'ούνεκα' - search in All Authors, Showing 1 to 50 of 50 hits

1Aristoteles, Athenaion Politeia, p2, 12, 4; 11 (auctor 384BC-322BC)
34 πάλιν δὲ καὶ περὶ τῆς ἀποκοπῆς τῶν χρεῶν καὶ τῶν δουλευόντων μὲν πρότερον, ἐλευθερωθέντων δὲ διὰ τὴν σεισάχθειαν· ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγον δῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην· συμμαρτυροίη ταῦτ' ἂν ἐν δίκῃ Χρόνου μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε ὅρους ἀνεῖλον πολλαχῇ πεπηγότας, πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα.
2Aulus Gellius, Noctes Atticae, 15, 20, 7; 10 (auctor c.125–c.180)
Eius odii in mulieres Aristophanes quoque meminit ἐν ταῖς τροτέραις θεσμοφοριαζούσαις in his versibus: νῦν οὖν ἁπάσαισιν παραινῶ καί λέγω, τοῦτον κολάσαι τόν ἄνδρα πολλῶν οὕνεκα.
3Desiderius Erasmus, Adagia, Chiliades, 1, 156; 4 (opus 1508)
Quem locum imitans Theocritus, auctore Plutarcho, scripsit in Bucolicis: Οὕνεκα οἱ γλυκύ μοῦσα κατά στόματος χέε νέκταρ, id est: Propterea quod in os illi praedulce camoena Infudit nectar.
4Desiderius Erasmus, Adagia, Chiliades, 1, 333; 3 (opus 1508)
Theognis: Οὕνεκα νῦν φερόμεσθα καθ’ ἱστία λευκά βαλόντες, id est Quare nunc ferimur tendentes carbasa ventis.
5Desiderius Erasmus, Adagia, Chiliades, 1, 613; 11 (opus 1508)
Ἡ δ’ Ἄτη σθεναρή τε καί ἀρτίπος οὕνεκα πάσας Πολλόν ὑπεκροθέει, φθάνει δέ τε πᾶσαν ἐπ’ αἷαν Βλάπτουσ’ ἀνθρώπους· αἱ δ’ ἐξακέονται ὀπίσσω.
6Desiderius Erasmus, Adagia, Chiliades, 2, 1538; 9 (opus 1508)
Σίνος οὕνεκα ; λέξεις.
7Desiderius Erasmus, Adagia, Chiliades, 3, 2813; 3 (opus 1508)
Οὕνεκά τοι περί δῶκε θεός πολεμήϊα ἔργα, Σοὔνεκα τῆ βουλῆ ἐθέλεις περιἹδμεναι ἄλλων; Ἄλλῳ μέν γάρ ἔδωκε θεός πολεμήϊα ἔργα, Ἄλλῳ δ’ὀρχηστύν, ἑτέρῳ κίθαριν καί ἀοιδήν, Ἄλλῳ δ’ ἐν στήθεσσι τίθει νόον εὐρύοπα Ζεύς Ἐσθλόν, id est Hector, non potis es deflectere pectora dictis, An quia dii donant factis praecellere belli, Vis in concilio reliquos praecedere sensu ?
8Hesiodus, Opera et dies, 109; 7 (auctor fl.c.700BC)
τοὺς μὲν ἔπειτα Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
9Hesiodus, Theogonia, 63; 6 (auctor fl.c.700BC)
ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων, τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην, τοῦ δ' ἔπε' ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας ἰθείῃσι δίκῃσιν· ὃ δ' ἀσφαλέως ἀγορεύων αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν· τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.
10Hesiodus, Theogonia, 207; 6 (auctor fl.c.700BC)
Νηρέα δ' ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος, πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα, οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν· αὖτις δ' αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον Εὐρυβίην τ' ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
11Hesiodus, Theogonia, 453; 3 (auctor fl.c.700BC)
πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος, οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς· τῷ ὅ γ' ἄρ' οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων παῖδας ἑοὺς κατέπινε· Ῥέην δ' ἔχε πένθος ἄλαστον.
12Homerus, Ilias, 1, 1; 2 (auctor fl.700BC)
τίς τ' ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι· Λητοῦς καί Διός υἱός· ὃ γάρ βασιλῆϊ χολωθείς νοῦσον ἀνά στρατόν ὄρσε κακήν, ὀλέκοντο δέ λαοί, οὕνεκα τόν Χρύσην ἠτίμασεν ἀρητῆρα Ἀτρεΐδης· ὃ γάρ ἦλθε θοάς ἐπί νῆας Ἀχαιῶν λυσόμενός τε θύγατρα φέρων τ' ἀπερείσι' ἄποινα, στέμματ' ἔχων ἐν χερσίν ἑκηβόλου Ἀπόλλωνος χρυσέῳ ἀνά σκήπτρῳ, καί λίσσετο πάντας Ἀχαιούς, Ἀτρεΐδα δέ μάλιστα δύω, κοσμήτορε λαῶν· Ἀτρεΐδαι τε καί ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί, ὑμῖν μέν θεοί δοῖεν Ὀλύμπια δώματ' ἔχοντες ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ' οἴκαδ' ἱκέσθαι· παῖδα δ' ἐμοί λύσαιτε φίλην, τά δ' ἄποινα δέχεσθαι, ἁζόμενοι Διός υἱόν ἑκηβόλον Ἀπόλλωνα.
13Homerus, Ilias, 3, 38; 2 (auctor fl.700BC)
ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοί φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλόν εἶδος ἔπ', ἀλλ' οὐκ ἔστι βίη φρεσίν οὐδέ τις ἀλκή.
14Homerus, Ilias, 3, 383; 3 (auctor fl.700BC)
ὣς φάτο, τῇ δ' ἄρα θυμόν ἐνί στήθεσσιν ὄρινε· καί ῥ' ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρήν στήθεά θ' ἱμερόεντα καί ὄμματα μαρμαίροντα, θάμβησέν τ' ἄρ' ἔπειτα ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν· ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, εἴ τίς τοι καί κεῖθι φίλος μερόπων ἀνθρώπων· οὕνεκα δή νῦν δῖον Ἀλέξανδρον Μενέλαος νικήσας ἐθέλει στυγερήν ἐμέ οἴκαδ' ἄγεσθαι, τοὔνεκα δή νῦν δεῦρο δολοφρονέουσα παρέστης· ἧσο παρ' αὐτόν ἰοῦσα, θεῶν δ' ἀπόεικε κελεύθου, μηδ' ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον, ἀλλ' αἰεί περί κεῖνον ὀΐζυε καί ἑ φύλασσε, εἰς ὅ κέ σ' ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
15Homerus, Ilias, 4, 50; 3 (auctor fl.700BC)
ἀλλά χρή καί ἐμόν θέμεναι πόνον οὐκ ἀτέλεστον· καί γάρ ἐγώ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί, καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, ἀμφότερον γενεῇ τε καί οὕνεκα σή παράκοιτις κέκλημαι, σύ δέ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις.
16Homerus, Ilias, 9, 89; 3 (auctor fl.700BC)
αὐτάρ ἐπεί πόσιος καί ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν Νέστωρ, οὗ καί πρόσθεν ἀρίστη φαίνετο βουλή· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καί μετέειπεν· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ἐν σοί μέν λήξω, σέο δ' ἄρξομαι, οὕνεκα πολλῶν λαῶν ἐσσι ἄναξ καί τοι Ζεύς ἐγγυάλιξε σκῆπτρόν τ' ἠδέ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.
17Homerus, Ilias, 9, 492; 5 (auctor fl.700BC)
ἣ δ' ἄτη σθεναρή τε καί ἀρτίπος, οὕνεκα πάσας πολλόν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ' αἶαν βλάπτουσ' ἀνθρώπους· αἳ δ' ἐξακέονται ὀπίσσω.
18Homerus, Ilias, 11, 616; 3 (auctor fl.700BC)
τοῖσι δέ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη, τήν ἄρετ' ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς, θυγατέρ' Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοί ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
19Homerus, Ilias, 11, 655; 7 (auctor fl.700BC)
καί τά μέν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω ἐννύχιοι προτί ἄστυ· γεγήθει δέ φρένα Νηλεύς, οὕνεκά μοι τύχε πολλά νέῳ πόλεμον δέ κιόντι.
20Homerus, Ilias, 13, 723; 2 (auctor fl.700BC)
οὕνεκά τοι περί δῶκε θεός πολεμήϊα ἔργα τοὔνεκα καί βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων· ἀλλ' οὔ πως ἅμα πάντα δυνήσεαι αὐτός ἑλέσθαι.
21Homerus, Ilias, 14, 103; 3 (auctor fl.700BC)
τοῖσι δέ καί μετέειπε βοήν ἀγαθός Διομήδης· ἐγγύς ἀνήρ· οὐ δηθά ματεύσομεν· αἴ κ' ἐθέλητε πείθεσθαι, καί μή τι κότῳ ἀγάσησθε ἕκαστος οὕνεκα δή γενεῆφι νεώτατός εἰμι μεθ' ὑμῖν· πατρός δ' ἐξ ἀγαθοῦ καί ἐγώ γένος εὔχομαι εἶναι Τυδέος, ὃν Θήβῃσι χυτή κατά γαῖα καλύπτει.
22Homerus, Ilias, 18, 360; 2 (auctor fl.700BC)
καί μέν δή πού τις μέλλει βροτός ἀνδρί τελέσσαι, ὅς περ θνητός τ' ἐστί καί οὐ τόσα μήδεα οἶδε· πῶς δή ἔγωγ', ἥ φημι θεάων ἔμμεν ἀρίστη, ἀμφότερον γενεῇ τε καί οὕνεκα σή παράκοιτις κέκλημαι, σύ δέ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις, οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακά ῥάψαι· ὣς οἳ μέν τοιαῦτα πρός ἀλλήλους ἀγόρευον· Ἡφαίστου δ' ἵκανε δόμον Θέτις ἀργυρόπεζα ἄφθιτον ἀστερόεντα μεταπρεπέ' ἀθανάτοισι χάλκεον, ὅν ῥ' αὐτός ποιήσατο κυλλοποδίων.
23Homerus, Ilias, 20, 373; 10 (auctor fl.700BC)
τόν δ' οὔ τι πατήρ εἴασκε μάχεσθαι, οὕνεκά οἱ μετά παισί νεώτατος ἔσκε γόνοιο, καί οἱ φίλτατος ἔσκε, πόδεσσι δέ πάντας ἐνίκα δή τότε νηπιέῃσι ποδῶν ἀρετήν ἀναφαίνων θῦνε διά προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
24Homerus, Ilias, 23, 351; 9 (auctor fl.700BC)
τοῖο δ' ἀπ' ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, οὕνεκα τάς μέν ὅρα ἔτι καί πολύ μᾶλλον ἰούσας, οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.
25Homerus, Ilias, 23, 624; 4 (auctor fl.700BC)
οἴοισίν μ' ἵπποισι παρήλασαν Ἀκτορίωνε πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περί νίκης, οὕνεκα δή τά μέγιστα παρ' αὐτόθι λείπετ' ἄεθλα.
26Homerus, Odyssea, 3, 51; 1 (auctor fl.700BC)
ὣς εἰπών ἐν χειρί τίθει δέπας ἡδέος οἴνου· χαῖρε δ' Ἀθηναίη πεπνυμένῳ ἀνδρί δικαίῳ, οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον· αὐτίκα δ' εὔχετο πολλά Ποσειδάωνι ἄνακτι· " κλῦθι, Ποσείδαον γαιήοχε, μηδέ μεγήρῃς ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
27Homerus, Odyssea, 3, 51; 3 (auctor fl.700BC)
δός δ' ἔτι Τηλέμαχον καί ἐμέ πρήξαντα νέεσθαι, οὕνεκα δεῦρ' ἱκόμεσθα θοῇ σύν νηί μελαίνῃ.
28Homerus, Odyssea, 4, 481; 1 (auctor fl.700BC)
" ὣς ἔφατ', αὐτάρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ, οὕνεκά μ' αὖτις ἄνωγεν ἐπ' ἠεροειδέα πόντον Αἴγυπτόνδ' ἰέναι, δολιχήν ὁδόν ἀργαλέην τε.
29Homerus, Odyssea, 5, 192; 7 (auctor fl.700BC)
" τήν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· " πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καί αὐτός πάντα μάλ', οὕνεκα σεῖο περίφρων Πηνελόπεια εἶδος ἀκιδνοτέρη μέγεθός τ' εἰσάντα ἰδέσθαι· ἡ μέν γάρ βροτός ἐστι, σύ δ' ἀθάνατος καί ἀγήρως.
30Homerus, Odyssea, 7, 1; 3 (auctor fl.700BC)
αὐτή δ' ἐς θάλαμον ἑόν ἤιε· δαῖε δέ οἱ πῦρ γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα, τήν ποτ' Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι· Ἀλκινόῳ δ' αὐτήν γέρας ἔξελον, οὕνεκα πᾶσιν Φαιήκεσσιν ἄνασσε, θεοῦ δ' ὣς δῆμος ἄκουεν· ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
31Homerus, Odyssea, 7, 287; 6 (auctor fl.700BC)
" τόν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· " ξεῖν', ἦ τοι μέν τοῦτο γ' ἐναίσιμον οὐκ ἐνόησε παῖς ἐμή, οὕνεκά σ' οὔ τι μετ' ἀμφιπόλοισι γυναιξίν ἦγεν ἐς ἡμέτερον, σύ δ' ἄρα πρώτην ἱκέτευσας.
32Homerus, Odyssea, 8, 199; 11 (auctor fl.700BC)
τῷ ῥα καί αἶψ' ἔθανεν μέγας Εὔρυτος, οὐδ' ἐπί γῆρας ἵκετ' ἐνί μεγάροισι· χολωσάμενος γάρ Ἀπόλλων ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
33Homerus, Odyssea, 8, 295; 8 (auctor fl.700BC)
οὐ μέν σφεας ἔτ' ἔολπα μίνυνθά γε κειέμεν οὕτως καί μάλα περ φιλέοντε· τάχ' οὐκ ἐθελήσετον ἄμφω εὕδειν· ἀλλά σφωε δόλος καί δεσμός ἐρύξει, εἰς ὅ κέ μοι μάλα πάντα πατήρ ἀποδῷσιν ἔεδνα, ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης, οὕνεκά οἱ καλή θυγάτηρ, ἀτάρ οὐκ ἐχέθυμος.
34Homerus, Odyssea, 8, 550; 4 (auctor fl.700BC)
ἀλλά τόδ' ὥς ποτε πατρός ἐγών εἰπόντος ἄκουσα Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάων' ἀγάσασθαι ἡμῖν, οὕνεκα πομποί ἀπήμονές εἰμεν ἁπάντων.
35Homerus, Odyssea, 9, 193; 1 (auctor fl.700BC)
" δή τότε τούς ἄλλους κελόμην ἐρίηρας ἑταίρους αὐτοῦ πάρ νηί τε μένειν καί νῆα ἔρυσθαι, αὐτάρ ἐγώ κρίνας ἑτάρων δυοκαίδεκ' ἀρίστους βῆν· ἀτάρ αἴγεον ἀσκόν ἔχον μέλανος οἴνοιο ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός, ἱρεύς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει, οὕνεκά μιν σύν παιδί περισχόμεθ' ἠδέ γυναικί ἁζόμενοι· ᾤκει γάρ ἐν ἄλσεϊ δενδρήεντι Φοίβου Ἀπόλλωνος.
36Homerus, Odyssea, 11, 486; 4 (auctor fl.700BC)
εἰπέ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι, ἢ ἔτ' ἔχει τιμήν πολέσιν μετά Μυρμιδόνεσσιν, ἦ μιν ἀτιμάζουσιν ἀν' Ἑλλάδα τε Φθίην τε, οὕνεκά μιν κατά γῆρας ἔχει χεῖράς τε πόδας τε.
37Homerus, Odyssea, 13, 139; 14 (auctor fl.700BC)
τοῖσιν δ' Ἀλκίνοος ἀγορήσατο καί μετέειπεν· " ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ' ἱκάνει πατρός ἐμοῦ, ὃς ἔφασκε Ποσειδάων' ἀγάσασθαι ἡμῖν, οὕνεκα πομποί ἀπήμονές εἰμεν ἁπάντων.
38Homerus, Odyssea, 13, 250; 1 (auctor fl.700BC)
" ὣς φάτο, γήθησεν δέ πολύτλας δῖος Ὀδυσσεύς, χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε Παλλάς Ἀθηναίη, κούρη Διός, αἰγιόχοιο· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· οὐδ' ὅ γ' ἀληθέα εἶπε, πάλιν δ' ὅ γε λάζετο μῦθον, αἰεί ἐνί στήθεσσι νόον πολυκερδέα νωμῶν· " πυνθανόμην Ἰθάκης γε καί ἐν Κρήτῃ εὐρείῃ, τηλοῦ ὑπέρ πόντου· νῦν δ' εἰλήλουθα καί αὐτός χρήμασι σύν τοίσδεσσι· λιπών δ' ἔτι παισί τοσαῦτα φεύγω, ἐπεί φίλον υἷα κατέκτανον Ἰδομενῆος, Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ ἀνέρας ἀλφηστάς νίκα ταχέεσσι πόδεσσιν, οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης Τρωϊάδος, τῆς εἵνεκ' ἐγώ πάθον ἄλγεα θυμῷ, ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, οὕνεκ' ἄρ' οὐχ ᾧ πατρί χαριζόμενος θεράπευον δήμῳ ἔνι Τρώων, ἀλλ' ἄλλων ἦρχον ἑταίρων.
39Homerus, Odyssea, 15, 1; 14 (auctor fl.700BC)
ἔνθα δέ νύκτ' ἀέσαι· τόν δ' ὀτρῦναι πόλιν εἴσω ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, οὕνεκά οἱ σῶς ἐσσί καί ἐκ Πύλου εἰλήλουθας.
40Homerus, Odyssea, 15, 340; 7 (auctor fl.700BC)
ὄφρα μέν οὖν δή κείνη ἔην, ἀχέουσά περ ἔμπης, τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καί ἐρέσθαι, οὕνεκά μ' αὐτή θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ, θυγατέρ' ἰφθίμῃ, τήν ὁπλοτάτην τέκε παίδων· τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μ' ἧσσον ἐτίμα.
41Homerus, Odyssea, 16, 308; 6 (auctor fl.700BC)
αὐτάρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος, ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, οὕνεκα Τηλέμαχος μέν ἐπ' ἀγροῦ, νῆα δ' ἀνώγει ἄστυδ' ἀποπλείειν, ἵνα μή δείσασ' ἐνί θυμῷ ἰφθίμη βασίλεια τέρεν κατά δάκρυον εἴβοι τώ δέ συναντήτην κῆρυξ καί δῖος ὑφορβός τῆς αὐτῆς ἕνεκ' ἀγγελίης, ἐρέοντε γυναικί.
42Homerus, Odyssea, 16, 351; 9 (auctor fl.700BC)
ἀλλ' ἄγετε, πρίν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιούς εἰς ἀγορήν – οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω, ἀλλ' ἀπομηνίσει, ἐρέει δ' ἐν πᾶσιν ἀναστάς οὕνεκά οἱ φόνον αἰπύν ἐράπτομεν οὐδ' ἐκίχημεν· οἱ δ' οὐκ αἰνήσουσιν ἀκούοντες κακά ἔργα· μή τι κακόν ῥέξωσι καί ἡμέας ἐξελάσωσι γαίης ἡμετέρης, ἄλλων δ' ἀφικώμεθα δῆμον· ἀλλά φθέωμεν ἑλόντες ἐπ' ἀγροῦ νόσφι πόληος ἢ ἐν ὁδῷ· βίοτον δ' αὐτοί καί κτήματ' ἔχωμεν, δασσάμενοι κατά μοῖραν ἐφ' ἡμέας, οἰκία δ' αὖτε κείνου μητέρι δοῖμεν ἔχειν ἠδ' ὅστις ὀπυίοι.
43Homerus, Odyssea, 16, 393; 11 (auctor fl.700BC)
ἦ οὐκ οἶσθ' ὅτε δεῦρο πατήρ τεός ἵκετο φεύγων, δῆμον ὑποδείσας· δή γάρ κεχολώατο λίην, οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν ἤκαχε Θεσπρωτούς· οἱ δ' ἡμῖν ἄρθμιοι ἦσαν· τόν ῥ' ἔθελον φθῖσαι καί ἀπορραῖσαι φίλον ἦτορ ἠδέ κατά ζωήν φαγέειν μενοεικέα πολλήν· ἀλλ' Ὀδυσεύς κατέρυκε καί ἔσχεθεν ἱεμένους περ.
44Homerus, Odyssea, 18, 250; 10 (auctor fl.700BC)
" ὣς φάτο, γήθησεν δέ πολύτλας δῖος Ὀδυσσεύς, οὕνεκα τῶν μέν δῶρα παρέλκετο, θέλγε δέ θυμόν μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
45Homerus, Odyssea, 18, 365; 4 (auctor fl.700BC)
ἀλλά μάλ' ὑβρίξεις, καί τοι νόος ἐστίν ἀπηνής· καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδέ κραταιός, οὕνεκα πάρ παύροισι καί οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
46Homerus, Odyssea, 21, 354; 4 (auctor fl.700BC)
" ὣς φάσαν, αὐτάρ, ὁ θῆκε φέρων αὐτῇ ἐνί χώρῃ, δείσας, οὕνεκα πολλοί ὁμόκλεον ἐν μεγάροισιν.
47Homerus, Odyssea, 23, 181; 9 (auctor fl.700BC)
αὐτάρ μή νῦν μοι τόδε χώεο μηδέ νεμέσσα, οὕνεκά σ' οὐ τό πρῶτον, ἐπεί ἴδον, ὧδ' ἀγάπησα.
48Homerus, Odyssea, 24, 1; 5 (auctor fl.700BC)
τόν προτέρη ψυχή προσεφώνεε Πηλεΐωνος· " Ἀτρεΐδη, περί μέν σ' ἔφαμεν Διί τερπικεραύνῳ ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα, οὕνεκα πολλοῖσίν τε καί ἰφθίμοισιν ἄνασσες δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε' Ἀχαιοί.
49Macrobius Theodosius, Saturnalia, p1, 18; 19 (auctor c.420)
Πρῶτος δ᾽ ἐς φάος ἦλθε, Διόνυσος δ᾽ ἐπεκλήθη, οὕνεκα δινεῖται κατ᾽ ἀπείρονα μακρὸν Ὄλυμπον· ἀλλαχθεὶς δ᾽ ὄνομ᾽ ἔσχε, προσωνυμίας πρὸς ἑκάστων παντοδαπὰς κατὰ καιρὸν, ἀμειβομένοιο χρόνοιο.
50Plato, Euthyphro, p1, 6; 2 (auctor c.425BC-347BC)
Σωκράτης ἆρά γε, ὦ Εὐθύφρων, τοῦτ' ἔστιν [οὗ] οὕνεκα τὴν γραφὴν φεύγω, ὅτι τὰ τοιαῦτα ἐπειδάν τις περὶ τῶν θεῶν λέγῃ, δυσχερῶς πως ἀποδέχομαι· διὸ δή, ὡς ἔοικε, φήσει τίς με ἐξαμαρτάνειν.