'οκτώ' - search in All Authors, Showing 1 to 227 of 227 hits

1Agatho papa, Epistolae, 87, 1227A
Δέξασθαι τοίνυν καταξιώσατε εὐσεβέστατοι βασιλέων τοὺς σταλέντας παρὰ τῆς ἡμετέρας μετριότητος ἐπισκόπους μετὰ τῶν ὑπολοίπων τῆς ἐκκλησιαστικῆς τάξεως ἀνδρῶν, καὶ τῶν εὐλαβεστάτων δούλων τοῦ Θεοῦ μετ' εὐμενείας τῆς εἰθισμένης γαληνότητος, ὅπως καὶ τῇ ἐξ αὐτῶν μαρτυρίᾳ μετ' εὐχαριστίας εἰς τὰ οἰκεῖα αὐτῶν ἐπαναστρέφοντες [ἐπαναστρεφόντων] παρὰ πᾶσι τοῖς ἔθνεσι συχνάσῃ ὁ ἔπαινος τῆς ὑμετέρας φιλανθρωπίας, ὡς ἐκείνου τοῦ μεγάλου Κωνσταντίνου, οὗτινος μετὰ τὴν τελευτὴν ἀξιέπαινος [ἀξιεπαίνετος] οὐδὲν ἧττον φήμη ἀκμάζει· οὗτινος οὐ μόνον τὸ ἐπίσημον τῆς ἐξουσίας ἐστὶν, ἀλλὰ καὶ τῆς εὐσεβείας, μεθ' οὗ ἐκείνη ἡ ἱερωτάτη σύνοδος τῶν τριακοσίων δέκα καὶ ὀκτὼ προέδρων ἐν τῇ Νικαίων πόλει ἐπὶ διεκδικήσει τῆς ὁμοουσίου Τριάδος συνῆλθε.
2Aristoteles, Athenaion Politeia, p2, 23, 1; 2 (auctor 384BC-322BC)
τῶν γὰρ στρατηγῶν ἐξαπορησάντων τοῖς πράγμασι, καὶ κηρυξάντων σῴζειν ἕκαστον ἑαυτόν, πορίσασα δραχμὰς ἑκάστῳ ὀκτὼ διέδωκε καὶ ἐνεβίβασεν εἰς τὰς ναῦς.
3Aristoteles, De anima, 1, I 5; 11 (auctor 384BC-322BC)
Ἡ δέ χθών ἐπίηρος ἐν εὐστέρνοις χοάνοισιν τά δύο τῶν ὀκτώ μερέων λάχε νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο· τά δ’ ὀστέα λεύκ’ ἐγένοντο.
4Aristoteles, De arte poetica, 23; 7 (auctor 384BC-322BC)
Τοιγαροῦν ἐκ μέν Ἰλιάδος καί Ὀδυσσείας μία τραγῳδία ποιεῖται ἑκατέρας ἢ δύο μόναι, ἐκ δέ Κυπρίων πολλαί, καί ἐκ τῆς μικρᾶς Ἰλιάδος πλέον ὀκτώ, οἷον ὅπλων κρίσις, Φιλοκτήτης, Νεοπτόλεμος, Εὐρύπυλος, πτωχεία, Λάκαιναι, Ἰλίου πέρσις καί ἀπόπλους καί Σίνων καί Τρῳάδες.
5Aristoteles, De caelo, 1, 4, 8; 16 (auctor 384BC-322BC)
Ἔτι οὐδὲ κατὰ τὴν τούτων ὑπόληψιν δόξειεν ἂν ἄπειρα γίγνεσθαι τὰ στοιχεῖα, εἴπερ τὰ μὲν σώματα διαφέρει σχήμασι, τὰ δὲ σχήματα πάντα σύγκειται ἐκ πυραμίδων, τὰ μὲν εὐθύγραμμα ἐξ εὐθυγράμμων, ἡ δὲ σφαῖρα ἐξ ὀκτὼ μορίων.
6Aristoteles, De caelo, 2a, 4, 8; 16 (auctor 384BC-322BC)
Ἔτι οὐδὲ κατὰ τὴν τούτων ὑπόληψιν δόξειεν ἂν ἄπειρα γίγνεσθαι τὰ στοιχεῖα, εἴπερ τὰ μὲν σώματα διαφέρει σχήμασι, τὰ δὲ σχήματα πάντα σύγκειται ἐκ πυραμίδων, τὰ μὲν εὐθύγραμμα ἐξ εὐθυγράμμων, ἡ δὲ σφαῖρα ἐξ ὀκτὼ μορίων.
7Aristoteles, De partibus animalium, 4, 9, 6; 18 (auctor 384BC-322BC)
Αἱ μὲν γὰρ τοὺς ἄνωθεν τῶν ποδῶν μικροὺς ἔχουσι, καὶ τούτων τοὺς ἐσχάτους δύο μείζους, τοὺς δὲ λοιποὺς τῶν ὀκτὼ δύο κάτωθεν μεγίστους τούτων.
8Aristoteles, De partibus animalium, 4, 9, 8; 21 (auctor 384BC-322BC)
Πόδας μὲν οὖν πάντα ἔχουσι ταῦτα ὀκτώ, ἀλλ´ αἱ μὲν σηπίαι καὶ αἱ τευθίδες βραχεῖς, τὰ δὲ πολυποδώδη μεγάλους.
9Aristoteles, Ethica Eudemia, 2; 124 (auctor 384BC-322BC)
εἰ δέ γε μεταβάλλει τὸ τρίγωνον, ἀνάγκη καὶ τὸ τετράγωνον μεταβάλλειν, οἷον εἰ τρεῖς, ἕξ, εἰ δὲ τέτταρες, ὀκτώ.
10Aristoteles, Historia animalium, 1, I 15; 2 (auctor 384BC-322BC)
Κοινόν δέ τοῦ ἄνω καί κάτω πλευραί, ἑκατέρωθεν ὀκτώ· περί γάρ Λιγύων τῶν καλουμένων ἑπταπλεύρων οὐθενός πω ἀξιοπίστου ἀκηκόαμεν.
11Aristoteles, Historia animalium, 2, II 13; 17 (auctor 384BC-322BC)
Ἔχουσι δέ καί οἱ γαλεώδεις διπλᾶ πάντες, καί πέντ’ ἐφ’ ἑκάτερα· ὁ δέ ξιφίας ὀκτώ διπλᾶ.
12Aristoteles, Historia animalium, 3, III 21; 12 (auctor 384BC-322BC)
Γίνεται δέ πολύν χρόνον γάλα πᾶσι τοῖς ἔχουσιν, ἂν ἀνόχευτα διατελῇ καί τά ἐπιτήδεια ἔχωσι, μάλιστα δέ τῶν τετραπόδων πρόβατον· ἀμέλγεται γάρ μῆνας ὀκτώ.
13Aristoteles, Historia animalium, 4, IV 1; 10 (auctor 384BC-322BC)
Πόδας μέν οὖν ὀκτώ πάντ’ ἔχει, καί τούτους δικοτύλους πάντα, πλήν ἑνός γένους πολυπόδων.
14Aristoteles, Historia animalium, 4, IV 2; 19 (auctor 384BC-322BC)
Ἔχει δέ τούς μέν ὑποκάτω πόδας τούς ἄχρι τῶν μεγάλων ὀκτώ, μετά δέ ταῦτα τούς μεγάλους πολλῷ μείζους καί ἐξ ἄκρου πλατυτέρους ἢ ὁ κάραβος, ἀνωμάλους δ’ αὐτούς· ὁ μέν γάρ δεξιός τό πλατύ τό ἔσχατον πρόμηκες ἔχει καί λεπτόν, ὁ δ’ ἀριστερός παχύ καί στρογγύλον.
15Aristoteles, Historia animalium, 4, IV 2; 29 (auctor 384BC-322BC)
Τῶν δ’ ὀκτώ ποδῶν οἱ μέν τέτταρες ἐξ ἄκρου δίκροοί εἰσιν, οἱ δέ τέτταρες οὔ.
16Aristoteles, Historia animalium, 5, V 10; 1 (auctor 384BC-322BC)
Τῶν δέ σελαχῶν ἡ ῥίνη μόνη τίκτει δίς· τίκτει γάρ καί ἀρχομένου τοῦ φθινοπώρου καί περί Πλειάδος δύσιν, εὐημερεῖ δ’ ἐν τῷ φθινοπώρῳ μᾶλλον· ὁ δ’ εἷς τόκος γίνεται περί ἑπτά ἢ ὀκτώ.
17Aristoteles, Historia animalium, 5, V 14; 34 (auctor 384BC-322BC)
Πρόβατον δέ τίκτει μέχρι ἐτῶν ὀκτώ, ἐάν δέ θεραπεύηται καλῶς, καί μέχρι ἕνδεκα· σχεδόν δέ διά βίου συμβαίνει ὀχεύειν καί ὀχεύεσθαι ἀμφοτέροις.
18Aristoteles, Historia animalium, 5, V 17; 3 (auctor 384BC-322BC)
Τό μέν οὖν ᾠόν γίνεται ψαθυρόν τῶν καράβων, διῃρημένον εἰς ὀκτώ μοίρας.
19Aristoteles, Historia animalium, 6, VI 9; 2 (auctor 384BC-322BC)
Ἅπαξ δέ τοῦ ἔτους μόνον τίκτει· τίκτει δ’ ᾠά δώδεκα ἢ μικρῷ ἐλάττω· τίκτει δέ διαλείπων δύο ἢ τρεῖς ἡμέρας καί οὐκ ἐφεξῆς· αἱ δέ πρωτοτόκοι μάλιστα περί ὀκτώ ᾠά.
20Aristoteles, Historia animalium, 6, VI 19; 4 (auctor 384BC-322BC)
Ζῇ δ’ αἲξ μέν περί ἔτη ὀκτώ, πρόβατον δέ δέκα, τά δέ πλεῖστα ἐλάττω, πλήν οἱ ἡγεμόνες τῶν προβάτων· οὗτοι δέ καί πεντεκαίδεκα.
21Aristoteles, Historia animalium, 6, VI 20; 21 (auctor 384BC-322BC)
Τίκτει δέ κύων σκυλάκια τά πλεῖστα δώδεκα, ὡς δ’ ἐπί τό πολύ πέντε ἢ ἕξ· ἤδη δέ καί ἓν ἔτεκέ τις· αἱ δέ Λακωνικαί ὡς ἐπί τό πολύ ὀκτώ.
22Aristoteles, Historia animalium, 6, VI 29; 4 (auctor 384BC-322BC)
Κύει δ’ ὀκτώ μῆνας· κυΐσκεται δ’ ἐν ὀλίγαις ἡμέραις, καί ὑφ’ ἑνός πολλαί.
23Aristoteles, Historia animalium, 8, VIII 2; 73 (auctor 384BC-322BC)
Ζῶσι δ’ ἔνιαι ἐγχέλυς καί ἑπτά καί ὀκτώ ἔτη.
24Aristoteles, Historia animalium, 8, VIII 9; 2 (auctor 384BC-322BC)
Ἤδη δέ τις ἔπιεν ἐλέφας μετρητάς ὕδατος Μακεδονικούς εἰσάπαξ δέκα καί τέτταρας, καί πάλιν τῆς δείλης ἄλλους ὀκτώ.
25Aristoteles, Historia animalium, 9, IX 7; 18 (auctor 384BC-322BC)
Καί αἱ τρυγόνες δέ καί αἱ περιστεραί ζῶσι καί ὀκτώ ἔτη αἱ τετυφλωμέναι ὑπό τῶν παλευτρίας τρεφόντων αὐτάς.
26Aristoteles, Metaphysica, 5, 29; 3 (auctor 384BC-322BC)
ἔστι δ' ἕκαστον λέγειν οὐ μόνον τῷ αὐτοῦ λόγῳ ἀλλὰ καὶ τῷ ἑτέρου, ψευδῶς μὲν καὶ παντελῶς, ἔστι δ' ὡς καὶ ἀληθῶς, ὥσπερ τὰ ὀκτὼ διπλάσια τῷ τῆς δυάδος λόγῳ.
27Aristoteles, Metaphysica, 12, 8; 10 (auctor 384BC-322BC)
ἐπεὶ οὖν ἐν αἷς μὲν αὐτὰ φέρεται σφαίραις αἱ μὲν ὀκτὼ αἱ δὲ πέντε καὶ εἴκοσίν εἰσιν, τούτων δὲ μόνας οὐ δεῖ ἀνελιχθῆναι ἐν αἷς τὸ κατωτάτω τεταγμένον φέρεται, αἱ μὲν τὰς τῶν πρώτων δύο ἀνελίττουσαι ἓξ ἔσονται, αἱ δὲ τὰς τῶν ὕστερον τεττάρων ἑκκαίδεκα· ὁ δὴ ἁπασῶν ἀριθμὸς τῶν τε φερουσῶν καὶ τῶν ἀνελιττουσῶν ταύτας πεντήκοντά τε καὶ πέντε.
28Aristoteles, Metaphysica, 14, 6; 12 (auctor 384BC-322BC)
λέγουσι δέ τινες ὅτι πολλὰ τοιαῦτα, οἷον αἵ τε μέσαι ἡ μὲν ἐννέα ἡ δὲ ὀκτώ, καὶ τὸ ἔπος δεκαεπτά, ἰσάριθμον τούτοις, βαίνεται δ' ἐν μὲν τῷ δεξιῷ ἐννέα συλλαβαῖς, ἐν δὲ τῷ ἀριστερῷ ὀκτώ· καὶ ὅτι ἴσον τὸ διάστημα ἔν τε τοῖς γράμμασιν ἀπὸ τοῦ Α πρὸς τὸ Ω, καὶ ἀπὸ τοῦ βόμβυκος ἐπὶ τὴν ὀξυτάτην [νεάτην] ἐν αὐλοῖς, ἧς ὁ ἀριθμὸς ἴσος τῇ οὐλομελείᾳ τοῦ οὐρανοῦ.
29Aristoteles, Oeconomica, 2; 174 (auctor 384BC-322BC)
πάλιν τε πορίζων τἀνδράποδα τὰ ἐπὶ στρατοπέδῳ ὄντα ἐκέλευσε τὸν βουλόμενον ἀπογράφεσθαι ὁπόσου θέλοι, μέλλειν δὲ τοῦ ἐνιαυτοῦ ὀκτὼ δραχμάς ἀποτίσαι, ἂν δὲ ἀποδρᾷ τὸ ἀνδράποδον, κομίζεσθαι τὴν τιμὴν ἧς ἀνεγράψατο.
30Aristoteles, Politica, 4; 242 (auctor 384BC-322BC)
ἔστι δὲ τὸν ἀριθμὸν ὀκτώ, ἓν μὲν εὐθυντικόν, ἄλλο δὲ εἴ τίς τι τῶν κοινῶν ἀδικεῖ, ἕτερον ὅσα εἰς τὴν πολιτείαν φέρει, τέταρτον καὶ ἄρχουσι καὶ ἰδιώταις ὅσα περὶ ζημιώσεων ἀμφισβητοῦσιν, πέμπτον τὸ περὶ τῶν ἰδίων συναλλαγμάτων καὶ ἐχόντων μέγεθος, καὶ παρὰ ταῦτα τό τε φονικὸν καὶ τὸ ξενικόν (φονικοῦ μὲν οὖν εἴδη, ἄν τ' ἐν τοῖς αὐτοῖς δικασταῖς ἄν τ' ἐν ἄλλοις, περί τε τῶν ἐκ προνοίας καὶ περὶ τῶν ἀκουσίων, καὶ ὅσα ὁμολογεῖται μέν, ἀμφισβητεῖται δὲ περὶ τοῦ δικαίου, τέταρτον δὲ ὅσα τοῖς φεύγουσι φόνου ἐπὶ καθόδῳ ἐπιφέρεται, οἷον Ἀθήνησι λέγεται καὶ τὸ ἐν Φρεαττοῖ δικαστήριον· συμβαίνει δὲ τὰ τοιαῦτα ἐν τῷ παντὶ χρόνῳ ὀλίγα καὶ ἐν ταῖς μεγάλαις πόλεσιν· τοῦ δὲ ξενικοῦ ἓν μὲν ξένοις πρὸς ξένους, ἄλλο δὲ ξένοις πρὸς ἀστούς) , ἔτι δὲ παρὰ πάντα ταῦτα περὶ τῶν μικρῶν συναλλαγμάτων, ὅσα δραχμιαῖα καὶ πεντάδραχμα καὶ μικρῷ πλείονος.
31Aristoteles, Problemata, 19; 53 (auctor 384BC-322BC)
Διὰ τί μέση καλεῖται ἐν ταῖς ἁρμονίαις, τῶν δὲ ὀκτὼ οὐκ ἔστι μέσον; ἢ ὅτι ἑπτάχορδοι ἦσαν αἱ ἁρμονίαι τὸ παλαιόν, τὰ δὲ ἑπτὰ ἔχει μέσον.
32Aristoteles, Problemata, 19; 65 (auctor 384BC-322BC)
Διὰ τί οἱ περὶ Φρύνιχον ἦσαν μᾶλλον μελοποιοί; ἢ διὰ τὸ πολλαπλάσια εἶναι τότε τὰ μέλη ἐν ταῖς τραγῳδίαις τῶν μέτρων; Διὰ τί διὰ πασῶν καλεῖται, ἀλλ' οὐ κατὰ τὸν ἀριθμὸν δι' ὀκτώ, ὥσπερ καὶ διὰ τεττάρων καὶ διὰ πέντε; ἢ ὅτι ἑπτὰ ἦσαν αἱ χορδαὶ τὸ ἀρχαῖον, εἶτ' ἐξελὼν τὴν τρίτην Τέρπανδρος τὴν νήτην προσέθηκε, καὶ ἐπὶ τούτου ἐκλήθη διὰ πασῶν ἀλλ' οὐ δι' ὀκτώ· δι' ἑπτὰ γὰρ ἦν.
33Aristoteles, Problemata, 19; 124 (auctor 384BC-322BC)
Διὰ τί τῶν μὲν ἑπτὰ μέση καλεῖται, τῶν δὲ ὀκτὼ οὐκ ἔστι μέσον; ἢ ὅτι ἑπτάχορδοι ἦσαν αἱ ἁρμονίαι τὸ παλαιόν, τὰ δὲ ἑπτὰ ἔχει μέσον; ἔτι ἐπειδὴ τῶν μεταξὺ τῶν ἄκρων τὸ μέσον μόνον ἀρχή τίς ἐστιν (ἔστι γὰρ τῶν θάτερον τῶν ἄκρων νευόντων ἔν τινι διαστήματι ἀνὰ μέσον ὂν ἀρχή), τοῦτ' ἔσται μέσον.
34Ausonius Burdigalensis, Epistulae, 8; 11 (auctor 309-394)
Εἰλιπόδην σκάζοντα, καὶ οὐ σκάζοντα τρίμετρον, ὀκτὼ Θουκυδίδου, ἐννέα Ἡροδότου.
35Ausonius Burdigalensis, Epistolae, 19, 0924A (auctor 309-394)
Σωταδικόν τε κίναιδον, ἰωνικὸν ἀμφοτέρωθεν, Ῥυθμῶν Πινδαρικῶν ἔννομον εὐεπίην Εἰλιπόδην σκάζοντα, καὶ οὐ σκάζοντα τρίμετρον, Ὀκτὼ Θουκυδίδου, ἔννεα Ἡροδότου.
36Ausonius Burdigalensis, Opuscula, 157, 9; 11 (auctor c.310-c.395)
nobiscum invenies ἐπέων πολυμορϕέα πληϑύν, γραμματιϰῶν τε πλοϰὰς ϰαὶ λογοδαιδαλίην, δάϰτυλον ἡρῷον ϰαὶ ἀοιδοπόλων χορίαμβον, σὺν Θαλίης ϰώμῳ σύρματα Τερψιχόρης, σωταδιϰόν τε ϰίναιδον, ἰωνιϰὸν ἀμϕοτέρωϑεν, ῥυϑμῶν Πινδαριϰῶν ἔννομον εὐεπίην, εἰλιπόδην σϰάζοντα ϰαὶ οὐ σϰάζοντα τρίμετρον, ὀϰτὼ Θουϰυδίδου, ἔννεα Ἡροδότου, ῥητοριϰῶν τι ϑέαμα, σοφῶν ἐριϰυδέα ϕῦλα, πάντα μάλ᾿ ὅσσ᾿ ἐϑέλεις, ϰαὶ πλέον, αἴ ϰε ϑέλοις.
37Ausonius Burdigalensis, Epistulae, 11 (auctor 309-394)
Aequoream liqui te propter, amice, Garumnam. te propter campos incolo Santonicos; congressus igitur nostros pete. si tibi cura. quae mihi, conspectu iam potiere meo. sed tantum adpropera, quantum pote corpore et aevo; ut salvum videam, sat cito te video. si post infaustas vigor integratus habenas et rediit membris iam sua mobilitas, si riguam laetis recolis Pipleida Musis. iam vates et non flagrifer Automedon. pelle soporiferi senium nubemque veterni atque alacri mediam carpe vigore viam. sed cisium aut pigrum cautus conscende veraedum: non tibi sit raedae, non amor acris equi. cantheris moneo male nota petorrita vites. ne celeres mulas ipse Metiscus agas. sic tibi sint Musae faciles, meditatio prompta et memor, et liquidi mel fluat eloquii: sic, qui venalis tam longa aetate Crebennus non habet emptorem, sit tibi pro pretio Attamen ut citius venias leviusque vehare. historiam, mimos, carmina linque domi. grande onus in musis: tot saecula condita chartis. quae sua vix tolerant tempora, nostra gravant. nobiscum invenies ἐπέων πολυμορφέα πληθύν, γραμματικῶν τε πλοκὰς καὶ λογοδαιδαλίην, δάκτυλον ἡρῷον καὶ ἀοιδοπόλων χορίαμβον, σὺν Θαλίης κώμῳ σύρματα Τερψιχόρης. σωταδικόν τε κίναιδον, ἰωνικὸν ἀμφοτέρωθεν. ῾Ρυθμῶν Πινδαρικῶν ἔννομον εὐεπίην. εὶλιπόδην σκάζοντα καὶ οὐ σκάζοντα τρίμετπον. Ὀκτὼ Θουκυδίδου, ἐννέα Ἡροδότου. ῾Ρητορικῶν θάημα, σοφῶν ἐρικυδέα φῦλα, πάντα μάλ' ὅσσ' ἐθέλεις, καὶ πλέον, εἴ κε θέλοις. Hoc tibi de nostris ἀσπαστικὸν offero libris. vale; valere si voles me, iam veni. AUSONIUS TETRADIO sal.
38Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 3; 8
καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαιμ βασιλέως Συρίας ποταμῶν. καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Χουσαρσαθαιμ ἔτη ὀκτώ.
39Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 3; 14
καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ.
40Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 10; 8
καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ δέκα ὀκτὼ ἔτη, τοὺς πάντας υἱοὺς Ισραηλ τοὺς ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν γῇ τοῦ Αμορρι τοῦ ἐν Γαλααδ.
41Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 12; 14
καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη.
42Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 20; 44
καὶ ἔπεσαν ἀπὸ Βενιαμιν δέκα ὀκτὼ χιλιάδες ἀνδρῶν· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως.
43Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 5; 28
Καὶ ἔζησεν Λαμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη καὶ ἐγέννησεν υἱὸν
44Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 14; 14
ἀκούσας δὲ Αβραμ ὅτι ᾐχμαλώτευται Λωτ ὁ ἀδελφὸς αὐτοῦ, ἠρίθμησεν τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δαν.
45Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 17; 12
καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν, ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου.
46Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 22; 23
καὶ Βαθουηλ ἐγέννησεν τὴν Ρεβεκκαν. ὀκτὼ οὗτοι υἱοί, οὓς ἔτεκεν Μελχα τῷ Ναχωρ τῷ ἀδελφῷ Αβρααμ.
47Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 46; 22
οὗτοι υἱοὶ Ραχηλ, οὓς ἔτεκεν τῷ Ιακωβ· πᾶσαι ψυχαὶ δέκα ὀκτώ.
48Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 26; 2
μῆκος τῆς αὐλαίας τῆς μιᾶς ὀκτὼ καὶ εἴκοσι πήχεων καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται· μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις.
49Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 26; 25
καὶ ἔσονται ὀκτὼ στῦλοι, καὶ αἱ βάσεις αὐτῶν ἀργυραῖ δέκα ἕξ· δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνί.
50Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 37; 2
ὀκτὼ καὶ εἴκοσι πήχεων μῆκος τῆς αὐλαίας τῆς μιᾶς – τὸ αὐτὸ ἦσαν πᾶσαι – καὶ τεσσάρων πηχῶν τὸ εὖρος τῆς αὐλαίας τῆς μιᾶς.
51Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 7; 8
καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρι κατὰ τὰς λειτουργίας αὐτῶν διὰ Ιθαμαρ υἱοῦ Ααρων τοῦ ἱερέως.
52Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 29; 29
τῇ ἡμέρᾳ τῇ ἕκτῃ μόσχους ὀκτώ, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἀμώμους·
53Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 35; 7
πάσας τὰς πόλεις δώσετε τοῖς Λευίταις, τεσσαράκοντα καὶ ὀκτὼ πόλεις, ταύτας καὶ τὰ προάστεια αὐτῶν.
54Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 2; 14
καὶ αἱ ἡμέραι, ἃς παρεπορεύθημεν ἀπὸ Καδης Βαρνη ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρετ, τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνῄσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσεν αὐτοῖς ὁ θεός·
55Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 21; 41
Πᾶσαι αἱ πόλεις τῶν Λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν Ισραηλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτῶν
56Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 24; 34
οἱ δὲ υἱοὶ Ισραηλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τὴν ἑαυτῶν πόλιν. καὶ ἐσέβοντο οἱ υἱοὶ Ισραηλ τὴν Ἀστάρτην καὶ Ασταρωθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν· καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας Εγλωμ τῷ βασιλεῖ Μωαβ, καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δέκα ὀκτώ. Καβσεηλ καὶ Εδραι καὶ Ιαγουρ
57Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 3; 8
καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Χουσαρσαθωμ βασιλέως Συρίας ποταμῶν, καὶ ἐδούλευσαν αὐτῷ ὀκτὼ ἔτη.
58Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 3; 14
καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ.
59Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 12; 14
καὶ ἐγένοντο αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱοὶ τῶν υἱῶν αὐτοῦ ἐπιβεβηκότες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη.
60Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 7; 31
καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη, ἃ ἐποίησεν Χιραμ τῷ βασιλεῖ Σαλωμων τῷ οἴκῳ κυρίου· καὶ οἱ στῦλοι τεσσαράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου κυρίου. πάντα τὰ ἔργα τοῦ βασιλέως, ἃ ἐποίησεν Χιραμ, χαλκᾶ ἄρδην·
61Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 8; 17
υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
62Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 10; 36
καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Ιου ἐπὶ Ισραηλ, εἴκοσι ὀκτὼ ἔτη ἐν Σαμαρείᾳ.
63Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 22; 1
Υἱὸς ὀκτὼ ἐτῶν Ιωσιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιεδιδα θυγάτηρ Εδεια ἐκ Βασουρωθ.
64Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 12; 32
καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση δέκα ὀκτὼ χιλιάδες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυιδ.
65Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 12; 36
καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι.
66Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 16; 38
καὶ Αβδεδομ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑξήκοντα καὶ ὀκτώ, καὶ Αβδεδομ υἱὸς Ιδιθων καὶ Οσσα εἰς πυλωρούς.
67Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 18; 12
καὶ Αβεσσα υἱὸς Σαρουια ἐπάταξεν τὴν Ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτὼ καὶ δέκα χιλιάδας,
68Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 23; 3
καὶ ἠριθμήθησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας.
69Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 24; 4
καὶ εὑρέθησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ιθαμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς Ιθαμαρ ὀκτὼ κατ’ οἴκους πατριῶν.
70Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 25; 7
καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν κυρίῳ, πᾶς συνίων, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.
71Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 26; 9
καὶ τῷ Μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί.
72Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 11; 21
καὶ ἠγάπησεν Ροβοαμ τὴν Μααχαν θυγατέρα Αβεσσαλωμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ, ὅτι γυναῖκας δέκα ὀκτὼ εἶχεν καὶ παλλακὰς τριάκοντα· καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα.
73Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 21; 5
ὄντος αὐτοῦ τριάκοντα καὶ δύο ἐτῶν κατέστη Ιωραμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
74Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 21; 20
ἦν τριάκοντα καὶ δύο ἐτῶν, ὅτε ἐβασίλευσεν, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ· καὶ ἐπορεύθη ἐν οὐκ ἐπαίνῳ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ οὐκ ἐν τάφοις τῶν βασιλέων.
75Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 29; 17
καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ πρώτῃ νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου ἁγνίσαι καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν κυρίου καὶ ἥγνισαν τὸν οἶκον κυρίου ἐν ἡμέραις ὀκτὼ καὶ τῇ ἡμέρᾳ τῇ ἑκκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν.
76Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 34; 1
Ὢν ὀκτὼ ἐτῶν Ιωσιας ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τριάκοντα ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ.
77Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 1; 41
Καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Ιωακιμ ὁ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχθη, ἦν ἐτῶν δέκα ὀκτώ,
78Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 5; 12
υἱοὶ Ωλαμου χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. υἱοὶ Ζατου ἐννακόσιοι τεσσαράκοντα πέντε. υἱοὶ Χορβε ἑπτακόσιοι πέντε. υἱοὶ Βανι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ.
79Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 5; 18
οἱ ἐκ Νετεβας πεντήκοντα πέντε. οἱ ἐξ Ενατου ἑκατὸν πεντήκοντα ὀκτώ. οἱ ἐκ Βαιτασμων τεσσαράκοντα δύο.
80Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 5; 27
οἱ ἱεροψάλται· υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ.
81Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 8; 37
ἐκ τῶν υἱῶν Βαβι Ζαχαριας Βηβαι καὶ μετ’ αὐτοῦ ἄνδρες εἴκοσι ὀκτώ·
82Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 8; 46
καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν Μοολι τοῦ Λευι τοῦ Ισραηλ· Ασεβηβιαν καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφούς, δέκα ὀκτώ·
83Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 2; 16
υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ.
84Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 2; 23
υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ.
85Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 2; 41
οἱ ᾄδοντες· υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ.
86Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 8; 9
καὶ ἀπὸ υἱῶν Ιωαβ Αβαδια υἱὸς Ιιηλ καὶ μετ’ αὐτοῦ διακόσιοι δέκα ὀκτὼ τὰ ἀρσενικά·
87Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 8; 11
καὶ ἀπὸ υἱῶν Βαβι Ζαχαρια υἱὸς Βαβι καὶ μετ’ αὐτοῦ ἑβδομήκοντα ὀκτὼ τὰ ἀρσενικά·
88Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 17; 11
υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ.
89Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 17; 15
υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ.
90Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 17; 16
υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ.
91Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 17; 21
υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ.
92Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 17; 22
υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ.
93Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 17; 27
υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ.
94Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 17; 44
οἱ ᾄδοντες· υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ.
95Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 17; 45
οἱ πυλωροί· υἱοὶ Σαλουμ, υἱοὶ Ατηρ, υἱοὶ Τελμων, υἱοὶ Ακουβ, υἱοὶ Ατιτα, υἱοὶ Σαβι, ἑκατὸν τριάκοντα ὀκτώ. –
96Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 21; 6
πάντες υἱοὶ Φαρες οἱ καθήμενοι ἐν Ιερουσαλημ τετρακόσιοι ἑξήκοντα ὀκτὼ ἄνδρες δυνάμεως.
97Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 21; 8
καὶ ὀπίσω αὐτοῦ Γηβι, Σηλι, ἐννακόσιοι εἴκοσι ὀκτώ.
98Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 21; 14
καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἴκοσι ὀκτώ, καὶ ἐπίσκοπος ἐπ’ αὐτῶν Βαδιηλ.
99Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 42; 16
ἔζησεν δὲ Ιωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ· καὶ εἶδεν Ιωβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν·
100Biblia, Biblia graeca iuxta LXX interpretes, Ecl, 11; 2
δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ, ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν.
101Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 48; 15
καὶ Ισμαηλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς Αμμων.
102Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 52; 22
καὶ γεῖσος ἐπ’ αὐτοῖς χαλκοῦν, καὶ πέντε πήχεων τὸ μῆκος ὑπεροχὴ τοῦ γείσους τοῦ ἑνός, καὶ δίκτυον καὶ ῥόαι ἐπὶ τοῦ γείσους κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ, ὀκτὼ ῥόαι τῷ πήχει τοῖς δώδεκα πήχεσιν.
103Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 10; 21
τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.
104Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 40; 9
καὶ τὸ αιλαμ τοῦ πυλῶνος πλησίον τοῦ αιλαμ τῆς πύλης πηχῶν ὀκτὼ καὶ τὰ αιλευ πηχῶν δύο καὶ τὸ αιλαμ τῆς πύλης ἔσωθεν
105Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 40; 31
καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αιλευ, καὶ ὀκτὼ κλιμακτῆρες.
106Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 40; 34
καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ φοίνικες ἐπὶ τοῦ αιλευ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.
107Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 40; 37
καὶ τὰ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αιλευ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.
108Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 40; 41
τέσσαρες ἔνθεν καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τῆς πύλης, ἐπ’ αὐτὰς σφάξουσι τὰ θύματα κατέναντι τῶν ὀκτὼ τραπεζῶν τῶν θυμάτων.
109Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 48; 35
κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες. καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφ’ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς.
110Biblia, Biblia graeca iuxta LXX interpretes, Mich, 5; 4
καὶ ἔσται αὕτη εἰρήνη· ὅταν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπ’ αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνθρώπων·
111Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 4; 56
καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ’ εὐφροσύνης καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως.
112Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 4; 59
καὶ ἔστησεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ισραηλ ἵνα ἄγωνται αἱ ἡμέραι τοῦ ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ’ ἐνιαυτὸν ἡμέρας ὀκτὼ ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελευ μετ’ εὐφροσύνης καὶ χαρᾶς.
113Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 2; 12
ὡσαύτως καὶ ὁ Σαλωμων τὰς ὀκτὼ ἡμέρας ἤγαγεν.
114Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 5; 14
ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶν κατεφθάρησαν, τέσσαρες μὲν ἐν χειρῶν νομαῖς, οὐχ ἧττον δὲ τῶν ἐσφαγμένων ἐπράθησαν.
115Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 10; 6
καὶ μετ’ εὐφροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἦσαν νεμόμενοι.
116Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 11; 2
συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν,
117Biblia, Novum testamentum graece, Lc, 2; 21
Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
118Biblia, Novum testamentum graece, Lc, 9; 28
Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ [καὶ] παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
119Biblia, Novum testamentum graece, Lc, 13; 4
ἢ ἐκεῖνοι οἱ δέκα ὀκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ;
120Biblia, Novum testamentum graece, Lc, 13; 11
καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
121Biblia, Novum testamentum graece, Lc, 13; 16
ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;
122Biblia, Novum testamentum graece, Io, 5; 5
ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα [καὶ] ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ·
123Biblia, Novum testamentum graece, Io, 20; 26
Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, Εἰρήνη ὑμῖν.
124Biblia, Novum testamentum graece, Act, 9; 33
εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος.
125Biblia, Novum testamentum graece, Act, 25; 6
Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.
126Biblia, Novum testamentum graece, 1Petr, 1Petr; 20
ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγοι, τοῦτ’ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι’ ὕδατος.
127Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0077A (auctor c.470–c.544)
Μὴ ἀθετεῖσθαι τὴν πίστιν τῶν πατέρων τῶν τριακοσίων δεκὰ καὶ ὀκτὼ τῶν ἐν Νικαίᾳ τῆς Βιθυνίας συνελθόντων· ἀλλὰ μένειν ἐκείνην κυρίαν, καὶ ἀναθεματισθῆναι πᾶσαν αἵρεσιν, καὶ εἰδικῶς τὴν τῶν Εὐνομιανῶν, εἴτουν Ἀνομοίων, καὶ τὴν τῶν Ἀρειανῶν, εἴτουν Εὐδοξιανῶν, καὶ τὴν τῶν Ἡμιαρειανῶν, εἴτουν Πνευματομάχων, καὶ τὴν τῶν Σαβελλιανῶν, καὶ τὴν τῶν Μαρκελλιανῶν, καὶ τὴν τῶν Φωτεινιανῶν, καὶ τὴν τῶν Ἀπολλιναριστῶν.
128Desiderius Erasmus, Adagia, Chiliades, 1, 4; 4 (opus 1508)
Horum mentionem facit Plato in Phaedro: Ὁ νοῦν ἔχων γεωργός, Ὠν σπερμάτων κήδοιτο καί ἔγκαρπα βούλοιτο γενέσθαι, πότερα σπουδῆ ἅν θέρους εἰς Ἀδώνιδος κήπους ἀρῶν χαίροι θεωρῶν καλούς ἐν ἡμέραισιν ὀκτώ γιγνομένους, ἥ ταῦτα μέν δή παιδιᾶς τε καί ἑορτῆς χάριν δρώῃ ἄν, ὅτε καί ποιοῖ; id est Num agricola qui sapiat semina quae curae haberet quaeque cuperet aliquando fructum adferre, aetatis tempore summo studio in Adonidis hortos mittet gaudetque spectare eos intra dies octo iam pulchros effectos, an ea quidem per lusum ac festi gratia faciet, si quando tamen fecerit ?
129Desiderius Erasmus, Adagia, Chiliades, 1, 163; 16 (opus 1508)
Ex compositis harmoniis διά τεσσάρων et διά πέντε constituitur διά πασῶν, cui nominis hoc inditum est, quod absolutam reddat symphoniam, ut mihi videatur huc etiam illud respicere proverbium, quod alio loco commemorabimus ἅπαντ´ ὀκτώ.
130Desiderius Erasmus, Adagia, Chiliades, 1, 444; 3 (opus 1508)
Lucianus in Pseudomante: Ὀκτώ μοι χρησμούς ἔπεμψεν, οὔτε γῆς φασιν οὔτε οὐρανοῦ ἁπτομένους, id est Octo mihi misit oracula, sed quae neque caelum, ut aiunt, neque terram attingerent.
131Desiderius Erasmus, Adagia, Chiliades, 1, 454; 17 (opus 1508)
Plutarchus in Vita Periclis historiam refert ab his non abhorrentem, quam fortassis non ab re fuerit hic ipsius verbis adscribere: Ὀκτώ μέρη διελών τό πᾶν πλῆθος ἐπεκλήρου, καί τῷ λαβόντι τόν λευκόν κύαμον εὐωχεῖσθαι καί σχολάζειν παρεῖχε τῶν ἄλλων μαχομένων.
132Desiderius Erasmus, Adagia, Chiliades, 1, 626; 1 (opus 1508)
Ἅπαντ’ ὀκτώ, id est Omnia octo.
133Desiderius Erasmus, Adagia, Chiliades, 1, 626; 5 (opus 1508)
Atque hinc proverbium increbuisse Ἅπαντ’ ὀκτώ.
134Desiderius Erasmus, Adagia, Chiliades, 1, 815; 12 (opus 1508)
Aristophanes ἐν Ἀχαρνεῦσι: Κἄχεζεν ὀκτώ μῆνας ἐπί χρυσῶν ὀρῶν, id est Menses et octo cacavit in auri montibus.
135Desiderius Erasmus, Adagia, Chiliades, 3, 2176; 11 (opus 1508)
Sic Alexis apud Athenaeum libro tertio: Λευκούς μέν ὀκτώ, τῶν δέ φαιῶν τούς ἴσους, id est panes quidem albos octo, dein totidem nigros.
136Euclides, Elementa, 2, prop., 8; 12 (auctor fl.300BC)
ἐδείχθη δὲ καὶ τὰ τέσσαρα τὰ ΓΚ, ΚΔ, ΗΡ, ΡΝ τοῦ ΓΚ τετραπλάσια· τὰ ἄρα ὀκτώ, ἃ περιέχει τὸν ΣΤΥ γνώμονα, τετραπλάσιά ἐστι τοῦ ΑΚ.
137Euclides, Elementa, 11, def., 26; 1 (auctor fl.300BC)
Ὀκτάεδρόν ἐστι σχῆμα στερεὸν ὑπὸ ὀκτὼ τριγώνων ἴσων καὶ ἰσοπλεύρων περιεχόμενον.
138Euclides, Elementa, 13, prop., 14; 7 (auctor fl.300BC)
ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἕκαστον τῶν λοιπῶν τριγώνων, ὧν βάσεις μέν εἰσιν αἱ τοῦ ΕΖΗΘ τετραγώνου πλευραί, κορυφαὶ δὲ τὰ Λ, Μ σημεῖα, ἰσόπλευρόν ἐστιν· ὀκτάεδρον ἄρα συνέσταται ὑπὸ ὀκτὼ τριγώνων ἰσοπλεύρων περιεχόμενον.
139Gregorius I, Dialogi, 77, 0306A (auctor 540-604)
Μέχρι γὰρ ἡμερῶν ὀκτὼ τὸ αὐτῶν πλοῖον ἕως τῶν ἀνωτέρω σανίδων, ὡς εἴρηται, γεμισμένον ὕδατι, τὴν ἰδίαν ὁδὸν διανύον, ἔπλεεν.
140Herodotus, Historiae, 1, 106, 1; 1 (auctor c.484BC-425BC)
ἐπὶ μέν νυν ὀκτὼ καὶ εἴκοσι ἔτεα ἦρχον τῆς Ἀσίης οἱ Σκύθαι, καὶ τὰ πάντα σφι ὑπό τε ὕβριος καὶ ὀλιγωρίης ἀνάστατα ἦν· χωρὶς μὲν γὰρ φόρον ἔπρησσον παρ' ἑκάστων τὸν ἑκάστοισι ἐπέβαλλον, χωρὶς δὲ τοῦ φόρου ἥρπαζον περιελαύνοντες τοῦτο ὅ τι ἔχοιεν ἕκαστοι.
141Herodotus, Historiae, 1, 179, 4; 5 (auctor c.484BC-425BC)
ἔστι δὲ ἄλλη πόλις ἀπέχουσα ὀκτὼ ἡμερέων ὁδὸν ἀπὸ Βαβυλῶνος· Ἲς οὔνομα αὐτῇ.
142Herodotus, Historiae, 1, 181, 3; 3 (auctor c.484BC-425BC)
ἐν μέσῳ δὲ τοῦ ἱροῦ πύργος στερεὸς οἰκοδόμηται, σταδίου καὶ τὸ μῆκος καὶ τὸ εὖρος, καὶ ἐπὶ τούτῳ τῷ πύργῳ ἄλλος πύργος ἐπιβέβηκε, καὶ ἕτερος μάλα ἐπὶ τούτῳ, μέχρι οὗ ὀκτὼ πύργων.
143Herodotus, Historiae, 1, 192, 1; 3 (auctor c.484BC-425BC)
βασιλέι τῷ μεγάλῳ ἐς τροφὴν αὐτοῦ τε καὶ τῆς στρατιῆς διαραίρηται, πάρεξ τοῦ φόρου, γῆ πᾶσα ὅσης ἄρχει· δυώδεκα ὦν μηνῶν ἐόντων ἐς τὸν ἐνιαυτὸν τοὺς τέσσερας μῆνας τρέφει μιν ἡ Βαβυλωνίη χωρῇ, τοὺς δὲ ὀκτὼ τῶν μηνῶν ἡ λοιπὴ πᾶσα Ἀσίη.
144Herodotus, Historiae, 1, 203, 1; 3 (auctor c.484BC-425BC)
ἡ δὲ Κασπίη ἐστὶ ἑτέρη ἐπ' ἑωυτῆς, ἐοῦσα μῆκος μὲν πλόου εἰρεσίῃ χρεωμένῳ πεντεκαίδεκα ἡμερέων, εὖρος δέ, τῇ εὐρυτάτη ἐστὶ αὐτὴ ἑωυτῆς, ὀκτὼ ἡμερέων.
145Herodotus, Historiae, 2, 13, 1; 1 (auctor c.484BC-425BC)
ἔλεγον δὲ καὶ τόδε μοι μέγα τεκμήριον περὶ τῆς χώρης ταύτης οἱ ἱρέες, ὡς ἐπὶ Μοίριος βασιλέος, ὅκως ἔλθοι ὁ ποταμὸς ἐπὶ ὀκτὼ πήχεας τὸ ἐλάχιστον, ἄρδεσκε Αἴγυπτον τὴν ἔνερθε Μέμφιος· καὶ Μοίρι οὔκω ἦν ἔτεα εἰνακόσια τετελευτηκότι ὅτε τῶν ἱρέων ταῦτα ἐγὼ ἤκουον.
146Herodotus, Historiae, 2, 43, 4; 4 (auctor c.484BC-425BC)
ἀλλά τις ἀρχαῖος ἐστὶ θεὸς Αἰγυπτίοισι Ἡρακλέης· ὡς δὲ αὐτοὶ λέγουσι, ἔτεα ἐστὶ ἑπτακισχίλια καὶ μύρια ἐς Ἄμασιν βασιλεύσαντα, ἐπείτε ἐκ τῶν ὀκτὼ θεῶν οἱ δυώδεκα θεοὶ ἐγένοντο τῶν Ἡρακλέα ἕνα νομίζουσι.
147Herodotus, Historiae, 2, 46, 1; 1 (auctor c.484BC-425BC)
τὰς δὲ δὴ αἶγας καὶ τοὺς τράγους τῶνδε εἵνεκα οὐ θύουσι Αἰγυπτίων οἱ εἰρημένοι· τὸν Πᾶνα τῶν ὀκτὼ θεῶν λογίζονται εἶναι οἱ Μενδήσιοι, τοὺς δὲ ὀκτὼ θεοὺς τούτους προτέρους τῶν δυώδεκα θεῶν φασι γενέσθαι.
148Herodotus, Historiae, 2, 111, 4; 5 (auctor c.484BC-425BC)
ἀναθήματα δὲ ἀποφυγὼν τὴν πάθην τῶν ὀφθαλμῶν ἄλλα τε ἀνὰ τὰ ἱρὰ πάντα τὰ λόγιμα ἀνέθηκε καὶ τοῦ γε λόγον μάλιστα ἄξιον ἐστὶ ἔχειν, ἐς τοῦ Ἡλίου τὸ ἱρὸν ἀξιοθέητα ἀνέθηκε ἔργα, ὀβελοὺς δύο λιθίνους, ἐξ ἑνὸς ἐόντα ἑκάτερον λίθου, μῆκος μὲν ἑκάτερον πηχέων ἑκατόν, εὖρος δὲ ὀκτὼ πηχέων.
149Herodotus, Historiae, 2, 124, 4; 6 (auctor c.484BC-425BC)
ὡς ἐμοὶ δοκέειν· τῆς μὲν γὰρ μῆκος εἰσὶ πέντε στάδιοι, εὖρος δὲ δέκα ὀργυιαί, ὕψος δέ, τῇ ὑψηλοτάτη ἐστὶ αὐτὴ ἑωυτῆς, ὀκτὼ ὀργυιαί, λίθου δὲ ξεστοῦ καὶ ζῴων ἐγγεγλυμμένων· ταύτης τε δὴ τὰ δέκα ἔτεα γενέσθαι καὶ τῶν ἐπὶ τοῦ λόφου ἐπ' οὗ ἑστᾶσι αἱ πυραμίδες, τῶν ὑπὸ γῆν οἰκημάτων, τὰς ἐποιέετο θήκας ἑωυτῷ ἐν νήσῳ, διώρυχα τοῦ Νείλου ἐσαγαγών.
150Herodotus, Historiae, 2, 124, 5; 7 (auctor c.484BC-425BC)
τῇ δὲ πυραμίδι αὐτῇ χρόνον γενέσθαι εἴκοσι ἔτεα ποιευμένῃ· τῆς ἐστὶ πανταχῇ μέτωπον ἕκαστον ὀκτὼ.
151Herodotus, Historiae, 2, 145, 1; 1 (auctor c.484BC-425BC)
ἐν Ἕλλησι μέν νυν νεώτατοι τῶν θεῶν νομίζονται εἶναι Ἡρακλέης τε καὶ Διόνυσος καὶ Πάν, παρ' Αἰγυπτίοισι δὲ Πὰν μὲν ἀρχαιότατος καὶ τῶν ὀκτὼ τῶν πρώτων λεγομένων θεῶν, Ἡρακλέης δὲ τῶν δευτέρων τῶν δυώδεκα λεγομένων εἶναι, Διόνυσος δὲ τῶν τρίτων, οἳ ἐκ τῶν δυώδεκα θεῶν ἐγένοντο.
152Herodotus, Historiae, 2, 156, 4; 4 (auctor c.484BC-425BC)
λόγον δὲ τόνδε ἐπιλέγοντες οἱ Αἰγύπτιοι φασὶ εἶναι αὐτὴν πλωτήν, ὡς ἐν τῇ νήσῳ ταύτῃ οὐκ ἐούσῃ πρότερον πλωτῇ Λητώ, ἐοῦσα τῶν ὀκτὼ θεῶν τῶν πρώτων γενομένων, οἰκέουσα δὲ ἐν Βουτοῖ πόλι, ἵνα δή οἱ τὸ χρηστήριον τοῦτο ἐστί, Ἀπόλλωνα παρ' Ἴσιος παρακαταθήκην δεξαμένη διέσωσε κατακρύψασα ἐν τῇ νῦν πλωτῇ λεγομένῃ νήσῳ, ὅτε τὸ πᾶν διζήμενος ὁ Τυφῶν ἐπῆλθε, θέλων ἐξευρεῖν τοῦ Ὀσίριος τὸν παῖδα.
153Herodotus, Historiae, 2, 175, 3; 4 (auctor c.484BC-425BC)
τῆς δὲ στέγης ταύτης τὸ μὲν μῆκος ἔξωθεν ἐστὶ εἷς τε καὶ εἴκοσι πήχεες, εὖρος δὲ τεσσερεσκαίδεκα, ὕψος δὲ ὀκτώ.
154Herodotus, Historiae, 3, 60, 2; 2 (auctor c.484BC-425BC)
τὸ μὲν μῆκος τοῦ ὀρύγματος ἑπτὰ στάδιοι εἰσί, τὸ δὲ ὕψος καὶ εὖρος ὀκτὼ ἑκάτερον πόδες.
155Herodotus, Historiae, 3, 67, 3; 2 (auctor c.484BC-425BC)
ὁ δὲ δὴ Μάγος τελευτήσαντος Καμβύσεω ἀδεῶς ἐβασίλευσε, ἐπιβατεύων τοῦ ὁμωνύμου Σμέρδιος τοῦ Κύρου, μῆνας ἑπτὰ τοὺς ἐπιλοίπους Καμβύσῃ ἐς τὰ ὀκτὼ ἔτεα τῆς πληρώσιος· ἐν τοῖσι ἀπεδέξατο ἐς τοὺς ὑπηκόους πάντας εὐεργεσίας μεγάλας, ὥστε ἀποθανόντος αὐτοῦ πόθον ἔχειν πάντας τοὺς ἐν τῇ Ἀσίῃ πάρεξ αὐτῶν Περσέων.
156Herodotus, Historiae, 3, 89, 2; 4 (auctor c.484BC-425BC)
τὸ δὲ Βαβυλώνιον τάλαντον δύναται Εὐβοΐδας ὀκτὼ καὶ ἑβδομήκοντα μνέας.
157Herodotus, Historiae, 3, 123, 2; 2 (auctor c.484BC-425BC)
ὁ δὲ Ὀροίτης μαθὼν τὸν κατάσκοπον ἐόντα προσδόκιμον ἐποίεε τοιάδε· λάρνακας ὀκτὼ πληρώσας λίθων πλὴν κάρτα βραχέος τοῦ περὶ αὐτὰ τὰ χείλεα, ἐπιπολῆς τῶν λίθων χρυσὸν ἐπέβαλε, καταδήσας δὲ τὰς λάρνακας εἶχε ἑτοίμας.
158Herodotus, Historiae, 4, 1, 3; 4 (auctor c.484BC-425BC)
τοὺς δὲ Σκύθας ἀποδημήσαντας ὀκτὼ καὶ εἴκοσι ἔτεα καὶ διὰ χρόνου τοσούτου κατιόντας ἐς τὴν σφετέρην ἐξεδέξατο οὐκ ἐλάσσων πόνος τοῦ Μηδικοῦ· εὗρον γὰρ ἀντιουμένην σφίσι στρατιήν οὐκ ὀλίγην.
159Herodotus, Historiae, 4, 28, 1; 1 (auctor c.484BC-425BC)
δυσχείμερος δὲ αὕτη ἡ καταλεχθεῖσα πᾶσα χώρη οὕτω δή τι ἐστί, ἔνθα τοὺς μὲν ὀκτὼ τῶν μηνῶν ἀφόρητος οἷος γίνεται κρυμός, ἐν τοῖσι ὕδωρ ἐκχέας πηλὸν οὐ ποιήσεις, πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν· 1 ἡ δὲ θάλασσα πήγνυται καὶ ὁ Βόσπορος πᾶς ὁ Κιμμέριος, καὶ ἐπὶ τοῦ κρυστάλλου οἱ ἐντὸς τάφρου Σκύθαι κατοικημένοι στρατεύονται καὶ τὰς ἁμάξας ἐπελαύνουσι πέρην ἐς τοὺς Σίνδους.
160Herodotus, Historiae, 4, 28, 2; 2 (auctor c.484BC-425BC)
οὕτω μὲν δὴ τοὺς ὀκτὼ μῆνας διατελέει χειμὼν ἐών, τοὺς δ' ἐπιλοίπους τέσσερας ψύχεα αὐτόθι ἐστί.
161Herodotus, Historiae, 4, 86, 2; 3 (auctor c.484BC-425BC)
ἤδη ὦν ἐς μὲν Φᾶσιν ἀπὸ τοῦ στόματος (τοῦτο γὰρ ἐστὶ τοῦ Πόντου μακρότατον) ἡμερέων ἐννέα πλόος ἐστὶ καὶ νυκτῶν ὀκτώ· αὗται ἕνδεκα μυριάδες καὶ ἑκατὸν ὀργυιέων γίνονται, ἐκ δὲ τῶν ὀργυιέων τουτέων στάδιοι ἑκατὸν καὶ χίλιοι καὶ μύριοι εἰσί.
162Herodotus, Historiae, 4, 124, 1; 2 (auctor c.484BC-425BC)
τοῦτο δὲ ποιήσας ὀκτὼ τείχεα ἐτείχεε μεγάλα, ἴσον ἀπ' ἀλλήλων ἀπέχοντα, σταδίους ὡς ἑξήκοντα μάλιστά κῃ· τῶν ἔτι ἐς ἐμὲ τὰ ἐρείπια σόα ἦν.
163Herodotus, Historiae, 4, 143, 3; 4 (auctor c.484BC-425BC)
ἐν μὲν δὴ Πέρσησι ταῦτά μιν εἴπας ἐτίμα, τότε δὲ αὐτὸν ὑπέλιπε στρατηγὸν ἔχοντα τῆς στρατιῆς τῆς ἑωυτοῦ ὀκτὼ μυριάδας.
164Herodotus, Historiae, 4, 147, 5; 6 (auctor c.484BC-425BC)
οὗτοι ἐνέμοντο τὴν Καλλίστην καλεομένην ἐπὶ γενεάς, πρὶν ἤ Θήραν ἐλθεῖν ἐκ Λακεδαίμονος, ὀκτὼ ἀνδρῶν.
165Herodotus, Historiae, 4, 163, 3; 3 (auctor c.484BC-425BC)
« ἐπὶ μὲν τέσσερας Βᾶττους καὶ Ἀρκεσίλεως τέσσερας, ὀκτὼ ἀνδρῶν γενεάς, διδοῖ ὑμῖν Λοξίης βασιλεύειν Κυρήνης, πλέον μέντοι τούτου οὐδὲ πειρᾶσθαι παραινέει.
166Herodotus, Historiae, 4, 199, 2; 3 (auctor c.484BC-425BC)
οὕτω ἐπ' ὀκτὼ μῆνας Κυρηναίους ὀπώρη ἐπέχει.
167Herodotus, Historiae, 5, 51, 1; 1 (auctor c.484BC-425BC)
ὁ μὲν Κλεομένης ταῦτα εἴπας ἤιε ἐς τὰ οἰκία, ὁ δὲ Ἀρισταγόρης λαβὼν ἱκετηρίην ἤιε ἐς τοῦ Κλεομένεος, ἐσελθὼν δὲ ἔσω ἅτε ἱκετεύων ἐπακοῦσαι ἐκέλευε τὸν Κλεομένεα ἀποπέμψαντα τὸ παιδίον· προσεστήκεε γὰρ δὴ τῷ Κλεομένεϊ ἡ θυγάτηρ, τῇ οὔνομα ἦν Γοργώ· τοῦτο δέ οἱ καὶ μοῦνον τέκνον ἐτύγχανε ἐὸν ἐτέων ὀκτὼ ἢ ἐννέα ἡλικίην.
168Herodotus, Historiae, 6, 5, 2; 6 (auctor c.484BC-425BC)
οἳ δὲ πληρώσαντες ὀκτὼ τριήρεας ἔπλεον ἅμα Ἱστιαίῳ ἐς Βυζάντιον, ἐνθαῦτα δὲ ἱζόμενοι τὰς ἐκ τοῦ Πόντου ἐκπλεούσας τῶν νεῶν ἐλάμβανον, πλὴν ἢ ὅσοι αὐτῶν Ἱστιαίῳ ἔφασαν ἕτοιμοι εἶναι πείθεσθαι.
169Herodotus, Historiae, 6, 8, 2; 3 (auctor c.484BC-425BC)
τὸ μὲν πρὸς τὴν ἠῶ εἶχον κέρας αὐτοὶ Μιλήσιοι, νέας παρεχόμενοι ὀγδώκοντα· εἴχοντο δὲ τούτων Πριηνέες δυώδεκα νηυσὶ καὶ Μυήσιοι τρισὶ νηυσί, Μυησίων δὲ Τήιοι εἴχοντο ἑπτακαίδεκα νηυσί, Τηίων δὲ εἴχοντο Χῖοι ἑκατὸν νηυσί· πρὸς δὲ τούτοισι Ἐρυθραῖοί τε ἐτάσσοντο καὶ Φωκαέες, Ἐρυθραῖοι μὲν ὀκτὼ νέας παρεχόμενοι, Φωκαέες δὲ τρεῖς· Φωκαέων δὲ εἴχοντο Λέσβιοι νηυσὶ ἑβδομήκοντα· τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ πρὸς ἑσπέρην κέρας Σάμιοι ἑξήκοντα νηυσί.
170Herodotus, Historiae, 6, 27, 2; 1 (auctor c.484BC-425BC)
φιλέει δέ κως προσημαίνειν, εὖτ' ἂν μέλλῃ μεγάλα κακὰ ἢ πόλι ἢ ἔθνεϊ ἔσεσθαι· καὶ γὰρ Χίοισι πρὸ τούτων σημήια μεγάλα ἐγένετο· τοῦτο μέν σφι πέμψασι ἐς Δελφοὺς χορὸν νεηνιέων ἑκατὸν δύο μοῦνοι τούτων ἀπενόστησαν, τοὺς δὲ ὀκτώ τε καὶ ἐνενήκοντα αὐτῶν λοιμὸς ὑπολαβὼν ἀπήνεικε· τοῦτο δὲ ἐν τῇ πόλι τὸν αὐτὸν τοῦτον χρόνον, ὀλίγον πρὸ τῆς ναυμαχίης, παισὶ γράμματα διδασκομένοισι ἐνέπεσε ἡ στέγη, ὥστε ἀπ' ἑκατὸν καὶ εἴκοσι παίδων εἷς μοῦνος ἀπέφυγε.
171Herodotus, Historiae, 6, 112, 1; 2 (auctor c.484BC-425BC)
ἦσαν δὲ στάδιοι οὐκ ἐλάσσονες τὸ μεταίχμιον αὐτῶν ἢ ὀκτώ.
172Herodotus, Historiae, 7, 40, 4; 5 (auctor c.484BC-425BC)
ὄπισθε δὲ τούτων τῶν δέκα ἵππων ἅρμα Διὸς ἱρὸν ἐπετέτακτο, τὸ ἵπποι μὲν εἷλκον λευκοὶ ὀκτώ, ὄπισθε δὲ αὖ τῶν ἵππων εἵπετο πεζῇ ἡνίοχος ἐχόμενος τῶν χαλινῶν· οὐδεὶς γὰρ δὴ ἐπὶ τοῦτον τὸν θρόνον ἀνθρώπων ἐπιβαίνει.
173Herodotus, Historiae, 7, 87, 1; 2 (auctor c.484BC-425BC)
ἀριθμὸς δὲ τῆς ἵππου ἐγένετο ὀκτὼ μυριάδες, πάρεξ τῶν καμήλων καὶ τῶν ἁρμάτων.
174Herodotus, Historiae, 7, 184, 4; 8 (auctor c.484BC-425BC)
τοῦ δὲ πεζοῦ ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες ἐγένοντο, τῶν δὲ ἱππέων ὀκτὼ μυριάδες.
175Herodotus, Historiae, 7, 186, 2; 3 (auctor c.484BC-425BC)
οὕτω πεντακοσίας τε μυριάδας καὶ εἴκοσι καὶ ὀκτὼ καὶ χιλιάδας τρεῖς καὶ ἑκατοντάδας δύο καὶ δεκάδας δύο ἀνδρῶν ἤγαγε Ξέρξης ὁ Δαρείου μέχρι Σηπιάδος καὶ Θερμοπυλέων.
176Herodotus, Historiae, 7, 188, 1; 1 (auctor c.484BC-425BC)
ὁ δὲ δὴ ναυτικὸς στρατὸς ἐπείτε ὁρμηθεὶς ἔπλεε καὶ κατέσχε τῆς Μαγνησίης χώρης ἐς τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς, αἱ μὲν δὴ πρῶται τῶν νεῶν ὅρμεον πρὸς γῇ, ἄλλαι δ' ἐπ' ἐκείνῃσι ἐπ' ἀγκυρέων· ἅτε γὰρ τοῦ αἰγιαλοῦ ἐόντος οὐ μεγάλου, πρόκροσσαι ὁρμέοντο ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας.
177Herodotus, Historiae, 8, 1, 2; 3 (auctor c.484BC-425BC)
καὶ Χαλκιδέες ἐπλήρουν εἴκοσι, Ἀθηναίων σφι παρεχόντων τὰς νέας, Αἰγινῆται δὲ ὀκτωκαίδεκα, Σικυώνιοι δὲ δυοκαίδεκα, Λακεδαιμόνιοι δὲ δέκα, Ἐπιδαύριοι δὲ ὀκτώ, Ἐρετριέες δὲ ἑπτά, Τροιζήνιοι δὲ πέντε, Στυρέες δὲ δύο, καὶ Κήιοι δύο τε νέας καὶ πεντηκοντέρους δύο· Λοκροὶ δέ σφι οἱ Ὀπούντιοι ἐπεβοήθεον πεντηκοντέρους ἔχοντες ἑπτά.
178Herodotus, Historiae, 8, 48, 1; 2 (auctor c.484BC-425BC)
ἀριθμὸς δὲ ἐγένετο ὁ πᾶς τῶν νεῶν, πάρεξ τῶν πεντηκοντέρων, τριηκόσιαι καὶ ἑβδομήκοντα καὶ ὀκτώ.
179Herodotus, Historiae, 9, 29, 1; 1 (auctor c.484BC-425BC)
οὗτοι, πλὴν τῶν ἑπτὰ περὶ ἕκαστον τεταγμένων Σπαρτιήτῃσι, ἦσαν ὁπλῖται, σύμπαντες ἐόντες ἀριθμὸν τρεῖς τε μυριάδες καὶ ὀκτὼ χιλιάδες καὶ ἑκατοντάδες ἑπτά.
180Herodotus, Historiae, 9, 39, 1; 1 (auctor c.484BC-425BC)
ἡμέραι δέ σφι ἀντικατημένοισι ἤδη ἐγεγόνεσαν ὀκτώ, ὅτε ταῦτα ἐκεῖνος συνεβούλευε Μαρδονίῳ.
181Hieronymus Stridonensis, De viris illustribus, 23, 0654A (auctor 340-420)
Ἐπίσημά τε τεύχη, παιδεύσεως καὶ εὐγλωττίας ἀνάμεστα συνέταξε, τοῦτο μὲν τῶν θείων, τοῦτο δὲ καὶ κοσμικῶν, ἀφ' ὧν ἐστι τάδε· Στρωματεῖς ὀκτὼ, Ὑποτυπώσεων λόγοι ὀκτὼ, κατὰ τῶν Ἐθνῶν, Παιδαγωγοὶ τρεῖς, περὶ τοῦ Πάσχα εἷς, περὶ Νηστείας διάλεξις, καὶ ἕτερος ἐπιγραφόμενος Τίς ἄρα πλούσιος σωθήσεται, περὶ Κακολογίας λόγος εἷς, περὶ Κανόνων ἐκκλησιαστικῶν, καὶ κατὰ ἀκολουθούντων τῇ τῶν Ἰουδαίων πλάνῃ λόγον, ὅντινα ἰδικῶς Ἀλεξάνδρῳ ἐπισκόπῳ Ἱεροσολύμων προσεφώνησε.
182Hieronymus Stridonensis, De viris illustribus, 23, 0678B (auctor 340-420)
Κορνήλιος, Ῥώμης ἐπίσκοπος, πρὸς ὃν ὀκτὼ Κυπριανοῦ ἐπιστολαὶ τυγχάνουσιν, ἔγραψεν ἐπιστολὴν πρὸς Φλαβιανὸν Ἀντιοχείας ἐπίσκοπον περὶ τῆς συνόδου Ῥώμης, Ἰταλίας, καὶ Ἀφρικῆς, καὶ ἑτέραν περὶ Νωβατιανοῦ, καὶ τῶν ὀλισθησάντων· τρίτην περὶ τῶν ἐν τῇ συνόδῳ πραχθέντων· τετάρτην πρὸς τὸν αὐτὸν Φλαβιανὸν, πάνυ μεγάλην, καὶ τὰς αἰτίας τῆς Νωβατιανοῦ αἱρέσεως, καὶ ἀναθέματα περιέχουσαν.
183Hieronymus Stridonensis, De viris illustribus, 23, 0706B (auctor 340-420)
Κύριλλος, Ἱεροσολύμων ἐπίσκοπος, πολλάκις ἐξεωθεὶς τῆς Ἐκκλησίας, ὕστερον Θεοδοσίου βασιλεύοντος, ἐπὶ ἐνιαυτοὺς ὀκτὼ ἀσάλευτον ἔσχε τὴν ἐπισκοπὴν, οὗτινος εἰσὶ κατηχήσεις, ἃς ἐν τῇ νεότητι συνέταξεν.
184Homerus, Ilias, 2, 301; 2 (auctor fl.700BC)
ἔνθα δ' ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα, ὄζῳ ἐπ' ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες ὀκτώ, ἀτάρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα· ἔνθ' ὅ γε τούς ἐλεεινά κατήσθιε τετριγῶτας· μήτηρ δ' ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· τήν δ' ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
185Homerus, Ilias, 2, 301; 5 (auctor fl.700BC)
ὡς οὗτος κατά τέκνα φάγε στρουθοῖο καί αὐτήν ὀκτώ, ἀτάρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα, ὣς ἡμεῖς τοσσαῦτ' ἔτεα πτολεμίξομεν αὖθι, τῷ δεκάτῳ δέ πόλιν αἱρήσομεν εὐρυάγυιαν.
186Homerus, Ilias, 8, 292; 2 (auctor fl.700BC)
ὀκτώ δή προέηκα τανυγλώχινας ὀϊστούς, πάντες δ' ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν· τοῦτον δ' οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
187Homerus, Odyssea, 8, 46; 6 (auctor fl.700BC)
τοῖσιν δ' Ἀλκίνοος δυοκαίδεκα μῆλ' ἱέρευσεν, ὀκτώ δ' ἀργιόδοντας ὕας, δύο δ' εἰλίποδας βοῦς· τούς δέρον ἀμφί θ' ἕπον, τετύκοντό τε δαῖτ' ἐρατεινήν.
188Homerus, Odyssea, 22, 79; 8 (auctor fl.700BC)
ἔνθεν τέσσαρα μέν σάκε' ἔξελε, δούρατα δ' ὀκτώ καί πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας· βῆ δέ φέρων, μάλα δ' ὦκα φίλον πατέρ' εἰσαφίκανεν, αὐτός δέ πρώτιστα περί χροῒ δύσετο χαλκόν· ὣς δ' αὔτως τώ δμῶε δυέσθην τεύχεα καλά, ἔσταν δ' ἀμφ' Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
189Incertus 007, Disquisitiones dogmaticae in Lactantium, 7, 1051C
ἐν ὁκτὼ δὲ λόγοις ἡ πᾶσα αὐτῳ τῆς ματαιοπονίας σπούδη κατηνάλωται.
190Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 8; 9 (auctor c.482-565)
ὁ μὲν γὰρ ἐντὸς πέντε ἐτῶν τῆς στρατείας ἀπολυθεὶς οὐδεμίαν ἑαυτῷ ἐκδικήσει ἀλειτουργησίαν, ὁ δὲ μετὰ πέντε ἑνὸς ἐνιαυτοῦ ἔχει τουργησίαν, ὁ δὲ μετὰ ὀκτὼ διετείας, ὁ δὲ μετὰ δώδεκα τριετείας, ὁ δὲ μετὰ δεκαὲξ τετραετείας, ὁ δὲ μετὰ εἴκοσιν, ὡς προείπομεν, διηνεκῶς ἀπολυθήσεται.
191Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 13; 13 (auctor c.482-565)
ὅθεν συμβαίνει, ἐὰν ᾖ τις ἀπὸ ἑκατὸν ἑξήκοντα μιλίων τὰς διατριβὰς ποιούμενος, τούτῳ εἶναι προθεσμίαν ὄκτω καὶ τριάκοντα ἡμερῶν, ὄκτω μὲν τῶν ἑκατὸν ἑξήκοντα μιλίων, ὡς καθ´ ἑκάστην ἡμέραν εἴκοσι μιλίων ἀριθμουμένων, τριάκοντα δὲ τὰς πρὸς τὴν δικαιολογίαν.
192Iustinianus I Augustus, Adversus Origenem, 69, 0245B (auctor c.482–565)
Οἱ δὲ τριακόσιοι δέκα καὶ ὀκτὼ πατέρες ἅγιοι οἱ συναχθέντες ἐν Νικαίᾳ κατὰ Ἀρείου, καὶ τοῦτον μετὰ τῆς αὐτοῦ ἀσεβείας καταδικάσαντες, τὴν αὐτὴν ὁμολογίαν, ἢ σύμβολον καὶ [ἅγιον L.] μάθημα τῆς πίστεως παραδεδώκασι τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ· καὶ μετ' ἐκείνους οἱ ἑκατὸν πεντήκοντα ἅγιοι πατέρες οἱ συναχθέντες ἐν Κωνσταντινουπόλει κατὰ Μακεδονίου τοῦ πνευματομάχου, καὶ Μάγνου τοῦ Ἀπολιναριστοῦ, καὶ τούτους καταδικάσαντες μετὰ τῆς αὐτῶν ἀσεβείας, ἀκολουθοῦντές τε κατὰ πάντα τῷ αὐτῷ ἁγίων συμβόλῳ τῷ παρὰ τῶν τριακοσίων δεκαοκτὼ ἁγίων πατέρων παραδοθέντι, ἐτράνωσαν τὰ περὶ τῆς θεότητος τοῦ ἁγίου πνεύματος.
193Iustinianus I Augustus, Adversus Origenem, 69, 0245C (auctor c.482–565)
Καὶ πρὸς τούτοις ἀνεθεμάτισαν τοὺς ἕτερον ὅρον πίστεως ἤτοι σύμβολον· καὶ μάθημα παραδιδόντας τοῖς προσιοῦσι τῷ ἁγίῳ βαπτίσματι, ἢ ἐξ οἱασδήποτε αἱρέσεως ἐπιστρέφουσι παρὰ τὸν παραδοθέντα, ὡς εἴρηται, ὑπὸ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων, καὶ τρανωθέντα ὑπὸ τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων.
194Iustinianus I Augustus, Adversus Origenem, 69, 0257B (auctor c.482–565)
Οὗτος γὰρ πρὸς ταῖς ἄλλαις αὐτοῦ βλασφημίαις οὐκ ἡρκέσθη τῷ πρὸς τὴν ἰδίαν πλάνην παρερμηνεῦσαι τὸ σύμβολον τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων, ἀλλὰ καὶ περιφρονήσας τούτου ἕτερον σύμβολον ἐξέθετο πάσης ἀσεβείας πεπληρωμένον, ἐν ᾧ ἀναθεματίσαι τοὺς ἑτέρως φρονοῦντας, ἢ παραδιδόντας ἐτόλμησεν· ὥστε ὅσον κατὰ τὴν ἐκείνων μανίαν πάντας τοὺς ἁγίους ἀποστόλους, καὶ πατέρας κατακεκρίσθαι· τοῦτο δὲ τὸ ἀσεβὲς Θεοδώρου σύμβολον καὶ ἐν τῇ κατ' Ἔφεσον πρώτῃ συνόδῳ προκομισθὲν, καὶ ἐν Χαλκηδόνι ἀναγνωσθὲν ὑφ' ἑκατέρας συνόδου μετὰ τοῦ ἐκθεμένου καὶ τῶν δεξαμένων αὐτὸ κατεκρίθη.
195Iustinianus I Augustus, Adversus Origenem, 69, 0267C (auctor c.482–565)
Σπουδὴ μὲν γέγονεν ἀεὶ τοῖς ὀρθοδόξοις, καὶ εὐσεβῶς προβεβασιλευκόσι τοῖς ἡμετέροις πατράσι, τὰς κατά καιρὸν ἀναφυομένας αἱρέσεις διὰ συνόδων ὁσιωτάτων ἱερέων ἐκκόπτειν, καὶ τῆς ὀρθῆς πίστεως καθαρῶς κηρυττομένης ἐν εἰρήνῃ τὴν ἁγίαν τοῦ Θεοῦ ἐκκλησίαν διαφυλάττειν· διόπερ καὶ Κωνσταντῖνος ὁ μέγας, Ἀρείου βλασφημοῦντος καὶ λέγοντος, μὴ εἶναι τὸν υἱὸν ὁμοούσιον τῷ Θεῷ καὶ πατρὶ, ἀλλὰ κτίσμα καὶ ἐξ οὺκ ὄντων γεγονέναι, συναγαγὼν ἐν Νικαίᾳ τοὺς τριακοσίους δέκα καὶ ὀκτὼ πατέρας, καὶ αὐτὸς ἐκεῖ παραγενόμενος, καὶ τοῦ Ἀρείου καταδικασθέντος καὶ ἀναθεματισθέντος, ἐσπούδασε τὴν ὀρθόδοξον κρατῦναι πίστιν.
196Iustinianus I Augustus, Epistola, 69, 0313B (auctor c.482–565)
Ταῦτα δὲ ἐν τοῖς ὁρισθεῖσιν ἡ ἀγία ἐν Χαλκηδόνι σύνοδος ἐξέθετο, οὐ καινίζουσά τι περὶ τὴν ὀρθόδοξον πίστιν, ἀλλὰ διὰ πάντων ἀκολουθοῦσα τῇ ὁμολογίᾳ τῆς πίστεως, ἣν ὁ κύριος διὰ τῶν ἁγίων ἀποστόλων ἐδωρήσατο, καὶ οἱ ἅγιοι ἀπόστολοι ἐκήρυξαν, καὶ οἱ τριακόσιοι δέκα καὶ ὀκτὼ ἅγιοι πατέρες παραδεδώκασι τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ, καὶ οἱ ἑκατὸν πεντήκοντα πατέρες ἐβεβαίωσαν, σαφηνίσαντες περὶ τῆς θεότητος τοῦ ἁγίου πνεύματος.
197Iustinianus I Augustus, Epistola, 69, 0313C (auctor c.482–565)
Ἡ δὲ ἐν Χαλκηδόνι ἁγία σύνοδος καὶ ἀνεθεμάτισε τοὺς ἔτερον σύμβολον ἢ ἔκθεσιν πίστεως παραδιδόντας, παρὰ τὸ ὑπὸ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων παραδοθέν.
198Ivo Carnotensis, Decretum, 161, 0541A (auctor c.1040–1115)
ἕν, δύο, τρία, τέσσαρα, πέντε, ἑξ, ἑπτά, ὀκτώ, ἐννέα, δέκα, εἴκοσι, τριάκοντα, τεσσαράκοντα, πεντήκοντα, ἐξήκοντα, ἑβδομήκοντα, ὀγδοήκοντα, ἐννενήκοντα, ἑκατόν, διακόσια, τριακόσια, τεασσαρακόσια, πεντακόσια, ἑξακόσια, ἑπτακόσια, ὀκτακόσια, ἐνεακασια, χίλιοι.
199Leo I, Epistolae, 54, 0726A (auctor 440-461)
Τοιοῦτος ἡμῖν τανῦν ἀναπέφανται Εὐτιχὴς, ὁ πάλαι πρεσβύτερος καὶ ἀρχιμανδρίτης· ὃς μὲν τὰ ἡμέτερα δῆθεν φρονῶν, καὶ τὴν ὀρθὴν πίστιν ἐν ἑαυτῷ ἔχων, τῇ μὲν Νεστορίου δυσσεβείᾳ ἀνθεστηκὼς, καὶ τὸν πρὸς αὐτὸν πόλεμον ὑποκοριζόμενος, τὴν δὲ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων περὶ τῆς πίστεως γενομένην ἔκθεσιν, καὶ τοῦ τῆς θείας μνήμης Κυρίλλου πρὸς τε Νεστόριον γραφεῖσαν ἐπιστολὴν καὶ τὴν πρὸς τοὺς τῆς ἀνατολῆς τοῦ αὐτοῦ ὁμοίως, αἷς πάντες συνέθεντο, πειρώμενος ἀνατρέπειν, τὴν πάλαι τοῦ δυσσεβοῦς Οὐαλεντίνου καὶ Ἀπολλιναρίου κακοδοξίαν ἀνανεούμενος.
200Leo I, Epistolae, 54, 1032A (auctor 440-461)
Περὶ τοῦ φυλαχθῆναι ὁμοίως τῶν ἁγίων πατέρων τοὺς κανόνας, οἵτινες ἐν τῇ τῇς Νικαέων συνόδῳ ἀτρέπτοις δόγμασι συντέθεινται, τὴν παρατήρησιν τῆς ἡμετέρας ἁγιωσύνης ὑπομιμνήσκω, ὅπως τὰ δίκαια τῶν ἐκκλησιῶν καθῶς παρ' ἐκείνων τῶν τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων θεόθεν ἐμπνευσθέντων τετύπωται διαμείνοιεν· μηδὲν δὲ ἡ ἀναιδὴς ἀμβιτίων ἐπιθυμήσοι, μήτε δι' ἐλαττώσεως ἑτέρου αὔξησίν τινα ἑαυτῷ περιποιῆσαι θελήσειε.
201Liberius papa, Epistolae et dicta, 8, 1378C
Διὰ τὰς τῶν αἱρετικῶν μανιώδεις ὑπονοίας, οἳ οὐ παύονται ταῖς καθολικαῖς ἐκκλησίαις σκάνδαλα ἐπιφέροντες, τούτου χάριν πᾶσαν ἀφορμὴν αὐτῶν ἀναιροῦντες, ὁμολογοῦμεν τὴν σύνοδον τὴν γενομένην ἐν Λαμψάκῳ καὶ ἐν Σμύρνῃ, καὶ ἐν ἑτέροις διαφόροις τόποις τῶν ὀρθοδόξων ἐπισκόπων, ἧς συνόδου πρεσβείαν ποιούμενοι, πρὸς τὴν χρηστότητά σου καὶ πάντας τοὺς Ἰταλούς τε καὶ δυτικοὺς ἐπισκόπους γράμμα κομίζομεν, τὴν καθολικὴν πίστιν κρατεῖν καὶ φυλάττειν, ἥτις ἐν τῇ ἁγίᾳ Νικαίων συνόδῳ ἐπὶ τοῦ μακαρίου Κωνσταντίνου ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων βεβαιωθεῖσα, ἀκεραίᾳ καὶ ἀσαλεύτῳ καταστάσει ἕως νῦν καὶ διηνεκῶς διαμένει, ἐν ᾗ τὸ ὁμοούσιον ἁγίως καὶ εὐσεβῶς κεῖται ὑπεναντίως τῆς Ἀρείου διαστροφῆς.
202Liberius papa, Epistolae et dicta, 8, 1384C
Ἐπεί τε καὶ τοῦτο ὡμολόγησαν οἱ τιμιώτατοι ἀδελφοί ἡμῶν Εὐστάθιος καὶ Σιλβανὸς καὶ Θεόφιλος, ἑαυτοὺς τε, καὶ τὴν ὑμετέραν ἀγάπην, παντότε ταύτην τὴν πίστιν ἐσχηκέναι, καὶ ταύτην μέχρι τέλους διαφυλάξειν, δηλαδὴ τὴν ἐν Νικαίᾳ δοκιμασθεῖ;σαν ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ὀρθοδόξων ἐπισκόπων· ἥτις τὴν τελείαν περιέχει ἀλήθειαν καὶ πάντα τὰ τῶν αἱρετικῶν πλήθη ἐπιστομίζει τε καὶ ἀνατρέπει.
203Markos monachos, Florilegium et opuscula, Florilegium, 40; 21 (auctor fl.1260)
Δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ {Ecl 11,2}.
204Markos monachos, Florilegium et opuscula, Appendix, 43; 9 (auctor fl.1260)
Ὀκτώ εἰσι πάντες οἱ περιεκτικοὶ λογισμοί, ἤγουν γαστριμαργία, πορνεία, φιλαργυρία, ὀργή, λύπη, ἀκηδία, κενοδοξία καὶ ὑπερηφανία.
205Markos monachos, Florilegium et opuscula, Appendix, 45; 3 (auctor fl.1260)
Ὁμοῦ καὶ αὗταί εἰσιν ὀκτώ.
206Plato, Convivium, p1, 190; 2 (auctor c.425BC-347BC)
ἐπορεύετο δὲ καὶ ὀρθὸν ὥσπερ νῦν, ὁποτέρωσε βουληθείη· καὶ ὁπότε ταχὺ ὁρμήσειεν θεῖν, ὥσπερ οἱ κυβιστῶντες καὶ εἰς ὀρθὸν τὰ σκέλη περιφερόμενοι κυβιστῶσι κύκλῳ, ὀκτὼ τότε οὖσι τοῖς μέλεσιν ἀπερειδόμενοι ταχὺ ἐφέροντο κύκλῳ.
207Plato, Convivium, p1, 214; 1 (auctor c.425BC-347BC)
πλέον ἢ ὀκτὼ κοτύλας χωροῦντα.
208Plato, Epinomis, p1, 986; 3 (auctor c.425BC-347BC)
Κλεινίας πῶς λέγεις· Ἀθηναῖος ἴστε ὀκτὼ δυνάμεις τῶν περὶ ὅλον οὐρανὸν γεγονυίας ἀδελφὰς ἀλλήλων, ὧν καθεώρακα ἐγώ – καὶ οὐδὲν μέγα διαπέπραγμαι· ῥᾴδιον γὰρ καὶ ἑτέρῳ – τούτων δ' εἰσὶ τρεῖς αὗται, μία μὲν ἡλίου, μία δὲ σελήνης, μία δὲ τῶν [πλανητῶν] ἄστρων ὧν ἐμνήσθημεν ὀλίγον ἔμπροσθεν, πέντε δὲ ἕτεραι.
209Plato, Epinomis, p1, 986; 7 (auctor c.425BC-347BC)
λέγω γὰρ πάλιν ὀκτὼ μὲν εἶναι, τῶν δὲ ὀκτὼ τρεῖς μὲν εἰρῆσθαι, πέντε δ' ἔτι λοιπάς.
210Plato, Epinomis, p1, 990; 2 (auctor c.425BC-347BC)
σχεδὸν μὲν οὖν ἐστιν ἄτοπον ἀκούσαντι, τὸ δ' ὄνομα αὐτοῦ λέγομεν ἡμεῖς γε, ὅ τις οὐκ ἄν ποτε δόξειεν δι' ἀπειρίαν τοῦ πράγματος – ἀστρονομίαν – ἀγνοεῖ τε ὅτι σοφώτατον ἀνάγκη τὸν ἀληθῶς ἀστρονόμον εἶναι, μὴ τὸν καθ' Ἡσίοδον ἀστρονομοῦντα καὶ πάντας τοὺς τοιούτους, οἷον δυσμάς τε καὶ ἀνατολὰς ἐπεσκεμμένον, ἀλλὰ τὸν τῶν ὀκτὼ περιόδων τὰς ἑπτὰ περιόδους, διεξιούσης τὸν αὑτῶν κύκλον ἑκάστης οὕτως ὡς οὐκ ἂν ῥᾳδίως ποτὲ πᾶσα φύσις ἱκανὴ γένοιτο θεωρῆσαι, μὴ θαυμαστῆς μετέχουσα φύσεως.
211Plato, Epinomis, p1, 991; 2 (auctor c.425BC-347BC)
ἡ μὲν δὴ πρώτη τοῦ διπλασίου κατ' ἀριθμὸν ἓν πρὸς δύο κατὰ λόγον φερομένη, διπλάσιον δὲ ἡ κατὰ δύναμιν οὖσα· ἡ δ' εἰς τὸ στερεόν τε καὶ ἁπτὸν πάλιν αὖ διπλάσιον, ἀφ' ἑνὸς εἰς ὀκτὼ διαπορευθεῖσα· ἡ δὲ διπλασίου μὲν εἰς μέσον, ἴσως δὲ τοῦ ἐλάττονος πλέον ἔλαττόν τε τοῦ μείζονος, τὸ δ' ἕτερον τῷ αὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχον τε καὶ ὑπερεχόμενον – ἐν μέσῳ δὲ τοῦ ἓξ πρὸς τὰ δώδεκα συνέβη τό τε ἡμιόλιον καὶ ἐπίτριτον – τούτων αὐτῶν ἐν τῷ μέσῳ ἐπ' ἀμφότερα στρεφομένη τοῖς ἀνθρώποις σύμφωνον χρείαν καὶ σύμμετρον ἀπενείματο παιδιᾶς ῥυθμοῦ τε καὶ ἁρμονίας χάριν, εὐδαίμονι χορείᾳ Μουσῶν δεδομένη.
212Plato, Leges, 1b, 692; 1 (auctor c.425BC-347BC)
κατὰ γῆρας σώφρονα δύναμιν τῇ κατὰ γένος αὐθάδει ῥώμῃ, τὴν τῶν ὀκτὼ καὶ εἴκοσι γερόντων ἰσόψηφον εἰς τὰ μέγιστα τῇ τῶν βασιλέων ποιήσασα δυνάμει.
213Plato, Leges, 1k, 948; 2 (auctor c.425BC-347BC)
πρῶτον μὲν νομοφύλακες ἔστωσαν τούτου τοῦ δικαστηρίου, ἔπειτα αὐτῶν τούτων οἱ ζῶντες, πρὸς δὲ τούτοις τὸ τῶν ἐκλεκτῶν δικαστήριον, γραφέσθω δὲ ὁ γραφόμενος, ὃν ἂν γράφηται, λέγουσαν τὴν γραφὴν ἀνάξιον εἶναι τὸν καὶ τὸν τῶν ἀριστείων καὶ τῆς ἀρχῆς· καὶ ἐὰν μὲν ὁ φεύγων ἁλῷ, στερέσθω τῆς ἀρχῆς καὶ τοῦ τάφου καὶ τῶν ἄλλων τῶν δοθεισῶν αὐτῷ τιμῶν, ἐὰν δὲ ὁ διώκων μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, τινέτω ὁ μὲν τοῦ μεγίστου τιμήματος δώδεκα μνᾶς, ὀκτὼ δὲ ὁ τοῦ δευτέρου, τρίτου δὲ ἕξ, τετάρτου δὲ δύο.
214Plato, Menon, p1, 82; 20 (auctor c.425BC-347BC)
Σωκράτης πόσων οὖν ἔσται ποδῶν· Παῖς ὀκτώ.
215Plato, Menon, p1, 83; 28 (auctor c.425BC-347BC)
Σωκράτης ἔδει δὲ τὸ διπλάσιον πόσων εἶναι ποδῶν· Παῖς ὀκτώ.
216Plato, Phaedo, p1, 96; 10 (auctor c.425BC-347BC)
ᾤμην γὰρ ἱκανῶς μοι δοκεῖν, ὁπότε τις φαίνοιτο ἄνθρωπος παραστὰς μέγας σμικρῷ μείζων εἶναι αὐτῇ τῇ κεφαλῇ, καὶ ἵππος ἵππου· καὶ ἔτι γε τούτων ἐναργέστερα, τὰ δέκα μοι ἐδόκει τῶν ὀκτὼ πλέονα εἶναι διὰ τὸ δύο αὐτοῖς προσεῖναι, καὶ τὸ δίπηχυ τοῦ πηχυαίου μεῖζον εἶναι διὰ τὸ ἡμίσει αὐτοῦ ὑπερέχειν.
217Plato, Phaedo, p1, 101; 2 (auctor c.425BC-347BC)
οὐκοῦν, ἦ δ' ὅς, τὰ δέκα τῶν ὀκτὼ δυοῖν πλείω εἶναι, καὶ διὰ ταύτην τὴν αἰτίαν ὑπερβάλλειν, φοβοῖο ἂν λέγειν, ἀλλὰ μὴ πλήθει καὶ διὰ τὸ πλῆθος· καὶ τὸ δίπηχυ τοῦ πηχυαίου ἡμίσει μεῖζον εἶναι ἀλλ' οὐ μεγέθει· ὁ αὐτὸς γάρ που φόβος.
218Plato, Phaedrus, p1, 276; 4 (auctor c.425BC-347BC)
τόδε δή μοι εἰπέ· ὁ νοῦν ἔχων γεωργός, ὧν σπερμάτων κήδοιτο καὶ ἔγκαρπα βούλοιτο γενέσθαι, πότερα σπουδῇ ἂν θέρους εἰς Ἀδώνιδος κήπους ἀρῶν χαίροι θεωρῶν καλοὺς ἐν ἡμέραισιν ὀκτὼ γιγνομένους, ἢ ταῦτα μὲν δὴ παιδιᾶς τε καὶ ἑορτῆς χάριν δρῴη ἄν, ὅτε καὶ ποιοῖ· ἐφ' οἷς δὲ ἐσπούδακεν, τῇ γεωργικῇ χρώμενος ἂν τέχνῃ, σπείρας εἰς τὸ προσῆκον, ἀγαπῴη ἂν ἐν ὀγδόῳ μηνὶ ὅσα ἔσπειρεν τέλος λαβόντα· Φαῖδρος οὕτω που, ὦ Σώκρατες, τὰ μὲν σπουδῇ, τὰ δὲ ὡς ἑτέρως ἂν ᾗ λέγεις ποιοῖ.
219Plato, Respublica, 1i, 616; 6 (auctor c.425BC-347BC)
ὀκτὼ γὰρ εἶναι τοὺς σύμπαντας σφονδύλους, ἐν ἀλλήλοις ἐγκειμένους, κύκλους ἄνωθεν τὰ χείλη φαίνοντας, νῶτον συνεχὲς ἑνὸς σφονδύλου ἀπεργαζομένους περὶ τὴν ἠλακάτην· ἐκείνην δὲ διὰ μέσου τοῦ ὀγδόου διαμπερὲς ἐληλάσθαι.
220Plato, Respublica, 1i, 617; 4 (auctor c.425BC-347BC)
ἐπὶ δὲ τῶν κύκλων αὐτοῦ ἄνωθεν ἐφ' ἑκάστου βεβηκέναι Σειρῆνα συμπεριφερομένην, φωνὴν μίαν ἱεῖσαν, ἕνα τόνον· ἐκ πασῶν δὲ ὀκτὼ οὐσῶν μίαν ἁρμονίαν συμφωνεῖν.
221Plato, Timaeus, p1, 39; 3 (auctor c.425BC-347BC)
ἵνα δ' εἴη μέτρον ἐναργές τι πρὸς ἄλληλα βραδυτῆτι καὶ τάχει καὶ τὰ περὶ τὰς ὀκτὼ φορὰς πορεύοιτο, φῶς ὁ θεὸς ἀνῆψεν ἐν τῇ πρὸς γῆν δευτέρᾳ τῶν περιόδων, ὃ δὴ νῦν κεκλήκαμεν ἥλιον, ἵνα ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν μετάσχοι τε ἀριθμοῦ τὰ ζῷα ὅσοις ἦν προσῆκον, μαθόντα παρὰ τῆς ταὐτοῦ καὶ ὁμοίου περιφορᾶς.
222Plato, Timaeus, p1, 39; 5 (auctor c.425BC-347BC)
τῶν δ' ἄλλων τὰς περιόδους οὐκ ἐννενοηκότες ἄνθρωποι, πλὴν ὀλίγοι τῶν πολλῶν, οὔτε ὀνομάζουσιν οὔτε πρὸς ἄλληλα συμμετροῦνται σκοποῦντες ἀριθμοῖς, ὥστε ὡς ἔπος εἰπεῖν οὐκ ἴσασιν χρόνον ὄντα τὰς τούτων πλάνας, πλήθει μὲν ἀμηχάνῳ χρωμένας, πεποικιλμένας δὲ θαυμαστῶς· ἔστιν δ' ὅμως οὐδὲν ἧττον κατανοῆσαι δυνατὸν ὡς ὅ γε τέλεος ἀριθμὸς χρόνου τὸν τέλεον ἐνιαυτὸν πληροῖ τότε, ὅταν ἁπασῶν τῶν ὀκτὼ περιόδων τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλὴν τῷ τοῦ ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ.
223Plato, Timaeus, p1, 55; 2 (auctor c.425BC-347BC)
δεύτερον δὲ ἐκ μὲν τῶν αὐτῶν τριγώνων, κατὰ δὲ ἰσόπλευρα τρίγωνα ὀκτὼ συστάντων, μίαν ἀπεργασαμένων στερεὰν γωνίαν ἐκ τεττάρων ἐπιπέδων· καὶ γενομένων ἓξ τοιούτων τὸ δεύτερον αὖ σῶμα οὕτως ἔσχεν τέλος.
224Plato, Timaeus, p1, 55; 4 (auctor c.425BC-347BC)
καὶ τὸ μὲν ἕτερον ἀπήλλακτο τῶν στοιχείων ταῦτα γεννῆσαν, τὸ δὲ ἰσοσκελὲς τρίγωνον ἐγέννα τὴν τοῦ τετάρτου φύσιν, κατὰ τέτταρα συνιστάμενον, εἰς τὸ κέντρον τὰς ὀρθὰς γωνίας συνάγον, ἓν ἰσόπλευρον τετράγωνον ἀπεργασάμενον· ἓξ δὲ τοιαῦτα συμπαγέντα γωνίας ὀκτὼ στερεὰς ἀπετέλεσεν, κατὰ τρεῖς ἐπιπέδους ὀρθὰς συναρμοσθείσης ἑκάστης· τὸ δὲ σχῆμα τοῦ συστάντος σώματος γέγονεν κυβικόν, ἓξ ἐπιπέδους τετραγώνους ἰσοπλεύρους βάσεις ἔχον.
225Priscianus Caesarensis, Ars Prisciani, p. 291 (vol. 2), l. 1 (auctor c.500)
Ξενοφῶν Ἀγησιλάῳ· ἐκεῖνος τοίνυν, ἀγγελίας μὲν ἐλθούσης αὐτῷ, ὡς ἐν τῇ ἐν Κορίνθῳ μάχῃ ὀκτὼ μὲν Λακεδαιμονίων, ἐγγὺς δὲ μυρίων τεθνᾶσι τῶν πολεμίων.
226Remigius Antissiodorensis, De musica, 131, 0957D (auctor c.841–908)
Iambus ex dimidia elatione, id est ex brevi tempore, quae brevis est, et positione, id est arsi, quae gemina est. (Trochaeus ex duplici elatione, et positione quae brevis est.) Orthius vero, scilicet pes, qui constat ex spondaeo et dispondaeo; orthius ὄρθιος dicitur vel quasi rectus, quod ὄρθον Graece rectum dicitur vel quasi orcitus id est honestus, orcita enim Graece item dicitur honestas, qui ex tetrasemi, scilicet sicut est spondaeus, elatione, id est arsi, et octasemi, id est octo temporum, sicut est proceleusmaticus et dispondaeus; ὀκτὼ octo ( positione constabit, ita ut duodecim tempora hic pes recepisse videatur). Atque habet, scilicet ipse orthius, propinquitatem (aliquam cum iambico pede, quatuor enim primis temporibus ad iambum consonat, reliquis octo temporibus adiunctis.
227Vigilius papa, Epistolae et decreta, 69, 0063B
Ἰδόντες ὁπόσων ἀγαθῶν αἰτία ἐστὶν ἡ τοῦ Θεοῦ εἰρήνη φρουροῦσα τὰς καρδίας, καὶ τὰ νοήματα τῶν πιστῶν, καὶ συνάγουσα αὐτοὺς εἰς τὸ ἓν καὶ τὸ αὐτὸ φρονεῖν, ἐν τῇ περὶ τῆς ὀρθῆς πίστεως ὁμολογίᾳ, καὶ τῇ τῶν θείων ἐντολῶν κατορθώσει, καὶ τὸν Θεὸν εὐμενῆ καθιστῶσα τοῖς εἰς τὰ ὀρθὰ ὁμονοοῦσι· διὰ τοῦτο σπουδάζοντες τὴν ἕνωσιν φυλάξαι, πρὸς τὴν καθολικὴν καθέδραν τῆς ὑμετέρας μακαριότητος, φανερὸν ποιοῦμεν ὅτι ἀεὶ ἡμεῖς ἐφυλάξαμεν, καὶ φυλάττομεν τὴν πίστιν, τὴν ἐξαρχῆς παραδοθεῖσαν ὑπὸ τοῦ μεγάλου Θεοῦ, καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς ἁγίοις ἀποστόλοις, καὶ παρ' ἐκείνων ἐν παντὶ τῷ κόσμῳ κηρυχθεῖσαν, καὶ ὑπὸ τῶν ἀγίων πατέρων σαφηνισθεῖσαν, καὶ μάλιστα ὑπὸ τῶν ἐν ταῖς ἁγίαις τέτρασι συνόδοις συνελθόντων, οἷς διαπαντὸς, καὶ ἐν πᾶσιν ἀκολουθοῦμεν, καὶ δεχόμεθα, τουτέστι τοὺς τριακοσίους δέκα καὶ ὀκτὼ ἁγίους πατέρας τούς ἐν Νικαίᾳ συνελθόντας, καὶ τὸ ἅγιον σύμβολον, ἤτοι μάθημα τῆς πίστεως ἐκθεμένους, καὶ τὴν Ἀρείου μανίαν ἀναθεματίσαντας, καὶ τοὺς ταύτην φρονήσαντας, ἢ φρονοῦντας.