'παρών' - search in All Authors, Showing 1 to 57 of 57 hits

1Adrianus I, Epistolae, 96, 1234C
Ὅθεν καὶ τὰς ἐκ διαφόρων καὶ εὐδοκιμωτάτων πατέρων λεπτομερῶς μαρτυρίας, τῶν τὰς αὐτὰς ἱερὰς εἰκόνας συστησάντων, τηρητέον ἐστὶ, καθὼς ἐν ταῖς βίβλοις αὐτῶν εὑρίσκομεν, καὶ τῇ ὑμετέρᾳ ἐπιεικετάτῃ βασιλείᾳ ἐπετηδεύσαμεν ἀναγαγεῖν· δυσωπῶ δὲ μετὰ μεγάλου πόθου καρδίας τὴν ὑμετέραν πρᾳότητα, καὶ ὡς παρὼν γονυπετῶν, καὶ τοῖς ὑμετέροις ἴχνεσι κυλινδούμενος ἱκετεύω, καὶ ἐνώπιον τοῦ Θεοῦ παρακαλῶ καὶ ὁρκίζω, τὰς αὐτὰς ἱερὰς εἰκόνας ἐν αὐτῇ τῇ Θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, καὶ ἐν τοῖς ἀμφοτέροις μέρεσι τῆς Γραικίας, εἰς τὴν ἀρχαίαν βάσιν συστῆσαι καὶ στηρίξαι κελεύσατε, φυλάττοντες τὴν παράδοσιν ταύτης τῆς ἡμετέρας ἱερωτάτης καὶ ἁγιωτάτης Ἐκκλησίας, καὶ ἀποῤῥίπτοντες καὶ βδελυσσόμενοι τῶν ἀσεβῶν αἱρετικῶν τὴν δεινοτητα, ἵνα ταύτην τὴν ἡμετέραν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Ῥωμαϊκὴν Ἐκκλησίαν τὴν ἀκατάληπτον [L. ἀνεπίληπτον] ἐναγκαλίσησθε [L. ἵνα ὑμᾶς αὐτοὺ ἡ ἡμετέρα ἁγία καθολ.
2Aristoteles, Physica, 4, 15; 24
ἐν δὲ τῷ χρόνῳ πάντα γίγνεται καὶ φθείρεται· διὸ καὶ οἱ μὲν σοφώτατον ἔλεγον, ὁ δὲ Πυθαγόρειος Πάρων ἀμαθέστατον, ὅτι καὶ ἐπιλανθάνονται ἐν τούτῳ, λέγων ὀρθότερον.
3Aristoteles, Athenaion Politeia, p2, 11, 1; 1 (auctor 384BC-322BC)
διατάξας δὲ τὴν πολιτείαν ὅνπερ εἴρηται τρόπον, ἐπειδὴ προσιόντες αὐτῷ περὶ τῶν νόμων ἠνώχλουν, τὰ μὲν ἐπιτιμῶντες τὰ δὲ ἀνακρίνοντες, βουλόμενος μήτε ταῦτα κινεῖν, μήτ' ἀπεχθάνεσθαι παρών, ἀποδημίαν ἐποιήσατο κατ' ἐμπορίαν ἅμα καὶ θεωρίαν εἰς Αἴγυπτον, εἰπὼν ὡς οὐχ ἥξει δέκα ἐτῶν.
4Aristoteles, Athenaion Politeia, p2, 11, 1; 2 (auctor 384BC-322BC)
οὐ γὰρ οἴεσθαι δίκαιον εἶναι τοὺς νόμους ἐξηγεῖσθαι παρών, ἀλλ' ἕκαστον τὰ γεγραμμένα ποιεῖν.
5Aristoteles, Ethica Nicomachea, 5, 14; 9 (auctor 384BC-322BC)
ὅταν οὖν λέγῃ μὲν ὁ νόμος καθόλου, συμβῇ δ' ἐπὶ τούτου παρὰ τὸ καθόλου, τότε ὀρθῶς ἔχει, ᾗ παραλείπει ὁ νομοθέτης καὶ ἥμαρτεν ἁπλῶς εἰπών, ἐπανορθοῦν τὸ ἐλλειφθέν, ὃ κἂν ὁ νομοθέτης αὐτὸς ἂν εἶπεν ἐκεῖ παρών, καὶ εἰ ᾔδει, ἐνομοθέτησεν.
6Aristoteles, Physica, 4, 13; 21 (auctor 384BC-322BC)
ἐν δὲ τῷ χρόνῳ πάντα γίγνεται καὶ φθείρεται· διὸ καὶ οἱ μὲν σοφώτατον ἔλεγον, ὁ δὲ Πυθαγόρειος Πάρων ἀμαθέστατον, ὅτι καὶ ἐπιλανθάνονται ἐν τούτῳ, λέγων ὀρθότερον.
7Aristoteles, Problemata, 5, 36; 2 (auctor 384BC-322BC)
Εἰ οὖν ἑστηκότι μὲν προσμένει τὸ θερμόν, προσμένον δὲ μᾶλλον θερμαίνει ἢ κινούμενον (ἀεὶ γὰρ τὸ σῶμα ἴδιον ἡμῶν ἀτμίδα τινὰ χλιαρὰν ἀφίησιν ἀφ´ ἑαυτοῦ, ἣ θερμαίνει τὸν ἐγγὺς ἀέρα ὥσπερ δαλὸς παρών), ἠρεμούντων μὲν ἡμῶν θερμὸς γίνεται ὁ περιέχων ἡμᾶς ἀὴρ διὰ τὰ εἰρημένα, κινουμένων δὲ πνεῦμα γίνεται, ὃ καταψύχει ἡμᾶς· πᾶν γὰρ πνεῦμα ψυχρόν ἐστιν.
8Aristoteles, Rhetorica, 1, 3, 4; 8 (auctor 384BC-322BC)
χρόνοι δὲ ἑκάστου τούτων εἰσὶ τῷ μὲν συμβουλεύοντι ὁ μέλλων (περὶ γὰρ τῶν ἐσομένων συμβουλεύει ἢ προτρέπων ἢ ἀποτρέπων) , τῷ δὲ δικαζομένῳ ὁ γενόμενος (περὶ γὰρ τῶν πεπραγμένων ἀεὶ ὁ μὲν κατηγορεῖ, ὁ δὲ ἀπολογεῖται) , τῷ δ' ἐπιδεικτικῷ κυριώτατος μὲν ὁ παρών (κατὰ γὰρ τὰ ὑπάρχοντα ἐπαινοῦσιν ἢ ψέγουσιν πάντες) , προσχρῶνται δὲ πολλάκις καὶ τὰ γενόμενα ἀναμιμνήσκοντες καὶ τὰ μέλλοντα προεικάζοντες.
9Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 3
ἐγὼ μὲν γάρ, ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον
10Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 2
δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.
11Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 9
καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω.
12Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 2
προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι,
13Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 10
διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ κύριος ἔδωκέν μοι, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.
14Coelestinus I, Epistolae et decreta, 50, 0498B
Πάντας τοίνυν ὁ παρὼν λόγος εἰς τὸ κοινὸν περιπλέκεται, ἵνα μᾶλλον ἰσχυροποιηθέντες καὶ θαρσαλέοι γενόμενοι ἐν κυρίῳ, μὴ μετακινηθῆτε, ἀλλὰ μᾶλλον θεραπεύσητε τὰς ἀλλήλων ἀσθενείας.
15Concilia Carthaginensia, Acta, 3, 1086A (auctor fl. 257)
Ἐναντία τοίνυν ἐν τούτῷ τῷ κεφαλαίῳ τῶν δύο συνόδων εἰσαγουσῶν τὰ τῆς δευτέρας κρατεῖ συνόδου, ὅτι τε μεταγενεστέρα ἐστὶ, καὶ ὅτι οἰκουμενικὴ, ἐν ᾗ πάντως ἐκ πάντων τῶν πατριαρχικῶν θρόνων συνῆσαν, ἢ οἱ πατριάρχαι αὐτοὶ, ἢ τοπηρήται, ὅτι δὲ οὐκ ἐδέχθη ὸ παρὼν κανὼν παρὰ πάντων τῶν ἁγίων πατέρων, δηλοῦται καὶ ἐκ τοῦ δευτέρου κανόνος τῆς ἐν τῷ Τρούλλῳ γενομένης συνόδου λεγομένης ἕκτης· ἀπορίθμησιν γὰρ ἐν αὐτῷ οἱ συνόδου ἅγιοι πατέρες ἐκείνης ποιούμενοι τῶν ὀφειλόντων κρατεῖν κανόνων, ταῦτα περὶ τοῦ κανόνος τούτου ῥήμασιν αὐτοῖς διεξιᾶσιν.
16Concilia Carthaginensia, Acta, 3, 1100B (auctor fl. 257)
Ματόλιος ἀπὸ Οἴας εἶπεν· Κᾀγὼ παρὼν καὶ Πόμπηϊος ἀπὸ Σαβράτων, καὶ Διογὰς ἀπὸ Λεπτιμάγνης, οἵπερ ἐνετείλαντό μοι, σώματι μὲν ἀπόντες, τῷ δὲ πνεύματι παρόντες κρίνομεν, ὅπερ καὶ πολλοὶ συνεπίσκοποι ἡμῶν, τοὺς αἱρετικοὺς κοινωνεῖν ἡμῖν μὴ δύνασθαι, ἐὰν μὴ παρ' ἡμῶν βαπτισθῶσιν.
17Constantinus I, Conciones, 8, 0435A (auctor c.272–337)
τίς οὖν κρείσσων μέθοδος; ποία δ' ἐπιχείρησις ἀνυτικωτέρα πρὸς τὸ τοὺς κακοὺς σωφρονισθῆναι, τῆς ἑαυτοῦ προσρήσεως; οὐκ αὐτὸς παρὼν καὶ ὁρώμενος ἐδίδασκε τὸν κόσμιον βίον; εἰ οὖν ἡ τοῦ Θεοῦ παραγγελία παρόντος οὐδὲν ἤνυσε, τί ἂν ἀπόντος, καὶ μὴ ἀκουομένου ὠφέλησε; τί οὖν ἐγένετο ἐμπόδιον τῆς μακαριωτάτης διδασκαλίας; ἡ τῶν ἀνθρώπων σκαιότης· ὅταν γὰρ τὰ καλῶς τε καὶ προσηκόντως παραγγελλόμενα, πρὸς ὀργὴν λαμβάνωμεν, τηνικάδε τὸ νῆφον τῆς διανοίας ἀμαυροῦται.
18Constantinus I, Conciones, 8, 0446A (auctor c.272–337)
καὶ ταῦτ' οὐκ ἐξ ἀκοῆς λέγω, ἀλλ' αὐτός τε παρὼν καὶ ἱστορήσας, ἐπόπτης τε γενόμενος τῆς οἰκτρᾶς τῶν πόλεων τύχης.
19Constantinus I, Conciones, 8, 0451B (auctor c.272–337)
σαφῶς ταῖς προτάξεσι τῶν πρώτων γραμμάτων, ἥτις ἀκροστιχὶς λέγεται, δηλοῦσα τὴν ἱστορίαν τῆς τοῦ Ἰησοῦ κατελεύσεως· ἔστι δὲ ἡ ἀκροστιχὶς αὕτη, Ἰησοῦς Χριστὸς, Θεοῦ Υἱὸς, Σωτὴρ, Σταυρὸς· τὰ δ' ἔπη αὐτῆς, ταῦτα· Ἰδρώσει γὰρ χθὼν, κρίσεως σημεῖον ὅτ' ἔσται· Ἥξει δ' οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἅπαντα Ὅψονται δὲ Θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι Υψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοι, Σαρκοφόρον· ψυχάς τ' ἀνδρῶν ἐπὶ βήματι κρινεῖ.
20Desiderius Erasmus, Adagia, Chiliades, 2, 1684; 1 (opus 1508)
Παρών ἀποδημεῖ, id est Praesens peregrinatur.
21Desiderius Erasmus, Adagia, Chiliades, 2, 1684; 8 (opus 1508)
Item Aristophanes in Equitibus: Πρός τε τόν λέγοντ’ ἀεί Κέχηνας, ὁ νοῦς παρών ἀποδημεῖ, id est Tu semper inhias ad loquentes, caeterum Animus peregre est, mensque tua praesens abest.
22Desiderius Erasmus, Adagia, Chiliades, 3, 2547; 9 (opus 1508)
Idem in Equitibus: Πρός τε τόν λέγοντ’ ἀεί Κέχηνας, ὁ νοῦς δέ σου παρῶν ἀποδημεῖ, id est Usque ad loquentem inhias, at ipsa mens tua Praesens peregre est.
23Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0434C (auctor c.470–c.544)
Τρὶς μὲν ἤδη κρυβεῖσαν κατά τινα οἰκονομίαν ἄῤῥητον, τοσαυτάκις δὲ κάτω που τῶν τῆς γῆς λαγόνων ἀναδοθεῖσαν, εἰκὸς δήπου καὶ ἡμᾶς πρῶτα μνησθῆναι τῆς πρώτης, εἶθ' ἑξῆς δευτέρας, καὶ κατὰ τάξιν ἅμα τῆς τρίτης· ἣν καὶ ὑπόθεσιν ὁ παρὼν ἔχει λόγος· εἰ καὶ ἄλλως προσῆκον αὐτῷ προσφύεσθαι ἑκατέραις, καὶ μηδεμιᾶς ἀπηρτῆσθαι, ὡς ἀμφοτέραις συγχρώμενον.
24Goldastus, Notae, 80, 0317B
Sic mathita μαθητής Waldrammus ad Dadon: Mathitae fido praesens didascalus esto; Μαθητῇ πιστῷ παρὼν διδάσκαλος ἔστω.
25Gregorius I, Dialogi, 77, 0190A (auctor 540-604)
Τοσαῦτα γὰρ περὶ αὐτοῦ ἐπ' ἀληθείας δύναται λέγειν, ὅσα καὶ ὄψει παρὼν ἐθεάσατο.
26Gregorius I, Dialogi, 77, 0193 (auctor 540-604)
Τοσοῦτον οὖν φοβερός ἐστιν ὁ τῶν δικαίων θυμὸς, ὅτι ἐν ταῖς καρδίαις αὐτῶν ἀεὶ παρών ἐστιν ὁ τὴν ἐκδίκησιν ἐπαγαγεῖν δυνάμενος, οἵαν αὐτοὶ βούλωνται.
27Gregorius I, Dialogi, 77, 0215C (auctor 540-604)
Τῆς οὖν μνήμης καταλειφθείσης, ὡς παρὼν καὶ ὁρώμενος νομισθήσεται, τοῖς δὲ προλεχθεῖσιν καὶ ταῦτα, ὅσῃ δύναμαι συντομίᾳ ἐπισφίγγω.
28Gregorius I, Dialogi, 77, 0267C (auctor 540-604)
Ἔλεγε γὰρ, ὅτι Προνοῦλφος ὁ κόμης ἐν τῷ καιρῷ ἐκείνῳ παρῆν μετὰ τοῦ ῥηγὸς Αὐθαλαρίκου, ἐν τῷ τόπῳ ἐν ᾧ τὸ θαυμαστὸν πρᾶγμα τοῦτο συνέβη, καὶ ὅπερ ὄψει παρὼν ἐθεάσατο, τοῦτο τῷ προλεχθέντι τριβούνῳ ἐγνώρισεν.
29Gregorius I, Dialogi, 77, 0343B (auctor 540-604)
Ἐν δὲ τῷ πράγματι τούτῳ μοναχὸς ἡμέτερος παρὼν αὐτόθι ὑπῆρχεν.
30Gregorius I, Dialogi, 77, 0414C (auctor 540-604)
Ὁ εὐλαβέστατος ἀδελφὸς Βενάντιος, ὁ τῆς πόλεως Λούνης ἐπίσκοπος, ὁ καὶ ἐπὶ τοῦ παρόντος παρὼν, καὶ Λιβέριος ὁ μεγαλοπρεπέστατος ἀνὴρ εὐλαβὴς καὶ ἀληθινὸς ὑπάρχων, οὗτοι ἑαυτοὺς ἅμα τῶν ἰδίων ἀνθρώπων παρεῖναι ἐν τῷ πράγματι λέγουσι περὶ οὗ διηγοῦνται, ὅπερ ἐν τῇ πόλει Γενούας συμβέβηκε.
31Gregorius I, Prolegomena, 66, 0159B (auctor 540-604)
Ἐγὼ τοῦ ἁγίου τούτου ἀνδρὸς τὰς πράξεις ἀκούων, ἐν μὲεν τῷ προορᾷν τὰ μέλλοντα, καὶ τὰ ἐν κρυφῇ δρώμενα εἰς φανερὸν ἄγειν, τοῦ Ἐλισσαίου τὸ πνεῦμα ἐν αὐτῷ ὑπάρχειν ὁρῶ, ὅτι ἀπόντι τῷ μαθητῇ, ὡς παρὼν τὰ κατὰ αὐτοῦ διέγνω.
32Gregorius I, Prolegomena, 66, 0169C (auctor 540-604)
Πρὸς ὃν ὁ ἅγιος ἔφη· « Μήτοι γε ἐγὼ οὐκ ἤμην αὐτόθι παρὼν, ὅτε παρὰ τῶν ἱερῶν παρθένων ἐδέξω τὰ ἐγχείρια, καὶ ἐν τῷ κόλπῳ σου ταῦτα κατέκρυψας; » ὁ δὲ ταῦτα ἀκούσας τοῖς ἴχνεσι τοῦ ἁγίου προσκυλινδούμενος, ἑαυτὸν ἡμαρτηκέναι ἔλεγεν· ἅπερ δὲ ἦν λαβὼν παρὰ τῶν παρθένων ἐγχείρια, ταῦτα ἐκ τοῦ ἑαυτοῦ κόλπου ἐκβαὼν, ἐνώπιον τοῦ ἁγίου ῥίψας γνησίως περὶ τοῦ πταίσματος τούτου μετεμελήθη.
33Iulius I, Monumenta genuina, 8, 0894B
ὥσπερ γὰρ ἐν τῇ Τύρῳ Μακάριος παρῆν ὁ κατηγορούμενος, καὶ Ἰσχύρας ὀ κατήγορος, καὶ οὐδὲν ἐδείχθη· οὓτως ἒδει καὶ ἐν τῷ Μαρεώτῃ μὴ μόνον ἀπελθεῖν τὸν κατήγορον, ἀλλὰ καὶ τὸν κατηγορούμενον, ἳνα παρὼν ἢ ἐλεγχθῇ, ἢ μὴ ἐλεγχθεὶς, δείξῃ τὴν συκοφαντίαν.
34Iulius I, Monumenta genuina, 8, 0914B
ἐγὼ Οὐρσάκιος τῇ ὁμολογίᾳ μου ταῦτῃ παρὼν ὑπέγραψα, ὁμοίως καὶ Οὐάλης.
35Leo I, Epistolae, 54, 0984C (auctor 440-461)
Ὁ γὰρ θρόνος Κωνσταντινουπόλεως ἔχει πατέρα τὸν ἀποστολικὸν θρόνον ὑμῶν κατεξαίρετον ἑαυτὸν συνάψας ἡμῖν, ἵνα καὶ διὰ τῆς ὑμῶν περὶ αὐτὸν φροντίδος ἅπαντες μὲν πεισθεῖεν, ὅτι γνησίως ἄνωθεν προνοησάμενοι, καὶ νῦν τὴν αὐτὴν ἔχοντες διαμένετε περὶ αὐτὸν φροντίδα, καὶ ὡς λυσιτελοῦντα δὲ τῇ ἐκκλησιαστικῇ καταστάσει καταξιώσατε ἅπαντα κυρῶσαι τὰ παρακολουθήσαντα ἐγγράφως ἐν τῇ ἁγιωτάτῃ καὶ οἰκουμενίκῃ συνόδῳ, καὶ αὐτὸν δὲ τὸν προειρημένων περὶτοῦ θρόνου τῆς Κωσταντινουπόλεως ὅρον ἐσπουδάσαμεν ἀποστεῖλαι πρὸς τὴν ὑμετέραν ἁγιωσύνη· ἵνα ἔχῃ τε εἰδέναι, ὡς εὐχαῖς ταῖς ὑμετέραις θεοσόφως ἅπαντα ᾠκονόμηται, καὶ παρακαλοῦμεν πρόσφορον ἀπόκρισιν δέξασθαι ἑκάστην ὑπόθεσιν διδάσκοντος ὑμᾶς ἅπαντα τοῦ θεοφιλεστάτου ἐπισκόπου Λουκιανοῦ, ὃς καὶ αὐτὸς παρὼν τῇ ἁγίᾳ συνόδῳ, καὶ ἐμφρόνως τὰ δυνατὰ εἰσενεγκὼν τῷ περὶ τῆς πίστεως ἡμῶν ἀγῶνι ἐπελέγη παρ' ἡμῶν ὑπηρετήσασθαι τῇ πρὸς ὑμᾶς ἐπ' ἀγαθοῖς διακονίᾳ ἀνὴρ τέλειος ὑπάρχων, τοῖς τε εὐσεβεστάτοις, καὶ φιλοχρίστοις ἡμῶν βασιλεῦσιν ἄνωθεν φίλος ὅνπερ ἀπολαύσαντα τῆς ὑμετέρας ἀγαθότητος χαίροντα πρὸς ἡμᾶς ἐκπέμψαι καταξιώσατε.
36Markos monachos, Florilegium et opuscula, Florilegium, 6; 2 (auctor fl.1260)
Ἐργασίας γὰρ ὁ παρὼν καιρός, ὁ δὲ μέλλων ἀνταποδόσεως.
37Plato, Alcibiades, p1, 104; 8 (auctor c.425BC-347BC)
ἐγὼ γάρ τοι ἐν νῷ εἶχον πρότερός σοι προσελθὼν αὐτὰ ταῦτ' ἐρέσθαι, τί ποτε βούλει καὶ εἰς τίνα ἐλπίδα βλέπων ἐνοχλεῖς με, ἀεὶ ὅπου ἂν ὦ ἐπιμελέστατα παρών· τῷ ὄντι γὰρ θαυμάζω ὅτι ποτ' ἐστὶ τὸ σὸν πρᾶγμα, καὶ ἥδιστ' ἂν πυθοίμην.
38Plato, Convivium, p1, 209; 3 (auctor c.425BC-347BC)
ἁπτόμενος γὰρ οἶμαι τοῦ καλοῦ καὶ ὁμιλῶν αὐτῷ, ἃ πάλαι ἐκύει τίκτει καὶ γεννᾷ, καὶ παρὼν καὶ ἀπὼν μεμνημένος, καὶ τὸ γεννηθὲν συνεκτρέφει κοινῇ μετ' ἐκείνου, ὥστε πολὺ μείζω κοινωνίαν τῆς τῶν παίδων πρὸς ἀλλήλους οἱ τοιοῦτοι ἴσχουσι καὶ φιλίαν βεβαιοτέραν, ἅτε καλλιόνων καὶ ἀθανατωτέρων παίδων κεκοινωνηκότες.
39Plato, Euthydemus, p1, 291; 1 (auctor c.425BC-347BC)
Κρίτων ποῖος Κτήσιππος· Σωκράτης ἀλλὰ μὴν τόδε γε εὖ οἶδα, ὅτι οὔτε Εὐθύδημος οὔτε Διονυσόδωρος ἦν ὁ εἰπὼν ταῦτα· ἀλλ', ὦ δαιμόνιε Κρίτων, μή τις τῶν κρειττόνων παρὼν αὐτὰ ἐφθέγξατο· ὅτι γὰρ ἤκουσά γε ταῦτα, εὖ οἶδα.
40Plato, Gorgias, p1, 461; 6 (auctor c.425BC-347BC)
καὶ νῦν εἴ τι ἐγὼ καὶ Γοργίας ἐν τοῖς λόγοις σφαλλόμεθα, σὺ παρὼν ἐπανόρθου – δίκαιος δ' εἶ – καὶ ἐγὼ ἐθέλω τῶν ὡμολογημένων εἴ τί σοι δοκεῖ μὴ καλῶς ὡμολογῆσθαι, ἀναθέσθαι ὅτι ἂν σὺ βούλῃ, ἐάν μοι ἓν μόνον φυλάττῃς.
41Plato, Leges, 1b, 699; 4 (auctor c.425BC-347BC)
ταῦτ' οὖν αὐτοῖς πάντα φιλίαν ἀλλήλων ἐνεποίει, ὁ φόβος ὁ τότε παρὼν ὅ τε ἐκ τῶν νόμων τῶν ἔμπροσθεν γεγονώς, ὃν δουλεύοντες τοῖς πρόσθεν νόμοις ἐκέκτηντο, ἣν αἰδῶ πολλάκις ἐν τοῖς ἄνω λόγοις εἴπομεν, ᾗ καὶ δουλεύειν ἔφαμεν δεῖν τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι, ἧς ὁ δειλὸς ἐλεύθερος καὶ ἄφοβος· ὃν εἰ τότε μὴ δέος ἔλαβεν, οὐκ ἄν ποτε συνελθὼν ἠμύνατο, οὐδ' ἤμυνεν ἱεροῖς τε καὶ τάφοις καὶ πατρίδι καὶ τοῖς ἄλλοις οἰκείοις τε ἅμα καὶ φίλοις, ὥσπερ τότ' ἐβοήθησεν, ἀλλὰ κατὰ σμικρὰ ἂν ἐν τῷ τότε ἡμῶν ἕκαστος σκεδασθεὶς ἄλλος ἄλλοσε διεσπάρη.
42Plato, Leges, 1e, 764; 2 (auctor c.425BC-347BC)
ἴτω δ' εἰς ἐκκλησίαν καὶ τὸν κοινὸν σύλλογον ὁ βουλόμενος, ἐπάναγκες δ' ἔστω τῷ τῶν δευτέρων καὶ πρώτων τιμημάτων, δέκα δραχμαῖς ζημιουμένῳ ἐὰν μὴ παρὼν ἐξετάζηται τοῖς συλλόγοις· τρίτῳ δὲ τιμήματι καὶ τῷ τετάρτῳ μὴ ἐπάναγκες, ἀλλὰ ἀζήμιος ἀφείσθω, ἐὰν μή τι παραγγείλωσιν οἱ ἄρχοντες πᾶσιν ἔκ τινος ἀνάγκης συνιέναι.
43Plato, Leges, 1j, 917; 2 (auctor c.425BC-347BC)
κρείττους δὲ οἱ ἀμείνους τῶν χειρόνων, πρεσβῦταί τε ὡς ἐπὶ τὸ πᾶν εἰπεῖν τῶν νέων, διὸ καὶ γονῆς κρείττους ἐκγόνων, καὶ ἄνδρες δὴ γυναικῶν καὶ παίδων, ἄρχοντές τε ἀρχομένων· οὓς αἰδεῖσθαι πᾶσιν πάντας πρέπον ἂν εἴη ἐν ἄλλῃ τε ἀρχῇ πάσῃ καὶ ἐν ταῖς πολιτικαῖς δὴ μάλιστα ἀρχαῖς, ὅθεν ὁ νῦν παρὼν ἡμῖν λόγος ἐλήλυθεν.
44Plato, Philebus, p1, 16; 2 (auctor c.425BC-347BC)
Πρώταρχος ἆρ', ὦ Σώκρατες, οὐχ ὁρᾷς ἡμῶν τὸ πλῆθος, ὅτι νέοι πάντες ἐσμέν, καὶ οὐ φοβῇ μή σοι μετὰ Φιλήβου συνεπιθώμεθα, ἐὰν ἡμᾶς λοιδορῇς· ὅμως δὲ μανθάνομεν γὰρ ὃ λέγεις, εἴ τις τρόπος ἔστι καὶ μηχανὴ τὴν μὲν τοιαύτην ταραχὴν ἡμῖν ἔξω τοῦ λόγου εὐμενῶς πως ἀπελθεῖν, ὁδὸν δέ τινα καλλίω ταύτης ἐπὶ τὸν λόγον ἀνευρεῖν, σύ τε προθυμοῦ τοῦτο καὶ ἡμεῖς συνακολουθήσομεν εἰς δύναμιν· οὐ γὰρ σμικρὸς ὁ παρὼν λόγος, ὦ Σώκρατες.
45Plato, Politicus, p1, 272; 3 (auctor c.425BC-347BC)
τὸν δὴ βίον, ὦ Σώκρατες, ἀκούεις μὲν τὸν τῶν ἐπὶ Κρόνου· τόνδε δ' ὃν λόγος ἐπὶ Διὸς εἶναι, τὸν νυνί, παρὼν αὐτὸς ᾔσθησαι· κρῖναι δ' αὐτοῖν τὸν εὐδαιμονέστερον ἆρ' ἂν δύναιό τε καὶ ἐθελήσειας· Νεώτερος Σωκράτης οὐδαμῶς.
46Plato, Politicus, p1, 306; 19 (auctor c.425BC-347BC)
Ξένος ὀξύτητα καὶ τάχος, εἴτε κατὰ σώματα εἴτ' ἐν ψυχαῖς εἴτε κατὰ φωνῆς φοράν, εἴτε αὐτῶν τούτων εἴτε ἐν εἰδώλοις ὄντων, ὁπόσα μουσικὴ μιμουμένη καὶ ἔτι γραφικὴ μιμήματα παρέχεται, τούτων τινὸς ἐπαινέτης εἴτε αὐτὸς πώποτε γέγονας εἴτε ἄλλου παρὼν ἐπαινοῦντος ᾔσθησαι· Νεώτερος Σωκράτης τί μήν· Ξένος ἦ καὶ μνήμην ἔχεις ὅντινα τρόπον αὐτὸ δρῶσιν ἐν ἑκάστοις τούτων· Νεώτερος Σωκράτης οὐδαμῶς.
47Plato, Respublica, 1a, 383; 6 (auctor c.425BC-347BC)
κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ· ὁ δ', αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρών, αὐτὸς τάδ' εἰπών, αὐτός ἐστιν ὁ κτανὼν τὸν παῖδα τὸν ἐμόν – αεσξη.
48Plato, Respublica, 1e, 497; 13 (auctor c.425BC-347BC)
οὐ τὸ μὴ βούλεσθαι, ἦν δ' ἐγώ, ἀλλ' εἴπερ, τὸ μὴ δύνασθαι διακωλύσει· παρὼν δὲ τήν γ' ἐμὴν προθυμίαν εἴσῃ.
49Plato, Theaetetus, p1, 169; 15 (auctor c.425BC-347BC)
Σωκράτης εἰ μὲν τοίνυν αὐτὸς παρὼν ὡμολόγει ἀλλὰ μὴ ἡμεῖς βοηθοῦντες ὑπὲρ αὐτοῦ συνεχωρήσαμεν, οὐδὲν ἂν πάλιν ἔδει ἐπαναλαβόντας βεβαιοῦσθαι· νῦν δὲ τάχ' ἄν τις ἡμᾶς ἀκύρους τιθείη τῆς ὑπὲρ ἐκείνου ὁμολογίας.
50Plato, Timaeus, p1, 17; 3 (auctor c.425BC-347BC)
Σωκράτης ἆρ' οὖν μέμνησθε ὅσα ὑμῖν καὶ περὶ ὧν ἐπέταξα εἰπεῖν· Τίμαιος τὰ μὲν μεμνήμεθα, ὅσα δὲ μή, σὺ παρὼν ὑπομνήσεις· μᾶλλον δέ, εἰ μή τί σοι χαλεπόν, ἐξ ἀρχῆς διὰ βραχέων πάλιν ἐπάνελθε αὐτά, ἵνα βεβαιωθῇ μᾶλλον παρ' ἡμῖν.
51Plotinus, Enneades, 1, 2, 4; 15 (auctor c.205-270)
Τάχα δὲ καὶ οὕτω λέγεται ἔχειν, ὅτι ὁ νοῦς οὐκ ἀλλότριος καὶ μάλιστα δὲ οὐκ ἀλλότριος, ὅταν πρὸς αὐτὸν βλέπῃ· εἰ δὲ μή, καὶ παρὼν ἀλλότριος.
52Plotinus, Enneades, 1, 2, 5; 7 (auctor c.205-270)
Οὔκουν ἔσται μάχη· ἀρκεῖ γὰρ παρὼν ὁ λόγος, ὃν τὸ χεῖρον αἰδέσεται, ὥστε καὶ αὐτὸ τὸ χεῖρον δυσχερᾶναι, ἐάν τι ὅλως κινηθῇ, ὅτι μὴ ἡσυχίαν ἦγε παρόντος τοῦ δεσπότου, καὶ ἀσθένειαν αὑτῷ ἐπιτιμῆσαι.
53Plotinus, Enneades, 3, 2, 2; 7 (auctor c.205-270)
Τὸ γὰρ ἀπορρέον ἐκ νοῦ λόγος, καὶ ἀεὶ ἀπορρεῖ, ἕως ἂν ἦ παρὼν ἐν τοῖς οὖσι νοῦς.
54Plotinus, Enneades, 5, 5, 8; 3 (auctor c.205-270)
Ὁ δὲ οὐκ ἤιει, ὥς τις προσεδόκα, ἀλλ᾽ ἦλθεν ὡς οὐκ ἐλθών· ὤφθη γὰρ ὡς οὐκ ἐλθών, ἀλλὰ πρὸ ἁπάντων παρών, πρὶν καὶ τὸν νοῦν ἐλθεῖν.
55Plotinus, Enneades, 6, 5, 10; 2 (auctor c.205-270)
Καὶ οὗτός ἐστιν ὁ θυραυλῶν Ἔρως παρὼν ἔξωθεν ἀεὶ καὶ ἐφιέμενος τοῦ καλοῦ καὶ ἀγαπῶν ἀεὶ οὕτως ὡς δύναιτο μετασχεῖν· ἐπεὶ καὶ ὁ ἐνταῦθα ἐραστὴς οὐ δεχόμενος τὸ κάλλος, ἀλλὰ παρακείμενος οὕτως ἔχει.
56Plotinus, Enneades, 6, 5, 12; 8 (auctor c.205-270)
Εἰ δ᾽ ἀπῆλθες, οὐκ ἀπ᾽ αὐτοῦ – αὐτὸ γὰρ πάρεστιν – οὐδὲ τότε ἀπῆλθες, ἀλλὰ παρὼν ἐπὶ τὰ ἐναντία ἐστράφης.
57Plotinus, Enneades, 6, 9, 4; 8 (auctor c.205-270)
Εἰ δὲ μὴ ἦλθέ τις ἐπὶ τὸ θέαμα, μηδὲ σύνεσιν ἔσχεν ἡ ψυχὴ τῆς ἐκεῖ ἀγλαίας μηδὲ ἔπαθε μηδὲ ἔσχεν ἐν ἑαυτῷ οἷον ἐρωτικὸν πάθημα ἐκ τοῦ ἰδεῖν ἐραστοῦ ἐν ὧι ἐρᾷ ἀναπαυσαμένου, δεξάμενος φῶς ἀληθινὸν καὶ πᾶσαν τὴν ψυχὴν περιφωτίσας διὰ τὸ ἐγγυτέρω γεγονέναι, ἀναβεβηκέναι δὲ ἔτι ὀπισθοβαρὴς ὑπάρχων, ἃ ἐμπόδια ἦν τῇ θέαι, καὶ οὐ μόνος ἀναβεβηκώς, ἀλλ᾽ ἔχων τὸ διεῖργον ἀπ᾽ αὐτοῦ, ἢ μήπω εἰς ἓν συναχθείς – οὐ γὰρ δὴ ἄπεστιν οὐδενὸς ἐκεῖνο καὶ πάντων δέ, ὥστε παρὼν μὴ παρεῖναι ἀλλ᾽ ἢ τοῖς δέχεσθαι δυναμένοις καὶ παρεσκευασμένοις, ὥστε ἐναρμόσαι καὶ οἷον ἐφάψασθαι καὶ θίγειν ὁμοιότητι καὶ τῇ ἐν αὐτῷ δυνάμει συγγενεῖ τῷ ἀπ᾽ αὐτοῦ· ὅταν οὕτως ἔχῃ, ὡς εἶχεν, ὅτε ἦλθεν ἀπ᾽ αὐτοῦ, ἤδη δύναται ἰδεῖν ὡς πέφυκεν ἐκεῖνος θεατὸς εἶναι – εἰ οὖν μήπω ἐστὶν ἐκεῖ, ἀλλὰ διὰ ταῦτά ἐστιν ἔξω, ἢ δι᾽ ἔνδειαν τοῦ παιδαγωγοῦντος λόγου καὶ πίστιν περὶ αὐτοῦ παρεχομένου, δι᾽ ἐκεῖνα μὲν αὐτὸν ἐν αἰτίαι τιθέσθω, καὶ πειράσθω ἀποστὰς πάντων μόνος εἶναι, ἃ δὲ ἐν τοῖς λόγοις ἀπιστεῖ ἐλλείπων, ὧδε διανοείσθω.