'πάροδος' - search in All Authors, Showing 1 to 10 of 10 hits

1Aristoteles, De arte poetica, 12; 1 (auctor 384BC-322BC)
Μέρη δέ τραγῳδίας, οἷς μέν ὡς εἴδεσι δεῖ χρῆσθαι, πρότερον εἴπομεν· κατά δέ τό ποσόν, καί εἰς ἃ διαιρεῖται κεχωρισμένα, τάδε ἐστί, πρόλογος ἐπεισόδιον ἔξοδος χορικόν, καί τοῦτου τό μέν πάροδος τό δέ στάσιμον, κοινά μέν ἁπάντων ταῦτα, ἴδια δέ τά ἀπό τῆς σκηνῆς καί κόμμοι.
2Aristoteles, De arte poetica, 12; 2 (auctor 384BC-322BC)
Ἔστι δέ πρόλογος μέν μέρος ὅλον τραγῳδίας τό πρό χοροῦ παρόδου, ἐπεισόδιον δέ μέρος ὅλον τραγῳδίας τό μεταξύ ὅλων χορικῶν μελῶν, ἔξοδος δέ μέρος ὅλον τραγῳδίας μεθ᾿ ὃ οὐκ ἔστι χοροῦ μέλος, χορικοῦ δέ πάροδος μέν ἡ πρώτη λέξις ὅλου χοροῦ, στάσιμον δέ μέλος χοροῦ τό ἄνευ ἀναπαίστου καί τροχαίου, κόμμος δέ θρῆνος κοινός χοροῦ καί ἀπό σκηνῆς.
3Aristoteles, Problemata, 4, 2; 9 (auctor 384BC-322BC)
Καὶ αὐτὴ δὲ ἡ τοῦ σπέρματος πάροδος παρὰ τοὺς τόπους τούτους οὖσα ἐπιδηλότατα ἱκανή ἐστι λεπτύνειν· ἀφαιρεῖ γάρ, ἀλλ´ οὐ προστίθησι πλησιάζουσα.
4Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 12; 4
καὶ ἦλθεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν.
5Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 2; 5
σκιᾶς γὰρ πάροδος ὁ καιρὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν, ὅτι κατεσφραγίσθη καὶ οὐδεὶς ἀναστρέφει.
6Coelestinus I, Epistolae et decreta, 50, 0496D
Οὐκ ἔστι γὰρ ἐκεῖνο ἡμέτερον, δι' οὗ μόνη πάροδος· ἀλλὰ ταῦτα ἀληθῶς ἡμέτερα, ἥπερ ἀσφαλεστάτη ἐλπὶς ἐπαγγέλλεται.
7Flauius Sosipater Charisius, Ars, p. 452, l. 67 (auctor c.362)
transitus πάροδος.
8Gregorius I, Dialogi, 77, 0274C (auctor 540-604)
Ὁ δὲ τόπος ἐν ᾧ ἐτάφη, τοῖς εἰς τὰ πρόβατα ἀπερχομένοις πάροδος ὑπῆρχεν.
9Gregorius I, Prolegomena, 66, 0141C (auctor 540-604)
Ἐκ τῶν ῥηθέντων τοίνυν μοναστηρίων, ὧνπερ ἐν αὐτῷ τῷ τόπῳ συνεστήσατο ὁ ἐν ἁγίοις πατὴρ Βενέδικτος, τρία ἐξ αὐτῶν ὑπεράνω τῶν τοῦ ὄρους ἦσαν κρημνῶν, καὶ σφόδρα ὑπῆρχε τοῖς ἀδελφοῖς ἐπίμοχθον τὸ διηνεκῶς κατέρχεσθαι εἰς τὸν λάκκον, καὶ τὴν τοῦ ὕδατος πορίζεσθαι χρείαν· ἡ γὰρ πάροδος διὰ τοῦ ἐπικινδύνου μέρους τοῦ ὄρους ἦν, ὥστε σὺν φόβῳ πολλῷ κατιέναι αὐτοὺς καὶ ἀνέρχεσθαι.
10Plotinus, Enneades, 4, 4, 8; 10 (auctor c.205-270)
Εἰ οὖν τὰ ἄστρα φερόμενα τὰ αὑτῶν πράττοντα φέρεται καὶ οὐχ ἵνα παρέλθῃ ταῦτα ὅσα παρέρχεται, καὶ τὸ ἔργον αὐτοῖς οὔτε ἡ θέα ὧν πάρεισιν, οὔτε τὸ παρελθεῖν, κατὰ συμβεβηκός τε ἡ πάροδος, πρὸς ἄλλοις τε ἡ γνώμη μείζοσι, τά τε αὐτὰ ἀεὶ δι᾽ ὧν διέρχονται ταῦτα, ὅ τε χρόνος οὐκ ἐν λογισμῷ ὁ ἐν τοσῷδε, εἰ καὶ διῃρεῖτο, οὐκ ἀνάγκη οὔτε τόπων ὧν παρίασιν οὔτε χρόνων εἶναι μνήμην· ζωήν τε τὴν αὐτὴν ἔχοντα, ὅπου καὶ τὸ τοπικὸν αὐτοῖς περὶ ταὐτόν, ὡς μὴ τοπικόν, ἀλλὰ ζωτικὸν τὸ κίνημα εἶναι ζώιου ἑνὸς εἰς αὐτὸ ἐνεργοῦντος ἐν στάσει μὲν ὡς πρὸς τὸ ἔξω, κινήσει δὲ τῇ ἐν αὐτῷ ζωῇ ἀιδίῳ οὔσῃ – καὶ μὴν εἰ καὶ χορείαι ἀπεικάσειέ τις τὴν κίνησιν αὐτῶν, εἰ μὲν ἱσταμένῃ ποτέ, ἡ πᾶσα ἂν εἴη τελεία ἡ συντελεσθεῖσα ἐξ ἀρχῆς εἰς τέλος, ἀτελὴς δὲ ἡ ἐν μέρει ἑκάστη· εἰ δὲ τοιαύτῃ οἵα ἀεί, τελεία ἀεί.