'ούτε' - search in All Authors, Showing 1 to 500 of 2586 hits      Show next 500

1Agapetus I, Epistolae, 66, 0049B
Τοῦτο δὲ, ὑπὲρ τοῦ διεγεῖραι τῆς ὑμετέρας ὁμοψυχίας τὴν ἀγαλλίασιν σημαίνω, ὅτι Μηνᾶν τὸν ἀδελφὸν, καὶ συνεπίσκοπον ἡμῶν, ἄνδρα πολλοῖς ἐπαίνων τρόποις κεκοσμημένον, ἡ ῥηθεῖσα Κωνσταντινουπόλεως Ἐκκλησία, ἐπίσκοπον ἐδέξατο, ᾧ τινι εἰ καὶ παρὰ τοὺς λοιποὺς, ἡ τῶν γαληνοτάτων ἐπεγέλασε βασιλέων ἐπιλογὴ, ὅμως τοσαύτη παντός τε τοῦ κλήρου, καὶ τοῦ δήμου συναίνεσις προσγέγονεν, ὥστε παρ' ἑκάστου καὶ ἐπιλεγῆναι πιστεύεσθαι· καὶ γὰρ οὔτε τῇ εἰδήσει, οὔτε τῇ ζωῇ, τινὶ ἦν ἄγνωστος, ἀλλὰ καὶ τῇ ἀκεραιότητι τῆς πίστηως, καὶ τῶν ἱερῶν Γραφῶν τῇ σπουδῇ, οὐ μὴν ἀλλὰ καὶ τῆς εὐσεβοῦς διοικήσεως τῇ ὑπηρεσίᾳ, οὕτω τοῦ προλεχθέντος ἀνδρὸς ἡ δόξα διέελαμπεν, ὥστε αὐτῷ βραδύτερον δοκεῖν παραγεγονέναι οὗπερ ἠξίωται.
2Agatho papa, Epistolae, 87, 1218C
Ἐπεὶ δὲ, εὐσεβέστατοι καὶ ἀνδρειότατοι βασιλέων, τῆς σεβασμίας ὑμῶν εὐσεβείας σὺν ἐπαίνῳ θαυμάζομεν τὴν Θεάρεστον πρόθεσιν, ἥνπερ πρὸς τὴν ἀποστολικὴν ἡμῶν πίστιν ἔχειν κατηξιώσατε, τοῦ Θεοῦ μυστικῶς πληροφοροῦντος, οὐ ῥήμασι ῥευστοῖς, οὔτε λαλιᾷ ἀπάτης, ἀλλὰ τῇ αὐτοῦ θείᾳ χάριτι ὑπομιμνήσκοντος, καὶ πάσης ἀμφιβολίας περιαιρεθείσης ἐπιθυμεῖτε ἐπιγνῶναι, ἅπερ ἡ ἀλήθεια τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς περιέχει πίστεως· ἡμεῖς πάντες οἱ ἐλάχιστοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ πρόεδροι, οἱ δοῦλοι τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους, ἔν τε τοῖς δυτικοῖς καὶ ἀρκτῴοις μέρεσι τυγχάνοντες, εἰ καὶ ὀλίγοι καὶ ἁπλούστεροι τῇ γνώσει, τῆς πίστεως [τῇ πίστει, ex L.] ὅμως διὰ τῆς τοῦ Θεοῦ χάριτος σταθεροὶ, ἕνεκεν τῶν προσταχθέντων διὰ τῆς θειώδους σάκρας, ἐγνωκότες τὸν συμβασιλεύοντα καὶ διοικοῦντα σὺν ὑμῖν, τὴν κτίστην καὶ πρύτανιν τῶν πάντων Θεὸν, ἱλαρευόμενοι πηρὶ τῆς τοιαύτης εὐσεβοῦς προθέσεως μετὰ τῶν ἐκ βάθους τῆς καρδίας ὀδυρμῶν εὐχαριστεῖν ἀπηρξάμεθα, ὅτι τὸ οὕτως ἀξιεπαίνετον, τὸ οὕτω θαυμαστὸν καὶ σωτηριῶδες, οὕτω μονογενῶς τῷ Θεῷ ὑπὲρ πάσας τὰς γηΐνας θυσίας εὐπρόσδεκτον ἔργον ἡ ὑμετέρα φιλανθρωπία καταπιστεύεται ἐπιθυμῆσαι, ὅπερ πολλοῖς μὲν εὐσεβεία καὶ δικαιοσύνῃ προὔχουσι βασιλεῦσιν ἐπεθυμεῖτο, ὅμως ὀλίγοις καὶ ἀραιοῖς πρὸς Θεάρεστον ἀποτέλεσμα μετὰ ἀκεραιότητος τῆς ἀποστολικῆς πίστεως διασωθῆναι δυνατὸν ἀπεδείχθη.
3Agatho papa, Epistolae, 87, 1222D
Ἕνα δηλαδὴ καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ ἐκ δύο καὶ ἐν δύο οὐσίαις ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως ὑποστῆναι γινώσκομεν, οὐδαμοῦ τῆς διαφορᾶς τῶν φύσεων ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀλλὰ μᾶλλον σωζομένης τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης· οὐκ ἐν δυάδι προσώπων μεριζόμενον ἢ διαιρούμενον, οὔτε εἰς μίαν σύνθετον φύσιν συγχεόμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ Θεὸν Λόγον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὔτε ἄλλον ἐν ἄλλῳ, οὔτε ἄλλον καὶ ἄλλον, ἀλλὰ τὸν αὐτὸν τοῦτον ἐν δύο φύσεσι, τουτέστι θεότητι καὶ ἀνθρωπότητι μετὰ τὴν ὑποστατικὴν ἕνωσιν ἐπιγινώσκομεν· ἐπειδὴ οὔτε ὁ Λόγος εἰς τὴν φύσιν τῆς σαρκὸς ἐτράπη, οὔτε ἡ σάρξ εἰς τὴν τοῦ Λόγου φύσιν μετεμορφώθη· διέμεινε γὰρ ἑκάτερον ὅπερ φυσικῶς ἦν· τὴν διαφορὰν δηλονότι τῶν ἑνωθεισῶν ἐν αὐτῷ φύσεων μόνῃ θεωρίᾳ διακρίνομεν, ἐξ ὧν ἀχωρίστως, ἀσυγχύτως, καὶ ἀτρέπτως συνετέθη· εἷς γὰρ ἐξ ἑκατέρων, καὶ δι' ἑνὸς τὰ ἑκάτερα· ἐπειδὴ ἅμα εἰσὶ καὶ τὸ μέγεθος τῆς θεότητος, καὶ τὸ ταπεινὸν τῆς σαρκός· ἑκατέρας φύσεως φυλαττούσης καὶ μετὰ τὴν ἕνωσιν ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα, καὶ ἐνεργούσης ἑκατέρας μορφῆς μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε· τοῦ μὲν Λόγου κατεργαζομένου τοῦθ' ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ὅπερ ἐστὶ τοῦ σώματος· καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν.
4Agatho papa, Epistolae, 87, 1227D
Ἐπειδὴ εἰ καὶ σοφίαν κοσμικὴν, καὶ ματαίαν ἀπάτην, ὥς φησιν ὁ μακάριος Παῦλος ὁ ἀπόστολος, παντελῶς ἀγνοοῦμεν, ὅμως τὸν κανόνα τοῦ ἀληθοῦς κηρύγματος τῇ ἁπλουστάτῃ ἀληθείᾳ διδάσκομεν, καὶ ἐκδικοῦμεν [διεκδικοῦμεν]· ἐπειδὴ οὐχὶ πομπὰς ῥημάτων ἔχειν ἐπιθυμοῦμεν, ἵνα ταῖς φιλονεικίαις προκαταληφθῶμεν, οὔτε γὰρ ἐνδέχεται [ἐμβαίνει] ἐν στενοχωρίαις διαγόντων ἡμῶν, ἀλλὰ τοὺς θέλοντας [τοῖς θέλουσιν] ἐπιστρέψαι πρὸς τὴν ἀλήθειαν τῆς ὀρθῆς ἡμῶν πίστεως τὴν τάξιν μετὰ ἁπλῆς καρδίας, καὶ ῥημάτων πρᾳότητος προσφέρομεν.
5Agatho papa, Epistolae, 87, 1230A
Τοὺς δὲ ταῦτα σὺν ἡμῖν ὁμολογεῖν μὴ θέλοντας, ὡς ἐχθροὺς τῆς καθολικῆς καὶ ἀποστολικῆς ὁμολογίας, ἐνόχους εἶναι κρίνομεν τῆς αἰωνίου κατακρίσεως, οὔτε δέ ποτε τοὺς τοιούτους ἐν τῶ συλλόγῳ τῆς ἡμετέρας μετριότητος, εἰμὴ διορθωθέντας, ἀνεχόμεθα δέξασθαι.
6Agatho papa, Epistolae, 87, 1163C
Ἀλλ' ἐν ὅσῳ ἀπὸ διαφόρων ἐπαρχιῶν ἡ δουλικὴ σὺν ἡμῖν σύνοδος συνηθροίζετο· ἐν ὅσῳ πρόσωπα, τινὰ μὲν ἀπὸ τῆς δουλικῆς τοῦ ἡμερωτάτου ὑμῶν κράτους πόλεως Ῥώμης, ἢ ἐκ τοῦ πλησίον στεῖλαι φροντίζομεν, τινὰ δὲ ἐκ τῶν πόῤῥωθεν τυγχανουσῶν ἐπαρχιῶν, ἐν αἷς τὸν λόγον τῆς Χριστιανικωτάτης πίστεως παρὰ τῶν ἀποστολικῶν τῶν προηγησαμένων τὴν ἐμὴν ἐλαχιστίαν οἱ σταλέντες ἐκήρυσσον, ἐξεδεχόμεθα ὑποστρέψαι, οὐ μικρὰ παραδρομὴ χρόνων ἐξηνύσθη· ἵνα τὰς σωματικὰς ἀσθενείας, ἐμοῦ τοῦ οἰκείου ὑμῶν σιωπῇ παρέλθω, ἐν αἷς οὔτε ζῇν ἔξεστιν, οὔτε ἀρέσκει συχναῖς ἀσθενείαις ἀποκάμνοντα.
7Agatho papa, Epistolae, 87, 1166D
Οὕτως ἠνεῳγμένα τὰ ὦτα τοῦ παντοδυνάμου Θεοῦ πρὸς τὸ εἰσακοῦσαι τῶν ἱκεσιῶν ἡμῶν εὑρήσαι ἡ ὑμετέρα ἡμερωτάτη εὐσέβεια, καὶ ἀβλαβεῖς περί τε τὴν ὀρθότητα τῆς ἀποστολικῆς πίστεως, περί τε τὴν τῶν σωμάτων ὁλοκληρίαν τοῖς οἰκείοις ἀποκαταστῆσαι κελεύσῃ· οὕτως ἀποκαταστήσαι ἡ ὑπερτάτη μεγαλειότης διὰ τῶν ἀνδρειοτάτων, καὶ ἀηττήτων καμάτων τῆς ὑμῶν θεοστηρίκτου φιλανθρωπίας ὑπὸ τὸ ἀγαθοθελὲς διάδημα τῆς ὑμῶν βασιλείας πᾶσαν τὴν τῶν Χριστιανῶν πολιτείαν, καὶ τοῖς ἀνδρειοτάτοις ὑμῶν σκήπροις τὰ ἀντιτασσόμενα, ὑποτάξαι ἔθνη, ἵνα ἐκ τούτου πάσῃ ψυχῇ, καὶ πᾶσι τοῖς ἔθνεσι πληροφορία γένηται, ὅτι ὅπερ διὰ τῶν σεβασμίων κεραιῶν περὶ ἀβλαβησίας, καὶ τοῦ μὴ ἔν τινι βαρυνθῆναι τοὺς ἐρχομένους, τοῦ Θεοῦ αὐτῇ ἐνηχήσαντος, ὑποσχέσθαι κατηξίωσεν, ἐν πᾶσιν ἐπλήρωσεν, Οὔτε γὰρ ἡ εἴδησις αὐτῶν παῤῥησίαν δέδωκεν, ἵνα τολμήσωμεν πρὸς τὰ εὐσεβῆ ὑμῶν ἴχνη τούτους στεῖλαι, ἀλλὰ τοῦτο ἡ βασιλικὴ ὑμῶν εὐμένεια φιλανθρώπως κελεύουσα προετρέψατο, καὶ ἡ ἡμῶν σμικρότης τὸ κελευθὲν μεθ' ὑπακοῆς ἐπλήρωσεν.
8Agatho papa, Epistolae, 87, 1167C
Ὁπόταν δὲ δύο φύσεις καὶ δύω φυσικὰ θελήματα, καὶ δύο φυσικὰς ἐνεργείας ὁμολογοῦμεν ἐν τῷ ἑνὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, οὐκ ἐναντία ταῦτα, οὔτε ἀλλήλοις ἀντικείμενα λέγομεν, καθὼς οἱ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας πλανώμενοι τῆς ἀποστολικῆς παραδόσεως κατηγοροῦσιν· ἀπέστω ἡ αὐτὴ ἀσέβεια ἀπὸ τῶν καρδιῶν τῶν πιστῶν· οὔτε ὡς κεχωρισμένας ἐν δυσὶ προσώποις, ἤγουν ὑποστάσεσιν, ἀλλὰ δύο λέγομεν, ἕνα καὶ τὸν αὐτὸν Κύριον Ἰησοῦν Χριστὸν, καθὼς τὰς φύσεις, οὕτω καὶ φυσικὰ θελήματα, καὶ ἐνεργείας ἐν ἑαυτῷ ἔχειν, θείαν δηλαδὴ καὶ ἀνθρωπίνην, θεῖον οὖν θέλημα καὶ ἐνέργειαν ἔχειν ἐξ ἀϊδίου μετὰ τοῦ ὁμοουσίου Πατρὸς κοινόν· ἀνθρώπινον χρονικῶς ἐξ ἡμῶν μετὰ τῆς ἡμετέρας φύσεως προσληφθέν.
9Agatho papa, Epistolae, 87, 1171A
Αὕτη δέ ἐστι τῆς ἀληθοῦς πίστεως ὁ κανων· ἥν τινα καὶ ἐν τοῖς εὐτυχήμασι, καὶ ἐν τοῖς ἐναντίοις θερμῶς ἐκράτησε καὶ ἐξεδίκησεν αὕτη ἡ πνευματικὴ μήτηρ τοῦ ὑμετέρου γαληναίου κράτους ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία· ἥτις διὰ τῆς χάριτος τοῦ παντοδυνάμου Θεοῦ ἀπὸ τῆς ὁδοῦ τῆς ἀποστολικῆς παραδόσεως οὐδέποτε πλανηθῆναι δείκνυται· οὔτε τοῖς τῶν αἱρετικῶν καινισμοῖς στρεβλωθεῖσα ὑπέπεσεν, ἀλλὰ καθὼς ἐκ προοιμίων τῆς τῶν Χριστιανῶν πίστεως παρέλαβεν ἀπὸ τῶν ἰδίων αὐθεντῶν τῶν κορυφαίων τοῦ Χριστοῦ ἀποστόλων, ἀπαράτρωτος μέχρι τέλους μένει κατὰ τὴν τοῦ Κυρίου αὐτοῦ τοῦ Σωτῆρος θείαν παραγγελίαν [L., ἐπαγγελίαν], ἣν τῷ ἐξάρχῳ τῶν ἑαυτοῦ μαθητῶν ἐν τοῖς Εὐαγγελίοις ὡμολόγησε φήσας· « Πέτρε, Πέτρε, ἰδοὺ ὁ Σατανᾶς ἐζήτησε τοῦ σινιάσαι ὑμᾶς, ὡς ὁ σινιάζων τὸν σῖτον· ἐγὼ δὲ περὶ σοῦ ἠρώτησα, ἵνα μὴ ἐκλείψῃ [ἄλλ' ἐκλείπῃ] ἡ πίστις σου.
10Agatho papa, Epistolae, 87, 1174B
Τοιγαροῦν ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἑκκλησία ἡ πνευματικὴ μήτηρ τοῦ Θεοθεμελιώτου ὑμῶν κράτους καὶ ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογεῖ ἐκ δύο, καὶ ἐν δύο ὑπάρχοντα φύσεσι, καὶ δύο αὐτοῦ τὰς φύσεις, τὴν θείαν, δηλονότι, καὶ ἀνθρωπίνην, καὶ μετά τὴν ἀχώριστον ἕνωσιν ἀσυγχύτως ἐν αὐτῷ εἶναι διδάσκει, καὶ ἐκ τῶν φυσικῶν ἰδιοτήτων μίαν ἑκάστην αὐτῶν τῶν τοῦ Χριστοῦ φύσεων τελείαν εἶναι ἐπιγινώσκει, καὶ εἴτι δήποτε ἀνήκει πρὸς τὰς ἰδιότητας τῶν φύσεων, πάντα διπλᾶ ὁμολογεῖ, ὅτι αὐτὸς ὁ Κύριος ἡμῶν Ἱησοῦς Χριστὸς καὶ Θεὸς τέλειός ἐστι, καὶ ἄνθρωπος τέλειός ἐστι, καὶ ἐκ δύο καὶ ἐν δύο φύσεσι, καὶ μετὰ τὴν θαυμαστὴν Ἐνανθρώπησιν ὑπάρχων, οὔτε ἡ θεότης αὐτοῦ χωρὶς τῆς ἀνθρωπότητος, οὔτε ἡ ἀνθρωπότης αὐτοῦ χωρὶς τῆς θεότητος δύναται νοεῖσθαι.
11Agatho papa, Epistolae, 87, 1175B
Οὔτε [L., καὶ πάλι] οὖν τὴν ὑπακοὴν αὐτοῦ τὴν ἑκούσιον κατὰ τὴν θεότητα, ἥτις πάντων δεσπόζει, εὐσεβές ἐστι νοεῖν, ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα, δι' ἧς ἑκουσίως τοῖς γονεῦσιν ὑπετάγη.
12Agatho papa, Epistolae, 87, 1182C
Τίς γὰρ εἰς τοσοῦτον ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἀπεχώρησεν, ἵνα κατὰ τὸ θέλημα τῆς αὐτοῦ θεότητος προπετεύσηται λέγειν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πατρὶ ὑπακοῦσαι, ᾧ τινί ἐστιν ἴσος ἐν πᾶσι, καὶ τοῦτο θέλει ἐν πᾶσι καὶ αὐτὸς ὅπερ ὁ Πατήρ; ἢ τίς μὴ νοήσῃ τὴν ὑπακοὴν τῷ ἀνθρωπίνῳ θελήματι μᾶλλον ἁρμόζειν, ἐν ᾧ παντελῶς οὐδεμίαν ἔσχεν ἁμαρτίαν; Οὔτε ῥηθήσεται ὑπήκοος μέχρι θανάτου, εἰ μὴ ἀνθρώπινον θέλημα ἐν ἑαυτῷ ἀνέλαβε, καθὼς ψυχὴν λογικὴν, καὶ σάρκα μετὰ πάντων αὐτῶν τῶν ἰδιοτήτων σαρκωθεὶς προσέλαβε.
13Agatho papa, Epistolae, 87, 1182D
Προσεπιτούτοις ἵνα φανῇ τῇ ὑμετέρᾳ εὐσεβεῖ εὐμενείᾳ, ὅτι φυσικόν ἐστι τὸ ἀνθρώπινον θέλημα· καὶ ὁ ἀρνούμενος τὸ ἀνθρώπινον θέλημα χωρὶς μόνης ἁμαρτίας ἐν τῷ Χριστῷ, οὔτε ἔχειν αὐτὸν ἀνθρωπίνην ψυχὴν ὁμολογεῖ, ὁ σοφώτατος τῆς ἀληθείας κήρυξ, ὁ μακάριος Αὐγουστῖνος ἐν τῷ πέμπτῳ τόμῳ τῆς διαλέξεως κατὰ Ἰουλιανοῦ τοῦ Πελαγιανιστοῦ, τί ἐστι θέλημα, τούτοις ὁρίζει τοῖς ῥήμασι· Κίνησις ψυχῆς τί ἐστιν, εἰ μὴ κίνησις φύσεως; Ἡ γὰρ ψυχὴ ἀνενδοιάστως φύσις ἐστί, διόπερ τὸ θέλημα κίνησις φύσεως ὑπάρχει, ἐπειδὴ κίνησις ἐστι ψυχῆς.
14Agatho papa, Epistolae, 87, 1183B
Οὔτε γὰρ δυνήσεται ἡ τῶν ἀγγέλων φύσις θεῖον ἔχειν θέλημα, ἢ ἀνθρώπινον, οὔτε ἡ ἀνθρωπίνη φύσις θέλημα Θεοῦ, ἢ ἀγγέλου, καθὼς οὔτε ἑτέρου, παρ' ὅ ἐστι, τὶ ἔχειν φύσιν δυνήσεται ἢ κίνησιν, εἰ μὴ ὅπερ ἐστὶ φυσικῶς ἢ ἐδημιουργήθη.
15Agatho papa, Epistolae, 87, 1183C
Ὁπόταν ταῦτα οὕτως ἔχει, ἀκριβέστατα φαίνεται, ὅτι ἐν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ δύο, τουτέστι, Θεοῦ καὶ ἀνθρώπου φύσεις, ἤτοι οὐσίας ὁμολογοῦντες εἰς μίαν αὐτοῦ συνεληλυθέναι τὴν ὑπόστασιν, ἤτοι πρόσωπον, ἀναγκαῖόν ἐστι καὶ δύο ἡμᾶς φυσικὰ ἐν αὐτῷ ὁμολογεῖν θελήματα, θεῖον δηλονότι καὶ ἀνθρώπινον· ἐπειδὴ οὔτε τὴν αὐτοῦ θεότητα, ὅσον πρὸς τὸν τῆς φύσεως λόγον ἀνήκει, ἀνθρώπινον ἐσχηκέναι θέλημα λέγειν ἐστίν· οὔτε τὴν ἀνθρωπότητα αὐτοῦ θεῖον φυσικῶς ἐσχηκέναι θέλημα πιστεύειν ἐστίν· οὔτε δὲ πάλιν τινὰ ἐκ τῶν αὐτῶν δύο τοῦ Χριστοῦ οὐσιῶν ἐκτὸς τοῦ φυσικοῦ θελήματος ὑπάρχειν ὁμολογεῖν ἐστίν· ὁπόταν καὶ τὸ ἀνθρώπινον διὰ τῆς παντοκρατορίας τῆς αὐτοῦ θεότητος ὑψηλόν ἐστι, καὶ τὸ θεῖον διὰ τῆς ἀνθρωπότητος φανερὸν τοῖς ἀνθρώποις.
16Agatho papa, Epistolae, 87, 1183D
Τοῦτο αὐτὸ καὶ ἡ ἁγία σύνοδος ἡ ἐπὶ τοῦ τῆς σεβασμίας μνήμης Ἰουστινιανοῦ τοῦ βασιλέως ἐν Κωνσταντινουπόλει συναθροισθεῖσα ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ, τῶν ὅρων κηρύττει· Εἴ τις ἐν δύο φύσεσι, λέγουσα, μὴ ὡς ἐν θεότητι, καὶ ἀνθρωπότητι τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γνωρίζεσθαι ὁμολογεῖ, ἵνα διὰ τούτου σημαίνῃ τὴν διαφορὰν τῶν φύσεων, ἐξ ὧν ἀσυγχύτως ἡ ἄφραστος ἕνωσις γέγονεν, οὔτε τοῦ Λόγου εἰς τὴν τῆς σαρκὸς μεταποιηθέντος φύσιν, οὔτε τῆς σαρκὸς πρὸς τὴν τοῦ Λόγου φύσιν μεταχωρησάσης.
17Agatho papa, Epistolae, 87, 1191D
Ἑὰν γὰρ ἀνθρωπίνως οὐκ ἐνήργησεν, οὔτε ἐλάλησε· κᾂν εἰ τὰ μάλιστα καὶ ὅτε ἀνθρωπίνως ἐλάλησε καὶ ἐνήργησεν, ἅμα ἐνήργει καὶ ὡς Θεὸς.
18Agatho papa, Epistolae, 87, 1195C
Εἰ οὖν κατ' ἄλλην ἐνέργειαν μία ἐστὶ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἡ ἐνέργεια, καὶ κατ' ἄλλην κατ' οὐδένα λόγον ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τῷ αὐτῷ φυσικῷ λόγῳ κοινωνοῦσι, δύο ἀναμφιβόλως ἐνέργειαι ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ Θεῷ ἀληθινῷ καὶ τελείῳ, καὶ ἀνθρώπῳ ἀληθινῷ καὶ τελείῳ λεχθήσονται· καὶ ἐν ὃσῳ δείκνυσιν ὁ μέγας διδάσκαλος Ἀμβρόσιος μὴ δύνασθαι διαφόρου δυνάμεως μίαν ἐνέργειαν ὑπάρχειν, μηδὲ τὴν ἐλάσσονα δύνασθαι ἐνεργεῖν τὰ τῆς μείζονος· οὔτε ὅπου διάφορος οὐσία ἐστὶ, μίαν δύνασθαι νοεῖσθαι τὴν ἐνέργειαν ἀποδείκνυσι, φανεροῖς μηνύμασι τὸ μὴ δύνασθαι μίαν φυσικὴν ἐνέργειαν ἔχειν τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, εἰ καὶ ἑνὸς προσώπου εἶναι γινώσκονται, καὶ μετὰ τῆς ἀλλήλων κοινωνίας ἐνεργεῖν θεωροῦνται· ὅπου τοίνυν μείζων καὶ ἐλάττων ἐνέργεια λέγεται, οὐ περὶ μιᾶς, ἀλλὰ περὶ δύο φυσικῶν τοῦ ἑνὸς Χριστοῦ ἐνεργειῶν φανεροῦται· καὶ ἐπὰν ὁ ἐκδικητὴς τῆς ἀληθείας ὁ ἅγιος Λέων πρὸς τὸν ὁμολογητὴν τοῦ Χριστοῦ Φλαβιανὸν ἐν τῷ δογματικῷ τόμῳ ἔφρασε φάσκων· Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε.
19Agatho papa, Epistolae, 87, 1198C
Οὔτε γάρ ἐστιν ἄλλη οὕτω φανερὰ ἀπόδειξις, ἥτις δυνήσεται τὸν αὐτὸν τοῦτον καὶ Θεὸν καὶ ἄνθρωπον ἀποδεῖξαι παρὰ τὰς φυσικὰς ἐνεργείας· ὧντινων ἐκ τῶν ποιοτήτων καὶ αἱ φύσεις, ἀφ' ὧν οὐσιωδῶς προήρχοντο, ἀκριβῶς ἐν αὐτῷ εἶναι πιστεύονται.
20Agatho papa, Epistolae, 87, 1198C
Εἰ τοίνυν ἐν δυσὶ φύσεσι καὶ μετὰ τὴν ἀχώριστον ἕνωσιν γνωρίζεται εἶναι, ἔνθα ἡ δυὰς τῶν φύσεων ἀσυγχύτως διέμεινεν, οὔτε αἱ αὐτῶν ἐνέργειαι ἠδυνήθησαν συγχυθῆναι.
21Agatho papa, Epistolae, 87, 1199C
Πῶς οὖν ὅπερ οὔτε ἀπὸ τῶν ἁγίων ὀρθοδόξων Πατέρων ἐῤῥέθη ποτὲ, οὔτε ἀπὸ τῶν βεβήλων αἱρετικῶν τετόλμηται εὑρεθῆναι, ἐπὶ τοῦ παρόντος δυνήσεται προπετευθῆναι, ἵνα τῶν δύο φύσεων τοῦ Χριστοῦ, τῆς θείας δηλονότι καὶ τῆς ἀνθρωπίνης, ὧντινων αἱ ἰδιότητες ἀκέραιοι εἶναι γνωρίζονται ἐν τῷ Χριστῷ μίαν ἔχειν [ἴσ., εἶναι] ἐνέργειαν, τίς ποτε ὀρθῶς φρονῶν δυνήσηται ἀποδεῖξαι; ὁπόταν ἐὰν μία ἐστὶν, εἴπωσιν ἢ χρονικὴ ἢ ἀΐδιος λεχθήσεται, θεία ἢ ἀνθρωπίνη, ἄκτιστος ἢ κτιστή, ἡ αὐτὴ, ἥτις καὶ τοῦ Πατρός ἐστιν, ἢ ἑτέρα παρὰ τὸν Πατέρα.
22Agatho papa, Epistolae, 87, 1206A
Ὅμως οὔτε μίαν ἐνέργειαν, οὔτε δύο ὁρίζει ὀφείλειν λέγεσθαι ἐν τῷ ἑνὶ Κυρίῳ Ἰησοῦ Χριστῷ.
23Agatho papa, Epistolae, 87, 1206B
Καὶ ὁ αὐτὸς οὗτος ἐν τῇ συνθέσει τοῦ τύπου οὔτε ἓν, οὔτε δύο θελήματα ὀφείλειν λέγεσθαι, ἢ ἐνεργείας, ὥρισε.
24Agatho papa, Epistolae, 87, 1206C
Οἵτινες καὶ πάντας, καὶ ἀλλήλους εἷς ἕκαστος αὐτῶν κατακρίνει, καθὼς οἱ ποικίλοι αὐτῶν καὶ ἄστατοι τῶν ἐγγράφων ὅροι διαβεβαιοῦνται, ποτὲ μὲν ἓν θέλημα καὶ μίαν ἐνέργειαν, ποτὲ δὲ οὔτε ἓν, οὔτε δύο ἐνεργείας· ποτὲ ἓν θέλημα καὶ μίαν ἐνέργειαν· καὶ πάλιν δύο θελήματα, καὶ δύο ἐνεργείας.
25Agatho papa, Epistolae, 87, 1206C
Ὁμοίως ἓν θέλημα καὶ μίαν ἐνέργειαν, καὶ ἔπειτα οὔτε μίαν, οὔτε δύο, καὶ ἄλλος μίαν καὶ δύο.
26Agatho papa, Epistolae, 87, 1207B
Ταῦτα δὲ τῇ ἡμετέρᾳ μετρίᾳ ἀναφορᾷ ἐνθεῖναι ἐφροντίσαμεν καταπεπονημένοι, καὶ ἀδιαλείπτως στενάζοντες περὶ τῆς τοσαύτης πλάνης τῶν τῆς Ἐκκλησίας ἱερέων, ἴδια μᾶλλον ζητούντων παρὰ τὴν ἀλήθειαν τῆς πίστεως ὁρίσαι, καὶ τῆς ἀδελφικῆς ὑπομνήσεως τὸ ἀκέραιον εἰς οἰκείαν καταφρόνησιν ἀνήκειν κρινόντων· οὐ φθονοῦντι λογισμῷ, ὡς ὁ Θεὸς μαρτυρεῖ, οὔτε κατ' ἔπαρσιη ἀλαζονείας, οὔτε κατ' ἐναντίωσιν φιλονεικίας, οὔτε μάτην ἐπιλαβέσθαι τῆς αὐτῶν διδασκαλίας ἐπιθυμοῦντες, μήτε οἱανδήποτε ὑποπτεύσῃ τις ἀνθρωπίνης τέρψεως ἀλαζονείαν, ἀλλ' ὑπὲρ τῆς ὀρθότητος αὐτῆς τῆς ἀληθείας, ἐν ᾗ σωθῆναι ἡμᾶς θαῤῤοῦμεν, καὶ ὑπὲρ τοῦ κανόνος αὐτῆς τῆς καθαρᾶς καὶ εὐαγγελικῆς ὁμολογίας, ὑπὲρ σωτηρίας δηλονότι τῶν ψυχῶν, καὶ τῆς συστάσεως τῆς τῶν Χριστιανῶν πολιτείας, ὑπὲρ ῥώσεως τῶν τοῦ Ῥωμαϊκοῦ κράτους τὰς κυβερνήσεις διοικούντων, τῆς ἐμῆς μετριότητος τοὺς προηγησαμένους ἀποστολικοὺς ὑπομνῆσαι, ἐρωτῆσαι, ἐπιτιμῆσαι, παρακαλέσαι, ἐλέγξαι, καὶ πάντα τρόπον προτροπῆς ἐγγυμνάσαι, ὅπως θεραπείαν δυνήσηται τὸ νεαρὸν τραῦμα λαβεῖν.
27Agatho papa, Epistolae, 87, 1207D
Οὔτε μετὰ τὴν παλαιότητα τῆς [L., ἐπικρατησάσης] δυσώδους πλάνης ἀπὸ τῆς ὑπομνήσεως ἀπεσιώπησαν, ἀλλὰ διὰ παντὸς προέτρεψαν καὶ διεμαρτύραντο, καὶ τοῦτο ἐξ ἀγάπης ἀδελφικῆς, οὐ κατὰ πονηρίαν, ἢ κατὰ πεῖσμα μίσους (ἀπέστω, ἀπέστω ἀπὸ τῆς τῶν Χριστιανῶν καρδίας, ἵνα εἰς ὄλισθον ἑτέρου [ἐπεμβαίνῃ] παχύνηται, ὁπόταν ὁ τῶν πάντων Κύριος διδάσκῃ· Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλ' ἵνα ἐπιστραφῇ, καὶ ζήσῃ· ὁ χαίρων ἐπὶ ἑνὶ μετανοοῦντι, ἢ ἐπὶ ἐννενήκοντα ἐννέα δικαίοις· ὃς πρὸς τὸ ἐλευθερῶσαι τὸ ἀπολωλὸς πρόβατον τῆς ἑαυτοῦ μεγαλειότητος τὴν δυναστείαν ἐπικλίνας ἐξ οὐρανοῦ εἰς τὴν γῆν καταβέβηκε), καὶ ἐξηπλωμέναις ταῖς πνευματικαῖς χερσὶν εὐχόμενοι, καὶ δυσωποῦντες αὐτοὺς εἰς τὴν ὁμοψυχίαν τῆς ὀρθοδόξου πίστεως ἐπανακάμπτοντας ἀσπάσασθαι, καὶ τὴν τούτων ἐπιστροφὴν πρὸς τὴν ὑγιῆ ὀρθότητα τῆς ὀρθοδόξου πίστεως ἀναμένοντες, ὅπως ἀπὸ τοῦ ἡμετέρου καταλόγου ἤτοι τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, οὗτινος, εἰ καὶ ἀνάξιοι, τὴν διακονίαν ἐκτελοῦμεν, καὶ τῆς παραδόσεως τὸν τύπον κηρύσσομεν, μὴ ποιήσωσιν ἑαυτοὺς ἀλλοτρίους, ἀλλ' ὁμονοητικῶς ἅμα ἡμῖν τὴν ἀμώμητον θυσίαν ὑπὲρ τῆς συστάσεως τοῦ ἀνδρειοτάτου καὶ γαληνοτάτου κράτους [προσφέροντες] ἀκαταπαύστως Χριστὸν τὸν Κύριον ἐκδυσωπῶσι.
28Ambrosius Mediolanensis, Fragmentum ex Theodoreto desumptum, 16, 0847B (auctor 340-397)
Οὐκ ὁ Θεὸς Λόγος εἰς σάρκα τραπεὶς, οὔτε μὴν φάντασμα φανείς· ἀλλ' ἀτρέπτως καὶ ἀναλλοιώτως τὴν ἑαυτοῦ διατηρῶν οὐσίαν, τὴν ἀπἀρχὴν τῆς φύσεως τῆς ἡμετέρας εἰληφὼς, ἑαυτῷ ἥνωσεν.
29Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569C
Ἕτερος γὰρ νόμος ἐν τοῖς μέλεσιν αὐτοῦ, ἢ θέλημα διάφορον ἢ ἐναντίον οὐ γέγονε τῷ Πατρὶ [f. Σωτῆρι], ἐντεῦθεν δεικνὺς, οὐχ ὡς οὐκ εἶχεν ἀνθρώπινον θέλημα καὶ φυσικόν· οὐ γὰρ λέξας φαίνεται τοῦτο, ἀλλ' ὅτιπερ ὡς ἄνθρωπος οὔτε κατὰ σῶμα διὰ τῶν μελῶν τὴν οἱανοῦν ἐκέκτητο παρὰ φύσιν ἐνέργειαν, οὔτε μὴν κατὰ ψυχὴν θελήματος ἐναντίαν ἢ παράλογον κίνησιν, ὥσπερ ἡμεῖς, ἐπειδὴ καὶ ὑπὲρ νόμον ἀνθρωπίνης φύσεως ἐτέχθη.
30Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571D
Οὔτε μὴν τὴν οἰανοῦν κυρίωσιν ἢ ἐκβολὴν τοῦ κατὰ τὸ ἀνθρώπινον φυσικοῦ τοῦ σωτῆρος θελήματος, ἀλλὰ τοῦ καθ' ἡμᾶς καὶ διαβεβλημένου τελείαν ἀποσκευὴν καὶ ἀναίρεσιν, καθ' ὃ καὶ ὁ πρὸς ἄλληλα τῶν ὁμογενῶν σῦνίσταται πόλεμος.
31Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0603C
Καὶ λέγει; Ἐγὼ οὐκ ἔχω ἐπιστολὴν, ἀλλ' οὔτε οἶδα, εἰ ὅλως ἔγαψέ σοι.
32Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609C
Οὔτε βαπτίζει, οὔτε μύρου τελέτην ἐπιτελεῖ, οὔτε χειροθετεῖ, καὶ ποιεῖ ἐπισκόπους, καὶ πρεσβυτέρους, καὶ διακόνους, οὔτε χρίει ναοὺς· Οὕτε τὰ σύμβολα τῆς ἱερωσύνης ἐπιφέρεται, ὠμοφόριον καὶ τὸ Εὐαγγέλιον, ὥσπερ τῆς βασιλείας τόν τε στέφανον καὶ τὴν ἀλουργίδα.
33Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613C
Οἱ γὰρ ἅγιοι Πατέρες φανερῶς λέγουσι μήτε εἶναι, ἢ γινώσκεσθαι χωρὶς τῆς οὐσιωδοῦς αὐτῆς ἐνεργείας τὴν οἰανδήποτε φύσιν· εἰ δὲ οὔτὲ ἐστιν, οὔτε γινώσκεται φύσις ἄνευ τῆς αὐτὴν οὐσιωδῶς χαρακτηριζούσης ἐνεργείας, πῶς εἶναι τὸν Χριστὸν, ἢ γνωρίζεσθαι Θεὸν ἀληθῶς φύσει καὶ ἄνθρωπον, ἄνευ τῆς θεϊκῆς καὶ ἀνθρωπίνης ἐνεργείας, ἐστὶ δυνατόν; Ἀπολέσας γὰρ, κατὰ τοὺς Πατέρας, τὸ βρυχικὸν ὁ λέων οὐκ ἔστι λέων, καὶ κύων τὸ ὑλακτικὸν, οὐκ ἔστι κύων καὶ ἄλλο τὸ οἱονοῦν τὸ φυσικῶς αὐτοῦ συστατικὸν ἀπολέσαν, οὐκ ἔστιν ἔτι ὅπερ ἧν.
34Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615D
Ὅτι Ἔκθεσις οὐκ ἔστιν ἐμή, οὕτε γὰρ ἐγὼ ὑπηγόρευσα, ἢ ἐκέλευσα γενέσθαι· ἀλλὰ Σέργιος αὐτὴν ὁ πατριάρχης συντάξας πρὸ πέντε ἐτῶν τοῦ ἀνελθεῖν με ἀπὸ τῆς ἀνατολῆς, ἐδεήθη μου κατ' αὐτὴν γενομένου τὴν πανευδαίμονα πόλιν, ὀνόματί μου προτεθῆναι αὐτὴν μεθ' ὑπογραφῆς· καὶ κατεδεξάμην τὴν ἐκείνου παράκλησιν.
35Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617B
Μετὰ δὲ πάσης παῤῥησίας εἶπεν ὁ μαθητὴς ἀφόβως πρὸς τὴν σύγκλητον· Κωνσταντῖνον εἰσάγετε ἐν σεκρέτῳ παλατίου; Οὗτος οὐκ ἔστιν οὔτε πρεσβύτερος, οὔτε μοναχὸς, ἀλλὰ τριβοῦνος θυμέλης· ἐγνωρίσθη Ἀφροῖς καὶ Ῥωμαίοις, ποῖα γύναικα βόσκων ἦλθεν ἐκεῖσε.
36Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621C
Εἰ γὰρ εἰς μίαν συγχέομεν τὰς δύο διὰ τὴν ἕνωσιν, καὶ πάλιν εἰς δύο διαιροῦμεν διὰ τὴν διαφορὰν, οὐκ ἔσται μονὰς οὔτε δυὰς, ἐνεργειῶν ἀλλήλαις ἀναιρουμένων ἀεὶ, καὶ ποιουσῶν ἀνενέργητον ᾧ προσπέφυκαν, καὶ παντελῶς ἀνύπαρκτον.
37Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621D
Τοῦτο οὖν λέγειν οὐ δύναμαι, οὔτε ἐδιδάχθην παρὰ τῶν ἁγίων Πατέρων ὁμολογεῖν· τὸ δοκοῦν ὑμῖν, οὖσιν ἐξουσιασταῖς, ποιήσατε· Οὐκοῦν ἄκουσον, ἔφησαν, ἔδοξε τῷ δεσπότῃ καὶ τῷ πατριάρχῃ, διὰ πραικέπτου τοῦ πάππα Ῥώμης, ἀναθεματισθῆναί σε μὴ πειθόμενον, καὶ τὸν ὁριζόμενον αὐτοῖς ἀπενέγκασθαι θάνατον.
38Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627B
Ἐφ' ἡμῖν ἐστι τὰ ἑκούσια πάντα, τουτέστιν ἀρέται καὶ κακίαι· οὐκ ἐφ' ἡμῖν δὲ, αἱ ἑπιφοραὶ τῶν συμβαινόντων ἡμῖν πολαστικῶν τρόπων, ἤ τῶν ἑναντίων· οὔτε γὰρ ἐφ' ἡμῖν ἑστιν ἡ κολάζουσα νόσος, οὔτε ἡ εὐφραίνουσα ὑγεία, καὶ αἱ ποιότητες καὶ αἱ τούτων αἰτίαι.
39Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631C
Εἰ τοίνυν οὐδὲν τῶν ὄντων ἐστὶ πάσης ἔρημον παντελῶς φυσικῆς ἐνεργείας, ὁ δὲ Κύριος ἡμῶν καὶ Θεὸς, ἰλάσθητι Κύριε, οὐδεμίαν ἔχει φυσικὴν θέλησιν ἣ ἐνέργειαν καθ' ἑκάτερον τῶν ἐξ ὧν, ἐν οἷς τε, καὶ ἅπέρ ἐστι, πῶς δύναθε ἢ εἶναι ἢ καλεῖσθαι θεοσεβεῖς, κατ' οὐδένα τρόπον ὑπάρχοντα θελητικὸν ἢ ἐνεργητικὸν, παρ' ὑμῶν προσκυνούμενον λέγοντες; Τρανῶς γὰρ ὑπὸ τῶν ἁγίων Πατέρων διδασκόμεθα, λέγόντων· τὸ γὰρ μηδεμίαν δύναμιν ἔχον, οὔτέ ἐστιν, οὑτέ τί ἐστιν, οὔτέ ἐστί τις αὐτοῦ παντελῶς θέσις.
40Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639A
Εἰ γὰρ ὑποστατικὴν λέγομεν τοῦ Χριστοῦ τὴν μίαν ἐνέργειαν, οὐ συμβαίνει δὲ κατὰ τὴν ὑπόστασιν τῷ Πατρὶ καὶ Πνεύματι ὁ Υἱὸς, δῆλον ὅτι οὔτε κατὰ τὴν ὑποστατικὴν ἐνέργειαν· ἀναγκαζόμεθα δὲ ὥσπερ τῷ Υἱῷ, οὔτω καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι ὑποστατικὰς ἐνεργείας ἀπονεῖμαι· καὶ καθ' ὑμᾶς, τέσσαρας ἐνεργείας ἕξει μακαρία θεότης· τρεῖς ἀφοριστικὰς τῶν ἐν οἶς ἐστι προσώπων, καὶ μίαν κοινὴν σημαντικὴν τῆς κατὰ φύσιν τῶν τριῶν ὑποστάσεων κοινότητος· Καὶ κατὰ τοὺς Πατέρας, εἴπερ αὐτῶν δεχόμεθα τὴν διδασκαλίαν, τετραθεΐαν νοσήσομεν.
41Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641D
Ὁ Θεὸς οἶδεν, οὐ καταγινώσκω σου φοβουμένου· ἀλλ' οὔτε ἄλλός τις.
42Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669C
Οὐ γὰρ πέφυκε περιγράφεσθαι γενητῇ φύσει τὸ κατὰ φύσιν ἀγέννητον, κᾂν συνέφυ αὐτῷ κατὰ σύλληψιν πάντα περιγράφουσαν νοῦν· οὔτε μὴν εἰς ταὐτὸν αὐτῷ φέρεσθαι φύσεώς ποτε καὶ φυσικῆς ἐνεργείας, ἕως ἂν ἑκάτερον τῆς ἰδίας ἐντὸς μένει φυσικῆς ἀτρεψίας· Ὀμοφυῶν γὰρ μόνων ἡ ταὐτουργός ἐστι κίνησις, σημαίνουσα τὴν οὐσίαν, ἧς φυσικὴ καθέστηκε δύναμις, ἑτεροφυοῦς οὐσίας εἶναι κατουδένα λὸγον, ἢ γενέσθαι δίχα τροπῆς δυναμένης.
43Apuleius, De mundo, 33; 4 (auctor c.125–c.180)
Haec enim nec Olympo, qui est celsitudinis summae, contingere poeta his uerbis cecinit: Οὔλυμπόνδ’ ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ Ἔμμεναι· οὔτ’ ἀνέμοισι τινάσσεται οὔτε ποτ’ ὄμβρῳ Δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ’ αἴθρη Πέπταται ἀννέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη.
44Apuleius, Apologia, 84, 26; 2 (auctor c.125–c.180)
dic tu, quibus uerbis epistulam finierit mulier obcantata, uecors, amens, amans: Ἐγώ οὔτε μεμάγευμαι οὔ[ τε ] τ' ἐρῶ.
45Aristoteles, Physica, 1, 3; 7
καὶ πρὸς Παρμενίδην δὲ ὁ αὐτὸς τρόπος τῶν λό γων, καὶ εἴ τινες ἄλλοι εἰσὶν ἴδιοι· καὶ ἡ λύσις τῇ μὲν ὅτι ψευδὴς τῇ δὲ ὅτι οὐ συμπεραίνεται, ψευδὴς μὲν ᾗ ἁπλῶς λαμβάνει τὸ ὂν λέγεσθαι, λεγομένου πολλαχῶς, ἀσυμ πέραντος δὲ ὅτι, εἰ μόνα τὰ λευκὰ ληφθείη, σημαίνοντος ἓν τοῦ λευκοῦ, οὐθὲν ἧττον πολλὰ τὰ λευκὰ καὶ οὐχ ἕν· οὔτε γὰρ τῇ συνεχείᾳ ἓν ἔσται τὸ λευκὸν οὔτε τῷ λόγῳ.
46Aristoteles, Physica, 1, 5; 6
λη πτέον δὴ πρῶτον ὅτι πάντων τῶν ὄντων οὐθὲν οὔτε ποιεῖν πέ φυκεν οὔτε πάσχειν τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος, οὐδὲ γίγνεται ὁτιοῦν ἐξ ὁτουοῦν, ἂν μή τις λαμβάνῃ κατὰ συμβεβηκός· πῶς γὰρ ἂν γένοιτο λευκὸν ἐκ μουσικοῦ, πλὴν εἰ μὴ συμ βεβηκὸς εἴη τῷ μὴ λευκῷ ἢ τῷ μέλανι τὸ μουσικόν;
47Aristoteles, Physica, 1, 6; 4
ὅτι μὲν οὖν οὔτε μία οὔτε ἄπειροι, δῆλον ἐκ τούτων· ἐπεὶ δὲ πεπερασμέναι, τὸ μὴ ποιεῖν δύο μόνον ἔχει τινὰ λό γον· ἀπορήσειε γὰρ ἄν τις πῶς ἢ ἡ πυκνότης τὴν μανότητα ποιεῖν τι πέφυκεν ἢ αὕτη τὴν πυκνότητα.
48Aristoteles, Physica, 1, 6; 20
ὅτι μὲν οὖν οὔτε ἓν τὸ στοιχεῖον οὔτε πλείω δυοῖν ἢ τριῶν, φανερόν· τούτων δὲ πότερον, κα θάπερ εἴπομεν, ἀπορίαν ἔχει πολλήν.
49Aristoteles, Physica, 1, 7; 6
τῶν δὲ γιγνομένων ὡς τὰ ἁπλᾶ λέγομεν γίγνεσθαι, τὸ μὲν ὑπομένον γίγνεται τὸ δ' οὐχ ὑπομένον· ὁ μὲν γὰρ ἄνθρωπος ὑπομένει μουσικὸς γιγνόμενος ἄνθρωπος καὶ ἔστι, τὸ δὲ μὴ μουσικὸν καὶ τὸ ἄμουσον οὔτε ἁπλῶς οὔτε συντεθειμένον ὑπο μένει.
50Aristoteles, Physica, 1, 7; 22
ὥστε οὔτε πλείους τῶν ἐναντίων αἱ ἀρχαὶ τρόπον τινά, ἀλλὰ δύο ὡς εἰπεῖν τῷ ἀριθμῷ, οὔτ' αὖ παντελῶς δύο διὰ τὸ ἕτερον ὑπάρχειν τὸ εἶναι αὐτοῖς, ἀλλὰ τρεῖς· ἕτερον γὰρ τὸ ἀνθρώπῳ καὶ τὸ ἀμούσῳ εἶναι, καὶ τὸ ἀσχηματίστῳ καὶ χαλκῷ.
51Aristoteles, Physica, 1, 8; 2
ζητοῦντες γὰρ οἱ κατὰ φι λοσοφίαν πρῶτοι τὴν ἀλήθειαν καὶ τὴν φύσιν τῶν ὄντων ἐξετράπησαν οἷον ὁδόν τινα ἄλλην ἀπωσθέντες ὑπὸ ἀπει ρίας, καί φασιν οὔτε γίγνεσθαι τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν εἶναι γίγνεσθαι τὸ γιγνόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον εἶναι· οὔτε γὰρ τὸ ὂν γίγνεσθαι (εἶναι γὰρ ἤδη) ἔκ τε μὴ ὄντος οὐδὲν ἂν γενέσθαι· ὑποκεῖσθαι γάρ τι δεῖν.
52Aristoteles, Physica, 1, 9; 10
καίτοι οὔτε αὐτὸ αὑτοῦ οἷόν τε ἐφίεσθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), ἀλλὰ τοῦτ' ἔστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ καθ' αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός.
53Aristoteles, Physica, 2, 1; 16
ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τέχνην καὶ τὸ τεχνικόν, οὕτω καὶ φύσις τὸ κατὰ φύσιν [λέγεται] καὶ τὸ φυσικόν, οὔτε δὲ ἐκεῖ πω φαῖμεν ἂν ἔχειν κατὰ τὴν τέχνην οὐδέν, εἰ δυνάμει μόνον ἐστὶ κλίνη, μή πω δ' ἔχει τὸ εἶδος τῆς κλίνης, οὐδ' εἶναι τέχνην, οὔτ' ἐν τοῖς φύσει συνισταμένοις· τὸ γὰρ δυνάμει σὰρξ ἢ ὀστοῦν οὔτ' ἔχει πω τὴν ἑαυτοῦ φύσιν, πρὶν ἂν λάβῃ τὸ εἶδος τὸ κατὰ τὸν λόγον, ᾧ ὁριζόμενοι λέγομεν τί ἐστι σὰρξ ἢ ὀστοῦν, οὔτε φύσει ἐστίν.
54Aristoteles, Physica, 2, 2; 8
ἐπεὶ δ' ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη, ὡς ἂν εἰ περὶ σιμότητος σκοποῖμεν τί ἐστιν, οὕτω θεωρητέον· ὥστ' οὔτ' ἄνευ ὕλης τὰ τοιαῦτα οὔτε κατὰ τὴν ὕλην.
55Aristoteles, Physica, 2, 5; 1
Πρῶτον μὲν οὖν, ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως γιγνόμενα τὰ δὲ ὡς ἐπὶ τὸ πολύ, φανερὸν ὅτι οὐδετέρου τούτων αἰτία ἡ τύχη λέγεται οὐδὲ τὸ ἀπὸ τύχης, οὔτε τοῦ ἐξ ἀνάγ κης καὶ αἰεὶ οὔτε τοῦ ὡς ἐπὶ τὸ πολύ.
56Aristoteles, Physica, 2, 5; 17
ἔτι ἀβέβαιον ἡ εὐτυχία εὐλόγως· ἡ γὰρ τύχη ἀβέβαιος· οὔτε γὰρ ἀεὶ οὔθ' ὡς ἐπὶ τὸ πολὺ οἷόν τ' εἶναι τῶν ἀπὸ τύχης οὐθέν.
57Aristoteles, Physica, 2, 6; 4
καὶ διὰ τοῦτο οὔτε ἄψυχον οὐδὲν οὔτε θηρίον οὔτε παιδίον οὐδὲν ποιεῖ ἀπὸ τύχης, ὅτι οὐκ ἔχει προαίρεσιν· οὐδ' εὐτυχία οὐδ' ἀτυ χία ὑπάρχει τούτοις, εἰ μὴ καθ' ὁμοιότητα, ὥσπερ ἔφη Πρώταρχος εὐτυχεῖς εἶναι τοὺς λίθους ἐξ ὧν οἱ βωμοί, ὅτι τιμῶνται, οἱ δὲ ὁμόζυγες αὐτῶν καταπατοῦνται.
58Aristoteles, Physica, 2, 8; 15
μάλιστα δὲ φανερὸν ἐπὶ τῶν ζῴων τῶν ἄλλων, ἃ οὔτε τέχνῃ οὔτε ζητήσαντα οὔτε βουλευσάμενα ποιεῖ· ὅθεν διαποροῦσί τινες πότερον νῷ ἤ τινι ἄλλῳ ἐργάζονται οἵ τ' ἀρ άχναι καὶ οἱ μύρμηκες καὶ τὰ τοιαῦτα.
59Aristoteles, Physica, 3, 1; 8
οὐκ ἔστι δὲ κίνησις παρὰ τὰ πράγματα· μεταβάλλει γὰρ ἀεὶ τὸ μεταβάλλον ἢ κατ' οὐσίαν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον, κοινὸν δ' ἐπὶ τούτων οὐδὲν ἔστι λαβεῖν, ὡς φαμέν, ὃ οὔτε τόδε οὔτε πο σὸν οὔτε ποιὸν οὔτε τῶν ἄλλων κατηγορημάτων οὐθέν· ὥστ' οὐδὲ κίνησις οὐδὲ μεταβολὴ οὐθενὸς ἔσται παρὰ τὰ εἰρημένα, μη θενός γε ὄντος παρὰ τὰ εἰρημένα.
60Aristoteles, Physica, 3, 1; 20
ὅτι μὲν οὖν ἐστιν αὕτη, καὶ ὅτι συμβαίνει τότε κινεῖσθαι ὅταν ἡ ἐντελέ χεια ᾖ αὐτή, καὶ οὔτε πρότερον οὔτε ὕστερον, δῆλον· ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν ὁτὲ δὲ μή, οἷον τὸ οἰκοδομη τόν, καὶ ἡ τοῦ οἰκοδομητοῦ ἐνέργεια, ᾗ οἰκοδομητόν, οἰκοδό μησίς ἐστιν (ἢ γὰρ οἰκοδόμησις ἡ ἐνέργεια [τοῦ οἰκοδομητοῦ] ἢ ἡ οἰκία· ἀλλ' ὅταν οἰκία ᾖ, οὐκέτ' οἰκοδομητὸν ἔστιν· οἰ κοδομεῖται δὲ τὸ οἰκοδομητόν· ἀνάγκη οὖν οἰκοδόμη σιν τὴν ἐνέργειαν εἶναι)· ἡ δ' οἰκοδόμησις κίνησίς τις.
61Aristoteles, Physica, 3, 2; 2
οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλ λῳ γένει θεῖναι δύναιτ' ἄν τις, δῆλόν τε σκοποῦσιν ὡς τι θέασιν αὐτὴν ἔνιοι, ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν· ὧν οὐδὲν ἀναγκαῖον κινεῖσθαι, οὔτ' ἂν ἕτερα ᾖ οὔτ' ἂν ἄνισα οὔτ' ἂν οὐκ ὄντα· ἀλλ' οὐδ' ἡ μεταβολὴ οὔτ' εἰς ταῦτα οὔτ' ἐκ τούτων μᾶλλόν ἐστιν ἢ ἐκ τῶν ἀντικειμένων.
62Aristoteles, Physica, 3, 2; 3
αἴτιον δὲ τοῦ εἰς ταῦτα τιθέναι ὅτι ἀόριστόν τι δοκεῖ εἶναι ἡ κίνησις, τῆς δὲ ἑτέρας συστοιχίας αἱ ἀρχαὶ διὰ τὸ στερητικαὶ εἶναι ἀόριστοι· οὔτε γὰρ τόδε οὔτε τοιόνδε οὐδεμία αὐτῶν ἐστιν, [ὅτι] οὐδὲ τῶν ἄλλων κατηγοριῶν.
63Aristoteles, Physica, 3, 2; 4
τοῦ δὲ δοκεῖν ἀόριστον εἶναι τὴν κίνησιν αἴτιον ὅτι οὔτε εἰς δύναμιν τῶν ὄντων οὔτε εἰς ἐνέργειαν ἔστιν θεῖναι αὐτήν· οὔτε γὰρ τὸ δυνατὸν ποσὸν εἶναι κινεῖται ἐξ ἀνάγκης οὔτε τὸ ἐν εργείᾳ ποσόν, ἥ τε κίνησις ἐνέργεια μὲν εἶναί τις δοκεῖ, ἀτελὴς δέ· αἴτιον δ' ὅτι ἀτελὲς τὸ δυνατόν, οὗ ἐστιν ἐνέρ γεια.
64Aristoteles, Physica, 3, 3; 9
ἢ οὔτε τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἑτέρῳ εἶναι ἄτοπον (ἔστι γὰρ ἡ δίδαξις ἐνέργεια τοῦ διδασκαλικοῦ, ἔν τινι μέντοι, καὶ οὐκ ἀποτετμημένη, ἀλλὰ τοῦδε ἐν τῷδε), οὔτε μίαν δυοῖν κωλύει οὐθὲν τὴν αὐτὴν εἶναι (μὴ ὡς τῷ εἶναι τὸ αὐτό, ἀλλ' ὡς ὑπάρ χει τὸ δυνάμει ὂν πρὸς τὸ ἐνεργοῦν), οὔτ' ἀνάγκη τὸν διδά σκοντα μανθάνειν, οὐδ' εἰ τὸ ποιεῖν καὶ πάσχειν τὸ αὐτό ἐστιν, μὴ μέντοι ὥστε τὸν λόγον εἶναι ἕνα τὸν τί ἦν εἶναι λέγοντα, οἷον ὡς λώπιον καὶ ἱμάτιον, ἀλλ' ὡς ἡ ὁδὸς ἡ Θήβηθεν Ἀθήναζε καὶ ἡ Ἀθήνηθεν εἰς Θήβας, ὥσπερ εἴρηται καὶ πρότερον;
65Aristoteles, Physica, 3, 5; 2
εὐλόγως δὲ καὶ ἀρχὴν αὐτὸ τιθέασι πάντες· οὔτε γὰρ μάτην οἷόν τε αὐτὸ εἶναι, οὔτε ἄλλην ὑπάρχειν αὐτῷ δύναμιν πλὴν ὡς ἀρχήν· ἅπαντα γὰρ ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς, τοῦ δὲ ἀπείρου οὐκ ἔστιν ἀρχή· εἴη γὰρ ἂν αὐτοῦ πέρας.
66Aristoteles, Physica, 3, 6; 3
ἀλλ' οὐχ οὕτως οὔτε φασὶν εἶναι οἱ φάσκοντες εἶναι τὸ ἄπειρον οὔτε ἡμεῖς ζητοῦμεν, ἀλλ' ὡς ἀδιεξίτητον.
67Aristoteles, Physica, 3, 6; 13
λογικῶς μὲν οὖν σκοπουμένοις ἐκ τῶν τοι ῶνδε δόξειεν ἂν οὐκ εἶναι· εἰ γάρ ἐστι σώματος λόγος τὸ ἐπιπέδῳ ὡρισμένον, οὐκ ἂν εἴη σῶμα ἄπειρον, οὔτε νοητὸν οὔτε αἰσθητόν (ἀλλὰ μὴν οὐδ' ἀριθμὸς οὕτως ὡς κεχωρισμένος καὶ ἄπειρος· ἀριθμητὸν γὰρ ἀριθμὸς ἢ τὸ ἔχον ἀριθμόν· εἰ οὖν τὸ ἀριθμητὸν ἐνδέχεται ἀριθμῆσαι, καὶ διεξελθεῖν ἂν εἴη δυνατὸν τὸ ἄπειρον)· φυσικῶς δὲ μᾶλλον θεωροῦσιν ἐκ τῶνδε.
68Aristoteles, Physica, 3, 6; 16
ἀλλὰ μὴν οὐδὲ ἓν καὶ ἁπλοῦν εἶναι σῶμα ἄπειρον ἐνδέχεται, οὔτε ὡς λέγουσί τινες τὸ παρὰ τὰ στοιχεῖα, ἐξ οὗ ταῦτα γεννῶσιν, οὔθ' ἁπλῶς.
69Aristoteles, Physica, 3, 6; 32
] εἰ δ' ἄπειρα καὶ ἁπλᾶ, καὶ οἱ τόποι ἄπειροι, καὶ ἔσται ἄπειρα τὰ στοιχεῖα· εἰ δὲ τοῦτ' ἀδύνατον καὶ πεπερασμένοι οἱ τόποι, καὶ τὸ ὅλον [πε περάνθαι ἀναγκαῖον]· ἀδύνατον γὰρ μὴ ἀπαρτίζειν τὸν τό πον καὶ τὸ σῶμα· οὔτε γὰρ ὁ τόπος ὁ πᾶς μείζων ἢ ὅσον ἐνδέχεται τὸ σῶμα εἶναι (ἅμα δ' οὐδ' ἄπειρον ἔσται τὸ σῶμα ἔτι), οὔτε τὸ σῶμα μεῖζον ἢ ὁ τόπος· ἢ γὰρ κενὸν ἔσται τι ἢ σῶμα οὐδαμοῦ πεφυκὸς εἶναι.
70Aristoteles, Physica, 3, 7; 14
ποιήσας μέντοι δύο οὐ χρῆται· οὔτε γὰρ ἐν τοῖς ἀριθμοῖς τὸ ἐπὶ τὴν καθαίρεσιν ἄπειρον ὑπάρχει (ἡ γὰρ μονὰς ἐλάχι στον), οὔτε ἐπὶ τὴν αὔξην (μέχρι γὰρ δεκάδος ποιεῖ τὸν ἀριθ μόν).
71Aristoteles, Physica, 3, 9; 2
οὔτε γὰρ ἵνα ἡ γένεσις μὴ ἐπιλείπῃ, ἀναγκαῖον ἐνεργείᾳ ἄπειρον εἶναι σῶμα αἰσθητόν· ἐνδέχεται γὰρ τὴν θατέρου φθορὰν θατέρου εἶναι γένεσιν, πεπερασμένου ὄντος τοῦ παντός.
72Aristoteles, Physica, 3, 9; 7
μέγεθος δὲ οὔτε τῇ καθαιρέ σει οὔτε τῇ νοητικῇ αὐξήσει ἔστιν ἄπειρον.
73Aristoteles, Physica, 4, 1; 5
ἔτι δ' οὐδ' ἔχομεν οὐδὲν παρὰ τῶν ἄλλων οὔτε προηπορημένον οὔτε προηυπορημένον περὶ αὐτοῦ.
74Aristoteles, Physica, 4, 1; 22
οὔτε γὰρ στοιχεῖον οὔτ' ἐκ στοιχείων οἷόν τε εἶναι τοιαύτην ἔχοντα φύσιν, οὔτε τῶν σω ματικῶν οὔτε τῶν ἀσωμάτων· μέγεθος μὲν γὰρ ἔχει, σῶ μα δ' οὐδέν· ἔστι δὲ τὰ μὲν τῶν αἰσθητῶν στοιχεῖα σώματα, ἐκ δὲ τῶν νοητῶν οὐδὲν γίγνεται μέγεθος.
75Aristoteles, Physica, 4, 1; 24
οὐδε μία γὰρ αὐτῷ ὑπάρχει αἰτία τῶν τεττάρων· οὔτε γὰρ ὡς ὕλη τῶν ὄντων (οὐδὲν γὰρ ἐξ αὐτοῦ συνέστηκεν) οὔτε ὡς εἶδος καὶ λόγος τῶν πραγμάτων οὔθ' ὡς τέλος, οὔτε κινεῖ τὰ ὄντα.
76Aristoteles, Physica, 4, 2; 8
τὸ μὲν γὰρ εἶδος καὶ ἡ ὕλη οὐ χωρίζεται τοῦ πράγματος, τὸν δὲ τόπον ἐνδέχεται· ἐν ᾧ γὰρ ἀὴρ ἦν, ἐν τούτῳ πάλιν ὕδωρ, ὥσπερ ἔφαμεν, γίγνεται, ἀντιμεθισταμένων ἀλλήλοις τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, καὶ τῶν ἄλλων σωμάτων ὁμοίως, ὥστε οὔτε μόριον οὔθ' ἕξις ἀλλὰ χωριστὸς ὁ τόπος ἑκάστου ἐστί.
77Aristoteles, Physica, 4, 4; 8
οὔτε δὴ ἐπακτικῶς σκοποῦσιν οὐδὲν ὁρῶ μεν ἐν ἑαυτῷ κατ' οὐδένα τῶν διορισμῶν, τῷ τε λόγῳ δῆ λον ὅτι ἀδύνατον· δεήσει γὰρ ἀμφότερα ἑκάτερον ὑπάρ χειν, οἷον τὸν ἀμφορέα ἀγγεῖόν τε καὶ οἶνον εἶναι καὶ τὸν οἶνον οἶνόν τε καὶ ἀμφορέα, εἴπερ ἐνδέχεται αὐτό τι ἐν αὑτῷ εἶναι.
78Aristoteles, Physica, 4, 4; 13
ἐκεῖνο δὲ φα νερόν, ὅτι ἐπεὶ οὐδὲν τὸ ἀγγεῖον τοῦ ἐν αὐτῷ (ἕτερον γὰρ τὸ πρώτως ὅ τε καὶ ἐν ᾧ), οὐκ ἂν εἴη οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος ὁ τόπος, ἀλλ' ἕτερον.
79Aristoteles, Physica, 4, 6; 4
ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἐν τῷ οὐρανῷ, διότι ἐν τῷ ἀέρι οὗτος δὲ ἐν τῷ οὐρανῷ· καὶ ἐν τῷ ἀέρι δὲ οὐκ ἐν παντί, ἀλλὰ διὰ τὸ ἔσχατον αὐτοῦ καὶ περιέχον ἐν τῷ ἀέρι φαμὲν εἶναι (εἰ γὰρ πᾶς ὁ ἀὴρ τόπος, οὐκ ἂν ἴσος εἴη ἑκάστου ὁ τόπος καὶ ἕκαστον, δοκεῖ δέ γε ἴσος εἶναι, τοιοῦτος δ' ὁ πρῶτος ἐν ᾧ ἐστιν)· ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται εἶναι ἐν ἐκείνῳ, ἀλλ' ὡς μέρος ἐν ὅλῳ· ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον, ἐν πρώτῳ ἐστὶ τῷ ἐσχάτῳ τοῦ περιέχοντος, ὃ οὔτε ἐστὶ μέρος τοῦ ἐν αὐτῷ οὔτε μεῖζον τοῦ διαστήματος ἀλλ' ἴσον· ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων.
80Aristoteles, Physica, 4, 6; 17
ἀλλ' ἡ μὲν ὕλη, ὥσπερ ἐλέχθη ἐν τοῖς πρότερον, οὔτε χωριστὴ τοῦ πράγματος οὔτε περιέχει, ὁ δὲ τόπος ἄμφω.
81Aristoteles, Physica, 4, 7; 12
οὔτε γὰρ συναύξεσθαι ἀνάγκη τὸν τόπον, οὔτε στιγμῆς εἶναι τό πον, οὔτε δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ, οὔτε διάστημά τι εἶναι σωματικόν (σῶμα γὰρ τὸ μεταξὺ τοῦ τόπου τὸ τυχόν, ἀλλ' οὐ διάστημα σώματος).
82Aristoteles, Physica, 4, 8; 7
οὔκουν τοῦτο δεῖ δεικνύναι, ὅτι ἐστί τι ὁ ἀήρ, ἀλλ' ὅτι οὐκ ἔστι διάστημα ἕτερον τῶν σωμάτων, οὔτε χωριστὸν οὔτε ἐνεργείᾳ ὄν, ὃ διαλαμβάνει τὸ πᾶν σῶμα ὥστε εἶναι μὴ συνεχές, καθάπερ λέγουσιν Δημόκριτος καὶ Λεύκιππος καὶ ἕτεροι πολλοὶ τῶν φυσιολόγων, ἢ καὶ εἴ τι ἔξω τοῦ παντὸς σώματός ἐστιν ὄντος συνεχοῦς.
83Aristoteles, Physica, 4, 9; 10
ἐπεὶ δὲ περὶ τόπου διώρισται, καὶ τὸ κενὸν ἀν άγκη τόπον εἶναι, εἰ ἔστιν, ἐστερημένον σώματος, τόπος δὲ καὶ πῶς ἔστι καὶ πῶς οὐκ ἔστιν εἴρηται, φανερὸν ὅτι οὕτω μὲν κενὸν οὐκ ἔστιν, οὔτε κεχωρισμένον οὔτε ἀχώριστον.
84Aristoteles, Physica, 4, 11; 19
ἐκ δὴ τῶν εἰρημένων φανερὸν ὡς οὔτ' ἀποκεκριμένον κενὸν ἔστιν, οὔθ' ἁπλῶς οὔτ' ἐν τῷ μανῷ, οὔτε δυνάμει, εἰ μή τις βούλεται πάντως καλεῖν κενὸν τὸ αἴτιον τοῦ φέρεσθαι.
85Aristoteles, Physica, 4, 12; 13
ἀλλὰ μὴν οὐδ' αἰεὶ τὸ αὐτὸ διαμένειν δυνατόν· οὐδενὸς γὰρ διαι ρετοῦ πεπερασμένου ἓν πέρας ἔστιν, οὔτε ἂν ἐφ' ἓν ᾖ συνεχὲς οὔτε ἂν ἐπὶ πλείω· τὸ δὲ νῦν πέρας ἐστίν, καὶ χρόνον ἔστι λαβεῖν πεπερασμένον.
86Aristoteles, Physica, 4, 12; 14
ἔτι εἰ τὸ ἅμα εἶναι κατὰ χρόνον καὶ μήτε πρότερον μήτε ὕστερον τὸ ἐν τῷ αὐτῷ εἶναι καὶ ἑνὶ [τῷ] νῦν ἐστιν, εἰ τά τε πρότερον καὶ τὰ ὕστερον ἐν τῷ νῦν τῳδί ἐστιν, ἅμα ἂν εἴη τὰ ἔτος γενόμενα μυριοστὸν τοῖς γε νομένοις τήμερον, καὶ οὔτε πρότερον οὔτε ὕστερον οὐδὲν ἄλλο ἄλλου.
87Aristoteles, Physica, 4, 12; 22
ἔτι δὲ μεταβολὴ μέν ἐστι θάττων καὶ βραδυτέρα, χρόνος δ' οὐκ ἔστιν· τὸ γὰρ βραδὺ καὶ ταχὺ χρόνῳ ὥρισται, ταχὺ μὲν τὸ ἐν ὀλίγῳ πολὺ κινούμενον, βραδὺ δὲ τὸ ἐν πολλῷ ὀλίγον· ὁ δὲ χρόνος οὐχ ὥρισται χρόνῳ, οὔτε τῷ ποσός τις εἶναι οὔτε τῷ ποιός.
88Aristoteles, Physica, 4, 13; 4
ὅτι μὲν οὖν οὔτε κίνησις οὔτ' ἄνευ κινήσεως ὁ χρόνος ἐστί, φανερόν· ληπτέον δέ, ἐπεὶ ζητοῦμεν τί ἐστιν ὁ χρόνος, ἐντεῦθεν ἀρχομένοις, τί τῆς κινήσεώς ἐστιν.
89Aristoteles, Physica, 4, 14; 35
ὅσα μὲν οὖν φθαρτὰ καὶ γενητὰ καὶ ὅλως ὁτὲ μὲν ὄντα ὁτὲ δὲ μή, ἀνάγκη ἐν χρόνῳ εἶναι (ἔστιν γὰρ χρόνος τις πλείων, ὃς ὑπερέξει τοῦ τε εἶναι αὐτῶν καὶ τοῦ μετροῦντος τὴν οὐσίαν αὐτῶν)· τῶν δὲ μὴ ὄντων ὅσα μὲν περιέχει ὁ χρόνος, τὰ μὲν ἦν, οἷον Ὅμηρός ποτε ἦν, τὰ δὲ ἔσται, οἷον τῶν μελλόντων τι, ἐφ' ὁπότερα περι έχει· καὶ εἰ ἐπ' ἄμφω, ἀμφότερα [καὶ ἦν καὶ ἔσται]· ὅσα δὲ μὴ περιέχει μηδαμῇ, οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται.
90Aristoteles, Physica, 5, 1; 1
Μεταβάλλει δὲ τὸ μεταβάλλον πᾶν τὸ μὲν κατὰ συμβεβηκός, οἷον ὅταν λέγωμεν τὸ μουσικὸν βαδίζειν, ὅτι ᾧ συμβέβηκεν μουσικῷ εἶναι, τοῦτο βαδίζει· τὸ δὲ τῷ τού του τι μεταβάλλειν ἁπλῶς λέγεται μεταβάλλειν, οἷον ὅσα λέγεται κατὰ μέρη (ὑγιάζεται γὰρ τὸ σῶμα, ὅτι ὁ ὀφ θαλμὸς ἢ ὁ θώραξ, ταῦτα δὲ μέρη τοῦ ὅλου σώματος)· ἔστι δέ τι ὃ οὔτε κατὰ συμβεβηκὸς κινεῖται οὔτε τῷ ἄλλο τι τῶν αὐτοῦ, ἀλλὰ τῷ αὐτὸ κινεῖσθαι πρῶτον.
91Aristoteles, Physica, 5, 1; 4
ἐπεὶ δ' ἔστι μέν τι τὸ κινοῦν πρῶτον, ἔστι δέ τι τὸ κινού μενον, ἔτι ἐν ᾧ, ὁ χρόνος, καὶ παρὰ ταῦτα ἐξ οὗ καὶ εἰς ὅ – πᾶσα γὰρ κίνησις ἔκ τινος καὶ εἴς τι· ἕτερον γὰρ τὸ πρῶ τον κινούμενον καὶ εἰς ὃ κινεῖται καὶ ἐξ οὗ, οἷον τὸ ξύλον καὶ τὸ θερμὸν καὶ τὸ ψυχρόν· τούτων δὲ τὸ μὲν ὅ, τὸ δ' εἰς ὅ, τὸ δ' ἐξ οὗ – ἡ δὴ κίνησις δῆλον ὅτι ἐν τῷ ξύλῳ, οὐκ ἐν τῷ εἴδει· οὔτε γὰρ κινεῖ οὔτε κινεῖται τὸ εἶδος ἢ ὁ τό πος ἢ τὸ τοσόνδε, ἀλλ' ἔστι κινοῦν καὶ κινούμενον καὶ εἰς ὃ κινεῖται.
92Aristoteles, Physica, 5, 1; 17
ἡ γὰρ οὐκ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον οὐκ ἔστιν μεταβολὴ διὰ τὸ μὴ εἶναι κατ' ἀν τίθεσιν· οὔτε γὰρ ἐναντία οὔτε ἀντίφασίς ἐστιν.
93Aristoteles, Physica, 5, 2; 11
ἐπεὶ δὲ τῶν ἀπείρων οὐκ ἔστιν τι πρῶτον, οὐκ ἔσται τὸ πρῶτον, ὥστ' οὐδὲ τὸ ἐχόμενον· οὔτε γί γνεσθαι οὖν οὔτε κινεῖσθαι οἷόν τε οὔτε μεταβάλλειν οὐδέν.
94Aristoteles, Physica, 5, 2; 12
ἔτι τοῦ αὐτοῦ κίνησις ἡ ἐναντία (καὶ ἔτι ἠρέμησις), καὶ γένεσις καὶ φθορά, ὥστε τὸ γιγνόμενον γιγνόμενον ὅταν γένηται γιγνόμενον, τότε φθείρεται· οὔτε γὰρ εὐθὺς γιγνόμενον οὔθ' ὕστερον· εἶναι γὰρ δεῖ τὸ φθειρόμενον.
95Aristoteles, Physica, 5, 2; 21
ἐπεὶ δὲ οὔτε οὐσίας οὔτε τοῦ πρός τι οὔτε τοῦ ποιεῖν καὶ πάσχειν, λείπεται κατὰ τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ τὸ ποὺ κίνησιν εἶναι μόνον· ἐν ἑκάστῳ γὰρ ἔστι τού των ἐναντίωσις.
96Aristoteles, Physica, 5, 4; 30
ἀνωμαλία δ' ἐστὶν διαφορὰ ὁτὲ μὲν ἐφ' ᾧ κινεῖται (ἀδύνατον γὰρ ὁμα λὴν εἶναι τὴν κίνησιν μὴ ἐπὶ ὁμαλῷ μεγέθει, οἷον ἡ τῆς κεκλασμένης κίνησις ἢ ἡ τῆς ἕλικος ἢ ἄλλου μεγέθους, ὧν μὴ ἐφαρμόττει τὸ τυχὸν ἐπὶ τὸ τυχὸν μέρος)· ἡ δὲ οὔτε ἐν τῷ ὃ οὔτ' ἐν τῷ πότε οὔτε ἐν τῷ εἰς ὅ, ἀλλ' ἐν τῷ ὥς.
97Aristoteles, Physica, 5, 6; 12
ἀπορήσειε δ' ἄν τις διὰ τί ἐν μὲν τῇ κατὰ τόπον μεταβολῇ εἰσὶ καὶ κατὰ φύ σιν καὶ παρὰ φύσιν καὶ μοναὶ καὶ κινήσεις, ἐν δὲ ταῖς ἄλ λαις οὔ, οἷον ἀλλοίωσις ἡ μὲν κατὰ φύσιν ἡ δὲ παρὰ φύσιν (οὐδὲν γὰρ μᾶλλον ἡ ὑγίανσις ἢ ἡ νόσανσις κατὰ φύσιν ἢ παρὰ φύσιν, οὐδὲ λεύκανσις ἢ μέλανσις)· ὁμοίως δὲ καὶ ἐπ' αὐξήσεως καὶ φθίσεως (οὔτε γὰρ αὗται ἀλλή λαις ἐναντίαι ὡς φύσει ἡ δὲ παρὰ φύσιν, οὔτ' αὔξησις αὐξή σει)· καὶ ἐπὶ γενέσεως δὲ καὶ φθορᾶς ὁ αὐτὸς λόγος· οὔτε γὰρ ἡ μὲν γένεσις κατὰ φύσιν ἡ δὲ φθορὰ παρὰ φύσιν (τὸ γὰρ γηρᾶν κατὰ φύσιν), οὔτε γένεσιν ὁρῶμεν τὴν μὲν κατὰ φύσιν τὴν δὲ παρὰ φύσιν.
98Aristoteles, Physica, 6, 1; 2
οὔτε γὰρ ἓν τὰ ἔσχατα τῶν στιγμῶν (οὐ γάρ ἐστι τὸ μὲν ἔσχατον τὸ δ' ἄλλο τι μόριον τοῦ ἀδιαιρέτου), οὔθ' ἅμα τὰ ἔσχατα (οὐ γάρ ἐστιν ἔσχατον τοῦ ἀμεροῦς οὐδέν· ἕτερον γὰρ τὸ ἔσχατον καὶ οὗ ἔσχατον).
99Aristoteles, Physica, 6, 1; 17
εἰ δὴ ἀνάγκη τὸ κινούμενον ποθέν ποι μὴ ἅμα κινεῖσθαι καὶ κεκινῆσθαι οὗ ἐκινεῖτο ὅτε ἐκινεῖτο (οἷον εἰ Θήβαζέ τι βα δίζει, ἀδύνατον ἅμα βαδίζειν Θήβαζε καὶ βεβαδικέναι Θήβαζε), τὴν δὲ τὸ Α τὴν ἀμερῆ ἐκινεῖτο τὸ Ω, ᾗ ἡ τὸ Δ κίνησις παρῆν· ὥστ' εἰ μὲν ὕστερον διεληλύθει ἢ διῄει, διαιρετὴ ἂν εἴη (ὅτε γὰρ διῄει, οὔτε ἠρέμει οὔτε διεληλύθει, ἀλλὰ μεταξὺ ἦν), εἰ δ' ἅμα διέρχεται καὶ διελήλυθε, τὸ βαδίζον, ὅτε βαδίζει, βεβαδικὸς ἐκεῖ ἔσται καὶ κεκινημένον οὗ κινεῖ ται.
100Aristoteles, Physica, 6, 2; 10
ἔτι δ' εἰ πᾶν ἀνάγκη ἢ ἐν ἴσῳ ἢ ἐν ἐλάττονι ἢ ἐν πλείονι κινεῖ σθαι, καὶ τὸ μὲν ἐν πλείονι βραδύτερον, τὸ δ' ἐν ἴσῳ ἰσο ταχές, τὸ δὲ θᾶττον οὔτε ἰσοταχὲς οὔτε βραδύτερον, οὔτ' ἂν ἐν ἴσῳ οὔτ' ἐν πλείονι κινοῖτο τὸ θᾶττον.
101Aristoteles, Physica, 6, 3; 7
οὔτε δὴ τὸ ἄπειρον οἷόν τε ἐν πεπερασμένῳ χρόνῳ διελθεῖν, οὔτ' ἐν ἀπείρῳ τὸ πεπερασμένον· ἀλλ' ἐάν τε ὁ χρόνος ἄπειρος ᾖ, καὶ τὸ μέγεθος ἔσται ἄπειρον, ἐάν τε τὸ μέγεθος, καὶ ὁ χρόνος.
102Aristoteles, Physica, 6, 3; 14
φα νερὸν οὖν ἐκ τῶν εἰρημένων ὡς οὔτε γραμμὴ οὔτε ἐπίπεδον οὔτε ὅλως τῶν συνεχῶν οὐθὲν ἔσται ἄτομον, οὐ μόνον διὰ τὸ νῦν λεχθέν, ἀλλὰ καὶ ὅτι συμβήσεται διαιρεῖσθαι τὸ ἄτομον.
103Aristoteles, Physica, 6, 5; 1
Τὸ δὲ μεταβάλλον ἅπαν ἀνάγκη διαιρετὸν εἶναι. ἐπεὶ γὰρ ἔκ τινος εἴς τι πᾶσα μεταβολή, καὶ ὅταν μὲν ᾖ ἐν τούτῳ εἰς ὃ μετέβαλλεν, οὐκέτι μεταβάλλει, ὅταν δὲ ἐξ οὗ μετέβαλλεν, καὶ αὐτὸ καὶ τὰ μέρη πάντα, οὔπω μεταβάλλει (τὸ γὰρ ὡσαύτως ἔχον καὶ αὐτὸ καὶ τὰ μέρη οὐ μεταβάλ λει), ἀνάγκη οὖν τὸ μέν τι ἐν τούτῳ εἶναι, τὸ δ' ἐν θατέρῳ τοῦ μεταβάλλοντος· οὔτε γὰρ ἐν ἀμφοτέροις οὔτ' ἐν μηδετέρῳ δυνατόν.
104Aristoteles, Physica, 6, 6; 7
ὥστ' εἰ μὲν ὅλη διαιρεθή σεται ἡ ΘΙ εἰς τὰς τῶν μερῶν κινήσεις, ἴση ἔσται ἡ ΘΙ τῇ ΔΖ· εἰ δ' ἀπολείπει τι, οἷον τὸ ΚΙ, αὕτη οὐδενὸς ἔσται κί νησις (οὔτε γὰρ τοῦ ὅλου οὔτε τῶν μερῶν διὰ τὸ μίαν εἶναι ἑνός, οὔτε ἄλλου οὐθενός· ἡ γὰρ συνεχὴς κίνησίς ἐστι συνεχῶν τινῶν), ὡσαύτως δὲ καὶ εἰ ὑπερβάλλει κατὰ τὴν διαίρεσιν· ὥστ' εἰ τοῦτο ἀδύνατον, ἀνάγκη τὴν αὐτὴν εἶναι καὶ ἴσην.
105Aristoteles, Physica, 6, 7; 34
ὅτι μὲν οὖν οὔτε τοῦ μεταβάλλοντος οὔτ' ἐν ᾧ μετα βάλλει χρόνῳ πρῶτον οὐθέν ἐστιν, φανερὸν ἐκ τῶν εἰρημένων· αὐτὸ δὲ ὃ μεταβάλλει ἢ καθ' ὃ μεταβάλλει, οὐκέθ' ὁμοίως ἕξει.
106Aristoteles, Physica, 6, 8; 25
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ φθειρομένου καὶ ἐφθαρμένου· εὐθὺς γὰρ ἐνυπάρχει τῷ γιγνομένῳ καὶ τῷ φθειρομένῳ ἄπειρόν τι συνεχεῖ γε ὄντι, καὶ οὐκ ἔστιν οὔτε γί γνεσθαι μὴ γεγονός τι οὔτε γεγονέναι μὴ γιγνόμενόν τι, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ φθείρεσθαι καὶ ἐπὶ τοῦ ἐφθάρθαι· αἰεὶ γὰρ ἔσται τοῦ μὲν φθείρεσθαι τὸ ἐφθάρθαι πρότερον, τοῦ δ' ἐφ θάρθαι τὸ φθείρεσθαι.
107Aristoteles, Physica, 6, 9; 7
καὶ οὕτω δὴ λαμβάνων, ἐπειδὴ τοῦ μὲν ἀπείρου οὐθὲν ἔστι μόριον ὃ καταμετρήσει (ἀδύ νατον γὰρ τὸ ἄπειρον εἶναι ἐκ πεπερασμένων καὶ ἴσων καὶ ἀνίσων, διὰ τὸ καταμετρηθήσεσθαι τὰ πεπερασμένα πλήθει καὶ μεγέθει ὑπό τινος ἑνός, ἐάν τε ἴσα ᾖ ἐάν τε ἄνισα, ὡρισμένα δὲ τῷ μεγέθει, οὐθὲν ἧττον), τὸ δὲ διάστημα τὸ πε περασμένον ποσοῖς τοῖς ΑΕ μετρεῖται, ἐν πεπερασμένῳ ἂν χρόνῳ τὸ ΑΒ κινοῖτο (ὡσαύτως δὲ καὶ ἐπὶ ἠρεμήσεως)· ὥστε οὔτε γίγνεσθαι οὔτε φθείρεσθαι οἷόν τε ἀεί τι τὸ αὐτὸ καὶ ἕν.
108Aristoteles, Physica, 6, 11; 1
ἐπεὶ δ' οὔτε τὸ πεπερασμένον τὸ ἄπειρον οὔτε τὸ ἄπειρον τὸ πεπερασμένον οὔτε τὸ ἄπειρον τὸ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ κινεῖται, φανερὸν ὅτι οὐδὲ κίνησις ἔσται ἄπειρος ἐν πε περασμένῳ χρόνῳ· τί γὰρ διαφέρει τὴν κίνησιν ἢ τὸ μέγεθος ποιεῖν ἄπειρον;
109Aristoteles, Physica, 6, 12; 5
ὥσπερ δὲ τὸ κινούμενον οὐκ ἔστιν ἐν ᾧ πρώτῳ κινεῖται, οὕτως οὐδ' ἐν ᾧ ἵσταται τὸ ἱστάμενον· οὔτε γὰρ τοῦ κινεῖσθαι οὔτε τοῦ ἵστασθαί ἐστίν τι πρῶτον.
110Aristoteles, Physica, 6, 13; 6
ἐν δὲ τῷ νῦν ἔστιν μὲν ἀεὶ κατά τι μὲν ὄν, οὐ μέντοι ἠρεμεῖ· οὔτε γὰρ κινεῖσθαι οὔτ' ἠρεμεῖν ἔστιν ἐν τῷ νῦν, ἀλλὰ μὴ κινεῖσθαι μὲν ἀληθὲς ἐν τῷ νῦν καὶ εἶναι κατά τι, ἐν χρόνῳ δ' οὐκ ἐνδέχεται εἶναι κατά τι ἠρεμοῦν· συμβαίνει γὰρ τὸ φερόμενον ἠρεμεῖν.
111Aristoteles, Physica, 6, 15; 1
οὐδὲ δὴ κατὰ τὴν ἐν τῇ ἀντιφάσει μεταβολὴν οὐθὲν ἡμῖν ἔσται ἀδύνατον, οἷον εἰ ἐκ τοῦ μὴ λευκοῦ εἰς τὸ λευκὸν μετα βάλλει καὶ ἐν μηδετέρῳ ἐστίν, ὡς ἄρα οὔτε λευκὸν ἔσται οὔτε οὐ λευκόν· οὐ γὰρ εἰ μὴ ὅλον ἐν ὁποτερῳοῦν ἐστιν, οὐ λεχθή σεται λευκὸν ἢ οὐ λευκόν· λευκὸν γὰρ λέγομεν ἢ οὐ λευκὸν οὐ τῷ ὅλον εἶναι τοιοῦτον, ἀλλὰ τῷ τὰ πλεῖστα ἢ τὰ κυ ριώτατα μέρη· οὐ ταὐτὸ δ' ἐστὶν μὴ εἶναί τε ἐν τούτῳ καὶ μὴ εἶναι ἐν τούτῳ ὅλον.
112Aristoteles, Physica, 6, 16; 13
τοῦτο δ' ὅτι ἀδύνατον, δέδεικται καὶ πρότερον· οὔτε γὰρ ὁ χρόνος ἐκ τῶν νῦν οὔθ' ἡ γραμμὴ ἐκ στιγμῶν οὔθ' ἡ κίνησις ἐκ κινημάτων· οὐθὲν γὰρ ἄλλο ποιεῖ ὁ τοῦτο λέγων ἢ τὴν κίνησιν ἐξ ἀμερῶν, καθάπερ ἂν εἰ τὸν χρόνον ἐκ τῶν νῦν ἢ τὸ μῆκος ἐκ στιγμῶν.
113Aristoteles, Physica, 6, 16; 14
ἔτι δὲ καὶ ἐκ τῶνδε φανερὸν ὅτι οὔτε στιγμὴν οὔτ' ἄλλο ἀδιαίρετον οὐθὲν ἐνδέχεται κινεῖσθαι.
114Aristoteles, Physica, 7, 5; 2
αἱ μὲν γὰρ ἀρεταὶ αἱ δὲ κακίαι τῶν ἕξεων· οὐκ ἔστι δὲ οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία ἀλλοίωσις, ἀλλ' ἡ μὲν ἀρετὴ τελείωσίς τις (ὅταν γὰρ λάβῃ τὴν αὑτοῦ ἀρετήν, τότε λέγεται τέλειον ἕκαστον – τότε γὰρ ἔστι μάλιστα [τὸ] κατὰ φύσιν – ὥσπερ κύκλος τέλειος, ὅταν μάλιστα γένηται κύκλος καὶ ὅταν βέλτιστος), ἡ δὲ κακία φθορὰ τούτου καὶ ἔκστασις· ὥσπερ οὖν οὐδὲ τὸ τῆς οἰκίας τελείωμα λέγομεν ἀλλοίωσιν (ἄτοπον γὰρ εἰ ὁ θριγκὸς καὶ ὁ κέραμος ἀλ λοίωσις, ἢ εἰ θριγκουμένη καὶ κεραμουμένη ἀλλοιοῦται ἀλλὰ μὴ τελειοῦται ἡ οἰκία), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρε τῶν καὶ τῶν κακιῶν καὶ τῶν ἐχόντων ἢ λαμβανόντων· αἱ μὲν γὰρ τελειώσεις αἱ δὲ ἐκστάσεις εἰσίν, ὥστ' οὐκ ἀλλοιώ σεις.
115Aristoteles, Physica, 7, 5; 6
ἐπεὶ οὖν τὰ πρός τι οὔτε αὐτά ἐστιν ἀλλοιώσεις, οὔτε ἔστιν αὐτῶν ἀλ λοίωσις οὐδὲ γένεσις οὐδ' ὅλως μεταβολὴ οὐδεμία, φανερὸν ὅτι οὔθ' αἱ ἕξεις οὔθ' αἱ τῶν ἕξεων ἀποβολαὶ καὶ λήψεις ἀλλοιώσεις εἰσίν, ἀλλὰ γίγνεσθαι μὲν ἴσως αὐτὰς καὶ φθείρεσθαι ἀλλοιουμένων τινῶν ἀνάγκη, καθάπερ καὶ τὸ εἶ δος καὶ τὴν μορφήν, οἷον θερμῶν καὶ ψυχρῶν ἢ ξηρῶν καὶ ὑγρῶν, ἢ ἐν οἷς τυγχάνουσιν οὖσαι πρώτοις.
116Aristoteles, Physica, 7, 6; 8
διὸ καὶ τὰ παιδία οὔτε μανθάνειν δύνανται οὔτε κατὰ τὰς αἰσθήσεις ὁμοίως κρίνειν τοῖς πρεσβυτέροις· πολλὴ γὰρ ἡ ταραχὴ καὶ ἡ κίνησις.
117Aristoteles, Physica, 7, 7; 43
ἐν ταῦθα μὲν δὴ ὅτι ὑγίεια ἡ αὐτή, ἔστιν λαβεῖν ὅτι οὔτε μᾶλ λον οὔτε ἧττον ἀλλ' ὁμοίως ὑπάρχει.
118Aristoteles, Physica, 7, 8; 4
καὶ εἰ τὸ Ε τὸ Ζ κινεῖ ἐν τῷ Δ τὴν Γ, οὐκ ἀνάγκη ἐν τῷ ἴσῳ χρόνῳ τὸ ἐφ' οὗ Ε τὸ διπλάσιον τοῦ Ζ κινεῖν τὴν ἡμίσειαν τῆς Γ· εἰ δὴ τὸ Α τὴν τὸ Β κινεῖ ἐν τῷ Δ ὅσην ἡ τὸ Γ, τὸ ἥμισυ τοῦ Α τὸ ἐφ' ᾧ Ε τὴν τὸ Β οὐ κινήσει ἐν τῷ χρόνῳ ἐφ' ᾧ τὸ Δ οὐδ' ἔν τινι τοῦ Δ τι τῆς Γ ἀνάλογον πρὸς τὴν ὅλην τὴν Γ ὡς τὸ Α πρὸς τὸ Ε· ὅλως γὰρ εἰ ἔτυχεν οὐ κινήσει οὐδέν· οὐ γὰρ εἰ ἡ ὅλη ἰσχὺς τοσήνδε ἐκίνησεν, ἡ ἡμίσεια οὐ κινήσει οὔτε ποσὴν οὔτ' ἐν ὁποσῳοῦν· εἷς γὰρ ἂν κινοίη τὸ πλοῖον, εἴπερ ἥ τε τῶν νεωλκῶν τέμνεται ἰσχὺς εἰς τὸν ἀριθμὸν καὶ τὸ μῆκος ὃ πάντες ἐκίνησαν.
119Aristoteles, Physica, 8, 1; 1
Πότερον γέγονέ ποτε κίνησις οὐκ οὖσα πρότερον, καὶ φθείρεται πάλιν οὕτως ὥστε κινεῖσθαι μηδέν, ἢ οὔτ' ἐγένετο οὔτε φθείρεται, ἀλλ' ἀεὶ ἦν καὶ ἀεὶ ἔσται, καὶ τοῦτ' ἀθάνατον καὶ ἄπαυστον ὑπάρχει τοῖς οὖσιν, οἷον ζωή τις οὖσα τοῖς φύσει συνεστῶσι πᾶσιν;
120Aristoteles, Physica, 8, 2; 2
ἔτι ὁρῶμεν ὅτι δυνατὸν κινηθῆναι μήτε κινούμενον μήτ' ἔχον ἐν ἑαυτῷ μη δεμίαν κίνησιν, οἷον ἐπὶ τῶν ἀψύχων, ὧν οὔτε μέρος οὐδὲν οὔτε τὸ ὅλον κινούμενον ἀλλ' ἠρεμοῦν κινεῖταί ποτε· προσῆκεν δὲ ἢ ἀεὶ κινεῖσθαι ἢ μηδέποτε, εἴπερ μὴ γίγνεται οὐκ οὖσα.
121Aristoteles, Physica, 8, 3; 7
οὔτε γὰρ αὐξάνεσθαι οὔτε φθίνειν οἷόν τε συνεχῶς, ἀλλ' ἔστι καὶ τὸ μέσον.
122Aristoteles, Physica, 8, 3; 14
εἰς τοὐναντίον γὰρ ἡ ἀλλοίωσις· ὁ δὲ λίθος οὔτε σκληρότερος γίγνεται οὔτε μαλακώτερος.
123Aristoteles, Physica, 8, 3; 19
λεκτέον δ' ὅτι ἀδύνατον, ὥσπερ ἐπὶ τῶν εἰρημένων πρότερον, καὶ ἐπὶ τούτων (ὁρῶμεν γὰρ ἐπὶ τῶν αὐτῶν γιγνομένας τὰς εἰρημένας μεταβολάς), καὶ πρὸς τούτοις ὅτι μάχεται τοῖς φανεροῖς ὁ ἀμφισβητῶν· οὔτε γὰρ αὔξησις οὔθ' ἡ βίαιος ἔσται κίνησις, εἰ μὴ κινή σεται παρὰ φύσιν ἠρεμοῦν πρότερον.
124Aristoteles, Physica, 8, 5; 42
οὔτε γὰρ ἔσται πρῶτον κινοῦν οὐ δέν, εἴ γε αὐτὸ ἑαυτὸ κινήσει ἑκάτερον (τὸ γὰρ πρότερον αἰ τιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· δι χῶς γὰρ κινεῖν ἦν, τὸ μὲν τὸ ὑπ' ἄλλου κινούμενον αὐτό, τὸ δ' αὑτῷ· ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ)· ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι εἰ μὴ ὑφ' αὑτοῦ· κατὰ συμβεβηκὸς ἄρα ἀντικινεῖ θάτερον.
125Aristoteles, Physica, 8, 5; 46
ἀλλὰ μὴν οὐδὲ τοῦ πρώτως αὐτὸ αὑτὸ κινοῦντος οὔτε ἓν μόριον οὔτε πλείω κινήσει αὐτὸ αὑτὸ ἕκαστον.
126Aristoteles, Physica, 8, 6; 8
τοῦ γὰρ ἀεὶ καὶ συνεχοῦς οὔτε ἕκαστον αὐτῶν οὔτε πάντα αἴτια· τὸ μὲν γὰρ οὕτως ἔχειν ἀΐδιον καὶ ἐξ ἀνάγκης, τὰ δὲ πάντα ἄπειρα, καὶ οὐχ ἅμα πάντα ὄντα.
127Aristoteles, Physica, 8, 6; 20
καὶ διὰ τούτου γέγονε δῆλον ὅτι οὔτε πάντα κινεῖται οὔτε πάντα ἠρεμεῖ οὔτε τὰ μὲν ἀεὶ ἠρεμεῖ τὰ δὲ ἀεὶ κινεῖται· τὰ γὰρ ἐπαμφοτερί ζοντα καὶ δύναμιν ἔχοντα τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν δείκνυσιν περὶ αὐτῶν.
128Aristoteles, Physica, 8, 8; 18
οὐδεμία γὰρ ἀνάγκη οὔτε αὔξεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φερόμενον, οὐδὲ δὴ γίγνεσθαι ἢ φθείρε σθαι· τούτων δὲ οὐδεμίαν ἐνδέχεται τῆς συνεχοῦς μὴ οὔσης, ἣν κινεῖ τὸ πρῶτον κινοῦν.
129Aristoteles, Physica, 8, 10; 10
οὐ δεῖ δὲ ταράττεσθαι ὅτι τὸ αὐτὸ πλείοσιν ἔσται ἐναντίον, οἷον ἡ κίνησις καὶ στάσει καὶ κινήσει τῇ εἰς τοὐναντίον, ἀλλὰ μόνον τοῦτο λαμβάνειν, ὅτι ἀντίκειταί πως καὶ τῇ κινήσει καὶ τῇ ἠρεμίᾳ ἡ κίνησις ἡ ἐναντία, καθάπερ τὸ ἴσον καὶ τὸ μέτριον τῷ ὑπερέχοντι καὶ τῷ ὑπερεχομένῳ, καὶ ὅτι οὐκ ἐνδέχεται ἅμα τὰς ἀντικειμένας οὔτε κινήσεις οὔτε μεταβολὰς ὑπάρ χειν.
130Aristoteles, Physica, 8, 11; 12
ὅταν δὲ συνεχῶς φέρηται, οὔτε γεγονέναι οὔτε ἀπογεγονέναι οἷόν τε τὸ Α κατὰ τὸ Β σημεῖον, ἀλλὰ μό νον εἶναι ἐν τῷ νῦν, ἐν χρόνῳ δ' οὐδενὶ πλὴν οὗ τὸ νῦν ἐστιν διαί ρεσις, ἐν τῷ ὅλῳ [τῷ ΑΒΓ].
131Aristoteles, Physica, 8, 13; 24
ὁ δὲ λόγος νῦν εἴρηκε καθόλου περὶ πάσης κινήσεως ὅτι κατ' οὐδεμίαν κίνησιν ἐνδέχεται κινεῖσθαι συνεχῶς ἔξω τῆς κύκλῳ, ὥστε οὔτε κατ' ἀλλοίωσιν οὔτε κατ' αὔξησιν.
132Aristoteles, Physica, 8, 13; 25
ὅτι μὲν οὖν οὔτ' ἄπειρός ἐστι μεταβολὴ οὐδεμία οὔτε συνεχὴς ἔξω τῆς κύκλῳ φορᾶς ἔστω τοσαῦθ' ἡμῖν εἰρημένα.
133Aristoteles, Physica, 8, 14; 6
ἔτι προτέρα ἣν ἐνδέχεται ἀΐδιον εἶναι τῆς μὴ ἐνδεχομένης· τὴν μὲν οὖν κύκλῳ ἐνδέχεται ἀΐδιον εἶναι, τῶν δὲ ἄλλων οὔτε φορὰν οὔτε ἄλλην οὐδεμίαν· στάσιν γὰρ δεῖ γενέσθαι, εἰ δὲ στάσις, ἔφθαρται ἡ κίνησις.
134Aristoteles, Physica, 8, 14; 12
ἔτι δὲ καὶ ὁμαλῆ ἐνδέχεται εἶναι τὴν κύκλῳ μόνην· τὰ γὰρ ἐπ' εὐθείας ἀνωμαλῶς ἀπὸ τῆς ἀρχῆς φέρεται καὶ πρὸς τὸ τέλος· πάντα γὰρ ὅσῳπερ ἂν ἀφίστηται [πλεῖον] τοῦ ἠρεμοῦντος, φέρεται θᾶττον· τῆς δὲ κύκλῳ μόνης οὔτ' ἀρχὴ οὔτε τέλος ἐν αὐτῇ πέφυκεν, ἀλλ' ἐκτός.
135Aristoteles, Analytica posteriora, 1, I 3; 5 (auctor 384BC-322BC)
Ἡμεῖς δέ φαμεν οὔτε πᾶσαν ἐπιστήμην ἀποδεικτικήν εἶναι, ἀλλά τήν τῶν ἀμέσων ἀναπόδεικτον.
136Aristoteles, Analytica posteriora, 1, I 3; 18 (auctor 384BC-322BC)
Ἑνός μέν οὖν κειμένου δέδεικται ὅτι οὐδέποτ᾿ ἀνάγκη τι εἶναι ἕτερον (λέγω δ᾿ ἑνός, ὅτι οὔτε ὅρου ἑνός οὔτε θέσεως μιᾶς τεθείσης), ἐκ δύο δέ θέσεων πρώτων καί ἐλαχίστων ἐνδέχεται, εἴπερ καί συλλογίσασθαι.
137Aristoteles, Analytica posteriora, 1, I 4; 22 (auctor 384BC-322BC)
Οἷον τό δύο ὀρθάς ἔχειν οὔτε τῷ σχήματί ἐστι καθόλου· καίτοι ἔστι δεῖξαι κατά σχήματος ὅτι δύο ὀρθάς ἔχει, ἀλλ᾿ οὐ τοῦ τυχόντος σχήματος· οὐδέ χρῆται τῷ τυχόντι σχήματι ὁ δεικνύς· τό γάρ τετράγωνον σχῆμα μέν, οὐκ ἔχει δέ δύο ὀρθαῖς ἴσας.
138Aristoteles, Analytica posteriora, 1, I 6; 22 (auctor 384BC-322BC)
Ἐπεί τοίνυν εἰ ἐπίσταται ἀποδεικτικῶς, δεῖ ἐξ ἀνάγκης ὑπάρχειν, δῆλον ὅτι καί διά μέσου ἀναγκαίου δεῖ ἔχειν τήν ἀπόδειξιν· ἢ οὐκ ἐπιστήσεται οὔτε διότι οὔτε ὅτι ἀνάγκη ἐκεῖνο εἶναι, ἀλλ᾿ ἢ οἰήσεται οὐκ εἰδώς, ἐάν ὑπολάβῃ ὡς ἀναγκαῖον τό μή ἀναγκαῖον, ἢ οὐδ᾿ οἰήσεται ὁμοίως, ἐάν τε τό ὅτι εἰδῇ διά μέσων ἐάν τε τό διότι καί δι᾿ ἀμέσων.
139Aristoteles, Analytica posteriora, 1, I 12; 5 (auctor 384BC-322BC)
Οὔτε πᾶν ἄρα ἕκαστον ἐπιστήμονα ἐρώτημα ἐρωτητέον, οὔθ᾿ ἅπαν τό ἐρωτώμενον ἀποκριτέον περί ἑκάστου, ἀλλά τά κατά τήν ἐπιστήμην διορισθέντα.
140Aristoteles, Analytica posteriora, 1, I 18; 4 (auctor 384BC-322BC)
Τῶν γάρ καθ᾿ ἕκαστον ἡ αἴσθησις· οὐ γάρ ἐνδέχεται λαβεῖν αὐτῶν τήν ἐπιστήμην· οὔτε γάρ ἐκ τῶν καθόλου ἄνευ ἐπαγωγῆς, οὔτε δι᾿ ἐπαγωγῆς ἄνευ τῆς αἰσθήσεως.
141Aristoteles, Analytica posteriora, 1, I 22; 5 (auctor 384BC-322BC)
Ὅταν μέν γάρ τό λευκόν εἶναι φῶ ξύλον, τότε λέγω ὅτι ᾧ συμβέβηκε λευκῷ εἶναι ξύλον ἐστίν, ἀλλ᾿ οὐχ ὡς τό ὑποκείμενον τῷ ξύλῳ τό λευκόν ἐστι· καί γάρ οὔτε λευκόν ὂν οὔθ᾿ ὅπερ λευκόν τι ἐγένετο ξύλον, ὥστ᾿ οὐκ ἔστιν ἀλλ᾿ ἢ κατά συμβεβηκός.
142Aristoteles, Analytica posteriora, 1, I 22; 12 (auctor 384BC-322BC)
Οὐ γάρ ἐστιν ὁ ἄνθρωπος οὔτε ὅπερ λευκόν οὔτε ὅπερ λευκόν τι.
143Aristoteles, Analytica posteriora, 1, I 22; 32 (auctor 384BC-322BC)
Ἀνάγκη ἄρα εἶναί τι οὗ πρῶτόν τι κατηγορεῖται καί τούτου ἄλλο, καί τοῦτο ἵστασθαι, καί εἶναί τι ὃ οὐκέτι οὔτε κατ᾿ ἄλλου προτέρου οὔτε κατ᾿ ἐκείνου ἄλλο πρότερον κατηγορεῖται.
144Aristoteles, Analytica posteriora, 1, I 22; 33 (auctor 384BC-322BC)
Εἷς μέν οὖν τρόπος λέγεται ἀποδείξεως οὗτος, ἔτι δ᾿ ἄλλος, εἰ ὧν πρότερα ἄττα κατηγορεῖται, ἔστι τούτων ἀπόδειξις· ὧν δ᾿ ἐστίν ἀπόδειξις, οὔτε βέλτιον ἔχειν ἐγχωρεῖ πρός αὐτά τοῦ εἰδέναι, οὔτ᾿ εἰδέναι ἄνευ ἀποδείξεως.
145Aristoteles, Analytica posteriora, 1, I 22; 48 (auctor 384BC-322BC)
Εἰ γάρ εἰσιν ἀρχαί, οὔτε πάντ᾿ ἀποδεικτά οὔτ᾿ εἰς ἄπειρον οἷόντε βαδίζειν· τό γάρ εἶναι τούτων ὁποτερονοῦν οὐδέν ἄλλο ἐστίν ἢ τό εἶναι μηδέν διάστημα ἄμεσον καί ἀδιαίρετον, ἀλλά πάντα διαιρετά.
146Aristoteles, Analytica posteriora, 1, I 23; 22 (auctor 384BC-322BC)
Ἐπί δέ τοῦ τρίτου τρόπου, οὔτε ἀφ᾿ οὗ δεῖ οὔτε ὃ δεῖ στερῆσαι οὐδέποτ᾿ ἔξω βαδιεῖται.
147Aristoteles, Analytica posteriora, 1, I 24; 5 (auctor 384BC-322BC)
Ἔτι εἰ τό μέν καθόλου μή ἐστί τι παρά τά καθ᾿ ἕκαστα, ἡ δ᾿ ἀπόδειξις δόξαν ἐμποιεῖ εἶναί τι τοῦτο καθ᾿ ὃ ἀποδείκνυσι, καί τινα φύσιν ὑπάρχειν ἐν τοῖς οὖσι ταύτην, οἷον τριγώνου παρά τά τινά καί σχήματος παρά τά τινά καί ἀριθμοῦ παρά τούς τινάς ἀριθμούς, βελτίων δ᾿ ἡ περί ὄντος ἢ μή ὄντος καί δι᾿ ἣν μή ἀπατηθήσεται ἢ δι᾿ ἥν, ἔστι δ᾿ ἡ μέν καθόλου τοιαύτη (προϊόντες γάρ δεικνύουσιν, ὥσπερ περί τοῦ ἀνά λόγον, οἷον ὅτι ὃ ἂν ᾖ τι τοιοῦτον ἔσται ἀνά λόγον, ὃ οὔτε γραμμή οὔτ᾿ ἀριθμός οὔτε στερεόν οὔτ᾿ ἐπίπεδον, ἀλλά παρά ταῦτά τι) εἰ οὖν καθόλου μέν μᾶλλον αὕτη, περί ὄντος δ᾿ ἧττον τῆς κατά μέρος καί ἐμποιεῖ δόξαν ψευδῆ, χείρων ἂν εἴη ἡ καθόλου τῆς κατά μέρος.
148Aristoteles, Analytica posteriora, 1, I 24; 37 (auctor 384BC-322BC)
Ἀλλά τῶν μέν εἰρημένων ἔνια λογικά ἐστι· μάλιστα δέ δῆλον ὅτι ἡ καθόλου κυριωτέρα, ὅτι τῶν προτάσεων τήν μέν προτέραν ἔχοντες ἴσμεν πως καί τήν ὑστέραν καί ἔχομεν δυνάμει, οἷον εἴ τις οἶδεν ὅτι πᾶν τρίγωνον δυσίν ὀρθαῖς, οἶδέ πως καί τό ἰσοσκελές ὅτι δύο ὀρθαῖς, δυνάμει, καί εἰ μή οἶδε τό ἰσοσκελές ὅτι τρίγωνον· ὁ δέ ταύτην ἔχων τήν πρότασιν τό καθόλου οὐδαμῶς οἶδεν, οὔτε δυνάμει οὔτ᾿ ἐνεργείᾳ.
149Aristoteles, Analytica posteriora, 1, I 30; 2 (auctor 384BC-322BC)
Οὔτε γάρ ὡς ἀναγκαῖον οὔθ᾿ ὡς ἐπί τό πολύ τό ἀπό τύχης ἐστίν, ἀλλά τό παρά ταῦτα γινόμενον· ἡ δ᾿ ἀπόδειξις θατέρου τούτων.
150Aristoteles, Analytica posteriora, 1, I 32; 3 (auctor 384BC-322BC)
Καί γάρ ἔστιν ἀληθές ἐκ ψευδῶν συλλογίσασθαι, ἀλλ᾿ ἅπαξ τοῦτο γίνεται, οἷον εἰ τό Α κατά τοῦ Γ ἀληθές, τό δέ μέσον τό Β ψεῦδος· οὔτε γάρ τό Α τῷ Β ὑπάρχει οὔτε τό Β τῷ Γ.
151Aristoteles, Analytica posteriora, 1, I 32; 18 (auctor 384BC-322BC)
Οὔτε γάρ ἐν τοῖς φανεροῖς μαθήμασι τοῦτο γίνεται, οὔτ᾿ ἐν τῇ ἀναλύσει δυνατόν· αἱ γάρ ἄμεσοι προτάσεις ἀρχαί, ἕτερον δέ συμπέρασμα προσληφθείσης γίνεται προτάσεως ἀμέσου.
152Aristoteles, Analytica posteriora, 2, II 2; 16 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἦμεν ἐπί τῆς σελήνης, οὐκ ἂν ἐζητοῦμεν οὔτ᾿ εἰ γίνεται οὔτε διά τί, ἀλλ᾿ ἅμα δῆλον ἦν ἄν.
153Aristoteles, Analytica posteriora, 2, II 3; 6 (auctor 384BC-322BC)
Ἱκανή δέ πίστις καί ἐκ τῆς ἐπαγωγῆς· οὐδέν γάρ πώποτε ὁρισάμενοι ἔγνωμεν, οὔτε τῶν καθ᾿ αὑτό ὑπαρχόντων οὔτε τῶν συμβεβηκότων.
154Aristoteles, Analytica posteriora, 2, II 3; 16 (auctor 384BC-322BC)
Ἔτι πᾶσα ἀπόδειξις τί κατά τινος δείκνυσιν, οἷον ὅτι ἔστιν ἢ οὐκ ἔστιν· ἐν δέ τῷ ὁρισμῷ οὐδέν ἕτερον ἑτέρου κατηγορεῖται, οἷον οὔτε τό ζῷον κατά τοῦ δίποδος οὔτε τοῦτο κατά τοῦ ζῴου, οὐδέ δή κατά τοῦ ἐπιπέδου τό σχῆμα· οὐ γάρ ἐστι τό ἐπίπεδον σχῆμα, οὐδέ τό σχῆμα ἐπίπεδον.
155Aristoteles, Analytica posteriora, 2, II 3; 22 (auctor 384BC-322BC)
Φανερόν ἄρα ὅτι οὔτε οὗ ὁρισμός, τούτου παντός ἀπόδειξις, οὔτε οὗ ἀπόδειξις, τούτου παντός ὁρισμός· ὥστε ὅλως τοῦ αὐτοῦ οὐδενός ἐνδέχεται ἄμφω ἔχειν.
156Aristoteles, Analytica posteriora, 2, II 3; 23 (auctor 384BC-322BC)
Ὥστε δῆλον ὡς οὐδέ ὁρισμός καί ἀπόδειξις οὔτε τό αὐτό ἂν εἴη οὔτε θάτερον ἐν θατέρῳ· καί γάρ ἂν τά ὑποκείμενα ὁμοίως εἶχεν.
157Aristoteles, Analytica posteriora, 2, II 7; 1 (auctor 384BC-322BC)
Πῶς οὖν δή ὁ ὁριζόμενος δείξει τήν οὐσίαν ἢ τό τί ἐστιν; οὔτε γάρ ὡς ἀποδεικνύς ἐξ ὁμολογουμένων εἶναι δῆλον ποιήσει ὅτι ἀνάγκη ἐκείνων ὄντων ἕτερόν τι εἶναι, ἀπόδειξις γάρ τοῦτο, οὔθ᾿ ὡς ὁ ἐπάγων διά τῶν καθ᾿ ἕκαστα δήλων ὄντων, ὅτι πᾶν οὕτως τῷ μηδέν ἄλλως· οὐ γάρ τί ἐστι δείκνυσιν, ἀλλ᾿ ὅτι ἢ ἔστιν ἢ οὐκ ἔστιν.
158Aristoteles, Analytica posteriora, 2, II 7; 14 (auctor 384BC-322BC)
Οὔτε γάρ ὅτι δυνατόν εἶναι τό λεγόμενον προσδηλοῦσιν οἱ ὅροι, οὔτε ὅτι ἐκεῖνο οὗ φασίν εἶναι ὁρισμοί.
159Aristoteles, Analytica posteriora, 2, II 7; 21 (auctor 384BC-322BC)
Ἐκ μέν τοίνυν τούτων οὔτε ὁρισμός καί συλλογισμός φαίνεται ταὐτόν ὄν, οὔτε ταὐτοῦ συλλογισμός καί ὁρισμός· πρός δέ τούτοις, ὅτι οὔτε ὁ ὁρισμός οὐδέν οὔτε ἀποδείκνυσιν οὔτε δείκνυσιν, οὔτε τό τί ἐστιν οὔθ᾿ ὁρισμῷ οὔτ᾿ ἀποδείξει ἔστι γνῶναι.
160Aristoteles, Analytica posteriora, 2, II 12; 13 (auctor 384BC-322BC)
Οὔτε γάρ ἀορίστου οὔθ᾿ ὁρισθέντος ἔσται τοῦ χρόνου, ὥστ᾿ ἐπεί τοῦτ᾿ ἀληθές εἰπεῖν γεγονέναι, τόδ᾿ ἀληθές εἰπεῖν γεγονέναι τό ὕστερον.
161Aristoteles, Analytica posteriora, 2, II 12; 18 (auctor 384BC-322BC)
Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι τόν χρόνον τόν μεταξύ οὔθ᾿ ὡρισμένον· ψεῦδος γάρ ἔσται τό εἰπεῖν ἐν τῷ μεταξύ.
162Aristoteles, Analytica posteriora, 2, II 13; 45 (auctor 384BC-322BC)
Δῆλον γάρ ὅτι οὔτε πλεῖον πρόσκειται· πάντα γάρ ἐν τῷ τί ἐστιν εἴληπται τούτων· οὔτε ἀπολείπει οὐδέν· ἢ γάρ γένος ἢ διαφορά ἂν εἴη.
163Aristoteles, Analytica posteriora, 2, II 13; 60 (auctor 384BC-322BC)
Εἰ δέ μή διαλέγεσθαι δεῖ μεταφοραῖς, δῆλον ὅτι οὐδ᾿ ὁρίζεσθαι οὔτε μεταφοραῖς οὔτε ὅσα λέγεται μεταφοραῖς· διαλέγεσθαι γάρ ἀνάγκη ἔσται μεταφοραῖς.
164Aristoteles, Analytica posteriora, 2, II 19; 15 (auctor 384BC-322BC)
Οὔτε δή ἐνυπάρχουσιν ἀφωρισμέναι αἱ ἕξεις, οὔτ᾿ ἀπ᾿ ἄλλων ἕξεων γίνονται γνωστικωτέρων, ἀλλ᾿ ἀπό αἰσθήσεως, οἷον ἐν μάχῃ τροπῆς γενομένης ἑνός στάντος ἕτερος ἔστη, εἶθ᾿ ἕτερος, ἕως ἐπί ἀρχήν ἦλθεν.
165Aristoteles, Analytica priora, 1, I 4; 7 (auctor 384BC-322BC)
Εἰ δέ τό μέν πρῶτον παντί τῷ μέσῳ ὑπάρχει, τό δέ μέσον μηδενί τῷ ἐσχάτῳ ὑπάρχει, οὐκ ἔσται συλλογισμός τῶν ἄκρων· οὐδέν γάρ ἀναγκαῖον συμβαίνει τῷ ταῦτα εἶναι· καί γάρ παντί καί μηδενί ἐνδέχεται τό πρῶτον τῷ ἐσχάτῳ ὑπάρχειν, ὥστε οὔτε τό κατά μέρος οὔτε τό καθόλου γίνεται ἀναγκαῖον· μηδενός δέ ὄντος ἀναγκαίου διά τούτων οὐκ ἔσται συλλογισμός.
166Aristoteles, Analytica priora, 1, I 4; 18 (auctor 384BC-322BC)
Ἐάν δέ πρός τό ἔλαττον ἄκρον τό καθόλου τεθῇ ἢ κατηγορικόν ἢ στερητικόν, οὐκ ἔσται συλλογισμός, οὔτε καταφατικοῦ οὔτε ἀποφατικοῦ οὔτε ἀδιορίστου ἢ κατά μέρος ὄντος, οἷον εἰ τό μέν Α τινί τῷ Β ὑπάρχει ἢ μή ὑπάρχει, τό δέ Β παντί τῷ Γ ὑπάρχει· ὅροι τοῦ ὑπάρχειν ἀγαθόν—ἕξις—φρόνησις, τοῦ μή ὑπάρχειν ἀγαθόν—ἕξις—ἀμαθία.
167Aristoteles, Analytica priora, 1, I 6; 41 (auctor 384BC-322BC)
Φανερόν δέ καί ὅτι πάντες ἀτελεῖς εἰσίν οἱ ἐν τούτῳ τῷ σχήματι συλλογισμοί (πάντες γάρ τελειοῦνται προσλαμβανομένων τινῶν) καί ὅτι συλλογίσασθαι τό καθόλου διά τούτου τοῦ σχήματος οὐκ ἔσται, οὔτε στερητικόν οὔτε καταφατικόν.
168Aristoteles, Analytica priora, 1, I 9; 8 (auctor 384BC-322BC)
Ἐπί δέ τῶν ἐν μέρει συλλογισμῶν, εἰ μέν τό καθόλου ἐστίν ἀναγκαῖον, καί τό συμπέρασμα ἔσται ἀναγκαῖον, εἰ δέ τό κατά μέρος, οὐκ ἀναγκαῖον, οὔτε στερητικῆς οὔτε κατηγορικῆς οὔσης τῆς καθόλου προτάσεως.
169Aristoteles, Analytica priora, 1, I 14; 17 (auctor 384BC-322BC)
ἐάν τ᾿ ἀμφότεραι ἀδιόριστοι ἢ κατά μέρος, οὐδαμῶς ἔσται συλλογισμός· οὐδέν γάρ κωλύει τό Β ὑπερτείνειν τοῦ Α καί μή κατηγορεῖσθαι ἐπ᾿ ἴσων· ᾧ δ᾿ ὑπερτείνει τό Β τοῦ Α, εἰλήφθω τό Γ· τούτῳ γάρ οὔτε παντί οὔτε μηδενί οὔτε τινί οὔτε μή τινι ἐνδέχεται τό Α ὑπάρχειν, εἴπερ ἀντιστρέφουσιν αἱ κατά τό ἐνδέχεσθαι προτάσεις καί τό Β πλείοσιν ἐνδέχεται ἢ τό Α ὑπάρχειν.
170Aristoteles, Analytica priora, 1, I 15; 53 (auctor 384BC-322BC)
Ἐάν δέ μή ὑπάρχειν τεθῇ τό Β παντί τῷ Γ καί μή ἐνδέχεσθαι μή ὑπάρχειν, οὐκ ἔσται συλλογισμός οὐδαμῶς, οὔτε στερητικῆς οὔσης οὔτε καταφατικῆς τῆς Α Β προτάσεως.
171Aristoteles, Analytica priora, 1, I 17; 1 (auctor 384BC-322BC)
Ἐν δέ τῷ δευτέρῳ σχήματι ὅταν μέν ἐνδέχεσθαι λαμβάνωσιν ἀμφότεραι αἱ προτάσεις, οὐδείς ἔσται συλλογισμός, οὔτε κατηγορικῶν οὔτε στερητικῶν τιθεμένων, οὔτε καθόλου οὔτε κατά μέρος· ὅταν δέ ἡ μέν ὑπάρχειν ἡ δ᾿ ἐνδέχεσθαι σημαίνῃ, τῆς μέν καταφατικῆς ὑπάρχειν σημαινούσης οὐδέποτ᾿ ἔσται, τῆς δέ στερητικῆς τῆς καθόλου ἀεί.
172Aristoteles, Analytica priora, 1, I 17; 26 (auctor 384BC-322BC)
Ἀλλά τό Β τῷ Γ οὔτε ὑπάρχειν ἐνδέχεται οὔτε μή ὑπάρχειν.
173Aristoteles, Analytica priora, 1, I 18; 1 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἡ μέν ὑπάρχειν ἡ δ᾿ ἐνδέχεσθαι σημαίνει, τῆς μέν κατηγορικῆς ὑπάρχειν τεθείσης τῆς δέ στερητικῆς ἐνδέχεσθαι οὐδέποτ᾿ ἔσται συλλογισμός, οὔτε καθόλου τῶν ὅρων οὔτ᾿ ἐν μέρει λαμβανομένων.
174Aristoteles, Analytica priora, 1, I 18; 13 (auctor 384BC-322BC)
Ἐάν δέ ὑπάρχον μέν ᾖ τό στερητικόν, ἐν μέρει δέ ληφθῇ, οὐκ ἔσται συλλογισμός, οὔτε καταφατικῆς οὔτε στερητικῆς οὔσης τῆς ἑτέρας προτάσεως.
175Aristoteles, Analytica priora, 1, I 20; 3 (auctor 384BC-322BC)
Ὅταν δ᾿ ἡ ἑτέρα τεθῇ ἀναγκαία, ἐάν μέν ᾖ καταφατική, οὐκ ἔσται τό συμπέρασμα οὔτε ἀναγκαῖον οὔθ᾿ ὑπάρχον, ἐάν δ᾿ ᾖ στερητική, τοῦ μή ὑπάρχειν ἔσται συλλογισμός, καθάπερ καί ἐν τοῖς πρότερον.
176Aristoteles, Analytica priora, 1, I 25; 25 (auctor 384BC-322BC)
Τά δέ συμπεράσματα οὐκέτι τήν αὐτήν ἕξει τάξιν οὔτε πρός τούς ὅρους οὔτε πρός τάς προτάσεις· ἑνός γάρ ὅρου προστιθεμένου συμπεράσματα προστεθήσεται ἑνί ἐλάττω τῶν προϋπαρχόντων ὅρων· πρός μόνον γάρ τόν ἔσχατον οὐ ποιεῖ συμπέρασμα, πρός δέ τούς ἄλλους πάντας, οἷον εἰ τῷ Α Β Γ πρόσκειται τό Δ, εὐθύς καί συμπεράσματα δύο πρόσκειται, τό τε πρός τό Α καί τό πρός τό Β.
177Aristoteles, Analytica priora, 1, I 31; 3 (auctor 384BC-322BC)
Ὤστ᾿ οὔτε ὅ τι ἐνδέχεται συλλογίσασθαι διαιρούμενοι ξυνίεσαν, οὔτε ὅτι οὕτως ἐνεδέχετο ὥσπερ εἰρήκαμεν.
178Aristoteles, Analytica priora, 1, I 31; 12 (auctor 384BC-322BC)
Φανερόν δ᾿ ὅτι οὔτ᾿ ἀνασκευάσαι ταύτῃ τῇ μεθόδῳ ἔστιν, οὔτε περί συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι, οὔτε περί γένους, οὔτ᾿ ἐν οἷς ἀγνοεῖται τό πότερον ὧδε ἢ ὧδε ἔχει, οἷον ἆρ᾿ ἡ διάμετρος ἀσύμμετρος.
179Aristoteles, Analytica priora, 1, I 31; 17 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι οὔτε πρός πᾶσαν σκέψιν ἁρμόζει τῆς ζητήσεως ὁ τρόπος, οὔτ᾿ ἐν οἷς μάλιστα δοκεῖ πρέπειν, ἐν τούτοις ἐστί χρήσιμος.
180Aristoteles, Analytica priora, 1, I 32; 5 (auctor 384BC-322BC)
Ἐνίοτε γάρ τήν καθόλου προτείναντες τήν ἐν ταύτῃ οὐ λαμβάνουσιν, οὔτε γράφοντες οὔτ᾿ ἐρωτῶντες· ἢ ταύτας μέν προτείνουσι, δι᾿ ὧν δ᾿ αὗται περαίνονται, παραλείπουσιν, ἄλλα δέ μάτην ἐρωτῶσιν.
181Aristoteles, Analytica priora, 1, I 33; 2 (auctor 384BC-322BC)
Οἷον εἰ τό Α κατά τοῦ Β λέγεται καί τό Β κατά τοῦ Γ· δόξειε γάρ ἂν οὕτως ἐχόντων τῶν ὅρων εἶναι συλλογισμός, οὐ γίνεται δ᾿ οὔτ᾿ ἀναγκαῖον οὐδέν οὔτε συλλογισμός.
182Aristoteles, Analytica priora, 1, I 45; 12 (auctor 384BC-322BC)
Ὅταν δέ τό κατηγορικόν, οὐκ ἀναλυθήσεται, οἷον εἰ τό Α τῷ μέν Β παντί, τῷ δέ Γ οὐ παντί· οὔτε γάρ δέχεται ἀντιστροφήν τό Α Β, οὔτε γενομένης ἔσται συλλογισμός.
183Aristoteles, Analytica priora, 2, II 2; 16 (auctor 384BC-322BC)
Ἔστι γάρ τῷ Γ μήτε τό Α ὑπάρχειν μηδενί μήτε τό Β, τό μέντοι Α τῷ Β παντί, οἷον ἐάν τῶν αὐτῶν ὅρων ληφθέντων μέσον τεθῇ ὁ ἄνθρωπος· λίθῳ γάρ οὔτε ζῷον οὔτε ἄνθρωπος οὐδενί ὑπάρχει, ἀνθρώπῳ δέ παντί ζῷον.
184Aristoteles, Analytica priora, 2, II 2; 32 (auctor 384BC-322BC)
Ἐνδέχεται γάρ τό Α μήτε τῷ Β μήτε τῷ Γ μηδενί ὑπάρχειν, μηδέ τό Β μηδενί τῷ Γ, οἷον τοῖς ἐξ ἄλλου γένους εἴδεσι τό γένος· τό γάρ ζῷον οὔτε μουσικῇ οὔτ᾿ ἰατρικῇ ὑπάρχει, οὐδ᾿ ἡ μουσική ἰατρικῇ.
185Aristoteles, Analytica priora, 2, II 2; 38 (auctor 384BC-322BC)
Ἐνδέχεται γάρ τό Α μήτε τῷ Β μήτε τῷ Γ μηδενί ὑπάρχειν, τό μέντοι Β τινί τῷ Γ, οἷον τό γένος τῷ ἐξ ἄλλου γένους εἴδει καί διαφορᾷ· τό γάρ ζῷον οὔτε φρονήσει οὐδεμιᾷ ὑπάρχει οὔτε θεωρητικῇ, ἡ δέ φρόνησις τινί θεωρητικῇ.
186Aristoteles, Analytica priora, 2, II 4; 2 (auctor 384BC-322BC)
Οὐδέν γάρ κωλύει μήτε τό Α μήτε τό Β μηδενί τῷ Γ ὑπάρχειν, τό μέντοι Α τινί τῷ Β ὑπάρχειν, οἷον οὔτ᾿ ἄνθρωπος οὔτε πεζόν οὐδενί ἀψύχῳ ἕπεται, ἄνθρωπος μέντοι τινί πεζῷ ὑπάρχει.
187Aristoteles, Analytica priora, 2, II 4; 33 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι ἂν μέν ᾖ τό συμπέρασμα ψεῦδος, ἀνάγκη, ἐξ ὧν ὁ λόγος, ψευδῆ εἶναι ἢ πάντα ἢ ἔνια, ὅταν δ᾿ ἀληθές, οὐκ ἀνάγκη ἀληθές εἶναι οὔτε τί οὔτε πάντα, ἀλλ᾿ ἔστι μηδενός ὄντος ἀληθοῦς τῶν ἐν τῷ συλλογισμῷ τό συμπέρασμα ὁμοίως εἶναι ἀληθές, οὐ μήν ἐξ ἀνάγκης.
188Aristoteles, Analytica priora, 2, II 11; 50 (auctor 384BC-322BC)
Τό δ᾿ ἐναντίον οὐδετέρως ἁρμόττει ἀξιοῦν· οὔτε γάρ ἀναγκαῖον, εἰ τό μηδενί ψεῦδος, τό παντί ἀληθές, οὔτ᾿ ἔνδοξον ὡς εἰ θάτερον ψεῦδος, ὅτι θάτερον ἀληθές.
189Aristoteles, Analytica priora, 2, II 15; 4 (auctor 384BC-322BC)
Ἐν μέν οὖν τῷ πρώτῳ σχήματι οὐκ ἔστιν ἐξ ἀντικειμένων προτάσεων συλλογισμός, οὔτε καταφατικός οὔτε ἀποφατικός, καταφατικός μέν ὅτι ἀμφοτέρας δεῖ καταφατικάς εἶναι τάς προτάσεις, αἱ δ᾿ ἀντικείμεναι φάσις καί ἀπόφασις, στερητικός δέ ὅτι αἱ μέν ἀντικείμεναι τό αὐτό τοῦ αὐτοῦ κατηγοροῦσι καί ἀπαρνοῦνται, τό δ᾿ ἐν τῷ πρώτῳ μέσον οὐ λέγεται κατ᾿ ἀμφοῖν, ἀλλ᾿ ἐκείνου μέν ἄλλο ἀπαρνεῖται, αὐτό δέ ἄλλου κατηγορεῖται· αὗται δ᾿ οὐκ ἀντίκεινται.
190Aristoteles, Analytica priora, 2, II 17; 2 (auctor 384BC-322BC)
Οὔτε γάρ μή ἀντιφήσας ἐρεῖ τό οὐ παρά τοῦτο, ἀλλ᾿ ὅτι ψεῦδός τι ἐτέθη τῶν πρότερον, οὔτ᾿ ἐν τῇ δεικνυούσῃ· οὐ γάρ τίθησι τήν ἀντίφασιν.
191Aristoteles, Analytica priora, 2, II 24; 9 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι τό παράδειγμά ἐστιν οὔτε ὡς μέρος πρός ὅλον οὔτε ὡς ὅλον πρός μέρος, ἀλλ᾿ ὡς μέρος πρός μέρος, ὅταν ἄμφω μέν ᾖ ὑπό ταὐτό, γνώριμον δέ θάτερον.
192Aristoteles, Athenaion Politeia, p2, 5, 3; 5 (auctor 384BC-322BC)
οὔτε γὰρ ἡμεῖς πεισόμεθ', οὔθ' ὑμῖν ἄρτια ταῦτ' ἔσεται.
193Aristoteles, Athenaion Politeia, p2, 38, 4; 6 (auctor 384BC-322BC)
ἐπὶ πέρας γὰρ ἤγαγε τὴν εἰρήνην καὶ τὰς διαλύσεις Παυσανίας ὁ τῶν Λακεδαιμονίων βασιλεύς, μετὰ τῶν δέκα διαλλακτῶν τῶν ὕστερον ἀφικομένων ἐκ Λακεδαίμονος, οὓς αὐτὸς ἐσπούδασεν ἐλθεῖν· οἱ δὲ περὶ τὸν Ῥίνωνα διά τε τὴν εὔνοιαν τὴν εἰς τὸν δῆμον ἐπῃνέθησαν, καὶ λαβόντες τὴν ἐπιμέλειαν ἐν ὀλιγαρχίᾳ, τὰς εὐθύνας ἔδοσαν ἐν δημοκρατίᾳ, καὶ οὐδεὶς οὐδὲν ἐνεκάλεσεν αὐτοῖς, οὔτε τῶν ἐν ἄστει μεινάντων, οὔτε τῶν ἐκ Πειραιέως κατελθόντων, ἀλλὰ διὰ ταῦτα καὶ στρατηγὸς εὐθὺς ᾑρέθη Ῥίνων.
194Aristoteles, Athenaion Politeia, p2, 42, 5; 11 (auctor 384BC-322BC)
φρουροῦσι δὲ τὰ δύο ἔτη χλαμύδας ἔχοντες, καὶ ἀτελεῖς εἰσι πάντων· καὶ δίκην οὔτε διδόασιν οὔτε λαμβάνουσιν, ἵνα μὴ πρόφασις ᾖ τοῦ ἀπιέναι, πλὴν περὶ κλήρου καὶ ἐπικλήρου, κἄν τινι κατὰ τὸ γένος ἱερωσύνη γένηται.
195Aristoteles, Athenaion Politeia, p2, 44, 1; 2 (auctor 384BC-322BC)
οὗτος δ' ἐπιστατεῖ νύκτα καὶ ἡμέραν, καὶ οὐκ ἔστιν οὔτε πλείω χρόνον οὔτε δὶς τὸν αὐτὸν γενέσθαι.
196Aristoteles, Athenaion Politeia, p2, 53, 3; 6 (auctor 384BC-322BC)
οὐκ ἔξεστι δ' οὔτε νόμοις οὔτε προκλήσεσι οὔτε μαρτυρίαις ἀλλ' ἢ ταῖς παρὰ τοῦ διαιτητοῦ χρῆσθαι ταῖς εἰς τοὺς ἐχίνους ἐμβεβλημέναις.
197Aristoteles, Athenaion Politeia, p2, 68, 4; 7 (auctor 384BC-322BC)
' ὁ δὲ δικαστὴς λαβόμενος ἐκ τοῦ λυχνείου τὰς ψήφους, πιέζων τὸν αὐλίσκον τῆς ψήφου καὶ οὐ δεικνύων τοῖς ἀγωνιζομένοις οὔτε τὸ τετρυπημένον οὔτε τὸ πλῆρες, ἐμβάλλει τὴν μὲν κυρίαν εἰς τὸν χαλκοῦν ἀμφορέα, τὴν δὲ ἄκυρον εἰς τὸν ξύλινον.
198Aristoteles, Categoriae, 2; 3 (auctor 384BC-322BC)
Τῶν ὄντων τὰ μὲν καθ᾿ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν, οἷον ἄνθρωπος καθ᾿ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστι· τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται (ἐν ὑποκειμένῳ δὲ λέγω, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστίν), οἷον ἡ τὶς γραμματικὴ ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ᾿ ὑποκειμένου δ᾿ οὐδενὸς λέγεται, καὶ τὸ τὶ λευκὸν ἐν ὑποκειμένῳ μὲν τῷ σώματί ἐστιν (ἅπαν γὰρ χρῶμα ἐν σώματι), καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται· τὰ δὲ καθ᾿ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν, οἷον ἡ ἐπιστήμη ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ᾿ ὑποκειμένου δὲ λέγεται τῆς γραμματικῆς· τὰ δὲ οὔτ᾿ ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου τινὸς λέγεται, οἷον ὁ τὶς ἄνθρωπος καὶ ὁ τὶς ἵππος· οὐδὲν γὰρ τῶν τοιούτων οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου λέγεται.
199Aristoteles, Categoriae, 4; 4 (auctor 384BC-322BC)
Ἅπασα γὰρ δοκεῖ κατάφασις καὶ ἀπόφασις ἤτοι ἀληθὴς ἢ ψευδὴς εἶναι· τῶν δὲ κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδός ἐστιν, οἷον ἄνθρωπος, λευκόν, τρέχει, νικᾷ
200Aristoteles, Categoriae, 5; 6 (auctor 384BC-322BC)
Τῶν δ᾿ ἐν ὑποκειμένῳ ὄντων ἐπὶ μὲν τῶν πλείστων οὔτε τοὔνομα οὔθ᾿ ὁ λόγος κατηγορεῖται τοῦ ὑποκειμένου· ἐπ᾿ ἐνίων δὲ τοὔνομα μὲν οὐδὲν κωλύει κατηγορεῖσθαί ποτε τοῦ ὑποκειμένου, τὸν δὲ λόγον ἀδύνατον, οἷον τὸ λευκὸν ἐν ὑποκειμένῳ ὂν τῷ σώματι κατηγορεῖται τοῦ ὑποκειμένου (λευκὸν γὰρ σῶμα λέγεται), ὁ δὲ λόγος ὁ τοῦ λευκοῦ οὐδέποτε κατὰ σώματος κατηγορηθήσεται.
201Aristoteles, Categoriae, 5; 28 (auctor 384BC-322BC)
Ἡ μὲν γὰρ πρώτη οὐσία οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου λέγεται· τῶν δὲ δευτέρων οὐσιῶν φανερὸν μὲν καὶ οὕτως ὅτι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ.
202Aristoteles, Categoriae, 5; 59 (auctor 384BC-322BC)
Οἷον εἰ ἔστιν αὐτὴ ἡ οὐσία ἄνθρωπος, οὐκ ἔσται μᾶλλον καὶ ἦττον ἄνθρωπος, οὔτε αὐτὸς ἑαυτοῦ οὔτε ἕτερος ἑτέρου· οὐ γάρ ἐστιν ἕτερος ἑτέρου μᾶλλον ἄνθρωπος, ὥσπερ τὸ λευκὸν ἕτερον ἑτέρου μᾶλλόν ἐστι καὶ ἧττον λευκόν, καὶ καλὸν ἕτερον ἑτέρου μᾶλλον καλὸν καὶ ἧττον λέγεται.
203Aristoteles, Categoriae, 5; 77 (auctor 384BC-322BC)
Ἁπλῶς γὰρ οὐθὲν ὑπ᾿ οὐδενὸς οὔτε ὁ λόγος κινεῖται οὔτε ἡ δόξα, ὥστε οὐκ ἂν εἴη δεκτικὰ τῶν ἐναντίων μηδενὸς ἐν αὐτοῖς γινομένου πάθους.
204Aristoteles, Categoriae, 7; 46 (auctor 384BC-322BC)
Ἐπὶ μὲν γὰρ τῶν πρώτων οὐσιῶν ἀληθές ἐστιν· οὔτε γὰρ τὰ ὅλα οὔτε τὰ μέρη πρός τι λέγεται.
205Aristoteles, Categoriae, 8; 16 (auctor 384BC-322BC)
Παθητικαὶ δὲ ποιότητες λέγονται οὐ τῷ αὐτὰ τὰ δεδεγμένα τὰς ποιότητας πεπονθέναι τι· οὔτε γὰρ τὸ μέλι τῷ πεπονθέναι τι λέγεται γλυκύ, οὔτε τῶν ἄλλων τῶν τοιούτων οὐδέν.
206Aristoteles, Categoriae, 8; 24 (auctor 384BC-322BC)
Οὔτε γὰρ ὁ ἐρυθριῶν διὰ τὸ αἰσχυνθῆναι ἐρυθρίας λέγεται, οὔτε ὁ ὠχριῶν διὰ τὸ φοβηθῆναι ὠχρίας, ἀλλὰ μᾶλλον πεπονθέναι τι.
207Aristoteles, Categoriae, 8; 46 (auctor 384BC-322BC)
Τοῦτο δὲ δῆλον προχειριζομένῳ τὰς ἄλλας κατηγορίας, οἷον εἰ ἔστιν ἡ δικαιοσύνη τῇ ἀδικίᾳ ἐναντίον, ποιὸν δὲ ἡ δικαιοσύνη, ποιὸν ἄρα καὶ ἡ ἀδικία· οὐδεμία γὰρ τῶν ἄλλων κατηγοριῶν ἐφαρμόσει τῇ ἀδικίᾳ· οὔτε γὰρ τὸ ποσὸν οὔτε τὸ πρός τι οὔτε ποῦ οὔθ᾿ ὅλως τι τῶν τοιούτων οὐδέν, ἀλλ᾿ ἢ ποιόν.
208Aristoteles, Categoriae, 10; 8 (auctor 384BC-322BC)
Τὰ δὲ ὡς τὰ ἐναντία, αὐτὰ μὲν ἅπερ ἐστὶν οὐδαμῶς πρὸς ἄλληλα λέγεται, ἐναντία μέντοι ἀλλήλων λέγεται· οὔτε γὰρ τὸ ἀγαθὸν τοῦ κακοῦ λέγεται ἀγαθόν, ἀλλ᾿ ἐναντίον, οὔτε τὸ λευκὸν τοῦ μέλανος λευκόν, ἀλλ᾿ ἐναντίον.
209Aristoteles, Categoriae, 10; 13 (auctor 384BC-322BC)
Καὶ οὐκ ἔστι γε τούτων οὐδὲν ἀνὰ μέσον, οὔτε νόσου καὶ ὑγιείας οὔτε περιττοῦ καὶ ἀρτίου.
210Aristoteles, Categoriae, 10; 16 (auctor 384BC-322BC)
Καὶ ἔστι γέ τι τούτων ἀνὰ μέσον, οἷον τοῦ μὲν λευκοῦ καὶ μέλανος τὸ φαιὸν καὶ τὸ ὠχρὸν καὶ ὅσα ἄλλα χρώματα, τοῦ δὲ φαύλου καὶ σπουδαίου τὸ οὔτε φαῦλον οὔτε σπουδαῖον.
211Aristoteles, Categoriae, 10; 17 (auctor 384BC-322BC)
Ἐπ᾿ ἐνίων μὲν οὖν ὀνόματα κεῖται τοῖς ἀνὰ μέσον, οἷον λευκοῦ καὶ μέλανος τὸ φαιὸν καὶ τὸ ὠχρὸν καὶ ὅσα ἄλλα χρώματα· ἐπ᾿ ἐνίων δὲ ὀνόματι μὲν οὐκ εὔπορον τὸ ἀνὰ μέσον ἀποδοῦναι, τῇ δ᾿ ἑκατέρου τῶν ἄκρων ἀποφάσει τὸ ἀνὰ μέσον ὁρίζεται, οἷον τὸ οὔτε ἀγαθὸν οὔτε κακὸν καὶ οὔτε δίκαιον οὔτε ἄδικον.
212Aristoteles, Categoriae, 10; 20 (auctor 384BC-322BC)
Νωδόν τε γὰρ λέγομεν οὐ τὸ μὴ ἔχον ὀδόντας, καὶ τυφλὸν οὐ τὸ μὴ ἔχον ὄψιν, ἀλλὰ τὸ μὴ ἔχον ὅτε πέφυκεν ἔχειν· τινὰ γὰρ ἐκ γενετῆς οὔτε ὄψιν ἔχει οὔτε ὀδόντας, ἀλλ᾿ οὐ λέγεται οὔτε νωδὰ οὔτε τυφλά.
213Aristoteles, Categoriae, 10; 36 (auctor 384BC-322BC)
Ὧν δὲ ἔστι τι ἀνὰ μέσον, οὐδέποτε ἀνάγκη παντὶ ὑπάρχειν θάτερον· οὔτε γὰρ λευκὸν ἢ μέλαν ἀνάγκη πᾶν εἶναι τὸ δεκτικόν, οὔτε θερμὸν οὔτε ψυχρόν· τούτων γὰρ ἀνὰ μέσον τι οὐδὲν κωλύει ὑπάρχειν.
214Aristoteles, Categoriae, 10; 40 (auctor 384BC-322BC)
Ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς ἕξεως οὐδέτερον τῶν εἰρημένων ἀληθές· οὐδὲ γὰρ ἀεὶ τῷ δεκτικῷ ἀναγκαῖον θάτερον αὐτῶν ὑπάρχειν· τὸ γὰρ μήπω πεφυκὸς ὄψιν ἔχειν οὔτε τυφλὸν οὔτε ὄψιν ἔχον λέγεται, ὥστε οὐκ ἂν εἴη ταῦτα τῶν τοιούτων ἐναντίων ὧν οὐδέν ἐστιν ἀνὰ μέσον.
215Aristoteles, Categoriae, 10; 50 (auctor 384BC-322BC)
Οὔτε γὰρ τυφλὸς γενόμενός τις πάλιν ἀνέβλεψεν, οὔτε φαλακρὸς ὢν πάλιν κομήτης ἐγένετο, οὔτε νωδὸς ὢν ὀδόντας ἔφυσεν.
216Aristoteles, Categoriae, 10; 52 (auctor 384BC-322BC)
Οὔτε γὰρ ἐπὶ τῶν ἐναντίων ἀναγκαῖον ἀεὶ θάτερον ἀληθὲς εἶναι θάτερον δὲ ψεῦδος, οὔτε ἐπὶ τῶν πρός τι, οὔτε ἐπὶ τῆς ἕξεως καὶ τῆς στερήσεως.
217Aristoteles, Categoriae, 10; 53 (auctor 384BC-322BC)
Οἷον ἡ ὑγίεια καὶ ἡ νόσος ἐναντία, καὶ οὐδέτερόν γε οὔτε ἀληθὲς οὔτε ψεῦδός ἐστιν.
218Aristoteles, Categoriae, 10; 54 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ τὸ διπλάσιον καὶ τὸ ἥμισυ ὡς τὰ πρός τι ἀντίκειται, καὶ οὐκ ἔστιν αὐτῶν οὐδέτερον οὔτε ἀληθὲς οὔτε ψεῦδος.
219Aristoteles, Categoriae, 10; 56 (auctor 384BC-322BC)
Ὅλως δὲ τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδός ἐστιν· πάντα δὲ τὰ εἰρημένα ἄνευ συμπλοκῆς λέγεται.
220Aristoteles, Categoriae, 10; 59 (auctor 384BC-322BC)
Ὄντος μὲν γὰρ Σωκράτους ἔσται τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος, μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ· οὔτε γὰρ τὸ νοσεῖν Σωκράτην οὔτε τὸ ὑγιαίνειν ἐστὶν ἀληθὲς αὐτοῦ μὴ ὄντος ὅλως τοῦ Σωκράτους.
221Aristoteles, Categoriae, 14; 3 (auctor 384BC-322BC)
Τοῦτο δὲ οὐκ ἀληθές ἐστι· σχεδὸν γὰρ κατὰ πάντα τὰ πάθη ἢ τὰ πλεῖστα ἀλλοιοῦσθαι συμβέβηκεν ἡμῖν οὐδεμιᾶς τῶν ἄλλων κινήσεων κοινωνοῦσιν· οὔτε γὰρ αὔξεσθαι ἀναγκαῖον τὸ κατὰ πάθος κινούμενον οὔτε μειοῦσθαι, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὥσθ᾿ ἑτέρα ἂν εἴη παρὰ τὰς ἄλλας κινήσεις ἡ ἀλλοίωσις· εἰ γὰρ ἦν ἡ αὐτή, ἔδει τὸ ἀλλοιούμενον εὐθὺς καὶ αὔξεσθαι ἢ μειοῦσθαι ἢ τινα τῶν ἄλλων ἀκολουθεῖν κινήσεων· ἀλλ᾿ οὐκ ἀνάγκη.
222Aristoteles, De anima, 1, I 3; 47 (auctor 384BC-322BC)
Ἄδηλος δέ καί τοῦ κύκλῳ φέρεσθαι τόν οὐρανόν ἡ αἰτία· οὔτε γάρ τῆς ψυχῆς ἡ οὐσία αἰτία τοῦ κύκλῳ φέρεσθαι, ἀλλά κατά συμβεβηκός οὕτω κινεῖται, οὔτε τό σῶμα αἴτιον, ἀλλ’ ἡ ψυχή μᾶλλον ἐκείνῳ.
223Aristoteles, De anima, 1, I 4; 9 (auctor 384BC-322BC)
Ἀπαιτήσειε δ’ ἄν τις τοῦτό γε καί παρ’ Ἐμπεδοκλέους· ἕκαστον γάρ αὐτῶν λόγῳ τινί φησιν εἶναι· πότερον οὖν ὁ λόγος ἐστίν ἡ ψυχή, ἢ μᾶλλον ἕτερόν τι οὖσα ἐγγίνεται τοῖς μέλεσιν; Ἔτι δέ πότερον ἡ φιλία τῆς τυχούσης αἰτία μίξεως ἢ τῆς κατά τόν λόγον; Καί αὕτη πότερον ὁ λόγος ἐστίν ἢ παρά τόν λόγον ἕτερόν τι; Ταῦτα μέν οὖν ἔχει τοιαύτας ἀπορίας· εἰ δ’ ἐστίν ἕτερον ἡ ψυχή τῆς μίξεως, τί δή ποτε ἅμα τῷ σαρκί εἶναι ἀναιρεῖται καί τῷ τοῖς ἄλλοις μορίοις τοῦ ζῴου; Πρός δέ τούτοις εἴπερ μή ἕκαστον τῶν μορίων ψυχήν ἔχει, εἰ μή ἐστιν ἡ ψυχή ὁ λόγος τῆς μίξεως, τί ἐστιν ὃ φθείρεται τῆς ψυχῆς ἀπολειπούσης; Ὅτι μέν οὖν οὔθ’ ἁρμονίαν οἷόν τ’ εἶναι τήν ψυχήν οὔτε κύκλῳ περιφέρεσθαι, δῆλον ἐκ τῶν εἰρημένων.
224Aristoteles, De anima, 1, I 4; 22 (auctor 384BC-322BC)
Διό καί τούτου φθειρομένου οὔτε μνημονεύει οὔτε φιλεῖ· οὐ γάρ ἐκείνου ἦν, ἀλλά τοῦ κοινοῦ, ὃ ἀπόλωλεν· ὁ δέ νοῦς ἴσως θειότερόν τι καί ἀπαθές ἐστιν.
225Aristoteles, De anima, 1, I 5; 27 (auctor 384BC-322BC)
Πάντες δέ καί οἱ διά τό γνωρίζειν καί αἰσθάνεσθαι τά ὄντα τήν ψυχήν ἐκ τῶν στοιχείων λέγοντες αὐτήν, καί οἱ τό κινητικώτατον, οὐ περί πάσης λέγουσι ψυχῆς· οὔτε γάρ τά αἰσθανόμενα πάντα κινητικά· φαίνεται γάρ εἶναί τινα μόνιμα τῶν ζῴων κατά τόπον.
226Aristoteles, De anima, 1, I 5; 35 (auctor 384BC-322BC)
Καί γάρ τῷ εὐθεῖ καί αὐτό καί τό καμπύλον γινώσκομεν· κριτής γάρ ἀμφοῖν ὁ κανών, τό δέ καμπύλον οὔθ’ ἑαυτοῦ οὔτε τοῦ εὐθέος.
227Aristoteles, De anima, 1, I 5; 43 (auctor 384BC-322BC)
Φανερόν οὖν ἐκ τῶν εἰρημένων ὡς οὔτε τό γινώσκειν ὑπάρχει τῇ ψυχῇ διά τό ἐκ τῶν στοιχείων εἷναι, οὔτε τό κινεῖσθαι αὐτήν καλῶς οὐδ’ ἀληθῶς λέγεται.
228Aristoteles, De anima, 2, II 3; 11 (auctor 384BC-322BC)
Δῆλον οὖν ὅτι τόν αὐτόν τρόπον εἷς ἂν εἴη λόγος ψυχῆς τε καί σχήματος· οὔτε γάρ ἐκεῖ σχῆμα παρά τό τρίγωνόν ἐστι καί τά ἐφεξῆς, οὔτ’ ἐνταῦθα ψυχή παρά τάς εἰρημένας.
229Aristoteles, De anima, 2, II 4; 20 (auctor 384BC-322BC)
Οὔτε γάρ τό ἄνω καί κάτω καλῶς λαμβάνει· οὐ γάρ ταὐτό πᾶσι τό ἄνω καί κάτω καί τῷ παντί, ἀλλ’ ὡς ἡ κεφαλή τῶν ζῴων, οὕτως αἱ ῥίζαι τῶν φυτῶν, εἰ χρή τά ὄργανα λέγειν ἕτερα καί ταὐτά τοῖς ἔργοις.
230Aristoteles, De anima, 2, II 7; 14 (auctor 384BC-322BC)
Τί μέν οὖν τό διαφανές καί τί τό φῶς, εἴρηται, ὅτι οὔτε πῦρ οὔθ’ ὅλως σῶμα οὐδ’ ἀπορροή σώματος οὐδενός (εἴη γάρ ἂν σῶμά τι καί οὕτως), ἀλλά πυρός ἢ τοιούτου τινός παρουσία ἐν τῷ διαφανεῖ· οὐδέ γάρ δύο σώματα ἅμα δυνατόν ἐν τῷ αὐτῷ εἶναι.
231Aristoteles, De anima, 2, II 9; 16 (auctor 384BC-322BC)
Διό καί ἄπορον φαίνεται, εἰ πάντα μέν ὁμοίως ὀσμᾶται, ὁ δ’ ἄνθρωπος ἀναπνέων μέν, μή ἀναπνέων δέ ἀλλ’ ἐκπνέων ἢ κατέχων τό πνεῦμα οὐκ ὀσμᾶται, οὔτε πόρρωθεν οὔτ’ ἐγγύθεν, οὐδ’ ἂν ἐπί τοῦ μυκτῆρος ἐντός τεθῇ.
232Aristoteles, De anima, 2, II 12; 10 (auctor 384BC-322BC)
Οὔτε γάρ φῶς καί σκότος οὔτε ψόφος οὔτε ὀσμή οὐδέν ποιεῖ τά σώματα, ἀλλ’ ἐν οἷς ἐστίν, οἷον ἀήρ ὁ μετά βροντῆς διίστησι τό ξύλον.
233Aristoteles, De anima, 3, III 2; 18 (auctor 384BC-322BC)
Ἐπεί δέ μία μέν ἐστιν ἐνέργεια ἡ τοῦ αἰσθητοῦ καί ἡ τοῦ αἰσθητικοῦ, τό δ’ εἶναι ἕτερον, ἀνάγκη ἅμα φθείρεσθαι καί σώζεσθαι τήν οὕτω λεγομένην ἀκοήν καί ψόφον, καί χυμόν δή καί γεῦσιν καί τά ἄλλα ὁμοίως· τά δέ κατά δύναμιν λεγόμενα οὐκ ἀνάγκη, ἀλλ’ οἱ πρότερον φυσιολόγοι τοῦτο οὐ καλῶς ἔλεγον, οὐθέν οἰόμενοι οὔτε λευκόν οὔτε μέλαν εἶναι ἄνευ ὄψεως, οὐδέ χυμόν ἄνευ γεύσεως.
234Aristoteles, De anima, 3, III 2; 31 (auctor 384BC-322BC)
Οὔτε δή κεχωρισμένοις ἐνδέχεται κρίνειν ὅτι ἕτερον τό γλυκύ τοῦ λευκοῦ, ἀλλά δεῖ ἑνί τινι ἄμφω δῆλα εἶναι.
235Aristoteles, De anima, 3, III 3; 32 (auctor 384BC-322BC)
Ἀλλ’ ἐπειδή ἐστι κινηθέντος τουδί κινεῖσθαι ἕτερον ὑπό τούτου, ἡ δέ φαντασία κίνησίς τις δοκεῖ εἶναι καί οὐκ ἄνευ αἰσθήσεως γίγνεσθαι ἀλλ’ αἰσθανομένοις καί ὧν αἴσθησις ἐστίν, ἔστι δέ γίνεσθαι κίνησιν ὑπό τῆς ἐνεργείας τῆς αἰσθήσεως, καί ταύτην ὁμοίαν ἀνάγκη εἶναι τῇ αἰσθήσει, εἴη ἂν αὕτη ἡ κίνησις οὔτε ἄνευ αἰσθήσεως ἐνδεχομένη οὔτε μή αἰσθανομένοις ὑπάρχειν, καί πολλά κατ’ αὐτήν καί ποιεῖν καί πάσχειν τό ἔχον, καί εἶναι καί ἀληθῆ καί ψευδῆ.
236Aristoteles, De anima, 3, III 4; 7 (auctor 384BC-322BC)
Καί εὖ δή οἱ λέγοντες τήν ψυχήν εἶναι τόπον εἰδῶν, πλήν ὅτι οὔτε ὅλη ἀλλ’ ἡ νοητική, οὔτε ἐντελεχείᾳ ἀλλά δυνάμει τά εἴδη.
237Aristoteles, De anima, 3, III 4; 9 (auctor 384BC-322BC)
Ἡ μέν γάρ αἴσθησις οὐ δύναται αἰσθάνεσθαι ἐκ τοῦ σφόδρα αἰσθητοῦ, οἷον ψόφου ἐκ τῶν μεγάλων ψόφων, οὐδ’ ἐκ τῶν ἰσχυρῶν χρωμάτων καί ὀσμῶν οὔτε ὁρᾶν οὔτε ὀσμᾶσθαι· ἀλλ’ ὁ νοῦς ὅταν τι νοήσῃ σφόδρα νοητόν, οὐχ ἦττον νοεῖ τά ὑποδεέστερα, ἀλλά καί μᾶλλον· τό μέν γάρ αἰσθητικόν οὐκ ἄνευ σώματος, ὁ δέ χωριστός.
238Aristoteles, De anima, 3, III 7; 6 (auctor 384BC-322BC)
Καί ἡ φυγή δέ καί ἡ ὄρεξις τοῦτο ἡ κατ’ ἐνέργειαν, καί οὐχ ἕτερον τό ὀρεκτικόν καί φευκτικόν, οὔτ’ ἀλλήλων οὔτε τοῦ αἰσθητικοῦ· ἀλλά τό εἶναι ἄλλο.
239Aristoteles, De anima, 3, III 8; 8 (auctor 384BC-322BC)
Καί διά τοῦτο οὔτε μή αἰσθανόμενος μηθέν οὐθέν ἂν μάθοι οὐδέ ξυνείη· ὅταν τε θεωρῇ, ἀνάγκη ἅμα φάντασμά τι θεωρεῖν· τά γάρ φαντάσματα ὥσπερ αἰσθήματά ἐστι, πλήν ἄνευ ὕλης.
240Aristoteles, De anima, 3, III 9; 3 (auctor 384BC-322BC)
Τρόπον γάρ τινα ἄπειρα φαίνεται, καί οὐ μόνον ἅ τινες λέγουσι διορίζοντες, λογιστικόν καί θυμικόν καί ἐπιθυμητικόν, οἱ δέ τό λόγον ἔχον καί τό ἄλογον· κατά γάρ τάς διαφοράς δι’ ἃς ταῦτα χωρίζουσι, καί ἄλλα φανεῖται μόρια μείζω διάστασιν ἔχοντα τούτων, περί ὧν καί νῦν εἴρηται, τό τε θρεπτικόν, ὃ καί τοῖς φυτοῖς ὑπάρχει καί πᾶσι τοῖς ζῴοις, καί τό αἰσθητικόν, ὃ οὔτε ὡς ἄλογον οὔτε ὡς λόγον ἔχον θείη ἄν τις ῥᾳδίως.
241Aristoteles, De anima, 3, III 12; 2 (auctor 384BC-322BC)
Αἴσθησιν δ’ οὐκ ἀναγκαῖον ἐν ἅπασι τοῖς ζῶσιν· οὔτε γάρ ὅσων τό σῶμα ἁπλοῦν, ἐνδέχεται ἁφήν ἔχειν, οὔτε ἄνευ ταύτης οἷόν τε οὐθέν εἶναι ζῷον· οὔτε ὅσα μή δεκτικά τῶν εἰδῶν ἄνευ τῆς ὕλης.
242Aristoteles, De anima, 3, III 12; 16 (auctor 384BC-322BC)
Ψόφος δέ καί χρῶμα καί ὀσμή οὐ τρέφει, οὐδέ ποιεῖ οὔτ’ αὔξησιν οὔτε φθίσιν.
243Aristoteles, De anima, 3, III 13; 10 (auctor 384BC-322BC)
Καί τά φυτά διά τοῦτο οὐδεμίαν ἔχει αἴσθησιν, ὅτι γῆς ἐστίν· ἄνευ δέ ἁφῆς οὐδεμίαν οἷόν τε ἄλλην ὑπάρχειν, τοῦτο δέ τό αἰσθητήριον οὐκ ἔστιν οὔτε γῆς οὔτε ἄλλου τῶν στοιχείων οὐδενός.
244Aristoteles, De anima, 3, III 13; 11 (auctor 384BC-322BC)
Φανερόν τοίνυν ὅτι ἀνάγκη μόνης ταύτης στερισκόμενα τῆς αἰσθήσεως τά ζῷα ἀποθνήσκειν· οὔτε γάρ ταύτην ἔχειν οἷόν τε μή ζῷον, οὔτε ζῷον ὂν ἄλλην ἔχειν ἀνάγκη πλήν ταύτης.
245Aristoteles, De arte poetica, 7; 6 (auctor 384BC-322BC)
Ἔτι δ᾿ ἐπεί τό καλόν καί ζῷον καί ἅπαν πρᾶγμα ὃ συνέστηκεν ἔκ τινων, οὐ μόνον ταῦτα τεταγμένα δεῖ ἔχειν, ἀλλά καί μέγεθος ὑπάρχειν μή τό τυχόν· τό γάρ καλόν ἐν μεγέθει καί τάξει ἐστί, διό οὔτε πάμμικρον ἄν τι γένοιτο καλόν ζῷον (συγχεῖται γάρ ἡ θεωρία ἐγγύς τοῦ ἀναισθήτου χρόνου γινομένη) οὔτε παμμέγεθες· οὐ γάρ ἅμα ἡ θεωρία γίνεται, ἀλλ᾿ οἴχεται τοῖς θεωροῦσι τό ἓν καί τό ὅλον ἐκ τῆς θεωρίας, οἷον εἰ μυρίων σταδίων εἴη ζῷον.
246Aristoteles, De arte poetica, 13; 2 (auctor 384BC-322BC)
Ἐπειδή οὖν δεῖ τήν σύνθεσιν εἶναι τῆς καλλίστης τραγῳδίας μή ἁπλῆν ἀλλά πεπλεγμένην, καί ταύτην φοβερῶν καί ἐλεεινῶν εἶναι μιμητικήν (τοῦτο γάρ ἴδιον τῆς τοιαύτης μιμήσεώς ἐστιν), πρῶτον μέν δῆλον ὅτι οὔτε τούς ἐπιεικεῖς ἄνδρας δεῖ μεταβάλλοντας φαίνεσθαι ἐξ εὐτυχίας εἰς δυστυχίαν (οὐ γάρ φοβερόν οὐδέ ἐλεεινόν τοῦτο, ἀλλά μιαρόν ἐστιν) οὔτε τούς μοχθηρούς ἐξ ἀτυχίας εἰς εὐτυχίαν (ἀτραγῳδότατον γάρ τοῦτ᾿ ἐστί πάντων· οὐδέν γάρ ἔχει ὧν δεῖ· οὔτε γάρ φιλάνθρωπον οὔτε ἐλεεινόν οὔτε φοβερόν ἐστιν), οὐδ᾿ αὖ τόν σφόδρα πονηρόν ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταπίπτειν.
247Aristoteles, De arte poetica, 13; 3 (auctor 384BC-322BC)
Τό μέν γάρ φιλάνθρωπον ἔχοι ἂν ἡ τοιαύτη σύστασις, ἀλλ᾿ οὔτε ἔλεον οὔτε φόβον· ὁ μέν γάρ περί τόν ἀνάξιόν ἐστι δυστυχοῦντα, ὁ δέ περί τόν ὅμοιον, ἔλεος μέν περί τόν ἀνάξιον, φόβος δέ περί τόν ὅμοιον, ὥστε οὔτε ἐλεεινόν οὔτε φοβερόν ἔσται τό συμβαῖνον.
248Aristoteles, De arte poetica, 14; 8 (auctor 384BC-322BC)
Ἂν μέν οὖν ἐχθρός ἐχθρόν ἀποκτείνῃ, οὐδέν ἐλεεινόν οὔτε ποιῶν οὔτε μέλλων δείκνυσι, πλήν κατ᾿ αὐτό τό πάθος· οὐδ᾿ ἂν μηδετέρως ἔχοντες.
249Aristoteles, De arte poetica, 20; 8 (auctor 384BC-322BC)
Σύνδεσμος δ᾿ ἐστί φωνή ἄσημος, ἣ οὔτε κωλύει οὔτε ποιεῖ φωνήν μίαν σημαντικήν, ἐκ πλειόνων φωνῶν πεφυκυῖαν συντίθεσθαι, καί ἐπί τῶν ἄκρων καί ἐπί τοῦ μέσου, ἢν μή ἁρμόττῃ ἐν ἀρχῇ λόγου τιθέναι καθ᾿ αὑτόν, οἷον μέν, ἤτοι, δή.
250Aristoteles, De arte poetica, 20; 11 (auctor 384BC-322BC)
Ἢ φωνή ἄσημος, ἣ οὔτε κωλύει οὔτε ποιεῖ φωνήν μίαν σημαντικήν ἐκ πλειόνων φωνῶν, πεφυκυῖα τίθεσθαι καί ἐπί τῶν ἄκρων καί ἐπί τοῦ μέσου.
251Aristoteles, De arte poetica, 22; 24 (auctor 384BC-322BC)
Μόνον γάρ τοῦτο οὔτε παρ᾿ ἄλλου ἔστι λαβεῖν εὐφυΐας τε σημεῖόν ἐστιν· τό γάρ εὖ μεταφέρειν τό τό ὅμοιον θεωρεῖν ἐστίν.
252Aristoteles, De arte poetica, 25; 16 (auctor 384BC-322BC)
Ἴσως γάρ οὔτε βέλτιον οὕτω λέγειν οὔτ᾿ ἀληθῆ, ἀλλ᾿ ἔτυχεν ὥσπερ Ξενοφάνης· ἀλλ᾿ οὔ φασι τάδε.
253Aristoteles, De caelo, 1, 1, 2; 8 (auctor 384BC-322BC)
Οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνεῖλον γένεσιν καὶ φθοράν· οὐθὲν γὰρ οὔτε γίγνεσθαί φασιν οὔτε φθείρεσθαι τῶν ὄντων, ἀλλὰ μόνον δοκεῖν ἡμῖν, οἷον οἱ περὶ Μέλισσόν τε καὶ Παρμενίδην, οὕς, εἰ καὶ τἆλλα λέγουσι καλῶς, ἀλλ´ οὐ φυσικῶς γε δεῖ νομίσαι λέγειν· τὸ γὰρ εἶναι ἄττα τῶν ὄντων ἀγένητα καὶ ὅλως ἀκίνητα μᾶλλόν ἐστιν ἑτέρας καὶ προτέρας ἢ τῆς φυσικῆς σκέψεως.
254Aristoteles, De caelo, 1, 1, 13; 34 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἴ γε καὶ κατὰ πλάτος ἐνδέχεται συντίθεσθαι, ἔσται τι σῶμα ὃ οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων, συντιθέμενον ἐκ τῶν οὕτω συντιθεμένων ἐπιπέδων.
255Aristoteles, De caelo, 1, 1, 17; 40 (auctor 384BC-322BC)
Τὸ δ´ αὐτὸ συμβαίνει καὶ τοῖς ἐξ ἀριθμῶν συντιθεῖσι τὸν οὐρανόν· ἔνιοι γὰρ τὴν φύσιν ἐξ ἀριθμῶν συνιστᾶσιν, ὥσπερ τῶν Πυθαγορείων τινές· τὰ μὲν γὰρ φυσικὰ σώματα φαίνεται βάρος ἔχοντα καὶ κουφότητα, τὰς δὲ μονάδας οὔτε σώματα ποιεῖν οἷόν τε συντιθεμένας οὔτε βάρος ἔχειν.
256Aristoteles, De caelo, 1, 3, 1; 1 (auctor 384BC-322BC)
Ὅτι δ´ οὔτε πάντων ἐστὶ γένεσις οὔθ´ ἁπλῶς οὐθενός, δῆλον ἐκ τῶν προειρημένων· ἀδύνατον γὰρ παντὸς σώματος εἶναι γένεσιν, εἰ μὴ καὶ κενὸν εἶναί τι δυνατὸν κεχωρισμένον· ἐν ᾧ γὰρ ἔσται τόπῳ τὸ νῦν γιγνόμενον εἰ ἐγίγνετο, ἐν τούτῳ πρότερον τὸ κενὸν ἀναγκαῖον εἶναι σώματος μηθενὸς ὄντος.
257Aristoteles, De caelo, 1, 3, 3; 10 (auctor 384BC-322BC)
Ἐν δὲ πυρὶ σὰρξ ἢ ξύλον οὐκ ἐνυπάρχουσιν, οὔτε κατὰ δύναμιν οὔτε κατ´ ἐνέργειαν· ἐξεκρίνετο γὰρ ἄν.
258Aristoteles, De caelo, 1, 4, 5; 8 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν οὐδ´ ὡς ἕτεροί τινες λέγουσιν, οἷον Λεύκιππός τε καὶ Δημόκριτος ὁ Ἀβδηρίτης, εὔλογα τὰ συμβαίνοντα· φασὶ γὰρ εἶναι τὰ πρῶτα μεγέθη πλήθει μὲν ἄπειρα, μεγέθει δὲ ἀδιαίρετα, καὶ οὔτ´ ἐξ ἑνὸς πολλὰ γίγνεσθαι οὔτε ἐκ πολλῶν ἕν, ἀλλὰ τῇ τούτων συμπλοκῇ καὶ περιπαλάξει πάντα γεννᾶσθαι.
259Aristoteles, De caelo, 1, 4, 8; 36 (auctor 384BC-322BC)
Εἰ δὲ διαιρετόν, τοῖς μὲν σχηματίζουσι τὸ πῦρ συμβήσεται μὴ εἶναι τὸ τοῦ πυρὸς μέρος πῦρ διὰ τὸ μὴ συγκεῖσθαι τὴν πυραμίδα ἐκ πυραμίδων, ἔτι δὲ μὴ πᾶν σῶμα εἶναι ἢ στοιχεῖον ἢ ἐκ στοιχείων (τὸ γὰρ μέρος τοῦ πυρὸς οὔτε πῦρ οὔθ´ ἕτερον στοιχεῖον οὐδέν)· τοῖς δὲ τῷ μεγέθει διορίζουσι πρότερόν τι τοῦ στοιχείου στοιχεῖον εἶναι, καὶ τοῦτ´ εἰς ἄπειρον βαδίζειν, εἴπερ ἅπαν σῶμα διαιρετὸν καὶ τὸ μικρομερέστατον στοιχεῖον.
260Aristoteles, De caelo, 1, 4, 11; 43 (auctor 384BC-322BC)
Ἐπειδὴ δὲ οὔτε ἄπειρα οὔτε ἕν, ἀνάγκη πλείω εἶναι καὶ πεπερασμένα.
261Aristoteles, De caelo, 1, 6, 5; 22 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ οὔτε ἐξ ἀσωμάτου γίγνεσθαι δυνατὸν οὔτ´ ἐξ ἄλλου σώματος, λείπεται ἐξ ἀλλήλων γίγνεσθαι.
262Aristoteles, De caelo, 1, 7, 6; 17 (auctor 384BC-322BC)
Οὔτε γὰρ εὔλογον ἓν μόνον ἄμοιρον γενέσθαι τῆς μεταβάσεως, οὔτε φαίνεται κατὰ τὴν αἴσθησιν, ἀλλ´ ὁμοίως πάντα μεταβάλλειν εἰς ἄλληλα.
263Aristoteles, De caelo, 1, 8, 3; 7 (auctor 384BC-322BC)
Πρὸς δὲ τούτοις πῶς ἐνδέχεται γίγνεσθαι σάρκα καὶ ὀστοῦν ἢ ὁτιοῦν τῶν συνεχῶν σωμάτων; οὔτε γὰρ ἐξ αὐτῶν τῶν στοιχείων ἐγχωρεῖ διὰ τὸ μὴ γίγνεσθαι συνεχὲς ἐκ τῆς συνθέσεως, οὔτ´ ἐκ τῶν ἐπιπέδων συντιθεμένων· τὰ γὰρ στοιχεῖα γεννᾶται τῇ συνθέσει καὶ οὐ τὰ ἐκ τῶν στοιχείων.
264Aristoteles, De caelo, 2, 1, 1; 1 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν οὔτε γέγονεν ὁ πᾶς οὐρανὸς οὔτ´ ἐνδέχεται φθαρῆναι, καθάπερ τινές φασιν αὐτόν, ἀλλ´ ἔστιν εἷς καὶ ἀΐδιος, ἀρχὴν μὲν καὶ τελευτὴν οὐκ ἔχων τοῦ παντὸς αἰῶνος, ἔχων δὲ καὶ περιέχων ἐν αὑτῷ τὸν ἄπειρον χρόνον, ἔκ τε τῶν εἰρημένων ἔξεστι λαμβάνειν τὴν πίστιν, καὶ διὰ τῆς δόξης τῆς παρὰ τῶν ἄλλως λεγόντων καὶ γεννώντων αὐτόν· εἰ γὰρ οὕτως μὲν ἔχειν ἐνδέχεται, καθ´ ὃν δὲ τρόπον ἐκεῖνοι γενέσθαι λέγουσιν οὐκ ἐνδέχεται, μεγάλην ἂν ἔχοι καὶ τοῦτο ῥοπὴν εἰς πίστιν περὶ τῆς ἀθανασίας αὐτοῦ καὶ τῆς ἀϊδιότητος.
265Aristoteles, De caelo, 2, 1, 2; 2 (auctor 384BC-322BC)
Διόπερ καλῶς ἔχει συμπείθειν ἑαυτὸν τοὺς ἀρχαίους καὶ μάλιστα πατρίους ἡμῶν ἀληθεῖς εἶναι λόγους, ὡς ἔστιν ἀθάνατόν τι καὶ θεῖον τῶν ἐχόντων μὲν κίνησιν, ἐχόντων δὲ τοιαύτην ὥστε μηθὲν εἶναι πέρας αὐτῆς, ἀλλὰ μᾶλλον ταύτην τῶν ἄλλων πέρας· τό τε γὰρ πέρας τῶν περιεχόντων ἐστί, καὶ αὕτη τέλειος οὖσα περιέχει τὰς ἀτελεῖς καὶ τὰς ἐχούσας πέρας καὶ παῦλαν, αὐτὴ μὲν οὐδεμίαν οὔτ´ ἀρχὴν ἔχουσα οὔτε τελευτήν, ἀλλ´ ἄπαυστος οὖσα τὸν ἄπειρον χρόνον, τῶν δ´ ἄλλων τῶν μὲν αἰτία τῆς ἀρχῆς, τῶν δὲ δεχομένη τὴν παῦλαν.
266Aristoteles, De caelo, 2, 1, 4; 4 (auctor 384BC-322BC)
Διόπερ οὔτε κατὰ τὸν τῶν παλαιῶν μῦθον ὑποληπτέον ἔχειν, οἵ φασιν Ἄτλαντός τινος αὐτῷ προσδεῖσθαι τὴν σωτηρίαν· ἐοίκασι γὰρ καὶ τοῦτον οἱ συστήσαντες τὸν λόγον τὴν αὐτὴν ἔχειν ὑπόληψιν τοῖς ὕστερον· ὡς γὰρ περὶ βάρος ἐχόντων καὶ γεηρῶν ἁπάντων τῶν ἄνω σωμάτων ὑπέστησαν αὐτῷ μυθικῶς ἀνάγκην ἔμψυχον.
267Aristoteles, De caelo, 2, 1, 5; 5 (auctor 384BC-322BC)
Οὔτε δὴ τοῦτον τὸν τρόπον ὑποληπτέον, οὔτε διὰ τὴν δίνησιν θάττονος τυγχάνοντα φορᾶς τῆς οἰκείας ῥοπῆς ἔτι σώζεσθαι τοσοῦτον χρόνον, καθάπερ Ἐμπεδοκλῆς φησιν.
268Aristoteles, De caelo, 2, 4, 6; 16 (auctor 384BC-322BC)
Ἔτι δὲ ἐπεὶ φαίνεται καὶ ὑπόκειται κύκλῳ περιφέρεσθαι τὸ πᾶν, δέδεικται δ´ ὅτι τῆς ἐσχάτης περιφορᾶς οὔτε κενόν ἐστιν ἔξωθεν οὔτε τόπος, ἀνάγκη καὶ διὰ ταῦτα σφαιροειδῆ εἶναι αὐτόν.
269Aristoteles, De caelo, 2, 6, 1; 3 (auctor 384BC-322BC)
Τῆς δὲ κύκλῳ φορᾶς οὐκ ἔστιν οὔτε ὅθεν οὔτε οἷ οὔτε μέσον· οὔτε γὰρ ἀρχὴ οὔτε πέρας οὔτε μέσον ἐστὶν αὐτῆς ἁπλῶς· τῷ τε γὰρ χρόνῳ ἀΐδιος καὶ τῷ μήκει συνηγμένη καὶ ἄκλαστος· ὥστ´ εἰ μή ἐστιν ἀκμὴ αὐτοῦ τῆς φορᾶς, οὐδ´ ἂν ἀνωμαλία εἴη· ἡ γὰρ ἀνωμαλία γίγνεται διὰ τὴν ἄνεσιν καὶ ἐπίτασιν.
270Aristoteles, De caelo, 2, 7, 2; 6 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν οὔτε πύρινά ἐστιν οὔτ´ ἐν πυρὶ φέρεται, ταῦθ´ ἡμῖν εἰρήσθω περὶ αὐτῶν.
271Aristoteles, De caelo, 2, 8, 5; 12 (auctor 384BC-322BC)
Ἐπεὶ τοίνυν οὔτ´ ἀμφότερα κινεῖσθαι εὔλογον οὔτε τὸ ἕτερον μόνον, λείπεται τοὺς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ ἄστρα ἠρεμεῖν καὶ ἐνδεδεμένα τοῖς κύκλοις φέρεσθαι· μόνως γὰρ οὕτως οὐθὲν ἄλογον συμβαίνει· τό τε γὰρ θᾶττον εἶναι τοῦ μείζονος κύκλου τὸ τάχος εὔλογον περὶ τὸ αὐτὸ κέντρον ἐνδεδεμένων (ὥσπερ γὰρ ἐν τοῖς ἄλλοις τὸ μεῖζον σῶμα θᾶττον φέρεται τὴν οἰκείαν φοράν, οὕτως καὶ ἐν τοῖς ἐγκυκλίοις· μεῖζον γὰρ τῶν ἀφαιρουμένων ὑπὸ τῶν ἐκ τοῦ κέντρου τὸ τοῦ μείζονος κύκλου τμῆμα, ὥστ´ εὐλόγως ἐν τῷ ἴσῳ χρόνῳ ὁ μείζων περιοισθήσεται κύκλος), τό τε μὴ διασπᾶσθαι τὸν οὐρανὸν διά τε τοῦτο συμβήσεται καὶ ὅτι δέδεικται συνεχὲς ὂν τὸ ὅλον.
272Aristoteles, De caelo, 2, 9, 1; 2 (auctor 384BC-322BC)
Δοκεῖ γάρ τισιν ἀναγκαῖον εἶναι τηλικούτων φερομένων σωμάτων γίγνεσθαι ψόφον, ἐπεὶ καὶ τῶν παρ´ ἡμῖν οὔτε τοὺς ὄγκους ἐχόντων ἴσους οὔτε τοιούτῳ τάχει φερομένων· ἡλίου δὲ καὶ σελήνης, ἔτι τε τοσούτων τὸ πλῆθος ἄστρων καὶ τὸ μέγεθος φερομένων τῷ τάχει τοιαύτην φορὰν ἀδύνατον μὴ γίγνεσθαι ψόφον ἀμήχανόν τινα τὸ μέγεθος.
273Aristoteles, De caelo, 2, 9, 2; 9 (auctor 384BC-322BC)
Ἀλλ´ εὐλόγως οὔτ´ ἀκούομεν οὔτε πάσχοντα φαίνεται τὰ σώματα βίαιον οὐδὲν πάθος, διὰ τὸ μὴ ψοφεῖν.
274Aristoteles, De caelo, 2, 9, 5; 15 (auctor 384BC-322BC)
Ὥστ´ ἐπείπερ οὐ φαίνεται τοῦτο συμβαῖνον, οὔτ´ ἂν ἔμψυχον οὔτε βίαιον φέροιτο φορὰν οὐθὲν αὐτῶν, ὥσπερ τὸ μέλλον ἔσεσθαι προνοούσης τῆς φύσεως, ὅτι μὴ τοῦτον τὸν τρόπον ἐχούσης τῆς κινήσεως οὐθὲν ἂν ἦν τῶν περὶ τὸν δεῦρο τόπον ὁμοίως ἔχον.
275Aristoteles, De caelo, 2, 14, 6; 12 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν οὔτε κινεῖται οὔτ´ ἐκτὸς κεῖται τοῦ μέσου, φανερὸν ἐκ τούτων· πρὸς δὲ τούτοις δῆλον ἐκ τῶν εἰρημένων τὸ αἴτιον τῆς μονῆς.
276Aristoteles, De caelo, 2, 14, 13; 34 (auctor 384BC-322BC)
Ἔτι δὲ καὶ διὰ τῶν φαινομένων κατὰ τὴν αἴσθησιν· οὔτε γὰρ ἂν αἱ τῆς σελήνης ἐκλείψεις τοιαύτας ἂν εἶχον τὰς ἀποτομάς· νῦν γὰρ ἐν μὲν τοῖς κατὰ μῆνα σχηματισμοῖς πάσας λαμβάνει τὰς διαιρέσεις (καὶ γὰρ εὐθεῖα γίνεται καὶ ἀμφίκυρτος καὶ κοίλη), περὶ δὲ τὰς ἐκλείψεις ἀεὶ κυρτὴν ἔχει τὴν ὁρίζουσαν γραμμήν, ὥστ´ ἐπείπερ ἐκλείπει διὰ τὴν τῆς γῆς ἐπιπρόσθησιν, ἡ τῆς γῆς ἂν εἴη περιφέρεια τοῦ σχήματος αἰτία σφαιροειδὴς οὖσα.
277Aristoteles, De caelo, 2a, 1, 2; 8 (auctor 384BC-322BC)
Οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνεῖλον γένεσιν καὶ φθοράν· οὐθὲν γὰρ οὔτε γίγνεσθαί φασιν οὔτε φθείρεσθαι τῶν ὄντων, ἀλλὰ μόνον δοκεῖν ἡμῖν, οἷον οἱ περὶ Μέλισσόν τε καὶ Παρμενίδην, οὕς, εἰ καὶ τἆλλα λέγουσι καλῶς, ἀλλ´ οὐ φυσικῶς γε δεῖ νομίσαι λέγειν· τὸ γὰρ εἶναι ἄττα τῶν ὄντων ἀγένητα καὶ ὅλως ἀκίνητα μᾶλλόν ἐστιν ἑτέρας καὶ προτέρας ἢ τῆς φυσικῆς σκέψεως.
278Aristoteles, De caelo, 2a, 1, 13; 34 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἴ γε καὶ κατὰ πλάτος ἐνδέχεται συντίθεσθαι, ἔσται τι σῶμα ὃ οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων, συντιθέμενον ἐκ τῶν οὕτω συντιθεμένων ἐπιπέδων.
279Aristoteles, De caelo, 2a, 1, 17; 40 (auctor 384BC-322BC)
Τὸ δ´ αὐτὸ συμβαίνει καὶ τοῖς ἐξ ἀριθμῶν συντιθεῖσι τὸν οὐρανόν· ἔνιοι γὰρ τὴν φύσιν ἐξ ἀριθμῶν συνιστᾶσιν, ὥσπερ τῶν Πυθαγορείων τινές· τὰ μὲν γὰρ φυσικὰ σώματα φαίνεται βάρος ἔχοντα καὶ κουφότητα, τὰς δὲ μονάδας οὔτε σώματα ποιεῖν οἷόν τε συντιθεμένας οὔτε βάρος ἔχειν.
280Aristoteles, De caelo, 2a, 3, 1; 1 (auctor 384BC-322BC)
Ὅτι δ´ οὔτε πάντων ἐστὶ γένεσις οὔθ´ ἁπλῶς οὐθενός, δῆλον ἐκ τῶν προειρημένων· ἀδύνατον γὰρ παντὸς σώματος εἶναι γένεσιν, εἰ μὴ καὶ κενὸν εἶναί τι δυνατὸν κεχωρισμένον· ἐν ᾧ γὰρ ἔσται τόπῳ τὸ νῦν γιγνόμενον εἰ ἐγίγνετο, ἐν τούτῳ πρότερον τὸ κενὸν ἀναγκαῖον εἶναι σώματος μηθενὸς ὄντος.
281Aristoteles, De caelo, 2a, 3, 3; 10 (auctor 384BC-322BC)
Ἐν δὲ πυρὶ σὰρξ ἢ ξύλον οὐκ ἐνυπάρχουσιν, οὔτε κατὰ δύναμιν οὔτε κατ´ ἐνέργειαν· ἐξεκρίνετο γὰρ ἄν.
282Aristoteles, De caelo, 2a, 4, 5; 8 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν οὐδ´ ὡς ἕτεροί τινες λέγουσιν, οἷον Λεύκιππός τε καὶ Δημόκριτος ὁ Ἀβδηρίτης, εὔλογα τὰ συμβαίνοντα· φασὶ γὰρ εἶναι τὰ πρῶτα μεγέθη πλήθει μὲν ἄπειρα, μεγέθει δὲ ἀδιαίρετα, καὶ οὔτ´ ἐξ ἑνὸς πολλὰ γίγνεσθαι οὔτε ἐκ πολλῶν ἕν, ἀλλὰ τῇ τούτων συμπλοκῇ καὶ περιπαλάξει πάντα γεννᾶσθαι.
283Aristoteles, De caelo, 2a, 4, 8; 36 (auctor 384BC-322BC)
Εἰ δὲ διαιρετόν, τοῖς μὲν σχηματίζουσι τὸ πῦρ συμβήσεται μὴ εἶναι τὸ τοῦ πυρὸς μέρος πῦρ διὰ τὸ μὴ συγκεῖσθαι τὴν πυραμίδα ἐκ πυραμίδων, ἔτι δὲ μὴ πᾶν σῶμα εἶναι ἢ στοιχεῖον ἢ ἐκ στοιχείων (τὸ γὰρ μέρος τοῦ πυρὸς οὔτε πῦρ οὔθ´ ἕτερον στοιχεῖον οὐδέν)· τοῖς δὲ τῷ μεγέθει διορίζουσι πρότερόν τι τοῦ στοιχείου στοιχεῖον εἶναι, καὶ τοῦτ´ εἰς ἄπειρον βαδίζειν, εἴπερ ἅπαν σῶμα διαιρετὸν καὶ τὸ μικρομερέστατον στοιχεῖον.
284Aristoteles, De caelo, 2a, 4, 11; 43 (auctor 384BC-322BC)
Ἐπειδὴ δὲ οὔτε ἄπειρα οὔτε ἕν, ἀνάγκη πλείω εἶναι καὶ πεπερασμένα.
285Aristoteles, De caelo, 2a, 6, 5; 22 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ οὔτε ἐξ ἀσωμάτου γίγνεσθαι δυνατὸν οὔτ´ ἐξ ἄλλου σώματος, λείπεται ἐξ ἀλλήλων γίγνεσθαι.
286Aristoteles, De caelo, 2a, 7, 6; 17 (auctor 384BC-322BC)
Οὔτε γὰρ εὔλογον ἓν μόνον ἄμοιρον γενέσθαι τῆς μεταβάσεως, οὔτε φαίνεται κατὰ τὴν αἴσθησιν, ἀλλ´ ὁμοίως πάντα μεταβάλλειν εἰς ἄλληλα.
287Aristoteles, De caelo, 2a, 8, 3; 7 (auctor 384BC-322BC)
Πρὸς δὲ τούτοις πῶς ἐνδέχεται γίγνεσθαι σάρκα καὶ ὀστοῦν ἢ ὁτιοῦν τῶν συνεχῶν σωμάτων; οὔτε γὰρ ἐξ αὐτῶν τῶν στοιχείων ἐγχωρεῖ διὰ τὸ μὴ γίγνεσθαι συνεχὲς ἐκ τῆς συνθέσεως, οὔτ´ ἐκ τῶν ἐπιπέδων συντιθεμένων· τὰ γὰρ στοιχεῖα γεννᾶται τῇ συνθέσει καὶ οὐ τὰ ἐκ τῶν στοιχείων.
288Aristoteles, De divinatione per somnum, 1; 1 (auctor 384BC-322BC)
Περὶ δὲ τῆς μαντικῆς τῆς ἐν τοῖς ὕπνοις γινομένης καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων, οὔτε καταφρονῆσαι ῥᾴδιον οὔτε πεισθῆναι.
289Aristoteles, De divinatione per somnum, 1; 6 (auctor 384BC-322BC)
Λέγω δ’ αἴτιον μὲν οἷον τὴν σελήνην τοῦ ἐκλείπειν τὸν ἥλιον καὶ τὸν κόπον τοῦ πυρετοῦ, σημεῖον δὲ τῆς ἐκλείψεως τὸ τὸν ἀστέρα εἰσελθεῖν, τὴν δὲ τραχύτητα τῆς γλώττης τοῦ πυρέττειν, σύμπτωμα δὲ τὸ βαδίζοντος ἐκλείπειν τὸν ἥλιον· οὔτε γὰρ σημεῖον τοῦ ἐκλείπειν τοῦτ’ ἐστὶν οὔτ’ αἴτιον, οὔθ’ ἡ ἔκλειψις τοῦ βαδίζειν.
290Aristoteles, De divinatione per somnum, 1; 18 (auctor 384BC-322BC)
Ὥσπερ οὖν οὐδὲ τὸ μνησθῆναι περὶ τοῦδε σημεῖον οὐδ’ αἴτιον τοῦ παραγενέσθαι αὐτόν, οὕτως οὐδ’ ἐκεῖ τοῦ ἀποβῆναι τὸ ἐνύπνιον τῷ ἰδόντι οὔτε σημεῖον οὔτ’ αἴτιον, ἀλλὰ σύμπτωμα.
291Aristoteles, De generatione animalium, 1, 1; 6 (auctor 384BC-322BC)
τούτων δ' αὐτῶν ὅσα μὲν ἐκ συνδυασμοῦ γίγνεται τῶν συγγενῶν ζῴων καὶ αὐτὰ γεννᾷ κατὰ τὴν συγγένειαν· ὅσα δὲ μὴ ἐκ ζῴων ἀλλ' ἐκ σηπομένης τῆς ὕλης, ταῦτα δὲ γεννᾷ μὲν ἕτερον δὲ γένος, καὶ τὸ γιγνόμενον οὔτε θῆλύ ἐστιν οὔτε ἄρρεν· τοιαῦτα δ' ἐστὶν ἔνια τῶν ἐντόμων.
292Aristoteles, De generatione animalium, 1, 8; 2 (auctor 384BC-322BC)
οὔτε γὰρ τὰ ζῳοτοκοῦντα ὁμοίως ἔχει πάντα, ἀλλ' ἄνθρωποι μὲν καὶ τὰ πεζὰ πάντα κάτω πρὸς τοῖς ἄρθροις, τὰ δὲ σελάχη τὰ ζῳοτοκοῦντα ἄνω πρὸς τῷ ὑποζώματι, -οὔτε τὰ ᾠοτοκοῦντα, ἀλλ' οἱ μὲν ἰχθύες κάτω καθάπερ ἄνθρωπος καὶ τὰ ζῳοτοκοῦντα τῶν τετραπόδων, οἱ δ' ὄρνιθες ἄνω καὶ ὅσα ᾠοτοκεῖ τῶν τετραπόδων.
293Aristoteles, De generatione animalium, 1, 13; 4 (auctor 384BC-322BC)
[ὅσα δ' ᾠοτοκεῖ μὲν ἀτελὲς δ' ᾠόν, οἷον ὅσοι τῶν ἰχθύων ᾠοτοκοῦσιν, οὗτοι δ' οὐχ ὑπὸ τῇ γαστρὶ ἀλλὰ πρὸς τῇ ὀσφύι ἔχουσι τὰς ὑστέρας· οὔτε γὰρ ἐμποδίζει ἡ τοῦ ᾠοῦ αὔξησις διὰ τὸ ἔξω τελειοῦσθαι καὶ προϊέναι τὸ αὐξανόμενον.] ὅ τε πόρος ὁ αὐτός ἐστι καὶ ἐν τοῖς μὴ ἔχουσι γεννητικὸν αἰδοῖον τῷ τῆς ξηρᾶς τροφῆς, πᾶσι τοῖς ᾠοτόκοις καὶ τοῖς ἔχουσιν αὐτῶν κύστιν, οἷον ταῖς χελώναις· τῆς γενέσεως γὰρ ἕνεκεν, οὐ τῆς τοῦ ὑγροῦ περιττώματος ἐκκρίσεως εἰσὶ διττοὶ οἱ πόροι· διὰ δὲ τὸ ὑγρὰν εἶναι τὴν φύσιν τοῦ σπέρματος καὶ ἡ τῆς ὑγρᾶς τροφῆς περίττωσις κεκοινώνηκε τοῦ αὐτοῦ πόρου.
294Aristoteles, De generatione animalium, 1, 14; 1 (auctor 384BC-322BC)
Τῶν δ' ἄλλων ζῴων τῶν ἀναίμων οὐχ ὁ αὐτὸς τρόπος τῶν μορίων τῶν πρὸς τὴν γένεσιν συντελούντων οὔτε τοῖς ἐναίμοις οὔθ' ἑαυτοῖς.
295Aristoteles, De generatione animalium, 1, 16; 1 (auctor 384BC-322BC)
Τῶν δ' ἐντόμων τὰ μὲν συνδυάζεται καὶ ἡ γένεσις αὐτῶν ἐστιν ἐκ ζῴων συνωνύμων καθάπερ ἐπὶ τῶν ἐναίμων, οἷον αἵ τε ἀκρίδες καὶ οἱ τέττιγες καὶ τὰ φαλάγγια καὶ οἱ σφῆκες καὶ οἱ μύρμηκες, -τὰ δὲ συνδυάζεται μὲν καὶ γεννῶσιν, οὐχ ὁμογενῆ δ' αὑτοῖς ἀλλὰ σκώληκας μόνον, οὐδὲ γίγνονται ἐκ ζῴων ἀλλ' ἐκ σηπομένων ὑγρῶν, τὰ δὲ ξηρῶν, οἷον αἵ τε ψύλλαι καὶ αἱ μυῖαι καὶ αἱ κανθαρίδες, -τὰ δ' οὔτ' ἐκ ζῴων γίγνονται οὔτε συνδυάζονται καθάπερ ἐμπίδες τε καὶ κώνωπες καὶ πολλὰ τοιαῦτα γένη.
296Aristoteles, De generatione animalium, 1, 18; 18 (auctor 384BC-322BC)
ὥσπερ γὰρ καὶ μεγάλα ὄντ' ἀδύνατον διεσπασμένα σώζεσθαι καὶ ἔμψυχα εἶναι, καθάπερ Ἐμπεδοκλῆς γεννᾷ ἐπὶ τῆς Φιλότητος λέγων· ᾗ πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν, εἶθ' οὕτω συμφύεσθαί φησιν, τοῦτο δὲ φανερὸν ὅτι ἀδύνατον· οὔτε γὰρ μὴ ψυχὴν ἔχοντα οὔτε μὴ ζωήν τινα δύναιτ' ἂν σώζεσθαι, οὔτε ὥσπερ ζῷα ὄντα πλείω συμφύεσθαι ὥστ' εἶναι πάλιν ἕν.
297Aristoteles, De generatione animalium, 1, 18; 32 (auctor 384BC-322BC)
Ἔτι ἔνια γίγνεται τῶν ζῴων οὔτ' ἐξ ὁμογένων οὔτε τῷ γένει διαφόρων, οἷον αἱ μυῖαι καὶ τὰ γένη τῶν καλουμένων ψυλλῶν· ἐκ δὲ τούτων γίγνεται μὲν ζῷα οὐκέτι δ' ὅμοια τὴν φύσιν, ἀλλὰ γένος τι σκωλήκων.
298Aristoteles, De generatione animalium, 1, 19; 13 (auctor 384BC-322BC)
ὡς γὰρ ἐπὶ τὸ πολὺ οὔθ' αἱμορροΐδες γίγνονται ταῖς γυναιξὶν οὔτ' ἐκ τῶν ῥινῶν ῥύσις αἵματος οὔτε τι ἄλλο μὴ τῶν καταμηνίων ἱσταμένων· ἐάν τε συμβῇ τι τούτων χείρους γίγνονται αἱ καθάρσεις ὡς μεθισταμένης εἰς ταῦτα τῆς ἀποκρίσεως.
299Aristoteles, De generatione animalium, 1, 19; 14 (auctor 384BC-322BC)
ἔτι δὲ οὔτε φλεβώδεις ὁμοίως γλαφυρώτερά τε καὶ λειότερα τὰ θήλεα τῶν ἀρρένων ἐστὶ διὰ τὸ συνεκκρίνεσθαι τὴν εἰς ταῦτα περίττωσιν ἐν τοῖς καταμηνίοις.
300Aristoteles, De generatione animalium, 1, 19; 22 (auctor 384BC-322BC)
διὸ οὔτε ὅλως μὴ γιγνομένων αὐτῶν γεννᾷ τὸ θῆλυ οὔτε γιγνομένων ὅταν ἐξικμάζῃ ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ μετὰ τὴν κάθαρσιν.
301Aristoteles, De generatione animalium, 1, 20; 20 (auctor 384BC-322BC)
ἔτι δὲ οὐδὲ τὰ τοιαῦτ' ἔχει ἐν τῷ σώματι μέρη εἰς ἃ τρέπεται ἡ περίττωσις ὥσπερ ἐν τοῖς ἄλλοις· οὐ γὰρ ἔχει οὔτε τριχῶν πλῆθος κατὰ τὸ σῶμα οὔτε ὀστῶν καὶ κεράτων καὶ ὀδόντων ἐκκρίσεις.
302Aristoteles, De generatione animalium, 1, 20; 28 (auctor 384BC-322BC)
ᾗ καὶ δῆλον ὅτι οὐκ ἀπὸ παντὸς ἔρχεται ἡ γονή· οὔτε γὰρ ἂν κεχωρισμένα ἀπὸ τοῦ αὐτοῦ μέρους εὐθὺς ἀπεκρίνετο οὔτε ἅμα ἐλθόντα εἰς τὰς ὑστέρας ἐκεῖ διεχωρίζετο· ἀλλὰ συμβαίνει ὥσπερ εὔλογον, ἐπειδὴ τὸ μὲν ἄρρεν παρέχεται τό τε εἶδος καὶ τὴν ἀρχὴν τῆς κινήσεως τὸ δὲ θῆλυ τὸ σῶμα καὶ τὴν ὕλην, οἷον ἐν τῇ τοῦ γάλακτος πήξει τὸ μὲν σῶμα τὸ γάλα ἐστίν, ὁ δὲ ὀπὸς ἢ ἡ πυετία τὸ τὴν ἀρχὴν ἔχον τὴν συνιστᾶσαν, οὕτω τὸ ἀπὸ τοῦ ἄρρενος ἐν τῷ θήλει μεριζόμενον.
303Aristoteles, De generatione animalium, 1, 21; 20 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν οὔτ' ἀπὸ παντὸς ἀπέρχεται τὸ σπέρμα τοῖς προϊεμένοις σπέρμα τῶν ζῴων, οὔτε τὸ θῆλυ πρὸς τὴν γένεσιν οὕτω συμβάλλεται τοῖς συνισταμένοις ὡς τὸ ἄρρεν, ἀλλὰ τὸ μὲν ἄρρεν ἀρχὴν κινήσεως τὸ δὲ θῆλυ τὴν ὕλην, δῆλον ἐκ τῶν εἰρημένων.
304Aristoteles, De generatione animalium, 1, 22; 1 (auctor 384BC-322BC)
ἥ τε γένεσις ἐν τῷ θήλει συμβαίνει τῶν γιγνομένων, ἀλλ' οὐκ εἰς τὸ ἄρρεν οὔτ' αὐτὸ τὸ ἄρρεν προΐεται τὴν γονὴν οὔτε τὸ θῆλυ, ἀλλ' ἄμφω εἰς τὸ θῆλυ συμβάλλονται τὸ παρ' αὐτῶν γιγνόμενον, διὰ τὸ ἐν τῷ θήλει εἶναι τὴν ὕλην ἐξ ἧς ἐστι τὸ δημιουργούμενον.
305Aristoteles, De generatione animalium, 1, 22; 4 (auctor 384BC-322BC)
λάβοι δ' ἄν τις ἐκ τούτων καὶ τὸ ἄρρεν πῶς συμβάλλεται πρὸς τὴν γένεσιν· οὐδὲ γὰρ τὸ ἄρρεν ἅπαν προΐεται σπέρμα, ὅσα τε προΐεται τῶν ἀρρένων, οὐθὲν μόριον τοῦτ' ἔστι τοῦ γιγνομένου κυήματος, ὥσπερ οὐδ' ἀπὸ τοῦ τέκτονος πρὸς τὴν τῶν ξύλων ὕλην οὔτ' ἀπέρχεται οὐθέν, οὔτε μόριον οὐθέν ἐστιν ἐν τῷ γιγνομένῳ τῆς τεκτονικῆς, ἀλλ' ἡ μορφὴ καὶ τὸ εἶδος ἀπ' ἐκείνου ἐγγίγνεται διὰ τῆς κινήσεως ἐν τῇ ὕλῃ, καὶ ἡ μὲν ψυχὴ ἐν ᾗ τὸ εἶδος καὶ ἡ ἐπιστήμη κινοῦσι τὰς χεῖρας ἤ τι μόριον ἕτερον ποιάν τινα κίνησιν, ἑτέραν μὲν ἀφ' ὧν τὸ γιγνόμενον ἕτερον, τὴν αὐτὴν δὲ ἀφ' ὧν τὸ αὐτό, αἱ δὲ χεῖρες τὰ ὄργανα, τὰ δ' ὄργανα τὴν ὕλην.
306Aristoteles, De generatione animalium, 2, 1; 23 (auctor 384BC-322BC)
Συμβαίνει δὲ πολλὴ ἐπάλλαξις τοῖς γένεσιν· οὔτε γὰρ τὰ δίποδα πάντα ζῳοτοκεῖ (οἱ γὰρ ὄρνιθες ᾠοτοκοῦσιν) οὔτ' ᾠοτοκεῖ πάντα (ὁ γὰρ ἄνθρωπος ζῳοτοκεῖ) οὔτε τὰ τετράποδα πάντα ᾠοτοκεῖ (ἵππος γὰρ καὶ βοῦς καὶ ἄλλα μυρία ζῳοτοκεῖ) οὔτε ζῳοτοκεῖ πάντα (σαῦροι γὰρ καὶ κροκόδειλοι καὶ ἄλλα πολλὰ ᾠοτοκοῦσιν).
307Aristoteles, De generatione animalium, 2, 1; 32 (auctor 384BC-322BC)
ἐπεὶ δ' οὔτε πτερωτὰ οὔτε φολιδωτὰ οὔτε λεπιδωτά ἐστιν-ἃ σημεῖα ξηρᾶς μᾶλλον καὶ γεώδους φύσεως-μαλακὸν τὸ ᾠὸν γεννῶσιν· ὥσπερ γὰρ οὐδ' ἐν αὐτῷ οὐδ' ἐν τῷ ᾠῷ ἐπιπολάζει τὸ γεηρόν.
308Aristoteles, De generatione animalium, 2, 1; 84 (auctor 384BC-322BC)
Πότερον δ' ἔχει ψυχὴν τὸ σπέρμα ἢ οὔ; ὁ αὐτὸς λόγος καὶ περὶ τῶν μορίων· οὔτε γὰρ ψυχὴ ἐν ἄλλῳ οὐδεμία ἔσται πλὴν ἐν ἐκείνῳ οὗ γ' ἐστίν, οὔτε μόριον ἔσται μὴ μετέχον ἀλλ' ἢ ὁμωνύμως ὥσπερ τεθνεῶτος ὀφθαλμός.
309Aristoteles, De generatione animalium, 2, 2; 14 (auctor 384BC-322BC)
καὶ αὐτὸ τὸ ὕδωρ ἐλαίῳ μιγνύμενον γίγνεται παχὺ καὶ λευκόν· καὶ γὰρ ὑπὸ τῆς τρίψεως ἐγκατακλείεται πνεῦμα, καὶ αὐτὸ τὸ ἔλαιον ἔχει πνεῦμα πολύ· ἔστι γὰρ οὔτε γῆς οὔτε ὕδατος ἀλλὰ πνεύματος τὸ λιπαρόν.
310Aristoteles, De generatione animalium, 2, 3; 3 (auctor 384BC-322BC)
οὔτε γὰρ ὡς ἄψυχον ἂν θείη τις τὸ κύημα κατὰ πάντα τρόπον ἐστερημένον ζωῆς· οὐδὲν γὰρ ἧττον τά τε σπέρματα καὶ τὰ κυήματα τῶν ζῴων ζῇ τῶν φυτῶν, καὶ γόνιμα μέχρι τινός ἐστιν.
311Aristoteles, De generatione animalium, 2, 3; 9 (auctor 384BC-322BC)
ὅτι μὲν τοίνυν οὐχ οἷόν τε πάσας προϋπάρχειν φανερόν ἐστιν ἐκ τῶν τοιούτων· ὅσων γάρ ἐστιν ἀρχῶν ἡ ἐνέργεια σωματική, δῆλον ὅτι ταύτας ἄνευ σώματος ἀδύνατον ὑπάρχειν, οἷον βαδίζειν ἄνευ ποδῶν· ὥστε καὶ θύραθεν εἰσιέναι ἀδύνατον· οὔτε γὰρ αὐτὰς καθ' αὑτὰς εἰσιέναι οἷόν τε ἀχωρίστους οὔσας οὔτ' ἐν σώματι εἰσιέναι· τὸ γὰρ σπέρμα περίττωμα μεταβαλλούσης τῆς τροφῆς ἐστιν.
312Aristoteles, De generatione animalium, 2, 3; 15 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἡ ἐν τοῖς ζῴοις θερμότης οὔτε πῦρ οὔτε ἀπὸ πυρὸς ἔχει τὴν ἀρχὴν ἐκ τῶν τοιούτων ἐστὶ φανερόν.
313Aristoteles, De generatione animalium, 2, 4; 2 (auctor 384BC-322BC)
τέλειον δ' ἤδη τότ' ἐστὶν ὅταν τὸ μὲν ἄρρεν ᾖ τὸ δὲ θῆλυ τῶν κυημάτωνἐν ὅσοις ἐστὶν αὕτη ἡ διαφορὰ τῶν γιγνομένων· ἔνια γὰρ οὔτε θῆλυ γεννᾷ οὔτ' ἄρρεν, ὅσα μηδ' αὐτὰ γίγνεται ἐκ θήλεος καὶ ἄρρενος μηδ' ἐκ ζῴων μιγνυμένων.
314Aristoteles, De generatione animalium, 2, 4; 25 (auctor 384BC-322BC)
ὥστε τὸ μὲν θῆλυ ἀναγκαῖον παρέχειν σῶμα καὶ ὄγκον, τὸ δ' ἄρρεν οὐκ ἀναγκαῖον· οὔτε γὰρ τὰ ὄργανα ἀνάγκη ἐνυπάρχειν ἐν τοῖς γιγνομένοις οὔτε τὸ ποιοῦν.
315Aristoteles, De generatione animalium, 2, 5; 3 (auctor 384BC-322BC)
ἔτι δ' ἔχει καὶ τοῦτο ἀπορίαν πῶς τις αὐτῶν τὰ ᾠὰ φήσει ζῆν· οὔτε γὰρ οὕτως ὡς τὰ γόνιμα ᾠὰ ἐνδέχεται (ἐγίγνετο γὰρ ἂν ἐξ αὐτῶν ἐνεργείᾳ ἔμψυχον) οὔθ' οὕτως ὥσπερ ξύλον ἢ λίθος.
316Aristoteles, De generatione animalium, 2, 5; 14 (auctor 384BC-322BC)
ἀλλὰ τούτων μὲν οὔπω πεῖραν ἔχομεν ἀξιόπιστον· οὔτε δὲ θήλεα οὔτε ἄρρενα καὶ ἐν τῷ τῶν ἰχθύων γένει ἐστίν, οἷον αἵ τ' ἐγχέλεις καὶ γένος τι κεστρέων περὶ τοὺς τελματιαίους ποταμούς.
317Aristoteles, De generatione animalium, 2, 6; 7 (auctor 384BC-322BC)
Διορίζεται δὲ τὰ μέρη τῶν ζῴων πνεύματι, οὐ μέντοι οὔτε τῷ τῆς γεννώσης οὔτε τῷ αὐτοῦ καθάπερ τινὲς τῶν φυσικῶν φασιν.
318Aristoteles, De generatione animalium, 2, 6; 24 (auctor 384BC-322BC)
τοῦ γὰρ ἄνω τὰ κάτω ἕνεκεν καὶ οὔτε μόρια τοῦ τέλους οὔτε γεννητικὰ αὐτοῦ.
319Aristoteles, De generatione animalium, 2, 6; 37 (auctor 384BC-322BC)
αὕτη δὲ οὔτε ὅ τι ἔτυχε ποιεῖ σάρκα ἢ ὀστοῦν οὔθ' ὅπου ἔτυχεν οὔθ' ὁπότ' ἔτυχεν, ἀλλὰ τὸ πεφυκὸς καὶ οὗ πέφυκε καὶ ὅτε πέφυκεν.
320Aristoteles, De generatione animalium, 2, 6; 38 (auctor 384BC-322BC)
οὔτε γὰρ τὸ δυνάμει ὂν ὑπὸ τοῦ μὴ τὴν ἐνέργειαν ἔχοντος κινητικοῦ ἔσται, οὔτε τὸ τὴν ἐνέργειαν ἔχον ποιήσει ἐκ τοῦ τυχόντος, ὥσπερ οὔτε κιβωτὸν μὴ ἐκ ξύλου ὁ τέκτων ποιήσειεν ἄν, οὔτ' ἄνευ τούτου κιβωτὸς ἔσται ἐκ τῶν ξύλων.
321Aristoteles, De generatione animalium, 2, 6; 58 (auctor 384BC-322BC)
τούτου δὲ τεκμήριον· οὔτε γὰρ ἄλλο μόριον ὑγρὸν καὶ ψυχρόν ἐστιν ἐν τῇ κεφαλῇ παρὰ τὸν ἐγκέφαλον, τό τ' ὄμμα ψυχρὸν καὶ ὑγρόν.
322Aristoteles, De generatione animalium, 2, 7; 14 (auctor 384BC-322BC)
Οἱ δὲ λέγοντες τρέφεσθαι τὰ παιδία ἐν ταῖς ὑστέραις διὰ τοῦ σαρκίδιόν τι βδάλλειν οὐκ ὀρθῶς λέγουσιν· ἐπί τε γὰρ τῶν ἄλλων ζῴων ταὐτὸν συνέβαινεν ἄν, νῦν δ' οὐ φαίνεται (θεωρῆσαι γὰρ τοῦτο ῥᾴδιον διὰ τῶν ἀνατομῶν), καὶ περὶ ἅπαντα τὰ ἔμβρυα καὶ τὰ πτηνὰ καὶ τὰ πλωτὰ καὶ τὰ τῶν πεζῶν ὁμοίως λεπτοὶ περιέχουσιν ὑμένες χωρίζοντες ἀπό τε τῆς ὑστέρας καὶ τῶν ἐγγιγνομένων ὑγρῶν ἐν οἷς οὔτ' αὐτοῖς ἔνεστι τοιοῦτον οὐθέν, οὔτε διὰ τούτων οὐθενὸς ἐνδέχεται ποιεῖσθαι τὴν ἀπόλαυσιν· τὰ δ' ᾠοτοκούμενα πάντα ὅτι λαμβάνει τὴν αὔξησιν χωρισθέντα τῆς μήτρας ἔξω φανερόν, ὥστε λέγουσιν οὐκ ὀρθῶς οἱ λέγοντες οὕτως ὥσπερ Δημόκριτος.
323Aristoteles, De generatione animalium, 2, 7; 20 (auctor 384BC-322BC)
Τὰ μὲν οὖν ἄλλα τῶν ἐκ τοιαύτης μίξεως γιγνομένων συνδυαζόμενα φαίνεται πάλιν ἀλλήλοις καὶ μιγνύμενα καὶ δυνάμενα τό τε θῆλυ καὶ τὸ ἄρρεν γεννᾶν, οἱ δ' ὀρεῖς ἄγονοι μόνοι τῶν τοιούτων· οὔτε γὰρ ἐξ ἀλλήλων οὔτ' ἄλλοις μιγνύμενοι γεννῶσιν.
324Aristoteles, De generatione animalium, 2, 8; 18 (auctor 384BC-322BC)
τοῦτον μὲν οὖν τὸν τρόπον οὔτε περὶ τῶν ἄλλων δεῖ ζητεῖν οὔτε περὶ τῶν φυσικῶν· ἐκ δὲ τῶν ὑπαρχόντων τῷ γένει τῷ τῶν ἵππων καὶ τῷ τῶν ὄνων θεωρῶν ἄν τις μᾶλλον λάβοι τὴν αἰτίαν, ὅτι πρῶτον μὲν ἑκάτερον αὐτῶν ἐστι μονοτόκον ἐκ τῶν συγγενῶν ζῴων, ἔπειτ' οὐ συλληπτικὰ τὰ θήλεα ἐκ τῶν ἀρρένων ἀεί, διόπερ τοὺς ἵππους διαλείποντες ὀχεύουσι [διὰ τὸ μὴ δύνασθαι συνεχῶς φέρειν].
325Aristoteles, De generatione animalium, 3, 1; 9 (auctor 384BC-322BC)
διὰ τὴν αὐτὴν δὲ ταύτην αἰτίαν καὶ τὰ μὲν γαμψώνυχα οὔτ' ὀχευτικά ἐστιν οὔτε πολύγονα, τὰ δὲ βαρέα καὶ τῶν πτητικῶν ὅσων τὰ σώματα ὀγκώδη lt;πολύγονα, καθάπερ περιστερᾶς καὶ τῶν τοιούτων.
326Aristoteles, De generatione animalium, 3, 1; 15 (auctor 384BC-322BC)
τὰ δὲ γαμψώνυχα τὴν βάσιν ἰσχυρὰν ἔχει καὶ τὰ σκέλη πάχος ἔχοντα διὰ τὸν βίον· ὥστε διὰ πάσας ταύτας τὰς αἰτίας οὔτ' ὀχευτικά ἐστιν οὔτε πολύγονα.
327Aristoteles, De generatione animalium, 3, 1; 20 (auctor 384BC-322BC)
Τὰ δὲ περιστερώδη δύο ὡς τὰ πολλὰ τίκτειν εἴωθεν· οὔτε γὰρ μονοτόκοι εἰσίν (οὐθεὶς γὰρ μονοτόκος ὄρνις πλὴν ὁ κόκκυξ, καὶ οὗτος ἐνίοτε διτοκεῖ) οὔτε πολλὰ τίκτουσιν ἀλλὰ πολλάκις δύο ἢ τρία τὰ πλεῖστα γεννῶσι, τὰ δὲ πολλὰ δύο· οὗτοι γὰρ οἱ ἀριθμοὶ μεταξὺ τοῦ ἑνὸς καὶ πολλῶν.
328Aristoteles, De generatione animalium, 3, 1; 33 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν οὔτε τὰ τῶν ὀρνίθων οὔτε τὰ τῶν ἰχθύων τελειοῦται πρὸς τὴν γένεσιν ἄνευ τῶν ἀρρένων ἱκανῶς ὦπται, περὶ δὲ τοῦ γίγνεσθαι καὶ ἐν τοῖς ἰχθύσι κυήματα ἄνευ τῶν ἀρρένων οὐχ ὁμοίως, μάλιστα δ' ἐπὶ τῶν ποταμίων ἑώραται συμβαῖνον· ἔνιοι γὰρ εὐθὺς ἔχοντες ᾠὰ φαίνονται, καθάπερ ἐν ταῖς ἱστορίαις γέγραπται περὶ αὐτῶν.
329Aristoteles, De generatione animalium, 3, 2; 45 (auctor 384BC-322BC)
Αὐξανομένων δὲ πρότερον ὁ ὀμφαλὸς συμπίπτει ὁ πρὸς τὸ χόριον διότι ταύτῃ δεῖ τὸ ζῷον ἐξελθεῖν, τὸ δὲ λοιπὸν τοῦ ὠχροῦ καὶ ὁ ὀμφαλὸς ὁ εἰς τὸ ὠχρὸν ὕστερον· δεῖ γὰρ ἔχειν τροφὴν εὐθὺς τὸ γενόμενον· οὔτε γὰρ ἀπὸ τῆς μητρὸς τιτθεύεται, δι' αὑτοῦ τε οὐκ εὐθὺς δύναται πορίζεσθαι τὴν τροφήν· διόπερ ἐντὸς εἰσέρχεται τὸ ὠχρὸν μετὰ τοῦ ὀμφαλοῦ καὶ περιφύεται ἡ σάρξ.
330Aristoteles, De generatione animalium, 3, 5; 16 (auctor 384BC-322BC)
καὶ ὥσπερ ἡ αὔξησις κατὰ τὸν αὐτὸν χρόνον τοῦ θοροῦ ἐν τῷ ἄρρενι καὶ τοῦ ᾠοῦ ἐν τῇ θηλείᾳ οὕτω καὶ ἡ ἄφεσις συμβαίνει· οὔτε γὰρ αἱ θήλειαι ἀθρόα ἐκτίκτουσιν ἀλλὰ κατὰ μικρόν, οὔθ' οἱ ἄρρενες ἀθρόον ἀφιᾶσι τὸν θορόν.
331Aristoteles, De generatione animalium, 3, 7; 14 (auctor 384BC-322BC)
εἰ μὲν οὖν μὴ ἐνῆν ἄρρεν ἐν τῷ γένει αὐτῶν, ἐγίγνετ' ἂν ὥσπερ καὶ ἐπί τlt;ινων ἰχθύων-εἴπερ ἔστι τι τοιοῦτον γένος οἷον ἄνευ ἄρρενος γεννᾶν· εἴρηται δὲ περὶ αὐτῶν καὶ πρότερον ὅτι οὔ πω ὦπται ἱκανῶς-νῦν δ' ἐστὶν ἐν πᾶσι τοῖς ὄρνισι τὸ μὲν θῆλυ τὸ δ' ἄρρεν, ὥσθ' ᾗ μὲν φυτὸν τετελέωκεν (διόπερ οὐ μεταβάλλει πάλιν μετὰ τὴν ὀχείαν) ᾗ δ' οὐ φυτὸν οὐ τετελέωκεν, οὐδ' ἀποβαίνει ἐξ αὐτοῦ ἕτερον οὐθέν· οὔτε γὰρ ὡς φυτὸν ἁπλῶς οὔθ' ὡς ζῷον ἐκ συνδυασμοῦ γέγονεν.
332Aristoteles, De generatione animalium, 3, 10; 18 (auctor 384BC-322BC)
Ἀλλ' οἱ κηφῆνες φαίνονται γιγνόμενοι καὶ μὴ ἐνόντων ἡγεμόνων, ὧν οὔτε φέρειν οἷόν τε τὸν γόνον τὰς μελίττας οὔτε γεννᾶν αὐτὰς ὀχευομένας.
333Aristoteles, De generatione animalium, 4, 1; 18 (auctor 384BC-322BC)
οὔτε γὰρ διεσπασμένον ἐνδέχεται τὸ σῶμα τοῦ σπέρματος εἶναι, τὸ μὲν ἐν τῷ θήλει τὸ δ' ἐν τῷ ἄρρενι, καθάπερ Ἐμπεδοκλῆς φησιν εἰπών· ἀλλὰ διέσπασται μελέων φύσις, ἡ μὲν ἐν ἀνδρός ... οὔτ' ἐξ ἑκατέρου πᾶν ἀποκρινόμενον τῷ κρατῆσαί τι μέρος ἄλλου μέρους γίγνεσθαι τὸ μὲν θῆλυ τὸ δ' ἄρρεν.
334Aristoteles, De generatione animalium, 4, 4; 21 (auctor 384BC-322BC)
διόπερ οὔτε τὰ τοιαῦτα τέρατα λέγουσιν οὔτ' ἐν τοῖς ἄλλοις ἐν ὅσοις εἴωθέ τι γίγνεσθαι, καθάπερ ἐν τοῖς περικαρπίοις.
335Aristoteles, De generatione animalium, 4, 5; 22 (auctor 384BC-322BC)
ἀλλὰ ταύταις μὲν παρὰ φύσιν (διὸ βλάπτει τὸ κύημα), τοῖς δὲ τοιούτοις τῶν ζῴων κατὰ φύσιν· οὕτω γὰρ τὸ σῶμα συνέστηκεν ἐξ ἀρχῆς, οἷον τὸ τῶν δασυπόδων· τοῦτο γὰρ ἐπικυΐσκεται τὸ ζῷον· οὔτε γὰρ τῶν μεγάλων ἐστὶ πολυτόκον τε (πολυσχιδὲς γάρ, τὰ δὲ πολυσχιδῆ πολυτόκα) καὶ σπερματικόν.
336Aristoteles, De generatione animalium, 4, 7; 3 (auctor 384BC-322BC)
ἤδη γὰρ συνέβη τινὶ γυναικὶ συγγενομένῃ τῷ ἀνδρὶ καὶ δοξάσῃ συλλαβεῖν, τὸ μὲν πρῶτον ὅ τε ὄγκος ηὐξάνετο τῆς γαστρὸς καὶ τἆλλα ἐγίγνετο κατὰ λόγον, ἐπεὶ δὲ ὁ χρόνος ἦν τοῦ τόκου οὔτ' ἔτικτεν οὔτε ὁ ὄγκος ἐλάττων ἐγίγνετο, ἀλλ' ἔτη τρία ἢ τέτταρα οὕτω διετέλει ἕως δυσεντερίας γενομένης καὶ κινδυνεύσασα ὑπ' αὐτῆς ἔτεκε σάρκα ἣν καλοῦσι μύλην.
337Aristoteles, De generatione animalium, 4, 7; 6 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τῆς τοῦ πάθους αἰτίας εἴρηται ἐν τοῖς Προβλήμασιν· πάσχει γὰρ ταὐτὸν τὸ κύημα ἐν τῇ μήτρᾳ ὅπερ ἐν τοῖς ἑψομένοις τὰ μωλυνόμενα, καὶ οὐ διὰ θερμότητα, ὥσπερ τινές φασιν, ἀλλὰ μᾶλλον δι' ἀσθένειαν θερμότητος (ἔοικε γὰρ ἡ φύσις ἀσθενεῖν καὶ οὐ δύνασθαι τελειῶσαι οὐδ' ἐπιθεῖναι τῇ γενέσει πέρας· διὸ καὶ συγκαταγηράσκει ἢ πολὺν ἐμμένει χρόνον· οὔτε γὰρ ὡς τετελεσμένον οὔθ' ὡς πάμπαν ἀλλότριον ἔχει τὴν φύσιν)· τῆς γὰρ σκληρότητος ἡ ἀπεψία αἰτία· ἀπεψία γάρ τις καὶ ἡ μώλυνσίς ἐστιν.
338Aristoteles, De generatione animalium, 4, 8; 24 (auctor 384BC-322BC)
οὐ γίγνονται δὲ οὔτε θηλαζομέναις αἱ καθάρσεις κατὰ φύσιν οὔτε συλλαμβάνουσι θηλαζόμεναι· κἂν συλλάβωσιν, ἀποσβέννυται τὸ γάλα διὰ τὸ τὴν αὐτὴν εἶναι φύσιν τοῦ γάλακτος καὶ τῶν καταμηνίων· ἡ δὲ φύσις οὐ δύναται πολυχοεῖν οὕτως ὥστ' ἐπαμφοτερίζειν, ἀλλ' ἂν ἐπὶ θάτερα γένηται ἡ ἀπόκρισις ἀναγκαῖον ἐπὶ θάτερα ἐκλείπειν, ἐὰν μὴ γίγνηταί τι βίαιον καὶ παρὰ τὸ ὡς ἐπὶ τὸ πολύ.
339Aristoteles, De generatione animalium, 4, 10; 4 (auctor 384BC-322BC)
αἴτιον δὲ τοῦ μὲν εἶναι μακρόβιον ὁτιοῦν ζῷον τὸ κεκρᾶσθαι παραπλησίως πρὸς τὸν περιέχοντα ἀέρα, καὶ δι' ἄλλα συμπτώματ' ἄττα φυσικὰ περὶ ὧν ὕστερον ἐροῦμεν, -τῶν δὲ χρόνων τῶν περὶ τὴν κύησιν τὸ μέγεθος τῶν γεννωμένων· οὐ γὰρ ῥᾴδιον ἐν ὀλίγῳ χρόνῳ λαμβάνειν τὴν τελείωσιν τὰς μεγάλας συστάσεις οὔτε ζῴων οὔτε τῶν ἄλλων ὡς εἰπεῖν οὐθενός.
340Aristoteles, De generatione animalium, 5, 1; 7 (auctor 384BC-322BC)
ὅσα γὰρ μὴ τῆς φύσεως ἔργα κοινῇ μηδ' ἴδια τοῦ γένους ἑκάστου, τούτων οὐθὲν ἕνεκά του τοιοῦτον οὔτ' ἐστιν οὔτε γίγνεται.
341Aristoteles, De generatione animalium, 5, 1; 9 (auctor 384BC-322BC)
οὔτε δ' ἐπ' ἐνίων πρὸς τὸν λόγον συντείνει τὸν τῆς οὐσίας, ἀλλ' ὡς ἐξ ἀνάγκης γιγνομένων εἰς τὴν ὕλην καὶ τὴν κινήσασαν ἀρχὴν ἀνακτέον τὰς αἰτίας.
342Aristoteles, De generatione animalium, 5, 1; 19 (auctor 384BC-322BC)
ἔτι δὲ διὰ τὸ τὴν μετάβασιν ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι διὰ τοῦ μεταξὺ γίγνεσθαι· ὁ δ' ὕπνος εἶναι δοκεῖ τὴν φύσιν τῶν τοιούτων οἷον τοῦ ζῆν καὶ τοῦ μὴ ζῆν μεθόριον, καὶ οὔτε μὴ εἶναι παντελῶς ὁ καθεύδων οὔτ' εἶναι.
343Aristoteles, De generatione animalium, 5, 1; 48 (auctor 384BC-322BC)
δεῖ δὲ οὔτε μὴ κινεῖσθαι αὐτὸ οὔτε μᾶλλον ἢ ᾗ διαφανές· ἐκκρούει γὰρ ἡ ἰσχυροτέρα κίνησις τὴν ἀσθενεστέραν.
344Aristoteles, De generatione animalium, 5, 1; 49 (auctor 384BC-322BC)
διὸ καὶ ἀπὸ τῶν ἰσχυρῶν χρωμάτων μεταβάλλοντες οὐχ ὁρῶσι, καὶ ἐκ τοῦ ἡλίου εἰς τὸ σκότος ἰόντες· ἰσχυρὰ γὰρ οὖσα ἡ ἐνυπάρχουσα κίνησις κωλύει τὴν θύραθεν-καὶ ὅλως οὔτε σθένουσα οὔτε ἀσθενὴς ὄψις τὰ λαμπρὰ δύναται ὁρᾶν διὰ τὸ πάσχειν τι μᾶλλον καὶ κινεῖσθαι τὸ ὑγρόν.
345Aristoteles, De generatione animalium, 5, 1; 53 (auctor 384BC-322BC)
ἡ δὲ μέση τοῦ πολλοῦ καὶ τοῦ ὀλίγου ὑγροῦ βελτίστη ὄψις· οὔτε γὰρ ὡς ὀλίγη οὖσα διὰ τὸ ταράττεσθαι ἐμποδίζει τὴν τῶν χρωμάτων κίνησιν, οὔτε διὰ τὸ πλῆθος παρέχει δυσκινησίαν.
346Aristoteles, De generatione animalium, 5, 3; 7 (auctor 384BC-322BC)
καὶ φαλακροῦνται μὲν οἱ ἄνθρωποι τὰ ἔμπροσθεν τῆς κεφαλῆς, πολιοὶ δὲ πρῶτον γίγνονται τοὺς κροτάφους· φαλακροῦται δ' οὐθεὶς οὔτε τούτους οὔτε τὰ ὄπισθεν τῆς κεφαλῆς.
347Aristoteles, De generatione animalium, 5, 4; 24 (auctor 384BC-322BC)
αἱ δ' ἐν τοῖς κροτάφοις τρίχες οὔθ' οὕτως ὀλίγον ἔχουσιν ὑγρὸν ὥστε πέττειν οὔτε πολὺ ὥστε μὴ σήπεσθαι· μέσος γὰρ ὢν ὁ τόπος ἀμφοτέρων ἐκτὸς ἀμφοτέρων τῶν παθῶν ἐστιν.
348Aristoteles, De generatione animalium, 5, 8; 7 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὴν φύσιν ὑποτιθέμεθα, ἐξ ὧν ὁρῶμεν ὑποτιθέμενοι, οὔτ' ἐλλείπουσαν οὔτε μάταιον οὐθὲν ποιοῦσαν τῶν ἐνδεχομένων περὶ ἕκαστον, ἀνάγκη δὲ τοῖς μέλλουσι λαμβάνειν τροφὴν μετὰ τὴν [τοῦ γάλακτος] ἀπογαλάκτισιν ἔχειν ὄργανα πρὸς τὴν ἐργασίαν τῆς τροφῆς-εἰ οὖν συνέβαινεν, ὡς ἐκεῖνος λέγει, πρὸς ἥβην, ἐνέλειπεν ἂν ἡ φύσις τῶν ἐνδεχομένων αὐτῇ τι ποιεῖν, καὶ τὸ τῆς φύσεως ἔργον ἐγίγνετ' ἂν παρὰ φύσιν.
349Aristoteles, De generatione et corruptione, 1, 2, 1; 1 (auctor 384BC-322BC)
Πλάτων μὲν οὖν μόνον περὶ γενέσεως ἐσκέψατο καὶ φθορᾶς, ὅπως ὑπάρχει τοῖς πράγμασι, καὶ περὶ γενέσεως οὐ πάσης ἀλλὰ τῆς τῶν στοιχείων· πῶς δὲ σάρκες ἢ ὀστᾶ ἢ τῶν ἄλλων τι τῶν τοιούτων, οὐδέν· ἔτι οὔτε περὶ ἀλλοιώσεως οὔτε περὶ αὐξήσεως, τίνα τρόπον ὑπάρχουσι τοῖς πράγμασιν.
350Aristoteles, De generatione et corruptione, 1, 2, 3; 4 (auctor 384BC-322BC)
Οὔτε γὰρ περὶ αὐξήσεως οὐδεὶς οὐδὲν διώρισεν, ὥσπερ λέγομεν, ὅ τι μὴ κἂν ὁ τυχὼν εἴπειεν, ὅτι προσιόντος αὐξάνονται τῷ ὁμοίῳ (πῶς δὲ τοῦτο, οὐκέτι), οὐδὲ περὶ μίξεως, οὔτε περὶ τῶν ἄλλων ὡς εἰπεῖν οὐδενός, οἷον [5] τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, τίνα τρόπον τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει τὰς φυσικὰς ποιήσεις.
351Aristoteles, De generatione et corruptione, 1, 2, 18; 48 (auctor 384BC-322BC)
Οὔτε δὴ κατὰ μέρος διαιροῦντι εἴη ἂν ἄπειρος ἡ θρύψις, οὔτε ἅμα οἷόν τε διαιρεθῆναι κατὰ πᾶν σημεῖον (οὐ γὰρ δυνατόν), ἀλλὰ μέχρι του.
352Aristoteles, De generatione et corruptione, 1, 2, 20; 55 (auctor 384BC-322BC)
Ὥστ´ ἔστι καὶ διάκρισις καὶ σύγκρισις, ἀλλ´ οὔτ´ εἰς ἄτομα καὶ ἐξ ἀτόμων (πολλὰ γὰρ τὰ ἀδύνατα) οὔτε οὕτως ὥστε πάντῃ διαίρεσιν γενέσθαι (εἰ γὰρ ἦν ἐχομένη στιγμὴ στιγμῆς, τοῦτ´ ἂν ἦν), ἀλλ´ εἰς μικρὰ καὶ ἐλάττω ἐστί, καὶ σύγκρισις ἐξ ἐλαττόνων.
353Aristoteles, De generatione et corruptione, 1, 3, 2; 6 (auctor 384BC-322BC)
Ὧι δὲ μὴ ὑπάρχει οὐσία μηδὲ τὸ τόδε, δῆλον ὡς οὐδὲ τῶν ἄλλων οὐδεμία κατηγοριῶν, οἷον οὔτε ποιὸν οὔτε ποσὸν οὔτε τὸ ποῦ· χωριστὰ γὰρ ἂν εἴη τὰ πάθη τῶν οὐσιῶν.
354Aristoteles, De generatione et corruptione, 1, 3, 8; 18 (auctor 384BC-322BC)
Ἔχει δ´ ἀπορίαν ἱκανὴν καὶ τί τὸ αἴτιον τοῦ συνείρειν τὴν γένεσιν, εἴπερ τὸ φθειρόμενον εἰς τὸ μὴ ὂν ἀπέρχεται, τὸ δὲ μὴ ὂν μηδέν ἐστιν· οὔτε γὰρ τὶ οὔτε ποιὸν οὔτε ποσὸν οὔτε ποῦ τὸ μὴ ὄν.
355Aristoteles, De generatione et corruptione, 1, 6, 4; 6 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἰ περὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ περὶ μίξεως θεωρητέον, ἀνάγκη καὶ περὶ ἁφῆς· οὔτε γὰρ ποιεῖν ταῦτα καὶ πάσχειν δύναται κυρίως ἃ μὴ οἷόν τε ἅψασθαι ἀλλήλων, οὔτε μὴ ἁψάμενά πως ἐνδέχεται μιχθῆναι πρῶτον.
356Aristoteles, De generatione et corruptione, 1, 7, 4; 6 (auctor 384BC-322BC)
Αἴτιον δὲ τῆς ἐναντιολογίας ὅτι δέον ὅλον τι θεωρῆσαι μέρος τι τυγχάνουσι λέγοντες ἑκάτεροι· τό τε γὰρ ὅμοιον καὶ τὸ πάντῃ πάντως ἀδιάφορον εὔλογον μὴ πάσχειν ὑπὸ τοῦ ὁμοίου μηθέν· τί γὰρ μᾶλλον θάτερον ἔσται ποιητικὸν ἢ θάτερον; εἴ τε ὑπὸ τοῦ ὁμοίου τι πάσχειν δυνατόν, καὶ αὐτὸ ὑφ´ αὑτοῦ· καίτοι τούτων οὕτως ἐχόντων οὐδὲν ἂν εἴη οὔτε ἄφθαρτον οὔτε ἀκίνητον, εἴπερ τὸ ὅμοιον ᾗ ὅμοιον ποιητικόν· αὐτὸ γὰρ αὑτὸ κινήσει πᾶν, τό τε παντελῶς ἕτερον καὶ τὸ μηθαμῇ ταὐτὸν ὡσαύτως· οὐδὲν γὰρ ἂν πάθοι λευκότης ὑπὸ γραμμῆς ἢ γραμμὴ ὑπὸ λευκότητος, πλὴν εἰ μή που κατὰ συμβεβηκός, οἷον εἰ συμβέβηκε λευκὴν ἢ μέλαιναν εἶναι τὴν γραμμήν· οὐκ ἐξίστησι γὰρ ἄλληλα τῆς φύσεως ὅσα μήτ´ ἐναντία μήτ´ ἐξ ἐναντίων ἐστίν.
357Aristoteles, De generatione et corruptione, 1, 8, 5; 10 (auctor 384BC-322BC)
Λεύκιππος δ´ ἔχειν ᾠήθη λόγους οἵ τινες πρὸς τὴν αἴσθησιν ὁμολογούμενα λέγοντες οὐκ ἀναιρήσουσιν οὔτε γένεσιν οὔτε φθορὰν οὔτε κίνησιν καὶ τὸ πλῆθος τῶν ὄντων Ὁμολογήσας δὲ ταῦτα μὲν τοῖς φαινομένοις, τοῖς δὲ τὸ ἓν κατασκευάζουσιν ὡς οὐκ ἂν κίνησιν οὖσαν ἄνευ κενοῦ τό τε κενὸν μὴ ὄν, καὶ τοῦ ὄντος οὐθὲν μὴ ὄν φησιν εἶναι.
358Aristoteles, De generatione et corruptione, 1, 8, 8; 21 (auctor 384BC-322BC)
Τοῖς μὲν γάρ ἐστιν ἀδιαίρετα τὰ πρῶτα τῶν σωμάτων, σχήματι διαφέροντα μόνον, ἐξ ὧν πρώτων σύγκειται καὶ εἰς ἃ ἔσχατα διαλύεται· Ἐμπεδοκλεῖ δὲ τὰ μὲν ἄλλα φανερὸν ὅτι μέχρι τῶν στοιχείων ἔχει τὴν γένεσιν καὶ τὴν φθοράν, αὐτῶν δὲ τούτων πῶς γίνεται καὶ φθείρεται τὸ σωρευόμενον μέγεθος, οὔτε δῆλον οὔτε ἐνδέχεται λέγειν αὐτῷ μὴ λέγοντι καὶ τοῦ πυρὸς εἶναι στοιχεῖον, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἁπάντων, ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφε Πλάτων.
359Aristoteles, De generatione et corruptione, 1, 8, 10; 23 (auctor 384BC-322BC)
Ἐκ δὴ τούτων αἱ γενέσεις καὶ αἱ διακρίσεις Λευκίππῳ μὲν δύο τρόποι ἂν εἶεν, διά τε τοῦ κενοῦ καὶ διὰ τῆς ἁφῆς (ταύτῃ γὰρ διαιρετὸν ἕκαστον), Πλάτωνι δὲ κατὰ τὴν ἁφὴν μόνον· κενὸν γὰρ οὐκ εἶναί φησιν· καὶ περὶ μὲν τῶν ἀδιαιρέτων ἐπιπέδων εἰρήκαμεν ἐν τοῖς πρότερον λόγοις· περὶ δὴ τῶν ἀδιαιρέτων στερεῶν τὸ μὲν ἐπὶ πλέον θεωρῆσαι τὸ συμβαῖνον ἀφείσθω τὸ νῦν, ὡς δὲ μικρὸν παρεκβᾶσιν εἰπεῖν, ἀναγκαῖον ἀπαθές τε ἕκαστον λέγειν τῶν ἀδιαιρέτων (οὐ γὰρ οἷόν τε πάσχειν ἀλλ´ ἢ διὰ τοῦ κενοῦ) καὶ μηθενὸς ποιητικὸν πάθους· οὔτε γὰρ ψυχρὸν οὔτε σκληρὸν οἷόν τ´ εἶναι.
360Aristoteles, De generatione et corruptione, 1, 8, 14; 31 (auctor 384BC-322BC)
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων παθημάτων· τοῦτο γὰρ καὶ τοῖς στερεὰ καὶ τοῖς ἐπίπεδα λέγουσιν ἀδιαίρετα συμβαίνει τὸν αὐτὸν τρόπον· οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε γίνεσθαι κενοῦ μὴ ὄντος ἐν τοῖς ἀδιαιρέτοις.
361Aristoteles, De generatione et corruptione, 1, 8, 19; 37 (auctor 384BC-322BC)
Ἔτι δὲ πῶς ἐνδέχεται περὶ τοῦ διορᾶν συμβαίνειν ὡς λέγουσιν; οὔτε γὰρ κατὰ τὰς ἁφὰς ἐνδέχεται διιέναι διὰ τῶν διαφανῶν, οὔτε διὰ τῶν πόρων, εἰ πλήρης ἕκαστος· τί γὰρ διοίσει τοῦ μὴ ἔχειν πόρους; πᾶν γὰρ ὁμοίως ἔσται πλῆρες.
362Aristoteles, De generatione et corruptione, 1, 8, 20; 49 (auctor 384BC-322BC)
Ὅλως δὲ τὸ τοῦτον γίνεσθαι τὸν τρόπον μόνον σχιζομένων τῶν σωμάτων ἄτοπον· ἀναιρεῖ γὰρ οὗτος ὁ λόγος ἀλλοίωσιν, ὁρῶμεν δὲ τὸ αὐτὸ σῶμα συνεχὲς ὂν ὁτὲ μὲν ὑγρὸν ὁτὲ δὲ πεπηγός, οὐ διαιρέσει καὶ συνθέσει τοῦτο παθόν, οὐδὲ τροπῇ καὶ διαθιγῇ, καθάπερ λέγει Δημόκριτος· οὔτε γὰρ μεταταχθὲν οὔτε μετατεθὲν τὴν φύσιν πεπηγὸς ἐξ ὑγροῦ γέγονεν· οὐδ´ ἐνυπάρχει τὰ σκληρὰ καὶ πεπηγότα ἀδιαίρετα τοὺς ὄγκους· ἀλλ´ ὁμοίως ἅπαν ὑγρόν, ὁτὲ δὲ σκληρὸν καὶ πεπηγός ἐστιν.
363Aristoteles, De generatione et corruptione, 1, 8, 20; 56 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν οὐδὲ τὴν ὕλην τῷ πυρὶ μεμίχθαι φαμὲν οὐδὲ μίγνυσθαι καιομένην, οὔτ´ αὐτὴν αὑτῆς τοῖς μορίοις οὔτε τῷ πυρί, ἀλλὰ τὸ μὲν πῦρ γίνεσθαι, τὴν δὲ φθείρεσθαι.
364Aristoteles, De generatione et corruptione, 1, 8, 20; 57 (auctor 384BC-322BC)
Τὸν αὐτὸν δὲ τρόπον οὔτε τῷ σώματι τὴν τροφὴν οὔτε τὸ σχῆμα τῷ κηρῷ μιγνύμενον σχηματίζειν τὸν ὄγκον· οὐδὲ τὸ σῶμα καὶ τὸ λευκὸν οὐδ´ ὅλως τὰ πάθη καὶ τὰς ἕξεις οἷόν τε μίγνυσθαι τοῖς πράγμασιν· σωζόμενα γὰρ ὁρᾶται.
365Aristoteles, De generatione et corruptione, 1, 8, 20; 60 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ἐστὶ τὰ μὲν δυνάμει τὰ δ´ ἐνεργείᾳ τῶν ὄντων, ἐνδέχεται τὰ μιχθέντα εἶναί πως καὶ μὴ εἶναι, ἐνεργείᾳ μὲν ἑτέρου ὄντος τοῦ γεγονότος ἐξ αὐτῶν, δυνάμει δ´ ἔτι ἑκατέρου ἅπερ ἦσαν πρὶν μιχθῆναι, καὶ οὐκ ἀπολωλότα· τοῦτο γὰρ ὁ λόγος διηπόρει πρότερον· φαίνεται δὲ τὰ μιγνύμενα πρότερόν τε ἐκ κεχωρισμένων συνιόντα καὶ δυνάμενα χωρίζεσθαι πάλιν· οὔτε διαμένουσιν οὖν ἐνεργείᾳ ὥσπερ τὸ σῶμα καὶ τὸ λευκόν, οὔτε φθείρονται, οὔτε θάτερον οὔτ´ ἄμφω· σώζεται γὰρ ἡ δύναμις αὐτῶν.
366Aristoteles, De generatione et corruptione, 1, 8, 20; 64 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ οὐκ ἔστιν εἰς τἀλάχιστα διαιρεθῆναι, 〈οὐδὲ〉 σύνθεσις ταὐτὸ καὶ μίξις ἀλλ´ ἕτερον, δῆλον ὡς οὔτε κατὰ μικρὰ σωζόμενα δεῖ τὰ μιγνύμενα φάναι μεμίχθαι.
367Aristoteles, De generatione et corruptione, 1, 8, 20; 82 (auctor 384BC-322BC)
Φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων καὶ ὅτι ἔστι μίξις καὶ τί ἐστι καὶ διὰ τί, καὶ ποῖα μικτὰ τῶν ὄντων, ἐπείπερ ἐστὶν ἔνια τοιαῦτα οἷα παθητικά τε ὑπ´ ἀλλήλων καὶ εὐόριστα καὶ εὐδιαίρετα· ταῦτα γὰρ οὔτ´ ἐφθάρθαι ἀνάγκη μεμιγμένα οὔτ´ ἔτι ταὐτὰ ἁπλῶς εἶναι, οὔτε σύνθεσιν εἶναι τὴν μίξιν αὐτῶν, οὔτε πρὸς τὴν αἴσθησιν· ἀλλ´ ἔστι μικτὸν μὲν ὃ ἂν εὐόριστον ὂν παθητικὸν ᾖ καὶ ποιητικὸν καὶ τοιούτῳ μικτόν (πρὸς ὁμώνυμον γὰρ τὸ μικτόν), ἡ δὲ μίξις τῶν μικτῶν ἀλλοιωθέντων ἕνωσις.
368Aristoteles, De generatione et corruptione, 2, 1, 6; 15 (auctor 384BC-322BC)
Οὐ μὴν ἀλλ´ ἐπειδὴ καὶ τὸν τρόπον τοῦτόν ἐστιν ἐκ τῆς ὕλης τὰ σώματα τὰ πρῶτα, διοριστέον καὶ περὶ τούτων, ἀρχὴν μὲν καὶ πρώτην οἰομένοις εἶναι τὴν ὕλην τὴν ἀχώριστον μέν, ὑποκειμένην δὲ τοῖς ἐναντίοις· οὔτε γὰρ τὸ θερμὸν ὕλη τῷ ψυχρῷ οὔτε τοῦτο τῷ θερμῷ, ἀλλὰ τὸ ὑποκείμενον ἀμφοῖν.
369Aristoteles, De generatione et corruptione, 2, 2, 1; 2 (auctor 384BC-322BC)
Διὸ οὔτε λευκότης καὶ μελανία οὔτε γλυκύτης καὶ πικρότης, ὁμοίως δ´ οὐδὲ τῶν ἄλλων τῶν αἰσθητῶν ἐναντιώσεων οὐδὲν ποιεῖ στοιχεῖον.
370Aristoteles, De generatione et corruptione, 2, 2, 8; 18 (auctor 384BC-322BC)
Αὗται δὲ οὐκέτι εἰς ἐλάττους· οὔτε γὰρ τὸ θερμὸν ὅπερ ὑγρὸν ἢ ὅπερ ξηρόν, οὔτε τὸ ὑγρὸν ὅπερ θερμὸν ἢ ὅπερ ψυχρόν, οὔτε τὸ ψυχρὸν καὶ τὸ ξηρὸν οὔθ´ ὑπ´ ἄλληλ´ οὔθ´ ὑπὸ τὸ θερμὸν καὶ τὸ ὑγρόν εἰσιν ὥστ´ ἀνάγκη τέτταρας εἶναι ταύτας.
371Aristoteles, De generatione et corruptione, 2, 5, 7; 43 (auctor 384BC-322BC)
Εἰ δὲ τοῦτο, οὐκ ἔσται οὔτε ὁρίσασθαι οὐδὲν οὔτε γενέσθαι· δεήσει γάρ, εἰ ἄλλο ἔσται ἐξ ἄλλου, τοσαύτας διεξελθεῖν ἐναντιότητας, καὶ ἔτι πλείους, ὥστ´ εἰς ἔνια μὲν οὐδέποτ´ ἔσται μεταβολή, οἷον εἰ ἄπειρα τὰ μεταξύ· ἀνάγκη δ´, εἴπερ ἄπειρα τὰ στοιχεῖα· ἔτι δ´ οὐδ´ ἐξ ἀέρος εἰς πῦρ, εἰ ἄπειροι αἱ ἐναντιότητες.
372Aristoteles, De generatione et corruptione, 2, 7, 6; 10 (auctor 384BC-322BC)
Ἆρ´ οὖν ἐπειδή ἐστι καὶ μᾶλλον καὶ ἧττον θερμὸν καὶ ψυχρόν, ὅταν μὲν ἁπλῶς ᾖ θάτερον ἐντελεχείᾳ, δυνάμει θάτερον ἔσται· ὅταν δὲ μὴ παντελῶς, ἀλλ´ ὡς μὲν θερμὸν ψυχρόν, ὡς δὲ ψυχρὸν θερμὸν διὰ τὸ μιγνύμενα φθείρειν τὰς ὑπεροχὰς ἀλλήλων, τότε οὔθ´ ἡ ὕλη ἔσται οὔτε ἐκείνων τῶν ἐναντίων ἑκάτερον ἐντελεχείᾳ ἁπλῶς, ἀλλὰ μεταξύ· κατὰ δὲ τὸ δυνάμει μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ τοὐναντίον, κατὰ τοῦτον τὸν λόγον διπλασίως θερμὸν δυνάμει ἢ ψυχρόν, ἢ τριπλασίως, ἢ κατ´ ἄλλον τρόπον τοιοῦτον.
373Aristoteles, De incessu animalium, 8, 4; 6 (auctor 384BC-322BC)
Διόπερ οὔτε τρισὶ μὲν οὐθὲν οὔθ' ἑνὶ χρώμενον βαδίζειν οἷόν τε· τὸ μὲν γὰρ οὐθὲν ὅλως ὑπόστημα ἔχει ἐφ' ᾧ τὸ τοῦ σώματος ἕξει βάρος, τὸ δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν μόνην, ὥστ' ἀναγκαῖον αὐτὸ οὕτως ἐπιχειροῦν κινεῖσθαι πίπτειν.
374Aristoteles, De incessu animalium, 9, 2; 4 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν κάμψεώς γε μὴ οὔσης οὔτ' ἂν πορεία οὔτε νεῦσις οὔτε πτῆσις ἦν.
375Aristoteles, De incessu animalium, 10, 1; 3 (auctor 384BC-322BC)
Οὐ μὴν ἀλλ' οὔτ' ἂν πέτεσθαι δύναιντο ἀφαιρεθέντων τῶν κώλων οὔτε πορεύεσθαι τῶν πτερύγων ἀφαιρεθεισῶν, ἐπεὶ οὐδ' ἄνθρωπος βαδίζειν μὴ κινῶν τι τοὺς ὤμους.
376Aristoteles, De incessu animalium, 13, 2; 1 (auctor 384BC-322BC)
   Ὄντων δὲ τεττάρων τρόπων τῆς κάμψεως κατὰ τοὺς συνδέσμους (ἀνάγκη γὰρ κάμπτειν ἢ ἐπὶ τὸ κοῖλον καὶ τὰ πρόσθια καὶ τὰ ὀπίσθια, καθάπερ ἐφ' οἷς Α, ἢ ἐπὶ τοὐναντίον ἐπὶ τὸ κυρτόν, καθάπερ ἐφ' οἷς Β, ἢ ἀντεστραμμένως μὴ ἐπὶ τὰ αὐτά, ἀλλὰ τὰ μὲν πρόσθια ἐπὶ τὸ κυρτόν, τὰ δ' ὀπίσθια ἐπὶ τὸ κοῖλον, καθάπερ ἐφ' οἷς τὸ Γ, ἢ τοὐναντίον τούτοις τὰ μὲν κυρτὰ πρὸς ἄλληλα, τὰ δὲ κοῖλα ἐκτός, καθάπερ ἔχει ἐφ' οἷς τὸ Δ), ὡς μὲν ἔχει ἐφ' οἷς τὸ Α ἢ τὸ Β, οὐθὲν κάμπτεται οὔτε τῶν διπόδων οὔτε τῶν τετραπόδων, ὡς δὲ τὸ Γ, τὰ τετράποδα, ὡς δὲ τὸ Δ, τῶν μὲν τετραπόδων οὐθὲν πλὴν ἐλέφας, ὁ δ' ἄνθρωπος τοὺς βραχίονας καὶ τὰ σκέλη· τοὺς μὲν γὰρ ἐπὶ τὸ κοῖλον κάμπτει, τὰ δὲ σκέλη ἐπὶ τὸ κυρτόν.
377Aristoteles, De incessu animalium, 15, 2; 4 (auctor 384BC-322BC)
Διόπερ ἀφαιρεθεισῶν τούτων οὔθ' ἑστάναι οὔτε προϊέναι δύναιτ' ἂν οὐθεὶς ὄρνις.
378Aristoteles, De incessu animalium, 16, 3; 7 (auctor 384BC-322BC)
Οἱ δὲ καρκίνοι τῶν πολυπόδων περιττότατα πεφύκασιν· οὔτε γὰρ εἰς τὸ πρόσθεν ποιοῦνται τὴν πορείαν πλὴν ὥσπερ εἴρηται πρότερον, πολλούς τε τοὺς ἡγουμένους πόδας ἔχουσι μόνοι τῶν ζῴων.
379Aristoteles, De insomniis, 1; 5 (auctor 384BC-322BC)
Οὐ γὰρ μόνον τὸ προσιόν φαμεν ἄνθρωπον ἢ ἵππον εἶναι, ἀλλὰ καὶ λευκὸν ἢ καλόν· ὧν ἡ δόξα ἄνευ αἰσθήσεως οὐδὲν ἂν φήσειεν, οὔτ’ ἀληθῶς οὔτε ψευδῶς.
380Aristoteles, De insomniis, 1; 11 (auctor 384BC-322BC)
Ὥστε δῆλον ὅτι οὔτε ἐνύπνιον πᾶν τὸ ἐν ὕπνῳ φάντασμα, καὶ ὅτι ὃ ἐννοοῦμεν τῇ δόξῃ δοξάζομεν.
381Aristoteles, De interpretatione, 1; 6 (auctor 384BC-322BC)
Τὰ μὲν οὖν ὀνόματα αὐτὰ καὶ τὰ ῥήματα ἔοικε τῷ ἄνευ συνθέσεως καὶ διαιρέσεως νοήματι, οἷον τὸ ἄνθρωπος ἢ τὸ λευκόν, ὅταν μὴ προστεθῇ τι· οὔτε γὰρ ψεῦδος οὔτε ἀληθές πω.
382Aristoteles, De interpretatione, 2; 5 (auctor 384BC-322BC)
Οὐ μὴν οὐδὲ κεῖται ὄνομα ὅ τι δεῖ καλεῖν αὐτό· οὔτε γὰρ λόγος οὔτε ἀπόφασίς ἐστιν.
383Aristoteles, De interpretatione, 2; 8 (auctor 384BC-322BC)
Λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά· ὅτι δὲ μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται οὐκ ἀληθεύει ἢ ψεύδεται, τὸ δὲ ὄνομα ἀεί· οἷον Φίλωνός ἐστιν ἢ οὐκ ἔστιν· οὐδὲν γάρ πω οὔτε ἀληθεύει οὔτε ψεύδεται.
384Aristoteles, De interpretatione, 4; 8 (auctor 384BC-322BC)
Οὐκ ἐν ἅπασι δὲ ὑπάρχει, οἷον ἡ εὐχὴ λόγος μέν, ἀλλ᾿ οὔτε ἀληθὴς οὔτε ψευδής.
385Aristoteles, De interpretatione, 7; 12 (auctor 384BC-322BC)
Δόξειε δ᾿ ἂν ἐξαίφνης ἄτοπον εἶναι διὰ τὸ φαίνεσθαι σημαίνειν τὸ οὐκ ἔστιν ἄνθρωπος λευκός ἅμα καὶ ὅτι οὐδεὶς ἄνθρωπος λευκός· τὸ δὲ οὔτε ταὐτὸν σημαίνει οὔθ᾿ ἅμα ἐξ ἀνάγκης.
386Aristoteles, De interpretatione, 9; 6 (auctor 384BC-322BC)
Οὐδὲν ἄρα οὔτε ἔστιν οὔτε γίνεται οὔτε ἀπὸ τύχης οὔθ᾿ ὁπότερ᾿ ἔτυχεν, οὐδὲ ἔσται ἢ οὐκ ἔσται, ἀλλ᾿ ἐξ ἀνάγκης ἅπαντα καὶ οὐχ ὁπότερ᾿ ἔτυχεν.
387Aristoteles, De interpretatione, 9; 14 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν οὐδ᾿ ὡς οὐδέτερόν γε ἀληθὲς ἐνδέχεται λέγειν, οἷον ὅτι οὔτε ἔσται οὔτε οὐκ ἔσται.
388Aristoteles, De interpretatione, 9; 20 (auctor 384BC-322BC)
Ὥστε οὔτε βουλεύεσθαι δέοι ἂν οὔτε πραγματεύεσθαι, ὡς ἐὰν μὲν τοδὶ ποιήσωμεν, ἔσται τοδί, ἐὰν δὲ μὴ τοδί, οὐκ ἔσται τοδί.
389Aristoteles, De interpretatione, 9; 29 (auctor 384BC-322BC)
Φανερὸν ἄρα ὅτι οὐχ ἅπαντα ἐξ ἀνάγκης οὔτ᾿ ἔστιν οὔτε γίνεται, ἀλλὰ τὰ μὲν ὁπότερ᾿ ἔτυχε, καὶ οὐδὲν μᾶλλον ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθής, τὰ δὲ μᾶλλον μὲν καὶ ὡς ἐπὶ τὸ πολὺ θάτερον, οὐ μὴν ἀλλ᾿ ἐνδέχεται γενέσθαι καὶ θάτερον, θάτερον δὲ μή.
390Aristoteles, De interpretatione, 9; 30 (auctor 384BC-322BC)
Τὸ μὲν οὖν εἶναι τὸ ὂν ὅταν ᾖ, καὶ τὸ μὴ ὂν μὴ εἶναι ὅταν μὴ ᾗ, ἀνάγκη· οὐ μὴν οὔτε τὸ ὂν ἅπαν ἀνάγκη εἶναι οὔτε τὸ μὴ ὂν μὴ εἶναι.
391Aristoteles, De interpretatione, 10; 29 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ ἐναντία ἀπόφασίς ἐστι τῇ ἅπαν ἐστὶ ζῷον δίκαιον ἡ σημαίνουσα ὅτι οὐδέν ἐστι ζῷον δίκαιον, αὗται μὲν φανερὸν ὅτι οὐδέποτε ἔσονται οὔτε ἀληθεῖς ἅμα οὔτε ἐπὶ τοῦ αὐτοῦ, αἱ δὲ ἀντικείμεναι ταύταις ἔσονταί ποτε, οἷον οὐ πᾶν ζῷον δίκαιον καὶ ἔστι τι ζῷον δίκαιον.
392Aristoteles, De interpretatione, 11; 3 (auctor 384BC-322BC)
Ὥστε οὔτ᾿ ἐὰν ἕν τι κατὰ τούτων καταφήσῃ τις μία κατάφασις, ἀλλὰ φωνὴ μὲν μία καταφάσεις δὲ πολλαί, οὔτε ἐὰν καθ᾿ ἑνὸς ταῦτα, ἀλλ᾿ ὁμοίως πολλαί.
393Aristoteles, De interpretatione, 11; 21 (auctor 384BC-322BC)
Διὸ οὔτε τὸ λευκὸν πολλάκις οὔτε ὁ ἄνθρωπος ἄνθρωπος ζῷόν ἐστιν ἢ δίπουν· ἐνυπάρχει γὰρ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον καὶ τὸ δίπουν.
394Aristoteles, De interpretatione, 14; 9 (auctor 384BC-322BC)
Εἰ δὴ ἔστι μὲν τοῦ ἀγαθοῦ ὅτι ἐστὶν ἀγαθὸν δόξα, ἄλλη δ᾿ ὅτι οὐκ ἀγαθόν, ἔστι δὲ ἄλλο τι ὃ οὐχ ὑπάρχει οὐδ᾿ οἷόν τε ὑπάρξαι, τῶν μὲν δὴ ἄλλων οὐδεμίαν θετέον, οὔτε ὅσαι ὑπάρχειν τὸ μὴ ὑπάρχον δοξάζουσιν οὔθ᾿ ὅσαι μὴ ὑπάρχειν τὸ ὑπάρχον (ἄπειροι γὰρ ἀμφότεραι, καὶ ὅσαι ὑπάρχειν δοξάζουσι τὸ μὴ ὑπάρχον καὶ ὅσαι μὴ ὑπάρχειν τὸ ὑπάρχον), ἀλλ᾿ ἐν ὅσαις ἐστὶν ἡ ἀπάτη.
395Aristoteles, De interpretatione, 14; 31 (auctor 384BC-322BC)
Φανερὸν δὲ ὅτι καὶ ἀληθῆ ἀληθεῖ οὐκ ἐνδέχεται ἐναντίαν εἶναι οὔτε δόξαν οὔτε ἀπόφασιν.
396Aristoteles, De iuventute et senectute De vita et morte, 5; 9 (auctor 384BC-322BC)
Ἡ δ’ ἔγκρυψις σώζει τὸ πῦρ· οὔτε γὰρ ἀποπνεῖν κωλύεται διὰ μανότητα τῆς τέφρας, ἀντιφράττει τε τῷ πέριξ ἀέρι πρὸς τὸ μὴ σβεννύναι τῷ πλήθει τῆς ἐνυπαρχούσης αὐτῷ θερμότητος.
397Aristoteles, De longitudine et brevitate vitae, 4; 1 (auctor 384BC-322BC)
Ἔστι δ’ οὔτε τὰ μέγιστα ἀφθαρτότερα (ἵππος γὰρ ἀνθρώπου βραχυβιώτερον) οὔτε τὰ μικρά (ἐπέτεια γὰρ τὰ πολλὰ τῶν ἐντόμων) οὔτε τὰ φυτὰ ὅλως τῶν ζῴων (ἐπέτεια γὰρ ἔνια τῶν φυτῶν) οὔτε τὰ ἔναιμα (μέλιττα γὰρ πολυχρονιώτερον ἐνίων ἐναίμων) οὔτε τὰ ἄναιμα (τὰ γὰρ μαλάκια ἐπέτεια μέν, ἄναιμα δέ) οὔτε τὰ ἐν τῇ γῇ (καὶ γὰρ φυτὰ ἐπέτειά ἐστι καὶ ζῷα πεζά) οὔτε τὰ ἐν τῇ θαλάττῃ· καὶ γὰρ ἐκεῖ βραχύβια καὶ τὰ ὀστρακηρὰ καὶ τὰ μαλάκια.
398Aristoteles, De longitudine et brevitate vitae, 5; 21 (auctor 384BC-322BC)
Ἐν δὲ τοῖς ψυχροῖς τόποις ὑδατωδέστερον τὸ ὑγρὸν τὸ ἐν τοῖς ζῴοις ἐστίν· διὸ εὔπηκτον, ὥστε τὰ μὲν οὐ γίνεται ὅλως τῶν ζῴων τῶν ὀλιγαίμων ἢ ἀναίμων ἐν τοῖς πρὸς τὴν ἄρκτον τόποις, οὔτε τὰ πεζὰ ἐν τῇ γῇ οὔτε τὰ ἔνυδρα ἐν τῇ θαλάττῃ, τὰ δὲ γίνεται μέν, ἐλάττω δὲ καὶ βραχυβιώτερα· ἀφαιρεῖται γὰρ ὁ πάγος τὴν αὔξησιν.
399Aristoteles, De longitudine et brevitate vitae, 5; 24 (auctor 384BC-322BC)
Καὶ τὸ ἄναιμον διὰ τὸ αὐτό, ἐὰν μὴ μεγέθει ἀπαμύνηται· οὔτε γὰρ λίπος οὔτε γλυκὺ ἔχει.
400Aristoteles, De memoria et reminiscentia, 1; 3 (auctor 384BC-322BC)
Οὔτε γὰρ τὸ μέλλον ἐνδέχεται μνημονεύειν, ἀλλ’ ἔστι δοξαστὸν καὶ ἐλπιστόν (εἴη δ’ ἂν καὶ ἐπιστήμη τις ἐλπιστική, καθάπερ τινές φασι τὴν μαντικήν), οὔτε τοῦ παρόντος, ἀλλ’ αἴσθησις· ταύτῃ γὰρ οὔτε τὸ μέλλον οὔτε τὸ γενόμενον γνωρίζομεν, ἀλλὰ τὸ παρὸν μόνον.
401Aristoteles, De memoria et reminiscentia, 1; 6 (auctor 384BC-322BC)
Ἔστι μὲν οὖν ἡ μνήμη οὔτε αἴσθησις οὔτε ὑπόληψις, ἀλλὰ τούτων τινὸς ἕξις ἢ πάθος, ὅταν γένηται χρόνος.
402Aristoteles, De memoria et reminiscentia, 2; 3 (auctor 384BC-322BC)
Οὔτε γὰρ μνήμης ἐστὶν ἀνάληψις ἡ ἀνάμνησις οὔτε λῆψις· ὅταν γὰρ τὸ πρῶτον ἢ μάθῃ ἢ πάθῃ, οὔτ’ ἀναλαμβάνει μνήμην οὐδεμίαν (οὐδεμία γὰρ προγέγονεν) οὔτ’ ἐξ ἀρχῆς λαμβάνει· ὅταν δὲ ἐγγένηται ἡ ἕξις καὶ τὸ πάθος, τότε ἡ μνήμη ἐστίν.
403Aristoteles, De motu animalium, 2; 4 (auctor 384BC-322BC)
εἰ γὰρ ὑποδώσει ἀεί, οἷον τοῖς ἑμύσι τοῖς ἐν τῇ γῇ, ἢ τοῖς ἐν τῇ ἄμμῳ πορευομένοις, οὐ πρόεισιν, οὐδ' ἔσται οὔτε πορεία, εἰ μὴ ἡ γῆ μένοι, οὔτε πτῆσις ἢ νεῦσις, εἰ μὴ ὁ ἀὴρ ἢ ἡ θάλαττα ἀντερείδοι.
404Aristoteles, De partibus animalium, 1, 1, 36; 87 (auctor 384BC-322BC)
Ἐνιαχοῦ δέ που αὐτῇ καὶ Ἐμπεδοκλῆς περιπίπτει, ἀγόμενος ὑπ´ αὐτῆς τῆς ἀληθείας, καὶ τὴν οὐσίαν καὶ τὴν φύσιν ἀναγκάζεται φάναι τὸν λόγον εἶναι, οἷον ὀστοῦν ἀποδιδοὺς τί ἐστιν· οὔτε γὰρ ἕν τι τῶν στοιχείων λέγει αὐτὸ οὔτε δύο ἢ τρία οὔτε πάντα, ἀλλὰ λόγον τῆς μίξεως αὐτῶν.
405Aristoteles, De partibus animalium, 1, 3, 6; 12 (auctor 384BC-322BC)
Δεῖ δ´ οὔτε τὸ αὐτὸ καὶ ἄτομον εἰς ἑτέραν καὶ ἑτέραν ἰέναι διαφορὰν τῶν διῃρημένων, οὔτ´ εἰς τὴν αὐτὴν ἕτερα, καὶ ἅπαντα εἰς ταύτας.
406Aristoteles, De partibus animalium, 1, 3, 8; 17 (auctor 384BC-322BC)
Οὔτε γὰρ ἄνευ ὕλης οὐδὲν ζῴου μόριον, οὔτε μόνη ἡ ὕλη· οὐ γὰρ πάντως ἔχον σῶμα ἔσται ζῷον, οὐδὲ τῶν μορίων οὐδέν, ὥσπερ πολλάκις εἴρηται.
407Aristoteles, De partibus animalium, 2, 5, 2; 4 (auctor 384BC-322BC)
Διὰ τοῦτο οὐδὲν ἔχει τῶν ἀναίμων οὔτε πιμελὴν οὔτε στέαρ, ὅτι οὐδ´ αἷμα.
408Aristoteles, De partibus animalium, 2, 7, 3; 5 (auctor 384BC-322BC)
Ἔστι δ´ οὔτε περίττωμα οὔτε τῶν συνεχῶν μορίων, ἀλλὰ ἴδιος ἡ φύσις, καὶ εὐλόγως τοιαύτη.
409Aristoteles, De partibus animalium, 2, 9, 1; 2 (auctor 384BC-322BC)
Ἑκατέρα γὰρ αὐτῶν ἀφ´ ἑνὸς ἠργμένη συνεχής ἐστι, καὶ οὔτε ὀστοῦν ἐστιν καθ´ αὑτὸ οὐδέν, ἀλλ´ ἢ μόριον ὡς συνεχοῦς ἢ ἁπτόμενον καὶ προσδεδεμένον, ἵνα χρῆται ἡ φύσις καὶ ὡς ἐνὶ καὶ συνεχεῖ καὶ ὡς δυσὶ καὶ διῃρημένοις πρὸς τὴν κάμψιν.
410Aristoteles, De partibus animalium, 2, 9, 2; 4 (auctor 384BC-322BC)
Ὀστοῦν τε γὰρ εἴ τι κεχωρισμένον ἦν, τό τ´ ἔργον οὐκ ἂν ἐποίει οὗ χάριν ἡ τῶν ὀστῶν ἐστι φύσις (οὔτε γὰρ ἂν κάμψεως ἦν αἴτιον οὔτ´ ὀρθότητος οὐδεμιᾶς μὴ συνεχὲς ὂν ἀλλὰ διαλεῖπον), ἔτι τ´ ἔβλαπτεν ἂν ὥσπερ ἄκανθά τις ἢ βέλος ἐνὸν ταῖς σαρξίν.
411Aristoteles, De partibus animalium, 2, 10, 1; 2 (auctor 384BC-322BC)
Πᾶσι γὰρ τοῖς ζῴοις τοῖς τελείοις δύο τὰ ἀναγκαιότατα μόριά ἐστιν, ᾗ τε δέχονται τὴν τροφὴν καὶ ᾗ τὸ περίττωμα ἀφήσουσιν· οὔτε γὰρ εἶναι οὔτε αὐξάνεσθαι ἐνδέχεται ἄνευ τροφῆς.
412Aristoteles, De partibus animalium, 2, 10, 10; 21 (auctor 384BC-322BC)
Ἔστι δ´ οὔτ´ ἄναιμον οὐδὲν αἰσθητικὸν οὔτε τὸ αἷμα, ἀλλὰ τῶν ἐκ τούτου τι.
413Aristoteles, De partibus animalium, 2, 13, 3; 5 (auctor 384BC-322BC)
Ἡ δὲ βλεφαρίς ἐστι δέρματι περιειλημμένη· διὸ καὶ οὐ συμφύεται οὔτε βλεφαρὶς οὔτε ἀκροποσθία, ὅτι ἄνευ σαρκὸς δέρματά ἐστιν.
414Aristoteles, De partibus animalium, 2, 14, 3; 6 (auctor 384BC-322BC)
Καὶ διὰ τοῦτο τῶν τετραπόδων οὐθὲν οὔτε βλεφαρίδα ἔχει τὴν κάτωθεν, ἀλλ´ ὑπὸ τοῦτο τὸ βλέφαρον ἐνίοις παραφύονται μαναὶ τρίχες, οὔτ´ ἐν ταῖς μασχάλαις οὔτ´ ἐπὶ τῆς ἥβης, ὥσπερ τοῖς ἀνθρώποις.
415Aristoteles, De partibus animalium, 2, 16, 5; 8 (auctor 384BC-322BC)
Τούτους γὰρ τὰ πολυδάκτυλα τῶν τετραπόδων ἀντὶ χειρῶν ἔχουσιν, ἀλλ´ οὐ μόνον ἕνεχ´ ὑποστάσεως τοῦ βάρους· οἱ δ´ ἐλέφαντες τῶν πολυδακτύλων εἰσί, καὶ οὔτε διχαλοὺς ἔχουσιν οὔτε μώνυχας τοὺς πόδας· ἐπεὶ δὲ τὸ μέγεθος πολὺ καὶ τὸ βάρος τὸ τοῦ σώματος, διὰ τοῦτο μόνον ἐρείσματός εἰσι χάριν, καὶ διὰ τὴν βραδυτῆτα καὶ τὴν ἀφυΐαν τῆς κάμψεως οὐ χρήσιμον πρὸς ἄλλο οὐδέν.
416Aristoteles, De partibus animalium, 3, 2, 1; 4 (auctor 384BC-322BC)
Βοηθείας γὰρ καὶ ἀλκῆς χάριν ἔχουσι τὰ ζῳοτόκα, ὃ τῶν ἄλλων τῶν λεγομένων ἔχειν κέρας οὐδενὶ συμβέβηκεν· οὐδὲν γὰρ χρῆται τοῖς κέρασιν οὔτ´ ἀμυνόμενον οὔτε πρὸς τὸ κρατεῖν, ἅπερ ἰσχύος ἐστὶν ἔργα.
417Aristoteles, De partibus animalium, 3, 4, 10; 26 (auctor 384BC-322BC)
Ἔτι δ´ ἐπεὶ οὔτε τῶν ἀναίμων οὐθὲν αἰσθητικὸν οὔτε τὸ αἷμα, δῆλον ὡς τὸ πρῶτον ἔχον ὡς ἐν ἀγγείῳ δ´ ἔχον ἀναγκαῖον εἶναι τὴν ἀρχήν.
418Aristoteles, De partibus animalium, 3, 4, 12; 29 (auctor 384BC-322BC)
Ὑπάρχει δὲ καὶ τὸ ἧπαρ πᾶσι τοῖς ἐναίμοις· ἀλλ´ οὐθεὶς ἂν ἀξιώσειεν αὐτὸ ἀρχὴν εἶναι οὔτε τοῦ ὅλου σώματος οὔτε τοῦ αἵματος· κεῖται γὰρ οὐδαμῶς πρὸς ἀρχοειδῆ θέσιν, ἔχει δ´ ὥσπερ ἀντίζυγον ἐν τοῖς μάλιστ´ ἀπηκριβωμένοις τὸν σπλῆνα.
419Aristoteles, De partibus animalium, 3, 6, 7; 15 (auctor 384BC-322BC)
Ἔτι δ´ ὀρθοῖ τὰ σώματα μᾶλλον, διόπερ ἄνθρωπος μὲν τῶν ἄλλων ὀρθότατον, τὰ δὲ ζῳοτόκα τῶν ἄλλων τετραπόδων· οὐδὲν γὰρ ὁμοίως τρωγλοδυτεῖ τῶν ζῳοτόκων, οὔτ´ ἄπουν οὔτε πεζεῦον.
420Aristoteles, De partibus animalium, 3, 9, 1; 2 (auctor 384BC-322BC)
Οὐδὲ γὰρ νεφροὺς οὔτε τῶν πτερωτῶν καὶ λεπιδωτῶν οὐδὲν ἔχει οὔτε τῶν φολιδωτῶν, πλὴν αἱ θαλάττιαι χελῶναι καὶ αἱ χερσαῖαι· ἀλλ´ ὡς τῆς εἰς τοὺς νεφροὺς τεταγμένης σαρκὸς οὐκ ἐχούσης χώραν ἀλλὰ διεσπαρμένης εἰς πολλά, πλατέα νεφροειδῆ ἐν ἐνίοις τῶν ὀρνίθων ἐστίν.
421Aristoteles, De partibus animalium, 3, 9, 2; 3 (auctor 384BC-322BC)
Ἡ δ´ ἑμὺς οὔτε κύστιν οὔτε νεφροὺς ἔχει· διὰ τὴν μαλακότητα γὰρ τοῦ χελωνίου εὐδιάπνουν γίνεται τὸ ὑγρόν.
422Aristoteles, De partibus animalium, 3, 12, 1; 2 (auctor 384BC-322BC)
Καὶ τῶν ἐχόντων δὲ ταῦτα διαφέρουσιν· οὐ γὰρ ὁμοίας οὔτε τὰς καρδίας ἔχουσι πάντα τὰ ἔχοντα καρδίαν, οὔτε τῶν ἄλλων ὡς εἰπεῖν οὐδέν.
423Aristoteles, De partibus animalium, 3, 14, 4; 6 (auctor 384BC-322BC)
Οὔτε γὰρ τοῖς μεγέθεσιν οὔτε τοῖς εἴδεσιν ὁμοίας ἔχουσιν ἀλλήλοις τὰ ζῷα.
424Aristoteles, De partibus animalium, 3, 14, 10; 17 (auctor 384BC-322BC)
Ἐπεὶ γὰρ οὐδὲ ταῦτα ὅλως τὴν τοῦ στόματος ἀποδίδωσι λειτουργίαν (ἀνόδοντα γάρ) καὶ οὔτε ᾧ διαιρήσει, οὔτε ᾧ λεανεῖ τὴν τροφὴν ἔχουσι, διὰ τοῦτο τὰ μὲν πρὸ τῆς κοιλίας ἔχουσι τὸν καλούμενον πρόλοβον ἀντὶ τῆς τοῦ στόματος ἐργασίας, οἱ δὲ τὸν οἰσοφάγον πλατύν, ἢ πρὸ τῆς κοιλίας αὐτοῦ μέρος τι ὀγκῶδες ἐν ᾧ προθησαυρίζουσι τὴν ἀκατέργαστον τροφήν, ἢ τῆς κοιλίας αὐτῆς τι ἐπανεστηκός, οἱ δ´ αὐτὴν τὴν κοιλίαν ἰσχυρὰν καὶ σαρκώδη πρὸς τὸ δύνασθαι πολὺν χρόνον θησαυρίζειν καὶ πέττειν ἀλείαντον οὖσαν τὴν τροφήν· τῇ δυνάμει -γὰρ καὶ τῇ θερμότητι τῆς κοιλίας ἡ φύσις ἀναλαμβάνει τὴν τοῦ στόματος ἔνδειαν.
425Aristoteles, De partibus animalium, 4, 1, 2; 4 (auctor 384BC-322BC)
Κύστιν δὲ οὔτε οἱ ἰχθύες ἔχουσιν οὔτε τούτων οὐδὲν πλὴν χελώνης· τρέπεται γὰρ εἰς τὰς φολίδας τὸ ὑγρὸν ὀλιγοπότων ὄντων διὰ τὴν ἀναιμότητα τοῦ πλεύμονος, καθάπερ τοῖς ὄρνισιν εἰς τὰ πτερά.
426Aristoteles, De partibus animalium, 4, 5, 2; 5 (auctor 384BC-322BC)
Ἔτι δ´ ὧν ἕνεκεν ἔχουσι τὰ σπλάγχνα τὰ ἔναιμα τῶν ζῴων, οὐδὲν ὑπάρξει τοῖς τοιούτοις· οὔτε γὰρ φλέβας ἔχουσιν οὔτε κύστιν οὔτ´ ἀναπνέουσιν, ἀλλὰ μόνον ἀναγκαῖον ἔχειν αὐτοῖς τὸ ἀνάλογον τῇ καρδίᾳ.
427Aristoteles, De partibus animalium, 4, 10, 4; 8 (auctor 384BC-322BC)
Οὔτε γὰρ ἄνωθεν κεῖσθαι τῆς καρδίας καὶ τῆς ἀρχῆς ἐνεδέχετο τὴν κοιλίαν, οὔτε κάτωθεν οὔσης ὃν τρόπον ἔχει νῦν, ἐνεδέχετο τὴν εἴσοδον ἔτι κάτω εἶναι τῆς καρδίας· πολὺ γὰρ τὸ μῆκος ἦν τοῦ σώματος, καὶ πόρρω λίαν τῆς κινούσης ἀρχῆς καὶ πεττούσης.
428Aristoteles, De partibus animalium, 4, 10, 38; 95 (auctor 384BC-322BC)
Ὁ δὲ πίθηκος διὰ τὸ τὴν μορφὴν ἐπαμφοτερίζειν καὶ μηδετέρων τ´ εἶναι καὶ ἀμφοτέρων, διὰ τοῦτ´ οὔτε οὐρὰν ἔχει οὔτ´ ἰσχία, ὡς μὲν δίπους ὢν οὐράν, ὡς δὲ τετράπους ἰσχία.
429Aristoteles, De partibus animalium, 4, 13, 1; 3 (auctor 384BC-322BC)
Οὔτε γὰρ σκέλη οὔτε χεῖρας οὔτε πτέρυγας ἔχουσιν (εἴρηται δὲ περὶ τούτων ἡ αἰτία πρότερον), ἀλλ´ ὅλον ἀπὸ τῆς κεφαλῆς τὸ κύτος συνεχές ἐστι μέχρι τῆς οὐρᾶς.
430Aristoteles, De partibus animalium, 4, 13, 3; 8 (auctor 384BC-322BC)
Οὐκ ἔχουσι δὲ ἀπηρτημένα κῶλα οἱ ἰχθύες, διὰ τὸ νευστικὴν εἶναι τὴν φύσιν αὐτῶν κατὰ τὸν τῆς οὐσίας λόγον, ἐπεὶ οὔτε περίεργον οὐδὲν οὔτε μάτην ἡ φύσις ποιεῖ.
431Aristoteles, De partibus animalium, 4, 13, 18; 58 (auctor 384BC-322BC)
Αἵ τε γὰρ φῶκαι ὡς μὲν ἔνυδροι πόδας ἔχουσιν, ὡς δὲ πεζαὶ πτέρυγας (τοὺς γὰρ ὄπισθεν πόδας ἰχθυώδεις ἔχουσι πάμπαν, ἔτι δὲ τοὺς ὀδόντας πάντας καρχαρόδοντας καὶ ὀξεῖς)· καὶ αἱ νυκτερίδες ὡς μὲν πτηνὰ ἔχουσι πόδας, ὡς δὲ τετράποδα οὐκ ἔχουσι, καὶ οὔτε κέρκον ἔχουσιν οὔτ´ οὐροπύγιον, διὰ μὲν τὸ πτηνὰ εἶναι κέρκον· διὰ δὲ τὸ πεζὰ οὐροπύγιον.
432Aristoteles, De partibus animalium, 4, 14, 1; 2 (auctor 384BC-322BC)
Ὡς μὲν γὰρ οὐκ ὢν τετράπους πτερὰ ἔχει, ὡς δ´ οὐκ ὢν ὄρνις οὔτε πέταται μετεωριζόμενος, καὶ τὰ πτερὰ οὐ χρήσιμα πρὸς πτῆσιν ἀλλὰ τριχώδη.
433Aristoteles, De sensu et sensibilibus, 1; 6 (auctor 384BC-322BC)
Φυσικοῦ δὲ καὶ περὶ ὑγιείας καὶ νόσου τὰς πρώτας ἰδεῖν ἀρχάς· οὔτε γὰρ ὑγίειαν οὔτε νόσον οἷόν τε γίνεσθαι τοῖς ἐστερημένοις ζωῆς.
434Aristoteles, De sensu et sensibilibus, 1; 85 (auctor 384BC-322BC)
Τοῦτο γὰρ οὔτε λευκὸν οἷόν τε φαίνεσθαι οὔτε μέλαν· ἐπεὶ δ’ ἀνάγκη μέν τι ἔχειν χρῶμα, τούτων δ’ οὐδέτερον δυνατόν, ἀνάγκη μικτόν τι εἶναι καὶ εἶδός τι χρόας ἕτερον.
435Aristoteles, De sensu et sensibilibus, 1; 92 (auctor 384BC-322BC)
Διὸ καὶ ἕτερον φαίνεται καὶ οὔτε λευκὸν οὔτε μέλαν.
436Aristoteles, De sensu et sensibilibus, 1; 127 (auctor 384BC-322BC)
Ὅτι δ’ οὐ παντὸς ξηροῦ ἀλλὰ τοῦ τροφίμου οἱ χυμοὶ ἢ πάθος εἰσὶν ἢ στέρησις, δεῖ λαβεῖν ἐντεῦθεν, ὅτι οὔτε τὸ ξηρὸν ἄνευ τοῦ ὑγροῦ οὔτε τὸ ὑγρὸν ἄνευ τοῦ ξηροῦ· τροφὴ γὰρ οὐδὲν αὐτῶν τοῖς ζῴοις, ἀλλὰ τὸ μεμιγμένον.
437Aristoteles, De sensu et sensibilibus, 1; 152 (auctor 384BC-322BC)
Δῆλον δ’ ἐπὶ τῶν ἰχθύων καὶ τῶν ὀστρακοδέρμων· φαίνονται γὰρ ὀσφραινόμενα οὔτε ἀέρος ὄντος ἐν τῷ ὕδατι (ἐπιπολάζει γὰρ ὁ ἀήρ, ὅταν ἐγγένηται) οὔτ’ αὐτὰ ἀναπνέοντα.
438Aristoteles, De sensu et sensibilibus, 1; 236 (auctor 384BC-322BC)
Ἔστι δ’ οὔτε σώματα ταῦτα, ἀλλὰ πάθος καὶ κίνησίς τις (οὐ γὰρ ἂν τοῦτο συνέβαινεν), οὔτ’ ἄνευ σώματος.
439Aristoteles, De sensu et sensibilibus, 1; 272 (auctor 384BC-322BC)
Εἰ γὰρ ὅτε αὐτὸς αὑτοῦ τις αἰσθάνεται ἢ ἄλλου ἐν συνεχεῖ χρόνῳ, μὴ ἐνδέχεται τότε λανθάνειν ὅτι ἐστίν, ἔστι δέ τις ἐν τῷ συνεχεῖ καὶ τοσοῦτος ὅσος ὅλως ἀναίσθητός ἐστι, δῆλον ὅτι τότε λανθάνοι ἂν εἰ ἔστιν αὐτὸς αὑτόν, καὶ εἰ ὁρᾷ, καὶ οὐκ αἰσθάνεται· καὶ εἰ αἰσθάνεται, ἔτι οὐκ ἂν εἴη οὔτε χρόνος οὔτε πρᾶγμα οὐδὲν ὃ αἰσθάνεται ἢ ἐν ᾧ, εἰ μὴ οὕτως, ὅτι ἐν τούτου τινὶ ἢ ὅτι τούτου τι ὁρᾷ, εἴπερ ἔστι τι μέγεθος καὶ χρόνου καὶ πράγματος ἀναίσθητον ὅλως διὰ μικρότητα· εἰ γὰρ τὴν ὅλην ὁρᾷ, καὶ αἰσθάνεται τὸν αὐτὸν συνεχῶς χρόνον, οὐ τῶν νῦν τούτων τινί.
440Aristoteles, De sensu et sensibilibus, 1; 284 (auctor 384BC-322BC)
Ἔτι αἰσθήσεις αἱ αὐταὶ πλείους ἔσονται, ὥσπερ εἴ τις ἐπιστήμας διαφόρους φαίη· οὔτε γὰρ ἡ ἐνέργεια ἄνευ τῆς καθ’ αὑτὴν ἔσται δυνάμεως, οὔτ’ ἄνευ ταύτης ἔσται αἴσθησις.
441Aristoteles, De somno et vigilia, 1; 6 (auctor 384BC-322BC)
Ἐπεὶ δ’ οὔτε τῆς ψυχῆς ἴδιον τὸ αἰσθάνεσθαι οὔτε τὸ σώματος (οὗ γὰρ ἡ δύναμις, τούτου καὶ ἡ ἐνέργεια· ἡ δὲ λεγομένη αἴσθησις, ὧς ἐνέργεια, κίνησίς τις διὰ τοῦ σώματος τῆς ψυχῆς ἐστί), φανερὸν ὡς οὔτε τῆς ψυχῆς τὸ πάθος ἴδιον, οὔτ’ ἄψυχον σῶμα δυνατὸν αἰσθάνεσθαι.
442Aristoteles, De somno et vigilia, 1; 8 (auctor 384BC-322BC)
Ὁμοίως δὲ καὶ ὅτι οὐδέν ἐστιν ὃ ἀεὶ ἐγρήγορεν ἢ ἀεὶ καθεύδει, ἀλλὰ τοῖς αὐτοῖς ὑπάρχει τῶν ζῴων ἀμφότερα τὰ πάθη ταῦτα· οὔτε γὰρ εἴ τί ἐστι ζῷον ἔχον αἴσθησιν, τοῦτ’ ἐνδέχεται οὔτε καθεύδειν οὔτ’ ἐγρηγορέναι· ἄμφω γάρ ἐστι τὰ πάθη ταῦτα περὶ αἴσθησιν τοῦ πρώτου αἰσθητικοῦ.
443Aristoteles, De somno et vigilia, 2; 4 (auctor 384BC-322BC)
Καὶ κρίνει δὴ καὶ δύναται κρίνειν ὅτι ἕτερα τὰ γλυκέα τῶν λευκῶν, οὔτε γεύσει οὔτε ὄψει οὔτ’ ἀμφοῖν, ἀλλά τινι κοινῷ μορίῳ τῶν αἰσθητηρίων ἁπάντων.
444Aristoteles, De somno et vigilia, 2; 10 (auctor 384BC-322BC)
Εἰ γὰρ τῷ πάσας τι πεπονθέναι τὰς αἰσθήσεις ἐγίνετο τὸ καθεύδειν, ἄτοπον εἰ αἷς οὔτ’ ἀνάγκη οὔτε δυνατὸν τρόπον τινὰ ἐνεργεῖν ἅμα, ταύτας ἀναγκαῖον ἀργεῖν ἅμα καὶ ἀκινητίζειν· τοὐναντίον γὰρ εὐλογώτερον συνέβαινεν ἂν αὐταῖς τὸ μὴ ἅμα ἠρεμεῖν.
445Aristoteles, De sophisticis elenchis, 7; 10 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί ἐπί τῶν τό ἐν ἀρχῇ λαμβανόντων καί τῶν ἀναιτίων, καί ὅσοι τά πλείω ἐρωτήματα ὡς ἓν ποιοῦσιν· ἐν ἅπασι γάρ ἡ ἀπάτη διά τό παρά μικρόν· οὐ γάρ διακριβοῦμεν οὔτε τῆς προτάσεως οὔτε τοῦ συλλογισμοῦ τόν ὅρον διά τήν εἰρημένην αἰτίαν.
446Aristoteles, De sophisticis elenchis, 8; 12 (auctor 384BC-322BC)
Ἂν μέν γάρ μή λάβῃ ὅ τε παρά τό ὁμώνυμον ἓν σημαίνειν καί ὁ παρά τήν ὁμοιοσχημοσύνην τό μόνον τόδε καί οἱ ἄλλοι ὡσαύτως, οὔτ᾿ ἔλεγχοι οὔτε συλλογισμοί ἔσονται, οὔθ᾿ ἁπλῶς οὔτε πρός τόν ἐρωτώμενον· ἐάν δέ λάβωσι, πρός μέν τόν ἐρωτώμενον ἔσονται, ἁπλῶς δ᾿ οὐκ ἔσονται· οὐ γάρ ἓν σημαῖνον εἰλήφασιν, ἀλλά φαινόμενον, καί παρά τοῦδε.
447Aristoteles, De sophisticis elenchis, 10; 9 (auctor 384BC-322BC)
Εἰ γάρ μή πάντες, ἔσονταί τινες ἕτεροι οὔτε πρός τοὔνομα οὔτε πρός τήν διάνοιαν· οἱ δέ φασι πάντας, καί διαιροῦνται ἢ πρός τοὔνομα ἢ πρός τήν διάνοιαν εἶναι πάντας, ἄλλους δ᾿ οὔ.
448Aristoteles, De sophisticis elenchis, 11; 19 (auctor 384BC-322BC)
Οὔτε γάρ ἐστιν ἅπαντα ἐν ἑνί τινι γένει, οὔτε εἰ εἴη, οἷόν τε ὑπό τάς αὐτάς ἀρχάς εἶναι τά ὄντα.
449Aristoteles, De sophisticis elenchis, 17; 30 (auctor 384BC-322BC)
Ἀποκριτέον δ᾿ ἐπί μέν τῶν δοκούντων τό ἔστω λέγοντα· καί γάρ οὕτως ἥκιστα γίνοιτ᾿ ἂν παρεξέλεγχος· ἂν δέ τι παράδοξον ἀναγκάζηται λέγειν, ἐνταῦθα μάλιστα προσθετέον τό δοκεῖν· οὕτω γάρ ἂν οὔτ᾿ ἔλεγχος οὔτε παράδοξον γίνεσθαι δόξειεν.
450Aristoteles, De sophisticis elenchis, 21; 1 (auctor 384BC-322BC)
Παρά δέ τήν προσῳδίαν λόγοι μέν οὐκ εἰσίν, οὔτε τῶν γεγραμμένων οὔτε τῶν λεγομένων, πλήν εἴ τινες ὀλίγοι γένοιντ᾿ ἄν, οἷον οὗτος ὁ λόγος.
451Aristoteles, De sophisticis elenchis, 25; 8 (auctor 384BC-322BC)
Ἆρ᾿ ἐνδέχεται τόν αὐτόν ἅμα εὐορκεῖν καί ἐπιορκεῖν; Ἆρ᾿ ἐγχωρεῖ τόν αὐτόν ἅμα τῷ αὐτῷ πείθεσθαι καί ἀπειθεῖν; Ἢ οὔτε τό εἶναί τι καί εἶναι ταὐτόν; Τό δέ μή ὄν, οὐκ εἰ ἔστι τι, καί ἔστιν ἁπλῶς· οὔτ᾿ εἰ εὐορκεῖ τόδε ἢ τῇδε, ἀνάγκη καί εὐορκεῖν, ὁ δ᾿ ὀμόσας ἐπιορκήσειν εὐορκεῖ ἐπιορκῶν τοῦτο μόνον, εὐορκεῖ δέ οὔ· οὐδ᾿ ὁ ἀπειθῶν πείθεται, ἀλλά τι πείθεται.
452Aristoteles, De sophisticis elenchis, 30; 2 (auctor 384BC-322BC)
Ἐρώτησις γάρ μία πρός ἣν μία ἀπόκρισίς ἐστιν, ὥστ᾿ οὔτε πλείω καθ᾿ ἑνός οὔτε ἓν κατά πολλῶν, ἀλλ᾿ ἓν καθ᾿ ἑνός φατέον ἢ ἀποφατέον.
453Aristoteles, De sophisticis elenchis, 30; 6 (auctor 384BC-322BC)
Εἰ τό μέν ἐστιν ἀγαθόν τό δέ κακόν, ὅτι ταῦτα ἀληθές εἰπεῖν ἀγαθόν καί κακόν καί πάλιν μήτ᾿ ἀγαθόν μήτε κακόν· οὐκ ἔστι γάρ ἑκάτερον ἑκάτερον, ὥστε ταὐτό ἀγαθόν καί κακόν καί οὔτ᾿ ἀγαθόν οὔτε κακόν.
454Aristoteles, De sophisticis elenchis, 32; 8 (auctor 384BC-322BC)
Εἰ δέ μήτ᾿ ἔστιν μήτε δίδωσιν, οὐ συλλελόγισται οὔτε τῷ ὄντι οὔτε πρός τόν ἠρωτημένον.
455Aristoteles, Ethica Eudemia, 1; 7 (auctor 384BC-322BC)
ὅσα μὲν οὖν ἔχει φιλοσοφίαν μόνον θεωρητικήν, λεκτέον κατὰ τὸν ἐπιβάλλοντα καιρόν, ὅ τι περ οἰκεῖον ἦν τῇ μεθόδῳ· πρῶτον δὲ σκεπτέον ἐν τίνι τὸ εὖ ζῆν καὶ πῶς κτητόν, πότερον φύσει γίγνονται πάντες εὐδαίμονες οἱ τυγχάνοντες ταύτης τῆς προσηγορίας, ὥσπερ μεγάλοι καὶ μικροὶ καὶ τὴν χροιὰν διαφέροντες, ἢ διὰ μαθήσεως, ὡς οὔσης ἐπιστήμης τινὸς τῆς εὐδαιμονίας, ἢ διά τινος ἀσκήσεως (πολλὰ γὰρ οὔτε κατὰ φύσιν οὔτε μαθοῦσιν ἀλλ' ἐθισθεῖσιν ὑπάρχει τοῖς ἀνθρώποις, φαῦλα μὲν τοῖς φαύλως ἐθισθεῖσι, χρηστὰ δὲ τοῖς χρηστῶς) , ἢ τούτων μὲν κατ' οὐδένα τῶν τρόπων, δυοῖν δὲ θάτερον, ἤτοι καθάπερ οἱ νυμφόληπτοι καὶ θεόληπτοι τῶν ἀνθρώπων, ἐπιπνοίᾳ δαιμονίου τινὸς ὥσπερ ἐνθουσιάζοντες, ἢ διὰ τὴν τύχην (πολλοὶ γὰρ ταὐτόν φασιν εἶναι τὴν εὐδαιμονίαν καὶ τὴν εὐτυχίαν) .
456Aristoteles, Ethica Eudemia, 1; 13 (auctor 384BC-322BC)
οὐ γὰρ ταὐτόν, ὧν τ' ἄνευ οὐχ οἷόν τε ὑγιαίνειν, καὶ τὸ ὑγιαίνειν· ὁμοίως δ' ἔχει τοῦτο καὶ ἐφ' ἑτέρων πολλῶν, ὥστ' οὐδὲ τὸ ζῆν καλῶς καὶ ὧν ἄνευ οὐ δυνατὸν ζῆν καλῶς (ἔστι δὲ τῶν τοιούτων τὰ μὲν οὐκ ἴδια τῆς ὑγιείας οὐδὲ τῆς ζωῆς ἀλλὰ κοινὰ πάντων ὡς εἰπεῖν, καὶ τῶν ἕξεων καὶ τῶν πράξεων, οἷον ἄνευ τοῦ ἀναπνεῖν ἢ ἐγρηγορέναι ἢ κινήσεως μετέχειν οὐθὲν ἂν ὑπάρξειεν ἡμῖν οὔτ' ἀγαθὸν οὔτε κακόν, τὰ δ' ἴδια μᾶλλον περὶ ἑκάστην φύσιν· ἃ δεῖ μὴ λανθάνειν· οὐ γὰρ ὁμοίως οἰκεῖον πρὸς εὐεξίαν τοῖς εἰρημένοις κρεωφαγία καὶ τῶν περιπάτων οἱ μετὰ δεῖπνον) .
457Aristoteles, Ethica Eudemia, 1; 35 (auctor 384BC-322BC)
οὗτος μὲν οὖν ἐπιστήμης τινὸς ἕνεκεν τὴν αἵρεσιν ᾤετο τιμίαν εἶναι τοῦ ζῆν· οἱ δὲ Σαρδανάπαλλον μακαρίζοντες ἢ Σμινδυρίδην τὸν Συβαρίτην ἢ τῶν ἄλλων τινὰς τῶν ζώντων τὸν ἀπολαυστικὸν βίον, οὗτοι δὲ πάντες ἐν τῷ χαίρειν φαίνονται τάττειν τὴν εὐδαιμονίαν· ἕτεροι δέ τινες οὔτ' ἂν φρόνησιν οὐδεμίαν οὔτε τὰς σωματικὰς ἡδονὰς ἕλοιντο μᾶλλον ἢ τὰς πράξεις τὰς ἀπ' ἀρετῆς.
458Aristoteles, Ethica Eudemia, 1; 79 (auctor 384BC-322BC)
ὥσπερ οὖν οὐδὲ τὸ ὂν ἕν τί ἐστι περὶ τὰ εἰρημένα, οὕτως οὐδὲ τὸ ἀγαθόν, οὐδὲ ἐπιστήμη ἐστὶ μία οὔτε τοῦ ὄντος οὔτε τοῦ ἀγαθοῦ.
459Aristoteles, Ethica Eudemia, 1; 93 (auctor 384BC-322BC)
– παράβολος δὲ καὶ ἡ ἀπόδειξις ὅτι τὸ ἓν αὐτὸ τὸ ἀγαθόν, ὅτι οἱ ἀριθμοὶ ἐφίενται· οὔτε γὰρ ὡς ἐφίενται λέγονται φανερῶς, ἀλλὰ λίαν ἁπλῶς τοῦτο φασί, καὶ ὄρεξιν εἶναι πῶς ἄν τις ὑπολάβοι ἐν οἷς ζωὴ μὴ ὑπάρχει· δεῖ δὲ περὶ τούτου πραγματευθῆται, καὶ μὴ ἀξιοῦν μηθὲν ἀλόγως, ἃ καὶ μετὰ λόγου πιστεῦσαι οὐ ῥᾴδιον.
460Aristoteles, Ethica Eudemia, 1; 95 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν οὐκ ἔστιν αὐτό τι ἀγαθόν, ἔχει ἀπορίας τοιαύτας, καὶ ὅτι οὐ χρήσιμον τῇ πολιτικῇ, ἀλλ' ἴδιόν τι ἀγαθόν, ὥσπερ καὶ ταῖς ἄλλαις, οἷον γυμναστικῇ εὐεξία [ἔτι καὶ τὸ ἐν τῷ λόγῳ γεγραμμένον· ἢ γὰρ οὐδεμιᾷ χρήσιμον αὐτὸ τὸ τοῦ ἀγαθοῦ εἶδος ἢ πάσαις ὁμοίως· ἔτι οὐ πρακτόν]· ὁμοίως δ' οὐδὲ τὸ κοινὸν ἀγαθὸν οὔτε αὐτὸ ἀγαθόν ἐστι (καὶ γὰρ ἂν μικρῷ ὑπάρξαι ἀγαθῷ) οὔτε πρακτόν.
461Aristoteles, Ethica Eudemia, 1; 101 (auctor 384BC-322BC)
φανερὸν ὅτι οὔτε ἡ ἰδέα τἀγαθοῦ τὸ ζητούμενον αὐτὸ τὸ ἀγαθὸν ἐστίν, οὔτε τὸ κοινόν (τὸ μὲν γὰρ ἀκίνητον καὶ οὐ πρακτόν, τὸ δὲ κινητὸν μὲν ἀλλ' οὐ πρακτόν) · τὸ δ' οὗ ἕνεκα ὡς τέλος ἄριστον καὶ αἴτιον τῶν ὑφ' αὑτὸ καὶ πρῶτον πάντων.
462Aristoteles, Ethica Eudemia, 2; 84 (auctor 384BC-322BC)
– τὸ δὲ πρὸς ἕκαστον μὴ κατὰ συμβεβηκὸς οὕτως ἔχειν περίεργον διορίζειν· οὐδεμία γὰρ ἐπιστήμη, οὔτε θεωρητικὴ οὔτε ποιητική, οὔτε λέγει οὔτε πράττει τοῦτο προσδιορίζουσα, ἀλλὰ τοῦτ' ἐστι πρὸς τὰς συκοφαντίας τῶν τεχνῶν τὰς λογικάς.
463Aristoteles, Ethica Eudemia, 2; 126 (auctor 384BC-322BC)
δῆλον δ' ὃ ἐπιχειροῦμεν ὅτι ἀναγκαῖον, ἐκ τῶν ἀναλυτικῶν· νῦν δ' οὔτε μὴ λέγειν οὔτε λέγειν ἀκριβῶς οἷόν τε, πλὴν τοσοῦτον.
464Aristoteles, Ethica Eudemia, 2; 210 (auctor 384BC-322BC)
διὸ καὶ τοὺς ἐνθουσιῶντας καὶ προλέγοντας, καίπερ διανοίας ἔργον ποιοῦντας, ὅμως οὔ φαμεν ἐφ' αὑτοῖς εἶναι, οὔτ' εἰπεῖν ἃ εἶπον, οὔτε πρᾶξαι ἃ ἔπραξαν.
465Aristoteles, Ethica Eudemia, 2; 212 (auctor 384BC-322BC)
ὥστ' εἰ τὸ ἑκούσιον καὶ ἀκούσιον καὶ πρὸς τὸ βίᾳ ἔδει σκέψασθαι, τοῦτο μὲν οὕτω διῃρήσθω (οἱ γὰρ μάλιστ' ἐμποδίζοντες τὸ ἑκούσιον ὡς βίᾳ πράττοντες, ἀλλ' ἑκόντες) · ἐπεὶ δὲ τοῦτ' ἔχει τέλος, καὶ οὔτε τῇ ὀρέξει οὔτε τῇ προαιρέσει τὸ ἑκούσιον ὥρισται, λοιπὸν δὴ ὁρίσασθαι τὸ κατὰ τὴν διάνοιαν.
466Aristoteles, Ethica Eudemia, 2; 237 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν οὐκ ἔστιν οὔτε βούλησις οὔτε δόξα οὔθ' ὑπόληψις ἁπλῶς ἡ προαίρεσις, δῆλον· τί δὲ διαφέρει τούτων, καὶ πῶς ἔχει πρὸς τὸ ἑκούσιον· ἅμα δὲ δῆλον ἔσται, καὶ τί ἐστι προαίρεσις.
467Aristoteles, Ethica Eudemia, 2; 244 (auctor 384BC-322BC)
ἐπειδὴ οὖν οὔτε δόξα οὔτε βούλησίς ἐστι προαίρεσίς ἐστιν ὡς ἑκάτερον, οὐδ' ἄμφω (ἐξαίφνης γὰρ προαιρεῖται μὲν οὐθείς, δοκεῖ δὲ πράττειν καὶ βούλονται) · ὡς ἐξ ἀμφοῖν ἄρα.
468Aristoteles, Ethica Eudemia, 2; 254 (auctor 384BC-322BC)
διὸ οὔτε ἐν τοῖς ἄλλοις ζῴοις ἐστὶν ἡ προαίρεσις, οὔτε ἐν πάσῃ ἡλικίᾳ, οὔτε πάντως ἔχοντος ἀνθρώπου.
469Aristoteles, Ethica Eudemia, 2; 261 (auctor 384BC-322BC)
ἀλλὰ περὶ μὲν τούτων ἐροῦμεν ἐν τῇ περὶ τῶν δικαίων ἐπισκέψει· ἡ δὲ προαίρεσις ὅτι οὔτε ἁπλῶς βούλησις οὔτε δόξα ἐστί, δῆλον, ἀλλὰ δόξα τε καὶ ὄρεξις, ὅταν ἐκ τοῦ βουλεύσασθαι συμπερανθῶσιν.
470Aristoteles, Ethica Eudemia, 2; 285 (auctor 384BC-322BC)
οὔτε γὰρ ἰατρὸς σκοπεῖ εἰ δεῖ ὑγιαίνειν ἢ μή, ἀλλ' εἰ περιπατεῖν ἢ μή, οὔτε ὁ γυμναστικὸς εἰ δεῖ εὖ ἔχειν ἢ μή, ἀλλ' εἰ παλαῖσαι ἢ μή.
471Aristoteles, Ethica Eudemia, 3; 63 (auctor 384BC-322BC)
οὔτε γὰρ διὰ τὸ εἰδέναι τὰ φοβερὰ θαρροῦσιν οἱ ἐπὶ τοὺς ἱστοὺς ἀναβαίνειν ἐπιστάμενοι, ἀλλ' ὅτι ἴσασι τὰς βοηθείας τῶν δεινῶν· οὔτε δι' ὃ θαρραλεώτερον ἀγωνίζονται, τοῦτο ἀνδρεία.
472Aristoteles, Ethica Eudemia, 3; 72 (auctor 384BC-322BC)
ἡ δ' ἀληθὴς οὔτε αὕτη οὔτ' ἐκείνων οὐδεμία, ἀλλὰ ὁμοία μέν, ὥσπερ καὶ ἡ τῶν θηρίων, ἃ διὰ τὸν θυμὸν ὁμόσε τῇ πληγῇ φέρεται.
473Aristoteles, Ethica Eudemia, 3; 73 (auctor 384BC-322BC)
οὔτε γὰρ ὅτι ἀδοξήσει, δεῖ μένειν φοβουμένους, οὔτε δι' ὀργήν, οὔτε διὰ τὸ μὴ νομίζειν ἀποθανεῖσθαι, ἢ διὰ τὸ δυνάμεις ἔχειν φυλακτικάς· οὐδὲ γὰρ οἰήσεται οὕτω γε φοβερὸν εἶναι οὐθέν.
474Aristoteles, Ethica Eudemia, 3; 74 (auctor 384BC-322BC)
ἀλλ' ἐπειδὴ πᾶσα ἀρετὴ προαιρετική (τοῦτο δὲ πῶς λέγομεν, εἴρηται πρότερον, ὅτι ἕνεκά τινος πάντα αἱρεῖσθαι ποιεῖ, καὶ τοῦτό ἐστι τὸ οὗ ἕνεκα, τὸ καλόν) , δῆλον ὅτι καὶ ἡ ἀνδρεία ἀρετή τις οὖσα ἕνεκά τινος ποιήσει τὰ φοβερὰ ὑπομένειν, ὥστ' οὔτε δι' ἄγνοιαν (ὀρθῶς γὰρ μᾶλλον ποιεῖ κρίνειν) οὔτε δι' ἡδονήν, ἀλλ' ὅτι καλόν, ἐπεί, ἄν γε μὴ καλὸν ᾖ ἀλλὰ μανικόν, οὐχ ὑπομένει· αἰσχρὸν γάρ.
475Aristoteles, Ethica Eudemia, 3; 112 (auctor 384BC-322BC)
ἐπεὶ οὖν ἡμαρτημέναι ἀμφότεραι αἱ ἕξεις ἐκεῖναι, φανερὸν ὅτι ἐπιεικὴς ἡ μέση τούτων ἕξις· οὔτε γὰρ προτερεῖ οὔθ' ὑστερίζει οὔτε οἷς οὐ δεῖ ὀργίζεται οὔτε οἷς δεῖ οὐκ ὀργίζεται.
476Aristoteles, Ethica Eudemia, 3; 151 (auctor 384BC-322BC)
ὁ δὲ τέταρτος τῶν διορισθέντων οὔτε πάμπαν ψεκτὸς οὔτε μεγαλόψυχος, περὶ οὐδὲν ἔχον ὢν μέγεθος· οὔτε γὰρ ἄξιος οὔτε ἀξιοῖ μεγάλων, διὸ οὐκ ἐναντίος.
477Aristoteles, Ethica Eudemia, 3; 153 (auctor 384BC-322BC)
οὐκ ἔστι δ' ἐναντίος οὔτε τῷ μὴ μεμπτὸς εἶναι (ὡς γὰρ ὁ λόγος κελεύει, ἔχει) · καὶ ὁ αὐτός ἐστι τῇ φύσει τῷ μεγαλοψύχῳ (ὧν γὰρ ἄξιοι, τούτων ἀξιοῦσιν αὑτοὺς ἄμφω) · καὶ ὃ μὲν γένοιτ' ἂν μεγαλόψυχος (ἀξιώσει γὰρ ὧν ἐστιν ἄξιος) , ὁ δὲ μικρόψυχος, ὃς ὑπαρχόντων αὐτῷ μεγάλων κατὰ τιμὴν ἀγαθῶν οὐκ ἀξιοῖ, τί ἂν ἐποίει, εἰ μικρῶν ἄξιος ἦν· εἰ γὰρ [ἂν] μεγάλων ἀξιῶν χαῦνος ἦν, ἢ ἐλαττόνων ἔτι.
478Aristoteles, Ethica Eudemia, 7; 47 (auctor 384BC-322BC)
καὶ οἶνος ἡδίων οὐχ ὁ τῷ διεφθαρμένῳ τὴν γλῶτταν ὑπὸ οἰνοφλυγίας, ἐπεὶ οὔτε ὄξος παρεγχέουσιν, ἀλλὰ τῇ ἀδιαφθόρῳ αἰσθήσει.
479Aristoteles, Ethica Eudemia, 7; 76 (auctor 384BC-322BC)
λείπεται τοίνυν οὕτως, ὅτι ἔστι μὲν ὡς μόνη ἡ πρώτη φιλία, ἔστι δὲ ὡς πᾶσαι, οὔτε ὡς ὁμώνυμοι καὶ ὡς ἔτυχον ἔχουσαι πρὸς ἑαυτάς, οὔτε καθ' ἓν εἶδος, ἀλλὰ μᾶλλον πρὸς ἕν.
480Aristoteles, Ethica Eudemia, 7; 230 (auctor 384BC-322BC)
ὁ δ' ἀγαθὸς οὔθ' ἅμα λοιδορεῖται ἑαυτῷ, ὥσπερ ὁ ἀκρατής, οὔτε ὁ ὕστερος τῷ πρότερον, ὥσπερ ὁ μεταμελητικός, οὔτε ὁ ἔμπροσθεν τῷ ὕστερον, ὥσπερ ὁ ψεύστης.
481Aristoteles, Ethica Eudemia, 7; 239 (auctor 384BC-322BC)
ἔστι δ' ἡ εὔνοια τῆς φιλίας οὔτε πάμπαν ἕτερον οὔτε ταὐτόν.
482Aristoteles, Ethica Eudemia, 7; 247 (auctor 384BC-322BC)
ἔστι δ' οὐ περὶ πάντα ἡ ὁμόνοια ἡ φιλική, ἀλλὰ περὶ τὰ πρακτὰ τοῖς ὁμονοοῦσι, καὶ ὅσα εἰς τὸ συζῆν συντείνει, οὔτε μόνον κατὰ διάνοιαν ἢ κατὰ ὄρεξιν (ἔστι γὰρ τἀναντία τὸ κινοῦν ἐπιθυμεῖν, ὥσπερ ἐν τῷ ἀκρατεῖ διαφωνεῖ τοῦτο) , οὐ δεῖ κατὰ τὴν προαίρεσιν ὁμονοεῖν καὶ κατὰ τὴν ἐπιθυμίαν.
483Aristoteles, Ethica Eudemia, 7; 287 (auctor 384BC-322BC)
δεσπότου μὲν οὖν καὶ δούλου ἥπερ καὶ τέχνης καὶ ὀργάνων καὶ ψυχῆς καὶ σώματος, αἱ δὲ τοιαῦται οὔτε φιλίαι οὔτε δικαιοσύναι, ἀλλ' ἀνάλογον, ὥσπερ καὶ τὸ ὑγιεινὸν οὐ δίκαιον, ἀλλ' ἀνάλογον· γυναικὸς δὲ καὶ ἀνδρὸς φιλία ὡς χρήσιμον καὶ κοινωνία· πατρὸς δὲ καὶ υἱοῦ ἡ αὐτὴ ἥπερ θεοῦ πρὸς ἄνθρωπον καὶ τοῦ εὖ ποιήσαντος πρὸς τὸν παθόντα καὶ ὅλως τοῦ φύσει ἄρχοντος πρὸς τὸν φύσει ἀρχόμενον· ἣ δὲ τῶν ἀδελφῶν πρὸς ἀλλήλους ἑταιρικὴ μάλιστα ἡ κατ' ἰσότητα.
484Aristoteles, Ethica Eudemia, 7; 305 (auctor 384BC-322BC)
αδεσποτα 6 (βεργK) καὶ οἱ πολῖται, ὅταν μὴ χρήσιμοι ἀλλήλοις, ἀλλ' ἐκ χειρὸς εἰς χεῖρα ἡ φιλία· ἔστι δὲ ἐνταῦθα καὶ ἄρχον καὶ ἀρχόμενον οὔτε τὸ φυσικὸν οὔτε τὸ βασιλικόν, ἀλλὰ τὸ ἐν τῷ μέρει, οὐδὲ τούτου ἕνεκα ὅπως εὖ ποιῇ ὁ θεός, ἀλλ' ἵνα ἴσον ᾖ τοῦ ἀγαθοῦ καὶ τῆς λειτουργίας.
485Aristoteles, Ethica Eudemia, 7; 364 (auctor 384BC-322BC)
εἰ κατ' ἔνδειαν ζητεῖται φίλος καὶ ἔσται ἀγαθὸς αὐταρκέστατος, εἰ ὁ μετ' ἀρετῆς εὐδαίμων, τί ἂν δέοι φίλου· οὔτε γὰρ τῶν χρησίμων δεῖσθαι αὐτάρκους οὔτε τῶν εὐφρανούντων οὔτε τοῦ συζῆν· αὐτὸς γὰρ αὑτῷ ἱκανὸς συνεῖναι.
486Aristoteles, Ethica Eudemia, 7; 365 (auctor 384BC-322BC)
μάλιστα δὲ τοῦτο φανερὸν ἐπὶ θεοῦ· δῆλον γὰρ ὡς οὐδενὸς προσδεόμενος οὐδὲ φίλου δεήσεται, οὐδ' ἔσται αὐτῷ οὔτε μηθὲν δεσπότου.
487Aristoteles, Ethica Eudemia, 7; 380 (auctor 384BC-322BC)
τὸ δὴ συζῆν αἱρεῖσθαι δόξειε μὲν ἂν εἶναι σκοπουμένοις πως εὔηθες (ἐπὶ τῶν κοινῶν πρῶτον καὶ τοῖς ἄλλοις ζῴοις, οἷον τοῦ συνεσθίειν ἢ τοῦ συμπίνειν· τί γὰρ διαφέρει τὸ πλησίον οὖσι ταῦτα συμβαίνειν ἢ χωρίς, ἂν ἀφέλῃς τὸν λόγον· ἀλλὰ μὴν καὶ τοῦ λόγου κοινωνεῖν τοῦ τυχόντος ἕτερον τοιοῦτον· ἅμα τε οὔτε διδάσκειν οὔτε μανθάνειν τοῖς αὐταρκέσι φίλοις οἷόν τε· μανθάνων μὲν γὰρ αὐτὸς οὐκ ἔχει ὡς δεῖ, διδάσκοντος δ' ὁ φίλος, ἡ δ' ὁμοιότης φιλία) · ἀλλὰ μὴν φαίνεταί γε, καὶ πάντες ἥδιον τῶν ἀγαθῶν μετὰ τῶν φίλων κοινωνοῦμεν, καθ' ὅσον ἐπιβάλλει ἕκαστον καὶ οὗ δύναται ἀρίστου, ἀλλὰ τούτων τῷ μὲν ἡδονῆς σωματικῆς, τῷ δὲ θεωρίας μουσικῆς, τῷ δὲ φιλοσοφίας.
488Aristoteles, Ethica Eudemia, 8; 80 (auctor 384BC-322BC)
οὔτε γὰρ ἄφρων οὔτ' ἄδικος ἢ ἀκόλαστος ὢν οὐδὲν ἂν ὀνήσειε χρώμενος αὐτοῖς, ὥσπερ οὐδ' ὁ κάμνων τῇ τοῦ ὑγιαίνοντος τροφῇ χρώμενος οὐδ' ὁ ἀσθενὴς καὶ ἀνάπηρος τοῖς τοῦ ὑγιοῦς καὶ τοῖς τοῦ ὁλοκλήρου κόσμοις.
489Aristoteles, Ethica Nicomachea, 1, 9; 12 (auctor 384BC-322BC)
πρὸς τοῖς εἰρημένοις γὰρ οὐδ' ἐστὶν ἀγαθὸς ὁ μὴ χαίρων ταῖς καλαῖς πράξεσιν· οὔτε γὰρ δίκαιον οὐθεὶς ἂν εἴποι τὸν μὴ χαίροντα τῷ δικαιοπραγεῖν, οὔτ' ἐλευθέριον τὸν μὴ χαίροντα ταῖς ἐλευθερίοις πράξεσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
490Aristoteles, Ethica Nicomachea, 1, 10; 10 (auctor 384BC-322BC)
εἰκότως οὖν οὔτε βοῦν οὔτε ἵππον οὔτε ἄλλο τῶν ζῴων οὐδὲν εὔδαιμον λέγομεν· οὐδὲν γὰρ αὐτῶν οἷόν τε κοινωνῆσαι τοιαύτης ἐνεργείας.
491Aristoteles, Ethica Nicomachea, 1, 11; 15 (auctor 384BC-322BC)
οὐδὲ δὴ ποικίλος γε καὶ εὐμετάβολος· οὔτε γὰρ ἐκ τῆς εὐδαιμονίας κινηθήσεται ῥᾳδίως, οὐδ' ὑπὸ τῶν τυχόντων ἀτυχημάτων ἀλλ' ὑπὸ μεγάλων καὶ πολλῶν, ἔκ τε τῶν τοιούτων οὐκ ἂν γένοιτο πάλιν εὐδαίμων ἐν ὀλίγῳ χρόνῳ, ἀλλ' εἴπερ, ἐν πολλῷ τινὶ καὶ τελείῳ, μεγάλων καὶ καλῶν ἐν αὐτῷ γενόμενος ἐπήβολος.
492Aristoteles, Ethica Nicomachea, 2, 1; 3 (auctor 384BC-322BC)
οὔτ' ἄρα φύσει οὔτε παρὰ φύσιν ἐγγίνονται αἱ ἀρεταί, ἀλλὰ πεφυκόσι μὲν ἡμῖν δέξασθαι αὐτάς, τελειουμένοις δὲ διὰ τοῦ ἔθους.
493Aristoteles, Ethica Nicomachea, 2, 2; 4 (auctor 384BC-322BC)
τοιούτου δ' ὄντος τοῦ καθόλου λόγου, ἔτι μᾶλλον ὁ περὶ τῶν καθ' ἕκαστα λόγος οὐκ ἔχει τἀκριβές· οὔτε γὰρ ὑπὸ τέχνην οὔθ' ὑπὸ παραγγελίαν οὐδεμίαν πίπτει, δεῖ δ' αὐτοὺς ἀεὶ τοὺς πράττοντας τὰ πρὸς τὸν καιρὸν σκοπεῖν, ὥσπερ καὶ ἐπὶ τῆς ἰατρικῆς ἔχει καὶ τῆς κυβερνητικῆς.
494Aristoteles, Ethica Nicomachea, 2, 4; 4 (auctor 384BC-322BC)
πάθη μὲν οὖν οὐκ εἰσὶν οὔθ' αἱ ἀρεταὶ οὔθ' αἱ κακίαι, ὅτι οὐ λεγόμεθα κατὰ τὰ πάθη σπουδαῖοι ἢ φαῦλοι, κατὰ δὲ τὰς ἀρετὰς καὶ τὰς κακίας λεγόμεθα, καὶ ὅτι κατὰ μὲν τὰ πάθη οὔτ' ἐπαινούμεθα οὔτε ψεγόμεθα (οὐ γὰρ ἐπαινεῖται ὁ φοβούμενος οὐδὲ ὁ ὀργιζόμενος, οὐδὲ ψέγεται ὁ ἁπλῶς ὀργιζόμενος ἀλλ' ὁ πῶς) , κατὰ δὲ τὰς ἀρετὰς καὶ τὰς κακίας ἐπαινούμεθα ἢ ψεγόμεθα.
495Aristoteles, Ethica Nicomachea, 2, 4; 7 (auctor 384BC-322BC)
διὰ ταῦτα δὲ οὐδὲ δυνάμεις εἰσίν· οὔτε γὰρ ἀγαθοὶ λεγόμεθα τῷ δύνασθαι πάσχειν ἁπλῶς οὔτε κακοί, οὔτ' ἐπαινούμεθα οὔτε ψεγόμεθα· ἔτι δυνατοὶ μέν ἐσμεν φύσει, ἀγαθοὶ δὲ ἢ κακοὶ οὐ γινόμεθα φύσει· εἴπομεν δὲ περὶ τούτου πρότερον.
496Aristoteles, Ethica Nicomachea, 2, 5; 12 (auctor 384BC-322BC)
εἰ δὴ πᾶσα ἐπιστήμη οὕτω τὸ ἔργον εὖ ἐπιτελεῖ, πρὸς τὸ μέσον βλέπουσα καὶ εἰς τοῦτο ἄγουσα τὰ ἔργα (ὅθεν εἰώθασιν ἐπιλέγειν τοῖς εὖ ἔχουσιν ἔργοις ὅτι οὔτ' ἀφελεῖν ἔστιν οὔτε προσθεῖναι, ὡς τῆς μὲν ὑπερβολῆς καὶ τῆς ἐλλείψεως φθειρούσης τὸ εὖ, τῆς δὲ μεσότητος σῳζούσης, οἱ δ' ἀγαθοὶ τεχνῖται, ὡς λέγομεν, πρὸς τοῦτο βλέποντες ἐργάζονται) · ἡ δ' ἀρετὴ πάσης τέχνης ἀκριβεστέρα καὶ ἀμείνων ἐστὶν ὥσπερ καὶ ἡ φύσις, τοῦ μέσου ἂν εἴη στοχαστική.
497Aristoteles, Ethica Nicomachea, 2, 6; 7 (auctor 384BC-322BC)
ὥσπερ δὲ σωφροσύνης καὶ ἀνδρείας οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις διὰ τὸ τὸ μέσον εἶναί πως ἄκρον, οὕτως οὐδ' ἐκείνων μεσότης οὐδ' ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλ' ὡς ἂν πράττηται ἁμαρτάνεται· ὅλως γὰρ οὔθ' ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἔστιν, οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψις.
498Aristoteles, Ethica Nicomachea, 3, 4; 7 (auctor 384BC-322BC)
καὶ ἡ μὲν ἐπιθυμία ἡδέος καὶ ἐπιλύπου, ἡ προαίρεσις δ' οὔτε λυπηροῦ οὔθ' ἡδέος.
499Aristoteles, Ethica Nicomachea, 3, 5; 15 (auctor 384BC-322BC)
οὔτε γὰρ ἰατρὸς βουλεύεται εἰ ὑγιάσει, οὔτε ῥήτωρ εἰ πείσει, οὔτε πολιτικὸς εἰ εὐνομίαν ποιήσει, οὐδὲ τῶν λοιπῶν οὐδεὶς περὶ τοῦ τέλους· ἀλλὰ θέμενοι τὸ τέλος τὸ πῶς καὶ διὰ τίνων ἔσται σκοποῦσι· καὶ διὰ πλειόνων μὲν φαινομένου γίνεσθαι διὰ τίνος ῥᾷστα καὶ κάλλιστα ἐπισκοποῦσι, δι' ἑνὸς δ' ἐπιτελουμένου πῶς διὰ τούτου ἔσται κἀκεῖνο διὰ τίνος, ἕως ἂν ἔλθωσιν ἐπὶ τὸ πρῶτον αἴτιον, ὃ ἐν τῇ εὑρέσει ἔσχατόν ἐστιν.
500Aristoteles, Ethica Nicomachea, 3, 9; 11 (auctor 384BC-322BC)
φοβερώτατον δ' ὁ θάνατος· πέρας γάρ, καὶ οὐδὲν ἔτι τῷ τεθνεῶτι δοκεῖ οὔτ' ἀγαθὸν οὔτε κακὸν εἶναι.