'ουδαμού' - search in All Authors, Showing 1 to 112 of 112 hits

1Agatho papa, Epistolae, 87, 1222D
Ἕνα δηλαδὴ καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ ἐκ δύο καὶ ἐν δύο οὐσίαις ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως ὑποστῆναι γινώσκομεν, οὐδαμοῦ τῆς διαφορᾶς τῶν φύσεων ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀλλὰ μᾶλλον σωζομένης τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης· οὐκ ἐν δυάδι προσώπων μεριζόμενον ἢ διαιρούμενον, οὔτε εἰς μίαν σύνθετον φύσιν συγχεόμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ Θεὸν Λόγον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὔτε ἄλλον ἐν ἄλλῳ, οὔτε ἄλλον καὶ ἄλλον, ἀλλὰ τὸν αὐτὸν τοῦτον ἐν δύο φύσεσι, τουτέστι θεότητι καὶ ἀνθρωπότητι μετὰ τὴν ὑποστατικὴν ἕνωσιν ἐπιγινώσκομεν· ἐπειδὴ οὔτε ὁ Λόγος εἰς τὴν φύσιν τῆς σαρκὸς ἐτράπη, οὔτε ἡ σάρξ εἰς τὴν τοῦ Λόγου φύσιν μετεμορφώθη· διέμεινε γὰρ ἑκάτερον ὅπερ φυσικῶς ἦν· τὴν διαφορὰν δηλονότι τῶν ἑνωθεισῶν ἐν αὐτῷ φύσεων μόνῃ θεωρίᾳ διακρίνομεν, ἐξ ὧν ἀχωρίστως, ἀσυγχύτως, καὶ ἀτρέπτως συνετέθη· εἷς γὰρ ἐξ ἑκατέρων, καὶ δι' ἑνὸς τὰ ἑκάτερα· ἐπειδὴ ἅμα εἰσὶ καὶ τὸ μέγεθος τῆς θεότητος, καὶ τὸ ταπεινὸν τῆς σαρκός· ἑκατέρας φύσεως φυλαττούσης καὶ μετὰ τὴν ἕνωσιν ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα, καὶ ἐνεργούσης ἑκατέρας μορφῆς μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε· τοῦ μὲν Λόγου κατεργαζομένου τοῦθ' ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ὅπερ ἐστὶ τοῦ σώματος· καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν.
2Agatho papa, Epistolae, 87, 1186A
Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις Πατράσιν, ἕνα, καὶ τὸν αὐτὸν ὁμολογεῖν Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν, τέλειον τὸν αὐτὸν ἐν θεότητι, καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, Θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου τῆς Θεοτόκου κατὰ τὴν ἀνθρωπότητα, ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Υἱὸν Κύριον, μονογενῆ ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἑν πρόσωπον, καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μεριζόμενον, ἢ διαιρούμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ Θεὸν Λόγον Κύριον Ἰησοῦν Χριστόν.
3Aristoteles, Physica, 3, 6; 32
] εἰ δ' ἄπειρα καὶ ἁπλᾶ, καὶ οἱ τόποι ἄπειροι, καὶ ἔσται ἄπειρα τὰ στοιχεῖα· εἰ δὲ τοῦτ' ἀδύνατον καὶ πεπερασμένοι οἱ τόποι, καὶ τὸ ὅλον [πε περάνθαι ἀναγκαῖον]· ἀδύνατον γὰρ μὴ ἀπαρτίζειν τὸν τό πον καὶ τὸ σῶμα· οὔτε γὰρ ὁ τόπος ὁ πᾶς μείζων ἢ ὅσον ἐνδέχεται τὸ σῶμα εἶναι (ἅμα δ' οὐδ' ἄπειρον ἔσται τὸ σῶμα ἔτι), οὔτε τὸ σῶμα μεῖζον ἢ ὁ τόπος· ἢ γὰρ κενὸν ἔσται τι ἢ σῶμα οὐδαμοῦ πεφυκὸς εἶναι.
4Aristoteles, Physica, 4, 1; 2
τά τε γὰρ ὄντα πάντες ὑπολαμβάνουσιν εἶναί που (τὸ γὰρ μὴ ὂν οὐδαμοῦ εἶναι· ποῦ γάρ ἐστι τραγέλαφος ἢ σφίγξ;
5Aristoteles, Physica, 4, 4; 1
ἀπορήσειε δ' ἄν τις, ἆρα καὶ αὐτό τι ἐν ἑαυτῷ ἐνδέχεται εἶναι, ἢ οὐδέν, ἀλλὰ πᾶν ἢ οὐδαμοῦ ἢ ἐν ἄλλῳ.
6Aristoteles, Physica, 4, 10; 15
ἢ οὖν οὐκ ἔστι φύσει οὐδαμοῦ οὐδενὶ φορά, ἢ εἰ τοῦτ' ἔστιν, οὐκ ἔστι κενόν.
7Aristoteles, Analytica posteriora, 2, II 5; 2 (auctor 384BC-322BC)
Οὐδαμοῦ γάρ ἀνάγκη γίνεται τό πρᾶγμα ἐκεῖνο εἶναι τωνδί ὄντων, ἀλλ᾿ ὥσπερ οὐδ᾿ ὁ ἐπάγων ἀποδείκνυσιν.
8Aristoteles, Analytica priora, 2, II 21; 19 (auctor 384BC-322BC)
Οὐδαμοῦ γάρ συμβαίνει προεπίστασθαι τό καθ᾿ ἕκαστον, ἀλλ᾿ ἅμα τῇ ἐπαγωγῇ λαμβάνειν τήν τῶν κατά μέρος ἐπιστήμην ὥσπερ ἀναγνωρίζοντας.
9Aristoteles, De caelo, 4, 5, 6; 20 (auctor 384BC-322BC)
Τοῦτο δ´ οὐ φαίνεται οὐδαμοῦ οὐδέποτε.
10Aristoteles, De interpretatione, 14; 18 (auctor 384BC-322BC)
Ἔτι δέ, εἰ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως δεῖ ἔχειν, καὶ ταύτῃ ἂν δόξειε καλῶς εἰρῆσθαι· ἢ γὰρ πανταχοῦ τὸ τῆς ἀντιφάσεως ἢ οὐδαμοῦ.
11Aristoteles, De longitudine et brevitate vitae, 3; 13 (auctor 384BC-322BC)
Καὶ διὰ τοῦτο μετατιθέμενα πολυχρονιώτερα μὲν γίνεται καὶ ὀλιγοχρονιώτερα τῆς φύσεως, ἀΐδια δ’ οὐδαμοῦ, ὅσοις ἐναντία ἐστίν· εὐθὺς γὰρ ἡ ὕλη τὸ ἐναντίον ἔχει.
12Aristoteles, Historia animalium, 2, II 11; 17 (auctor 384BC-322BC)
Σάρκα δ’ οὐδαμοῦ ἔχει πλήν πρός τῇ κεφαλῇ καί ταῖς σιαγόσιν ὀλίγα σαρκία, καί περί ἄκραν τήν τῆς κέρκου πρόσφυσιν.
13Aristoteles, Historia animalium, 2, II 11; 23 (auctor 384BC-322BC)
Σπλῆνα δ’ οὐδαμοῦ ἔχει φανερόν.
14Aristoteles, Historia animalium, 8, VIII 15; 3 (auctor 384BC-322BC)
Φωλοῦσι δέ πολλοί καί τῶν ἰχθύων, ἐπιφανέστατα δ’ ἵππουρος καί κορακῖνος τοῦ χειμῶνος· οὗτοι γάρ μόνοι οὐχ ἁλίσκονται οὐδαμοῦ πλήν κατά τινας χρόνους τακτούς καί τούς αὐτούς ἀεί, τά δέ λοιπά πάντα σχεδόν.
15Aristoteles, Historia animalium, 9, IX 5; 4 (auctor 384BC-322BC)
Ἔτι δέ ὁ ἄρρην ὅταν γένηται παχύς (γίνεται δέ σφόδρα πίων ὀπώρας οὔσης), οὐδαμοῦ ποιεῖ αὑτόν φανερόν ἀλλ’ ἐκτοπίζει ὡς διά τήν παχύτητα εὐάλωτος ὤν.
16Aristoteles, Historia animalium, 9, IX 19; 1 (auctor 384BC-322BC)
Τῶν δέ κοττύφων δύο γένη ἐστίν, ὁ μέν ἕτερος μέλας καί πανταχοῦ ὤν, ὁ δ’ ἕτερος ἔκλευκος, τό δέ μέγεθος ἴσος ἐκείνῳ, καί ἡ φωνή παραπλησία ἐκείνῳ· ἔστι δ’ οὗτος ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας, ἄλλοθι δ’ οὐδαμοῦ.
17Aristoteles, Meteorologica, 2, II 2; 24 (auctor 384BC-322BC)
Τό δέ ζητεῖν τήν ἀρχαίαν ἀπορίαν, διά τί τοσοῦτον πλῆθος ὕδατος οὐδαμοῦ φαίνεται (καθ’ ἑκάστην γάρ ἡμέραν ποταμῶν ῥεόντων ἀναριθμήτων καί τό μέγεθος ἀπλέτων οὐθέν ἡ θάλαττα γίνεται πλείων), τοῦτο οὐθέν μέν ἄτοπον ἀπορῆσαί τινας, οὐ μήν ἐπιβλέψαντί γε χαλεπόν ἰδεῖν.
18Aristoteles, Physica, 3, 5; 25 (auctor 384BC-322BC)
πεπερασμένα μὲν οὖν οὐχ οἷόν τε (ἔσται γὰρ τὰ μὲν ἄπειρα τὰ δ' οὔ, εἰ τὸ πᾶν ἄπειρον, οἷον τὸ πῦρ ἢ τὸ ὕδωρ· φθορὰ δὲ τὸ τοιοῦτον τοῖς ἐναντίοις [καθάπερ εἴρηται πρότερον · (καὶ διὰ τοῦτ' οὐθεὶς τὸ ἓν καὶ ἄπειρον πῦρ ἐποίησεν οὐδὲ γῆν τῶν φυσιολόγων, ἀλλ' ἢ ὕδωρ ἢ ἀέρα ἢ τὸ μέσον αὐτῶν, ὅτι τόπος ἑκατέρου δῆλος ἦν διωρισμένος, ταῦτα δ' ἐπαμφοτερίζει τῷ ἄνω καὶ κάτω.) εἰ δ' ἄπειρα καὶ ἁπλᾶ, καὶ οἱ τόποι ἄπειροι, καὶ ἔσται ἄπειρα τὰ στοιχεῖα· εἰ δὲ τοῦτ' ἀδύνατον καὶ πεπερασμένοι οἱ τόποι, καὶ τὸ ὅλον [πεπεράνθαι ἀναγκαῖον]· ἀδύνατον γὰρ μὴ ἀπαρτίζειν τὸν τόπον καὶ τὸ σῶμα· οὔτε γὰρ ὁ τόπος ὁ πᾶς μείζων ἢ ὅσον ἐνδέχεται τὸ σῶμα εἶναι (ἅμα δ' οὐδ' ἄπειρον ἔσται τὸ σῶμα ἔτι), οὔτε τὸ σῶμα μεῖζον ἢ ὁ τόπος· ἢ γὰρ κενὸν ἔσται τι ἢ σῶμα οὐδαμοῦ πεφυκὸς εἶναι.
19Aristoteles, Physica, 4, 1; 2 (auctor 384BC-322BC)
τά τε γὰρ ὄντα πάντες ὑπολαμβάνουσιν εἶναί που (τὸ γὰρ μὴ ὂν οὐδαμοῦ εἶναι· ποῦ γάρ ἐστι τραγέλαφος ἢ σφίγξ;) καὶ τῆς κινήσεως ἡ κοινὴ μάλιστα καὶ κυριωτάτη κατὰ τόπον ἐστίν, ἣν καλοῦμεν φοράν.
20Aristoteles, Physica, 4, 3; 10 (auctor 384BC-322BC)
ἀπορήσειε δ' ἄν τις, ἆρα καὶ αὐτό τι ἐν ἑαυτῷ ἐνδέχεται εἶναι, ἢ οὐδέν, ἀλλὰ πᾶν ἢ οὐδαμοῦ ἢ ἐν ἄλλῳ.
21Aristoteles, Physica, 4, 8; 12 (auctor 384BC-322BC)
ἢ οὖν οὐκ ἔστι φύσει οὐδαμοῦ οὐδενὶ φορά, ἢ εἰ τοῦτ' ἔστιν, οὐκ ἔστι κενόν.
22Aristoteles, Physica, 4, 8; 54 (auctor 384BC-322BC)
[ἔτι δεῖ δῆλον εἶναι οἷον κενὸν ἐν τοῖς κινουμένοις. νῦν δ' οὐδαμοῦ ἐντὸς τοῦ κόσμου· ὁ γὰρ ἀὴρ ἔστιν τι, οὐ δοκεῖ δέ γε-οὐδὲ τὸ ὕδωρ, εἰ ἦσαν οἱ ἰχθύες σιδηροῖ· τῇ ἁφῇ γὰρ ἡ κρίσις τοῦ ἁπτοῦ.] ὅτι μὲν τοίνυν οὐκ ἔστι κεχωρισμένον κενόν, ἐκ τούτων ἐστὶ δῆλον.
23Aristoteles, Politica, 1; 82 (auctor 384BC-322BC)
καίτοι ὅταν τοῦτο λέγωσιν, οὐθὲν ἄλλο ζητοῦσιν ἢ τὸ φύσει δοῦλον ὅπερ ἐξ ἀρχῆς εἴπομεν· ἀνάγκη γὰρ εἶναί τινας φάναι τοὺς μὲν πανταχοῦ δούλους τοὺς δ' οὐδαμοῦ.
24Aristoteles, Politica, 5, 1302A; 14 (auctor 384BC-322BC)
διὸ καὶ μάλιστα δύο γίνονται πολιτεῖαι, δῆμος καὶ ὀλιγαρχία· εὐγένεια γὰρ καὶ ἀρετὴ ἐν ὀλίγοις, ταῦτα δ' ἐν πλείοσιν· εὐγενεῖς γὰρ καὶ ἀγαθοὶ οὐδαμοῦ ἑκατόν, εὔποροι δὲ πολλαχοῦ.
25Aristoteles, Problemata, 27; 9 (auctor 384BC-322BC)
πῶς οὖν ὁ αὐτὸς τόπος ἀναξηραίνεται ἀμφοῖν, ᾧ διψῶμεν, καὶ τῷ φοβουμένῳ καὶ τῷ ὀργιζομένῳ; ὁ δὲ φόβος ὅτι διψητικόν, καὶ οἱ ἐν ταῖς τροπαῖς δηλοῦσιν· οὐδαμοῦ γὰρ οὕτω διψῶσιν.
26Aristoteles, Rhetorica, 3, 12, 4; 15 (auctor 384BC-322BC)
2.671-673 περὶ οὗ γὰρ πολλὰ λέγεται, ἀνάγκη καὶ πολλάκις εἰρῆσθαι· εἰ οὖν [καὶ] πολλάκις, καὶ πολλὰ δοκεῖ, ὥστε ηὔξηκεν, ἅπαξ μνησθείς, διὰ τὸν παραλογισμόν, καὶ μνήμην πεποίηκεν, οὐδαμοῦ ὕστερον αὐτοῦ λόγον ποιησάμενος.
27Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 2; 36
καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμει καὶ εἶπεν αὐτῷ Οἰκοδόμησον σεαυτῷ οἶκον ἐν Ιερουσαλημ καὶ κάθου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ·
28Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 19; 7
ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα.
29Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 21; 9
οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ’ αὐτοῖς.
30Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 23; 5
ἐὰν ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτόν, οὐδαμοῦ φανεῖται, κατεσκεύασται γὰρ αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ, καὶ ὑποστρέφει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ.
31Coelestinus I, Epistolae et decreta, 50, 0488C
Ἵνα γὰρ ἀπὸ τῶν νεαρῶν ἀρξώμεθα, τί οὐκ ἐνέβαλε ταῖς ψυχαῖς ὑμῶν ἡ παίδευσις τοῦ τῆς ἁγίας μνήμης ἐπισκόπου Ἰωάννου, οὗ ὁ λόγος εἰς πάντα τὸν κόσμον ἐξεχύθη, οἰκοδομῶν τὴν καθολικὴν πίστιν; ὃς οὐδαμοῦ κατὰ διδασκαλίαν ἀπῆν· ὅπου γὰρ δήποτε ἀνεγνώσθη, ἐκήρυξε.
32Concilia Carthaginensia, Acta, 3, 1086D (auctor fl. 257)
Καικίλλιὸς Λιβεράριος εἶπεν· Ἓν βάπτισμα ἐν μόνῃ τῇ Ἐκκλησίᾳ οἶδα, καὶ ἐκτὸς τῆς Ἐκκλησίας, οὐδαμοῦ.
33Concilia Carthaginensia, Acta, 3, 1096B (auctor fl. 257)
Σατορνῖλλος ἄλλος ἀπὸ Συκῆς εἶπεν· Οἱ ἐθνικοὶ εἰ καὶ ἒδωλα σέβονται, ὅμως τὸν Θεὸν πατέρα καὶ κτίστην ἐπιγινώσκουσι καὶ ὁμολογοῦσι δεσπότην· εἰς τοῦτων Μαρκίων βλασφημεῖ, καὶ πῶς οὐκ αισχύνονται οἱ τὸ Μαρκίωνος βάπτισμα δοκιμάζοντες; Μάρκελλος ἀπὸ Ζάμης εἶπεν· Ὁπότε ἂφεσις ἁμαρτιῶν οὐδαμοῦ, εἰ μὴ ἐν τῇ Ἐκκλησίᾳ διδοται, ὁ αἰρετικοὺς μὴ βαπτίζων, ἀμάρτωλῷ κοινωνεῖ.
34Desiderius Erasmus, Adagia, Chiliades, 1, 244; 2 (opus 1508)
Euripides ex Iphigenia in Tauris: Δειλοί δ’ εἰσίν οὐδέν οὐδαμοῦ, id est Timidi atque inertes sunt nihil videlicet.
35Desiderius Erasmus, Adagia, Chiliades, 1, 703; 6 (opus 1508)
Philostratus in vita Apollonii: Οὐδαμοῦ ἐφθέγξατο, ούδ’ ὑπήχθη γρύξαι, Id est Haudquaquam locutus est neque adduci potuit, ut vel hisceret.
36Desiderius Erasmus, Adagia, Chiliades, 2, 1083; 2 (opus 1508)
Aristophanes in Pluto: Πενία γάρ ἐστιν, ὧ πονήρ’, ἧς οὐδαμοῦ Οὐδέν πέφυκε ζῷον ἐξωλέστερον, id est Inopia nanque est, heu miser, qua scilicet Haud aliud usquam est animal exitialius.
37Desiderius Erasmus, Adagia, Chiliades, 2, 1471; 14 (opus 1508)
Meminit huiusce proverbii et Aristoteles libro De natura animantium nono, cuius verba non pigebit adscribere: Ἔτι δέ ὁ ἄρρην, ὅταν γένηται παχύς, γίνεται δέ σφόδρα πίων ὀπώρης οὔσης, οὐδαμοῦ ποιεῖ ἑαυτόν φανερόν, ἀλλ’ ἐκτοπίζει, ὡς διά τήν παχύτητα εὐάλωτος ὤν.
38Dositheus, Ars, p. 62, l. 19 (auctor c.350)
εἰς τόπον in locum, ποῖ quo, ποῦ ubi, ὧδε huc, ἐκεῖσε illuc, ἔσω intro, ἔχω foras, εἰς τὰ δεξιά dextrorsum, εἰς τὸ ἐσώτερον introrsum, εἰς τοὐπίσω retrorsum, κατ᾽ ἰδίαν seorsum, ἑκατέρωσε utroque, ὁποτέρωσε utro, ἐν οὐδενί neutro; in loco infinita, ὅπου ubi, ὁπουδήποτε ubicumque, ποῦ ubi, ἐνθάδε hic, ἐκεῖσε illic, ἐνθάδε istic, ἐκεῖ ἐπὶ τοῦ αὐτοῦ ibidem, ἔνδον intus, ἐνδοτέρω penitus, ἔξω foris, πανταχῇ passim, πούποτε usquam, οὐδαμοῦ nusquam, πούποτε alicubi, ἀμφοτέρωθι utrubi, οὐδοποτέρωσε neutrubi, ἄνω susum, κάτω deorsum, ἐκεῖ ἐν τῷ αὐτῷ ibi, μακράν longe, ὕπερθεν insuper; e loco infinita, πόθεν unde, ὁθενδήποτε undecumque, πανταχόθεν {ἐκεῖθεν} undique, ἐντεῦθεν hinc, ἐντεῦθεν ἐκεῖθεν istinc, ἐκεῖθεν inde, ἐκεῖθεν illinc, ἐκεῖθεν illim, ἐκ τοῦ αὐτοῦ indidem, ἑκατέρωθεν utrimque, ἔνδον intus, ἀλλαχόθεν aliunde, ἀπεντεῦθεν dehinc, ἄπωθεν eminus, ἐκ τοῦ σύνεγγυς comminus; per locum infinita, ποίᾳ qua, ὁποιᾳδήποτε quacumque, ταύτῃ hac, ταύτῃ ἐκεῖ ἐντεῦθεν istac, ἐκείνῃ illac, οὐδεμιᾷ nulla, ὀρθῇ εὐθείᾳ recta; per locum et e loco infinita, ἄνωθεν susum, κάτωθεν deorsum, ἐπάνωθεν supra, ὑποκάτωθεν infra, ἔξωθεν extra, ὑπέρ ultra, ἐντός cis, ἔσωθεν intra, ἐπάνωθεν desuper, ὑποκάτωθεν subter, ἐκτός extra, πρό ante, μετά post.
39Gregorius I, Prolegomena, 66, 0157B (auctor 540-604)
Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, τινὲς τῶν ἀδελφῶν εἰς διακονίαν ὑπὸ τοῦ τιμίου τούτου ἀνδρὸς ἐστάλησαν· συνέβη οὖν τοὺς σταλέντας μοναχοὺς διάστημα πολὺ τῆς ὁδοῦ διανύσαντας, καὶ μὴ φθάσαντας ἐπαναλῦσαι ἐν τῇ μονῇ ὀψίας ἤδη γενομένης, καὶ τῆς ὥρας κατεπειγούσης, καταλῦσαι πρός τινα σεμνοτάτην παρθένον, καὶ ἐν τῷ κελλίῳ αὐτῆς μεταλαβεῖν τροφῆς· Ἀπέστειλαν δὲ ἕνα τῶν ἀδελφῶν πρὸς τὸν ἡγιασμένον πατέρα Βενέδικτον πρὸς τὸ αἰτήσασθαι εὐχὴν κατὰ τὸ ἔθος, ἵνα μεταλάβωσι τροφῆς· ὁ δὲ προγνωστικὸς ἐκεῖνος πατὴρ ἠρώτησεν αὐτὸν, λέγων· « Ποῦ μετελάβετε τροφῆς; » ὁ δὲ ἀπεκρίνατο, « Οὐδαμοῦ, πάτερ· » πρὸς οὓς ὁ ἅγιος ἔφη· « Ἵνα τί οὕτω ψεύδεσθε; οὐχὶ ἐν τῷ κελλίῳ τῆσδε τῆς παρθένου κατελύσατε, καὶ τροφῆς μετελάβετε; οὐχὶ τούτων κᾀκείνων τῶν ἐδεσμάτων ἐγεύσασθε; οὐχὶ τοσαῦτα ποτήρια ἐπίετε; » Τῇ ἐπαύριον δὲ ἐπανελθόντων τῶν μοναχῶν ἐκ τῆς προσταχθείσης αὐτοῖς διακονίας, σοφῶς τε καὶ ἐπιστημόνως ὑπὸ τοῦ πατρὸς διελεγχθέντες, τὴν τε οἰκίαν τῆς γυναικὸς καὶ τὰ εἴδη τῶν Βρωμάτων, καὶ τὸ μέτρον τῶν ποτηρίων φανερώσαντες, ἑαυτοὺς καταγνόντες πρὸς τοὺς τιμίους αὐτοῦ πόδας ἔπεσαν, ἡμαρτηκέναι ὁμολογοῦντες· αὐτὸς δὲ ὁ πρᾳότατος πατὴρ εὐθέως τὸ σφάλμα αὐτοῖς συνεχώρησε, πληροφορηθεὶς τοῦτο.
40Herodotus, Historiae, 2, 150, 2; 2 (auctor c.484BC-425BC)
ἐπείτε δὲ τοῦ ὀρύγματος τούτου οὐκ ὥρων τὸν χοῦν οὐδαμοῦ ἐόντα, ἐπιμελὲς γὰρ δή μοι ἦν, εἰρόμην τοὺς ἄγχιστα οἰκέοντας τῆς λίμνης ὅκου εἴη ὁ χοῦς ὁ ἐξορυχθείς.
41Herodotus, Historiae, 5, 82, 2; 6 (auctor c.484BC-425BC)
λέγεται δὲ καὶ ὡς ἐλαῖαι ἦσαν ἄλλοθι γῆς οὐδαμοῦ κατὰ χρόνον ἐκεῖνον ἢ ἐν Ἀθήνῃσι.
42Herodotus, Historiae, 7, 166, 1; 2 (auctor c.484BC-425BC)
τὸν δὲ Ἀμίλκαν Καρχηδόνιον ἐόντα πρὸς πατρός, μητρόθεν δὲ Συρηκόσιον, βασιλεύσαντά τε κατ' ἀνδραγαθίην Καρχηδονίων, ὡς ἡ συμβολή τε ἐγίνετο καὶ ὡς ἑσσοῦτο τῇ μάχῃ, ἀφανισθῆναι πυνθάνομαι· οὔτε γὰρ ζῶντα οὔτε ἀποθανόντα φανῆναι οὐδαμοῦ γῆς· τὸ πᾶν γὰρ ἐπεξελθεῖν διζήμενον Γέλωνα.
43Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 2; 13 (auctor c.482-565)
ταῦτα δὲ καὶ ἐκ διατάξεων, αἳ περὶ τῶν τέκνων διαλέγονται, ἔστιν συναγαγεῖν· οὐδαμοῦ γὰρ ἔστιν ῥᾳδίως εὑρεῖν, ὅτι περὶ υἱῶν διαλέγεται διάταξις, ἀλλὰ περὶ τέκνων· ἡ δὲ προσηγορία αὕτη καὶ ἐπὶ τοὺς ἐγγόνους ἐκτείνεται.
44Plato, Apologia, p1, 40; 4 (auctor c.425BC-347BC)
νυνὶ δὲ συμβέβηκέ μοι ἅπερ ὁρᾶτε καὶ αὐτοί, ταυτὶ ἅ γε δὴ οἰηθείη ἄν τις καὶ νομίζεται ἔσχατα κακῶν εἶναι· ἐμοὶ δὲ οὔτε ἐξιόντι ἕωθεν οἴκοθεν ἠναντιώθη τὸ τοῦ θεοῦ σημεῖον, οὔτε ἡνίκα ἀνέβαινον ἐνταυθοῖ ἐπὶ τὸ δικαστήριον, οὔτε ἐν τῷ λόγῳ οὐδαμοῦ μέλλοντί τι ἐρεῖν.
45Plato, Apologia, p1, 40; 5 (auctor c.425BC-347BC)
καίτοι ἐν ἄλλοις λόγοις πολλαχοῦ δή με ἐπέσχε λέγοντα μεταξύ· νῦν δὲ οὐδαμοῦ περὶ ταύτην τὴν πρᾶξιν οὔτ' ἐν ἔργῳ οὐδενὶ οὔτ' ἐν λόγῳ ἠναντίωταί μοι.
46Plato, Apologia, p1, 41; 5 (auctor c.425BC-347BC)
διὰ τοῦτο καὶ ἐμὲ οὐδαμοῦ ἀπέτρεψεν τὸ σημεῖον, καὶ ἔγωγε τοῖς καταψηφισαμένοις μου καὶ τοῖς κατηγόροις οὐ πάνυ χαλεπαίνω.
47Plato, Charmides, p1, 160; 7 (auctor c.425BC-347BC)
δυοῖν γὰρ δὴ τὰ ἕτερα· ἢ οὐδαμοῦ ἡμῖν ἢ πάνυ που ὀλιγαχοῦ αἱ ἡσύχιοι πράξεις ἐν τῷ βίῳ καλλίους ἐφάνησαν ἢ αἱ ταχεῖαί τε καὶ ἰσχυραί.
48Plato, Charmides, p1, 160; 8 (auctor c.425BC-347BC)
εἰ δ' οὖν, ὦ φίλε, ὅτι μάλιστα μηδὲν ἐλάττους αἱ ἡσύχιοι τῶν σφοδρῶν τε καὶ ταχειῶν πράξεων τυγχάνουσιν καλλίους οὖσαι, οὐδὲ ταύτῃ σωφροσύνη ἂν εἴη μᾶλλόν τι τὸ ἡσυχῇ πράττειν ἢ τὸ σφόδρα τε καὶ ταχέως, οὔτε ἐν βαδισμῷ οὔτε ἐν λέξει οὔτε ἄλλοθι οὐδαμοῦ, οὐδὲ ὁ ἡσύχιος βίος [κόσμιος] τοῦ μὴ ἡσυχίου σωφρονέστερος ἂν εἴη, ἐπειδὴ ἐν τῷ λόγῳ τῶν καλῶν τι ἡμῖν ἡ σωφροσύνη ὑπετέθη, καλὰ δὲ οὐχ ἧττον τὰ ταχέα τῶν ἡσυχίων πέφανται.
49Plato, Charmides, p1, 172; 3 (auctor c.425BC-347BC)
νῦν δέ, ἦν δ' ἐγώ, ὁρᾷς ὅτι οὐδαμοῦ ἐπιστήμη οὐδεμία τοιαύτη οὖσα πέφανται.
50Plato, Convivium, p1, 174; 19 (auctor c.425BC-347BC)
ἀλλὰ Σωκράτη ἡμῖν πῶς οὐκ ἄγεις· καὶ ἐγώ, ἔφη, μεταστρεφόμενος οὐδαμοῦ ὁρῶ Σωκράτη ἑπόμενον· εἶπον οὖν ὅτι καὶ αὐτὸς μετὰ Σωκράτους ἥκοιμι, κληθεὶς ὑπ' ἐκείνου δεῦρ' ἐπὶ δεῖπνον.
51Plato, Convivium, p1, 184; 8 (auctor c.425BC-347BC)
ὅταν γὰρ εἰς τὸ αὐτὸ ἔλθωσιν ἐραστής τε καὶ παιδικά, νόμον ἔχων ἑκάτερος, ὁ μὲν χαρισαμένοις παιδικοῖς ὑπηρετῶν ὁτιοῦν δικαίως ἂν ὑπηρετεῖν, ὁ δὲ τῷ ποιοῦντι αὐτὸν σοφόν τε καὶ ἀγαθὸν δικαίως αὖ ὁτιοῦν ἂν ὑπουργῶν ὑπουργεῖν, καὶ ὁ μὲν δυνάμενος εἰς φρόνησιν καὶ τὴν ἄλλην ἀρετὴν συμβάλλεσθαι, ὁ δὲ δεόμενος εἰς παίδευσιν καὶ τὴν ἄλλην σοφίαν κτᾶσθαι, τότε δὴ τούτων συνιόντων εἰς ταὐτὸν τῶν νόμων μοναχοῦ ἐνταῦθα συμπίπτει τὸ καλὸν εἶναι παιδικὰ ἐραστῇ χαρίσασθαι, ἄλλοθι δὲ οὐδαμοῦ.
52Plato, Euthydemus, p1, 284; 9 (auctor c.425BC-347BC)
ἄλλο τι οὖν οὐδαμοῦ τά γε μὴ ὄντα ὄντα ἐστίν· οὐδαμοῦ.
53Plato, Euthydemus, p1, 292; 14 (auctor c.425BC-347BC)
Σωκράτης οἳ τί ἔσονται ἡμῖν ἀγαθοὶ καὶ τί χρήσιμοι· ἢ ἔτι λέγωμεν ὅτι ἄλλους ποιήσουσιν, οἱ δὲ ἄλλοι ἐκεῖνοι ἄλλους· ὅτι δέ ποτε ἀγαθοί εἰσιν, οὐδαμοῦ ἡμῖν φαίνονται, ἐπειδήπερ τὰ ἔργα τὰ λεγόμενα εἶναι τῆς πολιτικῆς ἠτιμάσαμεν, ἀλλ' ἀτεχνῶς τὸ λεγόμενον ὁ Διὸς Κόρινθος γίγνεται, καὶ ὅπερ ἔλεγον, τοῦ ἴσου ἡμῖν ἐνδεῖ ἢ ἔτι πλέονος πρὸς τὸ εἰδέναι τίς ποτέ ἐστιν ἡ ἐπιστήμη ἐκείνη ἣ ἡμᾶς εὐδαίμονας ποιήσει· Κρίτων νὴ τὸν Δία, ὦ Σώκρατες, εἰς πολλήν γε ἀπορίαν, ὡς ἔοικεν, ἀφίκεσθε.
54Plato, Euthydemus, p1, 297; 2 (auctor c.425BC-347BC)
ἀλλ' οὐ τοῦτο ἐρωτῶ· ἀλλ' ὡς ἄδικοί εἰσιν οἱ ἀγαθοί, ποῦ ἐγὼ τοῦτο ἔμαθον· οὐδαμοῦ, ἔφη ὁ Διονυσόδωρος.
55Plato, Gorgias, p1, 456; 6 (auctor c.425BC-347BC)
φημὶ δὲ καὶ εἰς πόλιν ὅπῃ βούλει ἐλθόντα ῥητορικὸν ἄνδρα καὶ ἰατρόν, εἰ δέοι λόγῳ διαγωνίζεσθαι ἐν ἐκκλησίᾳ ἢ ἐν ἄλλῳ τινὶ συλλόγῳ ὁπότερον δεῖ αἱρεθῆναι ἰατρόν, οὐδαμοῦ ἂν φανῆναι τὸν ἰατρόν, ἀλλ' αἱρεθῆναι ἂν τὸν εἰπεῖν δυνατόν, εἰ βούλοιτο.
56Plato, Hippias, p3, 369; 11 (auctor c.425BC-347BC)
ἐπεὶ καὶ νῦν ἐννενόηκα σοῦ λέγοντος, ὅτι ἐν τοῖς ἔπεσιν οἷς σὺ ἄρτι ἔλεγες, ἐνδεικνύμενος τὸν Ἀχιλλέα εἰς τὸν Ὀδυσσέα λέγειν ὡς ἀλαζόνα ὄντα, ἄτοπόν μοι δοκεῖ εἶναι, εἰ σὺ ἀληθῆ λέγεις, ὅτι ὁ μὲν Ὀδυσσεὺς οὐδαμοῦ
57Plato, Hippias, p3, 370; 11 (auctor c.425BC-347BC)
1.169 ταῦτα εἰπὼν τοτὲ μὲν ἐναντίον τῆς στρατιᾶς ἁπάσης, τοτὲ δὲ πρὸς τοὺς ἑαυτοῦ ἑταίρους, οὐδαμοῦ φαίνεται οὔτε παρασκευασάμενος οὔτ' ἐπιχειρήσας καθέλκειν τὰς ναῦς ὡς ἀποπλευσούμενος οἴκαδε, ἀλλὰ πάνυ γενναίως ὀλιγωρῶν τοῦ τἀληθῆ λέγειν.
58Plato, Leges, 1d, 731; 6 (auctor c.425BC-347BC)
τὰ δ' αὖ τῶν ὅσοι ἀδικοῦσιν μέν, ἰατὰ δέ, γιγνώσκειν χρὴ πρῶτον μὲν ὅτι πᾶς ὁ ἄδικος οὐχ ἑκὼν ἄδικος· τῶν γὰρ μεγίστων κακῶν οὐδεὶς οὐδαμοῦ οὐδὲν ἑκὼν κεκτῇτο ἄν ποτε, πολὺ δὲ ἥκιστα ἐν τοῖς τῶν ἑαυτοῦ τιμιωτάτοις.
59Plato, Leges, 1f, 819; 2 (auctor c.425BC-347BC)
οὐδαμοῦ γὰρ δεινὸν οὐδὲ σφοδρὸν ἀπειρία τῶν πάντων οὐδὲ μέγιστον κακόν, ἀλλ' ἡ πολυπειρία καὶ πολυμαθία μετὰ κακῆς ἀγωγῆς γίγνεται πολὺ τούτων μείζων ζημία.
60Plato, Leges, 1h, 875; 5 (auctor c.425BC-347BC)
νῦν δὲ οὐ γάρ ἐστιν οὐδαμοῦ οὐδαμῶς, ἀλλ' ἢ κατὰ βραχύ· διὸ δὴ τὸ δεύτερον αἱρετέον, τάξιν τε καὶ νόμον, ἃ δὴ τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ ὁρᾷ καὶ βλέπει, τὸ δ' ἐπὶ πᾶν ἀδυνατεῖ.
61Plato, Menon, p1, 96; 8 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν ἀρετῆς οὐδαμοῦ φαίνονται διδάσκαλοι· Μένων ἔστι ταῦτα.
62Plato, Minos, p1, 319; 13 (auctor c.425BC-347BC)
καὶ Ὀδυσσείας ἐν Νεκυίᾳ δικάζοντα χρυσοῦν σκῆπτρον ἔχοντα πεποίηκε τὸν Μίνων, οὐ τὸν Ῥαδάμανθυν· Ῥαδάμανθυν δὲ οὔτ' ἐνταῦθα δικάζοντα πεποίηκεν οὔτε συγγιγνόμενον τῷ Διὶ οὐδαμοῦ.
63Plato, Parmenides, p1, 132; 5 (auctor c.425BC-347BC)
ἀλλά, φάναι, ὦ Παρμενίδη, τὸν Σωκράτη, μὴ τῶν εἰδῶν ἕκαστον ᾖ τούτων νόημα, καὶ οὐδαμοῦ αὐτῷ προσήκῃ ἐγγίγνεσθαι ἄλλοθι ἢ ἐν ψυχαῖς· οὕτω γὰρ ἂν ἕν γε ἕκαστον εἴη καὶ οὐκ ἂν ἔτι πάσχοι ἃ νυνδὴ ἐλέγετο.
64Plato, Parmenides, p1, 138; 3 (auctor c.425BC-347BC)
καὶ μὴν τοιοῦτόν γε ὂν οὐδαμοῦ ἂν εἴη· οὔτε γὰρ ἐν ἄλλῳ οὔτε ἐν ἑαυτῷ εἴη.
65Plato, Parmenides, p1, 150; 12 (auctor c.425BC-347BC)
οὐδ' ἄρα μέγεθος ἐνέσται ἐν αὐτῷ· μεῖζον γὰρ ἄν τι εἴη ἄλλο καὶ πλὴν αὐτοῦ μεγέθους, ἐκεῖνο ἐν ᾧ τὸ μέγεθος ἐνείη, καὶ ταῦτα σμικροῦ αὐτῷ οὐκ ὄντος, οὗ ἀνάγκη ὑπερέχειν, ἐάνπερ ᾖ μέγα· τοῦτο δὲ ἀδύνατον, ἐπειδὴ σμικρότης οὐδαμοῦ ἔνι.
66Plato, Parmenides, p1, 162; 23 (auctor c.425BC-347BC)
οὐδὲ μὴν ἐν τῷ αὐτῷ ἂν στρέφοιτο· ταὐτοῦ γὰρ οὐδαμοῦ ἅπτεται.
67Plato, Phaedo, p1, 66; 9 (auctor c.425BC-347BC)
εἰ γὰρ μὴ οἷόν τε μετὰ τοῦ σώματος μηδὲν καθαρῶς γνῶναι, δυοῖν θάτερον, ἢ οὐδαμοῦ ἔστιν κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασιν· τότε
68Plato, Phaedo, p1, 70; 1 (auctor c.425BC-347BC)
τὰ δὲ περὶ τῆς ψυχῆς πολλὴν ἀπιστίαν παρέχει τοῖς ἀνθρώποις μή, ἐπειδὰν ἀπαλλαγῇ τοῦ σώματος, οὐδαμοῦ ἔτι ᾖ, ἀλλ' ἐκείνῃ τῇ ἡμέρᾳ διαφθείρηταί τε καὶ ἀπολλύηται ᾗ ἂν ὁ ἄνθρωπος ἀποθνῄσκῃ, εὐθὺς ἀπαλλαττομένη τοῦ σώματος, καὶ ἐκβαίνουσα ὥσπερ πνεῦμα ἢ καπνὸς διασκεδασθεῖσα οἴχηται διαπτομένη καὶ οὐδὲν ἔτι οὐδαμοῦ ᾖ.
69Plato, Phaedo, p1, 72; 6 (auctor c.425BC-347BC)
οὐδὲν χαλεπόν, ἦ δ' ὅς, ἐννοῆσαι ὃ λέγω· ἀλλ' οἷον εἰ τὸ καταδαρθάνειν μὲν εἴη, τὸ δ' ἀνεγείρεσθαι μὴ ἀνταποδιδοίη γιγνόμενον ἐκ τοῦ καθεύδοντος, οἶσθ' ὅτι τελευτῶντα πάντ' ἂν λῆρον τὸν Ἐνδυμίωνα ἀποδείξειεν καὶ οὐδαμοῦ ἂν φαίνοιτο διὰ τὸ καὶ τἆλλα πάντα ταὐτὸν ἐκείνῳ πεπονθέναι, καθεύδειν.
70Plato, Phaedo, p1, 84; 3 (auctor c.425BC-347BC)
ἐκ δὴ τῆς τοιαύτης τροφῆς οὐδὲν δεινὸν μὴ φοβηθῇ, [ταῦτα δ' ἐπιτηδεύσασα,] ὦ Σιμμία τε καὶ Κέβης, ὅπως μὴ διασπασθεῖσα ἐν τῇ ἀπαλλαγῇ τοῦ σώματος ὑπὸ τῶν ἀνέμων διαφυσηθεῖσα καὶ διαπτομένη οἴχηται καὶ οὐδὲν ἔτι οὐδαμοῦ ᾖ.
71Plato, Politicus, p1, 275; 13 (auctor c.425BC-347BC)
τὸν γὰρ πολιτικὸν οὐδαμοῦ συνελάβομεν οὐδ' ὠνομάσαμεν, ἀλλ' ἡμᾶς ἔλαθεν κατὰ τὴν ὀνομασίαν ἐκφυγών.
72Plato, Protagoras, p1, 324; 10 (auctor c.425BC-347BC)
ὧδε γὰρ ἐννόησον· πότερον ἔστιν τι ἓν ἢ οὐκ ἔστιν οὗ ἀναγκαῖον πάντας τοὺς πολίτας μετέχειν, εἴπερ μέλλει πόλις εἶναι· ἐν τούτῳ γὰρ αὕτη λύεται ἡ ἀπορία ἣν σὺ ἀπορεῖς ἢ ἄλλοθι οὐδαμοῦ.
73Plato, Protagoras, p1, 350; 10 (auctor c.425BC-347BC)
ἔγωγε ἐρωτηθεὶς ὑπὸ σοῦ εἰ οἱ ἀνδρεῖοι θαρραλέοι εἰσίν, ὡμολόγησα· εἰ δὲ καὶ οἱ θαρραλέοι ἀνδρεῖοι, οὐκ ἠρωτήθην – εἰ γάρ με τότε ἤρου, εἶπον ἂν ὅτι οὐ πάντες – τοὺς δὲ ἀνδρείους ὡς οὐ θαρραλέοι εἰσίν, τὸ ἐμὸν ὁμολόγημα οὐδαμοῦ ἐπέδειξας ὡς οὐκ ὀρθῶς ὡμολόγησα.
74Plato, Protagoras, p1, 350; 13 (auctor c.425BC-347BC)
ἐγὼ δὲ οὐδαμοῦ οὐδ' ἐνταῦθα ὁμολογῶ τοὺς δυνατοὺς ἰσχυροὺς εἶναι, τοὺς μέντοι ἰσχυροὺς δυνατούς·
75Plato, Respublica, 1, 335; 27 (auctor c.425BC-347BC)
οὐ γὰρ ἀληθῆ ἔλεγεν· οὐδαμοῦ γὰρ δίκαιον οὐδένα ἡμῖν ἐφάνη ὂν βλάπτειν.
76Plato, Respublica, 1, 343; 6 (auctor c.425BC-347BC)
πρῶτον μὲν ἐν τοῖς πρὸς ἀλλήλους συμβολαίοις, ὅπου ἂν ὁ τοιοῦτος τῷ τοιούτῳ κοινωνήσῃ, οὐδαμοῦ ἂν εὕροις ἐν τῇ διαλύσει τῆς κοινωνίας πλέον ἔχοντα τὸν δίκαιον τοῦ ἀδίκου ἀλλ' ἔλαττον· ἔπειτα ἐν τοῖς πρὸς τὴν πόλιν, ὅταν τέ τινες εἰσφοραὶ ὦσιν, ὁ μὲν δίκαιος ἀπὸ τῶν ἴσων πλέον εἰσφέρει, ὁ δ' ἔλαττον, ὅταν τε λήψεις, ὁ μὲν οὐδέν, ὁ δὲ πολλὰ κερδαίνει.
77Plato, Respublica, 1c, 424; 9 (auctor c.425BC-347BC)
εἶδος γὰρ καινὸν μουσικῆς μεταβάλλειν εὐλαβητέον ὡς ἐν ὅλῳ κινδυνεύοντα· οὐδαμοῦ γὰρ κινοῦνται μουσικῆς τρόποι ἄνευ πολιτικῶν νόμων τῶν μεγίστων, ὥς φησί τε Δάμων καὶ ἐγὼ πείθομαι.
78Plato, Respublica, 1f, 523; 15 (auctor c.425BC-347BC)
ἐν πᾶσι γὰρ τούτοις οὐκ ἀναγκάζεται τῶν πολλῶν ἡ ψυχὴ τὴν νόησιν ἐπερέσθαι τί ποτ' ἐστὶ δάκτυλος· οὐδαμοῦ γὰρ ἡ ὄψις αὐτῇ ἅμα ἐσήμηνεν τὸ δάκτυλον τοὐναντίον ἢ δάκτυλον εἶναι.
79Plato, Respublica, 1h, 592; 4 (auctor c.425BC-347BC)
μανθάνω, ἔφη· ἐν ᾗ νῦν διήλθομεν οἰκίζοντες πόλει λέγεις, τῇ ἐν λόγοις κειμένῃ, ἐπεὶ γῆς γε οὐδαμοῦ οἶμαι αὐτὴν εἶναι.
80Plato, Theaetetus, p1, 188; 8 (auctor c.425BC-347BC)
Σωκράτης πῶς οὖν ἂν ἔτι ψευδῆ δοξάσειεν· ἐκτὸς γὰρ τούτων ἀδύνατόν που δοξάζειν, ἐπείπερ πάντ' ἢ ἴσμεν ἢ οὐκ ἴσμεν, ἐν δὲ τούτοις οὐδαμοῦ φαίνεται δυνατὸν ψευδῆ δοξάσαι.
81Plato, Theaetetus, p1, 199; 5 (auctor c.425BC-347BC)
Σωκράτης καὶ γὰρ τοῦ μὲν ἃ ἐπίστανται μὴ ἐπίστασθαι ἀπηλλάγμεθα· ἃ γὰρ κεκτήμεθα μὴ κεκτῆσθαι οὐδαμοῦ ἔτι συμβαίνει, οὔτε ψευσθεῖσί τινος οὔτε μή.
82Plato, Theaetetus, p1, 206; 12 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν αὖ τοῦτό γε πᾶς ποιεῖν δυνατὸς θᾶττον ἢ σχολαίτερον, τὸ ἐνδείξασθαι τί δοκεῖ περὶ ἑκάστου αὐτῷ, ὁ μὴ ἐνεὸς ἢ κωφὸς ἀπ' ἀρχῆς· καὶ οὕτως ὅσοι τι ὀρθὸν δοξάζουσι, πάντες αὐτὸ μετὰ λόγου φανοῦνται ἔχοντες, καὶ οὐδαμοῦ ἔτι ὀρθὴ δόξα χωρὶς ἐπιστήμης γενήσεται.
83Plotinus, Enneades, 1, 4, 2; 10 (auctor c.205-270)
Καὶ τὸ μὲν κρῖνον βέλτιον ἢ κατὰ πάθος· λόγος γὰρ ἢ νοῦς· ἡδονὴ δὲ πάθος· οὐδαμοῦ δὲ κρεῖττον ἄλογον λόγου.
84Plotinus, Enneades, 1, 8, 2; 9 (auctor c.205-270)
Καὶ οὗτος θεῶν ἀπήμων καὶ μακάριος βίος καὶ τὸ κακὸν οὐδαμοῦ ἐνταῦθα καὶ εἰ ἐνταῦθα ἔστη, κακὸν οὐδὲν ἂν ἦν, ἀλλὰ πρῶτον καὶ δεύτερα τἀγαθὰ καὶ τρίτα· περὶ τὸν πάντων βασιλέα πάντα ἐστί, καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν, καὶ πάντα ἐστὶν ἐκείνου, καὶ δεύτερον περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα.
85Plotinus, Enneades, 2, 2, 1; 5 (auctor c.205-270)
Ποία οὖν τις; Εἰς αὑτὴν συναισθητικὴ καὶ συννοητικὴ καὶ ζωτικὴ καὶ οὐδαμοῦ ἔξω οὐδ᾽ ἄλλοθι.
86Plotinus, Enneades, 2, 7, 2; 3 (auctor c.205-270)
Ὅταν τοίνυν διὰ τοῦ ἐρίου ῥέῃ τὸ ὕδωρ ἢ βίβλος ἐκστάζῃ τὸ ἐν αὐτῇ ὕδωρ, πῶς οὐ τὸ πᾶν ὑδάτινον σῶμα δίεισι δι᾽ αὐτῆς; Ἢ καὶ ὅταν μὴ ῥέῃ, πῶς συνάψομεν τὴν ὕλην τῇ ὕλῃ καὶ τὸν ὄγκον τῷ ὄγκῳ, τὰς δὲ ποιότητας μόνας ἐν συγκράσει ποιησόμεθα; Οὐ γὰρ δὴ ἔξω τῆς βίβλου ἡ τοῦ ὕδατος ὕλη παρακείσεται οὐδ᾽ αὖ ἔν τισι διαστήμασιν αὐτῆς· πᾶσα γὰρ ὑγρά ἐστι καὶ οὐδαμοῦ ὕλη κενὴ ποιότητος.
87Plotinus, Enneades, 3, 3, 6; 5 (auctor c.205-270)
Καὶ γὰρ οὐ τοῦ μάντεως τὸ διότι, ἀλλὰ τὸ ὅτι μόνον εἰπεῖν, καὶ ἡ τέχνη ἀνάγνωσις φυσικῶν γραμμάτων καὶ τάξιν δηλούντων καὶ οὐδαμοῦ πρὸς τὸ ἄτακτον ἀποκλινόντων, μᾶλλον δὲ καταμαρτυρούσης τῆς φορᾶς καὶ εἰς φῶς ἀγούσης καὶ πρὶν παρ᾽ αὐτῶν φανῆναι, οἷος ἕκαστος καὶ ὅσα.
88Plotinus, Enneades, 3, 9, 3; 1 (auctor c.205-270)
Ἡ πᾶσα ψυχὴ οὐδαμοῦ ἐγένετο οὐδὲ ἦλθεν· οὐδὲ γὰρ ἦν ὅπου· ἀλλὰ τὸ σῶμα γειτονῆσαν μετέλαβεν αὐτῆς· διὸ οὐκ ἐν τῷ σώματι οὐδ᾽ ὁ Πλάτων φησί που, ἀλλὰ τὸ σῶμα εἰς αὐτήν.
89Plotinus, Enneades, 3, 9, 4; 3 (auctor c.205-270)
Αὐτὸ μὲν γὰρ εἰ μόνον πανταχοῦ, αὐτὸ ἂν ἦν τὰ πάντα· ἐπεὶ δὲ καὶ οὐδαμοῦ, τὰ πάντα γίνεται μὲν δι᾽ αὐτόν, ὅτι πανταχοῦ ἐκεῖνος, ἕτερα δὲ αὐτοῦ, ὅτι αὐτὸς οὐδαμοῦ.
90Plotinus, Enneades, 3, 9, 4; 4 (auctor c.205-270)
Διὰ τί οὖν οὐκ αὐτὸς μόνον πανταχοῦ καὶ αὖ πρὸς τούτῳ καὶ οὐδαμοῦ; Ὅτι δεῖ πρὸ πάντων ἓν εἶναι.
91Plotinus, Enneades, 4, 3, 11; 8 (auctor c.205-270)
Θεοὶ δέ εἰσιν οὗτοι τῷ ἀεὶ μὴ ἀποστατεῖν ἐκείνων, καὶ τῇ μὲν ἐξαρχῆς ψυχῇ προσηρτῆσθαι τῇ οἷον ἀπελθούσῃ ψυχῇ, ταύτῃ δέ, ἧιπερ καί εἰσι καὶ ὃ λέγονται, πρὸς νοῦν βλέπειν οὐδαμοῦ ψυχῆς αὐτοῖς ἢ ἐκεῖ βλεπούσης.
92Plotinus, Enneades, 4, 3, 20; 2 (auctor c.205-270)
Εἴτε γὰρ μὴ ἀφοριοῦμεν ἑκάστοις τῶν τῆς ψυχῆς, τόπον τινὰ οὐδαμοῦ οὐδὲν θέντες, οὐ μᾶλλον εἴσω τοῦ σώματος ἢ ἔξω ποιοῦντες, ἄψυχον αὐτὸ ποιήσομεν, τά τε δι᾽ ὀργάνων σωματικῶν ἔργα ὅπῃ γίγνεσθαι προσήκει εἰπεῖν ἀπορήσομεν, εἴτε τοῖς μέν, τοῖς δ᾽ οὔ, οἷς μὴ δίδομεν, οὐκ ἐν ἡμῖν αὐτὰ ποιεῖν δόξομεν, ὥστε μὴ πᾶσαν ἡμῶν τὴν ψυχὴν ἐν ἡμῖν εἶναι.
93Plotinus, Enneades, 4, 3, 23; 4 (auctor c.205-270)
Τὸ μὲν γὰρ ἔδει σώματι διδόναι, καὶ τῷ σώματος μάλιστα τῆς ἐνεργείας δεκτικῷ, τὸ δὲ σώματι οὐδαμοῦ κοινωνοῦν πάντως ἐκείνῳ κοινωνεῖν ἔδει, ὃ ψυχῆς εἶδος ἦν καὶ ψυχῆς δυναμένης τὰς παρὰ τοῦ λόγου ἀντιλήψεις ποιεῖσθαι.
94Plotinus, Enneades, 4, 3, 24; 7 (auctor c.205-270)
Ἔχουσαι δὲ σῶμα καὶ τὸ ἀντιλαμβάνεσθαι τῶν σωματικῶν κολάσεων ἔχουσι· ταῖς δὲ τῶν ψυχῶν καθαραῖς οὔσαις καὶ μηδὲν μηδαμῇ ἐφελκομέναις τοῦ σώματος ἐξ ἀνάγκης [καὶ] οὐδαμοῦ σώματος ὑπάρξει εἶναι.
95Plotinus, Enneades, 4, 4, 44; 10 (auctor c.205-270)
Οὐκ ἂν οὖν ἕλκοιτο οὐδαμοῦ.
96Plotinus, Enneades, 4, 6, 3; 14 (auctor c.205-270)
Τούτου δὲ τοὐναντίον φαίνεται συμβαῖνον· οὐδαμοῦ γὰρ ἡ πρὸς ὁτιοῦν γυμνασία εὐπαθὲς τὸ γυμνασάμενον ποιεῖ· ἐπεὶ καὶ ἐπὶ τῶν αἰσθήσεων οὐ τὸ ἀσθενὲς ὁρᾷ οἷον ὀφθαλμός, ἀλλ᾽ ὅτῳ δύναμίς ἐστιν εἰς ἐνέργειαν πλείων.
97Plotinus, Enneades, 5, 1, 4; 7 (auctor c.205-270)
Ἔχει οὖν [ἐν τῷ αὐτῷ] πάντα ἑστῶτα ἐν τῷ αὐτῷ, καὶ ἔστι μόνον, καὶ τὸ ἔστιν ἀεί, καὶ οὐδαμοῦ τὸ μέλλον – ἔστι γὰρ καὶ τότε – οὐδὲ τὸ παρεληλυθός – οὐ γάρ τι ἐκεῖ παρελήλυθεν – ἀλλ᾽ ἐνέστηκεν ἀεὶ ἅτε τὰ αὐτὰ ὄντα οἷον ἀγαπῶντα ἑαυτὰ οὕτως ἔχοντα.
98Plotinus, Enneades, 5, 2, 2; 6 (auctor c.205-270)
Οὐδαμοῦ οὖν οὖσα, ἀλλ᾽ ἐν τῷ ὃ μηδαμοῦ, καὶ πανταχοῦ οὕτως ἐστίν.
99Plotinus, Enneades, 5, 5, 6; 7 (auctor c.205-270)
Τοῦτο δὲ ποιοῦν οὐδαμοῦ αὐτὸ περιλαμβάνει· γελοῖον γὰρ ζητεῖν ἐκείνην τὴν ἄπλετον φύσιν περιλαμβάνειν· ὁ γὰρ τοῦτο βουλόμενος ποιεῖν ἀπέστησεν αὑτὸν καὶ τοῦ ὁπωσοῦν καὶ κατὰ βραχὺ εἰς ἴχνος αὐτοῦ ἰέναι· ἀλλ᾽ ὥσπερ τὴν νοητὴν φύσιν βουλόμενος ἰδεῖν οὐδεμίαν φαντασίαν αἰσθητοῦ ἔχων θεάσεται ὅ ἐστιν ἐπέκεινα τοῦ αἰσθητοῦ, οὕτω καὶ ὁ θεάσασθαι θέλων τὸ ἐπέκεινα τοῦ νοητοῦ τὸ νοητὸν πᾶν ἀφεὶς θεάσεται, ὅτι μὲν ἔστι διὰ τούτου μαθών, οἷον δ᾽ ἐστὶ τοῦτο ἀφείς.
100Plotinus, Enneades, 5, 5, 8; 1 (auctor c.205-270)
Ἢ οὐ δεῖ ζητεῖν πόθεν· οὐ γάρ ἐστι τὸ πόθεν· οὔτε γὰρ ἔρχεται οὔτε ἄπεισιν οὐδαμοῦ, ἀλλὰ φαίνεταί τε καὶ οὐ φαίνεται· διὸ οὐ χρὴ διώκειν, ἀλλ᾽ ἡσυχῇ μένειν, ἕως ἂν φανῇ, παρασκευάσαντα ἑαυτὸν θεατὴν εἶναι, ὥσπερ ὀφθαλμὸς ἀνατολὰς ἡλίου περιμένει· ὁ δὲ ὑπερφανεὶς τοῦ ὁρίζοντος – ἐξ ὠκεανοῦ φασιν οἱ ποιηταί – ἔδωκεν ἑαυτὸν θεάσασθαι τοῖς ὄμμασιν.
101Plotinus, Enneades, 5, 5, 8; 7 (auctor c.205-270)
Θαῦμα δή, πῶς οὐκ ἐλθὼν πάρεστι, καὶ πῶς οὐκ ὢν οὐδαμοῦ οὐδαμοῦ οὐκ ἔστιν ὅπου μὴ ἔστιν.
102Plotinus, Enneades, 5, 5, 9; 5 (auctor c.205-270)
Εἰ δὲ μὴ ἔχεται, οὐκ ἔστιν· ὥστε ἔστι καὶ οὐκ ἔστι, τῷ μὲν μὴ περιέχεσθαι οὐκ οὖσα, τῷ δ᾽ εἶναι παντὸς ἐλευθέρα οὐδαμοῦ κωλυομένη εἶναι.
103Plotinus, Enneades, 6, 1, 6; 1 (auctor c.205-270)
Τὸ δὲ πρός τι οὕτως ἐπισκεπτέον, εἴ τις κοινότης γενικὴ ἐν αὐτῷ ὑπάρχει ἢ ἄλλον τρόπον εἰς ἕν, καὶ μάλιστα ἐπὶ τούτου, εἰ ὑπόστασίς τις ἡ σχέσις ἐστὶν αὕτη, ὥσπερ ὁ δεξιὸς καὶ ἀριστερὸς καὶ τὸ διπλάσιον καὶ τὸ ἥμισυ, ἢ ἐπὶ μὲν τῶν ἐστιν, ὥσπερ ἐπὶ τοῦ ὕστερον λεχθέντος, ἐπὶ δὲ τοῦ πρότερον λεχθέντος οὐδεμία, ἢ οὐδαμοῦ τοῦτο.
104Plotinus, Enneades, 6, 3, 17; 3 (auctor c.205-270)
Ἐπεὶ δὲ τὰς διαφορὰς τὰς περὶ τὴν οὐσίαν ποιότησι διαιρούμεθα καὶ τὰς ἐνεργείας καὶ τὰς πράξεις καλὰς ἢ αἰσχρὰς καὶ ὅλως τοιάσδε – τὸ γὰρ ποσὸν ἢ ὀλιγάκις εἰς τὰς διαφορὰς τὰς εἴδη ποιούσας ἢ οὐδαμοῦ – καὶ τὸ ποσὸν δὲ ποιότησι ταῖς αὐτῶν οἰκείαις, πῶς ἄν τις καὶ τὸ ποιὸν διέλοι κατ᾽ εἴδη, ἀπορήσειεν ἄν τις, ποίαις χρώμενος διαφοραῖς καὶ ἐκ ποίου γένους.
105Plotinus, Enneades, 6, 5, 7; 7 (auctor c.205-270)
Εἰ δέ τις ἐπιστραφῆναι δύναιτο ἢ παρ᾽ αὐτοῦ ἢ τῆς Ἀθηνᾶς αὐτῆς εὐτυχήσας τῆς ἕλξεως, θεόν τε καὶ αὑτὸν καὶ τὸ πᾶν ὄψεται· ὄψεται δὲ τὰ μὲν πρῶτα οὐχ ὡς τὸ πᾶν, εἶτ᾽ οὐκ ἔχων ὅπῃ αὑτὸν στήσας ὁριεῖ καὶ μέχρι τίνος αὐτός ἐστιν, ἀφεὶς περιγράφειν ἀπὸ τοῦ ὄντος ἅπαντος αὑτὸν εἰς ἅπαν τὸ πᾶν ἥξει προελθὼν οὐδαμοῦ, ἀλλ᾽ αὐτοῦ μείνας, οὗ ἵδρυται τὸ πᾶν.
106Plotinus, Enneades, 6, 5, 9; 6 (auctor c.205-270)
Εἴπερ οὖν ἀληθεύσει τὸ ἓν τοῦτο, καθ᾽ οὗ δὴ καὶ κατηγορεῖν ἐστιν ὡς οὐσίας τὸ ἕν, δεῖ αὐτὸ φανῆναι τρόπον τινὰ τὴν ἐναντίαν αὐτῷ φύσιν ἔχον τὴν τοῦ πλήθους ἐν τῇ δυνάμει, τῷ δὲ μὴ ἔξωθεν αὖ τὸ πλῆθος τοῦτο ἔχειν, ἀλλὰ παρ᾽ αὐτοῦ καὶ ἐξ αὐτοῦ, τούτῳ ἓν ὄντως εἶναι, καὶ ἐν τῷ ἑνὶ ἔχειν τὸ εἶναι ἄπειρόν τε καὶ πλῆθος, τοιοῦτον δὲ ὂν πανταχοῦ ὅλον φαίνεσθαι ἕνα λόγον ὄντα ἑαυτὸν περιέχοντα, καὶ τὸν περιέχοντα αὐτὸν εἶναι, καὶ τὸν περιέχοντα αὐτὸν οὐδαμοῦ αὐτοῦ ἀποστατοῦντα, ἀλλ᾽ ἐν αὐτῷ πανταχοῦ ὄντα.
107Plotinus, Enneades, 6, 5, 11; 3 (auctor c.205-270)
Ἀλλὰ οὖσα πρώτη φύσις καὶ οὐ μετρηθεῖσα οὐδὲ ὁρισθεῖσα ὁπόσον δεῖ εἶναι – ταύτῃ γὰρ αὖ [ἡ] ἑτέρα μετρηθήσεται – πᾶσά ἐστι δύναμις οὐδαμοῦ τοσήδε.
108Plotinus, Enneades, 6, 7, 13; 20 (auctor c.205-270)
Ἀεὶ δ᾽ ἔχων τὴν αὐτὴν διὰ τῶν οὐκ αὐτῶν διέξοδον, ὅτι μὴ ἀμείβει, ἀλλὰ σύνεστι τοῖς ἄλλοις τὸ ὡσαύτως καὶ κατὰ ταὐτά· ἐὰν γὰρ μὴ περὶ τὰ ἄλλα τὰ ὡσαύτως καὶ κατὰ τὰ αὐτά, ἀργεῖ πάντη καὶ τὸ ἐνεργείαι καὶ ἡ ἐνέργεια οὐδαμοῦ.
109Plotinus, Enneades, 6, 8, 16; 1 (auctor c.205-270)
Ἐπεὶ δέ φαμεν καὶ δοκεῖ πανταχοῦ τε εἶναι τοῦτο καὶ αὖ εἶναι οὐδαμοῦ, τοῦτό τοι χρὴ ἐνθυμηθῆναι καὶ νοῆσαι, οἷον δεῖ καὶ ἐντεῦθεν σκοπουμένοις θέσθαι περὶ ὧν ζητοῦμεν.
110Plotinus, Enneades, 6, 8, 16; 2 (auctor c.205-270)
Εἰ γὰρ μηδαμοῦ, οὐδαμοῦ συμβέβηκε, καὶ εἰ πανταχοῦ, ὅσος ἐστὶν αὐτός, τοσοῦτος πανταχοῦ· ὥστε τὸ πανταχοῦ καὶ τὸ πάντη αὐτός, οὐκ ἐν ἐκείνῳ ὢν τῷ πανταχοῦ, ἀλλ᾽ αὐτὸς ὢν τοῦτο καὶ δοὺς εἶναι τοῖς ἄλλοις ἐν τῷ πανταχοῦ παρακεῖσθαι.
111Priscianus Caesarensis, Ars Prisciani, p. 336 (vol. 2), l. 22 (auctor c.500)
Πλάτων in eodem: οὐδὲ ταύτῃ σωφροσύνης ἂν εἴη μᾶλλόν τι τὸ ἡσυχῇ πράττειν ἢ τὸ σφόδρα τε καὶ ταχέως, οὔτε ἐν βαδισμῷ οὔτε ἐν λέξει οὔτε ἄλλοθι οὐδαμοῦ.
112Priscianus Caesarensis, Ars Prisciani, p. 339 (vol. 2) (auctor c.500)
illi οὐδαμοῦ τοπικόν.