὅτι τήν τραγῳδίαν αὐτοῦ διορθῶσαι κελευθείς εὐθύς ἀπαρχῆς ὅλην μέχρι τῆς κορωνίδος περιέγραψεν, id est Qualis rursus erat ille Dionysius, qui Philoxenum poetam in latomias coniecit, quod ipsius tragoediam emendare iussus ab ipso statim initio usque ad finem dispunxit.
58Desiderius Erasmus, Adagia, Chiliades, 2, 1037; 1 (opus 1508)
Plato in Phaedro: Πῶς γάρ ἅν οἸός τε εἴην τοιαύτης θοίνης ἀπέχεσθαι; id est Qui possim ab hoc epulo abstinere ?
59Desiderius Erasmus, Adagia, Chiliades, 2, 1253; 6 (opus 1508)
Sic et Cato senior de Scipione iuniore pronuntiavit, ut narrat Plutarchus in Praeceptis civilibus ac rursum in Apophthegmatis Romanorum· Οἷος πέπνυται, τοί δέ σκιαί ἀἹσσουσι, id est Ille sapit solus, volitant alii velut umbrae.
60Desiderius Erasmus, Adagia, Chiliades, 2, 1986; 4 (opus 1508)
Euripides in Troadibus ialemon accipit pro eiulatione et luctu: ΟἸος ἰάλεμος οἸά τε πένθη Δάκρυά τ’ ἐκ δακρύων καταλείβεται Ἡμετέροισι δόμοισι, id est Qui eiulatus quique luctus lachrymaeque super lachrymas distillantur in nostris aedibus.
61Desiderius Erasmus, Adagia, Chiliades, 3, 2053; 5 (opus 1508)
Iterum Iliados Σ: Ὁ γάρ οἷος ὁρᾶ πρόσσω καί ὀπίσσω, id est Solus enim hic a fronte simul tergoque tuetur.
62Desiderius Erasmus, Adagia, Chiliades, 3, 2056; 4 (opus 1508)
Dicitur autem apud Homerum Iliados Λ sub persona Patrocli: Εὖ δέ σύ οἷσθα, γεραιέ διοτρεφές, οἸος ἐκεῖνος Δεινός ἀνήρ τάχα κεν καί ἀναίτιον αἰτιόῳτο, id est Ipse probe nosti, senior, quod, ut est ferus ille, Culparit facile innocuum culpaque vacantem.
63Desiderius Erasmus, Adagia, Chiliades, 3, 2304; 5 (opus 1508)
Simile est quod refert Aristoteles Moralium Nicomachiorum VII de vehementer timidis: ΟἸος δεδιέναι πάντα, κἅν ψοφήσῃ μῦς, Veluti qui metuit omnia, si vel mus obstrepat.
64Desiderius Erasmus, Adagia, Chiliades, 3, 2498; 4 (opus 1508)
Hunc igitur ad eum modum adornatum sic in Ranis ridet Hercules: Ἀλλ’ οὐχ οἸός τ’ εἴμ’ ἀποσοβῆσαι τόν γέλων Ὁρῶν λεοντῆν ἐπι κροκωτῷ κειμένην, id est Risum profecto haud sum potis compescere Crocoton additum leontae conspicans.
65Desiderius Erasmus, Adagia, Chiliades, 3, 2879; 1 (opus 1508)
Cum obtestabimur per memoriam veterum officiorum, conveniet illud ex eodem libro, quamquam et alias apud hunc poetam: ῝Η βοός ἥ ὄϊος κατά μηρί’ ἔκηα, Σῶν νῦν μοι μνῆσαι, id est Si aut bovis aut ovis incendi tibi pinguia membra, Horum nunc memor esto.
66Desiderius Erasmus, Adagia, Chiliades, 3, 2928; 1 (opus 1508)
In hominem consilio pariter ac viribus excellentem, conveniet illud Odysseae Ξ: ΟἸος ἐκεῖνος ἔην βουλευέμεν ἠδέ μάχεσθαι, id est Is cuiusmodi erat seu pugna consiliove.
67Diomedes Grammaticus, Diomedis ars, p. 333 (auctor c.375)
qualis ποταπός, οἷος, ὁποῖος.
68Diomedes Grammaticus, Ars grammatica, 1, p7; 70 (auctor c.375)
qualis ποταπός, οἶος, ὁποῖος.
69Dionysius Alexandrinus, Epistola II, 5, 0122C (auctor 190-264)
ὁ μὲν γὰρ ἔμεινε προπέμψας, καὶ ἔστιν οἷος ἦν.
70Flauius Sosipater Charisius, Ars, p. 202, l. 28 (auctor c.362)
hoc pronomen quod est qualis, item quod sequitur talis, communia sunt masculino et feminino generi: qualis ποταπός, οἷος, ποῖος, ὁποῖος.
71Fronto, Epistulae, ad M. Caesarem, 2, 3; 4 (auctor c.95-165)
οἷος δ᾽ οὑμὸς τρόπος φράσω καὶ οὐκ ἀποκρύψομαι.
72Fronto, Epistulae, ad M. Caesarem, 2, 15; 6 (auctor c.95-165)
πολλαὶ δ᾽ ἂν καὶ ἄλλαι γυναικῶν τάξεις γένοιντο τῶν σοὶ μέρους τινὸς ἐπαίνου καὶ ἀρετῆς μετεχουσῶν, σοῦ μὲν ἁπάσας τὰς γυναικὶ πρεπούσας ἀρετὰς καὶ ἐπιστήμας κεκτημένης καὶ ἐπισταμένης, ὥσπερ ἡ Ἀθηνᾶ τέχνας ἁπάσας κέκτηταί τε καὶ ἐπίσταται, τῶν ἄλλων δὲ γυναικῶν ἐπὶ τῆς ἀρετῆς μέρος ἑκάστης ἐπισταμένης καὶ κατὰ τοῦτο ἐπαινουμένης, οἷος ὁ τῶν Μουσῶν ἔπαινος ἐκ μιᾶς τέχνης καὶ καθ᾽ ἑκάστην διῃρημένος.
73Gregorius I, Dialogi, 77, 0395A (auctor 540-604)
Ἐκ πασῶν οὖν τῶν μαρτυριῶν τούτων φανερῶς δείκνυται, ὅτι οἷος ἐκ τῶν ἐνταῦθα ἐξέλθῃ ἕκαστος, τοιοῦτος καὶ ἐν τῇ κρίσει παραστήσεται.
74Gregorius I, Prolegomena, 66, 0131C (auctor 540-604)
Τοσοῦτος δὲ πειρασμὸς τῆς σαρκὸς ἐπετέθη τῷ ἁγίῳ ματὰ τὴν ζοφοειδοῦς ὁρνέου ἀναχώρησιν, οἷος οὐ πώποτε τῷ ὁσίῳ ἐγεγόνει· γυναῖκα γάρ τινα ἤν ποτε ἑωρακὼς ἦν ἐν τῷ κοιρῷ τῆς νεότητος αὐτοῦ ὁ ἀπαθὴς οὗτος καὶ τίμιος ἀνὴρ, ταύτην ὁ τῆς πορνείας δαιμων σχηματίσας, τοῖς τοῦ δικαίου παρεστήσατο νοητοῖς ὀφθαλμοῖς· τοσαύτην δέ τῆς σαρκὸς πύρωσιν ἐν αὐτῷ ἀντικείμενος ἀνῆψεν, ὥ στε παρὰ βραχὺ σαλευθῆναι αὐτὸν ἀπὸ τῆς ψυχικῆς ἀκηδίας, καὶ ἐπὶ τὸν κόσμον παλινδρομῆσαι· ἀλλ' ἠ τοῦ Θεοῦ σωτήριος χάρις τοῦτον ἐνισχύσασα, νικητἠν κατὰ τῶν παθῶν ἀνέδειξε.
75Gregorius I, Prolegomena, 66, 0147D (auctor 540-604)
Ὁ δὲ ἁπλούστατος καὶ κατὰ πάντα ἐπιεικέστατος ἀνὴρ Βενέδικτος, θεασάμενος τὴν τοῦ Φλορεντίου δολοφονίαν, ὅτι οὐχ οἷός τε γέγονε τὴν τούτου πονηρίαν διορθώσασθαι.
76Herodotus, Historiae, 1, 112, 2; 3 (auctor c.484BC-425BC)
ὁ δὲ οὐκ ἔφη οἷός τ' εἶναι ἄλλως αὐτὰ ποιέειν· ἐπιφοιτήσειν γὰρ κατασκόπους ἐξ Ἁρπάγου ἐποψομένους, ἀπολέεσθαί τε κάκιστα ἢν μὴ σφεα ποιήσῃ.
77Herodotus, Historiae, 2, 14, 1; 1 (auctor c.484BC-425BC)
καὶ ταῦτα μὲν ἐς Ἕλληνας Αἰγυπτίοισι ὀρθῶς ἔχοντα εἴρηται· φέρε δὲ νῦν καὶ αὐτοῖσι Αἰγυπτίοισι ὡς ἔχει φράσω· εἴ σφι θέλοι, ὡς καὶ πρότερον εἶπον, ἡ χώρη ἡ ἔνερθε Μέμφιος (αὕτη γὰρ ἐστὶ ἡ αὐξανομένη) κατὰ λόγον τοῦ παροιχομένου χρόνου ἐς ὕψος αὐξάνεσθαι, ἄλλο τι ἢ οἱ ταύτῃ οἰκέοντες Αἰγυπτίων πεινήσουσι· εἰ μήτε γε ὕσεταί σφι ἡ χώρη μήτε ὁ ποταμὸς οἷός τ' ἔσται ἐς τὰς ἀρούρας ὑπερβαίνειν.
78Herodotus, Historiae, 2, 19, 3; 4 (auctor c.484BC-425BC)
τούτων ὦν πέρι οὐδενὸς οὐδὲν οἷός τε ἐγενόμην παραλαβεῖν παρὰ τῶν Αἰγυπτίων, ἱστορέων αὐτοὺς ἥντινα δύναμιν ἔχει ὁ Νεῖλος τὰ ἔμπαλιν πεφυκέναι τῶν ἄλλων ποταμῶν· ταῦτά τε δὴ τὰ λελεγμένα βουλόμενος εἰδέναι ἱστόρεον καὶ ὅ τι αὔρας ἀποπνεούσας μοῦνος ποταμῶν πάντων οὐ παρέχεται.
79Herodotus, Historiae, 2, 181, 2; 1 (auctor c.484BC-425BC)
Κυρηναίοισι δὲ Ἄμασις φιλότητά τε καὶ συμμαχίην συνεθήκατο, ἐδικαίωσε δὲ καὶ γῆμαι αὐτόθεν, εἴτ' ἐπιθυμήσας Ἑλληνίδος γυναικὸς εἴτε καὶ ἄλλως φιλότητος Κυρηναίων εἵνεκα· γαμέει δὲ ὦν οἳ μὲν λέγουσι Βάττου οἳ δ' Ἀρκεσίλεω θυγατέρα, οἳ δὲ Κριτοβούλου ἀνδρὸς τῶν ἀστῶν δοκίμου, τῇ οὔνομα ἦν Λαδίκη· τῇ ἐπείτε συγκλίνοιτο ὁ Ἄμασις, μίσγεσθαι οὐκ οἷός τε ἐγίνετο, τῇσι δὲ ἄλλῃσι γυναιξὶ ἐχρᾶτο.
80Herodotus, Historiae, 3, 30, 1; 2 (auctor c.484BC-425BC)
καὶ πρῶτα μὲν τῶν κακῶν ἐξεργάσατο τὸν ἀδελφεὸν Σμέρδιν ἐόντα πατρὸς καὶ μητρὸς τῆς αὐτῆς, τὸν ἀπέπεμψε ἐς Πέρσας φθόνῳ ἐξ Αἰγύπτου, ὅτι τὸ τόξον μοῦνος Περσέων ὅσον τε ἐπὶ δύο δακτύλους εἴρυσε, τὸ παρὰ τοῦ Αἰθίοπος ἤνεικαν οἱ Ἰχθυοφάγοι, τῶν δὲ ἄλλων Περσέων οὐδεὶς οἷός τε ἐγένετο.
81Herodotus, Historiae, 3, 152, 1; 3 (auctor c.484BC-425BC)
ἀλλὰ γὰρ δεινῶς ἦσαν ἐν φυλακῇσι οἱ Βαβυλώνιοι, οὐδὲ σφέας οἷός τε ἦν ἑλεῖν.
82Herodotus, Historiae, 4, 28, 1; 1 (auctor c.484BC-425BC)
δυσχείμερος δὲ αὕτη ἡ καταλεχθεῖσα πᾶσα χώρη οὕτω δή τι ἐστί, ἔνθα τοὺς μὲν ὀκτὼ τῶν μηνῶν ἀφόρητος οἷος γίνεται κρυμός, ἐν τοῖσι ὕδωρ ἐκχέας πηλὸν οὐ ποιήσεις, πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν· 1 ἡ δὲ θάλασσα πήγνυται καὶ ὁ Βόσπορος πᾶς ὁ Κιμμέριος, καὶ ἐπὶ τοῦ κρυστάλλου οἱ ἐντὸς τάφρου Σκύθαι κατοικημένοι στρατεύονται καὶ τὰς ἁμάξας ἐπελαύνουσι πέρην ἐς τοὺς Σίνδους.
83Herodotus, Historiae, 4, 81, 1; 1 (auctor c.484BC-425BC)
πλῆθος δὲ τὸ Σκυθέων οὐκ οἷος τε ἐγενόμην ἀτρεκέως πυθέσθαι, ἀλλὰ διαφόρους λόγους περὶ τοῦ ἀριθμοῦ ἤκουον· καὶ γὰρ κάρτα πολλοὺς εἶναι σφέας καὶ ὀλίγους ὡς Σκύθας εἶναι.
84Herodotus, Historiae, 4, 137, 2; 2 (auctor c.484BC-425BC)
Μιλτιάδεω μὲν τοῦ Ἀθηναίου, στρατηγέοντος καὶ τυραννεύοντος Χερσονησιτέων τῶν ἐν Ἑλλησπόντῳ, ἦν γνώμη πείθεσθαι Σκύθῃσι καὶ ἐλευθεροῦν Ἰωνίην, Ἱστιαίου δὲ τοῦ Μιλησίου ἐναντίη ταύτῃ, λέγοντος ὡς νῦν μὲν διὰ Δαρεῖον ἕκαστος αὐτῶν τυραννεύει πόλιος· τῆς Δαρείου δὲ δυνάμιος καταιρεθείσης οὔτε αὐτὸς Μιλησίων οἷος τε ἔσεσθαι ἄρχειν οὔτε ἄλλον οὐδένα οὐδαμῶν· βουλήσεσθαι γὰρ ἑκάστην τῶν πολίων δημοκρατέεσθαι μᾶλλον ἢ τυραννεύεσθαι.
85Herodotus, Historiae, 5, 19, 1; 1 (auctor c.484BC-425BC)
Ἀμύντης μὲν δὴ ταῦτα ὁρέων ἀτρέμας εἶχε, καίπερ δυσφορέων, οἷα ὑπερδειμαίνων τοὺς Πέρσας· Ἀλέξανδρος δὲ ὁ Ἀμύντεω παρεών τε καὶ ὁρέων ταῦτα, ἅτε νέος τε ἐὼν καὶ κακῶν ἀπαθής, οὐδαμῶς ἔτι κατέχειν οἷος τε ἦν, ὥστε δὲ βαρέως φέρων εἶπε πρὸς Ἀμύντην τάδε.
86Herodotus, Historiae, 5, 97, 2; 4 (auctor c.484BC-425BC)
πολλοὺς γὰρ οἶκε εἶναι εὐπετέστερον διαβάλλειν ἢ ἕνα, εἰ Κλεομένεα μὲν τὸν Λακεδαιμόνιον μοῦνον οὐκ οἷός τε ἐγένετο διαβάλλειν, τρεῖς δὲ μυριάδας Ἀθηναίων ἐποίησε τοῦτο.
87Herodotus, Historiae, 6, 122, 2; 3 (auctor c.484BC-425BC)
τοῦτο δὲ κατὰ τὰς ἑωυτοῦ θυγατέρας ἐούσας τρεῖς οἷός τις ἀνὴρ ἐγένετο· ἐπειδὴ γὰρ ἐγίνοντο γάμου ὡραῖαι, ἔδωκέ σφι δωρεὴν μεγαλοπρεπεστάτην ἐκείνῃσί τε ἐχαρίσατο· ἐκ γὰρ πάντων τῶν Ἀθηναίων τὸν ἑκάστη ἐθέλοι ἄνδρα ἑωυτῇ ἐκλέξασθαι, ἔδωκε τούτῳ τῷ ἀνδρί.
88Herodotus, Historiae, 7, 104, 3; 4 (auctor c.484BC-425BC)
ἐγὼ δὲ οὔτε δέκα ἀνδράσι ὑπίσχομαι οἷός τε εἶναι μάχεσθαι οὔτε δυοῖσι, ἑκών τε εἶναι οὐδ' ἂν μουνομαχέοιμι.
89Hesiodus, Opera et dies, 274; 11 (auctor fl.c.700BC)
δαίμονι δ' οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον, εἴ κεν ἀπ' ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.
90Homerus, Ilias, 1, 92; 3 (auctor fl.700BC)
ἀλλά καί ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ' ἄμεινον· βούλομ' ἐγώ λαόν σῶν ἔμμεναι ἢ ἀπολέσθαι· αὐτάρ ἐμοί γέρας αὐτίχ' ἑτοιμάσατ' ὄφρα μή οἶος Ἀργείων ἀγέραστος ἔω, ἐπεί οὐδέ ἔοικε· λεύσσετε γάρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.
91Homerus, Ilias, 2, 188; 1 (auctor fl.700BC)
ὅν τινα μέν βασιλῆα καί ἔξοχον ἄνδρα κιχείη τόν δ' ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· δαιμόνι' οὔ σε ἔοικε κακόν ὣς δειδίσσεσθαι, ἀλλ' αὐτός τε κάθησο καί ἄλλους ἵδρυε λαούς· οὐ γάρ πω σάφα οἶσθ' οἷος νόος Ἀτρεΐωνος· νῦν μέν πειρᾶται, τάχα δ' ἴψεται υἷας Ἀχαιῶν.
92Homerus, Ilias, 2, 224; 4 (auctor fl.700BC)
ἀλλά μάλ' οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλά μεθήμων· ἦ γάρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο· ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν, Θερσίτης· τῷ δ' ὦκα παρίστατο δῖος Ὀδυσσεύς, καί μιν ὑπόδρα ἰδών χαλεπῷ ἠνίπαπε μύθῳ· Θερσῖτ' ἀκριτόμυθε, λιγύς περ ἐών ἀγορητής, ἴσχεο, μηδ' ἔθελ' οἶος ἐριζέμεναι βασιλεῦσιν· οὐ γάρ ἐγώ σέο φημί χερειότερον βροτόν ἄλλον ἔμμεναι, ὅσσοι ἅμ' Ἀτρεΐδῃς ὑπό Ἴλιον ἦλθον.
93Homerus, Ilias, 2, 546; 2 (auctor fl.700BC)
τῷ δ' οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ' ἀνήρ κοσμῆσαι ἵππους τε καί ἀνέρας ἀσπιδιώτας· Νέστωρ οἶος ἔριζεν· ὃ γάρ προγενέστερος ἦεν· τῷ δ' ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
94Homerus, Ilias, 2, 734; 2 (auctor fl.700BC)
οἳ δ' Ἄργισσαν ἔχον καί Γυρτώνην ἐνέμοντο, Ὄρθην Ἠλώνην τε πόλιν τ' Ὀλοοσσόνα λευκήν, τῶν αὖθ' ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης υἱός Πειριθόοιο τόν ἀθάνατος τέκετο Ζεύς· τόν ῥ' ὑπό Πειριθόῳ τέκετο κλυτός Ἱπποδάμεια ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας, τούς δ' ἐκ Πηλίου ὦσε καί Αἰθίκεσσι πέλασσεν· οὐκ οἶος, ἅμα τῷ γε Λεοντεύς ὄζος Ἄρηος υἱός ὑπερθύμοιο Κορώνου Καινεΐδαο· τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
95Homerus, Ilias, 2, 819; 1 (auctor fl.700BC)
Δαρδανίων αὖτ' ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο Αἰνείας, τόν ὑπ' Ἀγχίσῃ τέκε δῖ' Ἀφροδίτη Ἴδης ἐν κνημοῖσι θεά βροτῷ εὐνηθεῖσα, οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε Ἀρχέλοχός τ' Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
96Homerus, Ilias, 4, 223; 8 (auctor fl.700BC)
ἀλλ' ὄρσευ πόλεμον δ' οἷος πάρος εὔχεαι εἶναι.
97Homerus, Ilias, 4, 265; 7 (auctor fl.700BC)
ἱππεῦσιν μέν πρῶτ' ἐπετέλλετο· τούς γάρ ἀνώγει σφούς ἵππους ἐχέμεν μηδέ κλονέεσθαι ὁμίλῳ· μηδέ τις ἱπποσύνῃ τε καί ἠνορέηφι πεποιθώς οἶος πρόσθ' ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, μηδ' ἀναχωρείτω· ἀλαπαδνότεροι γάρ ἔσεσθε.
98Homerus, Ilias, 5, 280; 6 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' αὐτῷ βαῖνε λέων ὣς ἀλκί πεποιθώς, πρόσθε δέ οἱ δόρυ τ' ἔσχε καί ἀσπίδα πάντοσ' ἐΐσην, τόν κτάμεναι μεμαώς ὅς τις τοῦ γ' ἀντίος ἔλθοι σμερδαλέα ἰάχων· ὃ δέ χερμάδιον λάβε χειρί Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γ' ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσ'· ὃ δέ μιν ῥέα πάλλε καί οἶος.
99Homerus, Ilias, 5, 318; 3 (auctor fl.700BC)
ἀλλ' ὅτε δή ῥ' ἐκίχανε πολύν καθ' ὅμιλον ὀπάζων, ἔνθ' ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱός ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρί ἀβληχρήν· εἶθαρ δέ δόρυ χροός ἀντετόρησεν ἀμβροσίου διά πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί, πρυμνόν ὕπερ θέναρος· ῥέε δ' ἄμβροτον αἷμα θεοῖο ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν· οὐ γάρ σῖτον ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἶνον, τοὔνεκ' ἀναίμονές εἰσι καί ἀθάνατοι καλέονται.
100Homerus, Ilias, 5, 460; 3 (auctor fl.700BC)
ἔνθ' αὖ Σαρπηδών μάλα νείκεσεν Ἕκτορα δῖον· Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρίν ἔχεσκες· φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ' ἐπικούρων οἶος σύν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
101Homerus, Ilias, 6, 191; 4 (auctor fl.700BC)
ἀλλ' ὅτε δή καί κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ἤτοι ὃ κάπ πεδίον τό Ἀλήϊον οἶος ἀλᾶτο ὃν θυμόν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων· Ἴσανδρον δέ οἱ υἱόν Ἄρης ἆτος πολέμοιο μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι· τήν δέ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
102Homerus, Ilias, 6, 369; 6 (auctor fl.700BC)
ἥ οἱ ἔπειτ' ἤντησ', ἅμα δ' ἀμφίπολος κίεν αὐτῇ παῖδ' ἐπί κόλπῳ ἔχουσ' ἀταλάφρονα νήπιον αὔτως Ἑκτορίδην ἀγαπητόν ἀλίγκιον ἀστέρι καλῷ, τόν ῥ' Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτάρ οἱ ἄλλοι Ἀστυάνακτ'· οἶος γάρ ἐρύετο Ἴλιον Ἕκτωρ.
103Homerus, Ilias, 7, 1; 9 (auctor fl.700BC)
ἀλλ' ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν· τήν δ' αὖτε προσέειπεν ἄναξ Διός υἱός Ἀπόλλων· Ἕκτορος ὄρσωμεν κρατερόν μένος ἱπποδάμοιο, ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, οἳ δέ κ' ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοί οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
104Homerus, Ilias, 7, 206; 2 (auctor fl.700BC)
αὐτάρ ἐπεί δή πάντα περί χροῒ ἕσσατο τεύχεα, σεύατ' ἔπειθ' οἷός τε πελώριος ἔρχεται Ἄρης, ὅς τ' εἶσιν πόλεμον δέ μετ' ἀνέρας οὕς τε Κρονίων θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
105Homerus, Ilias, 7, 206; 6 (auctor fl.700BC)
τό πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας στῆ ῥα μάλ' Ἕκτορος ἐγγύς, ἀπειλήσας δέ προσηύδα· Ἕκτορ νῦν μέν δή σάφα εἴσεαι οἰόθεν οἶος οἷοι καί Δαναοῖσιν ἀριστῆες μετέασι καί μετ' Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
106Homerus, Ilias, 8, 78; 1 (auctor fl.700BC)
ἔνθ' οὔτ' Ἰδομενεύς τλῆ μίμνειν οὔτ' Ἀγαμέμνων, οὔτε δύ' Αἴαντες μενέτην θεράποντες Ἄρηος· Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν οὔ τι ἑκών, ἀλλ' ἵππος ἐτείρετο, τόν βάλεν ἰῷ δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο ἄκρην κάκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων κρανίῳ ἐμπεφύασι, μάλιστα δέ καίριόν ἐστιν.
107Homerus, Ilias, 8, 198; 3 (auctor fl.700BC)
εἴ περ γάρ κ' ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί, Τρῶας ἀπώσασθαι καί ἐρυκέμεν εὐρύοπα Ζῆν, αὐτοῦ κ' ἔνθ' ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.
108Homerus, Ilias, 9, 162; 11 (auctor fl.700BC)
Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων, τώ δέ βάτην προτέρω, ἡγεῖτο δέ δῖος Ὀδυσσεύς, στάν δέ πρόσθ' αὐτοῖο· ταφών δ' ἀνόρουσεν Ἀχιλλεύς αὐτῇ σύν φόρμιγγι λιπών ἕδος ἔνθα θάασσεν.
109Homerus, Ilias, 9, 205; 2 (auctor fl.700BC)
αὐτάρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρός αὐγῇ, ἐν δ' ἄρα νῶτον ἔθηκ' ὄϊος καί πίονος αἰγός, ἐν δέ συός σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
110Homerus, Ilias, 9, 417; 3 (auctor fl.700BC)
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκήν ἐγένοντο σιωπῇ μῦθον ἀγασσάμενοι· μάλα γάρ κρατερῶς ἀπέειπεν· ὀψέ δέ δή μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ δάκρυ' ἀναπρήσας· περί γάρ δίε νηυσίν Ἀχαιῶν· εἰ μέν δή νόστόν γε μετά φρεσί φαίδιμ' Ἀχιλλεῦ βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσί θοῇσι πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεί χόλος ἔμπεσε θυμῷ, πῶς ἂν ἔπειτ' ἀπό σεῖο φίλον τέκος αὖθι λιποίμην οἶος· σοί δέ μ' ἔπεμπε γέρων ἱππηλάτα Πηλεύς ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε νήπιον οὔ πω εἰδόθ' ὁμοιΐου πολέμοιο οὐδ' ἀγορέων, ἵνα τ' ἄνδρες ἀριπρεπέες τελέθουσι.
111Homerus, Ilias, 10, 1; 11 (auctor fl.700BC)
τόν πρότερος προσέειπε βοήν ἀγαθός Μενέλαος· τίφθ' οὕτως ἠθεῖε κορύσσεαι· ἦ τιν' ἑταίρων ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον· ἀλλά μάλ' αἰνῶς δείδω μή οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθών νύκτα δι' ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.
112Homerus, Ilias, 10, 42; 10 (auctor fl.700BC)
ὀρθωθείς δ' ἄρ' ἐπ' ἀγκῶνος κεφαλήν ἐπαείρας Ἀτρεΐδην προσέειπε καί ἐξερεείνετο μύθῳ· τίς δ' οὗτος κατά νῆας ἀνά στρατόν ἔρχεαι οἶος νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοί ἄλλοι, ἠέ τιν' οὐρήων διζήμενος, ἤ τιν' ἑταίρων· φθέγγεο, μηδ' ἀκέων ἐπ' ἔμ' ἔρχεο· τίπτε δέ σε χρεώ·
113Homerus, Ilias, 10, 372; 3 (auctor fl.700BC)
ἀλλ' ἄγε μοι τόδε εἰπέ καί ἀτρεκέως κατάλεξον· πῇ δή οὕτως ἐπί νῆας ἀπό στρατοῦ ἔρχεαι οἷος νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοί ἄλλοι· ἤ τινα συλήσων νεκύων κατατεθνηώτων· ἦ σ' Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα νῆας ἔπι γλαφυράς· ἦ σ' αὐτόν θυμός ἀνῆκε· τόν δ' ἠμείβετ' ἔπειτα Δόλων, ὑπό δ' ἔτρεμε γυῖα· πολλῇσίν μ' ἄτῃσι παρέκ νόον ἤγαγεν Ἕκτωρ, ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους δωσέμεναι κατένευσε καί ἅρματα ποικίλα χαλκῷ, ἠνώγει δέ μ' ἰόντα θοήν διά νύκτα μέλαιναν ἀνδρῶν δυσμενέων σχεδόν ἐλθέμεν, ἔκ τε πυθέσθαι ἠέ φυλάσσονται νῆες θοαί ὡς τό πάρος περ, ἦ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες φύξιν βουλεύουσι μετά σφίσιν, οὐδ' ἐθέλουσι νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
114Homerus, Ilias, 11, 47; 4 (auctor fl.700BC)
Ἕκτωρ δ' ἐν πρώτοισι φέρ' ἀσπίδα πάντοσ' ἐΐσην, οἷος δ' ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστήρ παμφαίνων, τοτέ δ' αὖτις ἔδυ νέφεα σκιόεντα, ὣς Ἕκτωρ ὁτέ μέν τε μετά πρώτοισι φάνεσκεν, ἄλλοτε δ' ἐν πυμάτοισι κελεύων· πᾶς δ' ἄρα χαλκῷ λάμφ' ὥς τε στεροπή πατρός Διός αἰγιόχοιο.
115Homerus, Ilias, 11, 616; 12 (auctor fl.700BC)
εὖ δέ σύ οἶσθα γεραιέ διοτρεφές, οἷος ἐκεῖνος δεινός ἀνήρ· τάχα κεν καί ἀναίτιον αἰτιόῳτο.
116Homerus, Ilias, 11, 655; 8 (auctor fl.700BC)
κήρυκες δ' ἐλίγαινον ἅμ' ἠοῖ φαινομένηφι τούς ἴμεν οἷσι χρεῖος ὀφείλετ' ἐν Ἤλιδι δίῃ· οἳ δέ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες δαίτρευον· πολέσιν γάρ Ἐπειοί χρεῖος ὄφειλον, ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν· ἐλθών γάρ ῥ' ἐκάκωσε βίη Ἡρακληείη τῶν προτέρων ἐτέων, κατά δ' ἔκταθεν ὅσσοι ἄριστοι· δώδεκα γάρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν· τῶν οἶος λιπόμην, οἳ δ' ἄλλοι πάντες ὄλοντο.
117Homerus, Ilias, 11, 737; 8 (auctor fl.700BC)
αὐτάρ Ἀχιλλεύς οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω πολλά μετακλαύσεσθαι ἐπεί κ' ἀπό λαός ὄληται.
118Homerus, Ilias, 12, 329; 6 (auctor fl.700BC)
εἰ δέ σφιν καί κεῖθι πόνος καί νεῖκος ὄρωρεν, ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
119Homerus, Ilias, 12, 329; 8 (auctor fl.700BC)
εἰ δέ καί ἐνθάδε περ πόλεμος καί νεῖκος ὄρωρεν, ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
120Homerus, Ilias, 12, 442; 1 (auctor fl.700BC)
ὣς φάτ' ἐποτρύνων, οἳ δ' οὔασι πάντες ἄκουον, ἴθυσαν δ' ἐπί τεῖχος ἀολλέες· οἳ μέν ἔπειτα κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ' ἔχοντες, Ἕκτωρ δ' ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων ἑστήκει πρόσθε πρυμνός παχύς, αὐτάρ ὕπερθεν ὀξύς ἔην· τόν δ' οὔ κε δύ' ἀνέρε δήμου ἀρίστω ῥηϊδίως ἐπ' ἄμαξαν ἀπ' οὔδεος ὀχλίσσειαν, οἷοι νῦν βροτοί εἰσ'· ὃ δέ μιν ῥέα πάλλε καί οἶος.
121Homerus, Ilias, 12, 442; 3 (auctor fl.700BC)
ὡς δ' ὅτε ποιμήν ῥεῖα φέρει πόκον ἄρσενος οἰός χειρί λαβών ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει, ὣς Ἕκτωρ ἰθύς σανίδων φέρε λᾶαν ἀείρας, αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας δικλίδας ὑψηλάς· δοιοί δ' ἔντοσθεν ὀχῆες εἶχον ἐπημοιβοί, μία δέ κληῒς ἐπαρήρει.
122Homerus, Ilias, 13, 59; 4 (auctor fl.700BC)
τόν δ' ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· οὕτω νῦν καί ἐμοί περί δούρατι χεῖρες ἄαπτοι μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δέ ποσσίν ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δέ καί οἶος Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.
123Homerus, Ilias, 13, 266; 4 (auctor fl.700BC)
τόν δ' αὖτ' Ἰδομενεύς Κρητῶν ἀγός ἀντίον ηὔδα· οἶδ' ἀρετήν οἷός ἐσσι· τί σε χρή ταῦτα λέγεσθαι· εἰ γάρ νῦν παρά νηυσί λεγοίμεθα πάντες ἄριστοι ἐς λόχον, ἔνθα μάλιστ' ἀρετή διαείδεται ἀνδρῶν, ἔνθ' ὅ τε δειλός ἀνήρ ὅς τ' ἄλκιμος ἐξεφαάνθη· τοῦ μέν γάρ τε κακοῦ τρέπεται χρώς ἄλλυδις ἄλλῃ, οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ' ἐν φρεσί θυμός, ἀλλά μετοκλάζει καί ἐπ' ἀμφοτέρους πόδας ἵζει, ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετ' ὀδόντων· τοῦ δ' ἀγαθοῦ οὔτ' ἂρ τρέπεται χρώς οὔτέ τι λίην ταρβεῖ, ἐπειδάν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, ἀρᾶται δέ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ· οὐδέ κεν ἔνθα τεόν γε μένος καί χεῖρας ὄνοιτο.
124Homerus, Ilias, 13, 295; 2 (auctor fl.700BC)
οἷος δέ βροτολοιγός Ἄρης πόλεμον δέ μέτεισι, τῷ δέ Φόβος φίλος υἱός ἅμα κρατερός καί ἀταρβής ἕσπετο, ὅς τ' ἐφόβησε ταλάφρονά περ πολεμιστήν· τώ μέν ἄρ' ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον, ἠέ μετά Φλεγύας μεγαλήτορας· οὐδ' ἄρα τώ γε ἔκλυον ἀμφοτέρων, ἑτέροισι δέ κῦδος ἔδωκαν· τοῖοι Μηριόνης τε καί Ἰδομενεύς ἀγοί ἀνδρῶν ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
125Homerus, Ilias, 13, 424; 4 (auctor fl.700BC)
δαιμόνι' ἀλλά καί αὐτός ἐναντίον ἵστασ' ἐμεῖο, ὄφρα ἴδῃ οἷος Ζηνός γόνος ἐνθάδ' ἱκάνω, ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον· Μίνως δ' αὖ τέκεθ' υἱόν ἀμύμονα Δευκαλίωνα, Δευκαλίων δ' ἐμέ τίκτε πολέσσ' ἄνδρεσσιν ἄνακτα Κρήτῃ ἐν εὐρείῃ· νῦν δ' ἐνθάδε νῆες ἔνεικαν σοί τε κακόν καί πατρί καί ἄλλοισι Τρώεσσιν.
126Homerus, Ilias, 13, 455; 1 (auctor fl.700BC)
ὣς φάτο, Δηΐφοβος δέ διάνδιχα μερμήριξεν ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καί οἶος.
127Homerus, Ilias, 13, 560; 12 (auctor fl.700BC)
καί τό μέν ἐκ χειρός ἔρυσεν μεγάθυμος Ἀγήνωρ, αὐτήν δέ ξυνέδησεν ἐϋστρεφεῖ οἰός ἀώτῳ σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
128Homerus, Ilias, 13, 673; 7 (auctor fl.700BC)
οὐδ' ἄρ' Ὀϊλιάδῃ μεγαλήτορι Λοκροί ἕποντο· οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ· οὐ γάρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας, οὐδ' ἔχον ἀσπίδας εὐκύκλους καί μείλινα δοῦρα, ἀλλ' ἄρα τόξοισιν καί ἐϋστρεφεῖ οἶος ἀώτῳ Ἴλιον εἰς ἅμ' ἕποντο πεποιθότες, οἷσιν ἔπειτα ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας· δή ῥα τόθ' οἳ μέν πρόσθε σύν ἔντεσι δαιδαλέοισι μάρναντο Τρωσίν τε καί Ἕκτορι χαλκοκορυστῇ, οἳ δ' ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης Τρῶες μιμνήσκοντο· συνεκλόνεον γάρ ὀϊστοί.
129Homerus, Ilias, 15, 78; 4 (auctor fl.700BC)
τήν δ' ἠμείβετ' ἔπειτα θεά λευκώλενος Ἥρη· μή με θεά Θέμι ταῦτα διείρεο· οἶσθα καί αὐτή οἷος κείνου θυμός ὑπερφίαλος καί ἀπηνής.
130Homerus, Ilias, 15, 343; 6 (auctor fl.700BC)
ὣς οἳ μέν παρά νηυσίν ἐρητύοντο μένοντες, ἀλλήλοισί τε κεκλόμενοι καί πᾶσι θεοῖσι χεῖρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστος· Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν εὔχετο χεῖρ' ὀρέγων εἰς οὐρανόν ἀστερόεντα· Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ ἢ βοός ἢ οἰός κατά πίονα μηρία καίων εὔχετο νοστῆσαι, σύ δ' ὑπέσχεο καί κατένευσας, τῶν μνῆσαι καί ἄμυνον Ὀλύμπιε νηλεές ἦμαρ, μηδ' οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
131Homerus, Ilias, 16, 1; 3 (auctor fl.700BC)
ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοί αὐτῷ, ἦέ τιν' ἀγγελίην Φθίης ἐξέκλυες οἶος· ζώειν μάν ἔτι φασί Μενοίτιον Ἄκτορος υἱόν, ζώει δ' Αἰακίδης Πηλεύς μετά Μυρμιδόνεσσι· τῶν κε μάλ' ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
132Homerus, Ilias, 16, 112; 10 (auctor fl.700BC)
ἔγχος δ' οὐχ ἕλετ' οἶον ἀμύμονος Αἰακίδαο βριθύ μέγα στιβαρόν· τό μέν οὐ δύνατ' ἄλλος Ἀχαιῶν πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς Πηλιάδα μελίην, τήν πατρί φίλῳ πόρε Χείρων Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
133Homerus, Ilias, 16, 200; 12 (auctor fl.700BC)
εὔχετ' ἔπειτα στάς μέσῳ ἕρκεϊ, λεῖβε δέ οἶνον οὐρανόν εἰσανιδών· Δία δ' οὐ λάθε τερπικέραυνον· Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ τηλόθι ναίων Δωδώνης μεδέων δυσχειμέρου, ἀμφί δέ Σελλοί σοί ναίουσ' ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι, ἠμέν δή ποτ' ἐμόν ἔπος ἔκλυες εὐξαμένοιο, τίμησας μέν ἐμέ, μέγα δ' ἴψαο λαόν Ἀχαιῶν, ἠδ' ἔτι καί νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ· αὐτός μέν γάρ ἐγώ μενέω νηῶν ἐν ἀγῶνι, ἀλλ' ἕταρον πέμπω πολέσιν μετά Μυρμιδόνεσσι μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ, θάρσυνον δέ οἱ ἦτορ ἐνί φρεσίν, ὄφρα καί Ἕκτωρ εἴσεται ἤ ῥα καί οἶος ἐπίστηται πολεμίζειν ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι μαίνονθ', ὁππότ' ἐγώ περ ἴω μετά μῶλον Ἄρηος.
134Homerus, Ilias, 17, 140; 3 (auctor fl.700BC)
φράζεο νῦν ὅππως κε πόλιν καί ἄστυ σαώσῃς οἶος σύν λαοῖς τοί Ἰλίῳ ἐγγεγάασιν· οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν εἶσι περί πτόλιος, ἐπεί οὐκ ἄρα τις χάρις ἦεν μάρνασθαι δηΐοισιν ἐπ' ἀνδράσι νωλεμές αἰεί.
135Homerus, Ilias, 17, 567; 4 (auctor fl.700BC)
Ἕκτορα δ' ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων· τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων· Ἕκτορ τίς κέ σ' ἔτ' ἄλλος Ἀχαιῶν ταρβήσειεν· οἷον δή Μενέλαον ὑπέτρεσας, ὃς τό πάρος γε μαλθακός αἰχμητής· νῦν δ' οἴχεται οἶος ἀείρας νεκρόν ὑπ' ἐκ Τρώων, σόν δ' ἔκτανε πιστόν ἑταῖρον ἐσθλόν ἐνί προμάχοισι Ποδῆν υἱόν Ἠετίωνος.
136Homerus, Ilias, 18, 97; 2 (auctor fl.700BC)
νῦν δ' ἐπεί οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν, οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδ' ἑτάροισι τοῖς ἄλλοις, οἳ δή πολέες δάμεν Ἕκτορι δίῳ, ἀλλ' ἧμαι παρά νηυσίν ἐτώσιον ἄχθος ἀρούρης, τοῖος ἐών οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων ἐν πολέμῳ· ἀγορῇ δέ τ' ἀμείνονές εἰσι καί ἄλλοι.
137Homerus, Ilias, 18, 243; 3 (auctor fl.700BC)
τοῖσι δέ Πουλυδάμας πεπνυμένος ἦρχ' ἀγορεύειν Πανθοΐδης· ὃ γάρ οἶος ὅρα πρόσσω καί ὀπίσσω· Ἕκτορι δ' ἦεν ἑταῖρος, ἰῇ δ' ἐν νυκτί γένοντο, ἀλλ' ὃ μέν ἂρ μύθοισιν, ὃ δ' ἔγχεϊ πολλόν ἐνίκα· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καί μετέειπεν· ἀμφί μάλα φράζεσθε φίλοι· κέλομαι γάρ ἔγωγε ἄστυδε νῦν ἰέναι, μή μίμνειν ἠῶ δῖαν ἐν πεδίῳ παρά νηυσίν· ἑκάς δ' ἀπό τείχεός εἰμεν.
138Homerus, Ilias, 18, 243; 5 (auctor fl.700BC)
νῦν δ' αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα· οἷος κείνου θυμός ὑπέρβιος, οὐκ ἐθελήσει μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καί Ἀχαιοί ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται, ἀλλά περί πτόλιός τε μαχήσεται ἠδέ γυναικῶν.
139Homerus, Ilias, 19, 387; 1 (auctor fl.700BC)
ἐκ δ' ἄρα σύριγγος πατρώϊον ἐσπάσατ' ἔγχος βριθύ μέγα στιβαρόν· τό μέν οὐ δύνατ' ἄλλος Ἀχαιῶν πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς· Πηλιάδα μελίην, τήν πατρί φίλῳ πόρε Χείρων Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν· ἵππους δ' Αὐτομέδων τε καί Ἄλκιμος ἀμφιέποντες ζεύγνυον· ἀμφί δέ καλά λέπαδν' ἕσαν, ἐν δέ χαλινούς γαμφηλῇς ἔβαλον, κατά δ' ἡνία τεῖναν ὀπίσσω κολλητόν ποτί δίφρον.
140Homerus, Ilias, 20, 1; 7 (auctor fl.700BC)
εἰ γάρ Ἀχιλλεύς οἶος ἐπί Τρώεσσι μαχεῖται οὐδέ μίνυνθ' ἕξουσι ποδώκεα Πηλεΐωνα.
141Homerus, Ilias, 20, 273; 3 (auctor fl.700BC)
αὐτάρ Ἀχιλλεύς ἐμμεμαώς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξύ σμερδαλέα ἰάχων· ὃ δέ χερμάδιον λάβε χειρί Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γ' ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσ'· ὃ δέ μιν ῥέα πάλλε καί οἶος.
142Homerus, Ilias, 21, 97; 3 (auctor fl.700BC)
οὐχ ὁράᾳς οἷος καί ἐγώ καλός τε μέγας τε· πατρός δ' εἴμ' ἀγαθοῖο, θεά δέ με γείνατο μήτηρ· ἀλλ' ἔπι τοι καί ἐμοί θάνατος καί μοῖρα κραταιή· ἔσσεται ἢ ἠώς ἢ δείλη ἢ μέσον ἦμαρ ὁππότε τις καί ἐμεῖο Ἄρῃ ἐκ θυμόν ἕληται ἢ ὅ γε δουρί βαλών ἢ ἀπό νευρῆφιν ὀϊστῷ.
143Homerus, Ilias, 22, 38; 1 (auctor fl.700BC)
Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον οἶος ἄνευθ' ἄλλων, ἵνα μή τάχα πότμον ἐπίσπῃς Πηλεΐωνι δαμείς, ἐπεί ἦ πολύ φέρτερός ἐστι σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καί γῦπες ἔδοιεν κείμενον· ἦ κέ μοι αἰνόν ἀπό πραπίδων ἄχος ἔλθοι· ὅς μ' υἱῶν πολλῶν τε καί ἐσθλῶν εὖνιν ἔθηκε κτείνων καί περνάς νήσων ἔπι τηλεδαπάων.
144Homerus, Ilias, 22, 289; 8 (auctor fl.700BC)
οἷος δ' ἀστήρ εἶσι μετ' ἀστράσι νυκτός ἀμολγῷ ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ, ὣς αἰχμῆς ἀπέλαμπ' εὐήκεος, ἣν ἄρ' Ἀχιλλεύς πάλλεν δεξιτερῇ φρονέων κακόν Ἕκτορι δίῳ εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.
145Homerus, Ilias, 22, 473; 7 (auctor fl.700BC)
δακρυόεις δέ τ' ἄνεισι πάϊς ἐς μητέρα χήρην Ἀστυάναξ, ὃς πρίν μέν ἑοῦ ἐπί γούνασι πατρός μυελόν οἶον ἔδεσκε καί οἰῶν πίονα δημόν· αὐτάρ ὅθ' ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων, εὕδεσκ' ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ· νῦν δ' ἂν πολλά πάθῃσι φίλου ἀπό πατρός ἁμαρτών Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν· οἶος γάρ σφιν ἔρυσο πύλας καί τείχεα μακρά.
146Homerus, Ilias, 23, 429; 10 (auctor fl.700BC)
στῆ δ' ὀρθός καί μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδέ μέδοντες οἶος ἐγών ἵππους αὐγάζομαι ἦε καί ὑμεῖς· ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, ἄλλος δ' ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν· ἤτοι γάρ τάς πρῶτα ἴδον περί τέρμα βαλούσας, νῦν δ' οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε Τρωϊκόν ἂμ πεδίον παπταίνετον εἰσορόωντι· ἦε τόν ἡνίοχον φύγον ἡνία, οὐδέ δυνάσθη εὖ σχεθέειν περί τέρμα καί οὐκ ἐτύχησεν ἑλίξας· ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ' ἅρματα ἆξαι, αἳ δ' ἐξηρώησαν, ἐπεί μένος ἔλλαβε θυμόν.
147Homerus, Ilias, 23, 664; 6 (auctor fl.700BC)
Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φώς Μηκιστῆος υἱός Ταλαϊονίδαο ἄνακτος, ὅς ποτε Θήβας δ' ἦλθε δεδουπότος Οἰδιπόδαο ἐς τάφον· ἔνθα δέ πάντας ἐνίκα Καδμείωνας.
148Homerus, Ilias, 24, 200; 1 (auctor fl.700BC)
ὣς φάτο, κώκυσεν δέ γυνή καί ἀμείβετο μύθῳ· ὤ μοι πῇ δή τοι φρένες οἴχονθ', ᾗς τό πάρος περ ἔκλε' ἐπ' ἀνθρώπους ξείνους ἠδ' οἷσιν ἀνάσσεις· πῶς ἐθέλεις ἐπί νῆας Ἀχαιῶν ἐλθέμεν οἶος ἀνδρός ἐς ὀφθαλμούς ὅς τοι πολέας τε καί ἐσθλούς υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.
149Homerus, Ilias, 24, 372; 2 (auctor fl.700BC)
ἀλλ' ἔτι τις καί ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα, ὅς μοι τοιόνδ' ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι αἴσιον, οἷος δή σύ δέμας καί εἶδος ἀγητός, πέπνυσαί τε νόῳ, μακάρων δ' ἔξεσσι τοκήων.
150Homerus, Ilias, 24, 440; 3 (auctor fl.700BC)
ἀλλ' ὅτε δή κλισίην Πηληϊάδεω ἀφίκοντο ὑψηλήν, τήν Μυρμιδόνες ποίησαν ἄνακτι δοῦρ' ἐλάτης κέρσαντες· ἀτάρ καθύπερθεν ἔρεψαν λαχνήεντ' ὄροφον λειμωνόθεν ἀμήσαντες· ἀμφί δέ οἱ μεγάλην αὐλήν ποίησαν ἄνακτι σταυροῖσιν πυκινοῖσι· θύρην δ' ἔχε μοῦνος ἐπιβλής εἰλάτινος, τόν τρεῖς μέν ἐπιρρήσσεσκον Ἀχαιοί, τρεῖς δ' ἀναοίγεσκον μεγάλην κληῗδα θυράων τῶν ἄλλων· Ἀχιλεύς δ' ἄρ' ἐπιρρήσσεσκε καί οἶος· δή ῥα τόθ' Ἑρμείας ἐριούνιος ᾦξε γέροντι, ἐς δ' ἄγαγε κλυτά δῶρα ποδώκεϊ Πηλεΐωνι, ἐξ ἵππων δ' ἀπέβαινεν ἐπί χθόνα φώνησέν τε· ὦ γέρον ἤτοι ἐγώ θεός ἄμβροτος εἰλήλουθα Ἑρμείας· σοί γάρ με πατήρ ἅμα πομπόν ὄπασσεν.
151Homerus, Ilias, 24, 468; 7 (auctor fl.700BC)
τῶν μέν πολλῶν θοῦρος Ἄρης ὑπό γούνατ' ἔλυσεν· ὃς δέ μοι οἶος ἔην, εἴρυτο δέ ἄστυ καί αὐτούς, τόν σύ πρῴην κτεῖνας ἀμυνόμενον περί πάτρης Ἕκτορα· τοῦ νῦν εἵνεχ' ἱκάνω νῆας Ἀχαιῶν λυσόμενος παρά σεῖο, φέρω δ' ἀπερείσι' ἄποινα.
152Homerus, Ilias, 24, 507; 4 (auctor fl.700BC)
πῶς ἔτλης ἐπί νῆας Ἀχαιῶν ἐλθέμεν οἶος ἀνδρός ἐς ὀφθαλμούς ὅς τοι πολέας τε καί ἐσθλούς υἱέας ἐξενάριξα· σιδήρειόν νύ τοι ἦτορ.
153Homerus, Ilias, 24, 552; 7 (auctor fl.700BC)
Πηλεΐδης δ' οἴκοιο λέων ὣς ἆλτο θύραζε οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο ἥρως Αὐτομέδων ἠδ' Ἄλκιμος, οὕς ῥα μάλιστα τῖ' Ἀχιλεύς ἑτάρων μετά Πάτροκλόν γε θανόντα, οἳ τόθ' ὑπό ζυγόφιν λύον ἵππους ἡμιόνους τε, ἐς δ' ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος, κάδ δ' ἐπί δίφρου εἷσαν· ἐϋξέστου δ' ἀπ' ἀπήνης ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα.
154Homerus, Ilias, 24, 596; 11 (auctor fl.700BC)
αὐτάρ ἐπεί πόσιος καί ἐδητύος ἐξ ἔρον ἕντο, ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ' Ἀχιλῆα ὅσσος ἔην οἷός τε· θεοῖσι γάρ ἄντα ἐῴκει· αὐτάρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεύς εἰσορόων ὄψίν τ' ἀγαθήν καί μῦθον ἀκούων.
155Homerus, Odyssea, 1, 44; 8 (auctor fl.700BC)
ἀλλ' ἄγεθ', ἡμεῖς οἵδε περιφραζώμεθα πάντες νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δέ μεθήσει ὃν χόλον· οὐ μέν γάρ τι δυνήσεται ἀντία πάντων ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
156Homerus, Odyssea, 1, 325; 8 (auctor fl.700BC)
σοί δ' ἐπιτολμάτω κραδίη καί θυμός ἀκούειν· οὐ γάρ Ὀδυσσεύς οἶος ἀπώλεσε νόστιμον ἦμαρ ἐν Τροίῃ, πολλοί δέ καί ἄλλοι φῶτες ὄλοντο.
157Homerus, Odyssea, 1, 365; 2 (auctor fl.700BC)
τοῖσι δέ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων· " μητρός ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες, νῦν μέν δαινύμενοι τερπώμεθα, μηδέ βοητύς ἔστω, ἐπεί τόδε καλόν ἀκουέμεν ἐστίν ἀοιδοῦ τοιοῦδ' οἷος ὅδ' ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
158Homerus, Odyssea, 1, 421; 7 (auctor fl.700BC)
ἔνθ' ὅ γε παννύχιος, κεκαλυμμένος οἰός ἀώτῳ, βούλευε φρεσίν ᾗσιν ὁδόν τήν πέφραδ' Ἀθήνη.
159Homerus, Odyssea, 2, 1; 4 (auctor fl.700BC)
αὐτάρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο, βῆ ῥ' ἴμεν εἰς ἀγορήν, παλάμῃ δ' ἔχε χάλκεον ἔγχος, οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοί ἕποντο.
160Homerus, Odyssea, 2, 39; 4 (auctor fl.700BC)
οὐ γάρ ἔπ' ἀνήρ, οἷος Ὀδυσσεύς ἔσκεν, ἀρήν ἀπό οἴκου ἀμῦναι.
161Homerus, Odyssea, 2, 84; 1 (auctor fl.700BC)
Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε· " Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
162Homerus, Odyssea, 2, 129; 9 (auctor fl.700BC)
τοῖσι δέ καί μετέειπε γέρων ἥρως Ἁλιθέρσης Μαστορίδης· ὁ γάρ οἶος ὁμηλικίην ἐκέκαστο ὄρνιθας γνῶναι καί ἐναίσιμα μυθήσασθαι· ὅ σφιν ἐύ φρονέων ἀγορήσατο καί μετέειπε· " κέκλυτε δή νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· μνηστῆρσιν δέ μάλιστα πιφαυσκόμενος τάδε εἴρω· τοῖσιν γάρ μέγα πῆμα κυλίνδεται· οὐ γάρ Ὀδυσσεύς δήν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη ἐγγύς ἐών τοῖσδεσσι φόνον καί κῆρα φυτεύει πάντεσσιν· πολέσιν δέ καί ἄλλοισιν κακόν ἔσται, οἳ νεμόμεσθ' Ἰθάκην ἐυδείελον.
163Homerus, Odyssea, 2, 267; 1 (auctor fl.700BC)
ὣς ἔφατ' εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη, Μέντορι εἰδομένη ἠμέν δέμας ἠδέ καί αὐδήν, καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα· " Τηλέμαχ', οὐδ' ὄπιθεν κακός ἔσσεαι οὐδ' ἀνοήμων, εἰ δή τοι σοῦ πατρός ἐνέστακται μένος ἠύ, οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε· οὔ τοι ἔπειθ' ἁλίη ὁδός ἔσσεται οὐδ' ἀτέλεστος.
164Homerus, Odyssea, 3, 329; 12 (auctor fl.700BC)
οἶος γάρ μετά τοῖσι γεραίτερος εὔχομαι εἶναι· οἱ δ' ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται, πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
165Homerus, Odyssea, 4, 265; 8 (auctor fl.700BC)
ἔνθ' ἄλλοι μέν πάντες ἀκήν ἔσαν υἷες Ἀχαιῶν, Ἄντικλος δέ σέ γ' οἶος ἀμείψασθαι ἐπέεσσιν ἤθελεν.
166Homerus, Odyssea, 4, 315; 8 (auctor fl.700BC)
αἲ γάρ, Ζεῦ τε πάτερ καί Ἀθηναίη καί Ἄπολλον, τοῖος ἐών, οἷός ποτ' ἐυκτιμένῃ ἐνί Λέσβῳ ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, κάδ δ' ἔβαλε κρατερῶς, κεχάροντο δέ πάντες Ἀχαιοί, τοῖος ἐών μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
167Homerus, Odyssea, 4, 675; 2 (auctor fl.700BC)
βῆ δ' ἴμεν ἀγγελέων διά δώματα Πηνελοπείῃ· τόν δέ κατ' οὐδοῦ βάντα προσηύδα Πηνελόπεια· " κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί· ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο ἔργων παύσασθαι, σφίσι δ' αὐτοῖς δαῖτα πένεσθαι· μή μνηστεύσαντες μηδ' ἄλλοθ' ὁμιλήσαντες ὕστατα καί πύματα νῦν ἐνθάδε δειπνήσειαν· οἳ θάμ' ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν, κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν ὑμετέρων τό πρόσθεν ἀκούετε, παῖδες ἐόντες, οἷος Ὀδυσσεύς ἔσκε μεθ' ὑμετέροισι τοκεῦσιν, οὔτε τινά ῥέξας ἐξαίσιον οὔτε τι εἰπών ἐν δήμῳ, ἥ τ' ἐστί δίκη θείων βασιλήων· ἄλλον κ' ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
168Homerus, Odyssea, 4, 758; 2 (auctor fl.700BC)
ἡ δ' ὑδρηναμένη, καθαρά χροῒ εἵμαθ' ἑλοῦσα εἰς ὑπερῷ' ἀνέβαινε σύν ἀμφιπόλοισι γυναιξίν, ἐν δ' ἔθετ' οὐλοχύτας κανέῳ, ἠρᾶτο δ' Ἀθήνῃ· " κλῦθί μευ, αἰγιόχοιο Διός τέκος, Ἀτρυτώνη, εἴ ποτέ τοι πολύμητις ἐνί μεγάροισιν Ὀδυσσεύς ἢ βοός ἢ ὄϊος κατά πίονα μηρί' ἔκηε, τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον, μνηστῆρας δ' ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.
169Homerus, Odyssea, 6, 288; 5 (auctor fl.700BC)
ῥεῖα δ' ἀρίγνωτ' ἐστί, καί ἂν πάϊς ἡγήσαιτο νήπιος· οὐ μέν γάρ τι ἐοικότα τοῖσι τέτυκται δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο ἥρωος.
170Homerus, Odyssea, 7, 287; 9 (auctor fl.700BC)
αἲ γάρ, Ζεῦ τε πάτερ καί Ἀθηναίη καί Ἄπολλον, τοῖος ἐών οἷός ἐσσι, τά τε φρονέων ἅ τ' ἐγώ περ, παῖδά τ' ἐμήν ἐχέμεν καί ἐμός γαμβρός καλέεσθαι αὖθι μένων· οἶκον δέ κ' ἐγώ καί κτήματα δοίην, εἴ κ' ἐθέλων γε μένοις· ἀέκοντα δέ σ' οὔ τις ἐρύξει Φαιήκων· μή τοῦτο φίλον Διί πατρί γένοιτο.
171Homerus, Odyssea, 8, 83; 3 (auctor fl.700BC)
ἔνθ' ἄλλους μέν πάντας ἐλάνθανε δάκρυα λείβων, Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ' ἠδ' ἐνόησεν ἥμενος ἄγχ' αὐτοῦ, βαρύ δέ στενάχοντος ἄκουσεν.
172Homerus, Odyssea, 8, 199; 8 (auctor fl.700BC)
οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθ' Ἀχαιοί.
173Homerus, Odyssea, 8, 199; 15 (auctor fl.700BC)
Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· " ξεῖν', ἐπεί οὐκ ἀχάριστα μεθ' ἡμῖν ταῦτ' ἀγορεύεις, ἀλλ' ἐθέλεις ἀρετήν σήν φαινέμεν, ἥ τοι ὀπηδεῖ, χωόμενος ὅτι σ' οὗτος ἀνήρ ἐν ἀγῶνι παραστάς νείκεσεν, ὡς ἂν σήν ἀρετήν βροτός οὔ τις ὄνοιτο, ὅς τις ἐπίσταιτο ᾗσι φρεσίν ἄρτια βάζειν· ἀλλ' ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καί ἄλλῳ εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι δαινύῃ παρά σῇ τ' ἀλόχῳ καί σοῖσι τέκεσσιν, ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καί ἡμῖν Ζεύς ἐπί ἔργα τίθησι διαμπερές ἐξ ἔτι πατρῶν.
174Homerus, Odyssea, 8, 521; 3 (auctor fl.700BC)
ἔνθ' ἄλλους μέν πάντας ἐλάνθανε δάκρυα λείβων, Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ' ἠδ' ἐνόησεν, ἥμενος ἄγχ' αὐτοῦ, βαρύ δέ στενάχοντος ἄκουσεν.
175Homerus, Odyssea, 9, 1; 1 (auctor fl.700BC)
τόν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· " Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, ἦ τοι μέν τόδε καλόν ἀκουέμεν ἐστίν ἀοιδοῦ τοιοῦδ' οἷος ὅδ' ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
176Homerus, Odyssea, 9, 161; 10 (auctor fl.700BC)
ἔνθα δ' ἀνήρ ἐνίαυε πελώριος, ὅς ῥα τά μῆλα οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδέ μετ' ἄλλους πωλεῖτ', ἀλλ' ἀπάνευθεν ἐών ἀθεμίστια ᾔδη.
177Homerus, Odyssea, 10, 87; 2 (auctor fl.700BC)
αἱ μέν ἄρ' ἔντοσθεν λιμένος κοίλοιο δέδεντο πλησίαι· οὐ μέν γάρ ποτ' ἀέξετο κῦμά γ' ἐν αὐτῷ, οὔτε μέγ' οὔτ' ὀλίγον, λευκή δ' ἦν ἀμφί γαλήνη· αὐτάρ ἐγών οἶος σχέθον ἔξω νῆα μέλαιναν, αὐτοῦ ἐπ' ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας· ἔστην δέ σκοπιήν ἐς παιπαλόεσσαν ἀνελθών.
178Homerus, Odyssea, 10, 261; 7 (auctor fl.700BC)
ἀλλ' ὅτε δή ἄρ' ἔμελλον ἰών ἱεράς ἀνά βήσσας Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα, ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν ἐρχομένῳ πρός δῶμα, νεηνίῃ ἀνδρί ἐοικώς, πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη· ἔν τ' ἄρα μοι φῦ χειρί, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· " « πῇ δή αὖτ', ὦ δύστηνε, δι' ἄκριας ἔρχεαι οἶος, χώρου ἄιδρις ἐών· ἕταροι δέ τοι οἵδ' ἐνί Κίρκης ἔρχαται ὥς τε σύες πυκινούς κευθμῶνας ἔχοντες.
179Homerus, Odyssea, 10, 428; 2 (auctor fl.700BC)
Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους· καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· " « ἆ δειλοί, πόσ' ἴμεν· τί κακῶν ἱμείρετε τούτων· Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας ἢ σῦς ἠέ λύκους ποιήσεται ἠέ λέοντας, οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καί ἀνάγκῃ, ὥς περ Κύκλωψ ἔρξ', ὅτε οἱ μέσσαυλον ἵκοντο ἡμέτεροι ἕταροι, σύν δ' ὁ θρασύς εἵπετ' Ὀδυσσεύς· τούτου γάρ καί κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.
180Homerus, Odyssea, 11, 271; 4 (auctor fl.700BC)
τοῖσι δ' ἐπ' ἰφθίμην Πηρώ τέκε, θαῦμα βροτοῖσι, τήν πάντες μνώοντο περικτίται· οὐδ' ἄρα Νηλεύς τῷ ἐδίδου ὃς μή ἕλικας βόας εὐρυμετώπους ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης ἀργαλέας· τάς δ' οἶος ὑπέσχετο μάντις ἀμύμων ἐξελάαν· χαλεπή δέ θεοῦ κατά μοῖρα πέδησε, δεσμοί τ' ἀργαλέοι καί βουκόλοι ἀγροιῶται.
181Homerus, Odyssea, 11, 486; 5 (auctor fl.700BC)
οὐ γάρ ἐγών ἐπαρωγός ὑπ' αὐγάς ἠελίοιο, τοῖος ἐών, οἷός ποτ' ἐνί Τροίῃ εὐρείῃ πέφνον λαόν ἄριστον, ἀμύνων Ἀργείοισιν· εἰ τοιόσδ' ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ· τῷ κέ τεῳ στύξαιμι μένος καί χεῖρας ἀάπτους, οἳ κεῖνον βιόωνται ἐέργουσίν τ' ἀπό τιμῆς.
182Homerus, Odyssea, 14, 446; 2 (auctor fl.700BC)
σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης αὐτός κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος, νόσφιν δεσποίνης καί Λαέρταο γέροντος· πάρ δ' ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
183Homerus, Odyssea, 14, 446; 14 (auctor fl.700BC)
" " ὣς ἐφάμην, ὁ δ' ἔπειτα νόον σχέθε τόνδ' ἐνί θυμῷ, οἷος κεῖνος ἔην βουλευέμεν ἠδέ μάχεσθαι· φθεγξάμενος δ' ὀλίγῃ ὀπί με πρός μῦθον ἔειπε· " σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
184Homerus, Odyssea, 15, 1; 6 (auctor fl.700BC)
οἶσθα γάρ οἷος θυμός ἐνί στήθεσσι γυναικός· κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ, παίδων δέ προτέρων καί κουριδίοιο φίλοιο οὐκέτι μέμνηται τεθνηκότος οὐδέ μεταλλᾷ.
185Homerus, Odyssea, 15, 92; 3 (auctor fl.700BC)
αὐτός δ' ἐς θάλαμον κατεβήσετο κηώεντα, οὐκ οἶος, ἅμα τῷ γ' Ἑλένη κίε καί Μεγαπένθης.
186Homerus, Odyssea, 15, 179; 11 (auctor fl.700BC)
εὖ γάρ ἐγώ τόδε οἶδα κατά φρένα καί κατά θυμόν· οἷος κείνου θυμός ὑπέρβιος, οὔ σε μεθήσει, ἀλλ' αὐτός καλέων δεῦρ' εἴσεται, οὐδέ ἕ φημι ἂψ ἰέναι κενεόν· μάλα γάρ κεχολώσεται ἔμπης.
187Homerus, Odyssea, 17, 120; 3 (auctor fl.700BC)
αἲ γάρ, Ζεῦ τε πάτερ καί Ἀθηναίη καί Ἄπολλον, τοῖος ἐών οἷός ποτ' ἐϋκτιμένῃ ἐνί Λέσβῳ ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, κάδ δ' ἔβαλε κρατερῶς, κεχάροντο δέ πάντες Ἀχαιοί, τοῖος ἐών μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
188Homerus, Odyssea, 17, 505; 11 (auctor fl.700BC)
οὐ γάρ ἔπ' ἀνήρ, οἷος Ὀδυσσεύς ἔσκεν, ἀρήν ἀπό οἴκου ἀμῦναι.
189Homerus, Odyssea, 19, 148; 4 (auctor fl.700BC)
ὣς τό μέν ἐξετέλεσσα, καί οὐκ ἐθέλουσ', ὑπ' ἀνάγκης· νῦν δ' οὔτ' ἐκφυγέειν δύναμαι γάμον οὔτε τιν' ἄλλην μῆτιν ἔθ' εὑρίσκω· μάλα δ' ὀτρύνουσι τοκῆες γήμασθ', ἀσχαλάᾳ δέ πάϊς βίοτον κατεδόντων, γιγνώσκων· ἤδη γάρ ἀνήρ οἶός τε μάλιστα οἴκου κήδεσθαι, τῷ τε Ζεύς κῦδος ὀπάζει.
190Homerus, Odyssea, 19, 190; 9 (auctor fl.700BC)
εἰπέ μοι ὁπποῖ' ἄσσα περί χροῒ εἵματα ἕστο, αὐτός θ' οἷος ἔην, καί ἑταίρους, οἵ οἱ ἕποντο.
191Homerus, Odyssea, 19, 241; 2 (auctor fl.700BC)
καί μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ εἵπετο· καί τόν τοι μυθήσομαι, οἷος ἔην περ.
192Homerus, Odyssea, 19, 277; 11 (auctor fl.700BC)
ἀλλά μοι ὧδ' ἀνά θυμόν ὀΐεται, ὡς ἔσεταί περ· οὔτ' Ὀδυσεύς ἔτι οἶκον ἐλεύσεται, οὔτε σύ πομπῆς τεύξῃ, ἐπεί οὐ τοῖοι σημάντορές εἰσ' ἐνί οἴκῳ οἷος Ὀδυσσεύς ἔσκε μετ' ἀνδράσιν, εἴ ποτ' ἔην γε, ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδέ δέχεσθαι.
193Homerus, Odyssea, 20, 44; 10 (auctor fl.700BC)
τῇδε γάρ αὖ μοι νυκτί παρέδραθεν εἴκελος αὐτῷ, τοῖος ἐών οἷος ᾖεν ἅμα στρατῷ· αὐτάρ ἐμόν κῆρ χαῖρ', ἐπεί οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλ' ὕπαρ ἤδη.
194Homerus, Odyssea, 21, 80; 5 (auctor fl.700BC)
οὐ γάρ τις μέτα τοῖος ἀνήρ ἐν τοίσδεσι πᾶσιν οἷος Ὀδυσσεύς ἔσκεν· ἐγώ δέ μιν αὐτός ὄπωπα, καί γάρ μνήμων εἰμί, πάϊς δ' ἔτι νήπιος ἦα.
195Homerus, Odyssea, 21, 80; 10 (auctor fl.700BC)
καί δέ κεν αὐτός ἐγώ τοῦ τόξου πειρησαίμην· εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου, οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ λείποι ἅμ' ἄλλῳ ἰοῦσ', ὅτ' ἐγώ κατόπισθε λιποίμην οἷός τ' ἤδη πατρός ἀέθλια κάλ' ἀνελέσθαι.
196Homerus, Odyssea, 21, 401; 2 (auctor fl.700BC)
" ὣς ἄρ' ἔφαν μνηστῆρες· ἀτάρ πολύμητις Ὀδυσσεύς, αὐτίκ' ἐπεί μέγα τόξον ἐβάστασε καί ἴδε πάντη, ὡς ὅτ' ἀνήρ φόρμιγγος ἐπιστάμενος καί ἀοιδῆς ῥηϊδίως ἐτάνυσσε νέῳ περί κόλλοπι χορδήν, ἅψας ἀμφοτέρωθεν ἐϋστρεφές ἔντερον οἰός, ὣς ἄρ' ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
197Homerus, Odyssea, 22, 42; 2 (auctor fl.700BC)
Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· " εἰ μέν δή Ὀδυσεύς Ἰθακήσιος εἰλήλουθας, ταῦτα μέν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί, πολλά μέν ἐν μεγάροισιν ἀτάσθαλα, πολλά δ' ἐπ' ἀγροῦ.
198Homerus, Odyssea, 22, 210; 6 (auctor fl.700BC)
πῶς δή νῦν, ὅτε σόν τε δόμον καί κτήμαθ' ἱκάνεις, ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι· ἀλλ' ἄγε δεῦρο, πέπον, παρ' ἔμ' ἵστασο καί ἴδε ἔργον, ὄφρ' εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
199Homerus, Odyssea, 23, 129; 11 (auctor fl.700BC)
" τόν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια· " δαιμόνι', οὔτ' ἄρ τι μεγαλίζομαι οὔτ' ἀθερίζω οὔτε λίην ἄγαμαι, μάλα δ' εὖ οἶδ' οἷος ἔησθα ἐξ Ἰθάκης ἐπί νηός ἰών δολιχηρέτμοιο.
200Homerus, Odyssea, 23, 310; 1 (auctor fl.700BC)
ἤρξατο δ' ὡς πρῶτον Κίκονας δάμασ', αὐτάρ ἔπειτα ἦλθ' ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν· ἠδ' ὅσα Κύκλωψ ἔρξε, καί ὡς ἀπετίσατο ποινήν ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδ' ἐλέαιρεν· ἠδ' ὡς Αἴολον ἵκεθ', ὅ μιν πρόφρων ὑπέδεκτο καί πέμπ', οὐδέ πω αἶσα φίλην ἐς πατρίδ' ἱκέσθαι ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα πόντον ἐπ' ἰχθυόεντα φέρεν βαρέα στενάχοντα· ἠδ' ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν, οἳ νῆάς τ' ὄλεσαν καί ἐϋκνήμιδας ἑταίρους πάντας· Ὀδυσσεύς δ' οἶος ὑπέκφυγε νηῒ μελαίνῃ· καί Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε, ἠδ' ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα, ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο, νηῒ πολυκλήϊδι, καί εἴσιδε πάντας ἑταίρους μητέρα θ', ἥ μιν ἔτικτε καί ἔτρεφε τυτθόν ἐόντα· ἠδ' ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν, ὥς θ' ἵκετο Πλαγκτάς πέτρας δεινήν τε Χάρυβδιν Σκύλλην θ', ἣν οὔ πώ ποτ' ἀκήριοι ἄνδρες ἄλυξαν· ἠδ' ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι· ἠδ' ὡς νῆα θοήν ἔβαλε ψολόεντι κεραυνῷ Ζεύς ὑψιβρεμέτης, ἀπό δ' ἔφθιθεν ἐσθλοί ἑταῖροι πάντες ὁμῶς, αὐτός δέ κακάς ὑπό κῆρας ἄλυξεν· ὥς θ' ἵκετ' Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ, ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι, ἐν σπέσσι γλαφυροῖσι, καί ἔτρεφεν ἠδέ ἔφασκε θήσειν ἀθάνατον καί ἀγήραον ἤματα πάντα· ἀλλά τοῦ οὔ ποτε θυμόν ἐνί στήθεσσιν ἔπειθεν· ἠδ' ὡς ἐς Φαίηκας ἀφίκετο πολλά μογήσας, οἳ δή μιν περί κῆρι θεόν ὣς τιμήσαντο καί πέμψαν σύν νηῒ φίλην ἐς πατρίδα γαῖαν, χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
201Homerus, Odyssea, 24, 138; 10 (auctor fl.700BC)
ἀλλ' ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον, ἔνθ' ἡμεῖς μέν πάντες ὁμοκλέομεν ἐπέεσσι τόξον μή δόμεναι, μηδ' εἰ μάλα πολλ' ἀγορεύοι· Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
202Homerus, Odyssea, 24, 365; 3 (auctor fl.700BC)
" τόν δ' αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα· " αἲ γάρ, Ζεῦ τε πάτερ καί Ἀθηναίη καί Ἄπολλον, οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον, ἀκτήν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων, τοῖος ἐών τοι χθιζός ἐν ἡμετέροισι δόμοισιν, τεύχε' ἔχων ὤμοισιν, ἐφεστάμεναι καί ἀμύνειν ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατ' ἔλυσα πολλῶν ἐν μεγάροισι, σύ δέ φρένας ἔνδον ἐγήθεις.
203Homerus, Odyssea, 24, 450; 2 (auctor fl.700BC)
τοῖσι δέ καί μετέειπε γέρων ἥρως Ἁλιθέρσης Μαστορίδης· ὁ γάρ οἶος ὅρα πρόσσω καί ὀπίσσω· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καί μετέειπε· " κέκλυτε δή νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο· οὐ γάρ ἐμοί πείθεσθ', οὐ Μέντορι ποιμένι λαῶν, ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων, οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι, κτήματα κείροντες καί ἀτιμάζοντες ἄκοιτιν ἀνδρός ἀριστῆος· τόν δ' οὐκέτι φάντο νέεσθαι.
204Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 1; 4 (auctor c.482-565)
Ποιήσομαι δὲ ὡς ἂν οἷός τε ὦ τὴν περὶ τούτων διδασκαλίαν σαφῆ, ἀφηγούμενος τὰ νόμιμα τῇ τῶν Ἑλλήνων φωνῇ, εἰ καὶ οἶδα δύσφραστα εἶναι αὐτὰ νομιζόμενα πρὸς τὰς τοιαύτας μεταβολάς.
205Iustinianus I Augustus, Epistola, 69, 0321D (auctor c.482–565)
Καὶ γὰρ εἰ καὶ Μανιχαῖοsfgr;, ἢ Ἀρειανὸsfgr;, ἢ Νεστοριανὸς, ἢ Εὐτυχιανιστὴsfgr;, ἢ ἄλλοsfgr; οἷος οὖν αἱρετικὸsfgr;, ἢ Ἑλληνικῇ μανίᾳ κρατούμενοsfgr; λάθῃ κοινωνῶν τῇ ἐκκλησιᾳ, καὶ οὕτω τελευτήσῃ, καὶ μετὰ θάνατον ἢ ἐκ τῶν συγγραμμάτων αὐτοῦ, ἢ καθ' ἕτερον τρόπον αἱρετικόsfgr; εἶναι φανῇ, ὅμωsfgr; οὐκ ἐκ τούτου ἡ ὀρθόδοξοsfgr; βλάπτεται πίστιsfgr;, ἢ ἐκεῖνοsfgr; ἐλευθεροῦται τῆsfgr; κατακρίσεωsfgr;, εἰ ἐν [In Cod. ἣ] τῇ εἰρήνῃ τῶν ἐκκλησιῶν λέγεται τελευτῆσαι· καὶ γενικῶsfgr; οὐδένα τῶν αἱρετικῶν θάνατοsfgr; ἐκ τῆsfgr; περὶ τῆsfgr; κακοδοξίαsfgr; αὐτοῦ κατακρίσεωsfgr; ἐλευθεροῖ· μᾶλλον μὲν οὖν διὰ τοῦτο καταδικάζει, ὅτι ζῶν οὐ μετεμελήθη.
206Leo I, Epistolae, 54, 1104C (auctor 440-461)
Ὅθεν ἐπειδὴ κατὰ τὸν καιρὸν τῆς συγχωρήσεως τὸ ἀνανῆψαι μᾶλλον ὑπὲρ τὸ ἐμμένειν ἠγάπησας, ἥδομαι τὴν ἄνωθεν ἰατρείαν αἰτοῦντός σου, ἵνα τὴν πίστιν τὴν ὑπὸ τῶν αἱρετικῶν πολεμουμένην, ὀψὲ γοῦν δυνηθῇς φανῆναι διεκδικῶν· εἰ καὶ τὰ μάλιστα γὰρ οὐδενὶ τῶν ἐπισκόπων ἔξεστιν ἀγνοεῖν ὃ κηρύσσει, πολλὦ μᾶλλον ἐκεῖνος οὐκ ἔχει παραίτησιν ὑπὲρ πάντας τοὺς ἀμαθεῖς, ὁ οἷος δήποτε τυγχάνων Χριστιανὸς, καὶ ἱεροσόλυμα κατοικῶν, ὅστις πρὸς τὸ γινώσκειν τὴν δύναμιν τὴν τῶν εὐαγγελίων οὐ μόνον ἐκ τῶν ἐγγεγραμμένων αὐτοῖς λογίων, ἀλλὰ καὶ διὰ τῆς τῶν τόπων ἐκπαιδεύεται μαρτυρίας καὶ ὅπερ ἐστιν ἀλλαχοῦ μὴ πιστεύειν, ἐκεῖ οὐ δύναται μὴ ὁρᾶσθαι.
207Macrobius Theodosius, Saturnalia, p6, 8; 17 (auctor c.420)
Ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱός, εἵματα ἑσσάμενος• περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμοις, ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα ... Βῆ ῥ᾽ ἴμεν εἰς ἀγορήν, παλάμῃ δ᾽ ἔχε χάλκεον ἔγχος, οὐκ οἶος• ἅμα τῷ γε κύνες πόδας ἀργοὶ ἕποντο.
208Macrobius Theodosius, Saturnalia, p6, 8; 23 (auctor c.420)
Οἷος δ᾽ ἀστὴρ εἶσι μετ᾽ ἀστράσι νυκτὸς ἀμολγῷ Ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ.
209Photius, Praeludia, 73, 0853C
Ἔχει καὶ κατὰ τὴν ἐπαγγελίαν, καὶ τὸ σαφὲς, καὶ τ' ἄλλα τοιοῦτος, οἷος ἂν γένοιτο ἀνδράσιν ἁρμόζων πρὸς μὲν τὸν κατὰ λόγους ἀγῶνα μήδ' ἐπεστραμμένοις, πάντα δὲ τὸν πόνον καὶ τὴν σπουδὴν εἰς τὴν ἐπὶ τοῖς ἔργοις ἄσκησιν ἀναδεδεγμένοις.
210Plato, Alcibiades, p1, 106; 5 (auctor c.425BC-347BC)
εἶεν· εἰ δὲ δὴ ὅτι μάλιστα ταῦτα διανενόημαι, πῶς διὰ σοῦ μοι ἔσται καὶ ἄνευ σοῦ οὐκ ἂν γένοιτο· ἔχεις λέγειν· Σωκράτης ἆρ' ἐρωτᾷς εἴ τιν' ἔχω εἰπεῖν λόγον μακρόν, οἵους δὴ ἀκούειν εἴθισαι· οὐ γάρ ἐστι τοιοῦτον τὸ ἐμόν· ἀλλ' ἐνδείξασθαι μέν σοι, ὡς ἐγᾦμαι, οἷός τ' ἂν εἴην ὅτι ταῦτα οὕτως ἔχει, ἐὰν ἓν μόνον μοι ἐθελήσῃς βραχὺ ὑπηρετῆσαι.
211Plato, Alcibiades, p1, 114; 4 (auctor c.425BC-347BC)
Ἀλκιβιάδης ἀλλ' οὐκ οἶδα εἰ οἷός τ' ἂν εἴην, ὦ Σώκρατες, πρὸς σὲ διελθεῖν.
212Plato, Alcibiades, p1, 114; 10 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν καὶ σὺ ἅπερ καὶ πολλοὺς οἷός τε πείθειν εἶ, ταῦτα καὶ ἕνα· Ἀλκιβιάδης εἰκός γε.
213Plato, Alcibiades, p1, 118; 12 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν καὶ σὺ ὁ παρ' ἐκείνου μαθὼν ἄλλον οἷός τε ἔσῃ· Ἀλκιβιάδης ναί.
214Plato, Amatores, p1, 136; 3 (auctor c.425BC-347BC)
ἔστιν γὰρ ἀτεχνῶς τοιοῦτος οἷος μὴ δουλεύειν μηδενὶ πράγματι, μηδ' εἰς τὴν ἀκρίβειαν μηδὲν διαπεπονηκέναι, ὥστε διὰ τὴν τοῦ ἑνὸς τούτου ἐπιμέλειαν τῶν ἄλλων ἁπάντων ἀπολελεῖφθαι, ὥσπερ οἱ δημιουργοί, ἀλλὰ πάντων μετρίως ἐφῆφθαι.
215Plato, Apologia, p1, 19; 10 (auctor c.425BC-347BC)
ἐπεὶ καὶ τοῦτό γέ μοι δοκεῖ καλὸν εἶναι, εἴ τις οἷός τ' εἴη παιδεύειν ἀνθρώπους ὥσπερ Γοργίας τε ὁ Λεοντῖνος καὶ Πρόδικος ὁ Κεῖος καὶ Ἱππίας ὁ Ἠλεῖος.
216Plato, Apologia, p1, 19; 11 (auctor c.425BC-347BC)
τούτων γὰρ ἕκαστος, ὦ ἄνδρες, οἷός τ' ἐστὶν ἰὼν εἰς ἑκάστην τῶν πόλεων τοὺς νέους – οἷς ἔξεστι τῶν ἑαυτῶν πολιτῶν προῖκα συνεῖναι ᾧ ἂν βούλωνται – τούτους πείθουσι
217Plato, Apologia, p1, 21; 2 (auctor c.425BC-347BC)
καὶ ἴστε δὴ οἷος ἦν Χαιρεφῶν, ὡς σφοδρὸς ἐφ' ὅτι ὁρμήσειεν.
218Plato, Apologia, p1, 24; 1 (auctor c.425BC-347BC)
τῶν πολιτικῶν, Λύκων δὲ ὑπὲρ τῶν ῥητόρων· ὥστε, ὅπερ ἀρχόμενος ἐγὼ ἔλεγον, θαυμάζοιμ' ἂν εἰ οἷός τ' εἴην ἐγὼ ὑμῶν ταύτην τὴν διαβολὴν ἐξελέσθαι ἐν οὕτως ὀλίγῳ χρόνῳ οὕτω πολλὴν γεγονυῖαν.
219Plato, Apologia, p1, 25; 7 (auctor c.425BC-347BC)
καί μοι ἀπόκριναι· ἦ καὶ περὶ ἵππους οὕτω σοι δοκεῖ ἔχειν· οἱ μὲν βελτίους ποιοῦντες αὐτοὺς πάντες ἄνθρωποι εἶναι, εἷς δέ τις ὁ διαφθείρων· ἢ τοὐναντίον τούτου πᾶν εἷς μέν τις ὁ βελτίους οἷός τ' ὢν ποιεῖν ἢ πάνυ ὀλίγοι, οἱ ἱππικοί, οἱ δὲ πολλοὶ ἐάνπερ συνῶσι καὶ χρῶνται ἵπποις, διαφθείρουσιν· οὐχ οὕτως ἔχει, ὦ Μέλητε, καὶ περὶ ἵππων καὶ τῶν ἄλλων ἁπάντων ζῴων· πάντως δήπου, ἐάντε σὺ καὶ Ἄνυτος οὐ φῆτε ἐάντε φῆτε· πολλὴ γὰρ ἄν τις εὐδαιμονία εἴη περὶ τοὺς νέους εἰ εἷς μὲν μόνος αὐτοὺς διαφθείρει, οἱ δ' ἄλλοι ὠφελοῦσιν.
220Plato, Apologia, p1, 29; 6 (auctor c.425BC-347BC)
πρὸ οὖν τῶν κακῶν ὧν οἶδα ὅτι κακά ἐστιν, ἃ μὴ οἶδα εἰ καὶ ἀγαθὰ ὄντα τυγχάνει οὐδέποτε φοβήσομαι οὐδὲ φεύξομαι· ὥστε οὐδ' εἴ με νῦν ὑμεῖς ἀφίετε Ἀνύτῳ ἀπιστήσαντες, ὃς ἔφη ἢ τὴν ἀρχὴν οὐ δεῖν ἐμὲ δεῦρο εἰσελθεῖν ἤ, ἐπειδὴ εἰσῆλθον, οὐχ οἷόν τ' εἶναι τὸ μὴ ἀποκτεῖναί με, λέγων πρὸς ὑμᾶς ὡς εἰ διαφευξοίμην ἤδη [ἂν] ὑμῶν οἱ ὑεῖς ἐπιτηδεύοντες ἃ Σωκράτης διδάσκει πάντες παντάπασι διαφθαρήσονται, – εἴ μοι πρὸς ταῦτα εἴποιτε· «ὦ Σώκρατες, νῦν μὲν Ἀνύτῳ οὐ πεισόμεθα ἀλλ' ἀφίεμέν σε, ἐπὶ τούτῳ μέντοι, ἐφ' ᾧτε μηκέτι ἐν ταύτῃ τῇ ζητήσει διατρίβειν μηδὲ φιλοσοφεῖν· ἐὰν δὲ ἁλῷς ἔτι τοῦτο πράττων, ἀποθανῇ» – εἰ οὖν με, ὅπερ εἶπον, ἐπὶ τούτοις ἀφίοιτε, εἴποιμ' ἂν ὑμῖν ὅτι «ἐγὼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀσπάζομαι μὲν καὶ φιλῶ, πείσομαι δὲ μᾶλλον τῷ θεῷ ἢ ὑμῖν, καὶ ἕωσπερ ἂν ἐμπνέω καὶ οἷός τε ὦ, οὐ μὴ παύσωμαι φιλοσοφῶν καὶ ὑμῖν παρακελευόμενός τε καὶ ἐνδεικνύμενος ὅτῳ ἂν ἀεὶ ἐντυγχάνω ὑμῶν, λέγων οἷάπερ εἴωθα, ὅτι «ὦ ἄριστε ἀνδρῶν, Ἀθηναῖος ὤν, πόλεως τῆς μεγίστης καὶ εὐδοκιμωτάτης εἰς σοφίαν καὶ ἰσχύν, χρημάτων μὲν οὐκ αἰσχύνῃ ἐπιμελούμενος ὅπως σοι ἔσται ὡς πλεῖστα, καὶ δόξης καὶ τιμῆς, φρονήσεως δὲ καὶ ἀληθείας καὶ τῆς ψυχῆς ὅπως ὡς βελτίστη ἔσται οὐκ ἐπιμελῇ οὐδὲ φροντίζεις·» καὶ ἐάν τις ὑμῶν ἀμφισβητήσῃ καὶ φῇ ἐπιμελεῖσθαι, οὐκ εὐθὺς ἀφήσω αὐτὸν οὐδ' ἄπειμι, ἀλλ' ἐρήσομαι αὐτὸν καὶ ἐξετάσω καὶ ἐλέγξω, καὶ ἐάν μοι μὴ δοκῇ κεκτῆσθαι ἀρετήν,
221Plato, Apologia, p1, 31; 3 (auctor c.425BC-347BC)
ὅτι δ' ἐγὼ τυγχάνω ὢν τοιοῦτος οἷος ὑπὸ τοῦ θεοῦ τῇ πόλει δεδόσθαι, ἐνθένδε ἂν κατανοήσαιτε· οὐ γὰρ ἀνθρωπίνῳ ἔοικε τὸ ἐμὲ τῶν μὲν ἐμαυτοῦ πάντων ἠμεληκέναι καὶ ἀνέχεσθαι τῶν οἰκείων ἀμελουμένων τοσαῦτα ἤδη ἔτη, τὸ δὲ ὑμέτερον πράττειν ἀεί, ἰδίᾳ ἑκάστῳ προσιόντα ὥσπερ πατέρα ἢ ἀδελφὸν πρεσβύτερον πείθοντα ἐπιμελεῖσθαι ἀρετῆς.
222Plato, Apologia, p1, 37; 11 (auctor c.425BC-347BC)
ἴσως οὖν ἄν τις εἴποι· «σιγῶν δὲ καὶ ἡσυχίαν ἄγων, ὦ Σώκρατες, οὐχ οἷός τ' ἔσῃ ἡμῖν ἐξελθὼν ζῆν·» τουτὶ δή ἐστι πάντων χαλεπώτατον πεῖσαί τινας ὑμῶν.
223Plato, Charmides, p1, 154; 4 (auctor c.425BC-347BC)
αὐτίκα, ἔφη, εἴσῃ καὶ ἡλίκος καὶ οἷος γέγονεν.
224Plato, Charmides, p1, 162; 12 (auctor c.425BC-347BC)
καὶ ὁ Κριτίας δῆλος μὲν ἦν καὶ πάλαι ἀγωνιῶν καὶ φιλοτίμως πρός τε τὸν Χαρμίδην καὶ πρὸς τοὺς παρόντας ἔχων, μόγις δ' ἑαυτὸν ἐν τῷ πρόσθεν κατέχων τότε οὐχ οἷός τε ἐγένετο· δοκεῖ γάρ μοι παντὸς μᾶλλον ἀληθὲς εἶναι, ὃ ἐγὼ ὑπέλαβον, τοῦ Κριτίου ἀκηκοέναι τὸν Χαρμίδην ταύτην τὴν ἀπόκρισιν περὶ τῆς σωφροσύνης.
225Plato, Charmides, p1, 167; 1 (auctor c.425BC-347BC)
ὁ ἄρα σώφρων μόνος αὐτός τε ἑαυτὸν γνώσεται καὶ οἷός τε ἔσται ἐξετάσαι τί τε τυγχάνει εἰδὼς καὶ τί μή, καὶ τοὺς ἄλλους ὡσαύτως δυνατὸς ἔσται ἐπισκοπεῖν τί τις οἶδεν καὶ οἴεται, εἴπερ οἶδεν, καὶ τί αὖ οἴεται μὲν εἰδέναι, οἶδεν δ' οὔ, τῶν δὲ ἄλλων οὐδείς· καὶ ἔστιν δὴ τοῦτο τὸ σωφρονεῖν τε καὶ σωφροσύνη καὶ τὸ ἑαυτὸν αὐτὸν γιγνώσκειν, τὸ εἰδέναι ἅ τε οἶδεν καὶ ἃ μὴ οἶδεν.
226Plato, Charmides, p1, 170; 14 (auctor c.425BC-347BC)
οὐδὲ ἄλλον ἄρα οἷός τε ἔσται οὗτος ἐξετάσαι φάσκοντά τι ἐπίστασθαι, πότερον ἐπίσταται ὅ φησιν ἐπίστασθαι ἢ οὐκ ἐπίσταται· ἀλλὰ τοσοῦτον μόνον, ὡς ἔοικεν, γνώσεται, ὅτι ἔχει τινὰ ἐπιστήμην, ὅτου δέ γε, ἡ σωφροσύνη οὐ ποιήσει αὐτὸν γιγνώσκειν.
227Plato, Charmides, p1, 170; 16 (auctor c.425BC-347BC)
οὔτε ἄρα τὸν προσποιούμενον ἰατρὸν εἶναι, ὄντα δὲ μή, καὶ τὸν ὡς ἀληθῶς ὄντα οἷός τε ἔσται διακρίνειν, οὔτε ἄλλον οὐδένα τῶν ἐπιστημόνων καὶ μή.
228Plato, Charmides, p1, 171; 15 (auctor c.425BC-347BC)
τίς οὖν, ἦν δ' ἐγώ, ὦ Κριτία, ὠφελία ἡμῖν ἔτι ἂν εἴη ἀπὸ τῆς σωφροσύνης τοιαύτης οὔσης· εἰ μὲν γάρ, ὃ ἐξ ἀρχῆς ὑπετιθέμεθα, ᾔδει ὁ σώφρων ἅ τε ᾔδει καὶ ἃ μὴ ᾔδει, τὰ μὲν ὅτι οἶδεν, τὰ δ' ὅτι οὐκ οἶδεν, καὶ ἄλλον ταὐτὸν τοῦτο πεπονθότα ἐπισκέψασθαι οἷός τ' ἦν, μεγαλωστὶ ἂν ἡμῖν, φαμέν, ὠφέλιμον ἦν σώφροσιν εἶναι· ἀναμάρτητοι γὰρ ἂν τὸν βίον διεζῶμεν αὐτοί τε [καὶ] οἱ τὴν σωφροσύνην ἔχοντες καὶ οἱ ἄλλοι πάντες ὅσοι ὑφ' ἡμῶν ἤρχοντο.
229Plato, Charmides, p1, 176; 10 (auctor c.425BC-347BC)
ἀλλ' οὐδεμία, ἔφην ἐγώ, λείπεται βουλή· σοὶ γὰρ ἐπιχειροῦντι πράττειν ὁτιοῦν καὶ βιαζομένῳ οὐδεὶς οἷός τ' ἔσται ἐναντιοῦσθαι ἀνθρώπων.
230Plato, Convivium, p1, 174; 18 (auctor c.425BC-347BC)
οἷ μὲν γὰρ εὐθὺς παῖδά τινα τῶν ἔνδοθεν ἀπαντήσαντα ἄγειν οὗ κατέκειντο οἱ ἄλλοι, καὶ καταλαμβάνειν ἤδη μέλλοντας δειπνεῖν· εὐθὺς δ' οὖν ὡς ἰδεῖν τὸν Ἀγάθωνα, ὦ, φάναι, Ἀριστόδημε, εἰς καλὸν ἥκεις ὅπως συνδειπνήσῃς· εἰ δ' ἄλλου τινὸς ἕνεκα ἦλθες, εἰς αὖθις ἀναβαλοῦ, ὡς καὶ χθὲς ζητῶν σε ἵνα καλέσαιμι, οὐχ οἷός τ' ἦ ἰδεῖν.
231Plato, Convivium, p1, 195; 2 (auctor c.425BC-347BC)
εἷς δὲ τρόπος ὀρθὸς παντὸς ἐπαίνου περὶ παντός, λόγῳ διελθεῖν οἷος οἵων αἴτιος ὢν τυγχάνει περὶ οὗ ἂν ὁ λόγος ᾖ.
232Plato, Convivium, p1, 195; 3 (auctor c.425BC-347BC)
οὕτω δὴ τὸν ἔρωτα καὶ ἡμᾶς δίκαιον ἐπαινέσαι πρῶτον αὐτὸν οἷός ἐστιν, ἔπειτα τὰς δόσεις.
233Plato, Convivium, p1, 195; 11 (auctor c.425BC-347BC)
νέος μὲν οὖν ἐστι, πρὸς δὲ τῷ νέῳ ἁπαλός· ποιητοῦ δ' ἔστιν ἐνδεὴς οἷος ἦν Ὅμηρος πρὸς τὸ ἐπιδεῖξαι θεοῦ ἁπαλότητα.
234Plato, Convivium, p1, 196; 3 (auctor c.425BC-347BC)
οὐ γὰρ ἂν οἷός τ' ἦν πάντῃ περιπτύσσεσθαι οὐδὲ διὰ πάσης ψυχῆς καὶ εἰσιὼν τὸ πρῶτον λανθάνειν καὶ ἐξιών, εἰ σκληρὸς ἦν.
235Plato, Convivium, p1, 198; 3 (auctor c.425BC-347BC)
καὶ πῶς, ὦ μακάριε, εἰπεῖν τὸν Σωκράτη, οὐ μέλλω ἀπορεῖν καὶ ἐγὼ καὶ ἄλλος ὁστισοῦν, μέλλων λέξειν μετὰ καλὸν οὕτω καὶ παντοδαπὸν λόγον ῥηθέντα· καὶ τὰ μὲν ἄλλα οὐχ ὁμοίως μὲν θαυμαστά· τὸ δὲ ἐπὶ τελευτῆς τοῦ κάλλους τῶν ὀνομάτων καὶ ῥημάτων τίς οὐκ ἂν ἐξεπλάγη ἀκούων· ἐπεὶ ἔγωγε ἐνθυμούμενος ὅτι αὐτὸς οὐχ οἷός τ' ἔσομαι οὐδ' ἐγγὺς τούτων οὐδὲν καλὸν εἰπεῖν, ὑπ' αἰσχύνης ὀλίγου ἀποδρὰς ᾠχόμην, εἴ πῃ εἶχον.
236Plato, Convivium, p1, 199; 14 (auctor c.425BC-347BC)
ἴθι οὖν μοι περὶ Ἔρωτος, ἐπειδὴ καὶ τἆλλα καλῶς καὶ μεγαλοπρεπῶς διῆλθες οἷός ἐστι, καὶ τόδε εἰπέ· πότερόν ἐστι τοιοῦτος οἷος εἶναί τινος ὁ Ἔρως ἔρως, ἢ οὐδενός· ἐρωτῶ δ' οὐκ εἰ μητρός τινος ἢ πατρός ἐστιν – γελοῖον γὰρ ἂν εἴη τὸ ἐρώτημα εἰ Ἔρως ἐστὶν ἔρως μητρὸς ἢ πατρός – ἀλλ' ὥσπερ ἂν εἰ αὐτὸ τοῦτο πατέρα ἠρώτων, ἆρα ὁ πατήρ ἐστι πατήρ τινος ἢ οὔ· εἶπες ἂν δήπου μοι, εἰ ἐβούλου καλῶς ἀποκρίνασθαι, ὅτι ἔστιν ὑέος γε ἢ θυγατρὸς ὁ πατὴρ πατήρ· ἢ οὔ· πάνυ γε, φάναι τὸν Ἀγάθωνα.
237Plato, Convivium, p1, 210; 1 (auctor c.425BC-347BC)
μυηθείης· τὰ δὲ τέλεα καὶ ἐποπτικά, ὧν ἕνεκα καὶ ταῦτα ἔστιν, ἐάν τις ὀρθῶς μετίῃ, οὐκ οἶδ' εἰ οἷός τ' ἂν εἴης.
238Plato, Convivium, p1, 210; 2 (auctor c.425BC-347BC)
ἐρῶ μὲν οὖν, ἔφη, ἐγὼ καὶ προθυμίας οὐδὲν ἀπολείψω· πειρῶ δὲ ἕπεσθαι, ἂν οἷός τε ᾖς.
239Plato, Convivium, p1, 212; 2 (auctor c.425BC-347BC)
διὸ δὴ ἔγωγέ φημι χρῆναι πάντα ἄνδρα τὸν ἔρωτα τιμᾶν, καὶ αὐτὸς τιμῶ τὰ ἐρωτικὰ καὶ διαφερόντως ἀσκῶ, καὶ τοῖς ἄλλοις παρακελεύομαι, καὶ νῦν τε καὶ ἀεὶ ἐγκωμιάζω τὴν δύναμιν καὶ ἀνδρείαν τοῦ Ἔρωτος καθ' ὅσον οἷός τ' εἰμί.
240Plato, Convivium, p1, 212; 7 (auctor c.425BC-347BC)
ἄγειν οὖν αὐτὸν παρὰ σφᾶς τήν τε αὐλητρίδα ὑπολαβοῦσαν καὶ ἄλλους τινὰς τῶν ἀκολούθων, καὶ ἐπιστῆναι ἐπὶ τὰς θύρας ἐστεφανωμένον αὐτὸν κιττοῦ τέ τινι στεφάνῳ δασεῖ καὶ ἴων, καὶ ταινίας ἔχοντα ἐπὶ τῆς κεφαλῆς πάνυ πολλάς, καὶ εἰπεῖν· ἄνδρες, χαίρετε· μεθύοντα ἄνδρα πάνυ σφόδρα δέξεσθε συμπότην, ἢ ἀπίωμεν ἀναδήσαντες μόνον Ἀγάθωνα, ἐφ' ᾧπερ ἤλθομεν· ἐγὼ γάρ τοι, φάναι, χθὲς μὲν οὐχ οἷός τ' ἐγενόμην ἀφικέσθαι, νῦν δὲ ἥκω ἐπὶ τῇ κεφαλῇ ἔχων τὰς ταινίας, ἵνα ἀπὸ τῆς ἐμῆς κεφαλῆς τὴν τοῦ σοφωτάτου καὶ καλλίστου κεφαλὴν ἐὰν εἴπω οὑτωσὶ ἀναδήσω.
241Plato, Convivium, p1, 220; 1 (auctor c.425BC-347BC)
ἀσιτεῖν, οὐδὲν ἦσαν οἱ ἄλλοι πρὸς τὸ καρτερεῖν – ἔν τ' αὖ ταῖς εὐωχίαις μόνος ἀπολαύειν οἷός τ' ἦν τά τ' ἄλλα καὶ πίνειν οὐκ ἐθέλων, ὁπότε ἀναγκασθείη, πάντας ἐκράτει, καὶ ὃ πάντων θαυμαστότατον, Σωκράτη μεθύοντα οὐδεὶς πώποτε ἑώρακεν ἀνθρώπων.
242Plato, Convivium, p1, 221; 7 (auctor c.425BC-347BC)
οἷος γὰρ Ἀχιλλεὺς ἐγένετο, ἀπεικάσειεν ἄν τις καὶ Βρασίδαν καὶ ἄλλους, καὶ οἷος αὖ Περικλῆς, καὶ Νέστορα καὶ Ἀντήνορα – εἰσὶ δὲ καὶ ἕτεροι – καὶ τοὺς ἄλλους κατὰ ταὔτ' ἄν τις ἀπεικάζοι· οἷος δὲ οὑτοσὶ γέγονε τὴν ἀτοπίαν ἅνθρωπος, καὶ αὐτὸς καὶ οἱ λόγοι αὐτοῦ, οὐδ' ἐγγὺς ἂν εὕροι τις ζητῶν, οὔτε τῶν νῦν οὔτε τῶν παλαιῶν, εἰ μὴ ἄρα εἰ οἷς ἐγὼ λέγω ἀπεικάζοι τις αὐτόν, ἀνθρώπων μὲν μηδενί, τοῖς δὲ σιληνοῖς καὶ σατύροις, αὐτὸν καὶ τοὺς λόγους.
243Plato, Cratylos, p1, 392; 14 (auctor c.425BC-347BC)
ἢ αὐτὸς ἡμῖν κάλλιστα ὑφηγεῖται τὸ διότι· φησὶν γάρ – οἶος γάρ σφιν ἔρυτο πόλιν καὶ τείχεα μακρά.
244Plato, Cratylos, p1, 395; 4 (auctor c.425BC-347BC)
Σωκράτης κινδυνεύει γὰρ τοιοῦτός τις εἶναι ὁ «Ἀγαμέμνων,» οἷος ἃ δόξειεν αὐτῷ διαπονεῖσθαι καὶ καρτερεῖν τέλος ἐπιτιθεὶς τοῖς δόξασι δι' ἀρετήν.
245Plato, Cratylos, p1, 398; 19 (auctor c.425BC-347BC)
ἀλλὰ οὐ τοῦτο χαλεπόν ἐστιν ἐννοῆσαι, ἀλλὰ μᾶλλον τὸ τῶν ἀνθρώπων, διὰ τί ποτε «ἄνθρωποι» καλοῦνται· ἢ σὺ ἔχεις εἰπεῖν· Ἑρμογένης πόθεν, ὠγαθέ, ἔχω· οὐδ' εἴ τι οἷός τ' ἂν εἴην εὑρεῖν, οὐ συντείνω διὰ τὸ ἡγεῖσθαι σὲ μᾶλλον εὑρήσειν ἢ ἐμαυτόν.
246Plato, Cratylos, p1, 425; 5 (auctor c.425BC-347BC)
Σωκράτης τί οὖν· σὺ πιστεύεις σαυτῷ οἷός τ' ἂν εἶναι ταῦτα οὕτω διελέσθαι· ἐγὼ μὲν γὰρ οὔ.
247Plato, Cratylos, p1, 428; 3 (auctor c.425BC-347BC)
εἰ οὖν καὶ σμικρόν τι οἷός τ' εἶ πλέον ποιῆσαι, μὴ ἀπόκαμνε ἀλλ' εὐεργέτει καὶ Σωκράτη τόνδε – δίκαιος δ' εἶ – καὶ ἐμέ.
248Plato, Cratylos, p1, 433; 5 (auctor c.425BC-347BC)
εἰ γὰρ ταῦτα ἀμφότερα ἐρεῖς, οὐχ οἷός τ' ἔσῃ συμφωνεῖν σαυτῷ.
249Plato, Crito, p1, 44; 9 (auctor c.425BC-347BC)
ἀλλ', ὦ δαιμόνιε Σώκρατες, ἔτι καὶ νῦν ἐμοὶ πιθοῦ καὶ σώθητι· ὡς ἐμοί, ἐὰν σὺ ἀποθάνῃς, οὐ μία συμφορά ἐστιν, ἀλλὰ χωρὶς μὲν τοῦ ἐστερῆσθαι τοιούτου ἐπιτηδείου οἷον ἐγὼ οὐδένα μή ποτε εὑρήσω, ἔτι δὲ καὶ πολλοῖς δόξω, οἳ ἐμὲ καὶ σὲ μὴ σαφῶς ἴσασιν, ὡς οἷός τ' ὤν σε σῴζειν εἰ ἤθελον ἀναλίσκειν χρήματα, ἀμελῆσαι.
250Plato, Crito, p1, 46; 6 (auctor c.425BC-347BC)
σκοπεῖσθαι οὖν χρὴ ἡμᾶς εἴτε ταῦτα πρακτέον εἴτε μή· ὡς ἐγὼ οὐ νῦν πρῶτον ἀλλὰ καὶ ἀεὶ τοιοῦτος οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνηται.
251Plato, Epinomis, p1, 983; 5 (auctor c.425BC-347BC)
ὅτε δὲ τοῦτο οἷός τέ ἐστιν θεός, ἅπασα αὐτῷ ῥᾳστώνη γέγονεν τοῦ πρῶτον μὲν ζῷον γεγονέναι πᾶν σῶμα καὶ ὄγκον σύμπαντα, ἔπειτα, ᾗπερ ἂν διανοηθῇ βέλτιστα, ταύτῃ φέρειν.
252Plato, Epistolae, 1b, 317; 7 (auctor c.425BC-347BC)
καίτοι τήν θ' ἡλικίαν αὐτοῖς προυτεινόμην καὶ περὶ σοῦ διισχυριζόμην ὡς οὐχ οἷός τ' ἔσοιο ἀνταρκέσαι τοῖς διαβάλλουσιν ἡμᾶς καὶ βουλομένοις εἰς ἔχθραν ἐλθεῖν – ἑώρων γὰρ καὶ τότε καὶ νῦν ὁρῶ τὰς μεγάλας οὐσίας καὶ ὑπερόγκους τῶν τε ἰδιωτῶν καὶ τῶν μονάρχων σχεδόν, ὅσῳπερ ἂν μείζους ὦσιν, τοσούτῳ πλείους καὶ μείζους τοὺς διαβάλλοντας καὶ πρὸς ἡδονὴν μετὰ αἰσχρᾶς βλάβης ὁμιλοῦντας τρεφούσας, οὗ κακὸν οὐδὲν μεῖζον γεννᾷ πλοῦτός τε καὶ ἡ τῆς ἄλλης ἐξουσίας δύναμις – ὅμως δ' οὖν πάντα ταῦτα χαίρειν ἐάσας ἦλθον, διανοηθεὶς ὡς οὐδένα δεῖ τῶν ἐμῶν φίλων ἐμὲ αἰτιᾶσθαι ὡς διὰ τὴν ἐμὴν ῥᾳθυμίαν τὰ σφέτερα πάντα ἐξὸν μὴ ἀπολέσθαι διώλετο· ἐλθὼν δέ – οἶσθα γὰρ δὴ σὺ πάντα τἀντεῦθεν ἤδη γενόμενα – ἐγὼ μὲν ἠξίουν δήπου κατὰ τὴν ὁμολογίαν τῶν ἐπιστολῶν πρῶτον μὲν κατάγειν Δίωνα οἰκειωσάμενον, φράζων τὴν οἰκειότητα, ἣν εἰ ἐμοὶ τότε ἐπείθου, τάχ' ἂν βέλτιον τῶν νῦν γεγονότων ἔσχεν καὶ σοὶ καὶ Συρακούσαις καὶ τοῖς ἄλλοις Ἕλλησιν, ὡς ἡ ἐμὴ δόξα μαντεύεται· ἔπειτα τὰ Δίωνος τοὺς οἰκείους ἔχειν
253Plato, Epistolae, 1f, 324; 1 (auctor c.425BC-347BC)
μοι, καθ' ὅσον οἷός τέ εἰμι ἔργῳ καὶ λόγῳ.
254Plato, Epistolae, 1f, 329; 4 (auctor c.425BC-347BC)
ἐλθὼν δέ – οὐ γὰρ δεῖ μηκύνειν – ηὗρον στάσεως τὰ περὶ Διονύσιον μεστὰ σύμπαντα καὶ διαβολῶν πρὸς τὴν τυραννίδα Δίωνος πέρι· ἤμυνον μὲν οὖν καθ' ὅσον ἠδυνάμην, σμικρὰ δ' οἷός τ' ἦ, μηνὶ δὲ σχεδὸν ἴσως τετάρτῳ Δίωνα Διονύσιος αἰτιώμενος ἐπιβουλεύειν τῇ τυραννίδι, σμικρὸν εἰς πλοῖον ἐμβιβάσας, ἐξέβαλεν ἀτίμως.
255Plato, Epistolae, 1f, 331; 6 (auctor c.425BC-347BC)
κατὰ δὴ τοῦτον τὸν τρόπον ἐγὼ ὑμῖν τ' ἂν συμβουλεύοιμι, συνεβούλευον δὲ καὶ Διονυσίῳ μετὰ Δίωνος, ζῆν μὲν τὸ καθ' ἡμέραν πρῶτον, ὅπως ἐγκρατὴς αὐτὸς αὑτοῦ ὅτι μάλιστα ἔσεσθαι μέλλοι καὶ πιστοὺς φίλους τε καὶ ἑταίρους κτήσεσθαι, ὅπως μὴ πάθοι ἅπερ ὁ πατὴρ αὐτοῦ, ὃς παραλαβὼν Σικελίας πολλὰς καὶ μεγάλας πόλεις ὑπὸ τῶν βαρβάρων ἐκπεπορθημένας, οὐχ οἷός τ' ἦν κατοικίσας πολιτείας ἐν ἑκάσταις καταστήσασθαι πιστὰς ἑταίρων ἀνδρῶν, οὔτε ἄλλων δή
256Plato, Epistolae, 1f, 332; 2 (auctor c.425BC-347BC)
τούτων κοινωνὸν τῆς ἀρχῆς οὐδένα οἷός τ' ἦν πειθοῖ καὶ διδαχῇ καὶ εὐεργεσίαις καὶ συγγενείαις ἀπεργασάμενος ποιήσασθαι, Δαρείου δὲ ἑπταπλασίῳ φαυλότερος ἐγένετο, ὃς οὐκ ἀδελφοῖς πιστεύσας οὐδ' ὑφ' αὑτοῦ τραφεῖσιν, κοινωνοῖς δὲ μόνον τῆς τοῦ Μήδου τε καὶ εὐνούχου χειρώσεως, διένειμέ τε μέρη μείζω ἕκαστα Σικελίας πάσης ἑπτά, καὶ πιστοῖς ἐχρήσατο τοῖς κοινωνοῖς καὶ οὐκ ἐπιτιθεμένοις οὔτε αὐτῷ οὔτε ἀλλήλοις, ἔδειξέν τε παράδειγμα οἷον χρὴ τὸν νομοθέτην καὶ βασιλέα τὸν ἀγαθὸν γίγνεσθαι· νόμους γὰρ κατασκευάσας ἔτι καὶ νῦν διασέσωκεν τὴν Περσῶν ἀρχήν.
257Plato, Epistolae, 1l, 362; 5 (auctor c.425BC-347BC)
οὕτω δὴ παρὰ Λεπτίνου ἔλαβον· καὶ τοῦτό γε ἄξιον ἐπαινέσαι Λεπτίνην, οὐχ ὅτι ἔδωκεν, ἀλλ' ὅτι προθύμως, καὶ τὰ ἄλλα περὶ σὲ καὶ λέγων καὶ πράττων, ὅτι οἷός τ' ἦν ἐπιτήδειος, φανερὸς ἦν.
258Plato, Euthydemus, p1, 271; 1 (auctor c.425BC-347BC)
Κρίτων τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγου· ἦ πολὺς ὑμᾶς ὄχλος περιειστήκει, ὥστ' ἔγωγε βουλόμενος ἀκούειν προσελθὼν οὐδὲν οἷός τ' ἦ ἀκοῦσαι σαφές· ὑπερκύψας μέντοι κατεῖδον, καί μοι ἔδοξεν εἶναι ξένος τις ᾧ διελέγου.
259Plato, Euthydemus, p1, 278; 2 (auctor c.425BC-347BC)
ταῦτα δὴ τῶν μαθημάτων παιδιά ἐστιν – διὸ καί φημι ἐγώ σοι τούτους προσπαίζειν – παιδιὰν δὲ λέγω διὰ ταῦτα, ὅτι, εἰ καὶ πολλά τις ἢ καὶ πάντα τὰ τοιαῦτα μάθοι, τὰ μὲν πράγματα οὐδὲν ἂν μᾶλλον εἰδείη πῇ ἔχει, προσπαίζειν δὲ οἷός τ' ἂν εἴη τοῖς ἀνθρώποις διὰ τὴν τῶν ὀνομάτων διαφορὰν ὑποσκελίζων καὶ ἀνατρέπων, ὥσπερ οἱ τὰ σκολύθρια τῶν μελλόντων καθιζήσεσθαι ὑποσπῶντες χαίρουσι καὶ γελῶσιν, ἐπειδὰν ἴδωσιν ὕπτιον ἀνατετραμμένον.
260Plato, Euthydemus, p1, 297; 9 (auctor c.425BC-347BC)
πολὺ γάρ πού εἰμι φαυλότερος τοῦ Ἡρακλέους, ὃς οὐχ οἷός τε ἦν τῇ τε ὕδρᾳ διαμάχεσθαι, σοφιστρίᾳ οὔσῃ καὶ διὰ τὴν σοφίαν ἀνιείσῃ, εἰ μίαν κεφαλὴν τοῦ λόγου τις ἀποτέμοι, πολλὰς ἀντὶ τῆς μιᾶς, καὶ καρκίνῳ τινὶ ἑτέρῳ σοφιστῇ ἐκ θαλάττης ἀφιγμένῳ, νεωστί, μοι δοκεῖν, καταπεπλευκότι· ὃς ἐπειδὴ αὐτὸν ἐλύπει οὕτως ἐκ τοῦ ἐπ' ἀριστερὰ λέγων καὶ δάκνων, τὸν Ἰόλεων τὸν ἀδελφιδοῦν βοηθὸν ἐπεκαλέσατο, ὁ δὲ αὐτῷ ἱκανῶς ἐβοήθησεν.
261Plato, Euthydemus, p1, 303; 10 (auctor c.425BC-347BC)
τὸ δὲ δὴ μέγιστον, ὅτι ταῦτα οὕτως ἔχει ὑμῖν καὶ τεχνικῶς ἐξηύρηται, ὥστ' ἐν πάνυ ὀλίγῳ χρόνῳ ὁντινοῦν ἂν μαθεῖν ἀνθρώπων· ἔγνων ἔγωγε καὶ τῷ Κτησίππῳ τὸν νοῦν προσέχων ὡς ταχὺ ὑμᾶς ἐκ τοῦ παραχρῆμα μιμεῖσθαι οἷός τε ἦν.
262Plato, Euthydemus, p1, 304; 9 (auctor c.425BC-347BC)
τῶν ἀφ' ὑμῶν ἀπιόντων ἴσθ' ὅτι προσελθών τίς μοι περιπατοῦντι, ἀνὴρ οἰόμενος πάνυ εἶναι σοφός, τούτων τις τῶν περὶ τοὺς λόγους τοὺς εἰς τὰ δικαστήρια δεινῶν, ὦ Κρίτων, ἔφη, οὐδὲν ἀκροᾷ τῶνδε τῶν σοφῶν· οὐ μὰ τὸν Δία, ἦν δ' ἐγώ· οὐ γὰρ οἷός τ' ἦ προσστὰς κατακούειν ὑπὸ τοῦ ὄχλου.
263Plato, Gorgias, p1, 458; 14 (auctor c.425BC-347BC)
ῥητορικὸν φῂς ποιεῖν οἷός τ' εἶναι, ἐάν τις βούληται παρὰ σοῦ μανθάνειν· Γοργίας ναί.
264Plato, Gorgias, p1, 459; 13 (auctor c.425BC-347BC)
Γοργίας οὐκοῦν πολλὴ ῥᾳστώνη, ὦ Σώκρατες, γίγνεται, μὴ μαθόντα τὰς ἄλλας τέχνας ἀλλὰ μίαν ταύτην, μηδὲν ἐλαττοῦσθαι τῶν δημιουργῶν· Σωκράτης εἰ μὲν ἐλαττοῦται ἢ μὴ ἐλαττοῦται ὁ ῥήτωρ τῶν ἄλλων διὰ τὸ οὕτως ἔχειν, αὐτίκα ἐπισκεψόμεθα, ἐάν τι ἡμῖν πρὸς λόγου ᾖ· νῦν δὲ τόδε πρότερον σκεψώμεθα, ἆρα τυγχάνει περὶ τὸ δίκαιον καὶ τὸ ἄδικον καὶ τὸ αἰσχρὸν καὶ τὸ καλὸν καὶ ἀγαθὸν καὶ κακὸν οὕτως ἔχων ὁ ῥητορικὸς ὡς περὶ τὸ ὑγιεινὸν καὶ περὶ τὰ ἄλλα ὧν αἱ ἄλλαι τέχναι, αὐτὰ μὲν οὐκ εἰδώς, τί ἀγαθὸν ἢ τί κακόν ἐστιν ἢ τί καλὸν ἢ τί αἰσχρὸν ἢ δίκαιον ἢ ἄδικον, πειθὼ δὲ περὶ αὐτῶν μεμηχανημένος ὥστε δοκεῖν εἰδέναι οὐκ εἰδὼς ἐν οὐκ εἰδόσιν μᾶλλον τοῦ εἰδότος· ἢ ἀνάγκη εἰδέναι, καὶ δεῖ προεπιστάμενον ταῦτα ἀφικέσθαι παρὰ σὲ τὸν μέλλοντα μαθήσεσθαι τὴν ῥητορικήν· εἰ δὲ μή, σὺ ὁ τῆς ῥητορικῆς διδάσκαλος τούτων μὲν οὐδὲν διδάξεις τὸν ἀφικνούμενον – οὐ γὰρ σὸν ἔργον – ποιήσεις δ' ἐν τοῖς πολλοῖς δοκεῖν εἰδέναι αὐτὸν τὰ τοιαῦτα οὐκ εἰδότα καὶ δοκεῖν ἀγαθὸν εἶναι οὐκ ὄντα· ἢ τὸ παράπαν οὐχ οἷός τε ἔσῃ αὐτὸν διδάξαι τὴν ῥητορικήν, ἐὰν μὴ προειδῇ περὶ τούτων τὴν ἀλήθειαν· ἢ πῶς τὰ τοιαῦτα ἔχει, ὦ Γοργία·
265Plato, Gorgias, p1, 465; 9 (auctor c.425BC-347BC)
ἄξιον μὲν οὖν ἐμοὶ συγγνώμην ἔχειν ἐστίν· λέγοντος γάρ μου βραχέα οὐκ ἐμάνθανες, οὐδὲ χρῆσθαι τῇ ἀποκρίσει ἥν σοι ἀπεκρινάμην οὐδὲν οἷός τ' ἦσθα, ἀλλ' ἐδέου διηγήσεως.
266Plato, Gorgias, p1, 481; 8 (auctor c.425BC-347BC)
τοῖς γὰρ τῶν παιδικῶν βουλεύμασίν τε καὶ λόγοις οὐχ οἷός τ' εἶ ἐναντιοῦσθαι, ὥστε, εἴ τίς σου λέγοντος ἑκάστοτε ἃ διὰ τούτους λέγεις θαυμάζοι ὡς ἄτοπά ἐστιν, ἴσως εἴποις ἂν αὐτῷ, εἰ βούλοιο τἀληθῆ λέγειν, ὅτι εἰ μή τις παύσει τὰ
267Plato, Gorgias, p1, 483; 5 (auctor c.425BC-347BC)
οὐδὲ γὰρ ἀνδρὸς τοῦτό γ' ἐστὶν τὸ πάθημα, τὸ ἀδικεῖσθαι, ἀλλ' ἀνδραπόδου τινὸς ᾧ κρεῖττόν ἐστιν τεθνάναι ἢ ζῆν, ὅστις ἀδικούμενος καὶ προπηλακιζόμενος μὴ οἷός τέ ἐστιν αὐτὸς αὑτῷ βοηθεῖν μηδὲ ἄλλῳ οὗ ἂν κήδηται.
268Plato, Gorgias, p1, 487; 7 (auctor c.425BC-347BC)
καὶ μὴν ὅτι γε οἷος παρρησιάζεσθαι καὶ μὴ αἰσχύνεσθαι, αὐτός τε φῂς καὶ ὁ λόγος ὃν ὀλίγον πρότερον ἔλεγες ὁμολογεῖ σοι.
269Plato, Gorgias, p1, 488; 4 (auctor c.425BC-347BC)
Σωκράτης πότερον δὲ τὸν αὐτὸν βελτίω καλεῖς σὺ καὶ κρείττω· οὐδὲ γάρ τοι τότε οἷός τ' ἦ μαθεῖν σου τί ποτε λέγοις.
270Plato, Gorgias, p1, 493; 4 (auctor c.425BC-347BC)
ταῦτ' ἐπιεικῶς μέν ἐστιν ὑπό τι ἄτοπα, δηλοῖ μὴν ὃ ἐγὼ βούλομαί σοι ἐνδειξάμενος, ἐάν πως οἷός τε ὦ, πεῖσαι μεταθέσθαι, ἀντὶ τοῦ ἀπλήστως καὶ ἀκολάστως ἔχοντος βίου τὸν κοσμίως καὶ τοῖς ἀεὶ παροῦσιν ἱκανῶς καὶ ἐξαρκούντως ἔχοντα βίον ἑλέσθαι.
271Plato, Gorgias, p1, 508; 5 (auctor c.425BC-347BC)
τούτων δὲ οὕτως ἐχόντων σκεψώμεθα τί ποτ' ἐστὶν ἃ σὺ ἐμοὶ ὀνειδίζεις, ἆρα καλῶς λέγεται ἢ οὔ, ὡς ἄρα ἐγὼ οὐχ οἷός τ' εἰμὶ βοηθῆσαι οὔτε ἐμαυτῷ οὔτε τῶν φίλων οὐδενὶ οὐδὲ τῶν οἰκείων, οὐδ' ἐκσῶσαι ἐκ τῶν μεγίστων κινδύνων, εἰμὶ δὲ ἐπὶ τῷ βουλομένῳ ὥσπερ οἱ ἄτιμοι τοῦ ἐθέλοντος, ἄντε τύπτειν βούληται, τὸ νεανικὸν δὴ τοῦτο τὸ τοῦ σοῦ λόγου, ἐπὶ κόρρης, ἐάντε χρήματα ἀφαιρεῖσθαι, ἐάντε ἐκβάλλειν ἐκ τῆς πόλεως, ἐάντε, τὸ ἔσχατον, ἀποκτεῖναι· καὶ οὕτω διακεῖσθαι πάντων δὴ αἴσχιστόν ἐστιν, ὡς ὁ σὸς λόγος.
272Plato, Gorgias, p1, 509; 1 (auctor c.425BC-347BC)
εἰ ἀγροικότερόν τι εἰπεῖν ἔστιν, σιδηροῖς καὶ ἀδαμαντίνοις λόγοις, ὡς γοῦν ἂν δόξειεν οὑτωσί, οὓς σὺ εἰ μὴ λύσεις ἢ σοῦ τις νεανικώτερος, οὐχ οἷόν τε ἄλλως λέγοντα ἢ ὡς ἐγὼ νῦν λέγω καλῶς λέγειν· ἐπεὶ ἔμοιγε ὁ αὐτὸς λόγος ἐστιν ἀεί, ὅτι ἐγὼ ταῦτα οὐκ οἶδα ὅπως ἔχει, ὅτι μέντοι ὧν ἐγὼ ἐντετύχηκα, ὥσπερ νῦν, οὐδεὶς οἷός τ' ἐστὶν ἄλλως λέγων μὴ οὐ καταγέλαστος εἶναι.
273Plato, Gorgias, p1, 519; 9 (auctor c.425BC-347BC)
Καλλίκλης σὺ δ' οὐκ ἂν οἷός τ' εἴης λέγειν, εἰ μή τίς σοι ἀποκρίνοιτο· Σωκράτης ἔοικά γε· νῦν γοῦν συχνοὺς τείνω τῶν λόγων, ἐπειδή μοι οὐκ ἐθέλεις ἀποκρίνεσθαι.
274Plato, Gorgias, p1, 524; 7 (auctor c.425BC-347BC)
ἑνὶ δὲ λόγῳ, οἷος εἶναι παρεσκεύαστο τὸ σῶμα ζῶν, ἔνδηλα ταῦτα καὶ τελευτήσαντος ἢ πάντα ἢ τὰ πολλὰ ἐπί τινα χρόνον.
275Plato, Gorgias, p1, 526; 9 (auctor c.425BC-347BC)
παρακαλῶ δὲ καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους, καθ' ὅσον δύναμαι, καὶ δὴ καὶ σὲ ἀντιπαρακαλῶ ἐπὶ τοῦτον τὸν βίον καὶ τὸν ἀγῶνα τοῦτον, ὃν ἐγώ φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι, καὶ ὀνειδίζω σοι ὅτι οὐχ οἷός τ' ἔσῃ σαυτῷ βοηθῆσαι, ὅταν ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις ἣν νυνδὴ ἐγὼ ἔλεγον, ἀλλὰ ἐλθὼν παρὰ τὸν δικαστήν,
276Plato, Hippias, p1, 283; 9 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλὰ τοὺς μὲν Ἰνυκίνων ὑεῖς οἷός τε ἦσθα ἀμείνους ποιῆσαι, τοὺς δὲ Σπαρτιατῶν ἠδυνάτεις· Ἱππίας πολλοῦ γε δέω.
277Plato, Hippias, p1, 283; 13 (auctor c.425BC-347BC)
Σωκράτης πότερον οὖν τοὺς νέους οὐχ οἷός τ' ἦσθα πείθειν ἐν Λακεδαίμονι ὡς σοὶ συνόντες πλέον ἂν εἰς ἀρετὴν ἐπιδιδοῖεν ἢ τοῖς ἑαυτῶν, ἢ τοὺς ἐκείνων πατέρας ἠδυνάτεις πείθειν ὅτι σοὶ χρὴ παραδιδόναι μᾶλλον ἢ αὐτοὺς ἐπιμελεῖσθαι, εἴπερ τι τῶν ὑέων κήδονται· οὐ γάρ που ἐφθόνουν γε τοῖς ἑαυτῶν παισὶν ὡς βελτίστοις γενέσθαι.
278Plato, Hippias, p1, 291; 14 (auctor c.425BC-347BC)
Σωκράτης ἰοὺ ἰού, ὦ Ἱππία, ἦ θαυμασίως τε καὶ μεγαλείως καὶ ἀξίως σαυτοῦ εἴρηκας· καὶ νὴ τὴν Ἥραν ἄγαμαί σου ὅτι μοι δοκεῖς εὐνοϊκῶς, καθ' ὅσον οἷός τ' εἶ, βοηθεῖν· ἀλλὰ γὰρ τοῦ ἀνδρὸς οὐ τυγχάνομεν, ἀλλ' ἡμῶν δὴ νῦν καὶ πλεῖστον καταγελάσεται, εὖ ἴσθι.
279Plato, Hippias, p1, 292; 10 (auctor c.425BC-347BC)
«ὅπως·» φήσει· «οὐχ οἷός τ' εἶ μεμνῆσθαι ὅτι τὸ καλὸν αὐτὸ ἠρώτων, ὃ παντὶ ᾧ ἂν προσγένηται, ὑπάρχει ἐκείνῳ καλῷ εἶναι, καὶ λίθῳ καὶ ξύλῳ καὶ ἀνθρώπῳ καὶ θεῷ καὶ πάσῃ πράξει καὶ παντὶ μαθήματι· αὐτὸ γὰρ ἔγωγε, ὤνθρωπε, κάλλος ἐρωτῶ ὅτι ἐστίν, καὶ οὐδέν σοι μᾶλλον γεγωνεῖν δύναμαι ἢ εἴ μοι παρεκάθησο λίθος, καὶ οὗτος μυλίας, μήτε ὦτα μήτε ἐγκέφαλον ἔχων.
280Plato, Hippias, p1, 293; 11 (auctor c.425BC-347BC)
καὶ οὐδέπω καὶ τήμερον,» φήσει, «οἷός τ' εἶ, ὦ Σώκρατες, περὶ τοῦ καλοῦ ὅτι ἐστὶ τὸ ἐρωτώμενον ἀποκρίνασθαι.
281Plato, Hippias, p1, 297; 21 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλ' ἐγώ μοι δοκῶ ὑπὸ ἐπιθυμίας τοῦ εἰδέναι οὐχ οἷός τε σὲ εἶναι περιμένειν μέλλοντα· καὶ γὰρ οὖν δή τι καὶ οἶμαι ἄρτι ηὐπορηκέναι.
282Plato, Ion, p1, 531; 7 (auctor c.425BC-347BC)
Σωκράτης εἰ δὲ σὺ ἦσθα μάντις, οὐκ, εἴπερ περὶ τῶν ὁμοίως λεγομένων οἷός τ' ἦσθα ἐξηγήσασθαι, καὶ περὶ τῶν διαφόρως λεγομένων ἠπίστω ἂν ἐξηγεῖσθαι· Ἴων δῆλον ὅτι.
283Plato, Ion, p1, 532; 8 (auctor c.425BC-347BC)
Ἴων τί οὖν ποτε τὸ αἴτιον, ὦ Σώκρατες, ὅτι ἐγώ, ὅταν μέν τις περὶ ἄλλου του ποιητοῦ διαλέγηται, οὔτε προσέχω τὸν νοῦν ἀδυνατῶ τε καὶ ὁτιοῦν συμβαλέσθαι λόγου ἄξιον, ἀλλ' ἀτεχνῶς νυστάζω, ἐπειδὰν δέ τις περὶ Ὁμήρου μνησθῇ, εὐθύς τε ἐγρήγορα καὶ προσέχω τὸν νοῦν καὶ εὐπορῶ ὅτι λέγω· Σωκράτης οὐ χαλεπὸν τοῦτό γε εἰκάσαι, ὦ ἑταῖρε, ἀλλὰ παντὶ δῆλον ὅτι τέχνῃ καὶ ἐπιστήμῃ περὶ Ὁμήρου λέγειν ἀδύνατος εἶ· εἰ γὰρ τέχνῃ οἷός τε ἦσθα, καὶ περὶ τῶν ἄλλων ποιητῶν ἁπάντων λέγειν οἷός τ' ἂν ἦσθα· ποιητικὴ γάρ πού ἐστιν τὸ ὅλον.
284Plato, Ion, p1, 534; 3 (auctor c.425BC-347BC)
κοῦφον γὰρ χρῆμα ποιητής ἐστιν καὶ πτηνὸν καὶ ἱερόν, καὶ οὐ πρότερον οἷός τε ποιεῖν πρὶν ἂν ἔνθεός τε γένηται καὶ ἔκφρων καὶ ὁ νοῦς μηκέτι ἐν αὐτῷ ἐνῇ· ἕως δ' ἂν τουτὶ ἔχῃ τὸ κτῆμα, ἀδύνατος πᾶς ποιεῖν ἄνθρωπός ἐστιν καὶ χρησμῳδεῖν.
285Plato, Ion, p1, 534; 4 (auctor c.425BC-347BC)
ἅτε οὖν οὐ τέχνῃ ποιοῦντες καὶ πολλὰ λέγοντες καὶ καλὰ περὶ τῶν πραγμάτων, ὥσπερ σὺ περὶ Ὁμήρου, ἀλλὰ θείᾳ μοίρᾳ, τοῦτο μόνον οἷός τε ἕκαστος ποιεῖν καλῶς ἐφ' ὃ ἡ Μοῦσα αὐτὸν ὥρμησεν, ὁ μὲν διθυράμβους, ὁ δὲ ἐγκώμια, ὁ δὲ ὑπορχήματα, ὁ δ' ἔπη, ὁ δ' ἰάμβους· τὰ δ' ἄλλα φαῦλος αὐτῶν ἕκαστός ἐστιν.
286Plato, Ion, p1, 538; 3 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν ὅστις ἂν μὴ ἔχῃ τινὰ τέχνην, ταύτης τῆς τέχνης τὰ λεγόμενα ἢ πραττόμενα καλῶς γιγνώσκειν οὐχ οἷός τ' ἔσται· Ἴων ἀληθῆ λέγεις.
287Plato, Ion, p1, 541; 9 (auctor c.425BC-347BC)
Σωκράτης ὦ βέλτιστε Ἴων, Ἀπολλόδωρον οὐ γιγνώσκεις τὸν Κυζικηνόν· Ἴων ποῖον τοῦτον· Σωκράτης ὃν Ἀθηναῖοι πολλάκις ἑαυτῶν στρατηγὸν ᾕρηνται ξένον ὄντα· καὶ Φανοσθένη τὸν Ἄνδριον καὶ Ἡρακλείδην τὸν Κλαζομένιον, οὓς ἥδε ἡ πόλις ξένους ὄντας, ἐνδειξαμένους ὅτι ἄξιοι λόγου εἰσί, καὶ εἰς στρατηγίας καὶ εἰς τὰς ἄλλας ἀρχὰς ἄγει· Ἴωνα δ' ἄρα τὸν Ἐφέσιον οὐχ αἱρήσεται στρατηγὸν καὶ τιμήσει, ἐὰν δοκῇ ἄξιος λόγου εἶναι· τί δέ· οὐκ Ἀθηναῖοι μέν ἐστε οἱ Ἐφέσιοι τὸ ἀρχαῖον, καὶ ἡ Ἔφεσος οὐδεμιᾶς ἐλάττων πόλεως· ἀλλὰ γὰρ σύ, ὦ Ἴων, εἰ μὲν ἀληθῆ λέγεις ὡς τέχνῃ καὶ ἐπιστήμῃ οἷός τε εἶ Ὅμηρον ἐπαινεῖν, ἀδικεῖς, ὅστις ἐμοὶ ὑποσχόμενος ὡς πολλὰ καὶ καλὰ περὶ Ὁμήρου ἐπίστασαι καὶ φάσκων ἐπιδείξειν, ἐξαπατᾷς με καὶ πολλοῦ δεῖς ἐπιδεῖξαι, ὅς γε οὐδὲ ἅττα ἐστὶ ταῦτα περὶ ὧν δεινὸς εἶ ἐθέλεις εἰπεῖν, πάλαι ἐμοῦ λιπαροῦντος, ἀλλὰ ἀτεχνῶς ὥσπερ ὁ Πρωτεὺς παντοδαπὸς γίγνῃ στρεφόμενος ἄνω καὶ κάτω, ἕως τελευτῶν διαφυγών με στρατηγὸς ἀνεφάνης,
288Plato, Laches, p1, 183; 11 (auctor c.425BC-347BC)
μαχομένου γὰρ αὐτοῦ ἐνέσχετό που ἐν τοῖς τῆς νεὼς σκεύεσιν καὶ ἀντελάβετο· εἷλκεν οὖν ὁ Στησίλεως βουλόμενος ἀπολῦσαι, καὶ οὐχ οἷός τ' ἦν, ἡ δὲ ναῦς τὴν ναῦν παρῄει.
289Plato, Laches, p1, 184; 5 (auctor c.425BC-347BC)
καὶ γὰρ οὖν μοι δοκεῖ, εἰ μὲν δειλός τις ὢν οἴοιτο αὐτὸ ἐπίστασθαι, θρασύτερος ἂν δι' αὐτὸ γενόμενος ἐπιφανέστερος γένοιτο οἷος ἦν, εἰ δὲ ἀνδρεῖος, φυλαττόμενος ἂν ὑπὸ τῶν ἀνθρώπων, εἰ καὶ σμικρὸν ἐξαμάρτοι, μεγάλας ἂν διαβολὰς ἴσχειν· ἐπίφθονος γὰρ ἡ προσποίησις τῆς τοιαύτης ἐπιστήμης, ὥστ' εἰ μή τι θαυμαστὸν ὅσον διαφέρει τῇ ἀρετῇ τῶν ἄλλων, οὐκ ἔσθ' ὅπως ἄν τις φύγοι τὸ καταγέλαστος γενέσθαι φάσκων ἔχειν ταύτην τὴν ἐπιστήμην.
290Plato, Laches, p1, 185; 17 (auctor c.425BC-347BC)
Σωκράτης εἴ τις ἄρα ἡμῶν τεχνικὸς περὶ ψυχῆς θεραπείαν καὶ οἷός τε καλῶς τοῦτο θεραπεῦσαι, καὶ ὅτῳ διδάσκαλοι ἀγαθοὶ γεγόνασιν, τοῦτο σκεπτέον.
291Plato, Laches, p1, 191; 1 (auctor c.425BC-347BC)
Σωκράτης ἐγὼ φράσω, ἐὰν οἷός τε γένωμαι.
292Plato, Laches, p1, 194; 4 (auctor c.425BC-347BC)
καίτοι ἀήθης γ' εἰμὶ τῶν τοιούτων λόγων· ἀλλά τίς με καὶ φιλονικία εἴληφεν πρὸς τὰ εἰρημένα, καὶ ὡς ἀληθῶς ἀγανακτῶ εἰ οὑτωσὶ ἃ νοῶ μὴ οἷός τ' εἰμὶ εἰπεῖν.
293Plato, Leges, 1c, 720; 5 (auctor c.425BC-347BC)
θείης ἂν ταῦτα δύο γένη τῶν καλουμένων ἰατρῶν· Κλεινίας πῶς γὰρ οὔ· Ἀθηναῖος ἆρ' οὖν καὶ συννοεῖς ὅτι, δούλων καὶ ἐλευθέρων ὄντων τῶν καμνόντων ἐν ταῖς πόλεσι, τοὺς μὲν δούλους σχεδόν τι οἱ δοῦλοι τὰ πολλὰ ἰατρεύουσιν περιτρέχοντες καὶ ἐν τοῖς ἰατρείοις περιμένοντες, καὶ οὔτε τινὰ λόγον ἑκάστου πέρι νοσήματος ἑκάστου τῶν οἰκετῶν οὐδεὶς τῶν τοιούτων ἰατρῶν δίδωσιν οὐδ' ἀποδέχεται, προστάξας δ' αὐτῷ τὰ δόξαντα ἐξ ἐμπειρίας, ὡς ἀκριβῶς εἰδώς, καθάπερ τύραννος αὐθαδῶς, οἴχεται ἀποπηδήσας πρὸς ἄλλον κάμνοντα οἰκέτην, καὶ ῥᾳστώνην οὕτω τῷ δεσπότῃ παρασκευάζει τῶν καμνόντων τῆς ἐπιμελείας· ὁ δὲ ἐλεύθερος ὡς ἐπὶ τὸ πλεῖστον τὰ τῶν ἐλευθέρων νοσήματα θεραπεύει τε καὶ ἐπισκοπεῖ, καὶ ταῦτα ἐξετάζων ἀπ' ἀρχῆς καὶ κατὰ φύσιν, τῷ κάμνοντι κοινούμενος αὐτῷ τε καὶ τοῖς φίλοις, ἅμα μὲν αὐτὸς μανθάνει τι παρὰ τῶν νοσούντων, ἅμα δὲ καὶ καθ' ὅσον οἷός τέ ἐστιν, διδάσκει τὸν ἀσθενοῦντα αὐτόν, καὶ οὐ πρότερον ἐπέταξεν πρὶν ἄν πῃ συμπείσῃ, τότε δὲ μετὰ πειθοῦς ἡμερούμενον ἀεὶ παρασκευάζων τὸν κάμνοντα, εἰς τὴν ὑγίειαν ἄγων, ἀποτελεῖν πειρᾶται· πότερον οὕτως ἢ ἐκείνως ἰατρός τε ἰώμενος ἀμείνων καὶ γυμναστὴς γυμνάζων· διχῇ τὴν μίαν ἀποτελῶν δύναμιν, ἢ μοναχῇ καὶ κατὰ τὸ χεῖρον τοῖν δυοῖν καὶ ἀγριώτερον ἀπεργαζόμενος· Κλεινίας πολύ που διαφέρον, ὦ ξένε, τὸ διπλῇ.
294Plato, Leges, 1e, 769; 7 (auctor c.425BC-347BC)
χρησώμεθά γε μὴν τῷ νῦν παρατυχόντι περὶ αὐτῆς ἡμῖν λόγῳ τὸ τοιόνδε, ὡς εἴ ποτέ τις ἐπινοήσειε γράψαι τε ὡς κάλλιστον ζῷον καὶ τοῦτ' αὖ μηδέποτε ἐπὶ φαυλότερον ἀλλ' ἐπὶ τὸ βέλτιον ἴσχειν τοῦ ἐπιόντος ἀεὶ χρόνου, συννοεῖς ὅτι θνητὸς ὤν, εἰ μή τινα καταλείψει διάδοχον τοῦ ἐπανορθοῦν τε, ἐάν τι σφάλληται τὸ ζῷον ὑπὸ χρόνων, καὶ τὸ παραλειφθὲν ὑπὸ τῆς ἀσθενείας τῆς ἑαυτοῦ πρὸς τὴν τέχνην οἷός τε εἰς τὸ πρόσθεν ἔσται φαιδρύνων ποιεῖν ἐπιδιδόναι, σμικρόν τινα χρόνον αὐτῷ πόνος παραμενεῖ πάμπολυς· Κλεινίας ἀληθῆ.
295Plato, Leges, 1f, 818; 4 (auctor c.425BC-347BC)
Κλεινίας τίνες οὖν, ὦ ξένε, αἱ μὴ τοιαῦται ἀνάγκαι τῶν μαθημάτων, θεῖαι δέ· Ἀθηναῖος δοκῶ μέν, ἃς μή τις πράξας μηδὲ αὖ μαθὼν τὸ παράπαν οὐκ ἄν ποτε γένοιτο ἀνθρώποις θεὸς οὐδὲ δαίμων οὐδὲ ἥρως οἷος δυνατὸς ἀνθρώπων ἐπιμέλειαν σὺν σπουδῇ ποιεῖσθαι· πολλοῦ δ' ἂν δεήσειεν ἄνθρωπός γε θεῖος γενέσθαι μήτε ἓν μήτε δύο μήτε τρία μήθ' ὅλως ἄρτια καὶ περιττὰ δυνάμενος γιγνώσκειν, μηδὲ ἀριθμεῖν τὸ παράπαν εἰδώς, μηδὲ νύκτα καὶ ἡμέραν διαριθμεῖσθαι δυνατὸς ὤν, σελήνης δὲ καὶ ἡλίου καὶ τῶν ἄλλων ἄστρων περιφορᾶς ἀπείρως ἔχων.
296Plato, Leges, 1f, 821; 11 (auctor c.425BC-347BC)
καίτοι χαλεπά γε ὄντα οὐκ ἄν ποτε οἷός τ' ἦν δηλοῦν τηλικούτοις οὖσι τηλικοῦτος.
297Plato, Leges, 1h, 872; 5 (auctor c.425BC-347BC)
ἐὰν δὲ δὴ γίγνηται ἐφ' οἷσι καὶ νομοθετεῖν δεινὸν καὶ οὐδαμῶς προσφιλές, μὴ νομοθετεῖν δὲ ἀδύνατον, συγγενῶν αὐτόχειρας φόνους ἢ δι' ἐπιβουλεύσεως γενομένους, ἑκουσίους τε καὶ ἀδίκους πάντως, οἳ τὰ μὲν πολλὰ ἐν κακῶς οἰκούσαις καὶ τρεφομέναις γίγνονται πόλεσιν, γένοιτο δ' ἄν πού τι καὶ ἐν ᾗ μή τις ἂν προσδοκήσειεν χώρᾳ, λέγειν μὲν δὴ χρεὼν αὖ πάλιν τὸν ἔμπροσθε σμικρῷ ῥηθέντα λόγον, ἂν ἄρα τις ἀκούων ἡμῶν οἷος ἀποσχέσθαι γένηται μᾶλλον ἑκὼν διὰ τὰ τοιαῦτα φόνων τῶν πάντῃ ἀνοσιωτάτων.
298Plato, Leges, 1i, 907; 7 (auctor c.425BC-347BC)
Ἀθηναῖος μετὰ τὸ προοίμιον τοίνυν λόγος οἷος ἂν τῶν νόμων ἑρμηνεὺς ὀρθῶς γίγνοιτο ἡμῖν, προαγορεύων ἐξίστασθαι πᾶσι τοῖς ἀσεβέσι τρόπων τῶν αὑτῶν εἰς τοὺς εὐσεβεῖς.
299Plato, Leges, 1k, 968; 1 (auctor c.425BC-347BC)
ᾖ δοῦναι τὸν λόγον· ὁ δὲ μὴ ταῦθ' οἷός τ' ὢν πρὸς ταῖς δημοσίαις ἀρεταῖς κεκτῆσθαι σχεδὸν ἄρχων μὲν οὐκ ἄν ποτε γένοιτο ἱκανὸς ὅλης πόλεως, ὑπηρέτης δ' ἂν ἄλλοις ἄρχουσιν.
300Plato, Menexenus, p1, 235; 9 (auctor c.425BC-347BC)
Μενέξενος ἦ οἴει οἷός τ' ἂν εἶναι αὐτὸς εἰπεῖν, εἰ δέοι καὶ ἕλοιτό σε ἡ βουλή· Σωκράτης καὶ ἐμοὶ μέν γε, ὦ Μενέξενε, οὐδὲν θαυμαστὸν οἵῳ τ' εἶναι εἰπεῖν, ᾧ τυγχάνει διδάσκαλος οὖσα οὐ πάνυ φαύλη περὶ ῥητορικῆς, ἀλλ' ἥπερ καὶ ἄλλους πολλοὺς καὶ ἀγαθοὺς πεποίηκε ῥήτορας, ἕνα δὲ καὶ διαφέροντα τῶν Ἑλλήνων, Περικλέα τὸν Ξανθίππου.
301Plato, Menexenus, p1, 236; 2 (auctor c.425BC-347BC)
οὕτω μὲν οὖν τρεφόμενον ἄνδρα οὐδὲν θαυμαστὸν δεινὸν εἶναι λέγειν· ἀλλὰ καὶ ὅστις ἐμοῦ κάκιον ἐπαιδεύθη, μουσικὴν μὲν ὑπὸ Λάμπρου παιδευθείς, ῥητορικὴν δὲ ὑπ' Ἀντιφῶντος τοῦ Ῥαμνουσίου, ὅμως κἂν οὗτος οἷός τ' εἴη Ἀθηναίους γε ἐν Ἀθηναίοις ἐπαινῶν εὐδοκιμεῖν.
302Plato, Menon, p1, 74; 6 (auctor c.425BC-347BC)
Σωκράτης εἰκότως γε· ἀλλ' ἐγὼ προθυμήσομαι, ἐὰν οἷός τ' ὦ, ἡμᾶς προβιβάσαι.
303Plato, Menon, p1, 77; 2 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλὰ μὴν προθυμίας γε οὐδὲν ἀπολείψω, καὶ σοῦ ἕνεκα καὶ ἐμαυτοῦ, λέγων τοιαῦτα· ἀλλ' ὅπως μὴ οὐχ οἷός τ' ἔσομαι πολλὰ τοιαῦτα λέγειν.
304Plato, Menon, p1, 86; 7 (auctor c.425BC-347BC)
καὶ τὰ μέν γε ἄλλα οὐκ ἂν πάνυ ὑπὲρ τοῦ λόγου διισχυρισαίμην· ὅτι δ' οἰόμενοι δεῖν ζητεῖν ἃ μή τις οἶδεν βελτίους ἂν εἶμεν καὶ ἀνδρικώτεροι καὶ ἧττον ἀργοὶ ἢ εἰ οἰοίμεθα ἃ μὴ ἐπιστάμεθα μηδὲ δυνατὸν εἶναι εὑρεῖν μηδὲ δεῖν ζητεῖν, περὶ τούτου πάνυ ἂν διαμαχοίμην, εἰ οἷός τε εἴην, καὶ λόγῳ καὶ ἔργῳ.
305Plato, Menon, p1, 94; 2 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν καὶ οὗτος τὸν ὑὸν τὸν αὑτοῦ Λυσίμαχον, ὅσα μὲν διδασκάλων εἴχετο, κάλλιστα Ἀθηναίων ἐπαίδευσε, ἄνδρα δὲ βελτίω δοκεῖ σοι ὁτουοῦν πεποιηκέναι· τούτῳ γάρ που καὶ συγγέγονας καὶ ὁρᾷς οἷός ἐστιν.
306Plato, Menon, p1, 100; 1 (auctor c.425BC-347BC)
παραγίγνηται, εἰ μή τις εἴη τοιοῦτος τῶν πολιτικῶν ἀνδρῶν οἷος καὶ ἄλλον ποιῆσαι πολιτικόν.
307Plato, Menon, p1, 100; 2 (auctor c.425BC-347BC)
εἰ δὲ εἴη, σχεδὸν ἄν τι οὗτος λέγοιτο τοιοῦτος ἐν τοῖς ζῶσιν οἷον ἔφη Ὅμηρος ἐν τοῖς τεθνεῶσιν τὸν Τειρεσίαν εἶναι, λέγων περὶ αὐτοῦ, ὅτι οἶος πέπνυται τῶν ἐν Ἅιδου, τοὶ δὲ σκιαὶ ἀίσσουσι.
308Plato, Parmenides, p1, 134; 19 (auctor c.425BC-347BC)
ἆρ' οὖν οἷός τε αὖ ἔσται ὁ θεὸς τὰ παρ' ἡμῖν γιγνώσκειν αὐτὴν ἐπιστήμην ἔχων· τί γὰρ οὔ· ὅτι, ἔφη ὁ Παρμενίδης, ὡμολόγηται ἡμῖν, ὦ Σώκρατες, μήτε ἐκεῖνα τὰ εἴδη πρὸς τὰ παρ' ἡμῖν τὴν δύναμιν ἔχειν ἣν ἔχει, μήτε τὰ παρ' ἡμῖν πρὸς ἐκεῖνα, ἀλλ' αὐτὰ πρὸς αὑτὰ ἑκάτερα.
309Plato, Phaedo, p1, 57; 3 (auctor c.425BC-347BC)
καὶ γὰρ οὔτε [τῶν πολιτῶν] Φλειασίων οὐδεὶς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθήναζε, οὔτε τις ξένος ἀφῖκται χρόνου συχνοῦ ἐκεῖθεν ὅστις ἂν ἡμῖν σαφές τι ἀγγεῖλαι οἷός τ' ἦν περὶ τούτων, πλήν γε δὴ ὅτι φάρμακον πιὼν ἀποθάνοι· τῶν δὲ ἄλλων οὐδὲν εἶχεν φράζειν.
310Plato, Phaedo, p1, 76; 5 (auctor c.425BC-347BC)
ἦ καὶ δοκοῦσί σοι πάντες ἔχειν διδόναι λόγον περὶ τούτων ὧν νυνδὴ ἐλέγομεν· βουλοίμην μεντἄν, ἔφη ὁ Σιμμίας· ἀλλὰ πολὺ μᾶλλον φοβοῦμαι μὴ αὔριον τηνικάδε οὐκέτι ᾖ ἀνθρώπων οὐδεὶς ἀξίως οἷός τε τοῦτο ποιῆσαι.
311Plato, Phaedo, p1, 89; 10 (auctor c.425BC-347BC)
ἀλλ', ἦν δ' ἐγώ, πρὸς δύο λέγεται οὐδ' ὁ Ἡρακλῆς οἷός τε εἶναι.
312Plato, Phaedo, p1, 98; 3 (auctor c.425BC-347BC)
οὐ γὰρ ἄν ποτε αὐτὸν ᾤμην, φάσκοντά γε ὑπὸ νοῦ αὐτὰ κεκοσμῆσθαι, ἄλλην τινὰ αὐτοῖς αἰτίαν ἐπενεγκεῖν ἢ ὅτι βέλτιστον αὐτὰ οὕτως ἔχειν ἐστὶν ὥσπερ ἔχει· ἑκάστῳ οὖν αὐτῶν ἀποδιδόντα τὴν αἰτίαν καὶ κοινῇ πᾶσι τὸ ἑκάστῳ βέλτιστον ᾤμην καὶ τὸ κοινὸν πᾶσιν ἐπεκδιηγήσεσθαι ἀγαθόν· καὶ οὐκ ἂν ἀπεδόμην πολλοῦ τὰς ἐλπίδας, ἀλλὰ πάνυ σπουδῇ λαβὼν τὰς βίβλους ὡς τάχιστα οἷός τ' ἦ ἀνεγίγνωσκον, ἵν' ὡς τάχιστα εἰδείην τὸ βέλτιστον καὶ τὸ χεῖρον.
313Plato, Phaedo, p1, 99; 2 (auctor c.425BC-347BC)
ἀλλ' αἴτια μὲν τὰ τοιαῦτα καλεῖν λίαν ἄτοπον· εἰ δέ τις λέγοι ὅτι ἄνευ τοῦ τὰ τοιαῦτα ἔχειν καὶ ὀστᾶ καὶ νεῦρα καὶ ὅσα ἄλλα ἔχω οὐκ ἂν οἷός τ' ἦ ποιεῖν τὰ δόξαντά μοι, ἀληθῆ ἂν λέγοι· ὡς μέντοι διὰ ταῦτα ποιῶ ἃ ποιῶ, καὶ ταῦτα νῷ πράττων, ἀλλ' οὐ τῇ τοῦ βελτίστου αἱρέσει, πολλὴ ἂν καὶ μακρὰ ῥᾳθυμία εἴη τοῦ λόγου.
314Plato, Phaedo, p1, 99; 5 (auctor c.425BC-347BC)
ἐγὼ μὲν οὖν τῆς τοιαύτης αἰτίας ὅπῃ ποτὲ ἔχει μαθητὴς ὁτουοῦν ἥδιστ' ἂν γενοίμην· ἐπειδὴ δὲ ταύτης ἐστερήθην καὶ οὔτ' αὐτὸς εὑρεῖν οὔτε παρ' ἄλλου μαθεῖν οἷός τε ἐγενόμην, τὸν δεύτερον πλοῦν ἐπὶ τὴν τῆς αἰτίας ζήτησιν ᾗ πεπραγμάτευμαι βούλει σοι, ἔφη, ἐπίδειξιν ποιήσωμαι, ὦ Κέβης· ὑπερφυῶς μὲν οὖν, ἔφη, ὡς βούλομαι.
315Plato, Phaedo, p1, 108; 8 (auctor c.425BC-347BC)
ἀλλὰ μέντοι, ὦ Σιμμία, οὐχ ἡ Γλαύκου τέχνη γέ μοι δοκεῖ εἶναι διηγήσασθαι ἅ γ' ἐστίν· ὡς μέντοι ἀληθῆ, χαλεπώτερόν μοι φαίνεται ἢ κατὰ τὴν Γλαύκου τέχνην, καὶ ἅμα μὲν ἐγὼ ἴσως οὐδ' ἂν οἷός τε εἴην, ἅμα δέ, εἰ καὶ ἠπιστάμην, ὁ βίος μοι δοκεῖ ὁ ἐμός, ὦ Σιμμία, τῷ μήκει τοῦ λόγου οὐκ ἐξαρκεῖν.
316Plato, Phaedo, p1, 117; 11 (auctor c.425BC-347BC)
ὁ δὲ Κρίτων ἔτι πρότερος ἐμοῦ, ἐπειδὴ οὐχ οἷός τ' ἦν κατέχειν τὰ δάκρυα, ἐξανέστη.
317Plato, Phaedrus, p1, 235; 2 (auctor c.425BC-347BC)
καὶ οὖν μοι ἔδοξεν, ὦ Φαῖδρε, εἰ μή τι σὺ ἄλλο λέγεις, δὶς καὶ τρὶς τὰ αὐτὰ εἰρηκέναι, ὡς οὐ πάνυ εὐπορῶν τοῦ πολλὰ λέγειν περὶ τοῦ αὐτοῦ, ἢ ἴσως οὐδὲν αὐτῷ μέλον τοῦ τοιούτου· καὶ ἐφαίνετο δή μοι νεανιεύεσθαι ἐπιδεικνύμενος ὡς οἷός τε ὢν ταὐτὰ ἑτέρως τε καὶ ἑτέρως λέγων ἀμφοτέρως εἰπεῖν ἄριστα.
318Plato, Phaedrus, p1, 235; 5 (auctor c.425BC-347BC)
Σωκράτης τοῦτο ἐγώ σοι οὐκέτι οἷός τ' ἔσομαι πιθέσθαι· παλαιοὶ γὰρ καὶ σοφοὶ ἄνδρες τε καὶ γυναῖκες περὶ αὐτῶν εἰρηκότες καὶ γεγραφότες ἐξελέγξουσί με, ἐάν σοι χαριζόμενος συγχωρῶ.
319Plato, Phaedrus, p1, 236; 5 (auctor c.425BC-347BC)
ῥητέον μὲν γάρ σοι παντὸς μᾶλλον οὕτως ὅπως οἷός τε εἶ, ἵνα μὴ τὸ τῶν κωμῳδῶν φορτικὸν πρᾶγμα ἀναγκαζώμεθα ποιεῖν ἀνταποδιδόντες ἀλλήλοις [εὐλαβήθητι], καὶ μὴ βούλου με ἀναγκάσαι λέγειν ἐκεῖνο τὸ «εἰ ἐγώ, ὦ Σώκρατες, Σωκράτην ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι,» καὶ ὅτι «ἐπεθύμει μὲν λέγειν, ἐθρύπτετο δέ·» ἀλλὰ διανοήθητι ὅτι ἐντεῦθεν οὐκ ἄπιμεν πρὶν ἂν σὺ εἴπῃς ἃ ἔφησθα ἐν τῷ στήθει ἔχειν.
320Plato, Phaedrus, p1, 236; 14 (auctor c.425BC-347BC)
πῶς γὰρ ἂν οἷός τ' εἴην τοιαύτης θοίνης ἀπέχεσθαι·
321Plato, Phaedrus, p1, 239; 4 (auctor c.425BC-347BC)
τοῦτο δὲ ἡ θεία φιλοσοφία τυγχάνει ὄν, ἧς ἐραστὴν παιδικὰ ἀνάγκη πόρρωθεν εἴργειν, περίφοβον ὄντα τοῦ καταφρονηθῆναι· τά τε ἄλλα μηχανᾶσθαι ὅπως ἂν ᾖ πάντα ἀγνοῶν καὶ πάντα ἀποβλέπων εἰς τὸν ἐραστήν, οἷος ὢν τῷ μὲν ἥδιστος, ἑαυτῷ δὲ βλαβερώτατος ἂν εἴη.
322Plato, Phaedrus, p1, 256; 1 (auctor c.425BC-347BC)
σμικρὰ ἀπολαῦσαι· ὁ δὲ τῶν παιδικῶν ἔχει μὲν οὐδὲν εἰπεῖν, σπαργῶν δὲ καὶ ἀπορῶν περιβάλλει τὸν ἐραστὴν καὶ φιλεῖ, ὡς σφόδρ' εὔνουν ἀσπαζόμενος, ὅταν τε συγκατακέωνται, οἷός ἐστι μὴ ἂν ἀπαρνηθῆναι τὸ αὑτοῦ μέρος χαρίσασθαι τῷ ἐρῶντι, εἰ δεηθείη τυχεῖν· ὁ δὲ ὁμόζυξ αὖ μετὰ τοῦ ἡνιόχου πρὸς ταῦτα μετ' αἰδοῦς καὶ λόγου ἀντιτείνει.
323Plato, Phaedrus, p1, 261; 12 (auctor c.425BC-347BC)
Σωκράτης οὐκ ἄρα μόνον περὶ δικαστήριά τέ ἐστιν ἡ ἀντιλογικὴ καὶ περὶ δημηγορίαν, ἀλλ', ὡς ἔοικε, περὶ πάντα τὰ λεγόμενα μία τις τέχνη, εἴπερ ἔστιν, αὕτη ἂν εἴη, ᾗ τις οἷός τ' ἔσται πᾶν παντὶ ὁμοιοῦν τῶν δυνατῶν καὶ οἷς δυνατόν, καὶ ἄλλου ὁμοιοῦντος καὶ ἀποκρυπτομένου εἰς φῶς ἄγειν.
324Plato, Phaedrus, p1, 262; 5 (auctor c.425BC-347BC)
Σωκράτης ἦ οὖν οἷός τε ἔσται, ἀλήθειαν ἀγνοῶν ἑκάστου, τὴν τοῦ ἀγνοουμένου ὁμοιότητα σμικράν τε καὶ μεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν· Φαῖδρος ἀδύνατον.
325Plato, Phaedrus, p1, 266; 3 (auctor c.425BC-347BC)
Σωκράτης τούτων δὴ ἔγωγε αὐτός τε ἐραστής, ὦ Φαῖδρε, τῶν διαιρέσεων καὶ συναγωγῶν, ἵνα οἷός τε ὦ λέγειν τε καὶ φρονεῖν· ἐάν τέ τιν' ἄλλον ἡγήσωμαι δυνατὸν εἰς ἓν καὶ ἐπὶ πολλὰ πεφυκόθ' ὁρᾶν, τοῦτον διώκω «κατόπισθε μετ' ἴχνιον ὥστε θεοῖο.
326Plato, Phaedrus, p1, 271; 15 (auctor c.425BC-347BC)
ὅταν δὲ εἰπεῖν τε ἱκανῶς ἔχῃ οἷος ὑφ' οἵων πείθεται, παραγιγνόμενόν τε δυνατὸς ᾖ διαισθανόμενος ἑαυτῷ ἐνδείκνυσθαι ὅτι
327Plato, Phaedrus, p1, 274; 4 (auctor c.425BC-347BC)
Φαῖδρος παγκάλως ἔμοιγε δοκεῖ λέγεσθαι, ὦ Σώκρατες, εἴπερ οἷός τέ τις εἴη.
328Plato, Philebus, p1, 20; 3 (auctor c.425BC-347BC)
βουλεύου δὴ πρὸς ταῦτα αὐτὸς πότερον ἡδονῆς εἴδη σοι καὶ ἐπιστήμης διαιρετέον ἢ καὶ ἐατέον, εἴ πῃ καθ' ἕτερόν τινα τρόπον οἷός τ' εἶ καὶ βούλει δηλῶσαί πως ἄλλως τὰ νῦν ἀμφισβητούμενα παρ' ἡμῖν.
329Plato, Philebus, p1, 48; 5 (auctor c.425BC-347BC)
Σωκράτης λάβωμέν γε μὴν αὐτὸ τοσούτῳ μᾶλλον ὅσῳ σκοτεινότερόν ἐστιν, ἵνα καὶ ἐν ἄλλοις ῥᾷον καταμαθεῖν τις οἷός τ' ᾖ μεῖξιν λύπης τε καὶ ἡδονῆς.
330Plato, Politicus, p1, 301; 10 (auctor c.425BC-347BC)
Νεώτερος Σωκράτης πῶς δ' οὔ· Ξένος νῦν δέ γε ὁπότε οὐκ ἔστι γιγνόμενος, ὡς δή φαμεν, ἐν ταῖς πόλεσι βασιλεὺς οἷος ἐν σμήνεσιν ἐμφύεται, τό τε σῶμα εὐθὺς καὶ τὴν ψυχὴν διαφέρων εἷς, δεῖ δὴ συνελθόντας συγγράμματα γράφειν, ὡς ἔοικεν, μεταθέοντας τὰ τῆς ἀληθεστάτης πολιτείας ἴχνη.
331Plato, Protagoras, p1, 314; 8 (auctor c.425BC-347BC)
δοκεῖ οὖν μοι, ὁ θυρωρός, εὐνοῦχός τις, κατήκουεν ἡμῶν, κινδυνεύει δὲ διὰ τὸ πλῆθος τῶν σοφιστῶν ἄχθεσθαι τοῖς φοιτῶσιν εἰς τὴν οἰκίαν· ἐπειδὴ γοῦν ἐκρούσαμεν τὴν θύραν, ἀνοίξας καὶ ἰδὼν ἡμᾶς, «ἔα,» ἔφη, «σοφισταί τινες· οὐ σχολὴ αὐτῷ·» καὶ ἅμα ἀμφοῖν τοῖν χεροῖν τὴν θύραν πάνυ προθύμως ὡς οἷός τ' ἦν ἐπήραξεν.
332Plato, Protagoras, p1, 328; 1 (auctor c.425BC-347BC)
τοῦ ἑλληνίζειν, οὐδ' ἂν εἷς φανείη, οὐδέ γ' ἂν οἶμαι εἰ ζητοῖς τίς ἂν ἡμῖν διδάξειεν τοὺς τῶν χειροτεχνῶν ὑεῖς αὐτὴν ταύτην τὴν τέχνην ἣν δὴ παρὰ τοῦ πατρὸς μεμαθήκασιν, καθ' ὅσον οἷός τ' ἦν ὁ πατὴρ καὶ οἱ τοῦ πατρὸς φίλοι ὄντες ὁμότεχνοι, τούτους ἔτι τίς ἂν διδάξειεν, οὐ ῥᾴδιον οἶμαι εἶναι, ὦ Σώκρατες, τούτων διδάσκαλον φανῆναι, τῶν δὲ ἀπείρων παντάπασι ῥᾴδιον, οὕτω δὲ ἀρετῆς καὶ τῶν ἄλλων πάντων· ἀλλὰ κἂν εἰ ὀλίγον ἔστιν τις ὅστις διαφέρει ἡμῶν προβιβάσαι εἰς ἀρετήν, ἀγαπητόν.
333Plato, Protagoras, p1, 334; 8 (auctor c.425BC-347BC)
πότερα οὖν ὅσα ἐμοὶ δοκεῖ δεῖν ἀποκρίνεσθαι, τοσαῦτά σοι ἀποκρίνωμαι, ἢ ὅσα σοί· ἀκήκοα γοῦν, ἦν δ' ἐγώ, ὅτι σὺ οἷός τ' εἶ καὶ αὐτὸς καὶ ἄλλον διδάξαι περὶ τῶν αὐτῶν καὶ μακρὰ λέγειν, ἐὰν βούλῃ, οὕτως ὥστε τὸν λόγον μηδέποτε ἐπιλιπεῖν, καὶ αὖ βραχέα
334Plato, Protagoras, p1, 335; 4 (auctor c.425BC-347BC)
σὺ μὲν γάρ, ὡς λέγεται περὶ σοῦ, φῂς δὲ καὶ αὐτός, καὶ ἐν μακρολογίᾳ καὶ ἐν βραχυλογίᾳ οἷός τ' εἶ συνουσίας ποιεῖσθαι – σοφὸς γὰρ εἶ – ἐγὼ δὲ τὰ μακρὰ ταῦτα ἀδύνατος, ἐπεὶ ἐβουλόμην ἂν οἷός τ' εἶναι.
335Plato, Protagoras, p1, 335; 5 (auctor c.425BC-347BC)
ἀλλὰ σὲ ἐχρῆν ἡμῖν συγχωρεῖν τὸν ἀμφότερα δυνάμενον, ἵνα ἡ συνουσία ἐγίγνετο· νῦν δὲ ἐπειδὴ οὐκ ἐθέλεις καὶ ἐμοί τις ἀσχολία ἐστὶν καὶ οὐκ ἂν οἷός τ' εἴην σοι παραμεῖναι ἀποτείνοντι μακροὺς λόγους – ἐλθεῖν γάρ ποί με δεῖ – εἶμι· ἐπεὶ καὶ ταῦτ' ἂν ἴσως οὐκ ἀηδῶς σου ἤκουον.
336Plato, Protagoras, p1, 336; 4 (auctor c.425BC-347BC)
ὑπολαβὼν οὖν ὁ Ἀλκιβιάδης, οὐ καλῶς λέγεις, ἔφη, ὦ Καλλία· Σωκράτης μὲν γὰρ ὅδε ὁμολογεῖ μὴ μετεῖναί οἱ μακρολογίας καὶ παραχωρεῖ Πρωταγόρᾳ, τοῦ δὲ διαλέγεσθαι οἷός τ' εἶναι καὶ ἐπίστασθαι λόγον τε δοῦναι καὶ δέξασθαι θαυμάζοιμ' ἂν εἴ τῳ ἀνθρώπων παραχωρεῖ.
337Plato, Protagoras, p1, 341; 8 (auctor c.425BC-347BC)
ἀλλὰ καὶ ἐγὼ οἶμαι, ἔφην, ὦ Πρωταγόρα, τοῦτο λέγειν Σιμωνίδην, καὶ Πρόδικόν γε τόνδε εἰδέναι, ἀλλὰ παίζειν καὶ σοῦ δοκεῖν ἀποπειρᾶσθαι εἰ οἷός τ' ἔσῃ τῷ σαυτοῦ λόγῳ βοηθεῖν.
338Plato, Protagoras, p1, 348; 12 (auctor c.425BC-347BC)
τίνα γὰρ ἄλλον ἢ σέ· ὅς γε οὐ μόνον αὐτὸς οἴει καλὸς κἀγαθὸς εἶναι, ὥσπερ τινὲς ἄλλοι αὐτοὶ μὲν ἐπιεικεῖς εἰσιν, ἄλλους δὲ οὐ δύνανται ποιεῖν· σὺ δὲ καὶ αὐτὸς ἀγαθὸς εἶ καὶ ἄλλους οἷός τ' εἶ ποιεῖν ἀγαθούς, καὶ οὕτω πεπίστευκας σαυτῷ, ὥστε καὶ ἄλλων ταύτην τὴν τέχνην ἀποκρυπτομένων
339Plato, Respublica, 1, 329; 6 (auctor c.425BC-347BC)
νῦν δ' ἔγωγε ἤδη ἐντετύχηκα οὐχ οὕτως ἔχουσιν καὶ ἄλλοις, καὶ δὴ καὶ Σοφοκλεῖ ποτε τῷ ποιητῇ παρεγενόμην ἐρωτωμένῳ ὑπό τινος· «πῶς,» ἔφη, «ὦ Σοφόκλεις, ἔχεις πρὸς τἀφροδίσια· ἔτι οἷός τε εἶ γυναικὶ συγγίγνεσθαι» · καὶ ὅς, «εὐφήμει,» ἔφη, «ὦ ἄνθρωπε· ἁσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποδράς.
340Plato, Respublica, 1, 336; 8 (auctor c.425BC-347BC)
νῦν δὲ ἡνίκα ὑπὸ τοῦ λόγου ἤρχετο ἐξαγριαίνεσθαι, προσέβλεψα αὐτὸν πρότερος, ὥστε αὐτῷ οἷός τ' ἐγενόμην ἀποκρίνασθαι, καὶ εἶπον ὑποτρέμων· ὦ Θρασύμαχε, μὴ χαλεπὸς ἡμῖν ἴσθι· εἰ γάρ τι ἐξαμαρτάνομεν ἐν τῇ τῶν λόγων σκέψει ἐγώ τε καὶ ὅδε, εὖ ἴσθι ὅτι ἄκοντες ἁμαρτάνομεν.
341Plato, Respublica, 1, 341; 9 (auctor c.425BC-347BC)
πρὸς ταῦτα κακούργει καὶ συκοφάντει, εἴ τι δύνασαι – οὐδέν σου παρίεμαι – ἀλλ' οὐ μὴ οἷός τ' ᾖς.
342Plato, Respublica, 1a, 360; 6 (auctor c.425BC-347BC)
καίτοι μέγα τοῦτο τεκμήριον ἂν φαίη τις ὅτι οὐδεὶς ἑκὼν δίκαιος ἀλλ' ἀναγκαζόμενος, ὡς οὐκ ἀγαθοῦ ἰδίᾳ ὄντος, ἐπεὶ ὅπου γ' ἂν οἴηται ἕκαστος οἷός τε ἔσεσθαι ἀδικεῖν, ἀδικεῖν.
343Plato, Respublica, 1a, 361; 10 (auctor c.425BC-347BC)
ὄντοιν δὲ τοιούτοιν, οὐδὲν ἔτι, ὡς ἐγᾦμαι, χαλεπὸν ἐπεξελθεῖν τῷ λόγῳ οἷος ἑκάτερον βίος ἐπιμένει.
344Plato, Respublica, 1a, 366; 6 (auctor c.425BC-347BC)
ὡς δέ, δῆλον· ὁ γὰρ πρῶτος τῶν τοιούτων εἰς δύναμιν ἐλθὼν πρῶτος ἀδικεῖ, καθ' ὅσον ἂν οἷός τ' ᾖ.
345Plato, Respublica, 1a, 378; 9 (auctor c.425BC-347BC)
ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν ὅτι τε ὑπόνοια καὶ ὃ μή, ἀλλ' ἃ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις δυσέκνιπτά τε καὶ ἀμετάστατα φιλεῖ γίγνεσθαι· ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον ἃ πρῶτα ἀκούουσιν ὅτι κάλλιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν.
346Plato, Respublica, 1a, 379; 2 (auctor c.425BC-347BC)
ὀρθῶς, ἔφη· ἀλλ' αὐτὸ δὴ τοῦτο, οἱ τύποι περὶ θεολογίας τίνες ἂν εἶεν· τοιοίδε πού τινες, ἦν δ' ἐγώ· οἷος τυγχάνει ὁ θεὸς ὤν, ἀεὶ δήπου ἀποδοτέον, ἐάντέ τις αὐτὸν ἐν ἔπεσιν ποιῇ ἐάντε ἐν μέλεσιν ἐάντε ἐν τραγῳδίᾳ.
347Plato, Respublica, 1b, 394; 7 (auctor c.425BC-347BC)
ὀρθότατα, ἔφην, ὑπέλαβες, καὶ οἶμαί σοι ἤδη δηλοῦν ὃ ἔμπροσθεν οὐχ οἷός τ' ἦ, ὅτι τῆς ποιήσεώς τε καὶ μυθολογίας ἡ μὲν διὰ μιμήσεως ὅλη ἐστίν, ὥσπερ σὺ λέγεις, τραγῳδία τε καὶ κωμῳδία, ἡ δὲ δι' ἀπαγγελίας αὐτοῦ τοῦ ποιητοῦ – εὕροις δ' ἂν αὐτὴν μάλιστά που ἐν διθυράμβοις – ἡ δ' αὖ δι' ἀμφοτέρων ἔν τε τῇ τῶν ἐπῶν ποιήσει, πολλαχοῦ δὲ καὶ ἄλλοθι, εἴ μοι μανθάνεις.
348Plato, Respublica, 1b, 401; 4 (auctor c.425BC-347BC)
ἆρ' οὖν τοῖς ποιηταῖς ἡμῖν μόνον ἐπιστατητέον καὶ προσαναγκαστέον τὴν τοῦ ἀγαθοῦ εἰκόνα ἤθους ἐμποιεῖν τοῖς ποιήμασιν ἢ μὴ παρ' ἡμῖν ποιεῖν, ἢ καὶ τοῖς ἄλλοις δημιουργοῖς ἐπιστατητέον καὶ διακωλυτέον τὸ κακόηθες τοῦτο καὶ ἀκόλαστον καὶ ἀνελεύθερον καὶ ἄσχημον μήτε ἐν εἰκόσι ζῴων μήτε ἐν οἰκοδομήμασι μήτε ἐν ἄλλῳ μηδενὶ δημιουργουμένῳ ἐμποιεῖν, ἢ ὁ μὴ οἷός τε ὢν οὐκ ἐατέος παρ' ἡμῖν δημιουργεῖν, ἵνα μὴ ἐν κακίας εἰκόσι τρεφόμενοι ἡμῖν οἱ φύλακες ὥσπερ ἐν κακῇ βοτάνῃ, πολλὰ ἑκάστης ἡμέρας κατὰ σμικρὸν ἀπὸ πολλῶν δρεπόμενοί τε καὶ νεμόμενοι, ἕν τι συνιστάντες λανθάνωσιν κακὸν μέγα ἐν τῇ αὑτῶν ψυχῇ, ἀλλ' ἐκείνους ζητητέον τοὺς δημιουργοὺς τοὺς εὐφυῶς δυναμένους ἰχνεύειν τὴν τοῦ καλοῦ τε καὶ εὐσχήμονος φύσιν, ἵνα ὥσπερ ἐν ὑγιεινῷ τόπῳ οἰκοῦντες οἱ νέοι ἀπὸ παντὸς ὠφελῶνται, ὁπόθεν ἂν αὐτοῖς ἀπὸ τῶν καλῶν ἔργων ἢ πρὸς ὄψιν ἢ πρὸς ἀκοήν τι προσβάλῃ, ὥσπερ αὔρα φέρουσα ἀπὸ χρηστῶν τόπων ὑγίειαν, καὶ εὐθὺς ἐκ παίδων λανθάνῃ εἰς ὁμοιότητά τε καὶ φιλίαν καὶ συμφωνίαν τῷ καλῷ λόγῳ ἄγουσα· πολὺ γὰρ ἄν, ἔφη, κάλλιστα οὕτω τραφεῖεν.
349Plato, Respublica, 1b, 406; 6 (auctor c.425BC-347BC)
παρακολουθῶν γὰρ τῷ νοσήματι θανασίμῳ ὄντι οὔτε ἰάσασθαι οἶμαι οἷός τ' ἦν ἑαυτόν, ἐν ἀσχολίᾳ τε πάντων ἰατρευόμενος διὰ βίου ἔζη, ἀποκναιόμενος εἴ τι τῆς εἰωθυίας διαίτης ἐκβαίη, δυσθανατῶν δὲ ὑπὸ σοφίας εἰς γῆρας ἀφίκετο.
350Plato, Respublica, 1b, 413; 16 (auctor c.425BC-347BC)
οὐκοῦν, ἦν δ' ἐγώ, καὶ τρίτου εἴδους τούτοις γοητείας ἅμιλλαν ποιητέον, καὶ θεατέον – ὥσπερ τοὺς πώλους ἐπὶ τοὺς ψόφους τε καὶ θορύβους ἄγοντες σκοποῦσιν εἰ φοβεροί, οὕτω νέους ὄντας εἰς δείματ' ἄττα κομιστέον καὶ εἰς ἡδονὰς αὖ μεταβλητέον, βασανίζοντας πολὺ μᾶλλον ἢ χρυσὸν ἐν πυρί – εἰ δυσγοήτευτος καὶ εὐσχήμων ἐν πᾶσι φαίνεται, φύλαξ αὑτοῦ ὢν ἀγαθὸς καὶ μουσικῆς ἧς ἐμάνθανεν, εὔρυθμόν τε καὶ εὐάρμοστον ἑαυτὸν ἐν πᾶσι τούτοις παρέχων, οἷος δὴ ἂν ὢν καὶ ἑαυτῷ καὶ πόλει χρησιμώτατος εἴη.
351Plato, Respublica, 1d, 472; 8 (auctor c.425BC-347BC)
παραδείγματος ἄρα ἕνεκα, ἦν δ' ἐγώ, ἐζητοῦμεν αὐτό τε δικαιοσύνην οἷόν ἐστι, καὶ ἄνδρα τὸν τελέως δίκαιον εἰ γένοιτο, καὶ οἷος ἂν εἴη γενόμενος, καὶ ἀδικίαν αὖ καὶ τὸν ἀδικώτατον, ἵνα εἰς ἐκείνους ἀποβλέποντες, οἷοι ἂν ἡμῖν φαίνωνται εὐδαιμονίας τε πέρι καὶ τοῦ ἐναντίου, ἀναγκαζώμεθα καὶ περὶ ἡμῶν αὐτῶν ὁμολογεῖν, ὃς ἂν ἐκείνοις ὅτι ὁμοιότατος ᾖ, τὴν ἐκείνης μοῖραν ὁμοιοτάτην ἕξειν, ἀλλ' οὐ τούτου ἕνεκα, ἵν' ἀποδείξωμεν ὡς δυνατὰ ταῦτα γίγνεσθαι.
352Plato, Respublica, 1e, 486; 14 (auctor c.425BC-347BC)
τί δ' εἰ μηδὲν ὧν μάθοι σῴζειν δύναιτο, λήθης ὢν πλέως· ἆρ' ἂν οἷός τ' εἴη ἐπιστήμης μὴ κενὸς εἶναι· καὶ πῶς· ἀνόνητα δὴ πονῶν οὐκ οἴει ἀναγκασθήσεται τελευτῶν αὑτόν τε μισεῖν καὶ τὴν τοιαύτην πρᾶξιν· πῶς δ' οὔ· ἐπιλήσμονα ἄρα ψυχὴν ἐν ταῖς ἱκανῶς φιλοσόφοις μή ποτε ἐγκρίνωμεν, ἀλλὰ μνημονικὴν αὐτὴν ζητῶμεν δεῖν εἶναι.
353Plato, Respublica, 1e, 487; 2 (auctor c.425BC-347BC)
ἔστιν οὖν ὅπῃ μέμψῃ τοιοῦτον ἐπιτήδευμα, ὃ μή ποτ' ἄν τις οἷός τε γένοιτο ἱκανῶς ἐπιτηδεῦσαι, εἰ μὴ φύσει εἴη μνήμων, εὐμαθής, μεγαλοπρεπής, εὔχαρις, φίλος τε καὶ συγγενὴς ἀληθείας, δικαιοσύνης, ἀνδρείας, σωφροσύνης· οὐδ' ἂν ὁ Μῶμος, ἔφη, τό γε τοιοῦτον μέμψαιτο.
354Plato, Respublica, 1e, 487; 3 (auctor c.425BC-347BC)
ἀλλ', ἦν δ' ἐγώ, τελειωθεῖσι τοῖς τοιούτοις παιδείᾳ τε καὶ ἡλικίᾳ ἆρα οὐ μόνοις ἂν τὴν πόλιν ἐπιτρέποις· καὶ ὁ Ἀδείμαντος, ὦ Σώκρατες, ἔφη, πρὸς μὲν ταῦτά σοι οὐδεὶς ἂν οἷός τ' εἴη ἀντειπεῖν.
355Plato, Respublica, 1e, 491; 2 (auctor c.425BC-347BC)
τίνας δέ, ἔφη, τὰς διαφθορὰς λέγεις· ἐγώ σοι, εἶπον, ἂν οἷός τε γένωμαι, πειράσομαι διελθεῖν.
356Plato, Respublica, 1e, 494; 17 (auctor c.425BC-347BC)
ἐὰν δ' οὖν, ἦν δ' ἐγώ, διὰ τὸ εὖ πεφυκέναι καὶ τὸ συγγενὲς τῶν λόγων εἰσαισθάνηταί τέ πῃ καὶ κάμπτηται καὶ ἕλκηται πρὸς φιλοσοφίαν, τί οἰόμεθα δράσειν ἐκείνους τοὺς ἡγουμένους ἀπολλύναι αὐτοῦ τὴν χρείαν τε καὶ ἑταιρίαν· οὐ πᾶν μὲν ἔργον, πᾶν δ' ἔπος λέγοντάς τε καὶ πράττοντας καὶ περὶ αὐτόν, ὅπως ἂν μὴ πεισθῇ, καὶ περὶ τὸν πείθοντα, ὅπως ἂν μὴ οἷός τ' ᾖ, καὶ ἰδίᾳ ἐπιβουλεύοντας καὶ δημοσίᾳ εἰς ἀγῶνας καθιστάντας·
357Plato, Respublica, 1e, 496; 5 (auctor c.425BC-347BC)
εἴη δ' ἂν καὶ ὁ τοῦ ἡμετέρου ἑταίρου Θεάγους χαλινὸς οἷος κατασχεῖν· καὶ γὰρ Θεάγει τὰ μὲν ἄλλα πάντα παρεσκεύασται πρὸς τὸ ἐκπεσεῖν φιλοσοφίας, ἡ δὲ τοῦ σώματος νοσοτροφία ἀπείργουσα αὐτὸν τῶν πολιτικῶν κατέχει.
358Plato, Respublica, 1e, 506; 11 (auctor c.425BC-347BC)
καὶ γὰρ ἐμοί, ἦν δ' ἐγώ, ὦ ἑταῖρε, καὶ μάλα ἀρκέσει· ἀλλ' ὅπως μὴ οὐχ οἷός τ' ἔσομαι, προθυμούμενος δὲ ἀσχημονῶν γέλωτα ὀφλήσω.
359Plato, Respublica, 1f, 516; 4 (auctor c.425BC-347BC)
πῶς δ' οὔ· τελευταῖον δὴ οἶμαι τὸν ἥλιον, οὐκ ἐν ὕδασιν οὐδ' ἐν ἀλλοτρίᾳ ἕδρᾳ φαντάσματα αὐτοῦ, ἀλλ' αὐτὸν καθ' αὑτὸν ἐν τῇ αὑτοῦ χώρᾳ δύναιτ' ἂν κατιδεῖν καὶ θεάσασθαι οἷός ἐστιν.
360Plato, Respublica, 1f, 533; 1 (auctor c.425BC-347BC)
οὐκέτ', ἦν δ' ἐγώ, ὦ φίλε Γλαύκων, οἷός τ' ἔσῃ ἀκολουθεῖν – ἐπεὶ τό γ' ἐμὸν οὐδὲν ἂν προθυμίας ἀπολίποι – οὐδ' εἰκόνα ἂν ἔτι οὗ λέγομεν ἴδοις, ἀλλ' αὐτὸ τὸ ἀληθές, ὅ γε δή μοι φαίνεται – εἰ δ' ὄντως ἢ μή, οὐκέτ' ἄξιον τοῦτο διισχυρίζεσθαι· ἀλλ' ὅτι μὲν δὴ τοιοῦτόν τι ἰδεῖν, ἰσχυριστέον.
361Plato, Respublica, 1f, 537; 1 (auctor c.425BC-347BC)
μαθήμασιν ἀλλὰ παίζοντας τρέφε, ἵνα καὶ μᾶλλον οἷός τ' ᾖς καθορᾶν ἐφ' ὃ ἕκαστος πέφυκεν.
362Plato, Respublica, 1g, 551; 10 (auctor c.425BC-347BC)
ναί, ἔφη· ἀλλὰ τίς δὴ ὁ τρόπος τῆς πολιτείας· καὶ ποῖά ἐστιν ἃ ἔφαμεν αὐτὴν ἁμαρτήματα ἔχειν· πρῶτον μέν, ἔφην, τοῦτο αὐτό, ὅρος αὐτῆς οἷός ἐστιν.
363Plato, Respublica, 1g, 553; 1 (auctor c.425BC-347BC)
ἀπειργάσθω δὴ ἡμῖν καὶ αὕτη, ἦν δ' ἐγώ, ἡ πολιτεία, ἣν ὀλιγαρχίαν καλοῦσιν, ἐκ τιμημάτων ἔχουσα τοὺς ἄρχοντας· τὸν δὲ ταύτῃ ὅμοιον μετὰ ταῦτα σκοπῶμεν, ὥς τε γίγνεται οἷός τε γενόμενός ἐστιν.
364Plato, Respublica, 1g, 569; 1 (auctor c.425BC-347BC)
ἐγέννησέν τε καὶ κατέστησεν, ἵνα, ἐπειδὴ μέγας γένοιτο, τότε αὐτὸς δουλεύων τοῖς αὑτοῦ δούλοις τρέφοι ἐκεῖνόν τε καὶ τοὺς δούλους μετὰ συγκλύδων ἄλλων, ἀλλ' ἵνα ἀπὸ τῶν πλουσίων τε καὶ καλῶν κἀγαθῶν λεγομένων ἐν τῇ πόλει ἐλευθερωθείη ἐκείνου προστάντος, καὶ νῦν κελεύει ἀπιέναι ἐκ τῆς πόλεως αὐτόν τε καὶ τοὺς ἑταίρους, ὥσπερ πατὴρ ὑὸν ἐξ οἰκίας μετὰ ὀχληρῶν συμποτῶν ἐξελαύνων· γνώσεταί γε, νὴ Δία, ἦ δ' ὅς, τότ' ἤδη ὁ δῆμος οἷος οἷον θρέμμα γεννῶν ἠσπάζετό τε καὶ ηὖξεν, καὶ ὅτι ἀσθενέστερος ὢν ἰσχυροτέρους ἐξελαύνει.
365Plato, Respublica, 1h, 574; 11 (auctor c.425BC-347BC)
τί δ', ὅταν δὴ τὰ πατρὸς καὶ μητρὸς ἐπιλείπῃ τὸν τοιοῦτον, πολὺ δὲ ἤδη συνειλεγμένον ἐν αὐτῷ ᾖ τὸ τῶν ἡδονῶν σμῆνος, οὐ πρῶτον μὲν οἰκίας τινὸς ἐφάψεται τοίχου ἤ τινος ὀψὲ νύκτωρ ἰόντος τοῦ ἱματίου, μετὰ δὲ ταῦτα ἱερόν τι νεωκορήσει· καὶ ἐν τούτοις δὴ πᾶσιν, ἃς πάλαι εἶχεν δόξας ἐκ παιδὸς περὶ καλῶν τε καὶ αἰσχρῶν, τὰς δικαίας ποιουμένας, αἱ νεωστὶ ἐκ δουλείας λελυμέναι, δορυφοροῦσαι τὸν ἔρωτα, κρατήσουσι μετ' ἐκείνου, αἳ πρότερον μὲν ὄναρ ἐλύοντο ἐν ὕπνῳ, ὅτε ἦν αὐτὸς ἔτι ὑπὸ νόμοις τε καὶ πατρὶ δημοκρατούμενος ἐν ἑαυτῷ· τυραννευθεὶς δὲ ὑπὸ Ἔρωτος, οἷος ὀλιγάκις ἐγίγνετο ὄναρ, ὕπαρ τοιοῦτος ἀεὶ γενόμενος, οὔτε τινὸς φόνου δεινοῦ ἀφέξεται οὔτε βρώματος οὔτ' ἔργου,
366Plato, Respublica, 1h, 575; 8 (auctor c.425BC-347BC)
οὐκοῦν ἐὰν μὲν ἑκόντες ὑπείκωσιν· ἐὰν δὲ μὴ ἐπιτρέπῃ ἡ πόλις, ὥσπερ τότε μητέρα καὶ πατέρα ἐκόλαζεν, οὕτω πάλιν τὴν πατρίδα, ἐὰν οἷός τ' ᾖ, κολάσεται ἐπεισαγόμενος νέους ἑταίρους, καὶ ὑπὸ τούτοις δὴ δουλεύουσαν τὴν πάλαι φίλην μητρίδα τε, Κρῆτές φασι, καὶ πατρίδα ἕξει τε καὶ θρέψει.
367Plato, Respublica, 1h, 591; 9 (auctor c.425BC-347BC)
ἀλλ' ἀποβλέπων γε, εἶπον, πρὸς τὴν ἐν αὑτῷ πολιτείαν, καὶ φυλάττων μή τι παρακινῇ αὑτοῦ τῶν ἐκεῖ διὰ πλῆθος οὐσίας ἢ δι' ὀλιγότητα, οὕτως κυβερνῶν προσθήσει καὶ ἀναλώσει τῆς οὐσίας καθ' ὅσον ἂν οἷός τ' ᾖ.
368Plato, Respublica, 1i, 596; 2 (auctor c.425BC-347BC)
ἔστιν, ἔφη, οὕτως· ἀλλὰ σοῦ παρόντος οὐδ' ἂν προθυμηθῆναι οἷός τε εἴην εἰπεῖν, εἴ τί μοι καταφαίνεται, ἀλλ' αὐτὸς ὅρα.
369Plato, Respublica, 1i, 596; 14 (auctor c.425BC-347BC)
ὁ αὐτὸς γὰρ οὗτος χειροτέχνης οὐ μόνον πάντα οἷός τε σκεύη ποιῆσαι, ἀλλὰ καὶ τὰ ἐκ τῆς γῆς φυόμενα ἅπαντα ποιεῖ καὶ ζῷα πάντα ἐργάζεται, τά τε ἄλλα καὶ ἑαυτόν, καὶ πρὸς τούτοις γῆν καὶ οὐρανὸν καὶ θεοὺς καὶ πάντα τὰ ἐν οὐρανῷ καὶ τὰ ἐν Ἅιδου ὑπὸ γῆς ἅπαντα ἐργάζεται.
370Plato, Respublica, 1i, 596; 17 (auctor c.425BC-347BC)
καί μοι εἰπέ, τὸ παράπαν οὐκ ἄν σοι δοκεῖ εἶναι τοιοῦτος δημιουργός, ἢ τινὶ μὲν τρόπῳ γενέσθαι ἂν τούτων ἁπάντων ποιητής, τινὶ δὲ οὐκ ἄν· ἢ οὐκ αἰσθάνῃ ὅτι κἂν αὐτὸς οἷός τ' εἴης πάντα ταῦτα ποιῆσαι τρόπῳ γέ τινι· καὶ τίς, ἔφη, ὁ τρόπος οὗτος· οὐ χαλεπός, ἦν δ' ἐγώ, ἀλλὰ πολλαχῇ καὶ ταχὺ δημιουργούμενος, τάχιστα δέ που, εἰ 'θέλεις λαβὼν κάτοπτρον περιφέρειν πανταχῇ· ταχὺ μὲν ἥλιον ποιήσεις καὶ τὰ ἐν τῷ οὐρανῷ, ταχὺ δὲ γῆν, ταχὺ δὲ σαυτόν τε καὶ τἆλλα ζῷα καὶ σκεύη καὶ φυτὰ καὶ πάντα ὅσα νυνδὴ ἐλέγετο.
371Plato, Respublica, 1i, 598; 8 (auctor c.425BC-347BC)
τί δ' οὔ· ἀλλὰ γὰρ οἶμαι ὦ φίλε, τόδε δεῖ περὶ πάντων τῶν τοιούτων διανοεῖσθαι· ἐπειδάν τις ἡμῖν ἀπαγγέλλῃ περί του, ὡς ἐνέτυχεν ἀνθρώπῳ πάσας ἐπισταμένῳ τὰς δημιουργίας καὶ τἆλλα πάντα ὅσα εἷς ἕκαστος οἶδεν, οὐδὲν ὅτι οὐχὶ ἀκριβέστερον ὁτουοῦν ἐπισταμένῳ, ὑπολαμβάνειν δεῖ τῷ τοιούτῳ ὅτι εὐήθης τις ἄνθρωπος, καί, ὡς ἔοικεν, ἐντυχὼν γόητί τινι καὶ μιμητῇ ἐξηπατήθη, ὥστε ἔδοξεν αὐτῷ πάσσοφος εἶναι, διὰ τὸ αὐτὸς μὴ οἷός τ' εἶναι ἐπιστήμην καὶ ἀνεπιστημοσύνην καὶ μίμησιν ἐξετάσαι.
372Plato, Respublica, 1i, 599; 6 (auctor c.425BC-347BC)
τῶν μὲν τοίνυν ἄλλων πέρι μὴ ἀπαιτῶμεν λόγον Ὅμηρον ἢ ἄλλον ὁντινοῦν τῶν ποιητῶν, ἐρωτῶντες εἰ ἰατρικὸς ἦν τις αὐτῶν ἀλλὰ μὴ μιμητὴς μόνον ἰατρικῶν λόγων, τίνας ὑγιεῖς ποιητής τις τῶν παλαιῶν ἢ τῶν νέων λέγεται πεποιηκέναι, ὥσπερ Ἀσκληπιός, ἢ τίνας μαθητὰς ἰατρικῆς κατελίπετο, ὥσπερ ἐκεῖνος τοὺς ἐκγόνους, μηδ' αὖ περὶ τὰς ἄλλας τέχνας αὐτοὺς ἐρωτῶμεν, ἀλλ' ἐῶμεν· περὶ δὲ ὧν μεγίστων τε καὶ καλλίστων ἐπιχειρεῖ λέγειν Ὅμηρος, πολέμων τε πέρι καὶ στρατηγιῶν καὶ διοικήσεων πόλεων, καὶ παιδείας πέρι ἀνθρώπου, δίκαιόν που ἐρωτᾶν αὐτὸν πυνθανομένους· ὦ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι, εἰδώλου δημιουργός, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος, καὶ οἷός τε ἦσθα γιγνώσκειν ποῖα ἐπιτηδεύματα βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαίμων καὶ δι' ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί· σὲ δὲ τίς αἰτιᾶται πόλις νομοθέτην ἀγαθὸν γεγονέναι καὶ σφᾶς ὠφεληκέναι· Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία, καὶ ἡμεῖς Σόλωνα· σὲ δὲ τίς· ἕξει τινὰ εἰπεῖν· οὐκ οἶμαι, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε οὐδ' ὑπ' αὐτῶν Ὁμηριδῶν.
373Plato, Respublica, 1i, 600; 7 (auctor c.425BC-347BC)
ἀλλ' οἴει, ὦ Γλαύκων, εἰ τῷ ὄντι οἷός τ' ἦν παιδεύειν ἀνθρώπους καὶ βελτίους ἀπεργάζεσθαι Ὅμηρος, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι ἀλλὰ γιγνώσκειν δυνάμενος, οὐκ ἄρ' ἂν πολλοὺς ἑταίρους ἐποιήσατο καὶ ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὑπ' αὐτῶν, ἀλλὰ Πρωταγόρας μὲν ἄρα ὁ Ἀβδηρίτης καὶ Πρόδικος ὁ Κεῖος καὶ ἄλλοι πάμπολλοι δύνανται τοῖς ἐφ' ἑαυτῶν παριστάναι ἰδίᾳ συγγιγνόμενοι ὡς οὔτε οἰκίαν οὔτε πόλιν τὴν αὑτῶν διοικεῖν οἷοί τ' ἔσονται, ἐὰν μὴ σφεῖς αὐτῶν ἐπιστατήσωσιν τῆς παιδείας, καὶ ἐπὶ ταύτῃ τῇ σοφίᾳ οὕτω σφόδρα φιλοῦνται, ὥστε μόνον οὐκ ἐπὶ ταῖς κεφαλαῖς περιφέρουσιν αὐτοὺς οἱ ἑταῖροι· Ὅμηρον δ' ἄρα οἱ ἐπ' ἐκείνου, εἴπερ οἷός τ' ἦν πρὸς ἀρετὴν ὀνῆσαι ἀνθρώπους, ἢ Ἡσίοδον ῥαψῳδεῖν ἂν περιιόντας εἴων, καὶ οὐχὶ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ καὶ ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι, ἢ εἰ μὴ ἔπειθον, αὐτοὶ ἂν ἐπαιδαγώγουν ὅπῃ ᾖσαν, ἕως ἱκανῶς παιδείας μεταλάβοιεν· παντάπασιν, ἔφη, δοκεῖς μοι, ὦ Σώκρατες, ἀληθῆ λέγειν.
374Plato, Respublica, 1i, 611; 11 (auctor c.425BC-347BC)
νῦν δὲ εἴπομεν μὲν ἀληθῆ περὶ αὐτοῦ, οἷον ἐν τῷ παρόντι φαίνεται· τεθεάμεθα μέντοι διακείμενον αὐτό, ὥσπερ οἱ τὸν θαλάττιον Γλαῦκον ὁρῶντες οὐκ ἂν ἔτι ῥᾳδίως αὐτοῦ ἴδοιεν τὴν ἀρχαίαν φύσιν, ὑπὸ τοῦ τά τε παλαιὰ τοῦ σώματος μέρη τὰ μὲν ἐκκεκλάσθαι, τὰ δὲ συντετρῖφθαι καὶ πάντως λελωβῆσθαι ὑπὸ τῶν κυμάτων, ἄλλα δὲ προσπεφυκέναι, ὄστρεά τε καὶ φυκία καὶ πέτρας, ὥστε παντὶ μᾶλλον θηρίῳ ἐοικέναι ἢ οἷος ἦν φύσει, οὕτω καὶ τὴν ψυχὴν ἡμεῖς θεώμεθα διακειμένην ὑπὸ μυρίων κακῶν.
375Plato, Respublica, 1i, 612; 10 (auctor c.425BC-347BC)
οὐκοῦν, ἦν δ' ἐγώ, πρῶτον μὲν τοῦτο ἀποδώσετε, ὅτι θεούς γε οὐ λανθάνει ἑκάτερος αὐτῶν οἷός ἐστιν· ἀποδώσομεν, ἔφη.
376Plato, Respublica, 1i, 618; 5 (auctor c.425BC-347BC)
ἔνθα δή, ὡς ἔοικεν, ὦ φίλε Γλαύκων, ὁ πᾶς κίνδυνος ἀνθρώπῳ, καὶ διὰ ταῦτα μάλιστα ἐπιμελητέον ὅπως ἕκαστος ἡμῶν τῶν ἄλλων μαθημάτων ἀμελήσας τούτου τοῦ μαθήματος καὶ ζητητὴς καὶ μαθητὴς ἔσται, ἐάν ποθεν οἷός τ' ᾖ μαθεῖν καὶ ἐξευρεῖν τίς αὐτὸν ποιήσει δυνατὸν καὶ ἐπιστήμονα, βίον καὶ χρηστὸν καὶ πονηρὸν διαγιγνώσκοντα, τὸν βελτίω ἐκ τῶν δυνατῶν ἀεὶ πανταχοῦ αἱρεῖσθαι· ἀναλογιζόμενον πάντα τὰ νυνδὴ ῥηθέντα καὶ συντιθέμενα ἀλλήλοις καὶ διαιρούμενα πρὸς ἀρετὴν βίου πῶς ἔχει, εἰδέναι τί κάλλος πενίᾳ ἢ πλούτῳ κραθὲν καὶ μετὰ ποίας τινὸς ψυχῆς ἕξεως κακὸν ἢ ἀγαθὸν ἐργάζεται, καὶ τί εὐγένειαι καὶ δυσγένειαι καὶ ἰδιωτεῖαι καὶ ἀρχαὶ καὶ ἰσχύες καὶ ἀσθένειαι καὶ εὐμαθίαι καὶ δυσμαθίαι καὶ πάντα τὰ τοιαῦτα τῶν φύσει περὶ ψυχὴν ὄντων καὶ τῶν ἐπικτήτων τί συγκεραννύμενα πρὸς ἄλληλα ἐργάζεται, ὥστε ἐξ ἁπάντων αὐτῶν δυνατὸν εἶναι συλλογισάμενον αἱρεῖσθαι, πρὸς τὴν τῆς ψυχῆς φύσιν ἀποβλέποντα, τόν τε χείρω καὶ τὸν ἀμείνω βίον, χείρω μὲν καλοῦντα ὃς αὐτὴν ἐκεῖσε ἄξει, εἰς τὸ ἀδικωτέραν γίγνεσθαι, ἀμείνω δὲ ὅστις εἰς τὸ δικαιοτέραν.
377Plato, Sophistes, p1, 241; 14 (auctor c.425BC-347BC)
Ξένος πῶς γὰρ οὐ φαίνεται καὶ τὸ λεγόμενον δὴ τοῦτο τυφλῷ· τούτων γὰρ μήτ' ἐλεγχθέντων μήτε ὁμολογηθέντων σχολῇ ποτέ τις οἷός τε ἔσται περὶ λόγων ψευδῶν λέγων ἢ δόξης, εἴτε εἰδώλων εἴτε εἰκόνων εἴτε μιμημάτων εἴτε φαντασμάτων αὐτῶν, ἢ καὶ περὶ τεχνῶν τῶν ὅσαι περὶ ταῦτά εἰσι, μὴ καταγέλαστος εἶναι τά γ' ἐναντία ἀναγκαζόμενος αὑτῷ λέγειν.
378Plato, Sophistes, p1, 252; 10 (auctor c.425BC-347BC)
Ξένος τί δ', ἂν πάντα ἀλλήλοις ἐῶμεν δύναμιν ἔχειν ἐπικοινωνίας· Θεαίτητος τοῦτο μὲν οἷός τε κἀγὼ διαλύειν.
379Plato, Theaetetus, p1, 142; 2 (auctor c.425BC-347BC)
καὶ σέ γε ἐζήτουν κατ' ἀγορὰν καὶ ἐθαύμαζον ὅτι οὐχ οἷός τ' ἦ εὑρεῖν.
380Plato, Theaetetus, p1, 151; 7 (auctor c.425BC-347BC)
προσφέρου οὖν πρός με ὡς πρὸς μαίας ὑὸν καὶ αὐτὸν μαιευτικόν, καὶ ἃ ἂν ἐρωτῶ προθυμοῦ ὅπως οἷός τ' εἶ οὕτως ἀποκρίνασθαι· καὶ ἐὰν ἄρα σκοπούμενός τι ὧν ἂν λέγῃς ἡγήσωμαι εἴδωλον καὶ μὴ ἀληθές, εἶτα ὑπεξαιρῶμαι καὶ ἀποβάλλω, μὴ ἀγρίαινε ὥσπερ αἱ πρωτοτόκοι περὶ τὰ παιδία.
381Plato, Theaetetus, p1, 151; 9 (auctor c.425BC-347BC)
πάλιν δὴ οὖν ἐξ ἀρχῆς, ὦ Θεαίτητε, ὅτι ποτ' ἐστὶν ἐπιστήμη, πειρῶ λέγειν· ὡς δ' οὐχ οἷός τ' εἶ, μηδέποτ' εἴπῃς.
382Plato, Theaetetus, p1, 151; 10 (auctor c.425BC-347BC)
ἐὰν γὰρ θεὸς ἐθέλῃ καὶ ἀνδρίζῃ, οἷός τ' ἔσῃ.
383Plato, Theaetetus, p1, 169; 9 (auctor c.425BC-347BC)
οὐ μέντοι περαιτέρω γε ὧν προτίθεσαι οἷός τ' ἔσομαι παρασχεῖν ἐμαυτόν σοι.
384Plato, Theaetetus, p1, 192; 10 (auctor c.425BC-347BC)
ἐγὼ εἰδὼς Θεόδωρον καὶ ἐν ἐμαυτῷ μεμνημένος οἷός ἐστι, καὶ Θεαίτητον κατὰ ταὐτά, ἄλλο τι ἐνίοτε μὲν ὁρῶ αὐτούς, ἐνίοτε δὲ οὔ, καὶ ἅπτομαί ποτ' αὐτῶν, τοτὲ δ' οὔ, καὶ ἀκούω ἤ τινα ἄλλην αἴσθησιν αἰσθάνομαι, τοτὲ δ' αἴσθησιν μὲν οὐδεμίαν ἔχω περὶ ὑμῶν, μέμνημαι δὲ ὑμᾶς οὐδὲν ἧττον καὶ ἐπίσταμαι αὐτὸς ἐν ἐμαυτῷ· Θεαίτητος πάνυ μὲν οὖν.
385Plato, Theaetetus, p1, 197; 1 (auctor c.425BC-347BC)
Σωκράτης οὐδένα ὤν γε ὃς εἰμί, εἰ μέντοι ἦ ἀντιλογικός· οἷος ἀνὴρ εἰ καὶ νῦν παρῆν, τούτων τ' ἂν ἔφη ἀπέχεσθαι καὶ ἡμῖν σφόδρ' ἂν ἃ ἐγὼ λέγω ἐπέπληττεν.
386Plato, Theaetetus, p1, 197; 10 (auctor c.425BC-347BC)
Θεαίτητος ἐάνπερ γε οἷός τ' ὦ.
387Plato, Theaetetus, p1, 209; 1 (auctor c.425BC-347BC)
Σωκράτης φράσω, ἐὰν οἷός τε γένωμαι.
388Plato, Theages, p1, 122; 2 (auctor c.425BC-347BC)
τέως μὲν οὖν αὐτὸν κατεῖχον παραμυθούμενος· ἐπειδὴ δὲ οὐκέτι οἷός τέ εἰμι, ἡγοῦμαι κράτιστον εἶναι πείθεσθαι αὐτῷ, ἵνα μὴ πολλάκις ἄνευ ἐμοῦ συγγενόμενός τῳ διαφθαρῇ.
389Plato, Theages, p1, 126; 9 (auctor c.425BC-347BC)
ἀνόητος ἂν οὖν εἴην εἰ οἰοίμην τινὰ τούτων ἐμοὶ μὲν ἂν παραδοῦναι τὴν αὑτοῦ σοφίαν, τὸν δὲ ὑὸν τὸν αὑτοῦ μηδὲν ὠφελῆσαι, εἴ τι οἷός τ' ἦν εἰς ταῦτα ὠφελεῖν ἄλλον ὁντιναοῦν ἀνθρώπων.
390Plato, Theages, p1, 127; 7 (auctor c.425BC-347BC)
Θεάγης μηκέτι νῦν, ὦ πάτερ, ὑπέρ γ' ἐμοῦ φοβοῦ, εἴπερ οἷός τ' εἶ πεῖσαι τοῦτον τὴν ἐμὴν συνουσίαν προσδέξασθαι.
391Plato, Theages, p1, 127; 9 (auctor c.425BC-347BC)
ὦ Σώκρατες, πρὸς σὲ δ' ἂν ἤδη εἴη ὁ μετὰ τοῦτο λόγος· ἐγὼ γάρ σοι ἕτοιμός εἰμι, ὡς διὰ βραχέων εἰπεῖν, καὶ ἐμὲ καὶ τὰ ἐμὰ ὡς οἷόν τε οἰκειότατα παρέχειν, ὅτου ἂν δέῃ ἔμβραχυ, ἐὰν Θεάγη τουτονὶ ἀσπάζῃ τε καὶ εὐεργετῇς ὅτι ἂν οἷός τε ᾖς.
392Plato, Theages, p1, 127; 10 (auctor c.425BC-347BC)
Σωκράτης ὦ Δημόδοκε, τὸ μὲν ἐσπουδακέναι σε οὐ θαυμάζω, εἴπερ οἴει ὑπ' ἐμοῦ μάλιστ' ἄν σοι τοῦτον ὠφεληθῆναι – οὐ γὰρ οἶδα ὑπὲρ ὅτου ἄν τις νοῦν ἔχων μᾶλλον σπουδάζοι ἢ ὑπὲρ ὑέος αὑτοῦ ὅπως ὡς βέλτιστος ἔσται – ὁπόθεν δὲ ἔδοξέ σοι τοῦτο, ὡς ἐγὼ ἂν μᾶλλον τὸν σὸν ὑὸν οἷός τ' εἴην ὠφελῆσαι πρὸς τὸ πολίτην ἀγαθὸν γενέσθαι ἢ σὺ αὐτός, καὶ ὁπόθεν οὗτος ᾠήθη ἐμὲ μᾶλλον ἢ σὲ αὐτὸν ὠφελήσειν, τοῦτο πάνυ θαυμάζω.
393Plato, Theages, p1, 128; 6 (auctor c.425BC-347BC)
Σωκράτης οἶσθα οὖν οἷον τοῦτό ἐστιν, ὦ παῖ Δημοδόκου· Θεάγης ναὶ μὰ Δία ἔγωγε, ὅτι, ἐὰν σὺ βούλῃ, καὶ ἐγὼ οἷός τ' ἔσομαι τοιοῦτος γενέσθαι οἷοίπερ καὶ ἐκεῖνοι.
394Plato, Theages, p1, 130; 9 (auctor c.425BC-347BC)
«ὅτι,» ἔφη, «πρὶν μὲν ἐκπλεῖν, ὁτῳοῦν ἀνθρώπῳ οἷός τ' ἦ διαλέγεσθαι καὶ μηδενὸς χείρων φαίνεσθαι ἐν τοῖς λόγοις, ὥστε καὶ ἐδίωκον τὰς συνουσίας τῶν χαριεστάτων ἀνθρώπων, νυνὶ δὲ τοὐναντίον φεύγω ἄν τινα καὶ αἰσθάνωμαι πεπαιδευμένον· οὕτως αἰσχύνομαι ἐπὶ τῇ ἐμαυτοῦ φαυλότητι.
395Plotinus, Enneades, 1, 2, 6; 3 (auctor c.205-270)
Αὐτὸς μὲν γάρ ἐστιν ὃς ἦλθεν ἐκεῖθεν καὶ τὸ καθ᾽ αὑτόν, εἰ γένοιτο οἷος ἦλθεν, ἐκεῖ ἐστιν· ὧι δὲ συνῳκίσθη ἐνθάδε ἥκων, καὶ τοῦτον αὐτῷ ὁμοιώσει κατὰ δύναμιν τὴν ἐκείνου, ὥστε, εἰ δυνατόν, ἄπληκτον εἶναι ἢ ἄπρακτόν γε τῶν μὴ δοκούντων τῷ δεσπότῃ.
396Plotinus, Enneades, 1, 4, 4; 1 (auctor c.205-270)
Εἰ μὲν οὖν τὴν τελείαν ζωὴν ἔχειν οἷός τε ἄνθρωπος, καὶ ἄνθρωπος ὁ ταύτην ἔχων τὴν ζωὴν εὐδαίμων.
397Plotinus, Enneades, 1, 9, 1; 8 (auctor c.205-270)
Εἰ δέ, οἷος ἕκαστος ἔξεισι, ταύτην ἴσχει ἐκεῖ τάξιν, εἰς τὸ προκόπτειν οὔσης ἐπιδόσεως οὐκ ἐξακτέον.
398Plotinus, Enneades, 3, 2, 12; 1 (auctor c.205-270)
Εἰ μὲν οὖν αὐτὸς ὁ λόγος ἐναρμόσας ἑαυτὸν εἰς ὕλην ταῦτα εἰργάσατο τοῦτο ὢν οἷός ἐστιν, ἀνόμοιος τοῖς μέρεσιν, ἐκ τοῦ πρὸ αὐτοῦ τοῦτο ὤν, καὶ τοῦτο τὸ γενόμενον οὕτω γενόμενον μὴ ἂν ἔσχε κάλλιον ἑαυτοῦ ἄλλο.
399Plotinus, Enneades, 3, 2, 17; 1 (auctor c.205-270)
Ὢν δὴ τοιοῦτος οἷος καὶ πάντως ποιεῖ, πολὺ μᾶλλον τὰ ποιούμενα ποιήσει ἐναντία, ὅσῳ καὶ διέστηκε μᾶλλον· καὶ ἧττον ἓν ὁ κόσμος ὁ αἰσθητὸς ἢ ὁ λόγος αὐτοῦ, ὥστε καὶ πολὺς μᾶλλον καὶ ἡ ἐναντιότης μᾶλλον καὶ ἡ τοῦ ζῆν ἔφεσις μᾶλλον ἑκάστῳ καὶ ὁ ἔρως τοῦ εἰς ἓν μᾶλλον.
400Plotinus, Enneades, 3, 2, 18; 4 (auctor c.205-270)
Μὴ γὰρ οὐδὲν δεῖ ἐπεισάγειν τοιούτους ὑποκριτάς, οἳ ἄλλο τι φθέγγονται ἢ τὰ τοῦ ποιητοῦ, ὥσπερ ἀτελοῦς παρ᾽ αὐτοῦ τοῦ δράματος ὄντος αὐτοὶ ἀποπληροῦντες τὸ ἐλλεῖπον καὶ τοῦ ποιήσαντος διὰ μέσου κενοὺς ποιήσαντος [τοὺς] τόπους, ὡς τῶν ὑποκριτῶν οὐχ ὑποκριτῶν ἐσομένων, ἀλλὰ μέρος τοῦ ποιητοῦ, καὶ προειδότος ἃ φθέγξονται, ἵν᾽ οὕτω τὰ λοιπὰ συνείρων καὶ τὰ ἐφεξῆς οἷός τε ἦ.
401Plotinus, Enneades, 3, 3, 6; 5 (auctor c.205-270)
Καὶ γὰρ οὐ τοῦ μάντεως τὸ διότι, ἀλλὰ τὸ ὅτι μόνον εἰπεῖν, καὶ ἡ τέχνη ἀνάγνωσις φυσικῶν γραμμάτων καὶ τάξιν δηλούντων καὶ οὐδαμοῦ πρὸς τὸ ἄτακτον ἀποκλινόντων, μᾶλλον δὲ καταμαρτυρούσης τῆς φορᾶς καὶ εἰς φῶς ἀγούσης καὶ πρὶν παρ᾽ αὐτῶν φανῆναι, οἷος ἕκαστος καὶ ὅσα.
402Plotinus, Enneades, 3, 7, 5; 4 (auctor c.205-270)
Καὶ καλῶς ἂν λέγοιτο ὁ αἰὼν θεὸς ἐμφαίνων καὶ προφαίνων ἑαυτὸν οἷός ἐστι, τὸ εἶναι ὡς ἀτρεμὲς καὶ ταὐτὸν καὶ οὕτως καὶ τὸ βεβαίως ἐν ζωῇ.
403Plotinus, Enneades, 4, 3, 32; 5 (auctor c.205-270)
Ὅσῳ δὴ σπεύδει πρὸς τὸ ἄνω, πλειόνων αὐτῇ ἡ λήθη, εἰ μή που πᾶς ὁ βίος αὐτῇ καὶ ἐνταῦθα τοιοῦτος οἷος μόνων τῶν κρειττόνων εἶναι τὰς μνήμας· ἐπεὶ καὶ ἐνταῦθα καλῶς τὸ ἐξιστάμενον τῶν ἀνθρωπείων σπουδασμάτων.
404Plotinus, Enneades, 4, 4, 2; 5 (auctor c.205-270)
Εἰ δέ ἐστιν αὐτὸς τοιοῦτος οἷος πάντα εἶναι, ὅταν αὑτὸν νοῇ, πάντα ὁμοῦ νοεῖ· ὥστε τῇ μὲν εἰς ἑαυτὸν ὁ τοιοῦτος ἐπιβολῇ καὶ ἐνεργείαι ἑαυτὸν ὁρῶν τὰ πάντα ἐμπεριεχόμενα ἔχει, τῇ δὲ πρὸς τὰ πάντα ἐμπεριεχόμενον ἑαυτόν.
405Plotinus, Enneades, 4, 4, 41; 5 (auctor c.205-270)
Καὶ ὅσα λωβᾶται ἀνθρώπους, οἷον τὸ θυμοειδὲς ἑλχθὲν μετὰ χολῆς εἰς ἥπατος φύσιν ἦλθεν, οὐχ ὡς λωβησόμενα· οἷον εἰ πῦρ τις ἐκ πυρὸς λαβὼν ἔβλαψεν ἄλλον ὁ μηχανησάμενος ἢ ἐλθεῖν ἢ ὁ λαβὼν ἐκεῖνος ποιεῖ τῷ δεδωκέναι γοῦν τι οἷον μετατιθέν τι ἐξ ἄλλου εἰς ἄλλο· καὶ τὸ ἐληλυθὸς δέ, εἰ μὴ οἷός τε ἐγένετο δέξασθαι εἰς ὃν μετηνέχθη.
406Plotinus, Enneades, 4, 5, 6; 13 (auctor c.205-270)
Νῦν δὲ ὁ ἀὴρ οἷός ἐστι μένει, ὡς ἂν οὐδὲν παθών.
407Plotinus, Enneades, 5, 1, 7; 4 (auctor c.205-270)
Τὸ γὰρ καταλαμβάνον ἄλλο ἢ αἴσθησις ἢ νοῦς· αἴσθησιν γραμμὴν καὶ τὰ ἄλλα· ἀλλ᾽ ὁ κύκλος τοιοῦτος οἷος μερίζεσθαι· τοῦτο δὲ οὐχ οὕτως.
408Plotinus, Enneades, 5, 3, 6; 3 (auctor c.205-270)
Ἡ μὲν γὰρ ψυχὴ ἐνόει ἑαυτὴν ὅτι ἄλλου, ὁ δὲ νοῦς ὅτι αὐτὸς καὶ οἷος αὐτὸς καὶ ὅστις καὶ ἐκ τῆς ἑαυτοῦ φύσεως καὶ ἐπιστρέφων εἰς αὑτόν.
409Plotinus, Enneades, 5, 3, 9; 7 (auctor c.205-270)
Καὶ αὐτῇ μὲν περὶ νοῦ συλλογιστέα οἷος ἀφ᾽ ἑαυτῆς σκοπουμένῃ, νοῦς δὲ αὐτὸς αὑτὸν οὐ συλλογιζόμενος περὶ αὑτοῦ· πάρεστι γὰρ ἀεὶ αὑτῷ, ἡμεῖς δέ, ὅταν εἰς αὐτόν· μεμέρισται γὰρ ἡμῖν ἡ ζωὴ καὶ πολλαὶ ζωαί, ἐκεῖνος δὲ οὐδὲν δεῖται ἄλλης ζωῆς ἢ ἄλλων, ἀλλ᾽ ἃς παρέχει ἄλλοις παρέχει, οὐχ ἑαυτῷ· οὐδὲ γὰρ δεῖται τῶν χειρόνων, οὐδὲ αὑτῷ παρέχει τὸ ἔλαττον ἔχων τὸ πᾶν, οὐδὲ τὰ ἴχνη ἔχων τὰ πρῶτα, μᾶλλον δὲ οὐκ ἔχων, ἀλλ᾽ αὐτὸς ὢν ταῦτα.
410Plotinus, Enneades, 5, 3, 14; 5 (auctor c.205-270)
Ἀλλ᾽ ὥσπερ οἱ ἐνθουσιῶντες καὶ κάτοχοι γενόμενοι ἐπὶ τοσοῦτον κἂν εἰδεῖεν, ὅτι ἔχουσι μεῖζον ἐν αὐτοῖς, κἂν μὴ εἰδῶσιν ὅ τι, ἐξ ὧν δὲ κεκίνηνται καὶ λέγουσιν, ἐκ τούτων αἴσθησίν τινα τοῦ κινήσαντος λαμβάνουσιν ἑτέρων ὄντων τοῦ κινήσαντος, οὕτω καὶ ἡμεῖς κινδυνεύομεν ἔχειν πρὸς ἐκεῖνο, ὅταν νοῦν καθαρὸν ἔχωμεν, χρώμενοι, ὡς οὗτός ἐστιν ὁ ἔνδον νοῦς, ὁ δοὺς οὐσίαν καὶ τὰ ἄλλα, ὅσα τούτου τοῦ στοίχου, αὐτὸς δὲ οἷος ἄρα, ὡς οὐ ταῦτα, ἀλλά τι κρεῖττον τούτου, ὃ λέγομεν ὄν, ἀλλὰ καὶ πλέον καὶ μεῖζον ἢ λεγόμενον, ὅτι καὶ αὐτὸς κρείττων λόγου καὶ νοῦ καὶ αἰσθήσεως, παρασχὼν ταῦτα, οὐκ αὐτὸς ὢν ταῦτα.
411Plotinus, Enneades, 5, 5, 12; 13 (auctor c.205-270)
Ὥστε ἐκεῖνος καὶ ταύτης κύριος, οὐ δεηθεὶς οὗτος τῶν ἐξ αὐτοῦ γενομένων, ἀλλὰ πᾶν καὶ ὅλον ἀφεὶς τὸ γενόμενον, ὅτι μὴ ἐδεῖτο μηδὲν αὐτοῦ, ἀλλ᾽ ἔστιν ὁ αὐτός, οἷος καὶ πρὶν τοῦτο γεννῆσαι.
412Plotinus, Enneades, 5, 5, 12; 15 (auctor c.205-270)
Αὐτὸς δὲ οὐκ ἦν τὰ πάντα, ἵν᾽ ἂν ἐδεήθη αὐτῶν, ὑπερβεβηκὼς δὲ τὰ πάντα οἷός τε ἦν καὶ ποιεῖν αὐτὰ καὶ ἐφ᾽ ἑαυτῶν ἐᾶσαι εἶναι αὐτὸς ὑπὲρ αὐτῶν ὤν.
413Plotinus, Enneades, 5, 8, 1; 12 (auctor c.205-270)
Ἐπεὶ καὶ ὁ Φειδίας τὸν Δία πρὸς οὐδὲν αἰσθητὸν ποιήσας, ἀλλὰ λαβὼν οἷος ἂν γένοιτο, εἰ ἡμῖν ὁ Ζεὺς δι᾽ ὀμμάτων ἐθέλοι φανῆναι.
414Plotinus, Enneades, 5, 8, 3; 2 (auctor c.205-270)
Ἐναργέστατός γε μὴν ὁ ἐν σπουδαίαι ψυχῇ καὶ ἤδη προιὼν κάλλει· κοσμήσας γὰρ τὴν ψυχὴν καὶ φῶς παρασχὼν ἀπὸ φωτὸς μείζονος πρώτως κάλλους ὄντος συλλογίζεσθαι ποιεῖ αὐτὸς ἐν ψυχῇ ὤν, οἷός ἐστιν ὁ πρὸ αὐτοῦ ὁ οὐκέτι ἐγγιγνόμενος οὐδ᾽ ἐν ἄλλῳ, ἀλλ᾽ ἐν αὐτῷ.
415Plotinus, Enneades, 5, 8, 3; 5 (auctor c.205-270)
Ἀλλὰ γὰρ δεῖ τὴν εἰκόνα ἐκ νοῦ γενέσθαι, ὥστε μὴ δι᾽ εἰκόνος, ἀλλ᾽ οἷον χρυσοῦ παντὸς χρυσόν τινα δεῖγμα λαβεῖν, καὶ εἰ μὴ καθαρὸς εἴη ὁ ληφθείς, καθαίρειν αὐτὸν ἢ ἔργῳ ἢ λόγῳ δεικνύντας, ὡς οὐ πᾶν τοῦτό ἐστι χρυσός, ἀλλὰ τουτὶ τὸ ἐν τῷ ὄγκῳ μόνον· οὕτω καὶ ἐνταῦθα ἀπὸ νοῦ τοῦ ἐν ἡμῖν κεκαθαρμένου, εἰ δὲ βούλει, ἀπὸ τῶν θεῶν, οἷός ἐστιν ὁ ἐν αὐτοῖς νοῦς.
416Plotinus, Enneades, 5, 8, 4; 7 (auctor c.205-270)
Ἐνταῦθα μὲν οὖν οὐκ ἐκ μέρους ἄλλο ἄλλου γίνοιτο ἄν, καὶ εἴη ἂν μόνον ἕκαστον μέρος, ἐκεῖ δὲ ἐξ ὅλου ἀεὶ ἕκαστον καὶ ἅμα ἕκαστον καὶ ὅλον· φαντάζεται μὲν γὰρ μέρος, ἐνορᾶται δὲ τῷ ὀξεῖ τὴν ὄψιν ὅλον, οἷον εἴ τις γένοιτο τὴν ὄψιν τοιοῦτος, οἷος ὁ Λυγκεὺς ἐλέγετο καὶ τὰ εἴσω τῆς γῆς ὁρᾶν τοῦ μύθου τοὺς ἐκεῖ αἰνιττομένου ὀφθαλμούς.
417Plotinus, Enneades, 5, 9, 3; 8 (auctor c.205-270)
Ζητήσεις δ᾽ αὖ καὶ τὴν ψυχὴν πότερα τῶν ἁπλῶν ἤδη, ἢ ἔνι τι ἐν αὐτῇ τὸ μὲν ὡς ὕλη, τὸ δὲ εἶδος, ὁ νοῦς ὁ ἐν αὐτῇ, ὁ μὲν ὡς ἡ ἐπὶ τῷ χαλκῷ μορφή, ὁ δὲ οἷος ὁ τὴν μορφὴν ἐν τῷ χαλκῷ ποιήσας.
418Plotinus, Enneades, 6, 7, 4; 5 (auctor c.205-270)
Ἀλλ᾽ εἰ τὸ ἐκ ψυχῆς λογικῆς καὶ σώματος ὁ λόγος τοῦ ἀνθρώπου, πῶς ἂν εἴη ὑπόστασις ἀίδιος, τούτου τοῦ λόγου τοῦ τοιούτου ἀνθρώπου γινομένου, ὅταν σῶμα καὶ ψυχὴ συνέλθῃ; Ἔσται γὰρ ὁ λόγος οὗτος δηλωτικὸς τοῦ ἐσομένου, οὐχ οἷος ὅν φαμεν αὐτοάνθρωπος, ἀλλὰ μᾶλλον ἐοικὼς ὅρῳ, καὶ τοιούτῳ οἵῳ μηδὲ δηλωτικῷ τοῦ τί ἦν εἶναι.
419Plotinus, Enneades, 6, 7, 9; 2 (auctor c.205-270)
Καίτοι πῶς ἀνόητον ἢ ἄλογον ἐκείνου ὄντος ἐν ὧι ἕκαστα ἢ ἐξ οὗ; Πρὸ δὴ τῶν περὶ ταῦτα καὶ πρὸς ταῦτα λεχθησομένων λάβωμεν, ὡς ὁ ἄνθρωπος ὁ ἐνταῦθα οὐ τοιοῦτός ἐστιν, οἷος ἐκεῖνος, ὥστε καὶ τὰ ἄλλα ζῷα οὐχ οἷα τὰ ἐνταῦθα κἀκεῖ, ἀλλὰ μειζόνως δεῖ ἐκεῖνα λαμβάνειν· εἶτα οὔτε τὸ λογικὸν ἐκεῖ· ὧδε γὰρ ἴσως λογικός, ἐκεῖ δὲ ὁ πρὸ τοῦ λογίζεσθαι.
420Plotinus, Enneades, 6, 8, 10; 6 (auctor c.205-270)
Τί οὖν, εἰ μὴ ἐγένετο, ἔστι δὲ οἷός ἐστιν, οὐκ ὢν τῆς αὐτοῦ οὐσίας κύριος; Καὶ εἰ μὴ οὐσίας δέ, ἀλλ᾽ ὢν ὅς ἐστιν, οὐχ ὑποστήσας ἑαυτόν, χρώμενος δὲ ἑαυτῷ οἷός ἐστιν, ἐξ ἀνάγκης τοῦτο ἂν εἴη, ὅ ἐστι, καὶ οὐκ ἂν ἄλλως.
421Priscianus Caesarensis, Ars Prisciani, p. 253 (vol. 2), l. 10 (auctor c.500)
idem in Theage: « οὐ γὰρ οἶδα ὑπὲρ ὅτου ἄν τις νοῦν ἔχων μᾶλλον σπουδάζοι ἢ ὑπὲρ υἱέος αὑτοῦ, ὅπως ὡς βέλτιστος ἔσται· ὁπόθεν δέ σοι ἔδοξε τοῦτο, ὡς ἐγὼ ἂν μᾶλλον τὸν σὸν υἱὸν οἷός τε εἴην ὠφελῆσαι.
422Priscianus Caesarensis, Ars Prisciani, p. 332 (vol. 2), l. 21 (auctor c.500)
Attici ὅμοιός ἐστι λόγος καὶ πρότερον ἀντὶ τοῦ οἷος καὶ πρότερον.
423Priscianus Caesarensis, Ars Prisciani, p. 332 (vol. 2), l. 1 (auctor c.500)
Πλάτων Κρίτωνι· ἀλλ᾽, ὦ θαυμάσιε, οὗτός τε ὁ λόγος, ὃν διεληλύθαμεν, ἔμοιγε δοκεῖ ἔτι ὅμοιος εἶναι καὶ πρότερον ἀντὶ τοῦ οἷος πρότερον.
424Seneca maior, Suasoriae, 1, 5; 45 (auctor 54BC–39)
esset, uiso sanguine eius philosophus mirari se dixerat, quod non esset ἰχὼρ οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν Ille se ab hac urbanitate lancea uindicauit.
425Suetonius, De Vita Caesarum, p11, 18, 2; 3 (auctor c.70-c.130)
' caluitio ita offendebatur, ut in contumeliam suam traheret, si cui alii ioco uel iurgio obiectaretur; quamuis libello, quem de cura capillorum ad amicum edidit, haec etiam, simul illum seque consolans, inseruerit: ' οὐχ ὁράᾳς, οἷος κἀγὼ καλός τε μέγας τε· eadem me tamen manent capillorum fata, et forti animo fero comam in adulescentia senescentem.