'περί' - search in All Authors, Showing 1 to 500 of 11549 hits      Show next 500

1Adrianus I, Epistolae, 96, 1215C
Μαθόντες γὰρ τὰ παρὰ τῆς ὑμετέρας γαληνότητος καὶ εὐσεβείας καταπεμφθέντα ἡμῖν γράμματα, λίαν ηὐφράνθη ἡ καρδία ἡμῶν, καὶ τοσαύτης ἀγαλλιάσεως καὶ χαρᾶς ἐνεπλήσθημεν ὅσην ἀνθρωπίνη γλῶσσα εἰπεῖν οὐκ εὐπορεῖ· τοιαύτη γὰρ χαρὰ ἡμῖν ἀνετειλε διὰ τῆς ὑμετέρας κελεύσεως, οἵαν περὶ τῶν πρώην σχισμάτων τῆς αἱρέσεως πλῆξιν εἴχομεν.
2Adrianus I, Epistolae, 96, 1218B
Περὶ δὲ τῶν ἐν τῇ εὐσεβεῖ ὑμῶν κελεύσει ἐμφερομένων τῶν πρώην γενομένων ἐν τῇ ὑμετέρᾳ βασιλίδι πόλει ἕνεκεν τῶν σεβασμίων εἰκόνων, τὸ ὅπως οἱ προβεβασιλευκότες ὑμῶν κατέστρεψαν, καὶ ἐν ἀτιμίᾳ καὶ ὕβρει κατέθηκαν ἑαυτοὺς καὶ αὐτάς.
3Adrianus I, Epistolae, 96, 1219B
Καὶ κοιμωμένου αὐτοῦ, ἰδοὺ παρέστησαν αὐτῷ οἱ ἅγιοι ἀπόστολοι, ὅ τε Πέτρος καὶ Παῦλος λέγοντες· « Ἐπειδὴ ἐπέτρεψας [Ex., οὐκ ἐπέστρεψας, sive ἔφριξας] βασιλεῦ νηπίων αἱματεκχυσίαν γενέσθαι περὶ τοῦ νοσήματος οὗ ἔχεις, ἰδοὺ ἀπεστάλημεν παρὰ Χριστοῦ δοῦναί σοι σωτηρίαν.
4Adrianus I, Epistolae, 96, 1219D
» Καὶ ἐξελθόντι ἐῤῥέθη αὐτῷ παρὰ τῶν στρατιωτῶν, περὶ οὗ ζητεῖται κεφαλαίου· καὶ ἐλθὼν πρὸς τὸν βασιλέα μετὰ τριῶν πρεσβυτέρων καὶ δύο διακόνων, καὶ ἰδὼν αὐτὸν εἶπεν· « Εἰρήνη σοι, ὦ βασιλεῦ, ἐκ τοῦ οὐρανοῦ ἄνωθεν, καὶ νίκη· » Ὁ οὖν βασιλεὺς ἱλαρῷ ὄμματι καὶ ἁπλῇ τῇ καρδίᾳ δεξάμενος τοὺς λόγους αὐτοῦ, πάντα ὅσα ἀπεκαλύφθησαν αὐτῷ, ἐξηγήσατο τῷ ἁγίῳ Σιλβέστρῳ.
5Adrianus I, Epistolae, 96, 1223A
Καὶ μετὰ ταῦτα ὁ κύριος Ζαχαρίας, καὶ Στέφανος, καὶ Παῦλος, καὶ ἕτερος Στέφανος, οἱ προηγησάμενοι ἡμῶν ἁγιώτατοι ἀρχιερεῖς, τὸν πάππον καὶ τὸν πατέρα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας περὶ τῆς ἀποκαταστάσεως τῶν αὐτῶν ἱερῶν εἰκόνων ἐδυσώπησαν, ὁμοίως δὲ καὶ ἡ ἡμετέρα εὐτέλεια μετὰ μεγάλης ταπεινοφροσύνης τὴν ὑμετέραν βασιλείαν δυσωπεῖ, ἵνα καθὼς ἐκ τῶν ἁγιωτάτων τῶν προηγησαμένων ἡμῶν καὶ δοκιμωτάτων ἀρχιερέων ἐδεξάμεθα, ἐν ταῖς ἐκκλησίαις διὰ μνήμην τὰς ἱστορίας ἀναστηλώσωμεν, καὶ τὴν ἱερὰν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν σάρκωσιν τῆς αὐτοῦ ἀνθρωπομορφίας ἐν τῇ αὐλῇ τοῦ Θεοῦ καταστήσωμεν, ἅμα καὶ τῆς ἁγίας αὐτοῦ μητρὸς, καὶ τῶν ἁγίων καὶ μακαρίων ἀποστόλων, προφητῶν τε καὶ μαρτύρων, καὶ ὁμολογητῶν, καὶ διὰ τὸν πόθον σεβώμεθα.
6Adrianus I, Epistolae, 96, 1223C
Περὶ οὗ ἀναγινώσκομεν, ὅτι « Ἐπέβλεψε Κύριος ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ.
7Adrianus I, Epistolae, 96, 1223D
» Περὶ οὗ οὐδαμῶς ὁ Θεὸς ὠργίσθη αὐτῷ, διότι τὸν λίθον ἔστησεν ἰδίᾳ βουλήσει.
8Adrianus I, Epistolae, 96, 1226A
Καὶ πάλιν ὁ αὐτὸς Ἰακὼβ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ προσεκύνησε, πίστει τῆς ἀγαπήσεως τοῦτο ποιήσας, περὶ ἧς καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος ἐν τῇ πρὸς Εβραίους ἐπιστολῇ φησιν, ὅτι Οὐ τὴν ῥάβδον, ἀλλὰ τὸν κρατοῦντα αὐτὴν, ἔνδειξιν ἀγαπήσεως ποιήσας, προσεκύνησεν.
9Adrianus I, Epistolae, 96, 1227B
» Ὅθεν ὁ ἅγιος Αὐγουστῖνος ὁ μέγας διδάσκαλος ἐν ταῖς νουθασίαις αὐτοῦ ἔφη· Τί ἐστιν εἰκὼν Θεοῦ, εἰ μὴ πρόσωπον Θεοῦ, ἐν ᾧ ἐσημειώθη ὁ λαὸς τοῦ Θεοῦ; Ἐν τῷ μεταξὺ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης ἐπίσκοπος περὶ τοῦ Ἀβραὰμ λόγον συνεστήσατο, λέγων· Εἶδον πλειστάκις τὴν ἐπιγραφὴν τοῦ πάθους, καὶ οὐκ ἀδακρυτὶ παρῆλθον ἔργον τέχνης εἰς πρόσωπον προσαχθὲν ἱστορίας, καὶ τὰ λοιπὰ ἐκ τῆς ἑρμηνείας αὐτοῦ τῆς εἰς τὰ Ἄσματα τῶν ἄσμάτων, καθὼς ἡ γεγραμμένη διδαχὴ λέγει· Ὕλη τίς ἐστι παντελῶς ἐν διαφόροις βαφαῖς ἀναπληροῦσα τὴν τῆς ψυχῆς [L. τοῦ ἐμψύχου] μίμησιν.
10Adrianus I, Epistolae, 96, 1230B
Πάλιν τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, οὗ ἡ ἀρχή· Ἱκανῶς μὲν ἐκ πολλῶν ὀλίγα λαβόντες ἐγράψαμεν.
11Adrianus I, Epistolae, 96, 1230D
Πάλιν τοῦ ἁγίου Στεφάνου ἐπισκόπου Βόστρων· Οἵτινες δὴ περὶ τῶν εἰκόνων τῶν ἁγίων ὁμολογοῦμεν, ὅτι πᾶν ἔργον τὸ γινόμενον ἐν ὀνόματι τοῦ Θεοῦ, ἀγαθόν ἐστι καὶ ἅγιον· ἄλλο γάρ ἐστιν εἰκὼν, καὶ ἄλλο ἄγαλμα, τουτέστι ζῳδιον.
12Adrianus I, Epistolae, 96, 1234A
Ἀλλὰ καὶ τῆς θείας Γραφῆς τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης ἡ ἱστορία μαρτυρεῖ περὶ τῆς παραφυλακῆς τοῦ θείου σεβάσματος, ὅτι τὰ πρὸς ἔπαινον τοῦ Θεοῦ ἐν ταῖς ἐκκλησίαις εἰς μνημόσυνον τῆς εὐσεβοῦς ἐργασίας τῇ τοῦ Θεοῦ.
13Adrianus I, Epistolae, 96, 1234A
ἐπινεύσει καθιστάμενα, εἰσι κατὰ τὴν παράδοσιν τῶν ἁγίων Πατέρων περὶ συστάσεως τῶν ἱερῶν εἰκόνων, καὶ τῆς θείας [Θ.
14Adrianus I, Epistolae, 96, 1234A
περὶ τῆς συστάσ.
15Adrianus I, Epistolae, 96, 1235A
Ποιμαντικαῖς φροντίσιν, ἐν αἷς ἁρμόζει ποιμαίνειν τὸν λαὸν τοῦ Θεοῦ, καὶ λεπτοτάτῳ λογισμῷ κατανοοῦντες, ὃν τρόπον ἡ τοῦ κηρύγματος φωνὴ ὑγιὴς ὑπὸ κήρυκος ἐν παντὶ καιρῷ ὀφείλει κηρύττεσθαι, καὶ ὁποῖος ὁ ποιμὴν ἐν συμπαθείᾳ, καὶ ὁποῖος ἐν ἀναστροφῇ ὀφείλει εἶναι, ἵνα τοῖς πᾶσι πλησίον τῇ συμπαθείᾳ γένηται, καὶ τοῖς ὅλοις τῇ ἀναστροφῇ ἐπίσημος· καὶ ὅπως ἂν πρὸς ἑαυτὸν διὰ τῆς εὐσεβοῦς εὐπλαγχνίας τὰς τῶν ἁπάντων ἀῤῥωστίας μετενέγκῃ, ἢ καὶ διὰ τῆς ὑψηλοτάτης ἐπιβλέψεως ἑαυτοῦ αἰτούμενος εἰς τὰ θεῖα πάντας μεταβιβάσῃ [L. ἑαυτοῦ ἐπὶ τὰ θεῖα διαβαίνῃ]· περὶ τούτων πάντων συνείδομεν τῇ ὑμετέρᾳ ἠγαπημένῃ ἁγιωσύνῃ καὶ ἱερατικῇ ὁμονοίᾳ προσφθέγξασθαι, καὶ λεπτομερῶς τὸν λόγον φανερῶσαι.
16Adrianus I, Epistolae, 96, 1235A
Καὶ εἰ μὴ τὴν ὑμετέραν εἰλικρινῆ καὶ ὀρθόδοξον πίστιν εἰς τὰ προειρημένα συνοδικὰ τοῦ ἱεροῦ συμβόλου κατὰ τόν θεσμὸν τῶν ἁγίων ἓξ οἰκουμενικῶν συνόδων, καὶ περὶ τῶν σεπτῶν εἰκόνων εὕρομεν καλῶς ἔχουσαν, οὐδαμῶς ἂν ἐτολμήσαμεν τῶν τοιούτων ὑπακοῦσαι συνοδικῶν.
17Adrianus I, Epistolae, 96, 1235B
Ἀλλ' ὅσον ἡ καρδία ἡμῶν ἐλυπεῖτο περὶ τῆς ἀναρμόστου [L. ἀθεμίτου ὑμῶν χειρτονίας, καὶ τῆς ἀναρμόστου, κ.
18Adrianus I, Epistolae, 96, 1235B
Εὕρομεν δὲ ἐν τῇ προειρημένῃ συνοδικῇ ἐπιστολῇ τῆς ὑμετέρας ἁγιωσύνης, μετὰ τὸ πλήρωμα τῆς πίστεως καὶ τῆς ὁμολογίας τοῦ ἱεροῦ συμβόλου, καὶ πασῶν τῶν ἁγίων ἓξ συνόδων, καὶ περὶ τῶν ἱερῶν καὶ σεπτῶν χαρακτήρων θαῦμα αἰνέσεως καὶ περιπτύξεως ἄξιον, περιέχον, Ὅτι τὰ ὑπὸ τῆς αὐτῆς ἁγίας ἕκτης συνόδου δέχομαι μετὰ πάντων τῶν ἐνθέσμως καὶ θειωδῶς ἐκφωνηθέντων παρ' αὐτῆς [καὶ τὰς αὐτὰς ἁγίας ἓξ συνόδους δέχομαι μετὰ πάντων τῶν κανόνων τῶν ἐνθ.
19Adrianus I, Epistolae, 96, 1238C
Καὶ ὁ εἰσερχόμενος διὰ τῆς θύρας, διὰ Χριστοῦ εἰσέρχεται, ὅστις ἐκ τοῦ [L. περὶ τοῦ] αὐτοῦ δημιουργοῦ καὶ λυτρωτοῦ τοῦ ἀνθρωπίνου γένους τὴν ἀλήθειαν συνιεὶς, διαφυλάττει καὶ τηρεῖ τὸν βαθμὸν τῆς ποιμαντικῆς ἀξίας, καὶ βαστάζειν τὸ βάρος ἀνέχεται, οὐ πρὸς τὴν δόξαν καὶ τὴν τιμὴν τὴν παρερχομένην ἀποβλέπων, ἀλλ' ὡς ἀναδεξάμενος τὸ ποίμνιον, ἐπιμελῶς ἀγρυπνεῖ, ἵνα μὴ τὰ πρόβατα τοῦ Θεοῦ εἴτε διὰ διεστραμμένων ἀνθρώπων καὶ σκολιὰ λαλούντων, εἴτε κακῷ πνεύματι πειθόμενα παραφθαρῶσιν.
20Adrianus I, Epistolae, 96, 1239A
Μετὰ γὰρ τὴν ὁμολογίαν τῆς πίστεως ὑμῶν ἐγνώσθη ἡμῖν, ὅτι ἡ ὑμετέρα σεπτὴ ὁσιότης ἠξίωσε τοὸς εὐσεβεστάτους καὶ ὀρθοδοξοτάτους καὶ ζηλωτὰς, τοὺς γενομένους εἰς δόξαν Θεοῦ πιστοὺς βασιλεῖς ἡμῶν, τοὺς ὑπερμάχους τῆς ἀληθείας, περὶ τοῦ γενέσθαι σύνοδον οἰκουμενικήν, καὶ συνέθεντο ἐνὼπιον παντὸς τοῦ φιλοχρίστου αὐτῶν λαοῦ, τῇ ὑμετέρᾳ ἱκεσίᾳ εὐσεβῶς ἐπινεύσαντες, καὶ τὴν σύνοδον ὥρισαν ἐν τῇ βασιλίδι αὐτῶν πόλει γενέσθαι.
21Adrianus I, Epistolae, 96, 1239A
Ἡμεῖς δὲ σὺν μεγάλῳ πόθῳ, καθὼς ἐνεφέρετο ἐν τῇ αὐτῶν θείᾳ κελεύσει, γνησίους καὶ δοκίμους καὶ φρονίμους ἱερεῖς περὶ τῆς συστάσεως τῶν ἱερῶν εἰκόνων, ἵνα ἐν τῇ ἀρχαίᾳ τάξει ἐν τοῖς μέρεσιν ἐκείνοις κατασταθῶσι, μετὰ μεγίστης χαρᾶς ἐπέμψαμεν.
22Adrianus II, Epistola et decreta, 122, 1311D
Ἔγραψας (ἵνα τὰ πολλὰ παρεάσωμεν) ὅπως οἱ πρεσβύτεροι ἡμῶν ἐκ τῆς χώρας τῶν Βουλγάρων μετὰ ὀνειδισμοῦ μεγάλου καὶ αἰσχύνης ἐξωθῶσι, καὶ οἱ ἐπίσκοποι οὐ μετὰ μικρᾶς ἐκεῖθεν ἀτιμίας ἀπελαθῶσι· καὶ ταῦτα μηδέποτε γεγονυίας περὶ τούτου κρίσεως ἐνώπιον ὑμῶν· οὐδὲ γὰρ προσεκλὴθημέν ποτε εἰς κριτήριον διὰ τούτο.
23Agapetus I, Epistolae, 66, 0053A
Δύο γὰρ ἐναντίους λόγους, ἀληθεῖς εἶναι περὶ τοῦ αὐτοῦ πράγματος, φύσιν οὐκ ἔχει, φησὶν ὁ μέγας Γρηγόριος.
24Agapetus I, Epistolae, 66, 0053C
μακαριώτατοι, μὴ χρήσασθαι τῇ συνήθει παῤῥηίᾳ εἰς διόρθωσιν τοῦ τοσούτου κακοῦ, ἀλλ' ὥσπερ τὸ πρότερον ἐπὶ Ἀνθίμῳ διανέστητε, καὶ τὸν διὰ δορᾶς προβάτου περικαλύψαι τὸν λύκον ἐπιχειρήσαντα, καὶ ὑπερβῆναι τὴν θύραν τῶν ἐκκλησιαστικῶν θεσμῶν, καὶ κανόνων, καὶ λῃστρικῶς ἐπιβάντα τῆς τῶν προβάτων μάνδρας ἀπογυμνώσαντες τῆς δορᾶς ἐφ' ἑαυτὸν ἐπεδείξατε, πόῤῥω που τῆς μάνδρας ἀπελάσαντες· οὕτω καὶ νῦν ἐπαγρυπνήσατε, καὶ διδάξατε τὸν εὐσεβέστατον ἡμῶν βασιλέα, ὅτι οὐδὲν κέρδος αὐτῷ, καθά φησιν ὁ θεῖος Γρηγόριος, τῆς λοιπῆς αὐτοῦ περὶ τὰς ἐκκλησίας σπουδῆς, εἰ τὸ τοιοῦτον κακὸν ἐπὶ καθαιρέσει τῆς ὑγιαινούσης πίστεως, διὰ τῆς παῤῥησίας αὐτῶν κατισχύσοι, καὶ συγχωρηθεῖεν ἔτι οὗτοι πρὸς διαφθορὰν τῆς ἐκκλησίας ἐμφωλεύειν τοῖς δεσποτικοῖς καὶ ἰδιωτικοῖς οἴκοις, καὶ τὰ ἄθεσμα ἐν τούτοις πράττειν.
25Agapetus I, Epistolae, 66, 0055B
Ἀλλ' εἰ οὗτοι μόνοι τὴν τοῦ Θεοῦ ἐκκλησίαν διετάραττον, καὶ παρελύπουν, ἐστήσαμεν ἃν μέχρι τοῦτων τὸν ὀδυρμὸν· ἀλλ' ἐπειδὴ καὶ ὑπὸ τῶν δοκούντων ἐντὸς ταύτης εἶναι, καὶ εἰς ἀρχιερέων τάξιν τελεῖν, παντοίως ἐκπορθεῖται, καιρὸς τὸ τοῦ ψαλμοῦ περὶ αὐτῶν εἰπεῖν, « Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἃν ἀπ' αὐτοῦ· σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.
26Agapetus I, Epistolae, 66, 0059B
τῆς τῶν ἐκκλησιῶν εἰρὴνης, καὶ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, ᾧῶ πᾶσα σπουδὴ καὶ φροντὶς, νύκτωρ τε καὶ μεθ' ἡμέραν περὶ ταύτης πρὸ τῶν ἄλλων γίνεται, παῦσαι πᾶσαν ταραχὴν γινομένην ταῖς ἐκκλησίαις παρ' αὐτῶν, καὶ πᾶσαν αὐτῶν ἑτεροδιδασκαλίαν συνιδεῖν τε, μακαριώτατοι, καὶ προτρέψαι τὸν φιλόθεον ἡμῶν δεσπότην, ἐφ' ᾧ νομοθετῆσαι, ὥσπερ τὰ τοῦ Νεστορίου τοῦ δυσσεβοῦς, οὕτω καὶ τὰ Σευήρου τοῦ φρενολήπτου ψυχοφθόρα συγγράμματα, βλασφὴμοῦντα, εἴς τε την ἐν Χαλκηδόνι ἁγίαν σύνοδον, καὶ τὸν τόμον τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Λέοντος πυρὶ παραδοθῆναι.
27Agatho papa, Epistolae, 87, 1218A
Πάντων τῶν ἀγαθῶν ἐλπὶς ὑπάρχειν γνωρίζεται, ἡνίκα ἡ βασιλικὴ κορυφὴ τὸν στέψαντα αὐτὴν, καὶ τοῖς ἀνθρώποις ἐγκαταστήσαντα πρὸς σωτηριώδη κυβέρνησιν, ἐπιγινώσκουσα τὴν περὶ αὐτοῦ ἀληθῆ ὡμολογίαν, ἧτινι μόνῃ ὑπὲρ πάντα τὰ δῶρα ἐπιτέρπεται, πιστῶς ἐπιζητεῖ, καὶ ἀναζωπυροῦντι λογισμῷ περιπτύσσεσθαι ἐπιθυμεῖ.
28Agatho papa, Epistolae, 87, 1219B
» Ἀποτρέπεται γὰρ πρὸς τὰς διαφορὰς τῶν καιρῶν ἡ ἀληθὴς ὁμολογία τῆς εὐσεβείας ποικίλλεσθαι, καθὼς οὐδὲ αὐτὸς τὴν ποικιλίαν προσεδέξατο, περὶ οὗ ἐστιν αὕτη ἡ ἀληθὴς ὁμολογία, ὃς λέγει· « Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.
29Agatho papa, Epistolae, 87, 1219C
» Τοίνυν ἐπειδὴ τῆς γαληναίας ὑμῶν ἀνδρείας ἡ εὐμένεια πρόσωπα ἀπὸ τοῦ τῶν ἐπισκόπων ἀριθμοῦ σταλῆναι ἐκέλευσε, βίῳ τε καὶ εἰδήσει πάντων [πασῶν, L.] Γραφῶν προὔχοντα, περὶ μὲν τῆς καθαρότητος τοῦ βίου, εἰ καὶ τὰ μάλιστά τις καθαρῶς βιώσει, ὅμως θαῤῥεῖν οὐ τολμᾷ· ἡ δὲ τελεία εἴδησις ἐὰν πρὸς εἴδησιν ἀληθοῦς εὐσεβείας ἐπαναδράμῃ, μόνη ἐστὶν ἀληθείας ἐπίγνωσις· ἐὰν δἐ πρὸς εὐγλωττίαν βιωτικὴν, οὐχ ὑπολαμβάνομεν τινα ἐν τοῖς ἡμετέροις χρόνοις δύνασθαι εὑρεθῆναι τὸν περὶ ἄκρας εἰδήσεως καυχώμενον· ὁπότε ἐν τοῖς ἡμετέροις κλίμασι τῶν διαφόρων ἐθνῶν ἡ μανία βράζει, ποτὴ μὲν καὶ καταπονοῦντες, ποτὲ δὲ κατατρέχοντες καὶ ἁρπάζοντες.
30Agatho papa, Epistolae, 87, 1226B
Εἶτα ἠλπίζομεν ἀπὸ Βρεττανίας Θεόδωρον τὸν σύνδουλον ἡμῶν καὶ συνεπίσκοπον, τῆς μεγάλης νήσου Βρεττανίας ἀρχιεπίσκοπον καὶ φιλόσοφον, μετὰ ἄλλων ἐκεῖσε κατὰ τὸν τόπον διαγόντων, ἐκεῖθεν τῇ ἡμετέρᾳ ἑνωθῆναι μετριότητι, καὶ διαφόρους ταύτης τῆς συνόδου ἐπισκόπους ἐν διαφόροις κλίμασι τυγχάνοντας, ἵνα ἐξ ὅλης τῆς κοινότητος τῆς δουλικῆς ἡμῶν συνόδου ἡ ἡμετέρα ἀναφορὰ γενήσοιτο, μήπως ἐὰν μονομερῶς τὸ πραττόμενον γνωσθήσηται, τὸ μέρος λάθῃ· καὶ μάλιστα ἐπειδὴ ἐν μέσῳ τῶν ἐθνῶν τῶν τε Λογγοβάρδων, καὶ Σκλάβων, οὐ μὴν ἀλλὰ καὶ Φράγκων, Γότθων, καὶ Βρεττανῶν πλεῖστοι ἐκ τῶν συνδούλων ἡμῶν εἶναι γνωρίζονται, οἵτινες καὶ περὶ τούτου περιεργάζεσθαι οὐκ ἀφίστανται, ἵνα γνώσωνται, τί εἰς τὸ πρᾶγμα τῆς ἀποστολικῆς πίστεως πράττεται· οἵτινες ὁπόσον ὠφελῆσαι δύνανται, ἐπὰν ἐν τῇ συμφωνίᾳ τῆς πίστεως μεθ' ἡμῶν κρατῶνται, καὶ ἡμῖν ὁμοφωνῶσι, τοσοῦτον, ὅπερ ἀπέστω, ἐὰν σκάνδαλόν τί ποτε ἐν τῷ κεφαλαίῳ τῆς πίστεως ὑπομείνωσιν, εὑρίσκονται ἐχθροὶ καὶ ἐναντίοι.
31Agatho papa, Epistolae, 87, 1226D
] συνείδομεν πρὸς τὰ ἴχνη τῆς ὑμετέρας Θεοσκεπάστου ἀνδρείας, ὀφείλοντα προσαγαγεῖν τὴν ἀναφορὰν πάντων ἡμῶν, τουτέστιν ἁπάντων τῶν κατὰ τὰ ἀρκτῷα καὶ δυτικὰ κλίματα ἐπισκόπων, ἐν ᾗ καὶ τῆς ἀποστολικῆς ἡμῶν πίστεως τὴν ὁμολογίαν προαπηρξάμεθα· ὅμως οὐχ ὡς περὶ ἀδήλων φιλονεικεῖν, ἀλλ' ὡς βέβαια καὶ ἄτρωτα συνελόντι ὅρῳ προσφέρειν· ἱκετευτικῶς παρακαλοῦντες, ἵνα τοῦ ὑμετέρου Θεοστέπτου κράτους ἐπινεύοντος, ταῦτα αὐτὰ πᾶσι κηρυχθῆναι, καὶ πρὸς πάντας ἐπικρατεῖν κελεύσητε· ἵνα ὁ Θεὸς ὁ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην ἀγαπῶν, πάντα αἴσια χαρίσηται τοῖς χρόνοις τῆς ὑμετέρας γαληνοτάτης εὐμενείας, ἐν οἷς τοῦ ἀποστολικοῦ κηρύγματος καὶ τῆς εὐσεβείας ἡ ἀλήθεια ἐκλάμπῃ, κρείττονι καὶ αἰσίᾳ ἐκβάσει τῆς ὑμῶν ἀνδρειοτάτης γαληνότητος τὸ κράτος εὐφρανθῆναι περὶ τῆς τῶν πολεμίων ὑποταγῆς χαριζόμενος.
32Agatho papa, Epistolae, 87, 1250B
Κἀντεῦθεν ἐκ βάθρων αὐτῶν ἀνασπάσαντες τοὺς θεμελίους τῆς βδελυρωτάτης αἱρέσεως, καὶ καταβάντες πρὸς αὐτούς μεθ' ὅπλων πνευματικῶν τε καὶ πατρικῶν, καὶ τὰς γλώσσας αὐτῶν προσφόρως λέγειν συγχέαντες, τὸν ὑπ' αὐτῶν κτισθέντα τῆς ἀσεβεστάτης αἱρέσεως πύργον ἐξεμοχλεύσαμεν· αὐτοὺς δὲ ὡς περὶ τὴν πίστιν ἡμαρτηκότας εἰς τὰς πρωΐας ἔξω τῆς παρεμβολῆς τῶν αὐλῶν τοῦ Θεοῦ, Δαβιτικῶς [Δαυϊτικῶς] εἰπεῖν, τοῖς ἀναθέμασιν ἀπεκτείναμεν, κατὰ τὴν τοῖς ἱεροῖς ὑμῶν γράμμασιν ἐπ' αὐτοῖς προψηφισθεῖσαν ἀπόφασιν· φαμὲν δὴ Θεόδωρον τὸν τῆς Φαρὰν, Σέργιον, Ὁνώριον, Κῦρον, Παῦλον, Πύῤῥον καὶ Πέτρον.
33Agatho papa, Epistolae, 87, 1250C
Οὐ γὰρ ἐγελάσαμεν τῶν πέλας τὰ πτώματα, οὐδὲ τῆς ἐκείνων ἐξοιστρήσεως ἐπιχαρέντες κατεσκιρτήσαμεν, οὐδὲ μέγα διὰ τοῦτο ἐπήρθημεν, ἵνα καὶ μεῖζον ἐπὶ τούτῳ κατενεχθείημεν· οὐχ οὕτως ἡμεῖς περὶ τούτων, ὦ σεβασμία καὶ ἱερὰ κεφαλὴ, ἐπαιδεύθημεν, τὸν τῶν ὅλων δεσπότην Χριστὸν κεκτημένοι φιλάνθρωπόν τε καὶ ὑπεράγαθον· ὃς καὶ μιμητὰς ἡμᾶς, ὡς ἐφικτὸν, τῆς ἱεραρχικῆς αὐτοῦ νομοθεσίας ἀγαθοπρεπῶς γενέσθαι παρακελεύεται, καὶ τύπον ἐπέχοντας τῆς αὐτοῦ ποιμαντικῆς τε καὶ συστατικῆς κυβερνήσεως.
34Agatho papa, Epistolae, 87, 1251D
Καὶ καρδίᾳ, γλώσσῃ τε καὶ χειρὶ συμφωνήσαντες ἀπλανέστατόν τε καὶ ἀσφαλέστατον τῇ συνεργίᾳ τοῦ ζωοποιοῦ Πνεύματος ὅρον ἐξεφωνήσαμεν, οὐ μετάραντες κατὰ τὸ δὴ λεγόμενον, ὁρια αἰώνια, μὴ γένοιτο· ἀλλὰ ταῖς τῶν ἁγίων καὶ ἐκκρίτων Πατέρων ἐμμείναντες χρήσεσιν, ὁρίσαντες, ἵνα καθάπερ ἐκ δύο καὶ ἐν δύο φύσεσι θεότητος τε καὶ ἀνθρωπότητος, ἐξ ὧν συντεθεὶς, καὶ ἐν αἷς ὑπάρχων Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν κηρύττεται παρ' ἡμῶν, καὶ δοξάζεται ἀχωρίστως, ἀτρέπτως, ἀσυγχύτως καὶ ἀδιαιρέτως, οὕτω καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως, ἀτρέπτως, ἀσυγχύτως, ἀμερίστως πρεσβεύωμεν, καθὼς καὶ ἐν τοῖς παρ' ἡμῶν ὁρισθεῖσι συνοδικῶς δεδήλωται· οἷς καὶ τὸ τοῦ Θεομιμήτου ἡμῶν βασιλέως κράτος συναινέσαν ἰδιοχείρως καθυπεσημήνατο· ἀποβαλλόμενοι, ὡς προλέλεκται, τὴν ἀσεβεστάτην καὶ φασματώδη περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, καὶ κατακρίναντες αἵρεσιν· ἔνθεν τε τῶν συγχεόντων καὶ διαιρούντων τὸν τάραχον κατεπαύσαμεν, καὶ τὴν πυριφλόγον ζάλην τῶν λοιπῶν αἱρέσεων κατεσβέσαμεν, τὴν δὲ τῆν ὀρθοδόξου πίστεως φωταυγίαν τηλαυγῶς σὺν ὑμῖν ἐκηρύξαμεν· ἣν καὶ αὖθις διὰ τιμίων ὑμῶν ἀντιγράφων ἐπισφραγίσαι τὴν ὑμῶν ἐκλιπαροῦμεν πατρικὴν ἁγιότητα· δι' ἧς εὐέλπιδες εἰς Χριστὸν ὄντες θαῤῥοῦμεν, τὴν αὐτοῦ πολυέλεον ἀγαθότητα τὴν σύστασιν τῇ ἐκ Θεοῦ δωρηθείσῃ τῷ πραοτάτῳ ἡμῶν βασιλεῖ Ῥωμαϊκῇ πολιτείᾳ χαρίζεσθαι, νίκαις τε πολυχρονίοις τὴν αὐτοῦ κατακοσμεῖν παγγάληνον ἡμερότητα· τὴν δὲ ὑμετέραν Θεοτίμητον ἁγιότητα παριστῶσαν πρὸς τοῖς ἔνθεν καὶ τῷ φοβερῷ αὐτοῦ ἐκείνου βήματι εἰλικρινῶς τε καὶ ἀληθῶς ὁμολογήσασαν τὰ τῆς πίστεως, ἐν ῥώσει φυλαττομένην, καὶ διασώζουσαν τὰ ἐκ Θεοῦ ἐμπιστευθέντα αὐτῇ ὀρθόδοξα ποίμνια.
35Agatho papa, Epistolae, 87, 1162B
Κατανοοῦντί μοι τοῦ ἀνθρωπίνου βίου τὰς διαφόρους ὀδύνας, καὶ πρὸς τὸν Θεὸν τὸν μόνον ἀληθινὸν μετὰ σφοδρότητος ὀδυρμῶν στενάζοντι, ὅπως παράκλησιν τῇ χειμαζομένῃ ψυχῆ τῷ πόθῳ τῆς θείας εὐσπλαγχνίας μεταδῷ, καὶ ἀπὸ τοῦ βυθοῦ τῶν θλίψεων τῇ δυναστείᾳ τῆς αὐτοῦ δεξιᾶς ἀνακουφίσῃ, μεγάλην καὶ θαυμαστὴν μετὰ ἀκαταπαύστου εὐχαριστίας ὁμολογῶ, γαληνότατοι δεσπόται καὶ τέκνα, παραμυθίας ἐπιτηδειότητα παραστῆσαι κατηξίωσε τὴν εὐσεβῆ πρόθεσιν τῆς γαληναίας ὑμῶν ἡμερότητος· ἥντινα πρὸς σύστασιν τῇ θεόθεν καταπιστευθείσῃ αὐτῇ [αὐτῆς] Χριστιανικωτάτῃ πολιτείᾳ ἡ αὐτοῦ ἐπίνευσις ἐχαρίσατο, ὅπως ἡ βασιλικὴ ἰσχὺς καὶ εὐμένεια περὶ Θεοῦ, δι' οὗ βασιλεῖς βασιλεύουσι, τοῦ Βασιλέως ὄντως τῶν βασιλευόντων, καὶ Κυρίου τῶν κυριευόντων, καὶ φροντίσῃ, καὶ ζητήσῃ, καὶ τῆς Ἀμωμήτου αὐτοῦ πίστεως τὴν ἀλήθειαν, ὡς παρὰ τῶν ἀποστόλων, καὶ τῶν ἀποστολικῶν Πατέρων παρεδόθη, ἀγρύπνως ἐπιζητήσῃ· καὶ ὡς ἡ ἀληθὴς παράδοσις περιέχει, ἐνστατικῶς ἐπιθυμήσῃ ἐν πάσαις ταῖς Ἐκκλησίαις ἐπικρατῆσαι.
36Agatho papa, Epistolae, 87, 1162C
Καὶ μήπως τινὰ τῶν ἀκουόντων ὁ οὕτως εὐσεβὴς διαλάθῃ σκοπὸς, ἢ ἀνθρωπίνη ὑποψία καταπτοήσῃ λόγιζομένων ἐξουσίᾳ ἡμᾶς εἶναι συνωθησθέντας, καὶ οὐχὶ πληρεστάτῃ γαληνότητι πρὸς τὸ ἀπολογήσασθαι περὶ τοῦ κηρύγματος τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως ὑπομνησθέντας, αἱ θειώδεις κεραῖαι πρὸς τὸν τῆς ἀποστολικῆς μνήμης Δῶνον τὸν ἀρχιερέα καὶ προηγησάμενον τὴν ἡμετέραν μετριότητα, πᾶσι τοῖς λαοῖς καὶ ἔθνεσι διὰ τῆς ἡμῶν διακονίας ἐφανεροποίησαν, καὶ πληροφοροῦσιν· ἅστινας κεραίας ἡ χάρις τοῦ ἁγίου Πνεύματος τῷ καλάμῳ τῆς βασιλικῆς γλώττης ἐκ τοῦ καθαροῦ τῆς καρδίας θησαυροῦ ὑπηγόρευσεν, ὑπομιμνησκούσας, καὶ μὴ καταθλιβούσας· ἀπολογουμένας καὶ μὴ καταφοβούσας· μὴ καταπονούσας, ἀλλὰ προτρεπούσας· πρὸς ταῦτα, ἅπερ εἰσὶ τοῦ Θεοῦ, κατὰ Θεὸν προτρεπούσας.
37Agatho papa, Epistolae, 87, 1162D
Ἐπειδὴ καὶ αὐτὸς ὁ πάντων κτίστης καὶ λυτρωτὴς, ὁπόταν ἠδύνατο ἐν τῇ μεγαλειότητι τῆς ἰδίας θεότητος τοὺς θνητοὺς ἐκφοβῆσαι, ἡμερότητι μᾶλλον ἀνεικάστου φιλανθρωπίας ταπεινῶς εἰς τὰ καθ' ἡμᾶς κατελθὼν, οὓς ἐδημιούργησε, καὶ λυτρώσασθαι κατηξίωσεν· ὅστις καὶ αὐτοπροαίρετον παρ' ἡμῶν τῆς ἀληθοῦς πίστεως τὴν περὶ αὐτοῦ ὁμολογίαν ἐκδέχεται.
38Agatho papa, Epistolae, 87, 1166C
Οὕτως ἠνεῳγμένα τὰ ὦτα τοῦ παντοδυνάμου Θεοῦ πρὸς τὸ εἰσακοῦσαι τῶν ἱκεσιῶν ἡμῶν εὑρήσαι ἡ ὑμετέρα ἡμερωτάτη εὐσέβεια, καὶ ἀβλαβεῖς περί τε τὴν ὀρθότητα τῆς ἀποστολικῆς πίστεως, περί τε τὴν τῶν σωμάτων ὁλοκληρίαν τοῖς οἰκείοις ἀποκαταστῆσαι κελεύσῃ· οὕτως ἀποκαταστήσαι ἡ ὑπερτάτη μεγαλειότης διὰ τῶν ἀνδρειοτάτων, καὶ ἀηττήτων καμάτων τῆς ὑμῶν θεοστηρίκτου φιλανθρωπίας ὑπὸ τὸ ἀγαθοθελὲς διάδημα τῆς ὑμῶν βασιλείας πᾶσαν τὴν τῶν Χριστιανῶν πολιτείαν, καὶ τοῖς ἀνδρειοτάτοις ὑμῶν σκήπροις τὰ ἀντιτασσόμενα, ὑποτάξαι ἔθνη, ἵνα ἐκ τούτου πάσῃ ψυχῇ, καὶ πᾶσι τοῖς ἔθνεσι πληροφορία γένηται, ὅτι ὅπερ διὰ τῶν σεβασμίων κεραιῶν περὶ ἀβλαβησίας, καὶ τοῦ μὴ ἔν τινι βαρυνθῆναι τοὺς ἐρχομένους, τοῦ Θεοῦ αὐτῇ ἐνηχήσαντος, ὑποσχέσθαι κατηξίωσεν, ἐν πᾶσιν ἐπλήρωσεν, Οὔτε γὰρ ἡ εἴδησις αὐτῶν παῤῥησίαν δέδωκεν, ἵνα τολμήσωμεν πρὸς τὰ εὐσεβῆ ὑμῶν ἴχνη τούτους στεῖλαι, ἀλλὰ τοῦτο ἡ βασιλικὴ ὑμῶν εὐμένεια φιλανθρώπως κελεύουσα προετρέψατο, καὶ ἡ ἡμῶν σμικρότης τὸ κελευθὲν μεθ' ὑπακοῆς ἐπλήρωσεν.
39Agatho papa, Epistolae, 87, 1167A
Καὶ εἴτι δήποτε περὶ τῆς αὐτῆς ἁγίας Τριάδος οὐσιωδῶς λέγεται, ἑνικῷ ἀριθμῷ ὡς ἀπὸ μιᾶς φύσεως τριῶν ὁμοουσίων Τριάδα προσώπων καταλαμβανώμεθα [ἴσ.
40Agatho papa, Epistolae, 87, 1167B
Ὅτε δὲ περὶ τοῦ ἑνὸς τῶν αὐτῶν τριῶν προσώπων αὐτῆς τῆς ἁγίας Τριάδος τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ Θεοῦ Λόγου, καὶ περὶ τοῦ μυστηρίου τῆς προσκυνητῆς αὐτοῦ κατὰ σάρκα οἰκονομίας ὁμολογοῦμεν, πάντα διπλᾶ ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν εὐαγγελικὴν παράδοσιν διαβεβαιούμεθα, τουτέστι δύο αὐτοῦ τὰς φύσεις κηρύττομεν, τὴν θείαν δηλαδὴ καὶ τὴν ἀνθρωπίνην, ἐξ ὧν καὶ ἐν αἷς καὶ μετὰ τὴν θαυμαστὴν καὶ ἀχώριστον ἕνωσιν ὑφέστηκε.
41Agatho papa, Epistolae, 87, 1170C
Αὕτη ἐστὶν ἡ τῶν ἀποστόλων τοῦ Χριστοῦ ζῶσα παράδοσις, ἥν τινα μέχρι τοῦ παρόντος ἡ αὐτοῦ κρατεῖ Ἐκκλησία, ἥτις ἐξαιρέτως ἀγαπωμένη, καὶ θαλπομένη, καὶ παῤῥησιαστικῶς κηρυχθεῖσα· ἥτις διὰ τῆς ἀληθοῦς ὁμολογίας τῷ Θεῷ καταλλάσσει· ἥτις τῷ Δεσπότῃ Χριστῷ παρατίθεται· ἥτις τῆς εὐσεβείας ὑμῶν τὸ Χριστιανικώτατων διαφυλάττει κράτος· ἥτις ἀπὸ τοῦ Δεσπότου τοῦ οὐρανοῦ δαψιλεῖς νίκας τῇ ἀνδρείᾳ τῆς ὑμετέρας εὐσεβείας συνεισάγει· ἥτις συνοδεύει ἐν τοῖς πολέμοις, καὶ ἐκπολεμεῖ τοὺς ἐναντίους, τὸ ὑμέτερον θεοκατόρθωτον κράτος πανταχοῦ ὡς ἀκαταμάχητον τεῖχος περισκέπει· ἥτις φόβον τοῖς ἐναντίοις ἔθνεσιν ἐμβάλλει [L., ἐμβάλλοι], καὶ τῇ θείᾳ ὀργῇ τιμωρεῖται [L., τιμωρῆσαιτο]· ἥτις καὶ ἐν πολέμοις τὰ τῆς νίκης βραβεῖα περὶ τῆς τῶν πολεμίων καταστροφῆς καὶ ὑποταγῆς [ἴσ.
42Agatho papa, Epistolae, 87, 1171A
Αὕτη δέ ἐστι τῆς ἀληθοῦς πίστεως ὁ κανων· ἥν τινα καὶ ἐν τοῖς εὐτυχήμασι, καὶ ἐν τοῖς ἐναντίοις θερμῶς ἐκράτησε καὶ ἐξεδίκησεν αὕτη ἡ πνευματικὴ μήτηρ τοῦ ὑμετέρου γαληναίου κράτους ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία· ἥτις διὰ τῆς χάριτος τοῦ παντοδυνάμου Θεοῦ ἀπὸ τῆς ὁδοῦ τῆς ἀποστολικῆς παραδόσεως οὐδέποτε πλανηθῆναι δείκνυται· οὔτε τοῖς τῶν αἱρετικῶν καινισμοῖς στρεβλωθεῖσα ὑπέπεσεν, ἀλλὰ καθὼς ἐκ προοιμίων τῆς τῶν Χριστιανῶν πίστεως παρέλαβεν ἀπὸ τῶν ἰδίων αὐθεντῶν τῶν κορυφαίων τοῦ Χριστοῦ ἀποστόλων, ἀπαράτρωτος μέχρι τέλους μένει κατὰ τὴν τοῦ Κυρίου αὐτοῦ τοῦ Σωτῆρος θείαν παραγγελίαν [L., ἐπαγγελίαν], ἣν τῷ ἐξάρχῳ τῶν ἑαυτοῦ μαθητῶν ἐν τοῖς Εὐαγγελίοις ὡμολόγησε φήσας· « Πέτρε, Πέτρε, ἰδοὺ ὁ Σατανᾶς ἐζήτησε τοῦ σινιάσαι ὑμᾶς, ὡς ὁ σινιάζων τὸν σῖτον· ἐγὼ δὲ περὶ σοῦ ἠρώτησα, ἵνα μὴ ἐκλείψῃ [ἄλλ' ἐκλείπῃ] ἡ πίστις σου.
43Agatho papa, Epistolae, 87, 1171C
Τί λέξω ἐν τῇ μελλούσῃ κρίσει αὐτοῦ τοῦ Χριστοῦ, ἐὰν ἐνταῦθα, ὅπερ ἀπέστω, κηρύξαι τῶν αὐτοῦ λόγων τὴν ἀλήθειαν ἐπαισχυνθῶ; Τί περὶ ἐμαυτοῦ; τί περὶ τῶν ἐμπιστευθεισῶngr; μοι ψυχῶν ἀπολογήσομαι, ἐπὰν περὶ τῆς ληφθείσης ὑπ' ἐμοῦ λειτουργίας λόγον σφιγκτὸν ἀπαιτήσῃ; Τίς τοίνυν, φιλανθρωπότατοigr; καὶ εὐσεβέστατοι δεσπόται καὶ τέκνα, ὅπερ τρέμων καὶ συμπίπτων τῷ πνεύματι λέγω, μὴ προκαλέσηται ἐκεῖνα, ἅπερ θαυμαστῇ ὑποσχέσει τοῖς πιστοῖς ἐπηγγείλατο φήσας· « Ὅστίς με ὁμολογήσει ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κᾀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς; » Καὶ τίνα τῶν ἀπίστων μὴ ἐκφοβήσῃ ἐκείνη ἡ ἀπότομος ἀπειλὴ, ἥτις ἀγανακτοῦντα αὐτὸν προσμαρτύρεται, καὶ διαβεβαιοῦται φάσκουσα· « Ὅστίς με ἀρνήσεται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κᾀγὼ ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; » Ὅθεν καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος τῶν ἐθνῶν ὑπομιμνήσκει καὶ λέγει· « Ἀλλ' εἰ καὶ ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν, παρ' ὃ εὐαγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
44Agatho papa, Epistolae, 87, 1174D
Ἵνα δὲ ταύτης τῆς ἀληθοῦς ὁμολογίας ἡ νόησις ἐκ τῆς παλαιᾶς καὶ Καινῆς Διαθήκης ἡ Θεόπνευστος διδασκαλία [L., ἐκ τῆς ἐν τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ Θεοπνεύστου διδασκαλίας] ταῖς ἐννοίαις τῆς ὑμετέρας εὐσεβείας φανῇ· πλέον γὰρ καὶ ἀσυγκρίτως ἡ ὑμετέρα φιλανθρωπία δυνήσεται τὴν ἔννοιαν τῶν ἁγίων Γραφῶν ἐπεξεργάσασθαι, ἤπερ ἡ ἡμετέρα σμικρότης ῥευστοῖς ῥήμασι σαφηνίσαι· αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὃς ἀληθινὸς καὶ τέλειος Θεὸς, ἀληθινὸς καὶ τέλειος ἄνθρωπός ἐστιν, ἐν τοῖς ἱεροῖς αὐτοῦ Εὐαγγελίοις προσμαρτύρεται ἔν τισι τὰ ἀνθρώπινα, ἔν τισι τὰ θεῖα, καὶ ἅμα ἑκάτερα ἐν ἄλλοις περὶ αὐτοῦ φανερὰ ποιούμενος· ὅπως αὐτὸν ἀληθῆ Θεὸν καὶ ἀληθῆ ἄνθρωπον πιστεύειν καὶ κηρύττειν τοὺς πιστοὺς αὐτοῦ καταρτίσῃ.
45Agatho papa, Epistolae, 87, 1175A
» Ἧστινος μαρτυρίας τὴν ἔννοιαν ἐὰν ἀπὸ τῶν ἁγίων καὶ ἐγκρίτων Πατέρων σαφηνισθεῖσαν ἐπιγνῶναι ἐπιθυμῶμεν, καὶ τί Τὸ ἐμὸν θέλημα, τί Τὸ σὸν σημαίνῃ, τὸ ἀληθὲς νοῆσαι, ὁ μακάριος Ἀμβρόσιος ἐν τῷ δευτέρῳ λόγῳ πρὸς τὸν τῆς εὐσεβοῦς μνήμης Γρατιανὸν τὸν βασιλέα τούτοις τοῖς ῥήμασι περὶ τοῦ τόπου τούτου ἡμᾶς νοεῖν ὑπομιμνήσκει φάσκων· Δέχεται τοίνυν τὴν βούλησιν τὴν ἐμὴν, δέχεται τὸ στυγνόν· θαῤῥῶν γὰρ ὀνομάζω στυγνότητα, ἐπειδὴ κηρύσσω σταυρόν.
46Agatho papa, Epistolae, 87, 1175C
ἐν τῷ λόγῳ τῷ κατὰ Ἀπολλιναρίου τοῦ αἱρετικοῦ περὶ τῆς Τριάδος καὶ τῆς Ἐνανθρωπήσεως, καὶ τοῦ δυϊκοῦ ἀριθμοῦ δραττόμενος οὕτω σαφηνίζει· Καὶ ὅταν λέγῃ· « Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω· πλὴν μὴ τὸ ἐμὸν θέλημα γένηται, ἀλλὰ τὸ σόν.
47Agatho papa, Epistolae, 87, 1178D
Ὅπερ καὶ ὁ τῆς ἁποστολικῆς μνήμης ἅγιος Λέων ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Λέοντα τὸν βασιλέα σαφηνίζει, μιᾷ ἑκάστῃ μορφῇ, τουτέστι φύσει, ἅ τινά εἰσιν ἐν τῷ Χριστῷ, σκοπῷ διακεκριμένῳ, ἅπερ ἐν ταῖς Γραφαῖς περὶ αὐτοῦ ἀναφέρονται, φανερῶν [προσνέμων], καὶ τοῦτο, ὅπερ ἴδιον θέλημα ὁ Κύριος εἶπε, πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν δεικνύων οὕτω φησί· Κατὰ τὴν μορφὴν τοῦ δούλου οὐκ ἦλθε ποιῆσαι τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τοῦ πέμψαντος αὐτόν.
48Agatho papa, Epistolae, 87, 1179B
» Ὡσαύτως τινὰ περὶ τοῦ ἀνθρωπίνου αὐτοῦ θελήματος τοῦ Εὐαγγελίου τὰ μυστήρια μνημονεύουσιν, ἡνίκα λέγουσιν αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα θέλειν ὡς ἀληθῶς ἄνθρωπον τοὺς ἰδίους πειράσαι [L. περάσα] μαθητάς.
49Agatho papa, Epistolae, 87, 1179D
» Μὴ οὖν αὐτὸς ὁ δημιουργὸς τῶν πάντων καὶ λυτρωτὴς, περὶ οὗ εἴρηται· « Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, » οὗτινος τὸ θέλειν τοῦτό ἐστιν ὅπερ δύναται [ὅπερ τὸ δύνασθαι]· οὗτινος τῷ νεύματι αἱ οὐράνιαι δυνάμεις σὺν φόβῳ λατρεύουσι, λαθεῖν ἐπὶ γῆς θέλων οὐκ ἠδυνήθη; ὁ κατὰ τὴν θείαν μεγαλωσύνην ἐξ ἀϊδίου σὺν τῷ Πατρὶ ἐν τοῖς οὐρανοῖς ἀποῤῥήτως δεσπόζων, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς; εἰ μὴ τοῦτο πρὸς τὸ ἀνθρώπινον αὐτοῦ θέλημα, ὅπερ χρονικῶς κατηξίωσε προσλαβεὶν, ἐπαναδοθείῃ; Πόσῃ οὖν πλάνῃ ἐγκεκύλισται ὁ τὰ τοιαῦτα μὴ διακρίνων, ἵνα εἴπῃ, ἑνὶ καὶ τῷ αὐτῷ θελήματι καὶ πάντα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἅπερ ἠθέλησε, τὸν Κύριον δύνασθαι, καὶ τῷ αὐτῷ πάλιν θελήματι ἐν οἴκῳ εὐτελεῖ θέλοντα λαθεῖν μὴ δύνασθαι κατὰ τὰς εὐαγγελικὰς μαρτυρίας; Ἀλλ' ἐὰν πρὸς τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος αὐτοῦ, καθ' ἣν τὸ ταπεινὸν ἡμῶν προσέλαβεν, ἀποδοθῇ, πάντα τὰ τῆς θείας αὐτοῦ μεγαλωσύνης ἠλαττωμένα πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν γνωρίζεται, ἣν τελείως προσέλαβε χωρίς τινος ἁμαρτίας, ἵνα ταύτην καὶ τελείως σώσῃ.
50Agatho papa, Epistolae, 87, 1182A
» Μήτι κατὰ τὴν θεότητα ἄλλο ἐστὶ, θέλημα τοῦ Πατρὸς παρὰ τὸν Υἱὸν; ἢ ἄλλο θέλει ὁ Υἱὸς παρὰ τὸν Πατέρα; Εἰ τοίνυν ἓν θέλουσι, καὶ οὐδεμία ἐστὶ διαφορὰ θελήματος ἐν τῇ ἁγίᾳ Τριάδι, πῶς ἐστι νοητέον, ὅπερ ὁ Προφήτης περὶ τοῦ προσώπου αὐτοῦ μαρτυρεῖ· « Τοῦ ποιῆσαι τὸ θέλημα σου, ὁ Θεός μου, ἠβουλήθην, » εἰ μὴ πιστῶς νοηθῇ εἰρημένον περὶ τοῦ ἀμώμου θελήματος τῆς αὐτοῦ ἀνθρωπότητος; Ὅθεν καὶ ἕπεται· « Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.
51Agatho papa, Epistolae, 87, 1182B
Ὅπερ καὶ ὁ ἀπόστολος Παῦλος ἐν τῇ Ἐπιστολῇ τῇ πρὸς Φιλιππησίους ἀναγγέλλει, εἰ πεπληρωμένῃ πίστει θελήσει τις προσέχειν, περὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρισοτῦ οὕτω λέγων· « Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.
52Agatho papa, Epistolae, 87, 1186B
Τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου ἐκ τοῦ δευτέρου λόγου τοῦ περὶ Υἱοῦ.
53Agatho papa, Epistolae, 87, 1187B
Τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως ἐκ τῆς ὁμιλίας τῆς πρὸς τοὺς μὴ ὑπαντήσαντας ἐν τῇ συνάξει· καὶ περὶ τοῦ ὁμοουσίου.
54Agatho papa, Epistolae, 87, 1190C
Οὐδὲν δὲ ἧττον καὶ περὶ τῶν δύο φυσικῶν ἐνεργειῶν τοῦ Χριστοῦ δίδοται νοεῖσθαι, ὁπόταν οἱ αὐτοὶ σεβάσμιοι Πατέρες μιᾷ ἑκάστῃ τῇ Χριστοῦ φύσει τὴν ἰδίαν ἐνέργειαν προσεκύρωσαν.
55Agatho papa, Epistolae, 87, 1190D
Ὅθεν ὁ ἅγιος Ἱλάριος ὁ τῆς ἀληθείας ἐξοχώτατος ἐκδικητὴς ἐν τῷ ἐννάτῳ λόγῳ περὶ πίστεως κατὰ Ἀρειανῶν οὕτως ἡμᾶς κατήρτισεν· Ἐτέχθη τοίνυν ὁ μονογενὴς Θεὸς ἐκ Παρθένου ἄνθρωπος, καὶ κατὰ τὸ πλήρωμα τῶν χρόνων, ἐν ἑαυτῷ μέλλων προάγεσθαι εἰς Θεὸν τὸν ἄνθρωπον, τοῦτον κατὰ πὰντα τὸν τρόπον τοῦ εὐαγγελικοῦ λόγου ἐκράτησεν, ὅπως ἑαυτὸν Υἱὸν Θεοῦ πιστεύεσθαι διδάξῃ, ὡς ἀνθρώπου Υἱὸν κηρύττεσθαι ὑπομνήσῃ· λαλῶν καὶ πράττων ὁ ἄνθρωπος [καὶ πράττων ἄνθρωπος] ἅπαντα τὰ τοῦ Θεοῦ, εἶτα φθεγγόμενος, καὶ πράττων ὁ Θεὸς [καὶ πράττων Θεὸς] ἅπαντα ἅπερ εἰσὶν ἀνθρώπου.
56Agatho papa, Epistolae, 87, 1191D
Ἁθηνῶν ἐν τῷ βιβλίῳ τῷ περὶ θείων Ὀνομάτων, κεφαλαίῳ δευτέρῳ, ὁμοίως διδάσκει.
57Agatho papa, Epistolae, 87, 1195C
Εἰ οὖν κατ' ἄλλην ἐνέργειαν μία ἐστὶ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἡ ἐνέργεια, καὶ κατ' ἄλλην κατ' οὐδένα λόγον ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τῷ αὐτῷ φυσικῷ λόγῳ κοινωνοῦσι, δύο ἀναμφιβόλως ἐνέργειαι ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ Θεῷ ἀληθινῷ καὶ τελείῳ, καὶ ἀνθρώπῳ ἀληθινῷ καὶ τελείῳ λεχθήσονται· καὶ ἐν ὃσῳ δείκνυσιν ὁ μέγας διδάσκαλος Ἀμβρόσιος μὴ δύνασθαι διαφόρου δυνάμεως μίαν ἐνέργειαν ὑπάρχειν, μηδὲ τὴν ἐλάσσονα δύνασθαι ἐνεργεῖν τὰ τῆς μείζονος· οὔτε ὅπου διάφορος οὐσία ἐστὶ, μίαν δύνασθαι νοεῖσθαι τὴν ἐνέργειαν ἀποδείκνυσι, φανεροῖς μηνύμασι τὸ μὴ δύνασθαι μίαν φυσικὴν ἐνέργειαν ἔχειν τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, εἰ καὶ ἑνὸς προσώπου εἶναι γινώσκονται, καὶ μετὰ τῆς ἀλλήλων κοινωνίας ἐνεργεῖν θεωροῦνται· ὅπου τοίνυν μείζων καὶ ἐλάττων ἐνέργεια λέγεται, οὐ περὶ μιᾶς, ἀλλὰ περὶ δύο φυσικῶν τοῦ ἑνὸς Χριστοῦ ἐνεργειῶν φανεροῦται· καὶ ἐπὰν ὁ ἐκδικητὴς τῆς ἀληθείας ὁ ἅγιος Λέων πρὸς τὸν ὁμολογητὴν τοῦ Χριστοῦ Φλαβιανὸν ἐν τῷ δογματικῷ τόμῳ ἔφρασε φάσκων· Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε.
58Agatho papa, Epistolae, 87, 1207B
Ταῦτα δὲ τῇ ἡμετέρᾳ μετρίᾳ ἀναφορᾷ ἐνθεῖναι ἐφροντίσαμεν καταπεπονημένοι, καὶ ἀδιαλείπτως στενάζοντες περὶ τῆς τοσαύτης πλάνης τῶν τῆς Ἐκκλησίας ἱερέων, ἴδια μᾶλλον ζητούντων παρὰ τὴν ἀλήθειαν τῆς πίστεως ὁρίσαι, καὶ τῆς ἀδελφικῆς ὑπομνήσεως τὸ ἀκέραιον εἰς οἰκείαν καταφρόνησιν ἀνήκειν κρινόντων· οὐ φθονοῦντι λογισμῷ, ὡς ὁ Θεὸς μαρτυρεῖ, οὔτε κατ' ἔπαρσιη ἀλαζονείας, οὔτε κατ' ἐναντίωσιν φιλονεικίας, οὔτε μάτην ἐπιλαβέσθαι τῆς αὐτῶν διδασκαλίας ἐπιθυμοῦντες, μήτε οἱανδήποτε ὑποπτεύσῃ τις ἀνθρωπίνης τέρψεως ἀλαζονείαν, ἀλλ' ὑπὲρ τῆς ὀρθότητος αὐτῆς τῆς ἀληθείας, ἐν ᾗ σωθῆναι ἡμᾶς θαῤῤοῦμεν, καὶ ὑπὲρ τοῦ κανόνος αὐτῆς τῆς καθαρᾶς καὶ εὐαγγελικῆς ὁμολογίας, ὑπὲρ σωτηρίας δηλονότι τῶν ψυχῶν, καὶ τῆς συστάσεως τῆς τῶν Χριστιανῶν πολιτείας, ὑπὲρ ῥώσεως τῶν τοῦ Ῥωμαϊκοῦ κράτους τὰς κυβερνήσεις διοικούντων, τῆς ἐμῆς μετριότητος τοὺς προηγησαμένους ἀποστολικοὺς ὑπομνῆσαι, ἐρωτῆσαι, ἐπιτιμῆσαι, παρακαλέσαι, ἐλέγξαι, καὶ πάντα τρόπον προτροπῆς ἐγγυμνάσαι, ὅπως θεραπείαν δυνήσηται τὸ νεαρὸν τραῦμα λαβεῖν.
59Agatho papa, Epistolae, 87, 1210D
Ταῦτα διὰ τοῦτον τὸν παντοδύναμον Θεὸν τοῖς ἐσχάτοις χρόνοις τῆς ὑμῶν ἡμερότητος εἰς τὸ διορθώσασθαι πιστεύομεν φυλάξαι, ἵνα καὶ τὸν τόπον, καὶ τὸν ζῆλον αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Ξριστοῦ τοῦ τὸ ὑμέτερον κράτος καταξιώσαντος στέψαι, ποιοῦντες ἐπὶ γῆς ὑπὲρ τῆς αὐτοῦ εὐαγγελικῆς καὶ ἀποστολικῆς ἀληθείας δικαίαν κρίσιν προαγάγητε· ὅστις τοῦ ἀνθρωπίνου γένους λυτρωτὴς καὶ σωτὴρ ὑπάρχων, μέχρι τῆς σήμερον ὑβριζόμενος ἠνέσχετο, καὶ τῷ κράτει τῆς ὑμετέρας ἀνδρειότητος ἐνέπνευσεν, ἵνα τῆς αὐτοῦ πίστεως τὸ πρᾶγμα, καθὼς τὸ δίκαιον ἀπαιτεῖ, καὶ τῶν ἁγίων Πατέρων καὶ τῶν ἱερῶν οἰκουμενικῶν πέντε συνόδων ἐψηφίσατο ἡ διδασκαλία καταξιώσητε ἐπεξελθεῖν [ἐξακολουθῆναι], καὶ τοῦ λυτρωτοῦ καὶ συμβασιλέων τὴν περὶ τῆς πίστεως αὐτοῦ ὕβριν, διὰ τῆς αὐτοῦ προστασίας ἀπὸ τῶν καταφρονησάντων ἐκδικήσητε, τὸ προφητικὸν ἐκεῖνο λόγιον μετὰ βασιλικῆς φιλανθρωπίας μεγαλοψύχως ἀναπληροῦντες, ὅθεν [ἴσ., ὅπερ] ὁ βασιλεὺς καὶ προφήτης Δαβὶδ πρὸς τὸν Θεὸν φθέγγεται.
60Agatho papa, Epistolae, 87, 1211B
» Πάντες γὰρ πρὸς οὓς κατελαβεν ἡ τῶν θείων ὑμῶν κεραιῶν εἴδησις, καὶ ὁ τοιοῦτος εὐμενῶς τῆς σεβασμίας μεγαλοψυχίας τῆς ὑμῶν ἡμερότητος ἀπεδείχθη σκοπὸς, ἀναριθμήτους εὐχαριστίας, καὶ ἀδιαλείπτους ἐπαίνους, θαυμάσαντες περὶ τοῦ τοσούτου τῆς συμπαθείας μεγέθους, τῷ κατορθωτῇ τοῦ ἀνδρειοτάτου ὑμῶν κράτους ἀποδεδώκασιν· ἐπειδὴ ὡς ἀληθῶς, εὐσεβέστατοι καὶ δικαιότατοι βασιλεῖς, ἅπερ εἰσὶ τοῦ Θεοῦ μετὰ φόβου Θεοῦ κατηξιώσατε διαπράττεσθαι, πᾶσαν ἀβλάβειαν τοῖς στελλομένοις παρ' ἡμῶν προσώποις ὑποσχόμενοι.
61Agatho papa, Epistolae, 87, 1214A
Ἐπεὶ [Εἰ δὲ, L.], ὅπερ ἀπέστω, τὴν πρὸ μικροῦ ἀπ' ἄλλων εἰσαχθεῖσαν καινότητα ἐπισπάσασθαι θελήσει, καὶ ταῖς ἀλλοτρίαις διδασκαλίαις ἀπὸ τοῦ κανόνος τῆς ἀληθείας τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς ἡμῶν πίστεως ἑαυτὸν σαγηνεῦσαι· ἥντινα ἅτε δὴ ταῖς ψυχαῖς καταδίκην [βλάβερὰν] ἐκκλῖναι ἀδιαλείπτως ἀπὸ τῶν προηγησαμένων τὴν ἡμετέραν μετριότητα προτραπέντες, καὶ ὑπομνησθέντες μέχρι τούτου ὑπερέθεντο, αὐτὸς γνώσεται, τί περὶ τῆς τοιαύτης καταφρονήσεως ἐν τῷ θείῳ τοῦ Χριστοῦ κριτηρίῳ ἀπολογήσεται παρὰ τῷ δικαστῇ πάντων τῷ ἐν οὐρανοῖς ὄντι· ᾧτινι καὶ ἡμεῖς καὶ αὐτὸς [καὶ ἡμεῖς αὐτοὶ] ὑπὲρ τῆς προσληφθείσης διακονίας τοῦ ἀληθοῦς κηρύγματος, ἢ τῆς ἐναντίας προλήψεως τῆς Χριστιανικωτάτης πίστεως, ὅταν πρὸς τὸ κρίνειν παραγένηται, λόγον ἀποδώσομεν· καὶ ἡμῖν μὲν [ἡμῖν δὲ], ὅπερ δεόμενος παρακαλῶ, ἐγγένηται τὸν ἀποστολικὸν, καὶ εὐαγγελικὸν τῆς ὀρθῆς πίστεως κανόνα, ὡς ἀπ' ἀρχῆς παρελάβομεν, ἀδιασείστως καὶ ἐλευθερίως μετὰ ἁπλῆς καθαρότητος ἀκέραιου καὶ ἄτρωτον φυλάξαι.
62Agnellus sive Andreas Ravennatensis, Liber Pontificalis, 106, 0591B (auctor c.805–c.846)
Horum collegium rationesque contrahendi pro aevo Ecclesii Ravennatis episcopi discere possumus ex novella Iustiniani constitutione 136, Περὶ ἀργυροπρατικῶν συναλλαγμάτων data « Kal.
63Alcuinus, Epistolae, 100, 0183C (auctor 730-804)
Item ubi nos habemus: Descendit sicut pluvia in vellus (Psal. LXXI, 6) , in Graeco habetur: καταβήσεται ὡς ὑετὸς ἑπὶ πόκον . . . sicut superius περὶ in eo versu, unde haec inquisitio orta est.
64Alcuinus, Epistolae, 100, 0183C (auctor 730-804)
Nam et beatus Hieronymus in Tractatu Epistolae ad Titum has praepositiones, id est, περὶ et κατὰ, sine dubio ad contemptum pertinere dixit.
65Alcuinus, Epistolae, 100, 0183D (auctor 730-804)
Et ad utrumque propter περὶ vel κατὰ Graecas praepositiones, despicit, ponit.
66Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0603A
Τῇ ἡμέρᾳ ᾗ προσωρμίσθησαν ταύτῃ τῇ βασιλευούσῃ πόλει, ὅ, τε κύριος Μάξιμος, καὶ οἱ σὺν αὐτῷ περὶ δυσμὰς ἡλίου ἠλθόντες δύο μανδάτωρες μετὰ δέκα ἐκσκουβιτώρων, ἐπῇραν αὐτοὺς ἐκ τοῦ πλοίου γυμνοὺς καὶ ἀνυποδέτους.
67Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605B
Καὶ τότε παρουσίᾳ, πάντων, ἔλεγον τῷ πατρικίῳ Πέτρῷ Εἰπὲ, κῦρι ὁ πατρίκιος, ἔγραψάς μοί ποτε περὶ ὧν εἶπεν ὁ σακελλάριός σου, ἢ ἐγώ σοι; Καὶ ὅταν κατετέθετο, ὑπὸ κόλασιν ἐγενόμην.
68Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605D
Εἶτα τρίτον συκοφάντην προβάλλονται, Θεόδωρον τὸν υἱὸν Ἰωάννου τοῦ κανδιδάτου λεγομένου, τὸν ἐπίκλην Χιλὰ, τὸν νῦν γαμβρὸν τοῦ κυροῦ Πλάτωνος τοῦ πατρικίου, λέγοντα· Ὅτι συντυχίας μεταξὺ ἡμῶν ἐν Ῥώμῃ γενομένης περὶ τῶν βασιλέως, διέσυρε τὸ λαλούμενον, βυτία ποιῶν καὶ λαιβία.
69Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607A
Πρὸς ὃν εἶπεν ὁ τοῦ Θεοῦ δοῦλος· Οὐδέποτε διελέχθην σοι, εἰ μὴ ἄπαξ μετὰ τοῦ ὁσιωτάτου πρεσβυτέρου κυροῦ Θεοχαρίστου, τοῦ ἀδελφοῦ τοῦ ἐξάρχου, διὰ τὸν· πριμικήριον, προτραπεὶς διὰ γραμμάτων περὶ τούτου.
70Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607A
Οὐδὲν παντελῶς ἐν τῇ περὶ τούτων διαλέξει λελάληκεν ὁ σύνδουλός μου.
71Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607C
» Οὐκοῦν εἰ μὴ λαλοῦνται καὶ ἀκούονται οἱ περὶ Θεοῦ λόγοι, οὐδὲ ὅλως εἱσὶ, κατὰ τὴν Γραφήν.
72Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609B
Καὶ οὐδεὶς τῶν βασιλέων ἠδυνήθη μέσαις φωναῖς πεῖσαι τοὺς θεοφόρους πατέρας σῦμβιβασθῆναι θοῦς ἐπὶ αὐτῶν αἱρετίζουσι, ἀλλὰ ταῖς τραναῖς καὶ κυρίας, καὶ καταλλήλοις τῷ ζητουμένῳ δόγματι ἐκέχρηντο, λέγοντες προφανῶς· Ὅτι ἱερέων ἐστὶν τὸ ζητεῖν, καὶ ὁρίζεσθαι περὶ τῶν σῶτηρίων δογμάτων τῆς καθολικῆς Ἐκκλησίας.
73Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611B
Ἐγὼ δὲ ὡς οὐκέτι τοιοῦτο περὶ αὐτοῦ λεγόμενον παραδέχομαι.
74Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611C
Καὶ τῇ αὐτῇ ἡμέρᾳ περὶ τὴν αὐτὴν ἀφὴν τοῦ λύχνου, Τρώϊλος ὁ πατρίκιος, καὶ Σέργιος ὁ εὐκρατᾶς ὁ ἐπὶ τῆς τραπέζης τῆς βασιλικῆς, παρεγένοντο πρὸς τὸν δοῦλον Θεοῦ τὸν γέροντα, καὶ καθίσαντες, ἐκέλευσαν καὶ αὐτὸν καθίσαι, καὶ εἶπον πρὸς αὐτὸν· Εἰπὲ ἡμῖν, κῦρι ἀββᾶ, τὴν μεταξὺ σοῦ καὶ Πύῤῥου γενομένην, ἐν Ἀφρικῇ καὶ Ῥώμῃ περὶ τῶν δογμάτων κίνησιν, καὶ ποίοις αὐτὸν ἔπεισας ἀναθεματίσαι τὸ δόγμα τὸ ἴδιον, καὶ τῷ σῷ συνθέσθαι.
75Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613A
καὶ ὑπὸ τῆς ἰδίας μαστιγωθῆναι συνειδήσεως, ἐπὶ τῇ παραβάσει τῶν φύσει νομίμων· κᾀμοὶ οὖν μὴ δῷ ὁ Θεὸς κατακρῖναί τινα, ἢ εἰπεῖν ὅτι ἐγὼ μονος σώζομαι· αἱροῦμαι δὲ ἀποθανεῖν, ἢ θρόησιν ἔχων κατὰ τὸ συνειδὸς, ὅτι περὶ τὴν εἰς Θεὸν πίστιν παρεσφάλην καθ' οἱονδήποτε τρόπον.
76Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619B
Ἐν δὲ τῷ κινεῖσθαι περὶ τῆς συνόδου Ῥώμης λόγον, κράζει ὁ Δημοσθένης· Οὐ κεκύρωται ἡ σύνοδος, τοῦ συγκροτήσαντος αὐτὴν καθαιρεθέντος.
77Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619D
Συγχωρεῖ γὰρ κλύδονος μεγάλου αὑτοὺς πειραθῆναι, δοκιμάζων αὐτῶν τὴν περὶ αὐτὸν διάθεσιν, ἰνα μεγάλῃ τῇ φωνῇ κράξωσι· « Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα, » καὶ μάθωσι πάντα μόνῳ αὐτῷ ἐπιγράφειν, τὰ τῆς αὐτῶν σωτηρίας.
78Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621C
Καὶ φασι· Κᾂν οὐκ ἔχωμεν περὶ τούτου κέλευσιν, λέγομεν διὰ τὸ γενέσθαι σε πάντως ἀπροφάσιστον.
79Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0625C
ΤΟΜΟΣ Β. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ καὶ ὁμολογητοῦ Μαξίμου, περὶ τῶν πρακθέντων ἐν τῇ πρώτῃ αὐτοῦ ἐξοριᾳ, ἤτοι ἐν Βιζύῃ· τὰ παρὰ τοῦ Θεοδοσίου ἐπισκόπου Καισαρείας Βιθυνιας, καὶ αὐτοῦ διαλεχθέντα.
80Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0625C
Τὰ κεκινημένα περὶ τῆς ἀμώμήτου ἡμῶν τῶν Χριστιανῶν πίστεως, καὶ τῆς τῶν δι' ἐναντίας παρεισάκτου καινοτομίας, μεταξὺ τοῦ ἀββᾶ Μαξίμου, καὶ Θεοδοσίου ἐπισκόπου Καισαρείας ἀναγκαῖον ἡγησάμην κατάδηλον ποιῆσαι πᾶσιν ὑμῖν τοῖς ἐν ὀρθοδοζίᾳ διατελοῦσιν, ἵνα ἀκριβέστερον τὰ περὶ τούτων εἰδέναι ἔχοντες, δοξάζητε μᾶλλον τὸν φιλάνθρωπον Θεὸν, τὸν διδόντα λόγον ἐν ἀνοίξει τοῦ στόματος τῶν φοβουμένων αὐτόν.
81Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627A
Ὡς προώρισεν ὁ Θεὸς πρὸ πάντων τῶν αἰώνων τὴν περὶ ἐμὲ προνοητικήν διεξαγωγὴν, οὕτως ἔχω.
82Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627A
Τί οὖν, πρὸ παντὸς αἰῶνος περὶ ἑκάστου ἡμῶν, ὥρισεν ὁ Θεὸς, ΜΑΞ.
83Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627C
Ἡ δοκιμὴ τῶν ἁγίων ἐστὶν, ἵνα ψανερωθῶσι διὰ τῆς θλίψεως τῷ βίῳ τῶν ἀνθρώπων αἱ περὶ τὸ φύσει καλὸν διαθέσεις αὐτῶν, ἑαυταῖς συνεκφαίνουσαι τὰς ἠγνοημένας πᾶσιν ἀρετὰς, ὡς ἐπὶ Ἰὼβ καὶ Ἰωσὴφ.
84Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629A
Ἔχετε περὶ τούτου ἐπιτροπὴν ἔγγραφον παρὰ τοῦ εὐσεβεστάτου βασιλέως, ἢ παρὰ τοῦ πατριάρχου; ΘΕΟΔ.
85Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631D
Πρόφασις δὲ γέγονε τὸ ἐκτεθῆναι αὐτὸν, ἡ πρὸς ἀλλήλους τῶν ὀρθοδόξων περὶ θελημάτων καὶ ἐνεργειῶν ζυγομαχία.
86Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0633D
Πολὺ ἀπεχόμεθα ἀπ' ἀλλήλων ἀκμήν· τί ποιοῦμεν περὶ τῆς συνοδικῶς βεβαιωθείσης φῶνῆς, τοῦ ἐνὸς θελήματος, ἐπ' ἐκβολῇ πάσης ἐνεργείας ὑπὸ Σεργίου καὶ Πύῤῥου; ΘΕΟΔ.
87Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637B
Ἵμα ὥς ἐστι τὴν φωνὴν δέξῃ, καὶ μὴ ἐρευνήσῃς τὴν διάνοιαν αὐτῆς.) ΜΑΞ. Προφανῶς καινοὺς καὶ ξένους τῆς Ἐκκλησίας καὶ περὶ τῶν φωνῶν εἰσάγετε θεσμοὺς.
88Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637D
Καὶ πάλιν· « Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου· » Τί δὲ, παραβολὰς καὶ αἰνίγματα καὶ σκοτεινοὺς λόγους ἐρευνᾷν ἡμᾶς βούλεται ὁ παροιμιακὸς λόγος; Τί δέ ὁ Κύριος ἐν παραβολαῖς λαλῶν βούλεται νοεῖν τοὺς μαθητὰς, διδάσκων τῶν παραβολῶν τὴν διάνοιαν; Τί δὲ προστάσσων· « Ἐρευνᾶτε τὰς γραφὰς, » ὠς μαρτυρούσας περὶ αὐτοῦ; Τί δὲ ὁ τῶν ἀποστόλων κορυφαῖος Πέτρος διδάσκειν βούλεται· « Περὶ ἧς σωτηρίας ἐξεζήτησαν, καὶ ἐξηρεύνησαν προφῆται, » λέγων; Τί δὲ Παῦλος ὁ θεῖος ἀπόστολος, λέγων· « Εἰ κεκαλυμμένον ἐστὶ τὸ Εὐαγγέλιον, ἀλλ' ἐν τοῖς ἀπολλυμένοις, ὧν ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτῶν, εἰς τὸ μὴ διαυγάσαι αὐτοῖς τὸν φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ; » Ὡς ἔοικεν, ἐξομοιωθῆναι ἡμᾶς βούλεσθε τοῖς Ἰουδαίοις, οἵ τινες ἁπλαῖς φωναῖς, ὡς λέγετε, τουτέστι μόνῳ τῳ γράμματι ὥσπέρ τινι φορυτῷ ἐγχώσαντες τὸν νοῦν, ἐξέπεσαν τῆς ἀληθείας, τὸ κάλυμμα ἔχοντες ἐν ταῖς καρδίαις αὑτῶν, τοῦ μὴ νοῆσαι τὸ κύριον πνεῦμα, τὸ ἐγκεκρυμμένον τῷ γράμματι, περὶ οὖ φησῖ· « Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα, ζωοποιεῖ.
89Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641C
Δέσποτα, ἐγὼ οὐ τολμῶ δέξασθαι συγκατάθεσιν παρ' ὑμῶν ἔγγραφον περὶ τοιούτου πράγματος, ψιλὸς ὑπάρχων μοναχός· ἀλλ' ἐὰν κατένυξεν ὑμᾶς ὁ Θεὸς, τὰς τῶν ἁγίων Πατέρων δέξασθαι φωνὰς, καθὼς ἀπαιτεῖ ὁ κανὼν, πρὸς τὸν Ῥώμης περὶ τούτου ἐγγράφως ἀποστείλατε· ἤγουν ὁ βασιλεὺς, καὶ ὁ πατριάρχης καὶ ἡ κατ' αὐτὸν σύνοδος.
90Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641D
Ποίαν βουλὴν ἔχω ὑμῖν περὶ τούτου δοῦναι; ᾽Υπάγετε, ψηλαφήσατε ἑάν τι τοιοῦτον γέγονέ ποτε, καὶ μετὰ θάνατον ἀπελύθη τίς τοῦ περὶ τὴν πίστιν ἐγκλήματος, καὶ τοῦ ἐξενεχθέντος κατ' αὐτοῦ κατακρίματος.
91Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641D
Καὶ ποιήσωσιν, ὁ μὲν κέλευσιν παρακλητικὴν, ὁ δὲ συνοδικὴν δέησιν πρὸς τὸν πάπαν Ῥώμης· Καὶ πάντως εἴπερ εὐρεθείη τροπος ἐκκλησιαστικὸς, τοῦτο ἐπιτρέπων διὰ τὴν ὀρθὴν ὁμολογίαν τῆς πίστεως, συμβιβάζεται ὑμῖν περὶ τούτου.
92Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643B
Εἶτα μικρὸν ὁμιλήσαντες πρὸς ἀλλήλους περὶ τοῦ κατὰ Θεὸν βίου, καὶ τῆς θείων ἐντολῶν τηρήσεως, στραφεὶς ΘΕΟΔ.
93Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643D
Εἶ κελεύεις, δέσποτα, δέξαι μου περὶ τούτου δύο ῥήματα· εἰ διὰ τὴν ἕνωσιν μία τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, καθάπερ Σέργιος καὶ Πύῤῥος καὶ Παῦλος γεγράφασι, γέγονε θέλησις, ἑτεροθελὴς κατ' αὐτοὺς ἐσται ὁ Υἱὸς τῷ Πατρὶ, διά τὴν φύσιν, ἀλλ' οὐ διὰ τὴν ἕνωσιν, μίαν κατὰ τὸν Υἱὸν ἔχοντι θέλησιν, εἴπερ οὐ ταυτόν ἐστιν ἕνωσις καὶ φύσις.
94Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0649B
εἶπεν· Ἐπὰν οὐκ ἀνέχεσθε εἰπεῖν τῷ δούλῳ ὑμῶν τὰ παραστάντα τῷ δεσπότῃ ἡμῶν καὶ βασιλεῖ, ἰδοὺ, λέγω ἀκούοντος τοῦ Θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων, καὶ πάντων ὑμῶν, ὅτιπερ εἴ τι δήποτε κελεύει μοι περὶ οἱουδήποτε πράγματος τῷ αἰῶνι τούτῳ συγκαταλυμένου καὶ συμφθειρομένου, προθύμως ποιῶ.
95Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0655D
Καὶ τοῦτο δὲ ἰστέον, ὅτι εν τῷ Ῥηγίῳ ἀποτεινόμενος Τρώϊλος πρὸς τὸν ἀββᾶν Μάξιμον, εἶπεν· Ὡς ὁ κονσιλάριος Ἰωάννης ἔγραψεν αὐτῷ περὶ συμβάσεως προταθείσης αὐτοῖς, καὶ τοῦτο γενέσθαι τέως, ἡ τῶν σῶν μαθητῶν ἀταξία διεκώλυσε, οἶμαι δὲ, ὅτι οὐκ ἔγραψεν ὁ εἰρημένος κονσιλάριος Ἰωάννης πρὸς τὸν Τρώϊλον, ἀλλὰ πρὸς Μεννᾶν τὸν μοναχὸν, κᾀκεῖνος εἶπε τοῖς τοῦ παλατίου.
96Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0657C
Εἰ καὶ ἀξία ποινὴ τῶν τοιούτων ὑμῶν πλημμελημάτων καὶ βλασφημιῶν οὐχ ὕπεσῃ, τῷ δικαίῳ ὑμᾶς περὶ τῆς μείζονος καταλιπόντες κριτῆ, ἐν τῷ παρόντι βίῳ, καὶ ἐν τούτῳ τὴν τῶν νόμων κενοῦντες ἀκρίβειαν, κερδανόντων ὑμῶν τὸ ζῇν, ψηφιζόμεθα ὑμῖν, τὸν παρόντα ἡμῖν πανεύφημον ἔπαρχον, αὐτίκα παραλαμβάνοντα ὑμᾶς ἐν τῷ κατ' αὐτὸν πολυαρχικῷ πραιτωρίῳ, καὶ νεύροις τὰ μετάφρενα τύπτοντα, [Μάξιμον καὶ Ἀνάστασιον καὶ Ἀναστάσιον, τὸ ὄργανον τῆς ὑμῶν Μαξίμου καὶ Ἀναστασίου καὶ Ἀναστασίου] ἀκολασίας, τουτέστι τὴν βλάσφημον ὑμῶν γλῶσσαν ἔδοθεν ἐκτερεῖν.
97Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0665C
Ἐπισκόπου Πόρτου, ἤγουν τοῦ λιμένος Ρώμης, καὶ μάρτυρος τῆς ἀληθείας, ἐκ τοῦ κατὰ Βήρωνος καὶ Ηλικος τῶν αἱρετικῶν, περὶ θεολογίας καὶ σαρκώσεως, κατὰ στοιχεῖον λόγου, οὗ ἡ ἀρχὴ, Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, ἀσιγήσῳ φωνῇ βοῶντα τὰ σεραφὶμ τὸν Θεὸν δοξάζουσι.
98Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0665D
Τὸ γὰρ ἄπειρον κατ' οὐδένα τρόπον, ἢ λόγον, ἐπιδέχεται κίνησιν, οὐκ ἔχον ὅποι, καὶ περὶ ὃ κινηθήσεται.
99Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669B
Κᾀμοὶ γὰρ, ἵνα τρανώσω παραδείγματι τὸ περὶ σωτῆρος λεχθὲν· ὁ φυσικὸς μου λόγος συγγενής ἐστι καὶ κατάλληλος ὄντι λογικῳ τε καὶ νοερῷ τὴν ψυχὴν, ἧς κατὰ φύσιν ἐστὶν αὐτοκίνητος ἐνέργειά τε καὶ πρώτη δύναμις, ἀεικίνητος, ὁ λόγος φυσικῶς αὑτῆς πηγαζόμενος· ὃν ῥηματίσας τε καὶ γραμμαῖς εὖ χαράξας, γλώσσῃ μὲν ὀργανικῶς, ὅτε χρὴ προφέρω, καὶ γράμμασι τεχνικῶς διὰ τῶν ἀνομοίων μὴ τραπὲντα δεικνὺς αὐτὸν ἐξακουόμενον.
100Anastasius I, Epistola ad Ioannem, 21;
A Ioanne consultus Anastasius, utrum Rufinus ob versos e Graeco in Latinum Origenis περὶ Ἀρχῶν libros damnandus esset, respondet, seposita omni suspicione, perpendendum esse, quo id animo aggressus sit: et eum quidem damnandum, si propria mente, et laudans ac probans transtulerit, secus si ipsum accusans auctorem; se vero non vano timore sollicitari, sed operam daturum, ne hinc Ecclesiae per orbem corrumpantur.
101Anastasius I, Epistolae et decreta, 20, 0067D
EPISTOLA I. ANASTASII I ROMANAE URBIS EPISCOPI AD IOANNEM EPISCOPUM IEROSOLYMORUM, SUPER NOMINE RUFINI. A Ioanne consultus Anastasius, utrum Rufinus ob versos e Graeco in Latinum Origenis περὶ Ἀρχῶν libros damnandus esset, respondet, seposita omni suspicione perpendendum esse quo id animo aggressus esset, et eum quidem damnandum, si propria mente et laudans ac probans transtulerit, secus si ipsum accusans auctorem: se vero non vano timore sollicitari, sed operam daturum, ne hinc Ecclesiae per orbem corrumpantur.
102Anonymi, Frg. Parisinum de idiomatibus casuum, p. 567, l. 23
datiui casus: parco tibi φείδομαί σου, noceo tibi βλάπτω σε, noceo inimico βλάπτω τὸν ἐχθρόν, obsum uicino βλάπτω τὸν γείτονα, officio noxio βλάπτω τὸν αἴτιον, incommodo malefico βλάπτω τὸν κακοποιόν, prosum patri ὠφελῶ τὸν πατέρα, commodo amico ὠφελῶ τὸν φίλον, benefacio patriae εὐεργετῶ τὴν πατρίδα, ὠφελῶ τὴν ἐνεγκαμένην, suadeo infanti συμβουλεύω τῷ νηπίῳ ἤτοι παιδίῳ, persuadeo fratri πείθω τὸν ἀδελφόν, persuadeo tibi πείθω σε, medeor languenti ἰῶμαι τὸν ἀσθενῆ, θεραπεύω τὸν ἄρρωστον, blandior tibi θωπεύω σε, κολακεύω σε, ancillor tibi κοπιδερμῶ σοι, adsentio tibi συναινῶ σοι, patrocinor tibi συνηγορῶ σοι, προστατῶ σου, derogo tibi ἀπομειῶ σου, exprobro tibi ὀνειδίζω σοι, inpropero tibi κατασπουδάζω σοι, obprobor tibi ὀνειδίζω σοι, obicio tibi ἀντιτίθημί σοι, ἀντιλέγω σοι, rapio tibi ἀφαιροῦμαί σε, ἁρπάζω σου, aufero tibi ἀποκομίζομαί σού τι, eximo tibi ἀφαιροῦμαί σέ τινος, ὑφαιροῦμαί σού τι, adimo tibi ἀφαιροῦμαί σου, demo tibi ἀφαιροῦμαί σου, subtraho tibi ἀφαιροῦμαί σου, subduco tibi ἀφέλκω σού τι, antefero tibi patrem προτίθημί σου τὸν πατέρα, praefero tibi magistrum προκρίνω σου τὸν ἐπιστάτην, praepono tibi infantem προκρίνω σου τὸν νήπιον, uitium tibi duco καταγινώσκω σου, praesidium tibi sum ὠφελῶ σε, βοηθῶ σοι, prosum tibi ὠφελῶ σε, insidior tib ἐπιβουλεύω σοι, inprecor tibi κατεύχομαί σοι, ἐπαρῶμαί σοι, benedico tibi εὐλογῶ σε, maledico tibi λοιδοροῦμαί σοι, λοιδορῶ σε, ausculto tibi ἀκούω σου, supplico tibi ἱκετεύω σε, παρακαλῶ σε, medeor tibi θεραπεύω σε, praeripio tibi προαρπάζω σου, arripio tibi ἁρπάζω σου, arripio te βασανίζω σε, licet mihi ἔξεστίν μοι, liquet mihi τηλαυγές μοί ἐστιν ἤτοι σαφές, extorqueo tibi ἀποσπῶ σου βίᾳ, obstrepo tibi ἐπιπλήττω σοι, obiurgo tibi ἐπιπλήττω σοι, ἐπιστρέφω σε, excutio tibi ἐκτινάσσω σου, palpo tibi, praecurro illi, procuro, geniculor tibi γονιπετῶ σε, δέομαι τῶν ἰχνῶν σου, praesidio tibi haec res est ἀμύνει σοι τὸ πρᾶγμα ἤτοι βοηθεῖ, praeeo illi προηγοῦμαι ἐκείνου, genibus tibi aduoluor γονιπετῶ σε, praeuaricor tibi καθυφίημί σοι, προδίδωμί σοι, supersedeo tibi προὔχω σου, πρόκειμαί σοι, commodo {tibi} mihi χρησιμεύω ἐμαυτῷ, antecellor tibi προέχω σου, succurro tibi βοηθῶ σοι, furor tibi κλέπτω σου; furor multi prohibent dici; oculos illi eruo πηρῶ αὐτόν, τυφλῶ αὐτόν, τοὺς ὀφθαλμοὺς αὐτοῦ ὀρύττω, succedo tibi διαδέχομαί σε, oneri tibi sum βαρῶ σε, horrori tibi sum φρικτός σοί εἰμι, φοβῶ σε, ἐκδειματῶ σε, pigneri tibi do rem ὑποτίθημί σοι ἀγρόν, dono tibi do fundum δωροῦμαί σοι ἀγρόν, consilio tibi sum συμβουλεύω σοι, studeo huic rei φροντίζω τοῦ πράγματος, σπουδάζω τῷ πράγματι, uello tibi ἀποσπῶ σου, τίλλω σου; huius uerbi perfectum est uolsi et uelli; repraesento tibi ἐμφανίζω σοι, ἀποκαθιστῶ σοι, timeo tibi εὐλαβοῦμαι περί σου, δέδοικα περί σου, detraho tibi ἀφαιροῦμαί σου.
103Anonymi, Frg. Parisinum de idiomatibus casuum, p. 570, l. 23
similis sum tibi forma ἐμφερής εἰμί σοι κατὰ τὴν ὄψιν, similis sum tui moribus ἔοικά σοι τοῖς ἐμαυτοῦ τρόποις; auello seni et senis caseum et casam ἀφαιροῦμαι τὸν γέροντα τοῦ τυροῦ ἢ τῆς οἰκίας, discrucior animi κατὰ ψυχὴν {ἐρευνῶ} τρύχομαι et animo obcrucior τιμωροῦμαι τὴν ψυχήν, uello iuuenis barbam ἀνασπῶ τίλλω τοῦ νέου τὴν γένυν ἤτοι τὸν πώγωνα et uello iuueni barbam τίλλω τοῦ νέου τὸν πώγωνα, frango serui caput κατεάσσω τοῦ θεράποντος τὴν κεφαλήν et frango seruo caput συνθλῶ συντρίβω τοῦ δούλου τὸ κρανίον * rumpo seruo caput ῥήσσω τοῦ μαστιγία τὴν κεφαλήν, studio tibi feci σπουδάζω σοι, metuo tibi δέδοικά σε δέδια περί σου, metuo tibi feci δέδοικα περί σου, fidens sum animi et animo θαρρῶ τῇ ψυχῇ μου.
104Anonymi, Frg. Parisinum de idiomatibus casuum, p. 571, l. 8
datiui et accusatiui casus {δοτικῆς καὶ αἰτιατικῆς πτώσεως }: adulor pastorem et pastori θωπεύω κολακεύω ποιμένα, ministro imperanti ὑπηρετοῦμαι κελεύοντι, ὑπουργῶ βασιλεῖ, administro autem imperantem διοικῶ βασιλέα; consulo infanti φροντίζω προνοῶ τοῦ νηπίου * adsideo praetori et praetorem παραιδρύω τῷ ἄρχοντι, adtendo declamanti et declamantem προσέχω τὸν δημηγόρον; accedo te πρόσειμί σοι, accedo autem tibi, id est eadem tibi sentio, τὰ αὐτά σοι συναινῶ; quid futurum est patri et ueteres dixerunt quid patrem futurum est τί ἔσται ὁ πατήρ; obtrecto mulieri et mulierem τὸ γύναιον ἀπατῶ, χλευάζω τὴν γυναῖκα, κακῶς αὐτὴν ποιῶ, deludo et inludo uanum et uano ἐμπαίζω τῷ ματαίῳ: Virgilius uana spe lusit amantem dixit; medicor amanti et amantem ἰατρεύω θεραπεύω τὸν ἐρῶντα, praestolor nutrici et nutricem σέβω τὴν τροφόν, σέβω τὴν τίτθην * illum et illi δαπανῶ χορηγῶ τῷ δεῖνα, prospicio te προβλέπω σε, προορῶ * prouideo te προβλέπω σε, prouideo tibi προνοῶ σου, decet mihi et me πρέπει μοι, decet patrem ἀρέσκει τῷ πατρί, succedo patri ὑπεισέρχομαι τὸν πατέρα, succedo murum εἴσω τειχῶν γίνομαι, εἰσέρχομαι τὸ τεῖχος, studeo Graecis litteris et Graecas litteras φιλοπονῶ περὶ τοὺς Ἑλληνικοὺς λόγους, μανθάνω γράμματα Ἑλληνικά, incanto tibi et excanto te ἐπᾴδω σοι, subrepo iudici ὑπείσειμι ὑπεισέρχομαι τὸν δικαστήν, subrepo murum ὑπὸ τεῖχος ἕρπω, repraesento tibi et te ἀμείβομαί σε, ἀποκαθιστῶ σοι, conduco tibi ὠφελῶ σε, λυσιτελῶ σοι, conduco te μισθοῦμαί σε, praesto inopi διαφέρω τοῦ πτωχοῦ, παρέχω τῷ ἀπόρῳ, praesto illum ὑπερβάλλω ἐκεῖνον, antecedo illi et illum προηγοῦμαι αὐτοῦ, tempero tibi φείδομαί σου, ἀπέχομαί σου, tempero te κατάρχω σου.
105Anonymus, Scholia in orationes Ciceronis Gronouiana codicis Voss. lat. Q 138, p11; 163
Hoc etiam Demosthenes κατὰ Ἀριστογείτονος in consilio habeas ita dixit : καὶ τί δεῖ λέγειν περὶ τῶν παλαιῶν; ἀλλὰ τοὺς ἐφ’υμῶν ἀναλογίσασθε et reliqua.
106Apuleius, Apologia, 36, 26; 2 (auctor c.125–c.180)
bene quod apud te, Maxime, causa agitur, qui pro tua eruditione legisti profecto Aristotelis περί ζῴων γενέσεως, περί ζῴων ἀνατομῆς, περί ζῴων ἱστορίας multiiuga uolumina, praeterea problemata innumera eiusdem, tum ex eadem secta ceterorum, in quibus id genus uaria tractantur.
107Apuleius, Apologia, 41, 26; 12 (auctor c.125–c.180)
quod ego gratulor nescire istos legisse me Theophrasti quoque περί δακέτων καί βλητικῶν et Nicandri θηριακά ; ceterum me etiam ueneficii reum postularent; at quidem hoc negotium ex lectione et aemulatione Aristoteli nactus sum, nonnihil et Platone meo adhortante, qui ait eum, qui ista uestiget, ἀμεταμέλητον παιδιάν ἐν βίῳ παίζειν .
108Apuleius, Apologia, 64, 26; 5 (auctor c.125–c.180)
idem Maximus optime intellegit, ut de nomine etiam uobis respondeam, quisnam sit ille non a me primo, sed a Platone βασιλεύς nuncupatus: περί τόν πάντων βασιλέα πάντ' ἐστί καί ἐκείνου ἕνεκα πάντα , quisnam sit ille basileus, totius rerum naturae causa et ratio et origo initialis, summus animi genitor, aeternus animantum sospitator, assiduus mundi sui opifex, sed enim sine opera opifex, sine cura sospitator, sine propagatione genitor, neque loco neque tempore neque uice ulla comprehensus eoque paucis
109Aristoteles, Physica, 1, 1; 1
Ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πά σας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν (τότε γὰρ οἰόμεθα γιγνώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων), δῆλον ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς.
110Aristoteles, Physica, 1, 2; 3
τὸ μὲν οὖν εἰ ἓν καὶ ἀκίνητον τὸ ὂν σκοπεῖν οὐ περὶ φύσεώς ἐστι σκο πεῖν· ὥσπερ γὰρ καὶ τῷ γεωμέτρῃ οὐκέτι λόγος ἔστι πρὸς τὸν ἀνελόντα τὰς ἀρχάς, ἀλλ' ἤτοι ἑτέρας ἐπιστήμης ἢ πα σῶν κοινῆς, οὕτως οὐδὲ τῷ περὶ ἀρχῶν· οὐ γὰρ ἔτι ἀρχὴ ἔστιν, εἰ ἓν μόνον καὶ οὕτως ἓν ἔστιν.
111Aristoteles, Physica, 1, 2; 7
ἅμα δ' οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλ' ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, ὅσα δὲ μή, οὔ, οἷον τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεω μετρικοῦ διαλῦσαι, τὸν δὲ Ἀντιφῶντος οὐ γεωμετρικοῦ· οὐ μὴν ἀλλ' ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς, ἴσως ἔχει καλῶς ἐπὶ μικρὸν δια λεχθῆναι περὶ αὐτῶν· ἔχει γὰρ φιλοσοφίαν ἡ σκέψις.
112Aristoteles, Physica, 1, 2; 18
(ἔχει δ' ἀπορίαν περὶ τοῦ μέρους καὶ τοῦ ὅλου, ἴσως δὲ οὐ πρὸς τὸν λόγον ἀλλ' αὐτὴν καθ' αὑτήν, πότερον ἓν ἢ πλείω τὸ μέρος καὶ τὸ ὅλον, καὶ πῶς ἓν ἢ πλείω, καὶ εἰ πλείω, πῶς πλείω, καὶ περὶ τῶν μερῶν τῶν μὴ συνεχῶν· καὶ εἰ τῷ ὅλῳ ἓν ἑκάτερον ὡς ἀδιαίρετον, ὅτι καὶ αὐτὰ αὑ τοῖς.
113Aristoteles, Physica, 1, 2; 20
ἀλλὰ μὴν εἰ τῷ λόγῳ ἓν τὰ ὄντα πάντα ὡς λώπιον καὶ ἱμάτιον, τὸν Ἡρακλείτου λόγον συμβαίνει λέγειν αὐτοῖς· ταὐτὸν γὰρ ἔσται ἀγαθῷ καὶ κακῷ εἶναι, καὶ ἀγαθῷ καὶ μὴ ἀγαθῷ εἶναι – ὥστε ταὐτὸν ἔσται ἀγα θὸν καὶ οὐκ ἀγαθόν, καὶ ἄνθρωπος καὶ ἵππος, καὶ οὐ περὶ τοῦ ἓν εἶναι τὰ ὄντα ὁ λόγος ἔσται ἀλλὰ περὶ τοῦ μηδέν – καὶ τὸ τοιῳδὶ εἶναι καὶ τοσῳδὶ ταὐτόν.
114Aristoteles, Physica, 1, 4; 3
ἔοικε δὲ Ἀναξα γόρας ἄπειρα οὕτως οἰηθῆναι διὰ τὸ ὑπολαμβάνειν τὴν κοι νὴν δόξαν τῶν φυσικῶν εἶναι ἀληθῆ, ὡς οὐ γιγνομένου οὐδε νὸς ἐκ τοῦ μὴ ὄντος (διὰ τοῦτο γὰρ οὕτω λέγουσιν, ἦν ὁμοῦ πάντα, καὶ τὸ γίγνεσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι, οἱ δὲ σύγκρισιν καὶ διάκρισιν)· ἔτι δ' ἐκ τοῦ γίγνεσθαι ἐξ ἀλ λήλων τἀναντία· ἐνυπῆρχεν ἄρα· εἰ γὰρ πᾶν μὲν τὸ γι γνόμενον ἀνάγκη γίγνεσθαι ἢ ἐξ ὄντων ἢ ἐκ μὴ ὄντων, τούτων δὲ τὸ μὲν ἐκ μὴ ὄντων γίγνεσθαι ἀδύνατον (περὶ γὰρ ταύτης ὁμογνωμονοῦσι τῆς δόξης ἅπαντες οἱ περὶ φύσεως), τὸ λοι πὸν ἤδη συμβαίνειν ἐξ ἀνάγκης ἐνόμισαν, ἐξ ὄντων μὲν καὶ ἐνυπαρχόντων γίγνεσθαι, διὰ μικρότητα δὲ τῶν ὄγκων ἐξ ἀναισθήτων ἡμῖν.
115Aristoteles, Physica, 1, 7; 1
Ὧδ' οὖν ἡμεῖς λέγωμεν πρῶτον περὶ πάσης γενέσεως ἐπελθόντες· ἔστι γὰρ κατὰ φύσιν τὰ κοινὰ πρῶτον εἰπόντας οὕτω τὰ περὶ ἕκαστον ἴδια θεωρεῖν.
116Aristoteles, Physica, 1, 7; 23
πόσαι μὲν οὖν αἱ ἀρχαὶ τῶν περὶ γένεσιν φυ σικῶν, καὶ πῶς ποσαί, εἴρηται· καὶ δῆλόν ἐστιν ὅτι δεῖ ὑπο κεῖσθαί τι τοῖς ἐναντίοις καὶ τἀναντία δύο εἶναι.
117Aristoteles, Physica, 1, 9; 14
περὶ δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίς ἢ τίνες εἰσίν, δι' ἀκριβείας τῆς πρώ της φιλοσοφίας ἔργον ἐστὶν διορίσαι, ὥστ' εἰς ἐκεῖνον τὸν και ρὸν ἀποκείσθω.
118Aristoteles, Physica, 1, 9; 15
περὶ δὲ τῶν φυσικῶν καὶ φθαρτῶν εἰδῶν ἐν τοῖς ὕστερον δεικνυμένοις ἐροῦμεν.
119Aristoteles, Physica, 2, 1; 9
τὸ δὲ δεικνύναι τὰ φανερὰ διὰ τῶν ἀφανῶν οὐ δυναμένου κρίνειν ἐστὶ τὸ δι' αὑτὸ καὶ μὴ δι' αὑτὸ γνώριμον (ὅτι δ' ἐνδέχεται τοῦτο πάσχειν, οὐκ ἄδηλον· συλλογίσαιτο γὰρ ἄν τις ἐκ γενετῆς ὢν τυφλὸς περὶ χρωμάτων), ὥστε ἀνάγκη τοῖς τοιούτοις περὶ τῶν ὀνομά των εἶναι τὸν λόγον, νοεῖν δὲ μηδέν.
120Aristoteles, Physica, 2, 1; 26
εἰ δ' ἔστιν στέρησις καὶ ἐναντίον τι περὶ τὴν ἁπλῆν γένεσιν ἢ μὴ ἔστιν, ὕστερον ἐπισκεπτέον.
121Aristoteles, Physica, 2, 2; 1
Ἐπεὶ δὲ διώρισται ποσαχῶς ἡ φύσις, μετὰ τοῦτο θεωρητέον τίνι διαφέρει ὁ μαθηματικὸς τοῦ φυσικοῦ (καὶ γὰρ ἐπίπεδα καὶ στερεὰ ἔχει τὰ φυσικὰ σώματα καὶ μήκη καὶ στιγμάς, περὶ ὧν σκοπεῖ ὁ μαθηματικός)· ἔτι εἰ ἡ ἀστρολογία ἑτέρα ἢ μέρος τῆς φυσικῆς· εἰ γὰρ τοῦ φυσικοῦ τὸ τί ἐστιν ἥλιος ἢ σελήνη εἰδέναι, τῶν δὲ συμβεβηκότων καθ' αὑτὰ μηδέν, ἄτοπον, ἄλλως τε καὶ ὅτι φαίνονται λέ γοντες οἱ περὶ φύσεως καὶ περὶ σχήματος σελήνης καὶ ἡλίου, καὶ δὴ καὶ πότερον σφαιροειδὴς ἡ γῆ καὶ ὁ κόσμος ἢ οὔ.
122Aristoteles, Physica, 2, 2; 2
περὶ τούτων μὲν οὖν πραγματεύεται καὶ ὁ μαθηματικός, ἀλλ' οὐχ ᾗ φυσικοῦ σώματος πέρας ἕκαστον· οὐδὲ τὰ συμ βεβηκότα θεωρεῖ ᾗ τοιούτοις οὖσι συμβέβηκεν· διὸ καὶ χωρί ζει· χωριστὰ γὰρ τῇ νοήσει κινήσεώς ἐστι, καὶ οὐδὲν διαφέ ρει, οὐδὲ γίγνεται ψεῦδος χωριζόντων.
123Aristoteles, Physica, 2, 2; 7
ἡ μὲν γὰρ γεωμετρία περὶ γραμμῆς φυσικῆς σκοπεῖ, ἀλλ' οὐχ ᾗ φυ σική, ἡ δ' ὀπτικὴ μαθηματικὴν μὲν γραμμήν, ἀλλ' οὐχ ᾗ μαθηματικὴ ἀλλ' ᾗ φυσική.
124Aristoteles, Physica, 2, 2; 8
ἐπεὶ δ' ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη, ὡς ἂν εἰ περὶ σιμότητος σκοποῖμεν τί ἐστιν, οὕτω θεωρητέον· ὥστ' οὔτ' ἄνευ ὕλης τὰ τοιαῦτα οὔτε κατὰ τὴν ὕλην.
125Aristoteles, Physica, 2, 2; 9
καὶ γὰρ δὴ καὶ περὶ τούτου ἀπορήσειεν ἄν τις, ἐπεὶ δύο αἱ φύσεις, περὶ ποτέρας τοῦ φυσικοῦ.
126Aristoteles, Physica, 2, 2; 10
ἢ περὶ τοῦ ἐξ ἀμφοῖν;
127Aristoteles, Physica, 2, 2; 14
ἡ δὲ φύσις τέλος καὶ οὗ ἕνε κα (ὧν γὰρ συνεχοῦς τῆς κινήσεως οὔσης ἔστι τι τέλος, τοῦτο ἔσχατον καὶ τὸ οὗ ἕνεκα· διὸ καὶ ὁ ποιητὴς γελοίως προήχθη εἰπεῖν “ἔχει τελευτήν, ἧσπερ οὕνεκ' ἐγέ νετο”· βούλεται γὰρ οὐ πᾶν εἶναι τὸ ἔσχατον τέλος, ἀλλὰ τὸ βέλτιστον)· ἐπεὶ καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν ἁπλῶς αἱ δὲ εὐεργόν, καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάν των ὑπαρχόντων (ἐσμὲν γάρ πως καὶ ἡμεῖς τέλος· διχῶς γὰρ τὸ οὗ ἕνεκα· εἴρηται δ' ἐν τοῖς περὶ φιλοσοφίας).
128Aristoteles, Physica, 2, 2; 20
ἢ ὥσπερ ἰατρὸν νεῦρον ἢ χαλκέα χαλκόν, μέχρι τοῦ τίνος [γὰρ] ἕνεκα ἕκαστον, καὶ περὶ ταῦτα ἅ ἐστι χωριστὰ μὲν εἴ δει, ἐν ὕλῃ δέ;
129Aristoteles, Physica, 2, 3; 1
Διωρισμένων δὲ τούτων ἐπισκεπτέον περὶ τῶν αἰτίων, ποῖά τε καὶ πόσα τὸν ἀριθμόν ἐστιν.
130Aristoteles, Physica, 2, 3; 2
ἐπεὶ γὰρ τοῦ εἰδέναι χάριν ἡ πραγματεία, εἰδέναι δὲ οὐ πρότερον οἰόμεθα ἕκαστον πρὶν ἂν λάβωμεν τὸ διὰ τί περὶ ἕκαστον (τοῦτο δ' ἐστὶ τὸ λαβεῖν τὴν πρώτην αἰτίαν), δῆλον ὅτι καὶ ἡμῖν τοῦτο ποιη τέον καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ πάσης τῆς φυσικῆς μεταβολῆς, ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν εἰς αὐτὰς πειρώμεθα τῶν ζητουμένων ἕκαστον.
131Aristoteles, Physica, 2, 3; 5
ἔτι ὡς τὸ τέλος· τοῦτο δ' ἐστὶν τὸ οὗ ἕνεκα, οἷον τοῦ περιπατεῖν ἡ ὑγίεια· διὰ τί γὰρ περι πατεῖ;
132Aristoteles, Physica, 2, 4; 2
ἔνιοι γὰρ καὶ εἰ ἔστιν ἢ μὴ ἀποροῦσιν· οὐδὲν γὰρ δὴ γίγνεσθαι ἀπὸ τύχης φασίν, ἀλλὰ πάντων εἶναί τι αἴτιον ὡρισμένον ὅσα λέγομεν ἀπὸ ταὐτομάτου γίγνεσθαι ἢ τύχης, οἷον τοῦ ἐλθεῖν ἀπὸ τύχης εἰς τὴν ἀγοράν, καὶ καταλαβεῖν ὃν ἐβούλετο μὲν οὐκ ᾤετο δέ, αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀπὸ τύχης λεγομένων ἀεί τι εἶναι λαβεῖν τὸ αἴτιον, ἀλλ' οὐ τύ χην, ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ἄτοπον ἂν φανείη ὡς ἀλη θῶς, καὶ ἀπορήσειεν ἄν τις διὰ τί ποτ' οὐδεὶς τῶν ἀρχαίων σοφῶν τὰ αἴτια περὶ γενέσεως καὶ φθορᾶς λέγων περὶ τύ χης οὐδὲν διώρισεν, ἀλλ' ὡς ἔοικεν, οὐδὲν ᾤοντο οὐδ' ἐκεῖνοι εἶ ναι ἀπὸ τύχης.
133Aristoteles, Physica, 2, 4; 9
καίτοι εἰ οὕτως ἔχει, τοῦτ' αὐτὸ ἄξιον ἐπιστάσεως, καὶ καλῶς ἔχει λεχ θῆναί τι περὶ αὐτοῦ.
134Aristoteles, Physica, 2, 5; 3
τῶν δὲ γιγνομένων τὰ μὲν ἕνεκά του γίγνεται τὰ δ' οὔ (τούτων δὲ τὰ μὲν κατὰ προαίρεσιν, τὰ δ' οὐ κατὰ προαίρεσιν, ἄμφω δ' ἐν τοῖς ἕνεκά του), ὥστε δῆλον ὅτι καὶ ἐν τοῖς παρὰ τὸ ἀναγκαῖον καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἔστιν ἔνια περὶ ἃ ἐνδέχεται ὑπάρχειν τὸ ἕνεκά του.
135Aristoteles, Physica, 2, 5; 8
διὸ περὶ τὸ αὐτὸ διάνοια καὶ τύχη· ἡ γὰρ προαίρεσις οὐκ ἄνευ διανοίας.
136Aristoteles, Physica, 2, 6; 3
διὸ καὶ ἀνάγκη περὶ τὰ πρακτὰ εἶναι τὴν τύχην (σημεῖον δ' ὅτι δοκεῖ ἤτοι ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ ἡ εὐτυχία ἢ ἐγγύς, ἡ δ' εὐδαιμονία πρᾶξίς τις· εὐπραξία γάρ), ὥσθ' ὁπόσοις μὴ ἐνδέχεται πρᾶξαι, οὐδὲ τὸ ἀπὸ τύχης τι ποιῆσαι.
137Aristoteles, Physica, 2, 6; 5
τὸ δὲ πάσχειν ἀπὸ τύχης ὑπάρξει πως καὶ τούτοις, ὅταν ὁ πράτ των τι περὶ αὐτὰ πράξῃ ἀπὸ τύχης, ἄλλως δὲ οὐκ ἔστιν· τὸ δ' αὐτόματον καὶ τοῖς ἄλλοις ζῴοις καὶ πολλοῖς τῶν ἀψύ χων, οἷον ὁ ἵππος αὐτόματος, φαμέν, ἦλθεν, ὅτι ἐσώθη μὲν ἐλθών, οὐ τοῦ σωθῆναι δὲ ἕνεκα ἦλθε· καὶ ὁ τρίπους αὐτό ματος κατέπεσεν· ἔστη μὲν γὰρ τοῦ καθῆσθαι ἕνεκα, ἀλλ' οὐ τοῦ καθῆσθαι ἕνεκα κατέπεσεν.
138Aristoteles, Physica, 2, 7; 3
ὅτι μὲν οὖν τὰ αἴτια ταῦτα καὶ τοσαῦτα, φανερόν· ἐπεὶ δ' αἱ αἰτίαι τέτταρες, περὶ πασῶν τοῦ φυσικοῦ εἰδέναι, καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς, τὴν ὕλην, τὸ εἶδος, τὸ κινῆσαν, τὸ οὗ ἕνεκα.
139Aristoteles, Physica, 2, 7; 4
ἔρχεται δὲ τὰ τρία εἰς [τὸ] ἓν πολλάκις· τὸ μὲν γὰρ τί ἐστι καὶ τὸ οὗ ἕνεκα ἕν ἐστι, τὸ δ' ὅθεν ἡ κίνησις πρῶτον τῷ εἴδει ταὐτὸ τούτοις· ἄν θρωπος γὰρ ἄνθρωπον γεννᾷ – καὶ ὅλως ὅσα κινούμενα κινεῖ (ὅσα δὲ μή, οὐκέτι φυσικῆς· οὐ γὰρ ἐν αὑτοῖς ἔχοντα κίνησιν οὐδ' ἀρχὴν κινήσεως κινεῖ, ἀλλ' ἀκίνητα ὄντα· διὸ τρεῖς αἱ πραγματεῖαι, ἡ μὲν περὶ ἀκινήτων, ἡ δὲ περὶ κινουμένων μὲν ἀφθάρτων δέ, ἡ δὲ περὶ τὰ φθαρτά).
140Aristoteles, Physica, 2, 7; 6
περὶ γενέσεως γὰρ μάλιστα τοῦτον τὸν τρόπον τὰς αἰτίας σκοποῦσι, τί μετὰ τί γίγνεται, καὶ τί πρῶτον ἐποίησεν ἢ τί ἔπαθεν, καὶ οὕτως αἰεὶ τὸ ἐφεξῆς.
141Aristoteles, Physica, 2, 8; 1
Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις τῶν ἕνεκά του αἰτίων, ἔπειτα περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσι κοῖς· εἰς γὰρ ταύτην τὴν αἰτίαν ἀνάγουσι πάντες, ὅτι ἐπειδὴ τὸ θερμὸν τοιονδὶ πέφυκεν καὶ τὸ ψυχρὸν καὶ ἕκαστον δὴ τῶν τοιούτων, ταδὶ ἐξ ἀνάγκης ἐστὶ καὶ γίγνεται· καὶ γὰρ ἐὰν ἄλλην αἰτίαν εἴπωσιν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν, ὁ μὲν τὴν φιλίαν καὶ τὸ νεῖκος, ὁ δὲ τὸν νοῦν· ἔχει δ' ἀπορίαν τί κωλύει τὴν φύσιν μὴ ἕνεκά του ποιεῖν μηδ' ὅτι βέλτιον, ἀλλ' ὥσπερ ὕει ὁ Ζεὺς οὐχ ὅπως τὸν σῖτον αὐξήσῃ, ἀλλ' ἐξ ἀνάγκης (τὸ γὰρ ἀναχθὲν ψυχθῆναι δεῖ, καὶ τὸ ψυχθὲν ὕδωρ γενόμενον κατελθεῖν· τὸ δ' αὐξάνεσθαι τούτου γενομέ νου τὸν σῖτον συμβαίνει), ὁμοίως δὲ καὶ εἴ τῳ ἀπόλλυται ὁ σῖτος ἐν τῇ ἅλῳ, οὐ τούτου ἕνεκα ὕει ὅπως ἀπόληται, ἀλλὰ τοῦτο συμβέβηκεν – ὥστε τί κωλύει οὕτω καὶ τὰ μέρη ἔχειν ἐν τῇ φύσει, οἷον τοὺς ὀδόντας ἐξ ἀνάγκης ἀνατεῖλαι τοὺς μὲν ἐμπροσθίους ὀξεῖς, ἐπιτηδείους πρὸς τὸ διαιρεῖν, τοὺς δὲ γομφίους πλατεῖς καὶ χρησίμους πρὸς τὸ λεαίνειν τὴν τροφήν, ἐπεὶ οὐ τούτου ἕνεκα γενέσθαι, ἀλλὰ συμπεσεῖν· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων μερῶν, ἐν ὅσοις δοκεῖ ὑπάρχειν τὸ ἕνεκά του.
142Aristoteles, Physica, 3, 1; 1
Ἐπεὶ δ' ἡ φύσις μέν ἐστιν ἀρχὴ κινήσεως καὶ μετα βολῆς, ἡ δὲ μέθοδος ἡμῖν περὶ φύσεώς ἐστι, δεῖ μὴ λαν θάνειν τί ἐστι κίνησις· ἀναγκαῖον γὰρ ἀγνοουμένης αὐτῆς ἀγ νοεῖσθαι καὶ τὴν φύσιν.
143Aristoteles, Physica, 3, 1; 2
διορισαμένοις δὲ περὶ κινήσεως πει ρατέον τὸν αὐτὸν ἐπελθεῖν τρόπον περὶ τῶν ἐφεξῆς.
144Aristoteles, Physica, 3, 1; 5
δῆλον οὖν ὡς διά τε ταῦτα, καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ κα θόλου ταῦτα, σκεπτέον προχειρισαμένοις περὶ ἑκάστου τούτων (ὑστέρα γὰρ ἡ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν κοινῶν ἐστιν)· καὶ πρῶτον, καθάπερ εἴπαμεν, περὶ κινήσεως.
145Aristoteles, Physica, 3, 1; 17
δοκεῖ μὲν οὖν τισιν ἅπαν κινεῖσθαι τὸ κι νοῦν, οὐ μὴν ἀλλὰ περὶ τούτου μὲν ἐξ ἄλλων ἔσται δῆλον ὅπως ἔχει (ἔστι γάρ τι κινοῦν καὶ ἀκίνητον), ἡ δὲ τοῦ δυνάμει ὄντος , ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ οὐχ ᾗ αὐτὸ ἀλλ' ᾗ κινητόν, κίνησίς ἐστιν.
146Aristoteles, Physica, 3, 2; 1
Ὅτι δὲ καλῶς εἴρηται, δῆλον καὶ ἐξ ὧν οἱ ἄλλοι περὶ αὐτῆς λέγουσιν, καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι διορίσαι ἄλ λως αὐτήν.
147Aristoteles, Physica, 3, 3; 15
τὸν αὐτὸν δὲ λεχθήσεται τρόπον καὶ περὶ τῶν ἄλλων κινήσεων ἑκάστης.
148Aristoteles, Physica, 3, 4; 1
Ἐπεὶ δ' ἐστὶν ἡ περὶ φύσεως ἐπιστήμη περὶ μεγέθη καὶ κίνησιν καὶ χρόνον, ὧν ἕκαστον ἀναγκαῖον ἢ ἄπειρον ἢ πεπερασμένον εἶναι, εἰ καὶ μὴ πᾶν ἐστιν ἄπειρον ἢ πεπε ρασμένον, οἷον πάθος ἢ στιγμή (τῶν γὰρ τοιούτων ἴσως οὐ δὲν ἀναγκαῖον ἐν θατέρῳ τούτων εἶναι), προσῆκον ἂν εἴη τὸν περὶ φύσεως πραγματευόμενον θεωρῆσαι περὶ ἀπείρου, εἰ ἔστιν ἢ μή, καὶ εἰ ἔστιν, τί ἐστιν.
149Aristoteles, Physica, 3, 4; 2
σημεῖον δ' ὅτι ταύτης τῆς ἐπιστή μης οἰκεία ἡ θεωρία ἡ περὶ αὐτοῦ· πάντες γὰρ οἱ δοκοῦντες ἀξιο λόγως ἧφθαι τῆς τοιαύτης φιλοσοφίας πεποίηνται λόγον περὶ τοῦ ἀπείρου, καὶ πάντες ὡς ἀρχήν τινα τιθέασι τῶν ὄν των, οἱ μέν, ὥσπερ οἱ Πυθαγόρειοι καὶ Πλάτων, καθ' αὑτό, οὐχ ὡς συμβεβηκός τινι ἑτέρῳ ἀλλ' οὐσίαν αὐτὸ ὂν τὸ ἄπει ρον.
150Aristoteles, Physica, 3, 4; 3
πλὴν οἱ μὲν Πυθαγόρειοι ἐν τοῖς αἰσθητοῖς (οὐ γὰρ χω ριστὸν ποιοῦσιν τὸν ἀριθμόν), καὶ εἶναι τὸ ἔξω τοῦ οὐρανοῦ ἄπει ρον, Πλάτων δὲ ἔξω μὲν οὐδὲν εἶναι σῶμα, οὐδὲ τὰς ἰδέας, διὰ τὸ μηδὲ ποὺ εἶναι αὐτάς, τὸ μέντοι ἄπειρον καὶ ἐν τοῖς αἰσθητοῖς καὶ ἐν ἐκείναις εἶναι· καὶ οἱ μὲν τὸ ἄπειρον εἶναι τὸ ἄρτιον (τοῦτο γὰρ ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦ περιτ τοῦ περαινόμενον παρέχειν τοῖς οὖσι τὴν ἀπειρίαν· σημεῖον δ' εἶναι τούτου τὸ συμβαῖνον ἐπὶ τῶν ἀριθμῶν· περιτιθεμένων γὰρ τῶν γνωμόνων περὶ τὸ ἓν καὶ χωρὶς ὁτὲ μὲν ἄλλο ἀεὶ γίγνεσθαι τὸ εἶδος, ὁτὲ δὲ ἕν), Πλάτων δὲ δύο τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν.
151Aristoteles, Physica, 3, 4; 4
οἱ δὲ περὶ φύσεως πάντες [ἀεὶ] ὑποτιθέασιν ἑτέραν τινὰ φύσιν τῷ ἀπείρῳ τῶν λεγομένων στοιχείων, οἷον ὕδωρ ἢ ἀέρα ἢ τὸ μεταξὺ τούτων.
152Aristoteles, Physica, 3, 5; 10
ἔχει δ' ἀπορίαν ἡ περὶ τοῦ ἀπείρου θεωρία· καὶ γὰρ μὴ εἶναι τι θεμένοις πόλλ' ἀδύνατα συμβαίνει καὶ εἶναι.
153Aristoteles, Physica, 3, 6; 12
ἀλλ' ἴσως αὕτη μὲν [ἐστι] καθόλου ἡ ζήτη σις, εἰ ἐνδέχεται ἄπειρον καὶ ἐν τοῖς μαθηματικοῖς εἶναι καὶ ἐν τοῖς νοητοῖς καὶ μηδὲν ἔχουσι μέγεθος· ἡμεῖς δ' ἐπισκοποῦμεν περὶ τῶν αἰσθητῶν καὶ περὶ ὧν ποιούμεθα τὴν μέθοδον, ἆρ' ἔστιν ἐν αὐτοῖς ἢ οὐκ ἔστι σῶμα ἄπειρον ἐπὶ τὴν αὔξησιν.
154Aristoteles, Physica, 3, 6; 18
ἀδύ νατον δ' εἶναι τοιοῦτον, οὐχ ὅτι ἄπειρον (περὶ τούτου μὲν γὰρ κοινόν τι λεκτέον ἐπὶ παντὸς ὁμοίως, καὶ ἀέρος καὶ ὕδατος καὶ ὁτουοῦν), ἀλλ' ὅτι οὐκ ἔστιν τοιοῦτον σῶμα αἰσθητὸν παρὰ τὰ καλούμενα στοιχεῖα· ἅπαντα γὰρ ἐξ οὗ ἐστι, καὶ διαλύε ται εἰς τοῦτο, ὥστε ἦν ἂν ἐνταῦθα παρὰ ἀέρα καὶ πῦρ καὶ γῆν καὶ ὕδωρ· φαίνεται δ' οὐδέν.
155Aristoteles, Physica, 3, 6; 34
> Ἀναξαγόρας δ' ἀτόπως λέγει περὶ τῆς τοῦ ἀπείρου μονῆς· στηρίζειν γὰρ αὐτὸ αὑτό φησιν τὸ ἄπειρον· τοῦτο δέ, ὅτι ἐν αὑτῷ (ἄλλο γὰρ οὐδὲν περιέχειν), ὡς ὅπου ἄν τι ᾖ, πεφυκὸς ἐνταῦθα εἶ ναι.
156Aristoteles, Physica, 3, 8; 13
φαίνονται δὲ πάντες καὶ οἱ ἄλ λοι ὡς ὕλῃ χρώμενοι τῷ ἀπείρῳ· διὸ καὶ ἄτοπον τὸ περι έχον ποιεῖν αὐτὸ ἀλλὰ μὴ περιεχόμενον.
157Aristoteles, Physica, 3, 9; 8
ἀλλὰ περὶ μὲν τοῦ ἀπείρου, πῶς ἔστι καὶ πῶς οὐκ ἔστι καὶ τί ἐστιν, εἴρηται.
158Aristoteles, Physica, 4, 1; 1
Ὁμοίως δ' ἀνάγκη καὶ περὶ τόπου τὸν φυσικὸν ὥσπερ καὶ περὶ ἀπείρου γνωρίζειν, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἔστι, καὶ τί ἐστιν.
159Aristoteles, Physica, 4, 1; 5
ἔτι δ' οὐδ' ἔχομεν οὐδὲν παρὰ τῶν ἄλλων οὔτε προηπορημένον οὔτε προηυπορημένον περὶ αὐτοῦ.
160Aristoteles, Physica, 4, 1; 27
ἔτι ὥσπερ ἅπαν σῶμα ἐν τόπῳ, οὕτω καὶ ἐν τόπῳ ἅπαντι σῶμα· πῶς οὖν ἐροῦμεν περὶ τῶν αὐξανομένων;
161Aristoteles, Physica, 4, 2; 18
ἐξ ὧν μὲν τοίνυν ἀναγ καῖον εἶναί τι τὸν τόπον, καὶ πάλιν ἐξ ὧν ἀπορήσειεν ἄν τις αὐτοῦ περὶ τῆς οὐσίας, εἴρηται.
162Aristoteles, Physica, 4, 5; 1
Τί δέ ποτ' ἐστὶν ὁ τόπος, ὧδ' ἂν γένοιτο φανερόν. λά βωμεν δὲ περὶ αὐτοῦ ὅσα δοκεῖ ἀληθῶς καθ' αὑτὸ ὑπάρ χειν αὐτῷ.
163Aristoteles, Physica, 4, 5; 4
δεῖ δὲ πειρᾶσθαι τὴν σκέψιν οὕτω ποιεῖσθαι ὅπως τὸ τί ἐστιν ἀποδοθήσεται, ὥστε τά τε ἀπορούμενα λύεσθαι, καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ ὑπάρχοντα ἔσται, καὶ ἔτι τὸ τῆς δυσκολίας αἴτιον καὶ τῶν περὶ αὐτὸν ἀπορημά των ἔσται φανερόν· οὕτω γὰρ ἂν κάλλιστα δεικνύοιτο ἕκαστον.
164Aristoteles, Physica, 4, 7; 17
διοριστέον δὲ περὶ τούτων ὕστερον· ἀλλὰ διὰ τὸν καιρὸν ἀνάγκη μὲν εἰπεῖν, ἀσαφῶς δὲ νῦν ῥηθὲν τότ' ἔσται σαφέστερον.
165Aristoteles, Physica, 4, 7; 20
καὶ περὶ μὲν τόπου, καὶ ὅτι ἔστι καὶ τί ἐστιν, εἴρηται.
166Aristoteles, Physica, 4, 8; 1
Τὸν αὐτὸν δὲ τρόπον ὑποληπτέον εἶναι τοῦ φυσικοῦ θεω ρῆσαι καὶ περὶ κενοῦ, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἔστι, καὶ τί ἐστιν, ὥσπερ καὶ περὶ τόπου· καὶ γὰρ παραπλησίαν ἔχει τήν τε ἀπιστίαν καὶ τὴν πίστιν διὰ τῶν ὑπολαμβανομένων· οἷον γὰρ τόπον τινὰ καὶ ἀγγεῖον τὸ κενὸν τιθέασιν οἱ λέγοντες, δοκεῖ δὲ πλῆρες μὲν εἶναι, ὅταν ἔχῃ τὸν ὄγκον οὗ δεκτικόν ἐστιν, ὅταν δὲ στερηθῇ, κενόν, ὡς τὸ αὐτὸ μὲν ὂν κενὸν καὶ πλῆρες καὶ τόπον, τὸ δ' εἶναι αὐτοῖς οὐ ταὐτὸ ὄν.
167Aristoteles, Physica, 4, 8; 2
ἄρξασθαι δὲ δεῖ τῆς σκέψεως λαβοῦσιν ἅ τε λέγουσιν οἱ φάσκοντες εἶναι καὶ πάλιν ἃ λέγουσιν οἱ μὴ φάσκοντες, καὶ τρίτον τὰς κοινὰς περὶ αὐτῶν δόξας.
168Aristoteles, Physica, 4, 8; 15
μαρτύριον δὲ καὶ τὸ περὶ τῆς τέφρας ποιοῦνται, ἣ δέχεται ἴσον ὕδωρ ὅσον τὸ ἀγγεῖον τὸ κενόν.
169Aristoteles, Physica, 4, 9; 10
ἐπεὶ δὲ περὶ τόπου διώρισται, καὶ τὸ κενὸν ἀν άγκη τόπον εἶναι, εἰ ἔστιν, ἐστερημένον σώματος, τόπος δὲ καὶ πῶς ἔστι καὶ πῶς οὐκ ἔστιν εἴρηται, φανερὸν ὅτι οὕτω μὲν κενὸν οὐκ ἔστιν, οὔτε κεχωρισμένον οὔτε ἀχώριστον.
170Aristoteles, Physica, 4, 9; 18
ὅλως δὲ ὅ τε περὶ τῆς αὐ ξήσεως λόγος καὶ τοῦ εἰς τὴν τέφραν ἐγχεομένου ὕδατος αὐτὸς αὑτὸν ἐμποδίζει.
171Aristoteles, Physica, 4, 10; 6
καὶ περὶ τοῦ ἄνω καὶ κάτω καὶ περὶ τοῦ κενοῦ ὁ αὐτὸς ἁρμόσει λόγος εἰκότως· τὸ γὰρ κενὸν τόπον ποι οῦσιν οἱ εἶναι φάσκοντες· καὶ πῶς δὴ ἐνέσται ἢ ἐν [τῷ] τόπῳ ἢ ἐν τῷ κενῷ;
172Aristoteles, Physica, 4, 10; 57
οὐδὲν γὰρ συμ βάλλεται, εἰ ἕτερον περὶ αὐτὸν ἴσον διάστημα τοιοῦτον εἴη.
173Aristoteles, Physica, 4, 11; 21
καὶ περὶ μὲν κενοῦ, πῶς ἔστι καὶ πῶς οὐκ ἔστι, διω ρίσθω τὸν τρόπον τοῦτον.
174Aristoteles, Physica, 4, 12; 1
Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου· πρῶτον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ διὰ τῶν ἐξωτερικῶν λόγων, πότερον τῶν ὄντων ἐστὶν ἢ τῶν μὴ ὄντων, εἶτα τίς ἡ φύσις αὐτοῦ.
175Aristoteles, Physica, 4, 12; 15
περὶ μὲν οὖν τῶν ὑπαρχόντων αὐτῷ τοσαῦτ' ἔστω διη πορημένα· τί δ' ἐστὶν ὁ χρόνος καὶ τίς αὐτοῦ ἡ φύσις, ὁμοίως ἔκ τε τῶν παραδεδομένων ἄδηλόν ἐστιν, καὶ περὶ ὧν τυγχά νομεν διεληλυθότες πρότερον.
176Aristoteles, Physica, 4, 12; 19
ἡ δὲ τοῦ ὅλου σφαῖρα ἔδοξε μὲν τοῖς εἰποῦσιν εἶναι ὁ χρόνος, ὅτι ἔν τε τῷ χρόνῳ πάντα ἐστὶν καὶ ἐν τῇ τοῦ ὅλου σφαίρᾳ· ἔστιν δ' εὐηθικώτερον τὸ εἰρημένον ἢ ὥστε περὶ αὐτοῦ τὰ ἀδύνατα ἐπισκοπεῖν.
177Aristoteles, Physica, 4, 14; 35
ὅσα μὲν οὖν φθαρτὰ καὶ γενητὰ καὶ ὅλως ὁτὲ μὲν ὄντα ὁτὲ δὲ μή, ἀνάγκη ἐν χρόνῳ εἶναι (ἔστιν γὰρ χρόνος τις πλείων, ὃς ὑπερέξει τοῦ τε εἶναι αὐτῶν καὶ τοῦ μετροῦντος τὴν οὐσίαν αὐτῶν)· τῶν δὲ μὴ ὄντων ὅσα μὲν περιέχει ὁ χρόνος, τὰ μὲν ἦν, οἷον Ὅμηρός ποτε ἦν, τὰ δὲ ἔσται, οἷον τῶν μελλόντων τι, ἐφ' ὁπότερα περι έχει· καὶ εἰ ἐπ' ἄμφω, ἀμφότερα [καὶ ἦν καὶ ἔσται]· ὅσα δὲ μὴ περιέχει μηδαμῇ, οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται.
178Aristoteles, Physica, 4, 17; 27
καὶ περὶ μὲν χρόνου καὶ αὐτοῦ καὶ τῶν περὶ αὐτὸν οἰκείων τῇ σκέψει εἴ ρηται.
179Aristoteles, Physica, 5, 4; 9
τρία γάρ ἐστι τὸν ἀριθμὸν περὶ ἃ λέγομεν τὴν κίνησιν, ὃ καὶ ἐν ᾧ καὶ ὅτε.
180Aristoteles, Physica, 5, 4; 29
ἔστιν δὲ ἐν ἁπάσῃ κινήσει τὸ ὁμαλῶς ἢ μή· καὶ γὰρ ἂν ἀλλοιοῖτο ὁμαλῶς, καὶ φέροιτο ἐφ' ὁμαλοῦ οἷον κύκλου ἢ εὐθείας, καὶ περὶ αὔξησιν ὡσαύτως καὶ φθίσιν.
181Aristoteles, Physica, 5, 5; 1
Ἔτι δὲ διοριστέον ποία κίνησις ἐναντία κινήσει, καὶ περὶ μονῆς δὲ τὸν αὐτὸν τρόπον.
182Aristoteles, Physica, 5, 5; 6
οὐδ' ἡ ἐξ ἐναντίου τῇ ἐξ ἐναντίου· ἅμα μὲν γὰρ συμβαίνει ἐξ ἐναντίου καὶ εἰς ἐναντίον ἢ με ταξύ – ἀλλὰ περὶ τούτου μὲν ὕστερον ἐροῦμεν, ἀλλὰ μᾶλλον τὸ εἰς ἐναντίον μεταβάλλειν δόξειεν ἂν εἶναι αἴτιον τῆς ἐναν τιώσεως ἢ τὸ ἐξ ἐναντίου· ἡ μὲν γὰρ ἀπαλλαγὴ ἐναντιό τητος, ἡ δὲ λῆψις.
183Aristoteles, Physica, 5, 6; 32
καὶ περὶ μὲν κινήσεως καὶ ἠρε μίας, πῶς ἑκατέρα μία, καὶ τίνες ἐναντίαι τίσιν, εἴ ρηται.
184Aristoteles, Physica, 5, 7; 1
[ἀπορήσειε δ' ἄν τις καὶ περὶ τοῦ ἵστασθαι, εἰ καὶ ὅσαι παρὰ φύσιν κινήσεις, ταύταις ἔστιν ἠρεμία ἀντικειμένη.
185Aristoteles, Physica, 6, 7; 13
φανερὸν οὖν ὅτι καὶ τὸ γεγονός, ὅτε γέγονεν, ἔσται, καὶ τὸ ἐφθαρ μένον οὐκ ἔσται· καθόλου τε γὰρ εἴρηται περὶ πάσης με ταβολῆς, καὶ μάλιστα δῆλον ἐν τῇ κατ' ἀντίφασιν.
186Aristoteles, Physica, 6, 7; 36
ὁ μὲν οὖν ἄνθρωπος καὶ ὁ χρόνος διαιρετοί, περὶ δὲ τοῦ λευ κοῦ ἄλλος λόγος.
187Aristoteles, Physica, 6, 14; 3
τέττα ρες δ' εἰσὶν οἱ λόγοι περὶ κινήσεως Ζήνωνος οἱ παρέχοντες τὰς δυσκολίας τοῖς λύουσιν, πρῶτος μὲν ὁ περὶ τοῦ μὴ κινεῖ σθαι διὰ τὸ πρότερον εἰς τὸ ἥμισυ δεῖν ἀφικέσθαι τὸ φε ρόμενον ἢ πρὸς τὸ τέλος, περὶ οὗ διείλομεν ἐν τοῖς πρότε ρον λόγοις.
188Aristoteles, Physica, 6, 14; 10
τέταρτος δ' ὁ περὶ τῶν ἐν τῷ σταδίῳ κινουμένων ἐξ ἐναντίας ἴσων ὄγκων παρ' ἴσους, τῶν μὲν ἀπὸ τέλους τοῦ σταδίου τῶν δ' ἀπὸ μέσου, ἴσῳ τάχει, ἐν ᾧ συμβαίνειν οἴεται ἴσον εἶναι χρόνον τῷ διπλασίῳ τὸν ἥμισυν.
189Aristoteles, Physica, 7, 1; 16
εἴρηται δὲ περὶ τούτων ἐν τοῖς πρότερον.
190Aristoteles, Physica, 7, 2; 3
πρῶτον οὖν εἴπωμεν περὶ τῆς φορᾶς· πρώτη γὰρ αὕτη τῶν κινήσεων.
191Aristoteles, Physica, 7, 5; 5
ἑκάστη γάρ ἐστι τῷ πρός τι πὼς ἔχειν, καὶ περὶ τὰ οἰκεῖα πάθη εὖ ἢ κακῶς διατίθησι τὸ ἔχον· οἰκεῖα δ' ὑφ' ὧν γίγνεσθαι καὶ φθείρεσθαι πέφυκεν.
192Aristoteles, Physica, 7, 5; 7
περὶ ταῦτα γὰρ ἑκάστη λέγεται κακία καὶ ἀρετή, ὑφ' ὧν ἀλλοιοῦσθαι πέ φυκε τὸ ἔχον· ἡ μὲν γὰρ ἀρετὴ ποιεῖ ἢ ἀπαθὲς ἢ ὡδὶ παθητικόν, ἡ δὲ κακία παθητικὸν ἢ ἐναντίως ἀπαθές.
193Aristoteles, Physica, 7, 5; 12
ἀλλοιωθήσεται δ' ὑπὸ τῶν αἰσθητῶν· ἅπασα γὰρ ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας τὰς σωματικάς, αὗται δὲ ἢ ἐν τῷ πράττειν ἢ ἐν τῷ μεμνῆσθαι ἢ ἐν τῷ ἐλπίζειν.
194Aristoteles, Physica, 7, 5; 15
ἐπεὶ δ' ἡδονῆς καὶ λύ πης ἐγγιγνομένης καὶ ἡ κακία καὶ ἡ ἀρετὴ ἐγγίγνεται (περὶ ταύτας γάρ εἰσιν), αἱ δ' ἡδοναὶ καὶ αἱ λῦπαι ἀλλοιώσεις τοῦ αἰσθητικοῦ, φανερὸν ὅτι ἀλλοιουμένου τινὸς ἀνάγκη καὶ ταύτας ἀποβάλλειν καὶ λαμβάνειν.
195Aristoteles, Physica, 7, 7; 26
οὕτω καὶ περὶ κίνησιν ὁμοταχὲς τῷ ἐν ἴσῳ χρόνῳ κινεῖσθαι ἴσον τοσονδί· εἰ δὴ τοῦ μήκους ἐν τῳδὶ τὸ μὲν ἠλλοιώθη τὸ δ' ἠνέχθη, ἴση ἄρα αὕτη ἡ ἀλλοίωσις καὶ ὁμοταχὴς τῇ φορᾷ;
196Aristoteles, Physica, 7, 7; 37
περὶ δὲ δὴ ἀλλοιώσεως, πῶς ἔσται ἰσοταχὴς ἑτέρᾳ ἑτέρα;
197Aristoteles, Physica, 8, 1; 2
εἶναι μὲν οὖν κίνησιν πάντες φασὶν οἱ περὶ φύσεώς τι λέγοντες διὰ τὸ κοσμοποιεῖν καὶ περὶ γενέσεως καὶ φθορᾶς εἶναι τὴν θεωρίαν πᾶσαν αὐτοῖς, ἣν ἀδύνατον ὑπάρχειν μὴ κινήσεως οὔσης· ἀλλ' ὅσοι μὲν ἀπείρους τε κό σμους εἶναί φασιν, καὶ τοὺς μὲν γίγνεσθαι τοὺς δὲ φθείρεσθαι τῶν κόσμων, ἀεί φασιν εἶναι κίνησιν (ἀναγκαῖον γὰρ τὰς γενέσεις καὶ τὰς φθορὰς εἶναι μετὰ κινήσεως αὐτῶν)· ὅσοι δ' ἕνα ἢ μὴ ἀεί, καὶ περὶ τῆς κινήσεως ὑποτίθενται κατὰ λόγον.
198Aristoteles, Physica, 8, 1; 5
σκεπτέον δὴ περὶ τούτων πῶς ἔχει· πρὸ ἔργου γὰρ οὐ μόνον πρὸς τὴν περὶ φύσεως θεωρίαν ἰδεῖν τὴν ἀλή θειαν, ἀλλὰ καὶ πρὸς τὴν μέθοδον τὴν περὶ τῆς ἀρχῆς τῆς πρώτης.
199Aristoteles, Physica, 8, 1; 23
ἀλλὰ μὴν περί γε χρόνου ἔξω ἑνὸς ὁμονοητικῶς ἔχοντες φαίνονται πάντες· ἀγένητον γὰρ εἶναι λέγουσιν.
200Aristoteles, Physica, 8, 1; 29
ὁ δ' αὐτὸς λόγος καὶ περὶ τοῦ ἄφθαρτον εἶναι τὴν κίνησιν· καθάπερ γὰρ ἐπὶ τοῦ γενέσθαι κίνησιν συνέβαινεν προτέραν εἶναί τινα μεταβολὴν τῆς πρώ της, οὕτως ἐνταῦθα ὑστέραν τῆς τελευταίας· οὐ γὰρ ἅμα παύεται κινούμενον καὶ κινητὸν ὄν, οἷον καιόμενον καὶ καυ στὸν ὄν (ἐνδέχεται γὰρ καυστὸν εἶναι μὴ καιόμενον), οὐδὲ κινητικὸν καὶ κινοῦν.
201Aristoteles, Physica, 8, 1; 42
ὅλως δὲ τὸ νομίζειν ἀρχὴν εἶναι ταύτην ἱκανήν, εἴ τι αἰεὶ ἢ ἔστιν οὕτως ἢ γίγνεται, οὐκ ὀρθῶς ἔχει ὑπολαβεῖν, ἐφ' ὃ Δημόκριτος ἀνάγει τὰς περὶ φύσεως αἰ τίας, ὡς οὕτω καὶ τὸ πρότερον ἐγίγνετο· τοῦ δὲ ἀεὶ οὐκ ἀξιοῖ ἀρχὴν ζητεῖν, λέγων ἐπί τινων ὀρθῶς, ὅτι δ' ἐπὶ πάν των, οὐκ ὀρθῶς.
202Aristoteles, Physica, 8, 2; 16
οὐδὲν οὖν κωλύει, μᾶλλον δ' ἴσως ἀναγκαῖον, ἐν μὲν τῷ σώματι πολλὰς ἐγγίγνεσθαι κινήσεις ὑπὸ τοῦ περιέ χοντος, τούτων δ' ἐνίας τὴν διάνοιαν ἢ τὴν ὄρεξιν κινεῖν, ἐκεί νην δὲ τὸ ὅλον ἤδη ζῷον κινεῖν, οἷον συμβαίνει περὶ τοὺς ὕπνους· αἰσθητικῆς μὲν γὰρ οὐδεμιᾶς ἐνούσης κινήσεως, ἐνούσης μέντοι τινός, ἐγείρεται τὰ ζῷα πάλιν.
203Aristoteles, Physica, 8, 2; 17
ἀλλὰ γὰρ φανερὸν ἔσται καὶ περὶ τούτων ἐκ τῶν ἑπομένων.
204Aristoteles, Physica, 8, 3; 1
Ἀρχὴ δὲ τῆς σκέψεως ἥπερ καὶ περὶ τῆς λεχθείσης ἀπορίας, διὰ τί ποτε ἔνια τῶν ὄντων ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ ἠρεμεῖ πάλιν.
205Aristoteles, Physica, 8, 3; 4
τὸ μὲν οὖν πάντ' ἠρεμεῖν, καὶ τούτου ζητεῖν λόγον ἀφέντας τὴν αἴσθησιν, ἀρρωστία τίς ἐστιν διανοίας, καὶ περὶ ὅλου τινὸς ἀλλ' οὐ περὶ μέρους ἀμφισβή τησις· οὐδὲ μόνον πρὸς τὸν φυσικόν, ἀλλὰ πρὸς πάσας τὰς ἐπιστήμας ὡς εἰπεῖν καὶ πάσας τὰς δόξας διὰ τὸ κινήσει χρῆσθαι πάσας.
206Aristoteles, Physica, 8, 3; 5
ἔτι δ' αἱ περὶ τῶν ἀρχῶν ἐνστάσεις, ὥσπερ ἐν τοῖς περὶ τὰ μαθήματα λόγοις οὐδέν εἰσιν πρὸς τὸν μαθη ματικόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, οὕτως οὐδὲ περὶ τοῦ νῦν ῥηθέντος πρὸς τὸν φυσικόν· ὑπόθεσις γὰρ ὅτι ἡ φύ σις ἀρχὴ τῆς κινήσεως.
207Aristoteles, Physica, 8, 3; 8
ἔστι δ' ὅμοιος ὁ λό γος τῷ περὶ τοῦ τὸν σταλαγμὸν κατατρίβειν καὶ τὰ ἐκφυ όμενα τοὺς λίθους διαιρεῖν· οὐ γὰρ εἰ τοσόνδε ἐξέωσεν ἢ ἀφεῖ λεν ὁ σταλαγμός, καὶ τὸ ἥμισυ ἐν ἡμίσει χρόνῳ πρότερον· ἀλλ' ὥσπερ ἡ νεωλκία, καὶ οἱ σταλαγμοὶ οἱ τοσοιδὶ τοσονδὶ κινοῦσιν, τὸ δὲ μέρος αὐτῶν ἐν οὐδενὶ χρόνῳ τοσοῦτον.
208Aristoteles, Physica, 8, 3; 30
ἀλλὰ τὸ μὲν περὶ τούτου σκοπεῖν, καὶ ζητεῖν λόγον ὧν βέλτιον ἔχομεν ἢ λόγου δεῖσθαι, κακῶς κρίνειν ἐστὶν τὸ βέλτιον καὶ τὸ χεῖρον, καὶ τὸ πιστὸν καὶ τὸ μὴ πιστόν, καὶ ἀρχὴν καὶ μὴ ἀρχήν.
209Aristoteles, Physica, 8, 4; 23
ὁμοίως δ' ἔχει καὶ περὶ τὸ βαρὺ καὶ κοῦφον· τὸ γὰρ κοῦ φον γίγνεται ἐκ βαρέος, οἷον ἐξ ὕδατος ἀήρ (τοῦτο γὰρ δυ νάμει πρῶτον), καὶ ἤδη κοῦφον, καὶ ἐνεργήσει γ' εὐθύς, ἂν μή τι κωλύῃ.
210Aristoteles, Physica, 8, 5; 34
ἀναγκαῖον δὴ τὸ κινούμενον ἅπαν εἶναι διαιρετὸν εἰς ἀεὶ διαιρετά· τοῦτο γὰρ δέδεικται πρότερον ἐν τοῖς καθό λου τοῖς περὶ φύσεως, ὅτι πᾶν τὸ καθ' αὑτὸ κινούμενον συνεχές.
211Aristoteles, Physica, 8, 6; 20
καὶ διὰ τούτου γέγονε δῆλον ὅτι οὔτε πάντα κινεῖται οὔτε πάντα ἠρεμεῖ οὔτε τὰ μὲν ἀεὶ ἠρεμεῖ τὰ δὲ ἀεὶ κινεῖται· τὰ γὰρ ἐπαμφοτερί ζοντα καὶ δύναμιν ἔχοντα τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν δείκνυσιν περὶ αὐτῶν.
212Aristoteles, Physica, 8, 8; 1
Οὐ μὴν ἀλλὰ καὶ ἄλλην ποιησαμένοις ἀρχὴν μᾶλ λον ἔσται περὶ τούτων φανερόν.
213Aristoteles, Physica, 8, 12; 2
ἐν μὲν οὖν τοῖς πρώτοις λόγοις τοῖς περὶ κινή σεως ἐλύομεν διὰ τοῦ τὸν χρόνον ἄπειρα ἔχειν ἐν αὑτῷ· οὐδὲν γὰρ ἄτοπον εἰ ἐν ἀπείρῳ χρόνῳ ἄπειρα διέρχεταί τις· ὁμοίως δὲ τὸ ἄπειρον ἔν τε τῷ μήκει ὑπάρχει καὶ ἐν τῷ χρόνῳ.
214Aristoteles, Physica, 8, 13; 9
ἔτι καὶ ἐκ τῶνδε φανερὸν καθόλου μᾶλλον περὶ πάσης κινήσεως.
215Aristoteles, Physica, 8, 13; 24
ὁ δὲ λόγος νῦν εἴρηκε καθόλου περὶ πάσης κινήσεως ὅτι κατ' οὐδεμίαν κίνησιν ἐνδέχεται κινεῖσθαι συνεχῶς ἔξω τῆς κύκλῳ, ὥστε οὔτε κατ' ἀλλοίωσιν οὔτε κατ' αὔξησιν.
216Aristoteles, Physica, 8, 14; 10
αἴτιον δ' ὅτι πάντα συμβέβηκε ταῦτα τῷ κέντρῳ· καὶ γὰρ ἀρχὴ καὶ μέσον τοῦ μεγέθους καὶ τέλος ἐστίν, ὥστε διὰ τὸ ἔξω εἶναι τοῦτο τῆς περιφερείας οὐκ ἔστιν ὅπου τὸ φερόμενον ἠρεμήσει ὡς διεληλυθός (ἀεὶ γὰρ φέρεται περὶ τὸ μέσον, ἀλλ' οὐ πρὸς τὸ ἔσχατον), διὰ δὲ τὸ τοῦτο μένειν ἀεί τε ἠρεμεῖ πως τὸ ὅλον καὶ κινεῖται συνεχῶς.
217Aristoteles, Physica, 8, 15; 1
ὅτι δ' ἡ κατὰ τόπον φορὰ πρώτη τῶν κινήσεων, μαρτυ ροῦσι πάντες ὅσοι περὶ κινήσεως πεποίηνται μνείαν· τὰς γὰρ ἀρχὰς αὐτῆς ἀποδιδόασιν τοῖς κινοῦσι τοιαύτην κίνησιν.
218Aristoteles, Physica, 8, 17; 1
Ὅτι δὲ τοῦτ' ἀμερὲς ἀναγκαῖον εἶναι καὶ μηδὲν ἔχειν μέγεθος, νῦν λέγωμεν, πρῶτον περὶ τῶν προτέρων αὐτοῦ διο ρίσαντες.
219Aristoteles, Physica, 8, 18; 2
περὶ δὲ τῶν φερομένων ἔχει καλῶς διαπορῆσαί τινα ἀπορίαν πρῶτον.
220Aristoteles Boetius, In Categorias Aristotelis, 64, 0262A (auctor 480-525)
Et de facere quidem et pati nihil in hoc libro, nisi quod contraria suscipiant, et intentionem imminutionemque ab Aristotele est disputatum, in aliis vero eius operibus plene ab eo perfecteque tractata sunt, ut hoc ipsum de facere et patre in his libris quos Περὶ γενέσεος καὶ φθορᾶς inscripsit, de aliis quoque praedicamentis non illi minor in aliis operibus disputatio fuit, ut de eo quod est ubi et quando in physicis, et de omnibus quidem altius subtiliusque in libris quos Μετὰ τὰ φυσικὰ vocavit, exquiritur.
221Aristoteles Boetius, In Categorias Aristotelis, 64, 0272A (auctor 480-525)
Sed idcirco hic indulgentius terminavit, quod in libro Περὶ ἑρμενείας utriusque veram plenamque vim diffinitionis aptavit.
222Aristoteles Boetius, In librum De interpretatione Aristotelis Maior, 64, 0396C (auctor 480-525)
Et Stoici quoque in his libris quos Περὶ ἀξιωμάτων appellant, de eisdem nihilominus disputant, sed illi quidem et de simplici et de non simplici oratione enuntiativa speculantur.
223Aristoteles Boetius, In librum De interpretatione Aristotelis Maior, 64, 0517 (auctor 480-525)
Est siquidem libri huius, qui de Interpretatione apud Latinos, apud Graecos vero Περὶ ἐρμηνείας inscribitur, obscura oratione series, obscuris adiecta sententiis, atque ideo non hanc magnis expedissem voluminibus, nisi etiam nihil labori concedens, quam possem planissime quod in prima editione altitudinis et subtilitatis omiseram, secunda commentatione complerem.
224Aristoteles Boetius, In librum De interpretatione Aristotelis Minor, 64, 0294D (auctor 480-525)
Inscribitur etenim Graece liber hic Περὶ ἑρμενείας, quod Latine de interpretatione significat.
225Aristoteles Boetius, In librum De interpretatione Aristotelis Minor, 64, 0318D (auctor 480-525)
Sed diligentius haec in libro quem Περὶ σοφιστικῶν ἐλέγχων inscribit edisserit; illic enim sophistarum, quos fallaces argumentatores Latine possumus dicere, qui per huiusmodi propositiones quae verum inter se falsumque non dividunt, mendaces colligunt syllogismos, argumenta distinxit, quibus capere respondentem atque innectere consueverunt.
226Aristoteles, Analytica posteriora, 1, I 1; 3 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί περί τούς λόγους οἵ τε διά συλλογισμῶν καί οἱ δι᾿ ἐπαγωγῆς· ἀμφότεροι γάρ διά προγινωσκομένων ποιοῦνται τήν διδασκαλίαν, οἱ μέν λαμβάνοντες ὡς παρά ξυνιέντων, οἱ δέ δεικνύντες τό καθόλου διά τοῦ δῆλον εἶναι τό καθ᾿ ἕκαστον.
227Aristoteles, Analytica posteriora, 1, I 3; 4 (auctor 384BC-322BC)
Οἱ δέ περί μέν τοῦ ἐπίστασθαι ὁμολογοῦσι· δι᾿ ἀποδείξεως γάρ εἶναι μόνον· ἀλλά πάντων εἶναι ἀπόδειξιν οὐδέν κωλύειν· ἐνδέχεσθαι γάρ κύκλῳ γίνεσθαι τήν ἀπόδειξιν καί ἐξ ἀλλήλων.
228Aristoteles, Analytica posteriora, 1, I 3; 19 (auctor 384BC-322BC)
Ἐάν μέν οὖν τό τε Α τῷ Β καί τῷ Γ ἕπηται, καί ταῦτ᾿ ἀλλήλοις καί τῷ Α, οὕτω μέν ἐνδέχεται ἐξ ἀλλήλων δεικνύναι πάντα τά αἰτηθέντα ἐν τῷ πρώτῳ σχήματι, ὡς δέδεικται ἐν τοῖς περί συλλογισμοῦ.
229Aristoteles, Analytica posteriora, 1, I 3; 20 (auctor 384BC-322BC)
Δέδεικται δέ καί ὅτι ἐν τοῖς ἄλλοις σχήμασιν ἢ οὐ γίνεται συλλογισμός ἢ οὐ περί τῶν ληφθέντων.
230Aristoteles, Analytica posteriora, 1, I 6; 6 (auctor 384BC-322BC)
Οὐ γάρ τό ἔνδοξον ἢ μή ἀρχή ἐστιν, ἀλλά τό πρῶτον τοῦ γένους περί ὃ δείκνυται· καί τἀληθές οὐ πᾶν οἰκεῖον.
231Aristoteles, Analytica posteriora, 1, I 6; 24 (auctor 384BC-322BC)
Οὐ γάρ ἔστιν ἐξ ἀνάγκης δεῖξαι τό συμπέρασμα· τό συμβεβηκός γάρ ἐνδέχεται μή ὑπάρχειν· περί τοιούτου γάρ λέγω συμβεβηκότος.
232Aristoteles, Analytica posteriora, 1, I 6; 25 (auctor 384BC-322BC)
Καίτοι ἀπορήσειεν ἄν τις ἴσως τίνος ἕνεκα ταῦτα δεῖ ἐρωτᾶν περί τούτων, εἰ μή ἀνάγκη τό συμπέρασμα εἶναι· οὐδέν γάρ διαφέρει εἴ τις ἐρόμενος τά τυχόντα εἶτα εἴπειεν τό συμπέρασμα.
233Aristoteles, Analytica posteriora, 1, I 6; 27 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ ἐξ ἀνάγκης ὑπάρχει περί ἕκαστον γένος ὅσα καθ᾿ αὑτά ὑπάρχει, καί ᾗ ἕκαστον, φανερόν ὅτι περί τῶν καθ᾿ αὑτά ὑπαρχόντων αἱ ἐπιστημονικαί ἀποδείξεις καί ἐκ τῶν τοιούτων εἰσίν.
234Aristoteles, Analytica posteriora, 1, I 7; 6 (auctor 384BC-322BC)
Ἡ δ᾿ ἀριθμητική ἀπόδειξις ἀεί ἔχει τό γένος περί ὃ ἡ ἀπόδειξις, καί αἱ ἄλλαι ὁμοίως.
235Aristoteles, Analytica posteriora, 1, I 8; 4 (auctor 384BC-322BC)
Ὁμοίως δ᾿ ἔχει καί περί ὁρισμούς, ἐπείπερ ἐστίν ὁ ὁρισμός ἢ ἀρχή ἀποδείξεως ἢ ἀπόδειξις θέσει διαφέρουσα ἢ συμπέρασμά τι ἀποδείξεως.
236Aristoteles, Analytica posteriora, 1, I 10; 6 (auctor 384BC-322BC)
Ἔστι δ᾿ ἴδια μέν καί ἃ λαμβάνεται εἶναι, περί ἃ ἡ ἐπιστήμη θεωρεῖ τά ὑπάρχοντα καθ᾿ αὑτά, οἷον μονάδας ἡ ἀριθμητική, ἡ δέ γεωμετρία σημεῖα καί γραμμάς.
237Aristoteles, Analytica posteriora, 1, I 10; 10 (auctor 384BC-322BC)
Πᾶσα γάρ ἀποδεικτική ἐπιστήμη περί τρία ἐστίν, ὅσα τε εἶναι τίθεται (ταῦτα δ᾿ ἐστί τό γένος, οὗ τῶν καθ᾿ αὑτά παθημάτων ἐστί θεωρητική), καί τά κοινά λεγόμενα ἀξιώματα, ἐξ ὧν πρώτων ἀποδείκνυσι, καί τρίτον τά πάθη, ὧν τί σημαίνει ἕκαστον λαμβάνει.
238Aristoteles, Analytica posteriora, 1, I 10; 12 (auctor 384BC-322BC)
Ἀλλ᾿ οὐδέν ἧττον τῇ γε φύσει τρία ταῦτά ἐστι, περί ὅ τε δείκνυσι καί ἃ δείκνυσι καί ἐξ ὧν.
239Aristoteles, Analytica posteriora, 1, I 11; 9 (auctor 384BC-322BC)
Λέγω δ᾿ ἐπί τοῦ γένους οἷον περί ὃ γένος τάς ἀποδείξεις φέρει, ὥσπερ εἴρηται καί πρότερον.
240Aristoteles, Analytica posteriora, 1, I 11; 11 (auctor 384BC-322BC)
Κοινά δέ λέγω οἷς χρῶνται ὡς ἐκ τούτων ἀποδεικνύντες, ἀλλ᾿ οὐ περί ὧν δεικνύουσιν οὐδ᾿ ὃ δεικνύουσιν.
241Aristoteles, Analytica posteriora, 1, I 11; 16 (auctor 384BC-322BC)
Δέδεικται δέ τοῦτο ἐν τοῖς περί συλλογισμοῦ.
242Aristoteles, Analytica posteriora, 1, I 12; 2 (auctor 384BC-322BC)
Δῆλον ἄρα ὅτι οὐ πᾶν ἐρώτημα γεωμετρικόν ἂν εἴη οὐδ᾿ ἰατρικόν, ὁμοίως δέ καί ἐπί τῶν ἄλλων· ἀλλ᾿ ἐξ ὧν ἢ δείκνυταί τι περί ὧν ἡ γεωμετρία ἐστίν, ἢ ἐκ τῶν αὐτῶν δείκνυται τῇ γεωμετρία, ὥσπερ τά ὀπτικά.
243Aristoteles, Analytica posteriora, 1, I 12; 4 (auctor 384BC-322BC)
Καί περί μέν τούτων καί λόγον ὑφεκτέον ἐκ τῶν γεωμετρικῶν ἀρχῶν καί συμπερασμάτων, περί δέ τῶν ἀρχῶν λόγον οὐχ ὑφεκτέον τῷ γεωμέτρῃ ᾗ γεωμέτρης· ὁμοίως δέ καί ἐπί τῶν ἄλλων ἐπιστημῶν.
244Aristoteles, Analytica posteriora, 1, I 12; 5 (auctor 384BC-322BC)
Οὔτε πᾶν ἄρα ἕκαστον ἐπιστήμονα ἐρώτημα ἐρωτητέον, οὔθ᾿ ἅπαν τό ἐρωτώμενον ἀποκριτέον περί ἑκάστου, ἀλλά τά κατά τήν ἐπιστήμην διορισθέντα.
245Aristoteles, Analytica posteriora, 1, I 12; 7 (auctor 384BC-322BC)
Δῆλον δ᾿ ὅτι οὐδ᾿ ἐλέγχει γεωμέτρην ἀλλ᾿ ἢ κατά συμβεβηκός, ὥστ᾿ οὐκ ἂν εἴη ἐν ἀγεωμετρήτοις περί γεωμετρίας διαλεκτέον· λήσει γάρ ὁ φαύλως διαλεγόμενος.
246Aristoteles, Analytica posteriora, 1, I 12; 9 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ ἐστί γεωμετρικά ἐρωτήματα, ἆρ᾿ ἐστί καί ἀγεωμέτρητα; καί παρ᾿ ἑκάστην ἐπιστήμην τά κατά τήν ἄγνοιαν τήν ποιάν γεωμετρικά ἐστιν ἢ ἀγεωμέτρητα; καί πότερον ὁ κατά τήν ἄγνοιαν συλλογισμός ὁ ἐκ τῶν ἀντικειμένων συλλογισμός, ἢ παραλογισμός, κατά γεωμετρίαν δέ, ἢ ἐξ ἄλλης τέχνης, οἷον τό μουσικόν ἐστιν ἐρώτημα ἀγεωμέτρητον περί γεωμετρίας, τό δέ τάς παραλλήλους συμπίπτειν οἴεσθαι γεωμετρικόν πως καί ἀγεωμέτρητον ἄλλον τρόπον; διττόν γάρ τοῦτο, ὥσπερ τό ἄρρυθμον, καί τό μέν ἕτερον ἀγεωμέτρητον τῷ μή ἔχειν ὥσπερ τό ἄρρυθμον, τό δ᾿ ἕτερον τῷ φαύλως ἔχειν· καί ἡ ἄγνοια αὕτη, ἡ ἐκ τῶν τοιούτων ἀρχῶν, ἐναντία.
247Aristoteles, Analytica posteriora, 1, I 13; 29 (auctor 384BC-322BC)
Τά γάρ μαθήματα περί εἴδη ἐστίν· οὐ γάρ καθ᾿ ὑποκειμένου τινός· εἰ γάρ καί καθ᾿ ὑποκειμένου τινός τά γεωμετρικά ἐστιν, ἀλλ᾿ οὐχ ᾗ γε καθ᾿ ὑποκειμένου.
248Aristoteles, Analytica posteriora, 1, I 13; 30 (auctor 384BC-322BC)
Ἔχει δέ καί πρός τήν ὀπτικήν, ὡς αὕτη πρός τήν γεωμετρίαν, ἄλλη πρός ταύτην, οἷον τό περί τῆς ἴριδος· τό μέν γάρ ὅτι φυσικοῦ εἰδέναι, τό δέ διότι ὀπτικοῦ, ἢ ἁπλῶς ἢ κατά τό μάθημα.
249Aristoteles, Analytica posteriora, 1, I 22; 15 (auctor 384BC-322BC)
Τά γάρ εἴδη χαιρέτω· τερετίσματά τε γάρ ἐστι, καί εἰ ἔστιν, οὐδέν πρός τόν λόγον ἐστίν· αἱ γάρ ἀποδείξεις περί τῶν τοιούτων εἰσίν.
250Aristoteles, Analytica posteriora, 1, I 22; 38 (auctor 384BC-322BC)
Λογικῶς μέν οὖν ἐκ τούτων ἄν τις πιστεύσειε περί τοῦ λεχθέντος, ἀναλυτικῶς δέ διά τῶνδε φανερόν συντομώτερον, ὅτι οὔτ᾿ ἐπί τό ἄνω οὔτ᾿ ἐπί τό κάτω ἄπειρα τά κατηγορούμενα ἐνδέχεται εἶναι ἐν ταῖς ἀποδεικτικαῖς ἐπιστήμαις, περί ὧν ἡ σκέψις ἐστίν.
251Aristoteles, Analytica posteriora, 1, I 24; 1 (auctor 384BC-322BC)
Οὔσης δ᾿ ἀποδείξεως τῆς μέν καθόλου τῆς δέ κατά μέρος, καί τῆς μέν κατηγορικῆς τῆς δέ στερητικῆς, ἀμφισβητεῖται ποτέρα βελτίων· ὡς δ᾿ αὕτως καί περί τῆς ἀποδεικνύναι λεγομένης καί τῆς εἰς τό ἀδύνατον ἀγούσης ἀποδείξεως.
252Aristoteles, Analytica posteriora, 1, I 24; 2 (auctor 384BC-322BC)
Πρῶτον μέν οὖν ἐπισκεψώμεθα περί τῆς καθόλου καί τῆς κατά μέρος· δηλώσαντες δέ τοῦτο, καί περί τῆς δεικνύναι λεγομένης καί τῆς εἰς τό ἀδύνατον εἴπωμεν.
253Aristoteles, Analytica posteriora, 1, I 24; 5 (auctor 384BC-322BC)
Ἔτι εἰ τό μέν καθόλου μή ἐστί τι παρά τά καθ᾿ ἕκαστα, ἡ δ᾿ ἀπόδειξις δόξαν ἐμποιεῖ εἶναί τι τοῦτο καθ᾿ ὃ ἀποδείκνυσι, καί τινα φύσιν ὑπάρχειν ἐν τοῖς οὖσι ταύτην, οἷον τριγώνου παρά τά τινά καί σχήματος παρά τά τινά καί ἀριθμοῦ παρά τούς τινάς ἀριθμούς, βελτίων δ᾿ ἡ περί ὄντος ἢ μή ὄντος καί δι᾿ ἣν μή ἀπατηθήσεται ἢ δι᾿ ἥν, ἔστι δ᾿ ἡ μέν καθόλου τοιαύτη (προϊόντες γάρ δεικνύουσιν, ὥσπερ περί τοῦ ἀνά λόγον, οἷον ὅτι ὃ ἂν ᾖ τι τοιοῦτον ἔσται ἀνά λόγον, ὃ οὔτε γραμμή οὔτ᾿ ἀριθμός οὔτε στερεόν οὔτ᾿ ἐπίπεδον, ἀλλά παρά ταῦτά τι) εἰ οὖν καθόλου μέν μᾶλλον αὕτη, περί ὄντος δ᾿ ἧττον τῆς κατά μέρος καί ἐμποιεῖ δόξαν ψευδῆ, χείρων ἂν εἴη ἡ καθόλου τῆς κατά μέρος.
254Aristoteles, Analytica posteriora, 1, I 31; 9 (auctor 384BC-322BC)
Τό δέ καθόλου τίμιον, ὅτι δηλοῖ τό αἴτιον· ὥστε περί τῶν τοιούτων ἡ καθόλου τιμιωτέρα τῶν αἰσθήσεων καί τῆς νοήσεως, ὅσων ἕτερον τό αἴτιον· περί δέ τῶν πρώτων ἄλλος λόγος.
255Aristoteles, Analytica posteriora, 1, I 32; 22 (auctor 384BC-322BC)
Αἱ γάρ ἀρχαί διτταί, ἐξ ὧν τε καί περί ὅ· αἱ μέν οὖν ἐξ ὧν κοιναί, αἱ δέ περί ὃ ἴδιαι, οἷον ἀριθμός, μέγεθος.
256Aristoteles, Analytica posteriora, 1, I 33; 3 (auctor 384BC-322BC)
Δῆλον οὖν ὅτι περί μέν ταῦτα ἐπιστήμη οὐκ ἔστιν· εἴη γάρ ἂν ἀδύνατα ἄλλως ἔχειν τά δυνατά ἄλλως ἔχειν.
257Aristoteles, Analytica posteriora, 1, I 33; 6 (auctor 384BC-322BC)
Ἀληθής δ᾿ ἐστί νοῦς καί ἐπιστήμη καί δόξα καί τό διά τούτων λεγόμενον· ὥστε λείπεται δόξαν εἶναι περί τό ἀληθές μέν ἢ ψεῦδος, ἐνδεχόμενον δέ καί ἄλλως ἔχειν.
258Aristoteles, Analytica posteriora, 1, I 33; 14 (auctor 384BC-322BC)
Τό μέν γάρ σύμμετρον εἶναι τήν διάμετρον ἀληθῶς δοξάζειν ἄτοπον· ἀλλ᾿ ὅτι ἡ διάμετρος, περί ἣν αἱ δόξαι, τό αὐτό, οὕτω τοῦ αὐτοῦ, τό δέ τί ἦν εἶναι ἑκατέρῳ κατά τόν λόγον οὐ τό αὐτό.
259Aristoteles, Analytica posteriora, 2, II 3; 1 (auctor 384BC-322BC)
Ὅτι μέν οὖν πάντα τά ζητούμενα μέσου ζήτησίς ἐστι, δῆλον· πῶς δέ τό τί ἐστι δείκνυται, καί τίς ὁ τρόπος τῆς ἀναγωγῆς, καί τί ἐστιν ὁρισμός καί τίνων, εἴπωμεν, διαπορήσαντες πρῶτον περί αὐτῶν.
260Aristoteles, Analytica posteriora, 2, II 3; 9 (auctor 384BC-322BC)
Τί δ᾿, οὗ ὁρισμός, ἆρα παντός ἀπόδειξίς ἐστιν ἢ οὔ; εἷς μέν δή λόγος καί περί τούτου ὁ αὐτός.
261Aristoteles, Analytica posteriora, 2, II 5; 1 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδ᾿ ἡ διά τῶν διαιρέσεων ὁδός συλλογίζεται, καθάπερ ἐν τῇ ἀναλύσει τῇ περί τά σχήματα εἴρηται.
262Aristoteles, Analytica posteriora, 2, II 12; 24 (auctor 384BC-322BC)
Μᾶλλον δέ φανερῶς ἐν τοῖς καθόλου περί κινήσεως δεῖ λεχθῆναι περί τούτων.
263Aristoteles, Analytica posteriora, 2, II 12; 25 (auctor 384BC-322BC)
Περί μέν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέσεως ἔχοι τό μέσον τό αἴτιον ἐπί τοσοῦτον εἰλήφθω.
264Aristoteles, Analytica posteriora, 2, II 13; 54 (auctor 384BC-322BC)
Εἰ δή τό ἀδιάφοροι εἶναι εὐτυχοῦντες καί ἀτυχοῦντες, ταῦτα δύο λαβών σκοπῶ τί τό αὐτό ἔχουσιν ἥ τε ἀπάθεια ἡ περί τάς τύχας καί ἡ μή ὑπομονή ἀτιμαζομένων.
265Aristoteles, Analytica posteriora, 2, II 16; 1 (auctor 384BC-322BC)
Περί δ᾿ αἰτίου καί οὗ αἴτιον ἀπορήσειε μέν ἄν τις, ἆρα ὅτε ὑπάρχει τό αἰτιατόν, καί τό αἴτιον ὑπάρχει, ὥσπερ εἰ φυλλορροεῖ ἢ ἐκλείπει, καί τό αἴτιον τοῦ ἐκλείπειν ἢ φυλλορροεῖν ἔσται.
266Aristoteles, Analytica posteriora, 2, II 19; 1 (auctor 384BC-322BC)
Περί μέν οὖν συλλογισμοῦ καί ἀποδείξεως, τί τε ἑκάτερόν ἐστι καί πῶς γίνεται, φανερόν, ἅμα δέ καί περί ἐπιστήμης ἀποδεικτικῆς· ταὐτόν γάρ ἐστιν.
267Aristoteles, Analytica posteriora, 2, II 19; 2 (auctor 384BC-322BC)
Περί δέ τῶν ἀρχῶν, πῶς τε γίνονται γνώριμοι καί τίς ἡ γνωρίζουσα ἕξις, ἐντεῦθέν ἐστι δῆλον προαπορήσασι πρῶτον.
268Aristoteles, Analytica posteriora, 2, II 19; 11 (auctor 384BC-322BC)
Ὅσοις μέν οὖν μή ἐγγίνεται, ἢ ὅλως ἢ περί ἃ μή ἐγγίνεται, οὐκ ἔστι τούτοις γνῶσις ἔξω τοῦ αἰσθάνεσθαι· ἐν οἷς δ᾿, ἔνεστιν αἰσθανομένοις ἔχειν ἔτι ἐν τῇ ψυχῇ.
269Aristoteles, Analytica posteriora, 2, II 19; 14 (auctor 384BC-322BC)
Ἐκ δ᾿ ἐμπειρίας ἢ ἐκ παντός ἠρεμήσαντος τοῦ καθόλου ἐν τῇ ψυχῇ, τοῦ ἑνός παρά τά πολλά, ὃ ἂν ἐν ἅπασιν ἓν ἐνῇ ἐκείνοις τό αὐτό, τέχνης ἀρχή καί ἐπιστήμης, ἐάν μέν περί γένεσιν, τέχνης, ἐάν δέ περί τό ὄν, ἐπιστήμης.
270Aristoteles, Analytica posteriora, 2, II 19; 20 (auctor 384BC-322BC)
Ἐπεί δέ τῶν περί τήν διάνοιαν ἕξεων, αἷς ἀληθεύομεν, αἱ μέν ἀεί ἀληθεῖς εἰσίν, αἱ δέ ἐπιδέχονται τό ψεῦδος, οἷον δόξα καί λογισμός, ἀληθῆ δ᾿ ἀεί ἐπιστήμη καί νοῦς, καί οὐδέν ἐπιστήμης ἀκριβέστερον ἄλλο γένος ἢ νοῦς, αἱ δ᾿ ἀρχαί τῶν ἀποδείξεων γνωριμώτεραι, ἐπιστήμη δ᾿ ἅπασα μετά λόγου ἐστί, τῶν ἀρχῶν ἐπιστήμη μέν οὐκ ἂν εἴη, ἐπεί δ᾿ οὐδέν ἀληθέστερον ἐνδέχεται εἶναι ἐπιστήμης ἢ νοῦν, νοῦς ἂν εἴη τῶν ἀρχῶν, ἔκ τε τούτων σκοποῦσι καί ὅτι ἀποδείξεως ἀρχή οὐκ ἀπόδειξις, ὥστ᾿ οὐδ᾿ ἐπιστήμης ἐπιστήμη.
271Aristoteles, Analytica priora, 1, I 1; 1 (auctor 384BC-322BC)
ΠΡΩΤΟΝ εἰπεῖν περί τί καί τίνος ἐστίν ἡ σκέψις, ὅτι περί ἀπόδειξιν καί ἐπιστήμης ἀποδεικτικῆς· εἶτα διορίσαι τί ἐστι πρότασις καί τί ὅρος καί τί συλλογισμός, καί ποῖος τέλειος καί ποῖος ἀτελής, μετά δέ ταῦτα τί τό ἐν ὅλῳ εἶναι ἢ μή εἶναι τόδε τῷδε, καί τί λέγομεν τό κατά παντός ἢ μηδενός κατηγορεῖσθαι.
272Aristoteles, Analytica priora, 1, I 3; 12 (auctor 384BC-322BC)
Τοῦτο δέ ἔσται φανερόν, ὅταν περί τοῦ ἐνδεχομένου λέγωμεν.
273Aristoteles, Analytica priora, 1, I 4; 1 (auctor 384BC-322BC)
Διωρισμένων δέ τούτων λέγομεν ἤδη διά τίνων καί πότε καί πῶς γίνεται πᾶς συλλογισμός· ὕστερον δέ λεκτέον περί ἀποδείξεως.
274Aristoteles, Analytica priora, 1, I 4; 2 (auctor 384BC-322BC)
Πρότερον δέ περί συλλογισμοῦ λεκτέον ἢ περί ἀποδείξεως διά τό καθόλου μᾶλλον εἶναι τόν συλλογισμόν· ἡ μέν γάρ ἀπόδειξις συλλογισμός τις, ὁ συλλογισμός δέ οὐ πᾶς ἀπόδειξις.
275Aristoteles, Analytica priora, 1, I 13; 1 (auctor 384BC-322BC)
Περί μέν οὖν τοῦ ἀναγκαίου, πῶς γίνεται καί τίνα διαφοράν ἔχει πρός τό ὑπάρχον, εἴρηται σχεδόν ἱκανῶς· περί δέ τοῦ ἐνδεχομένου μετά ταῦτα λέγομεν πότε καί πῶς καί διά τίνων ἔσται συλλογισμός.
276Aristoteles, Analytica priora, 1, I 13; 13 (auctor 384BC-322BC)
Ἐπιστήμη δέ καί συλλογισμός ἀποδεικτικός τῶν μέν ἀορίστων οὐκ ἔστι διά τό ἄτακτον εἶναι τό μέσον, τῶν δέ πεφυκότων ἔστι, καί σχεδόν οἱ λόγοι καί αἱ σκέψεις γίνονται περί τῶν οὕτως ἐνδεχομένων· ἐκείνων δ᾿ ἐγχωρεῖ μέν γενέσθαι συλλογισμόν, οὐ μήν εἴωθέ γε ζητεῖσθαι.
277Aristoteles, Analytica priora, 1, I 23; 4 (auctor 384BC-322BC)
Πρῶτον οὖν εἴπωμεν περί τῶν δεικτικῶν· τούτων γάρ δειχθέντων φανερόν ἔσται καί ἐπί τῶν εἰς τό ἀδύνατον καί ὅλως τῶν ἐξ ὑποθέσεως.
278Aristoteles, Analytica priora, 1, I 26; 1 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ ἔχομεν περί ὧν οἱ συλλογισμοί, καί ποῖον ἐν ἑκάστῳ σχήματι καί ποσαχῶς δείκνυται, φανερόν ἡμῖν ἐστί καί ποῖον πρόβλημα χαλεπόν καί ποῖον εὐεπιχείρητον· τό μέν γάρ ἐν πλείοσι σχήμασι καί διά πλειόνων πτώσεων περαινόμενον ῥᾷον, τό δ᾿ ἐν ἐλάττοσι καί δι᾿ ἐλαττόνων δυσεπιχειρητότερον.
279Aristoteles, Analytica priora, 1, I 27; 1 (auctor 384BC-322BC)
Πῶς δ᾿ εὐπορήσομεν αὐτοί πρός τό τιθέμενον ἀεί συλλογισμῶν, καί διά ποίας ὁδοῦ ληψόμεθα τάς περί ἕκαστον ἀρχάς, νῦν ἤδη λεκτέον· οὐ γάρ μόνον ἴσως δεῖ τήν γένεσιν θεωρεῖν τῶν συλλογισμῶν, ἀλλά καί τήν δύναμιν ἔχειν τοῦ ποιεῖν.
280Aristoteles, Analytica priora, 1, I 27; 6 (auctor 384BC-322BC)
Τά δέ μεταξύ δῆλον ὡς ἀμφοτέρως ἐνδέχεται· καί γάρ αὐτά κατ᾿ ἄλλων καί ἄλλα κατά τούτων λεχθήσεται, καί σχεδόν οἱ λόγοι καί αἱ σκέψεις εἰσί μάλιστα περί τούτων.
281Aristoteles, Analytica priora, 1, I 27; 7 (auctor 384BC-322BC)
Δεῖ δή τάς προτάσεις περί ἕκαστον οὕτως ἐκλαμβάνειν, ὑποθέμενον αὐτό πρῶτον καί τούς ὁρισμούς τε καί ὅσα ἴδια τοῦ πράγματός ἐστιν, εἶτα μετά τοῦτο ὅσα ἕπεται τῷ πράγματι, καί πάλιν οἷς τό πρᾶγμα ἀκολουθεῖ, καί ὅσα μή ἐν δέχεται αὐτῷ ὑπάρχειν.
282Aristoteles, Analytica priora, 1, I 27; 15 (auctor 384BC-322BC)
Ὅταν δ᾿ ὑπό τινος περιέχηται τό ὑποκείμενον ᾧ τά ἑπόμενα δεῖ λαβεῖν, τά μέν τῷ καθόλου ἑπόμενα ἢ μή ἑπόμενα οὐκ ἐκλεκτέον ἐν τούτοις (εἴληπται γάρ ἐν ἐκείνοις· ὅσα γάρ ζῴῳ, καί ἀνθρώπῳ ἕπεται, καί ὅσα μή ὑπάρχει, ὡσαύτως), τά δέ περί ἕκαστον ἴδια ληπτέον· ἔστι γάρ ἄττα τῷ εἴδει ἴδια παρά τό γένος· ἀνάγκη γάρ τοῖς ἑτέροις εἴδεσιν ἴδια ἄττα ὑπάρχειν.
283Aristoteles, Analytica priora, 1, I 29; 10 (auctor 384BC-322BC)
Ταῦτα μέν οὖν ἔσται μᾶλλον φανερά διά τῶν ἑπομένων, ὅταν περί τοῦ ἀδυνάτου λέγωμεν· νῦν δέ τοσοῦτον ἡμῖν ἔστω δῆλον, ὅτι εἰς ταῦτα βλεπτέον δεικτικῶς τε βουλομένῳ συλλογίζεσθαι καί εἰς τό ἀδύνατον ἀγαγεῖν.
284Aristoteles, Analytica priora, 1, I 30; 1 (auctor 384BC-322BC)
Ἡ μέν οὖν ὁδός κατά πάντων ἡ αὐτή καί περί φιλοσοφίαν καί περί τέχνην ὁποιανοῦν καί μάθημα· δεῖ γάρ τά ὑπάρχοντα καί οἷς ὑπάρχει περί ἕκαστον ἀθρεῖν, καί τούτων ὡς πλείστων εὐπορεῖν, καί ταῦτα διά τῶν τριῶν ὅρων σκοπεῖν, ἀνασκευάζοντα μέν ὡδί, κατασκευάζοντα δέ ὡδί, κατά μέν ἀλήθειαν ἐκ τῶν κατ᾿ ἀλήθειαν διαγεγραμμένων ὑπάρχειν, εἰς δέ τούς διαλεκτικούς συλλογισμούς ἐκ τῶν κατά δόξαν προτάσεων.
285Aristoteles, Analytica priora, 1, I 30; 2 (auctor 384BC-322BC)
Αἱ δ᾿ ἀρχαί τῶν συλλογισμῶν καθόλου μέν εἴρηνται, ὃν τρόπον τ᾿ ἔχουσι καί ὃν τρόπον δεῖ θηρεύειν αὐτάς, ὅπως μή βλέπωμεν εἰς ἅπαντα τά λεγόμενα, μηδ᾿ εἰς ταὐτά κατασκευάζοντες καί ἀνασκευάζοντες, μηδέ κατασκευάζοντές τε κατά παντός ἢ τινός καί ἀνασκευάζοντες ἀπό πάντων ἢ τινῶν, ἀλλ᾿ εἰς ἐλάττω καί ὡρισμένα, καθ᾿ ἕκαστον δέ ἐκλέγειν τῶν ὄντων, οἷον περί ἀγαθοῦ ἢ ἐπιστήμης.
286Aristoteles, Analytica priora, 1, I 30; 4 (auctor 384BC-322BC)
Διό τάς μέν ἀρχάς τάς περί ἕκαστον ἐμπειρίας ἐστί παραδοῦναι.
287Aristoteles, Analytica priora, 1, I 30; 6 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί περί ἄλλην ὁποιανοῦν ἔχει τέχνην τε καί ἐπιστήμην.
288Aristoteles, Analytica priora, 1, I 30; 7 (auctor 384BC-322BC)
Ὤστ᾿ ἐάν ληφθῇ τά ὑπάρχοντα περί ἕκαστον, ἡμέτερον ἤδη τάς ἀποδείξεις ἑτοίμως ἐμφανίζειν.
289Aristoteles, Analytica priora, 1, I 30; 8 (auctor 384BC-322BC)
Εἰ γάρ μηδέν κατά τήν ἱστορίαν παραλειφθείη τῶν ἀληθῶς ὑπαρχόντων τοῖς πράγμασιν, ἕξομεν περί ἅπαντος οὗ μέν ἔστιν ἀπόδειξις, ταύτην εὑρεῖν καί ἀποδεικνύναι, οὗ δέ μή πέφυκεν ἀπόδειξις, τοῦτο ποιεῖν φανερόν.
290Aristoteles, Analytica priora, 1, I 30; 9 (auctor 384BC-322BC)
Καθόλου μέν οὖν, ὃν δεῖ τρόπον τάς προτάσεις ἐκλέγειν, εἴρηται σχεδόν· δι᾿ ἀκριβείας δέ διεληλύθαμεν ἐν τῇ πραγματείᾳ τῇ περί τήν διαλεκτικήν.
291Aristoteles, Analytica priora, 1, I 31; 2 (auctor 384BC-322BC)
Πρῶτον δ᾿ αὐτό τοῦτο ἐλελήθει τούς χρωμένους αὐτῇ πάντας, καί πείθειν ἐπεχείρουν ὡς ὄντος δυνατοῦ περί οὐσίας ἀπόδειξιν γίνεσθαι καί τοῦ τί ἐστιν.
292Aristoteles, Analytica priora, 1, I 31; 12 (auctor 384BC-322BC)
Φανερόν δ᾿ ὅτι οὔτ᾿ ἀνασκευάσαι ταύτῃ τῇ μεθόδῳ ἔστιν, οὔτε περί συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι, οὔτε περί γένους, οὔτ᾿ ἐν οἷς ἀγνοεῖται τό πότερον ὧδε ἢ ὧδε ἔχει, οἷον ἆρ᾿ ἡ διάμετρος ἀσύμμετρος.
293Aristoteles, Analytica priora, 1, I 33; 1 (auctor 384BC-322BC)
Πολλάκις μέν οὖν ἀπατᾶσθαι συμβαίνει περί τούς συλλογισμούς διά τό ἀναγκαῖον, ὥσπερ εἴρηται πρότερον, ἐνίοτε δέ παρά τήν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως· ὅπερ οὐ χρή λανθάνειν ἡμᾶς.
294Aristoteles, Analytica priora, 2, II 1; 1 (auctor 384BC-322BC)
Ἐν πόσοις μέν οὖν σχήμασι καί διά ποίων καί πόσων προτάσεων καί πότε καί πῶς γίνεται συλλογισμός, ἔτι δ᾿ εἰς ποῖα βλεπτέον ἀνασκευάζοντι καί κατασκευάζοντι, καί πῶς δεῖ ζητεῖν περί τοῦ προκειμένου καθ᾿ ὁποιανοῦν μέθοδον, ἔτι δέ διά ποίας ὁδοῦ ληψόμεθα τάς περί ἕκαστον ἀρχάς, ἤδη διεληλύθαμεν.
295Aristoteles, Analytica priora, 2, II 1; 6 (auctor 384BC-322BC)
Αὕτη μέν οὖν κοινή πάντων αἰτία, τῶν τε καθόλου καί τῶν κατά μέρος· ἔστι δέ περί τῶν καθόλου καί ἄλλως εἰπεῖν.
296Aristoteles, Analytica priora, 2, II 14; 4 (auctor 384BC-322BC)
Διαφέρει δ᾿ οὐδέν φάσιν ἢ ἀπόφασιν εἶναι τό συμπέρασμα, ἀλλ᾿ ὁμοίως ἔχει περί ἀμφοῖν.
297Aristoteles, Analytica priora, 2, II 21; 4 (auctor 384BC-322BC)
Πάλιν εἴ τις ἀπατηθείη περί τά ἐκ τῆς αὐτῆς συστοιχίας, οἷον εἰ τό Α ὑπάρχει τῷ Β, τοῦτο δέ τῷ Γ καί τό Γ τῷ Δ, ὑπολαμβάνοι δέ τό Α παντί τῷ Β ὑπάρχειν καί πάλιν μηδενί τῷ Γ· ἅμα γάρ εἴσεταί τε καί οὐχ ὑπολήψεται ὑπάρχειν.
298Aristoteles, Analytica priora, 2, II 21; 12 (auctor 384BC-322BC)
Ὁμοία γάρ ἡ τοιαύτη ἀπάτη καί ὡς ἀπατώμεθα περί τά ἐν μέρει, οἷον εἰ τῷ Β παντί τό Α ὑπάρχει, τό δέ Β τῷ Γ παντί, τό Α παντί τῷ Γ ὑπάρξει.
299Aristoteles, Analytica priora, 2, II 21; 22 (auctor 384BC-322BC)
Τῇ μέν οὖν καθόλου θεωροῦμεν τά ἐν μέρει, τῇ δ᾿ οἰκείᾳ οὐκ ἴσμεν, ὥστ᾿ ἐνδέχεται καί ἀπατᾶσθαι περί αὐτά, πλήν οὐκ ἐναντίως, ἀλλ᾿ ἔχειν μέν τήν καθόλου, ἀπατᾶσθαι δέ τῇ κατά μέρος.
300Aristoteles, Analytica priora, 2, II 21; 28 (auctor 384BC-322BC)
Οὐδέν οὖν κωλύει καί εἰδέναι καί ἠπατῆσθαι περί ταὐτό, πλήν οὐκ ἐναντίως.
301Aristoteles, Analytica priora, 2, II 26; 18 (auctor 384BC-322BC)
Ἐπισκεπτέον δέ καί περί τῶν ἄλλων ἐνστάσεων, οἷον περί τῶν ἐκ τοῦ ἐναντίου καί τοῦ ὁμοίου καί τοῦ κατά δόξαν, καί εἰ τήν ἐν μέρει ἐκ τοῦ πρώτου ἢ τήν στερητικήν ἐκ τοῦ μέσου δυνατόν λαβεῖν.
302Aristoteles, Athenaion Politeia, Frag., 1; 1 (auctor 384BC-322BC)
ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.
303Aristoteles, Athenaion Politeia, Frag., 2; 1 (auctor 384BC-322BC)
ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.
304Aristoteles, Athenaion Politeia, Frag., 2; 5 (auctor 384BC-322BC)
1223 Αἰγεῖ μὲν δοὺς τὴν περὶ τὸ ἄστυ χώραν, Λύκῳ δὲ τὴν διαδρὶαν, Πάλλαντι δὲ τὴν παραλίαν, Νίσῳ δὲ τὴν Μεγαρίδα.
305Aristoteles, Athenaion Politeia, Frag., 3; 1 (auctor 384BC-322BC)
ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.
306Aristoteles, Athenaion Politeia, Frag., 6; 1 (auctor 384BC-322BC)
ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.
307Aristoteles, Athenaion Politeia, Frag., 7; 1 (auctor 384BC-322BC)
ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.
308Aristoteles, Athenaion Politeia, Frag., 8; 1 (auctor 384BC-322BC)
ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.
309Aristoteles, Athenaion Politeia, Frag., 8; 2 (auctor 384BC-322BC)
τοὺς μετὰ Κύλωνος διὰ τὴν τυραννίδα ἐπὶ τὸν βωμὸν τῆς θεοῦ πεφευγότας οἱ περὶ Μεγακλέα ἀπέκτειναν.
310Aristoteles, Athenaion Politeia, p2, 3, 5; 13 (auctor 384BC-322BC)
τὰ μὲν οὖν περὶ τὰς ἀρχὰς τοῦτον εἶχε τὸν τρόπον.
311Aristoteles, Athenaion Politeia, p2, 6, 3; 5 (auctor 384BC-322BC)
οὐ μὴν ἀλλὰ πιθανώτερος ὁ τῶν δημοτικῶν λόγος· οὐ γὰρ εἰκὸς ἐν μὲν τοῖς ἄλλοις οὕτω μέτριον γενέσθαι καὶ κοινόν, ὥστ' ἐξὸν αὐτῷ τοὺς ἑτέρους ὑποποιησάμενον τυραννεῖν τῆς πόλεως, ἀμφοτέροις ἀπεχθέσθαι καὶ περὶ πλείονος ποιήσασθαι τὸ καλὸν καὶ τὴν τῆς πόλεως σωτηρίαν ἢ τὴν αὑτοῦ πλεονεξίαν, ἐν οὕτω δὲ μικροῖς καὶ ἀναξίοις καταρρυπαίνειν ἑαυτόν.
312Aristoteles, Athenaion Politeia, p2, 8, 1; 3 (auctor 384BC-322BC)
σημεῖον δ' ὅτι κληρωτὰς ἐποίησεν ἐκ τῶν τιμημάτων ὁ περὶ τῶν ταμιῶν νόμος, ᾧ χρώμενοι διατελοῦσιν ἔτι καὶ νῦν· κελεύει γὰρ κληροῦν τοὺς ταμίας ἐκ πεντακοσιομεδίμνων.
313Aristoteles, Athenaion Politeia, p2, 8, 2; 4 (auctor 384BC-322BC)
Σόλων μὲν οὖν οὕτως ἐνομοθέτησεν περὶ τῶν ἐννέα ἀρχόντων· τὸ γὰρ ἀρχαῖον ἡ ἐν Ἀρείῳ πάγῳ βουλή, ἀνακαλεσαμένη καὶ κρίνασα καθ' αὑτήν, τὸν ἐπιτήδειον ἐφ' ἑκάστῃ τῶν ἀρχῶν ἐπ' ἐνιαυτὸν διατάξασα ἀπέστελλεν.
314Aristoteles, Athenaion Politeia, p2, 8, 4; 7 (auctor 384BC-322BC)
βουλὴν δ' ἐποίησε τετρακοσίους, ἑκατὸν ἐξ ἑκάστης φυλῆς, τὴν δὲ τῶν Ἀρεοπαγιτῶν ἔταξεν ἐπὶ τὸ νομοφυλακεῖν, ὥσπερ ὑπῆρχεν καὶ πρότερον ἐπίσκοπος οὖσα τῆς πολιτείας, καὶ τά τε ἄλλα τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν πολιτικῶν διετήρει, καὶ τοὺς ἁμαρτάνοντας ηὔθυνεν κυρία οὖσα καὶ ζημιοῦν καὶ κολάζειν, καὶ τὰς ἐκτίσεις ἀνέφερεν εἰς πόλιν, οὐκ ἐπιγράφουσα τὴν πρόφασιν δι' ὃ τὸ ἐκτίνεσθαι, καὶ τοὺς ἐπὶ καταλύσει τοῦ δήμου συνισταμένους ἔκρινεν, Σόλωνος θέντος νόμον εἰσαγγελίας περὶ αὐτῶν.
315Aristoteles, Athenaion Politeia, p2, 9, 1; 1 (auctor 384BC-322BC)
τὰ μὲν οὖν περὶ τὰς ἀρχὰς τοῦτον εἶχε τὸν τρόπον.
316Aristoteles, Athenaion Politeia, p2, 11, 1; 1 (auctor 384BC-322BC)
διατάξας δὲ τὴν πολιτείαν ὅνπερ εἴρηται τρόπον, ἐπειδὴ προσιόντες αὐτῷ περὶ τῶν νόμων ἠνώχλουν, τὰ μὲν ἐπιτιμῶντες τὰ δὲ ἀνακρίνοντες, βουλόμενος μήτε ταῦτα κινεῖν, μήτ' ἀπεχθάνεσθαι παρών, ἀποδημίαν ἐποιήσατο κατ' ἐμπορίαν ἅμα καὶ θεωρίαν εἰς Αἴγυπτον, εἰπὼν ὡς οὐχ ἥξει δέκα ἐτῶν.
317Aristoteles, Athenaion Politeia, p2, 12, 1; 1 (auctor 384BC-322BC)
ταῦτα δ' ὅτι τοῦτον τὸν τρόπον ἔσχεν οἵ τ' ἄλλοι συμφωνοῦσι πάντες, καὶ αὐτὸς ἐν τῇ ποιήσει μέμνηται περὶ αὐτῶν ἐν τοῖσδε· δήμῳ μὲν γὰρ ἔδωκα τόσον γέρας, ὅσσον ἀπαρκεῖ, τιμῆς οὔτ' ἀφελὼν οὔτ' ἐπορεξάμενος· οἳ δ' εἶχον δύναμιν καὶ χρήμασιν ἦσαν ἀγητοί, καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν.
318Aristoteles, Athenaion Politeia, p2, 12, 2; 4 (auctor 384BC-322BC)
5 πάλιν δ' ἀποφαινόμενος περὶ τοῦ πλήθους, ὡς αὐτῷ δεῖ χρῆσθαι· δῆμος δ' ὧδ' ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο, μήτε λίαν ἀνεθεὶς μήτε βιαζόμενος.
319Aristoteles, Athenaion Politeia, p2, 12, 3; 7 (auctor 384BC-322BC)
6 καὶ πάλιν δ' ἑτέρωθί που λέγει περὶ τῶν διανείμασθαι τὴν γῆν βουλομένων· οἳ δ' ἐφ' ἁρπαγαῖσιν ἦλθον, ἐλπίδ' εἶχον ἀφνεάν, κἀδόκουν ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν, καί με κωτίλλοντα λείως τραχὺν ἐκφανεῖν νόον.
320Aristoteles, Athenaion Politeia, p2, 12, 4; 11 (auctor 384BC-322BC)
34 πάλιν δὲ καὶ περὶ τῆς ἀποκοπῆς τῶν χρεῶν καὶ τῶν δουλευόντων μὲν πρότερον, ἐλευθερωθέντων δὲ διὰ τὴν σεισάχθειαν· ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγον δῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην· συμμαρτυροίη ταῦτ' ἂν ἐν δίκῃ Χρόνου μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε ὅρους ἀνεῖλον πολλαχῇ πεπηγότας, πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα.
321Aristoteles, Athenaion Politeia, p2, 13, 2; 5 (auctor 384BC-322BC)
ᾧ καὶ δῆλον ὅτι μεγίστην εἶχεν δύναμιν ὁ ἄρχων· φαίνονται γὰρ αἰεὶ στασιάζοντες περὶ ταύτης τῆς ἀρχῆς.
322Aristoteles, Athenaion Politeia, p2, 14, 3; 7 (auctor 384BC-322BC)
οὔπω δὲ τῆς ἀρχῆς ἐρριζωμένης, ὁμοφρονήσαντες οἱ περὶ τὸν Μεγακλέα καὶ τὸν Λυκοῦργον, ἐξέβαλον αὐτὸν ἕκτῳ ἔτει μετὰ τὴν πρώτην κατάστασιν, ἐφ' Ἡγησίου ἄρχοντος.
323Aristoteles, Athenaion Politeia, p2, 15, 2; 3 (auctor 384BC-322BC)
καὶ πρῶτον μὲν συνῴκισε περὶ τὸν Θερμαῖον κόλπον χωρίον ὃ καλεῖται Ῥαίκηλος, ἐκεῖθεν δὲ παρῆλθεν εἰς τοὺς περὶ Πάγγαιον τόπους, ὅθεν χρηματισάμενος καὶ στρατιώτας μισθωσάμενος, ἐλθὼν εἰς Ἐρέτριαν ἑνδεκάτῳ πάλιν ἔτει τότε πρῶτον ἀνασώσασθαι βίᾳ τὴν ἀρχὴν ἐπεχείρει, συμπροθυμουμένων αὐτῷ πολλῶν μὲν καὶ ἄλλων, μάλιστα δὲ Θηβαίων καὶ Λυγδάμιος τοῦ Ναξίου, ἔτι δὲ τῶν ἱππέων τῶν ἐχόντων ἐν Ἐρετρίᾳ τὴν πολιτείαν.
324Aristoteles, Athenaion Politeia, p2, 15, 4; 8 (auctor 384BC-322BC)
ὁ δὲ ἐπεὶ τὸν ἄλλον λόγον ἐπετέλεσεν, εἶπε καὶ περὶ τῶν ὅπλων τὸ γεγονός, ὡς οὐ χρὴ θαυμάζειν οὐδ' ἀθυμεῖν, ἀλλ' ἀπελθόντας ἐπὶ τῶν ἰδίων εἶναι, τῶν δὲ κοινῶν αὐτὸς ἐπιμελήσεσθαι πάντων.
325Aristoteles, Athenaion Politeia, p2, 16, 2; 2 (auctor 384BC-322BC)
διῴκει δ' ὁ Πεισίστρατος, ὥσπερ εἴρηται, τὰ περὶ τὴν πόλιν μετρίως καὶ μᾶλλον πολιτικῶς ἢ τυραννικῶς.
326Aristoteles, Athenaion Politeia, p2, 16, 6; 8 (auctor 384BC-322BC)
τοιαύτης γάρ τινος ἐξόδου τῷ Πεισιστράτῳ γιγνομένης, συμβῆναί φασι τὰ περὶ τὸν ἐν τῷ Ὑμηττῷ γεωργοῦντα τὸ κληθὲν ὕστερον χωρίον ἀτελές.
327Aristoteles, Athenaion Politeia, p2, 16, 10; 18 (auctor 384BC-322BC)
ἦσαν δὲ καὶ τοῖς Ἀθηναίοις οἱ περὶ τῶν τυράννων νόμοι πρᾷοι κατ' ἐκείνους τοὺς καιρούς, οἵ τ' ἄλλοι καὶ δὴ καὶ ὁ μάλιστα καθήκων πρὸς τὴν τῆς τυραννίδος κατάστασιν.
328Aristoteles, Athenaion Politeia, p2, 17, 2; 3 (auctor 384BC-322BC)
διὸ καὶ φανερῶς ληροῦσιν οἱ φάσκοντες ‖ ‖ ἐρώμενον εἶναι Πεισίστρατον Σόλωνος, καὶ στρατηγεῖν ἐν τῷ πρὸς Μεγαρέας πολέμῳ περὶ Σαλαμῖνος· οὐ γὰρ ἐνδέχεται ταῖς ἡλικίαις, ἐάν τις ἀναλογίζηται τὸν ἑκατέρου βίον καὶ ἐφ' οὗ ἀπέθανεν ἄρχοντος.
329Aristoteles, Athenaion Politeia, p2, 18, 2; 2 (auctor 384BC-322BC)
ὁ δὲ Ἵππαρχος παιδιώδης καὶ ἐρωτικὸς καὶ φιλόμουσος ἦν, (καὶ τοὺς περὶ Ἀνακρέοντα καὶ Σιμωνίδην καὶ τοὺς ἄλλους ποιητὰς οὗτος ἦν ὁ μεταπεμπόμενος) , Θέτταλος δὲ νεώτερος πολὺ καὶ τῷ βίῳ θρασὺς καὶ ὑβριστής, ἀφ' οὗ καὶ συνέβη τὴν ἀρχὴν αὐτοῖς γενέσθαι πάντων τῶν κακῶν.
330Aristoteles, Athenaion Politeia, p2, 20, 3; 6 (auctor 384BC-322BC)
τῆς δὲ βουλῆς ἀντιστάσης καὶ συναθροισθέντος τοῦ πλήθους, οἱ μὲν περὶ τὸν Κλεομένην καὶ Ἰσαγόραν κατέφυγον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ δῆμος δύο μὲν ἡμέρας προσκαθεζόμενος ἐπολιόρκει, τῇ δὲ τρίτῃ Κλεομένην μὲν καὶ τοὺς μετ' αὐτοῦ πάντας ἀφεῖσαν ὑποσπόνδους, Κλεισθένην δὲ καὶ τοὺς ἄλλους φυγάδας μετεπέμψαντο.
331Aristoteles, Athenaion Politeia, p2, 21, 4; 7 (auctor 384BC-322BC)
διένειμε δὲ καὶ τὴν χώραν κατὰ δήμους τριάκοντα μέρη, δέκα μὲν τῶν περὶ τὸ ἄστυ, δέκα δὲ τῆς παραλίας, δέκα δὲ τῆς μεσογείου, καὶ ταύτας ἐπονομάσας τριττῦς, ἐκλήρωσεν τρεῖς εἰς τὴν φυλὴν ἑκάστην, ὅπως ἑκάστη μετέχῃ πάντων τῶν τόπων.
332Aristoteles, Athenaion Politeia, p2, 22, 1; 2 (auctor 384BC-322BC)
καὶ γὰρ συνέβη τοὺς μὲν Σόλωνος νόμους ἀφανίσαι τὴν τυραννίδα διὰ τὸ μὴ χρῆσθαι, καινοὺς δ' ἄλλους θεῖναι τὸν Κλεισθένη στοχαζόμενον τοῦ πλήθους, ἐν οἷς ἐτέθη καὶ ὁ περὶ τοῦ ὀστρακισμοῦ νόμος.
333Aristoteles, Athenaion Politeia, p2, 22, 3; 5 (auctor 384BC-322BC)
ἔτει δὲ μετὰ ταῦτα δωδεκάτῳ νικήσαντες τὴν ἐν Μαραθῶνι μάχην, ἐπὶ Φαινίππου ἄρχοντος, διαλιπόντες ἔτη δύο μετὰ τὴν νίκην, θαρροῦντος ἤδη τοῦ δήμου, τότε πρῶτον ἐχρήσαντο τῷ νόμῳ τῷ περὶ τὸν ὀστρακισμόν, ὃς ἐτέθη διὰ τὴν ὑποψίαν τῶν ἐν ταῖς δυνάμεσιν, ὅτι Πεισίστρατος δημαγωγὸς καὶ στρατηγὸς ὢν τύραννος κατέστη.
334Aristoteles, Athenaion Politeia, p2, 23, 1; 1 (auctor 384BC-322BC)
τότε μὲν οὖν μέχρι τούτου προῆλθεν ἡ πόλις, ἅμα τῇ δημοκρατίᾳ κατὰ μικρὸν αὐξανομένη· μετὰ δὲ τὰ Μηδικὰ πάλιν ἴσχυσεν ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ καὶ διῴκει τὴν πόλιν, οὐδενὶ δόγματι λαβοῦσα τὴν ἡγεμονίαν, ἀλλὰ διὰ τὸ γενέσθαι τῆς περὶ Σαλαμῖνα ναυμαχίας αἰτία.
335Aristoteles, Athenaion Politeia, p2, 23, 2; 4 (auctor 384BC-322BC)
συνέβη γὰρ αὐτοῖς κατὰ τὸν χρόνον τοῦτον τά τε περὶ τὸν πόλεμον ἀσκῆσαι, καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι, καὶ τὴν τῆς θαλάττης ἡγεμονίαν λαβεῖν, ἀκόντων Λακεδαιμονίων.
336Aristoteles, Athenaion Politeia, p2, 25, 2; 4 (auctor 384BC-322BC)
καὶ πρῶτον μὲν ἀνεῖλεν πολλοὺς τῶν Ἀρεοπαγιτῶν, ἀγῶνας ἐπιφέρων περὶ τῶν διῳκημένων.
337Aristoteles, Athenaion Politeia, p2, 28, 2; 3 (auctor 384BC-322BC)
ἐξ ἀρχῆς μὲν γὰρ καὶ πρῶτος ἐγένετο προστάτης τοῦ δήμου Σόλων, δεύτερος δὲ Πεισίστρατος, τῶν εὐγενῶν καὶ γνωρίμων· καταλυθείσης δὲ τῆς τυραννίδος Κλεισθένης, τοῦ γένους ὢν τῶν Ἀλκμεωνιδῶν, καὶ τούτῳ μὲν οὐδεὶς ἦν ἀντιστασιώτης, ὡς ἐξέπεσον οἱ περὶ τὸν Ἰσαγόραν.
338Aristoteles, Athenaion Politeia, p2, 28, 5; 10 (auctor 384BC-322BC)
καὶ περὶ μὲν Νικίου καὶ Θουκυδίδου πάντες σχεδὸν ὁμολογοῦσιν ἄνδρας γεγονέναι οὐ μόνον καλοὺς κἀγαθούς, ἀλλὰ καὶ πολιτικοὺς καὶ τῇ πόλει πάσῃ πατρικῶς χρωμένους, περὶ δὲ Θηραμένους, διὰ τὸ συμβῆναι κατ' αὐτὸν ταραχώδεις τὰς πολιτείας, ἀμφισβήτησις τῆς κρίσεώς ἐστι.
339Aristoteles, Athenaion Politeia, p2, 29, 3; 3 (auctor 384BC-322BC)
‖ ‖ ἦν δὲ τὸ ψήφισμα τὸ Πυθοδώρου τοιόνδε· τὸν δῆμον ἑλέσθαι μετὰ τῶν προϋπαρχόντων δέκα προβούλων ἄλλους εἴκοσι ἐκ τῶν ὑπὲρ τετταράκοντα ἔτη γεγονότων, οἵτινες ὀμόσαντες ἦ μὴν συγγράψειν ἃ ἂν ἡγῶνται βέλτιστα εἶναι τῇ πόλει, συγγράψουσι περὶ τῆς σωτηρίας· ἐξεῖναι δὲ καὶ τῶν ἄλλων τῷ βουλομένῳ γράφειν, ἵν' ἐξ ἁπάντων αἱρῶνται τὸ ἄριστον.
340Aristoteles, Athenaion Politeia, p2, 29, 4; 5 (auctor 384BC-322BC)
οἱ δ' αἱρεθέντες πρῶτον μὲν ἔγραψαν ἐπάναγκες εἶναι τοὺς πρυτάνεις ἅπαντα τὰ λεγόμενα περὶ τῆς σωτηρίας ἐπιψηφίζειν, ἔπειτα τὰς τῶν παρανόμων γραφὰς καὶ τὰς εἰσαγγελίας καὶ τὰς προσκλήσεις ἀνεῖλον, ὅπως ἂν οἱ ἐθέλοντες Ἀθηναίων συμβουλεύωσι περὶ τῶν προκειμένων.
341Aristoteles, Athenaion Politeia, p2, 30, 4; 6 (auctor 384BC-322BC)
τοὺς δ' ἑκατὸν ἄνδρας διανεῖμαι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους τέτταρα μέρη ὡς ἰσαίτατα καὶ διακληρῶσαι καὶ εἰς ἐνιαυτὸν βουλεύειν βουλεύεσθαι δὲ ᾗ ἂν δοκῇ αὐτοῖς ἄριστα ἕξειν περί τε τῶν χρημάτων, ὅπως ἂν σῷα ᾖ καὶ εἰς τὸ δέον ἀναλίσκηται, καὶ περὶ τῶν ἄλλων ὡς ἂν δύνωνται ἄριστα· κἄν τι θέλωσιν βουλεύσασθαι μετὰ πλειόνων, ἐπεισκαλεῖν ἕκαστον ἐπείσκλητον ὃν ἂν ἐθέλῃ τῶν ἐκ τῆς αὐτῆς ἡλικίας.
342Aristoteles, Athenaion Politeia, p2, 31, 1; 2 (auctor 384BC-322BC)
τούτους δὲ τάς τε ἀρχὰς καταστῆσαι, καὶ περὶ τοῦ ὅρκου ὅντινα χρὴ ὀμόσαι γράψαι, καὶ περὶ τῶν νόμων καὶ τῶν εὐθυνῶν καὶ τῶν ἄλλων πράττειν ᾗ ἂν ἡγῶνται συμφέρειν.
343Aristoteles, Athenaion Politeia, p2, 31, 2; 3 (auctor 384BC-322BC)
τοῖς δὲ νόμοις οἳ ἂν τεθῶσιν περὶ τῶν πολιτικῶν χρῆσθαι, καὶ μὴ ἐξεῖναι μετακινεῖν μηδ' ἑτέρους θέσθαι.
344Aristoteles, Athenaion Politeia, p2, 33, 1; 2 (auctor 384BC-322BC)
ἡττηθέντες δὲ τῇ περὶ Ἐρέτριαν ναυμαχίᾳ, καὶ τῆς Εὐβοίας ἀποστάσης ὅλης πλὴν Ὠρεοῦ, χαλεπῶς ἐνεγκόντες ἐπὶ τῇ συμφορᾷ μάλιστα τῶν προγεγενημένων (πλείω γὰρ ἐκ τῆς Εὐβοίας ἢ τῆς Ἀττικῆς ἐτύγχανον ὠφελούμενοι) , κατέλυσαν τοὺς τετρακοσίους, καὶ τὰ πράγματα παρέδωκαν τοῖς πεντακισχιλίοις τοῖς ἐκ τῶν ὅπλων, ψηφισάμενοι μηδεμίαν ἀρχὴν εἶναι μισθοφόρον.
345Aristoteles, Athenaion Politeia, p2, 35, 1; 2 (auctor 384BC-322BC)
γενόμενοι δὲ κύριοι τῆς πόλεως, τὰ μὲν ἄλλα τὰ δόξαντα περὶ τῆς πολιτείας παρεώρων, πεντακοσίους δὲ βουλευτὰς καὶ τὰς ἄλλας ἀρχὰς καταστήσαντες ἐκ προκρίτων ἐκ τῶν χιλίων, καὶ προσελόμενοι σφίσιν αὐτοῖς τοῦ Πειραιέως ἄρχοντας δέκα, καὶ τοῦ δεσμωτηρίου φύλακας ἕνδεκα, καὶ μαστιγοφόρους τριακοσίους ὑπηρέτας κατεῖχον τὴν πόλιν δι' ἑαυτῶν.
346Aristoteles, Athenaion Politeia, p2, 35, 2; 3 (auctor 384BC-322BC)
τὸ μὲν οὖν πρῶτον μέτριοι τοῖς πολίταις ἦσαν καὶ προσεποιοῦντο διώκειν τὴν πάτριον πολιτείαν, καὶ τούς τ' Ἐφιάλτου καὶ Ἀρχεστράτου νόμους τοὺς περὶ τῶν Ἀρεοπαγιτῶν καθεῖλον ἐξ Ἀρείου πάγου, καὶ τῶν Σόλωνος θεσμῶν ὅσοι διαμφισβητήσεις ἔσχον, καὶ τὸ κῦρος ὃ ἦν ἐν τοῖς δικασταῖς κατέλυσαν, ὡς ἐπανορθοῦντες καὶ ποιοῦντες ἀναμφισβήτητον τὴν πολιτείαν, οἷον ‖ ‖ τὸν περὶ τοῦ δοῦναι τὰ ἑαυτοῦ ᾧ ἂν ἐθέλῃ κύριον ποιήσαντες καθάπαξ· τὰς δὲ προσούσας δυσκολίας, “ ἐὰν μὴ μανιῶν ἢ γηρῶν ἢ γυναικὶ πιθόμενος, ” ἀφεῖλον ὅπως μὴ ᾖ τοῖς συκοφάνταις ἔφοδος· ὁμοίως δὲ τοῦτ' ἔδρων καὶ ἐπὶ τῶν ἄλλων.
347Aristoteles, Athenaion Politeia, p2, 38, 4; 6 (auctor 384BC-322BC)
ἐπὶ πέρας γὰρ ἤγαγε τὴν εἰρήνην καὶ τὰς διαλύσεις Παυσανίας ὁ τῶν Λακεδαιμονίων βασιλεύς, μετὰ τῶν δέκα διαλλακτῶν τῶν ὕστερον ἀφικομένων ἐκ Λακεδαίμονος, οὓς αὐτὸς ἐσπούδασεν ἐλθεῖν· οἱ δὲ περὶ τὸν Ῥίνωνα διά τε τὴν εὔνοιαν τὴν εἰς τὸν δῆμον ἐπῃνέθησαν, καὶ λαβόντες τὴν ἐπιμέλειαν ἐν ὀλιγαρχίᾳ, τὰς εὐθύνας ἔδοσαν ἐν δημοκρατίᾳ, καὶ οὐδεὶς οὐδὲν ἐνεκάλεσεν αὐτοῖς, οὔτε τῶν ἐν ἄστει μεινάντων, οὔτε τῶν ἐκ Πειραιέως κατελθόντων, ἀλλὰ διὰ ταῦτα καὶ στρατηγὸς εὐθὺς ᾑρέθη Ῥίνων.
348Aristoteles, Athenaion Politeia, p2, 40, 3; 3 (auctor 384BC-322BC)
ὅπερ καὶ συνέπεσεν· ἀποθανόντος γὰρ οὐδεὶς πώποτε ὕστερον ἐμνησικάκησεν, ἀλλὰ δοκοῦσιν κάλλιστα δὴ καὶ πολιτικώτατα ἁπάντων καὶ ἰδίᾳ καὶ κοινῇ χρήσασθαι ταῖς προγεγενημέναις συμφοραῖς· οὐ γὰρ μόνον τὰς περὶ τῶν προτέρων αἰτίας ἐξήλειψαν, ἀλλὰ καὶ τὰ χρήματα Λακεδαιμονίοις, ἃ οἱ τριάκοντα πρὸς τὸν πόλεμον ἔλαβον, ἀπέδοσαν κοινῇ, κελευουσῶν τῶν συνθηκῶν ἑκατέρους ἀποδιδόναι χωρίς, τούς τ' ἐκ τοῦ ἄστεως καὶ τοὺς ἐκ τοῦ Πειραιέως, ἡγούμενοι τοῦτο πρῶτον ἄρχειν δεῖν τῆς ὁμονοίας· ἐν δὲ ταῖς ἄλλαις πόλεσιν οὐχ οἷον ἔτι προστιθέασιν τῶν οἰκείων οἱ δῆμοι κρατήσαντες, ἀλλὰ καὶ τὴν ‖ ‖ χώραν ἀνάδαστον ποιοῦσιν.
349Aristoteles, Athenaion Politeia, p2, 42, 1; 3 (auctor 384BC-322BC)
ὅταν δ' ἐγγράφωνται, διαψηφίζονται περὶ αὐτῶν ὀμόσαντες οἱ δημόται, πρῶτον μὲν εἰ δοκοῦσι γεγονέναι τὴν ἡλικίαν τὴν ἐκ τοῦ νόμου, κἂν μὴ δόξωσι, ἀπέρχονται πάλιν εἰς παῖδας, δεύτερον δ' εἰ ἐλεύθερός ἐστι καὶ γέγονε κατὰ τοὺς νόμους.
350Aristoteles, Athenaion Politeia, p2, 42, 4; 10 (auctor 384BC-322BC)
καὶ τὸν μὲν πρῶτον ἐνιαυτὸν οὕτως διάγουσι· τὸν δ' ὕστερον ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομένης, ἀποδειξάμενοι τῷ δήμῳ ‖ ‖ τὰ περὶ τὰς τάξεις, καὶ λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τῆς πόλεως, περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις.
351Aristoteles, Athenaion Politeia, p2, 42, 5; 11 (auctor 384BC-322BC)
φρουροῦσι δὲ τὰ δύο ἔτη χλαμύδας ἔχοντες, καὶ ἀτελεῖς εἰσι πάντων· καὶ δίκην οὔτε διδόασιν οὔτε λαμβάνουσιν, ἵνα μὴ πρόφασις ᾖ τοῦ ἀπιέναι, πλὴν περὶ κλήρου καὶ ἐπικλήρου, κἄν τινι κατὰ τὸ γένος ἱερωσύνη γένηται.
352Aristoteles, Athenaion Politeia, p2, 43, 1; 1 (auctor 384BC-322BC)
τὰ μὲν οὖν περὶ τὴν τῶν πολιτῶν ἐγγραφὴν καὶ τοὺς ἐφήβους τοῦτον ἔχει τὸν τρόπον.
353Aristoteles, Athenaion Politeia, p2, 43, 1; 2 (auctor 384BC-322BC)
τὰς δ' ἀρχὰς τὰς περὶ τὴν ἐγκύκλιον διοίκησιν ἁπάσας ποιοῦσι κληρωτάς, πλὴν ταμίου στρατιωτικῶν καὶ τῶν ἐπὶ τὸ θεωρικὸν καὶ τοῦ τῶν κρηνῶν ἐπιμελητοῦ.
354Aristoteles, Athenaion Politeia, p2, 43, 4; 9 (auctor 384BC-322BC)
προγράφουσι δὲ καὶ τὰς ἐκκλησίας οὗτοι· μίαν μὲν κυρίαν, ἐν ᾗ δεῖ τὰς ἀρχὰς ἐπιχειροτονεῖν εἰ δοκοῦσι καλῶς ἄρχειν, καὶ περὶ σίτου καὶ περὶ φυλακῆς τῆς χώρας χρηματίζειν, καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαι, καὶ τὰς ἀπογραφὰς τῶν δημευομένων ἀναγιγνώσκειν, καὶ τὰς λήξεις τῶν κλήρων καὶ τῶν ἐπικλήρων ἀναγινώσκειν, ὅπως μηδένα λάθῃ μηδὲν ἔρημον γενόμενον.
355Aristoteles, Athenaion Politeia, p2, 43, 5; 10 (auctor 384BC-322BC)
ἐπὶ δὲ τῆς ἕκτης πρυτανείας πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῆς ὀστρακοφορίας ἐπιχειροτονίαν διδόασιν, εἰ δοκεῖ ποιεῖν ἢ μή, καὶ συκοφαντῶν προβολὰς τῶν Ἀθηναίων καὶ τῶν μετοίκων μέχρι τριῶν ἑκατέρων, κἄν τις ὑποσχόμενός τι μὴ ποιήσῃ τῷ δήμῳ.
356Aristoteles, Athenaion Politeia, p2, 43, 6; 12 (auctor 384BC-322BC)
αἱ δὲ δύο περὶ τῶν ἄλλων εἰσίν, ἐν αἷς κελεύουσιν οἱ νόμοι τρία μὲν ἱερῶν χρηματίζειν, τρία δὲ κήρυξιν καὶ πρεσβείαις, τρία δὲ ὁσίων.
357Aristoteles, Athenaion Politeia, p2, 44, 4; 7 (auctor 384BC-322BC)
δεῖ δὲ προβούλευμα γενέσθαι καὶ περὶ τούτων.
358Aristoteles, Athenaion Politeia, p2, 48, 2; 3 (auctor 384BC-322BC)
τῇ μὲν οὖν προτεραίᾳ δέχονται τὰς πάσας καὶ μερίζουσι ταῖς ἀρχαῖς, τῇ δ' ὑστεραίᾳ τόν τε μερισμὸν εἰσφέρουσι γράψαντες ἐν σανίδι καὶ καταλέγουσιν ἐν τῷ βουλευτηρίῳ, καὶ προτιθέασιν ἐν τῇ βουλῇ, εἴ τίς τινα οἶδεν ἀδικοῦντα περὶ τὸν μερισμὸν ἢ ἄρχοντα ἢ ἰδιώτην, καὶ γνώμας ἐπιψηφίζουσιν, ἐάν τίς τι δοκῇ ἀδικεῖν.
359Aristoteles, Athenaion Politeia, p2, 55, 4; 6 (auctor 384BC-322BC)
ταῦτα δ' ἀνερωτήσας, 'κάλει" 3 φησὶν 'τούτων τοὺς μάρτυρας" 3. ἐπειδὰν δὲ παράσχηται τοὺς μάρτυρας, ἐπερωτᾷ 'τούτου βούλεταί τις κατηγορεῖν'· κἂν μὲν ᾖ τις κατήγορος, δοὺς κατηγορίαν καὶ ἀπολογίαν, οὕτω δίδωσιν ἐν μὲν τῇ βουλῇ τὴν ἐπιχειροτονίαν, ἐν δὲ τῷ δικαστηρίῳ τὴν ψῆφον· ἐὰν δὲ μηδεὶς βούληται κατηγορεῖν, εὐθὺς δίδωσι τὴν ψῆφον· καὶ πρότερον μὲν εἷς ἐνέβαλλε τὴν ψῆφον, νῦν δ' ἀνάγκη πάντας ἐστὶ διαψηφίζεσθαι περὶ αὐτῶν, ἵνα ἄν τις πονηρὸς ὢν ἀπαλλάξῃ τοὺς κατηγόρους, ἐπὶ τοῖς δικασταῖς γένηται τοῦτον ἀποδοκιμάσαι.
360Aristoteles, Athenaion Politeia, p2, 60, 1; 1 (auctor 384BC-322BC)
τὰ μὲν οὖν περὶ τοὺς θ # ἄρχοντας τοῦτον ἔχει τὸν τρόπον.
361Aristoteles, Athenaion Politeia, p2, 66, 2; 4 (auctor 384BC-322BC)
ἐπει̣δὰν δ' ἔλθωσιν καὶ νενεμημένοι ἐφ' ἕκαστον ὦσιν οἱ δικασταί, ἡ ἀρχὴ ἡ ἐφεστηκυῖα ἐν τῷ δικαστηρίῳ ἑκάστῳ ἕλκει ἐξ ἑκάστου τοῦ κιβωτίου πινάκιον ἕν, ἵνα γένωνται δέκα, εἷς ἐξ ἑκάστης τῆς φυλῆς, καὶ ταῦτα τὰ πινάκι̣α εἰς ἕτερον κενὸν κιβώτιον ἐμβάλλει· καὶ τούτων ε # τοὺς πρώτους διακληροῖ, ἕνα μὲν ἐπὶ τὸ ὕδωρ, τέτταρας δὲ ἄλλους ἐπὶ τὰς ψήφ̣ους, ἵνα μηδεὶς παρασκευάζηι μήτε τὸν ἐπὶ τὸ ὕδωρ μήτε τοὺς ἐπὶ τὰς ψήφους, μηδὲ γίγνηται περὶ ταῦτα κακούργημα μηδέν.
362Aristoteles, Athenaion Politeia, p2, 67, 2; 2 (auctor 384BC-322BC)
εἰσὶ δὲ κλεψύδραι αὐλίσκους ἔχουσα̣ι̣ ἔ̣κρους, εἰς ἃς τὸ ὕδ̣ωρ ἐ̣γχέουσι, πρὸς ὃ δεῖ λέγειν περὶ τὰς δίκας.
363Aristoteles, Categoriae, 5; 50 (auctor 384BC-322BC)
Τὸ δὲ εἶδος καὶ τὸ γένος περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει· ποιὰν γάρ τινα οὐσίαν σημαίνει.
364Aristoteles, Categoriae, 5; 67 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης· εἰ γάρ τις ἀληθῶς δοξάζοι τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ψευδῶς δοξάσει, τὴν αὐτὴν ἔχων περὶ αὐτοῦ δόξαν.
365Aristoteles, Categoriae, 5; 71 (auctor 384BC-322BC)
Ὁ δὲ λόγος καὶ ἡ δόξα αὐτὰ μὲν ἀκίνητα πάντῃ πάντως διαμένει, τοῦ δὲ πράγματος κινουμένου τὸ ἐναντίον περὶ αὐτὰ γίνεται· ὁ μὲν γὰρ λόγος διαμένει ὁ αὐτὸς τὸ καθῆσθαί τινα, τοῦ δὲ πράγματος κινηθέντος ὁτὲ μὲν ἀληθὴς ὁτὲ δὲ ψευδὴς λέγεται.
366Aristoteles, Categoriae, 5; 75 (auctor 384BC-322BC)
Ὁ γὰρ λόγος καὶ ἡ δόξα οὐ τῷ αὐτὰ δέχεσθαί τι τῶν ἐναντίων εἶναι δεκτικὰ λέγεται, ἀλλὰ τῷ περὶ ἕτερόν τι τὸ πάθος γεγενῆσθαι.
367Aristoteles, Categoriae, 5; 80 (auctor 384BC-322BC)
Περὶ μὲν οὖν οὐσίας τοσαῦτα εἰρήσθω.
368Aristoteles, Categoriae, 6; 44 (auctor 384BC-322BC)
Μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ περὶ τὸν τόπον δοκεῖ ὑπάρχειν.
369Aristoteles, Categoriae, 7; 42 (auctor 384BC-322BC)
Αἱ γὰρ αἰσθήσεις περὶ σῶμα καὶ ἐν σώματί εἰσιν, αἰσθητοῦ δὲ ἀναιρεθέντος ἀναιρεῖται καὶ τὸ σῶμα (τῶν γὰρ αἰσθητῶν τὸ σῶμα), σώματος δὲ μὴ ὄντος ἀναιρεῖται καὶ ἡ αἴσθησις, ὥστε συναναιρεῖ τὸ αἰσθητὸν τὴν αἴσθησιν.
370Aristoteles, Categoriae, 8; 20 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν γίνονται διὰ πάθος πολλαὶ μεταβολαὶ χρωμάτων, δῆλον· αἰσχυνθεὶς γάρ τις ἐρυθρὸς ἐγένετο καὶ φοβηθεὶς ὠχρὸς καὶ ἕκαστον τῶν τοιούτων· ὥστε καὶ εἴ τις φύσει τῶν τοιούτων τι παθῶν πέπονθεν ἔκ τινων φυσικῶν συμπτωμάτων, τὴν ὁμοίαν χροιὰν εἰκός ἐστιν ἔχειν αὐτόν· ἥτις γὰρ νῦν ἐν τῷ αἰσχυνθῆναι διάθεσις τῶν περὶ τὸ σῶμα ἐγένετο, καὶ κατὰ φυσικὴν σύστασιν ἡ αὐτὴ γένοιτ᾿ ἄν, ὥστε φύσει καὶ τὴν χροιὰν ὁμοίαν γίγνεσθαι.
371Aristoteles, Categoriae, 8; 31 (auctor 384BC-322BC)
Τέταρτον δὲ γένος ποιότητος σχῆμά τε καὶ ἡ περὶ ἕκαστον ὑπάρχουσα μορφή, ἔτι δὲ πρὸς τούτοις εὐθύτης καὶ καμπυλότης, καὶ εἴ τι τούτοις ὅμοιόν ἐστιν.
372Aristoteles, Categoriae, 8; 34 (auctor 384BC-322BC)
Τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν καὶ τὸ τραχὺ καὶ τὸ λεῖον δόξειε μὲν ἂν ποιόν τι σημαίνειν, ἔοικε δὲ ἀλλότρια τὰ τοιαῦτα εἶναι τῆς περὶ τὸ ποιὸν διαιρέσεως· θέσιν γὰρ μᾶλλόν τινα φαίνεται τῶν μορίων ἑκάτερον δηλοῦν.
373Aristoteles, Categoriae, 8; 53 (auctor 384BC-322BC)
Ἔνιοι γὰρ διαμφισβητοῦσι περὶ τῶν τοιούτων· δικαιοσύνην μὲν γὰρ δικαιοσύνης οὐ πάνυ φασὶ δεῖν λέγεσθαι μᾶλλον καὶ ἧττον, οὐδὲ ὑγίειαν ὑγιείας, ἧττον μέντοι ἔχειν ἕτερον ἑτέρου ὑγίειαν, καὶ δικαιοσύνην ἕτερον ἑτέρου, ὡσαύτως δὲ καὶ γραμματικὴν καὶ τὰς ἄλλας διαθέσεις.
374Aristoteles, Categoriae, 10; 1 (auctor 384BC-322BC)
Ὑπὲρ μὲν οὖν τῶν προτεθέντων γενῶν ἱκανὰ τὰ εἰρημένα· περὶ δὲ τῶν ἀντικειμένων, ποσαχῶς εἴωθεν ἀντικεῖσθαι, ῥητέον.
375Aristoteles, Categoriae, 10; 18 (auctor 384BC-322BC)
Στέρησις δὲ καὶ ἕξις λέγεται μὲν περὶ ταὐτόν τι, οἷον ἡ ὄψις καὶ ἡ τυφλότης περὶ ὀφθαλμόν· καθόλου δὲ εἰπεῖν, ἐν ᾧ ἡ ἕξις πέφυκε γίνεσθαι, περὶ τοῦτο λέγεται ἑκάτερον αὐτῶν.
376Aristoteles, Categoriae, 11; 7 (auctor 384BC-322BC)
Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτὸν ἢ εἴδει ἢ γένει πέφυκε γίνεσθαι τὰ ἐναντία.
377Aristoteles, Categoriae, 12; 11 (auctor 384BC-322BC)
Ὅτι δ᾿ ἔστι τινὰ τοιαῦτα, δῆλον· τὸ γὰρ εἶναι ἄνθρωπον ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν πρὸς τὸν ἀληθῆ περὶ αὐτοῦ λόγον.
378Aristoteles, Categoriae, 15; 4 (auctor 384BC-322BC)
Ἢ ὡς τὰ περὶ τὸ σῶμα, οἷον ἱμάτιον ἢ χιτῶνα.
379Aristoteles, De anima, 1 (auctor 384BC-322BC)
ΠΕΡΙ ΨΥΧΗΣ Α.
380Aristoteles, De anima, 1, I 1; 3 (auctor 384BC-322BC)
Ἐπιζητοῦμεν δέ θεωρῆσαι καί γνῶναι τήν τε φύσιν αὐτῆς καί τήν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκε περί αὐτήν· ὧν τά μέν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τά δέ δι’ ἐκείνην καί τοῖς ζῴοις ὑπάρχειν.
381Aristoteles, De anima, 1, I 1; 4 (auctor 384BC-322BC)
Πάντῃ δέ πάντως ἐστί τῶν χαλεπωτάτων λαβεῖν τινά πίστιν περί αὐτῆς.
382Aristoteles, De anima, 1, I 1; 5 (auctor 384BC-322BC)
Καί γάρ ὄντος κοινοῦ τοῦ ζητήματος πολλοῖς ἑτέροις, λέγω δέ τοῦ περί τήν οὐσίαν καί τοῦ τί ἐστι, τάχ’ ἄν τῳ δόξειε μία τις εἶναι μέθοδος κατά πάντων περί ὧν βουλόμεθα γνῶναι τήν οὐσίαν, ὥσπερ καί τῶν κατά συμβεβηκός ἰδίων ἀπόδειξιν, ὥστε ζητητέον ἂν εἴη τήν μέθοδον ταύτην.
383Aristoteles, De anima, 1, I 1; 6 (auctor 384BC-322BC)
Εἰ δέ μή ἐστι μία τις καί κοινή μέθοδος περί τό τί ἐστιν, ἔτι χαλεπώτερον γίνεται τό πραγματευθῆναι· δεήσει γάρ λαβεῖν περί ἕκαστον τίς ὁ τρόπος, ἐάν δέ φανερόν ᾖ, πότερον ἀπόδειξίς τίς ἐστιν ἢ διαίρεσις ἢ καί τις ἄλλη μέθοδος.
384Aristoteles, De anima, 1, I 1; 10 (auctor 384BC-322BC)
Νῦν μέν γάρ οἱ λέγοντες καί ζητοῦντες περί ψυχῆς περί τῆς ἀνθρωπίνης μόνης ἐοίκασιν ἐπισκοπεῖν.
385Aristoteles, De anima, 1, I 1; 16 (auctor 384BC-322BC)
Ἔοικε δ’ οὐ μόνον τό τί ἐστι γνῶναι χρήσιμον εἶναι πρός τό θεωρῆσαι τάς αἰτίας τῶν συμβεβηκότων ταῖς οὐσίαις, ὥσπερ ἐν τοῖς μαθήμασι τί τό εὐθύ καί καμπύλον ἢ τί γραμμή καί ἐπίπεδον πρός τό κατιδεῖν πόσαις ὀρθαῖς αἱ τοῦ τριγώνου γωνίαι ἴσαι, ἀλλά καί ἀνάπαλιν τά συμβεβηκότα συμβάλλεται μέγα μέρος πρός τό εἰδέναι τό τί ἐστιν· ἐπειδάν γάρ ἔχωμεν ἀποδιδόναι κατά τήν φαντασίαν περί τῶν συμβεβηκότων, ἢ πάντων ἢ τῶν πλείστων, τότε καί περί τῆς οὐσίας ἕξομεν λέγειν κάλλιστα· πάσης γάρ ἀποδείξεως ἀρχή τό τί ἐστιν, ὥστε καθ’ ὅσους τῶν ὁρισμῶν μή συμβαίνει τά συμβεβηκότα γνωρίζειν, ἀλλά μηδ’ εἰκάσαι περί αὐτῶν εὐμαρές, δῆλον ὅτι διαλεκτικῶς εἴρηνται καί κενῶς ἅπαντες.
386Aristoteles, De anima, 1, I 1; 26 (auctor 384BC-322BC)
Καί διά ταῦτα ἤδη φυσικοῦ τό θεωρῆσαι περί ψυχῆς, ἢ πάσης ἢ τῆς τοιαύτης.
387Aristoteles, De anima, 1, I 1; 27 (auctor 384BC-322BC)
Διαφερόντως δ’ ἂν ὁρίσαιντο φυσικός τε καί διαλεκτικός ἕκαστον αὐτῶν, οἷον ὀργή τί ἐστίν· ὁ μέν γάρ ὄρεξιν ἀντιλυπήσεως ἤ τι τοιοῦτον, ὁ δέ ζέσιν τοῦ περί καρδίαν αἵματος καί θερμοῦ.
388Aristoteles, De anima, 1, I 1; 30 (auctor 384BC-322BC)
Τίς οὖν ὁ φυσικός τούτων; Πότερον ὁ περί τήν ὕλην, τόν δέ λόγον ἀγνοῶν, ἢ ὁ περί τόν λόγον μόνον; Ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν; Ἐκείνων δέ δή τίς ἑκάτερος; Ἢ οὐκ ἔστι τις ὁ περί τά πάθη τῆς ὕλης τά μή χωριστά, μηδ’ ᾗ χωριστά, ἀλλ’ ὁ φυσικός περί ἅπανθ’ ὅσα τοῦ τοιουδί σώματος καί τῆς τοιαύτης ὕλης ἔργα καί πάθη· ὁπόσα δέ μή ᾖ τοιαῦτα, ἄλλος, καί περί τινῶν μέν τεχνίτης, ἐάν τύχῃ, οἷον τέκτων ἢ ἰατρός, τῶν δέ μή χωριστῶν μέν, ᾗ δέ μή τοιούτου σώματος πάθη καί ἐξ ἀφαιρέσεως, ὁ μαθηματικός, ᾗ δέ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος.
389Aristoteles, De anima, 1, I 2; 1 (auctor 384BC-322BC)
Ἐπισκοποῦντας δέ περί ψυχῆς ἀναγκαῖον ἅμα διαποροῦντας περί ὧν εὐπορεῖν δεῖ, προελθόντας τάς τῶν προτέρων δόξας συμπαραλαμβάνειν ὅσοι τι περί αὐτῆς ἀπεφήναντο, ὅπως τά μέν καλῶς εἰρημένα λάβωμεν, εἰ δέ τι μή καλῶς, τοῦτ’ εὐλαβηθῶμεν.
390Aristoteles, De anima, 1, I 2; 4 (auctor 384BC-322BC)
Παρειλήφαμεν δέ καί παρά τῶν προγενεστέρων σχεδόν δύο ταῦτα περί ψυχῆς· φασί γάρ ἔνιοι καί μάλιστα καί πρώτως ψυχήν εἶναι τό κινοῦν.
391Aristoteles, De anima, 1, I 2; 11 (auctor 384BC-322BC)
Περί δέ τούτων εἴρηται, διότι συνεχῶς φαίνεται κινούμενα, κἂν ᾖ νηνεμία παντελής.
392Aristoteles, De anima, 1, I 2; 15 (auctor 384BC-322BC)
Οὐ δή χρῆται τῷ νῷ ὡς δυνάμει τινί περί τήν ἀλήθειαν, ἀλλά ταὐτό λέγει ψυχήν καί νοῦν.
393Aristoteles, De anima, 1, I 2; 16 (auctor 384BC-322BC)
Ἀναξαγόρας δ’ ἦττον διασαφεῖ περί αὐτῶν· πολλαχοῦ μέν γάρ τό αἴτιον τοῦ καλῶς καί ὀρθῶς τόν νοῦν λέγει, ἑτέρωθι δέ τοῦτον εἶναι τήν ψυχήν· ἐν ἅπασι γάρ ὑπάρχειν αὐτόν τοῖς ζῴοις, καί μεγάλοις καί μικροῖς, καί τιμίοις καί ἀτιμοτέροις.
394Aristoteles, De anima, 1, I 2; 20 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί ἐν τοῖς περί φιλοσοφίας λεγομένοις διωρίσθη, αὐτό μέν τό ζῷον ἐξ αὐτῆς τῆς τοῦ ἑνός ἰδέας καί τοῦ πρώτου μήκους καί πλάτους καί βάθους, τά δ’ ἄλλα ὁμοιοτρόπως.
395Aristoteles, De anima, 1, I 2; 24 (auctor 384BC-322BC)
Διαφέρονται δέ περί τῶν ἀρχῶν, τίνες καί πόσαι, μάλιστα μέν οἱ σωματικάς ποιοῦντες τοῖς ἀσωμάτοις, τούτοις δ’ οἱ μίξαντες καί ἀπ’ ἀμφοῖν τάς ἀρχάς ἀποφηνάμενοι.
396Aristoteles, De anima, 1, I 2; 25 (auctor 384BC-322BC)
Διαφέρονται δέ καί περί τό πλῆθος· οἱ μέν γάρ μίαν οἱ δέ πλείους λέγουσιν.
397Aristoteles, De anima, 1, I 2; 35 (auctor 384BC-322BC)
Παραπλησίως δέ τούτοις καί Ἀλκμαίων ἔοικεν ὑπολαβεῖν περί ψυχῆς· φησί γάρ αὐτήν ἀθάνατον εἶναι διά τό ἐοικέναι τοῖς ἀθανάτοις, τοῦτο δ’ ὑπάρχειν αὐτῇ ὡς ἀεί κινουμένῃ· κινεῖσθαι γάρ καί τά θεῖα πάντα συνεχῶς ἀεί, σελήνην, ἥλιον, τούς ἀστέρας καί τόν οὐρανόν ὅλον.
398Aristoteles, De anima, 1, I 2; 47 (auctor 384BC-322BC)
Τά μέν οὖν παραδεδομένα περί ψυχῆς, καί δι’ ἃς αἰτίας λέγουσιν οὕτω, ταῦτ’ ἐστίν.
399Aristoteles, De anima, 1, I 3; 1 (auctor 384BC-322BC)
Ἐπισκεπτέον δέ πρῶτον μέν περί κινήσεως· ἴσως γάρ οὐ μόνον ψεῦδός ἐστι τό τήν οὐσίαν αὐτῆς τοιαύτην εἶναι οἵαν φασίν οἱ λέγοντες ψυχήν εἶναι τό κινοῦν ἑαυτό ἢ δυνάμενον κινεῖν, ἀλλ’ ἕν τι τῶν ἀδυνάτων τό ὑπάρχειν αὐτῇ κίνησιν.
400Aristoteles, De anima, 1, I 3; 4 (auctor 384BC-322BC)
Δῆλον δ’ ἐπί τῶν μορίων· οἰκεία μέν γάρ ἐστι κίνησις ποδῶν βάδισις, αὕτη δέ καί ἀνθρώπων· οὐχ ὑπάρχει δέ τοῖς πλωτῆρσι τότε) διχῶς δέ λεγομένου τοῦ κινεῖσθαι, νῦν ἐπισκοποῦμεν περί τῆς ψυχῆς εἰ καθ’ αὑτήν κινεῖται καί μετέχει κινήσεως.
401Aristoteles, De anima, 1, I 3; 10 (auctor 384BC-322BC)
Τόν αὐτόν δέ τρόπον ἔχει καί περί ἠρεμίας· εἰς ὃ γάρ κινεῖται φύσει, καί ἠρεμεῖ ἐν τούτῳ φύσει· ὁμοίως δέ καί εἰς ὃ κινεῖται βίᾳ, καί ἠρεμεῖ ἐν τούτῳ βίᾳ.
402Aristoteles, De anima, 1, I 3; 13 (auctor 384BC-322BC)
Ὁ δ’ αὐτός λόγος καί περί τῶν μεταξύ.
403Aristoteles, De anima, 1, I 3; 50 (auctor 384BC-322BC)
Ἐκεῖνο δέ ἄτοπον συμβαίνει καί τούτῳ τῷ λόγῳ καί τοῖς πλείστοις τῶν περί ψυχῆς· συνάπτουσι γάρ καί τιθέασιν εἰς σῶμα τήν ψυχήν, οὐθέν προσδιορίσαντες διά τίν’ αἰτίαν καί πῶς ἔχοντος τοῦ σώματος.
404Aristoteles, De anima, 1, I 3; 52 (auctor 384BC-322BC)
Οἱ δέ μόνον ἐπιχειροῦσι λέγειν ποῖόν τι ἡ ψυχή, περί δέ τοῦ δεξομένου σώματος οὐθέν ἔτι προσδιορίζουσιν, ὥσπερ ἐνδεχόμενον κατά τούς Πυθαγορικούς μύθους τήν τυχοῦσαν ψυχήν εἰς τό τυχόν ἐνδύεσθαι σῶμα· δοκεῖ γάρ ἕκαστον ἴδιον ἔχειν εἶδος καί μορφήν.
405Aristoteles, De anima, 1, I 4; 1 (auctor 384BC-322BC)
Καί ἄλλη δέ τις δόξα παραδέδοται περί ψυχῆς, πιθανή μέν πολλοῖς οὐδεμιᾶς ἧττον τῶν λεγομένων, λόγους δ’ ὥσπερ εὐθύνας δεδωκυῖα καί τοῖς ἐν κοινῷ γινομένοις λόγοις· ἁρμονίαν γάρ τινα αὐτήν λέγουσι· καί γάρ τήν ἁρμονίαν κρᾶσιν καί σύνθεσιν ἐναντίων εἶναι, καί τό σῶμα συγκεῖσθαι ἐξ ἐναντίων.
406Aristoteles, De anima, 1, I 4; 11 (auctor 384BC-322BC)
Εὐλογώτερον δ’ ἀπορήσειεν ἄν τις περί αὐτῆς ὡς κινουμένης, εἰς τά τοιαῦτα ἀποβλέψας.
407Aristoteles, De anima, 1, I 5; 14 (auctor 384BC-322BC)
Τόν αὐτόν δέ τρόπον καί περί τῶν ἄλλων.
408Aristoteles, De anima, 1, I 5; 27 (auctor 384BC-322BC)
Πάντες δέ καί οἱ διά τό γνωρίζειν καί αἰσθάνεσθαι τά ὄντα τήν ψυχήν ἐκ τῶν στοιχείων λέγοντες αὐτήν, καί οἱ τό κινητικώτατον, οὐ περί πάσης λέγουσι ψυχῆς· οὔτε γάρ τά αἰσθανόμενα πάντα κινητικά· φαίνεται γάρ εἶναί τινα μόνιμα τῶν ζῴων κατά τόπον.
409Aristoteles, De anima, 1, I 5; 30 (auctor 384BC-322BC)
Εἰ δέ τις καί ταῦτα παραχωρήσειε, καί θείη τόν νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δέ καί τό αἰσθητικόν, οὐδ’ ἂν οὕτω λέγοιεν καθόλου περί πάσης ψυχῆς οὐδέ περί ὅλης οὐδέ μιᾶς.
410Aristoteles, De anima, 1, I 5; 49 (auctor 384BC-322BC)
Ἀπορήσειε δ’ ἄν τις καί περί τῶν μορίων αὐτῆς, τίν’ ἔχει δύναμιν ἕκαστον ἐν τῷ σώματι.
411Aristoteles, De anima, 2, II 1; 1 (auctor 384BC-322BC)
Τά μέν δή ὑπό τῶν πρότερον παραδεδομένα περί ψυχῆς εἰρήσθω· πάλιν δ’ ὥσπερ ἐξ ὑπαρχῆς ἐπανίωμεν, πειρώμενοι διορίσαι τί ἐστι ψυχή καί τίς ἂν εἴη κοινότατος λόγος αὐτῆς.
412Aristoteles, De anima, 2, II 1; 33 (auctor 384BC-322BC)
Τύπῳ μέν οὖν ταύτῃ διωρίσθω καί ὑπογεγράφθω περί ψυχῆς.
413Aristoteles, De anima, 2, II 2; 1 (auctor 384BC-322BC)
Ἐπεί δ’ ἐκ τῶν ἀσαφῶν μέν φανερωτέρων δέ γίγνεται τό σαφές καί κατά τόν λόγον γνωριμώτερον, πειρατέον πάλιν οὕτως ἐπελθεῖν περί αὐτῆς· οὐ γάρ μόνον τό ὅτι δεῖ τόν ὁριστικόν λόγον δηλοῦν, ὥσπερ οἱ πλεῖστοι τῶν ὅρων λέγουσιν, ἀλλά καί τήν αἰτίαν ἐνυπάρχειν καί ἐμφαίνεσθαι.
414Aristoteles, De anima, 2, II 2; 15 (auctor 384BC-322BC)
Πότερον δέ τούτων ἕκαστόν ἐστι ψυχή ἢ μόριον ψυχῆς, καί εἰ μόριον, πότερον οὕτως ὥστ’ εἶναι χωριστόν λόγῳ μόνον ἢ καί τόπῳ, περί μέν τινῶν τούτων οὐ χαλεπόν ἰδεῖν, ἔνια δέ ἀπορίαν ἔχει.
415Aristoteles, De anima, 2, II 2; 16 (auctor 384BC-322BC)
Ὥσπερ γάρ ἐπί τῶν φυτῶν ἔνια διαιρούμενα φαίνεται ζῶντα καί χωριζόμενα ἀπ’ ἀλλήλων, ὡς οὔσης τῆς ἐν τούτοις ψυχῆς ἐντελεχείᾳ μέν μιᾶς ἐν ἑκάστῳ φυτῷ, δυνάμει δέ πλειόνων, οὕτως ὁρῶμεν καί περί ἑτέρας διαφοράς τῆς ψυχῆς συμβαῖνον ἐπί τῶν ἐντόμων ἐν τοῖς διατεμνομένοις· καί γάρ αἴσθησιν ἑκάτερον τῶν μερῶν ἔχει καί κίνησιν τήν κατά τόπον, εἰ δ’ αἴσθησιν, καί φαντασίαν καί ὄρεξιν· ὅπου μέν γάρ αἴσθησις, καί λύπη τε καί ἡδονή, ὅπου δέ ταῦτα, ἐξ ἀνάγκης καί ἐπιθυμία.
416Aristoteles, De anima, 2, II 2; 17 (auctor 384BC-322BC)
Περί δέ τοῦ νοῦ καί τῆς θεωρητικῆς δυνάμεως οὐδέν πω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καί τοῦτο μόνον ἐνδέχεται χωρίζεσθαι, καθάπερ τό ἀΐδιον τοῦ φθαρτοῦ.
417Aristoteles, De anima, 2, II 2; 22 (auctor 384BC-322BC)
Παραπλήσιον δέ καί περί τάς αἰσθήσεις συμβέβηκεν· τά μέν γάρ ἔχει πάσας, τά δέ τινάς, τά δέ μίαν τήν ἀναγκαιοτάτην, ἁφήν.
418Aristoteles, De anima, 2, II 3; 8 (auctor 384BC-322BC)
Διασαφητέον δέ περί αὐτῶν ὕστερον, νῦν δ’ ἐπί τοσοῦτον εἰρήσθω, ὅτι τῶν ζῴων τοῖς ἔχουσιν ἁφήν καί ὄρεξις ὑπάρχει.
419Aristoteles, De anima, 2, II 3; 9 (auctor 384BC-322BC)
Περί δέ φαντασίας ἄδηλον, ὕστερον δ’ ἐπισκεπτέον.
420Aristoteles, De anima, 2, II 3; 15 (auctor 384BC-322BC)
Παραπλησίως δ’ ἔχει τῷ περί τῶν σχημάτων καί τά κατά ψυχήν· ἀεί γάρ ἐν τῷ ἐφεξῆς ὑπάρχει δυνάμει τό πρότερον ἐπί τε τῶν σχημάτων καί ἐπί τῶν ἐμψύχων, οἷον ἐν τετραγώνῳ μέν τρίγωνον, ἐν αἰσθητικῷ δέ τό θρεπτικόν.
421Aristoteles, De anima, 2, II 3; 22 (auctor 384BC-322BC)
Περί δέ τοῦ θεωρητικοῦ νοῦ ἕτερος λόγος.
422Aristoteles, De anima, 2, II 3; 23 (auctor 384BC-322BC)
Ὅτι μέν οὖν ὁ περί τούτων ἑκάστου λόγος οὗτος οἰκειότατος καί περί ψυχῆς, δῆλον.
423Aristoteles, De anima, 2, II 4; 1 (auctor 384BC-322BC)
Ἀναγκαῖον δέ τόν μέλλοντα περί τούτων σκέψιν ποιεῖσθαι λαβεῖν ἕκαστον αὐτῶν τί ἐστιν, εἶθ’ οὕτως περί τῶν ἐχομένων ἢ καί περί τῶν ἄλλων ἐπιζητεῖν.
424Aristoteles, De anima, 2, II 4; 3 (auctor 384BC-322BC)
Εἰ δ’ οὕτως, τούτων δ’ ἔτι πρότερα τά ἀντικείμενα δεῖ τεθεωρηκέναι, περί ἐκείνων πρῶτον ἂν δέοι διορίσαι διά τήν αὐτήν αἰτίαν, οἷον περί τροφῆς καί αἰσθητοῦ καί νοητοῦ.
425Aristoteles, De anima, 2, II 4; 4 (auctor 384BC-322BC)
Ὥστε πρῶτον περί τροφῆς καί γεννήσεως λεκτέον· ἡ γάρ θρεπτική ψυχή καί τοῖς ἄλλοις ὑπάρχει, καί πρώτη καί κοινοτάτη δύναμίς ἐστι ψυχῆς, καθ’ ἣν ὑπάρχει τό ζῆν ἅπασιν.
426Aristoteles, De anima, 2, II 4; 18 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί περί αὐξήσεώς τε καί φθίσεως ἔχει· οὐδέν γάρ φθίνει οὐδ’ αὔξεται φυσικῶς μή τρεφόμενον, τρέφεται δ’ οὐθέν ὃ μή κοινωνεῖ ζωῆς.
427Aristoteles, De anima, 2, II 4; 25 (auctor 384BC-322BC)
Ἐπεί δ’ ἡ αὐτή δύναμις τῆς ψυχῆς θρεπτική καί γεννητική, περί τροφῆς ἀναγκαῖον διωρίσθαι πρῶτον· ἀφορίζεται γάρ πρός τάς ἄλλας δυνάμεις τῷ ἔργῳ τούτῳ.
428Aristoteles, De anima, 2, II 4; 42 (auctor 384BC-322BC)
Τύπῳ μέν οὖν ἡ τροφή τί ἐστιν εἴρηται· διασαφητέον δ’ ἐστίν ὕστερον περί αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις.
429Aristoteles, De anima, 2, II 5; 1 (auctor 384BC-322BC)
Διωρισμένων δέ τούτων λέγωμεν κοινῇ περί πάσης αἰσθήσεως.
430Aristoteles, De anima, 2, II 5; 4 (auctor 384BC-322BC)
Τοῦτο δέ πῶς δυνατόν ἢ ἀδύνατον, εἰρήκαμεν ἐν τοῖς καθόλου λόγοις περί τοῦ ποιεῖν καί πάσχειν.
431Aristoteles, De anima, 2, II 5; 13 (auctor 384BC-322BC)
Διαιρετέον δέ καί περί δυνάμεως καί ἐντελεχείας· νῦν γάρ ἁπλῶς λέγομεν περί αὐτῶν.
432Aristoteles, De anima, 2, II 5; 25 (auctor 384BC-322BC)
Ἀλλά περί μέν τούτων διασαφῆσαι καιρός γένοιτ’ ἂν καί εἰσαῦθις.
433Aristoteles, De anima, 2, II 5; 27 (auctor 384BC-322BC)
Ἐπεί δ’ ἀνώνυμος αὐτῶν ἡ διαφορά, διώρισται δέ περί αὐτῶν ὅτι ἕτερα καί πῶς ἕτερα, χρῆσθαι ἀναγκαῖον τῷ πάσχειν καί ἀλλοιοῦσθαι ὡς κυρίοις ὀνόμασιν· τό δ’ αἰσθητικόν δυνάμει ἐστίν οἷον τό αἰσθητόν ἤδη ἐντελεχείᾳ, καθάπερ εἴρηται.
434Aristoteles, De anima, 2, II 6; 1 (auctor 384BC-322BC)
Λεκτέον δέ καθ’ ἑκάστην αἴσθησιν· περί τῶν αἰσθητῶν πρῶτον.
435Aristoteles, De anima, 2, II 6; 4 (auctor 384BC-322BC)
Λέγω δ’ ἴδιον μέν ὃ μή ἐνδέχεται ἑτέρᾳ αἰσθήσει αἰσθάνεσθαι, καί περί ὃ μή ἐνδέχεται ἀπατηθῆναι, οἷον ὄψις χρώματος καί ἀκοή ψόφου καί γεῦσις χυμοῦ.
436Aristoteles, De anima, 2, II 6; 5 (auctor 384BC-322BC)
Ἡ δ’ ἁφή πλείους μέν ἔχει διαφοράς· ἀλλ’ ἑκάστη γε κρίνει περί τούτων, καί οὐκ ἀπατᾶται ὅτι χρῶμα οὐδ’ ὅτι ψόφος, ἀλλά τί τό κεχρωσμένον ἢ ποῦ, ἢ τί τό ψοφοῦν ἢ ποῦ.
437Aristoteles, De anima, 2, II 7; 7 (auctor 384BC-322BC)
Διό περί φωτός πρῶτον λεκτέον τί ἐστιν.
438Aristoteles, De anima, 2, II 7; 28 (auctor 384BC-322BC)
Ὁ δ’ αὐτός λόγος καί περί ψόφου καί ὀσμῆς ἐστίν· οὐθέν γάρ αὐτῶν ἁπτόμενον τοῦ αἰσθητηρίου ποιεῖ τήν αἴσθησιν, ἀλλ’ ὑπό μέν ὀσμῆς καί ψόφου τό μεταξύ κινεῖται, ὑπό δέ τούτου τῶν αἰσθητηρίων ἑκάτερον· ὅταν δ’ ἐπ’ αὐτό τις ἐπιθῇ τό αἰσθητήριον τό ψοφοῦν ἢ τό ὄζον, οὐδεμίαν αἴσθησιν ποιήσει.
439Aristoteles, De anima, 2, II 7; 29 (auctor 384BC-322BC)
Περί δέ ἁφῆς καί γεύσεως ἔχει μέν ὁμοίως, οὐ φαίνεται δέ· δι’ ἣν δ’ αἰτίαν, ὕστερον ἔσται δῆλον.
440Aristoteles, De anima, 2, II 7; 32 (auctor 384BC-322BC)
Ἡ δ’ αἰτία καί περί τούτων ὕστερον λεχθήσεται.
441Aristoteles, De anima, 2, II 8; 1 (auctor 384BC-322BC)
Νῦν δέ πρῶτον περί ψόφου καί ἀκοῆς διορίσωμεν.
442Aristoteles, De anima, 2, II 8; 31 (auctor 384BC-322BC)
Καί ἔοικεν ἀνάλογον ἔχειν τῷ περί τήν ἁφήν ὀξεῖ καί ἀμβλεῖ· τό μέν γάρ ὀξύ οἷον κεντεῖ, τό δ’ ἀμβλύ οἷον ὠθεῖ διά τό κινεῖν, τό μέν ἐν ὀλίγῳ, τό δέ ἐν πολλῷ, ὥστε συμβαίνει τό μέν ταχύ τό δέ βραδύ εἶναι.
443Aristoteles, De anima, 2, II 8; 32 (auctor 384BC-322BC)
Περί μέν οὖν ψόφου ταύτῃ διωρίσθω.
444Aristoteles, De anima, 2, II 8; 40 (auctor 384BC-322BC)
Δεῖται δέ τῆς ἀναπνοῆς καί ὁ περί τήν καρδίαν τόπος πρῶτος.
445Aristoteles, De anima, 2, II 9; 1 (auctor 384BC-322BC)
Περί δέ ὀσμῆς καί ὀσφραντοῦ ἧττον εὐδιόριστόν ἐστι τῶν εἰρημένων· οὐ γάρ δῆλον ποῖόν τί ἐστιν ἡ ὀσμή, οὕτως ὡς ὁ ψόφος ἢ τό χρῶμα.
446Aristoteles, De anima, 2, II 11; 1 (auctor 384BC-322BC)
Περί δέ τοῦ ἁπτοῦ καί ἁφῆς ὁ αὐτός λόγος.
447Aristoteles, De anima, 2, II 11; 6 (auctor 384BC-322BC)
Εἰσί δέ καί περί χρῶμα διαφοραί τοιαῦται ἕτεραι.
448Aristoteles, De anima, 2, II 11; 9 (auctor 384BC-322BC)
Καί γάρ νῦν εἴ τις περί τήν σάρκα περιτείνειεν οἷον ὑμένα ποιήσας, ὁμοίως τήν αἴσθησιν εὐθέως ἁψάμενος ἐνσημαίνει· καίτοι δῆλον ὡς οὐκ ἔστιν ἐν τούτῳ τό αἰσθητήριον· εἰ δέ καί συμφυές γένοιτο, θᾶττον ἔτι διικνοῖτ’ ἂν ἡ αἴσθησις.
449Aristoteles, De anima, 2, II 11; 31 (auctor 384BC-322BC)
Ἁπταί μέν οὖν εἰσίν αἱ διαφοραί τοῦ σώματος ᾗ σῶμα· λέγω δέ διαφοράς αἳ τά στοιχεῖα διορίζουσι, θερμόν ψυχρόν, ξηρόν ὑγρόν, περί ὧν εἰρήκαμεν πρότερον ἐν τοῖς περί στοιχείων.
450Aristoteles, De anima, 2, II 12; 1 (auctor 384BC-322BC)
Καθόλου δέ περί πάσης αἰσθήσεως δεῖ λαβεῖν ὅτι ἡ μέν αἴσθησίς ἐστι τό δεκτικόν τῶν αἰσθητῶν εἰδῶν ἄνευ τῆς ὕλης, οἷον ὁ κηρός τοῦ δακτυλίου ἄνευ τοῦ σιδήρου καί τοῦ χρυσοῦ δέχεται τό σημεῖον, λαμβάνει δέ τό χρυσοῦν ἢ τό χαλκοῦν σημεῖον, ἀλλ’ οὐχ ᾗ χρυσός ἢ χαλκός, ὁμοίως δέ καί ἡ αἴσθησις ἑκάστου ὑπό τοῦ ἔχοντος χρῶμα ἢ χυμόν ἢ ψόφον πάσχει, ἀλλ’ οὐχ ᾗ ἕκαστον ἐκείνων λέγεται, ἀλλ’ ᾗ τοιονδί, καί κατά τόν λόγον.
451Aristoteles, De anima, 3, III 2; 20 (auctor 384BC-322BC)
Ἀλλ’ ἐκεῖνοι ἁπλῶς ἔλεγον περί τῶν λεγομένων οὐχ ἁπλῶς.
452Aristoteles, De anima, 3, III 2; 47 (auctor 384BC-322BC)
Περί μέν οὖν τῆς ἀρχῆς ᾗ φαμέν τό ζῷον αἰσθητικόν εἶναι, διωρίσθω τόν τρόπον τοῦτον.
453Aristoteles, De anima, 3, III 3; 4 (auctor 384BC-322BC)
Καίτοι ἔδει ἅμα καί περί τοῦ ἠπατῆσθαι αὐτούς λέγειν· οἰκειότερον γάρ τοῖς ζῴοις, καί πλείω χρόνον ἐν τούτῳ διατελεῖ ἡ ψυχή.
454Aristoteles, De anima, 3, III 3; 11 (auctor 384BC-322BC)
Εἰσί δέ καί αὐτῆς τῆς ὑπολήψεως διαφοραί, ἐπιστήμη καί δόξα καί φρόνησις καί τἀναντία τούτων, περί ὧν τῆς διαφορᾶς ἕτερος ἔστω λόγος.
455Aristoteles, De anima, 3, III 3; 12 (auctor 384BC-322BC)
Περί δέ τοῦ νοεῖν, ἐπεί ἕτερον τοῦ αἰσθάνεσθαι, τούτου δέ τό μέν φαντασία δοκεῖ εἶναι τό δέ ὑπόληψις, περί φαντασίας διορίσαντας οὕτω περί θατέρου λεκτέον.
456Aristoteles, De anima, 3, III 3; 20 (auctor 384BC-322BC)
Ἔπειτ’ οὐδέ λέγομεν, ὅταν ἐνεργῶμεν ἀκριβῶς περί τό αἰσθητόν, ὅτι φαίνεται τοῦτο ἡμῖν ἄνθρωπος· ἀλλά μᾶλλον ὅταν μή ἐναργῶς αἰσθανώμεθα, τότε ἢ ἀληθής ἢ ψευδής.
457Aristoteles, De anima, 3, III 3; 28 (auctor 384BC-322BC)
Φαίνεται δέ καί ψευδῆ, περί ὧν ἅμα ὑπόληψιν ἀληθῆ ἔχει, οἷον φαίνεται μέν ὁ ἥλιος ποδιαῖος, πεπίστευται δ’ εἶναι μείζων τῆς οἰκουμένης· συμβαίνει οὖν ἤτοι ἀποβεβληκέναι τήν ἑαυτοῦ ἀληθῆ δόξαν, ἣν εἶχε, σωζομένου τοῦ πράγματος, μή ἐπιλαθόμενον μηδέ μεταπεισθέντα, ἢ.
458Aristoteles, De anima, 3, III 3; 36 (auctor 384BC-322BC)
Τρίτον δέ τῶν κοινῶν καί ἑπομένων τοῖς συμβεβηκόσιν, οἷς ὑπάρχει τά ἴδια· λέγω δ’ οἷον κίνησις καί μέγεθος, ἃ συμβέβηκε τοῖς αἰσθητοῖς, περί ἃ μάλιστα ἤδη ἔστιν ἀπατηθῆναι κατά τήν αἴσθησιν.
459Aristoteles, De anima, 3, III 3; 42 (auctor 384BC-322BC)
Περί μέν οὖν φαντασίας, τί ἐστι καί διά τί ἐστιν, εἰρήσθω ἐπί τοσοῦτον.
460Aristoteles, De anima, 3, III 4; 1 (auctor 384BC-322BC)
Περί δέ τοῦ μορίου τοῦ τῆς ψυχῆς ᾧ γινώσκει τε ἡ ψυχή καί φρονεῖ, ε τε χωριστοῦ ὄντος εἴτε καί μή χωριστοῦ κατά μέγεθος ἀλλά κατά λόγον, σκεπτέον τίν’ ἔχει διαφοράν, καί πῶς ποτέ γίνεται τό νοεῖν.
461Aristoteles, De anima, 3, III 4; 15 (auctor 384BC-322BC)
Καί ὅλως ἄρα ὡς χωριστά τά πράγματα τῆς ὕλης, οὕτω καί τά περί τόν νοῦν.
462Aristoteles, De anima, 3, III 6; 1 (auctor 384BC-322BC)
Ἡ μέν οὖν τῶν ἀδιαιρέτων νόησις ἐν τούτοις, περί ἃ οὐκ ἔστι τό ψεῦδος· ἐν οἷς δέ καί τό ψεῦδος καί τό ἀληθές, σύνθεσίς τις ἤδη νοημάτων ὥσπερ ἓν ὄντων, καθάπερ Ἐμπεδοκλῆς ἔφη ᾗ πολλῶν μέν κόρσαι ἀναύχενες ἐβλάστησαν, ἔπειτα συντίθεσθαι τῇ φιλίᾳ.
463Aristoteles, De anima, 3, III 8; 1 (auctor 384BC-322BC)
Νῦν δέ περί ψυχῆς τά λεχθέντα συγκεφαλαιώσαντες, εἴπωμεν πάλιν ὅτι ἡ ψυχή τά ὄντα πώς ἐστι πάντα.
464Aristoteles, De anima, 3, III 9; 1 (auctor 384BC-322BC)
Ἐπεί δέ ἡ ψυχή κατά δύο ὥρισται δυνάμεις ἡ τῶν ζῴων, τῷ τε κριτικῷ, ὃ διανοίας ἔργον ἐστί καί αἰσθήσεως, καί ἔτι τῷ κινεῖν τήν κατά τόπον κίνησιν, περί μέν αἰσθήσεως καί νοῦ διωρίσθω τοσαῦτα, περί δέ τοῦ κινοῦντος, τί ποτέ ἐστι τῆς ψυχῆς, σκεπτέον, πότερον ἕν τι μόριον αὐτῆς χωριστόν ὂν ἢ μεγέθει ἢ λόγῳ, ἢ πᾶσα ἡ ψυχή, κἂν εἰ μόριόν τι, πότερον ἴδιόν τι παρά τά εἰωθότα λέγεσθαι καί τά εἰρημένα, ἢ τούτων ἕν τι.
465Aristoteles, De anima, 3, III 9; 3 (auctor 384BC-322BC)
Τρόπον γάρ τινα ἄπειρα φαίνεται, καί οὐ μόνον ἅ τινες λέγουσι διορίζοντες, λογιστικόν καί θυμικόν καί ἐπιθυμητικόν, οἱ δέ τό λόγον ἔχον καί τό ἄλογον· κατά γάρ τάς διαφοράς δι’ ἃς ταῦτα χωρίζουσι, καί ἄλλα φανεῖται μόρια μείζω διάστασιν ἔχοντα τούτων, περί ὧν καί νῦν εἴρηται, τό τε θρεπτικόν, ὃ καί τοῖς φυτοῖς ὑπάρχει καί πᾶσι τοῖς ζῴοις, καί τό αἰσθητικόν, ὃ οὔτε ὡς ἄλογον οὔτε ὡς λόγον ἔχον θείη ἄν τις ῥᾳδίως.
466Aristoteles, De anima, 3, III 9; 7 (auctor 384BC-322BC)
Καί δή καί περί οὗ νῦν ὁ λόγος ἐνέστηκε, τί τό κινοῦν κατά τόπον τό ζῷόν ἐστιν; Τήν μέν γάρ κατ’ αὔξησιν καί φθίσιν κίνησιν, ἅπασιν ὑπάρχουσαν, τό πᾶσιν ὑπάρχον δόξειεν ἂν κινεῖν τό γεννητικόν καί θρεπτικόν· περί δέ ἀναπνοῆς καί ἐκπνοῆς καί ὕπνου καί ἐγρηγόρσεως ὕστερον ἐπισκεπτέον· ἔχει γάρ καί ταῦτα πολλήν ἀπορίαν.
467Aristoteles, De anima, 3, III 9; 8 (auctor 384BC-322BC)
Ἀλλά περί τῆς κατά τόπον κινήσεως, τί τό κινοῦν τό ζῷον τήν πορευτικήν κίνησιν, σκεπτέον.
468Aristoteles, De anima, 3, III 9; 13 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδέ τό λογιστικόν καί ὁ καλούμενος νοῦς ἐστίν ὁ κινῶν· ὁ μέν γάρ θεωρητικός οὐθέν νοεῖ πρακτόν, οὐδέ λέγει περί φευκτοῦ καί διωκτοῦ οὐθέν, ἡ δέ κίνησις ἢ φεύγοντός τι ἢ διώκοντός τί ἐστιν.
469Aristoteles, De anima, 3, III 10; 18 (auctor 384BC-322BC)
Ἐπειδή δ’ ἐστί τρία, ἓν μέν τό κινοῦν, δεύτερον δ’ ᾧ κινεῖ, τρίτον τό κινούμενον· τό δέ κινοῦν διττόν, τό μέν ἀκίνητον, τό δέ κινοῦν καί κινούμενον· ἔστι δέ τό μέν ἀκίνητον τό πρακτόν ἀγαθόν, τό δέ κινοῦν καί κινούμενον τό ὀρεκτικόν (κινεῖται γάρ τό κινούμενον ᾗ ὀρέγεται, καί ἡ κίνησις ὄρεξίς τίς ἐστιν ᾗ ἐνέργεια), τό δέ κινούμενον τό ζῷον· ᾧ δέ κινεῖ ὀργάνῳ ἡ ὄρεξις, ἤδη τοῦτο σωματικόν ἐστιν· διό ἐν τοῖς κοινοῖς σώματος καί ψυχῆς ἔργοις θεωρητέον περί αὐτοῦ.
470Aristoteles, De anima, 3, III 11; 1 (auctor 384BC-322BC)
Σκεπτέον δέ καί περί τῶν ἀτελῶν, τί τό κινοῦν ἐστίν, οἷς ἁφή μόνον ὑπάρχει αἴσθησις, πότερον ἐνδέχεται φαντασίαν ὑπάρχειν τούτοις, ἢ οὔ, καί ἐπιθυμίαν.
471Aristoteles, De anima, 3, III 12; 23 (auctor 384BC-322BC)
Διό καί περί ἀνακλάσεως βέλτιον ἢ τήν ὄψιν ἐξιοῦσαν κλᾶσθαι, τόν ἀέρα πάσχειν ὑπό τοῦ σχήματος καί χρώματος, μέχρι περ οὗ ἂν εἷς ᾖ.
472Aristoteles, De arte poetica, 1 (auctor 384BC-322BC)
ΠΕΡΙ ΠΟΙΗΤΙΚΗΣ. CAPUT 1
473Aristoteles, De arte poetica, 1; 1 (auctor 384BC-322BC)
Περι ποιητικῆς αὐτῆς τε καί τῶν εἰδῶν αὐτῆς, ἥν τινα δύναμιν ἕκαστον ἔχει, καί πῶς δεῖ συνίστασθαι τούς μύθους, εἰ μέλλει καλῶς ἕξειν ἡ ποίησις, ἔτι δέ ἐκ πόσων καί ποίων ἐστί μορίων, ὁμοίως δέ καί περί τῶν ἄλλων ὅσα τῆς αὐτῆς ἐστί μεθόδου, λέγωμεν, ἀρξάμενοι κατά φύσιν πρῶτον ἀπό τῶν πρώτων.
474Aristoteles, De arte poetica, 1; 11 (auctor 384BC-322BC)
Περί μέν οὖν τούτων διωρίσθω τοῦτον τόν τρόπον.
475Aristoteles, De arte poetica, 2; 3 (auctor 384BC-322BC)
Καί γάρ ἐν ὀρχήσει καί αὐλήσει καί κιθαρίσει ἔστι γενέσθαι ταύτας τάς ἀνομοιότητας, καί περί τούς λόγους δέ καί τήν ψιλομετρίαν, οἷον Ὅμηρος μέν βελτίους, Κλεοφῶν δέ ὁμοίους, Ἡγήμων δέ ὁ Θάσιος ὁ τάς παρῳδίας ποιήσας πρῶτος καί Νικοχάρης ὁ τήν Δηλιάδα χείρους.
476Aristoteles, De arte poetica, 2; 4 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί περί τούς διθυράμβους καί περί τούς νόμους, ὡς Πέρσας καί Κύκλωπας Τιμόθεος καί Φιλόξενος, μιμήσαιτο ἄν τις.
477Aristoteles, De arte poetica, 3; 8 (auctor 384BC-322BC)
Περί μέν οὖν τῶν διαφορῶν, καί πόσαι καί τίνες τῆς μιμήσεως, εἰρήσθω ταῦτα.
478Aristoteles, De arte poetica, 4; 19 (auctor 384BC-322BC)
Περί μέν οὖν τούτων τοσαῦτα ἔστω ἡμῖν εἰρημένα· πολύ γάρ ἂν ἴσως ἔργον εἴη διεξιέναι καθ᾿ ἕκαστον.
479Aristoteles, De arte poetica, 5; 12 (auctor 384BC-322BC)
Διόπερ ὅστις περί τραγῳδίας οἶδε σπουδαίας καί φαύλης, οἶδε καί περί ἐπῶν· ἃ μέν γάρ ἐποποιία ἔχει, ὑπάρχει τῇ τραγῳδίᾳ, ἃ δέ αὐτή, οὐ πάντα ἐν τῇ ἐποποιίᾳ.
480Aristoteles, De arte poetica, 6; 1 (auctor 384BC-322BC)
Περί μέν οὖν τῆς ἐν ἑξαμέτροις μιμητικῆς καί περί κωμῳδίας ὕστερον ἐροῦμεν, περί δέ τραγῳδίας λέγωμεν, ἀπολαβόντες αὐτῆς ἐκ τῶν εἰρημένων τόν γινόμενον ὅρον τῆς οὐσίας.
481Aristoteles, De arte poetica, 6; 30 (auctor 384BC-322BC)
Ἔτι δέ κυριωτέρα περί τήν ἀπεργασίαν τῶν ὄψεων ἡ τοῦ σκευοποιοῦ τέχνη τῆς τῶν ποιητῶν ἐστίν.
482Aristoteles, De arte poetica, 8; 1 (auctor 384BC-322BC)
Μῦθος δ᾿ ἐστίν εἷς, οὐχ ὥσπερ τινές οἴονται, ἐάν περί ἕνα ᾖ· πολλά γάρ καί ἄπειρα τῷ γένει συμβαίνει, ἐξ ὧν ἐνίων οὐδέν ἐστιν ἕν.
483Aristoteles, De arte poetica, 8; 4 (auctor 384BC-322BC)
Ὁ δ᾿ Ὅμηρος, ὥσπερ καί τά ἄλλα διαφέρει, καί τοῦτ᾿ ἔοικε καλῶς ἰδεῖν, ἤτοι διά τέχνην ἢ διά φύσιν· Ὀδύσσειαν γάρ ποιῶν οὐκ ἐποίησεν ἅπαντα ὅσα αὐτῷ συνέβη, οἶον πληγῆναι μέν ἐν τῷ Παρνασσῷ, μανῆναι δέ προσποιήσασθαι ἐν τῷ ἀγερμῷ, ὧν οὐδέν θατέρου γενομένου ἀναγκαῖον ἦν ἢ εἰκός θάτερον γενέσθαι, ἀλλά περί μίαν πρᾶξιν, οἵαν λέγομεν, τήν Ὀδύσσειαν συνέστησεν, ὁμοίως δέ καί τήν Ἰλιάδα.
484Aristoteles, De arte poetica, 9; 5 (auctor 384BC-322BC)
Ἐπί μέν οὖν τῆς κωμῳδίας ἤδη τοῦτο δῆλον γέγονεν· συστήσαντες γάρ τόν μῦθον διά τῶν εἰκότων οὕτω τά τυχόντα ὀνόματα ἐπιτιθέασι, καί οὐχ ὥσπερ οἱ ἰαμβοποιοί περί τῶν καθ᾿ ἕκαστον ποιοῦσιν.
485Aristoteles, De arte poetica, 9; 9 (auctor 384BC-322BC)
Ὥστ᾿ οὐ πάντως εἶναι ζητητέον τῶν παραδεδομένων μύθων, περί οὓς αἱ τραγῳδίαι εἰσίν, ἀντέχεσθαι.
486Aristoteles, De arte poetica, 11; 9 (auctor 384BC-322BC)
Δύο μέν οὖν τοῦ μύθου μέρη περί ταῦτ᾿ ἐστί, περιπέτεια καί ἀναγνώρισις, τρίτον δέ πάθος.
487Aristoteles, De arte poetica, 13; 3 (auctor 384BC-322BC)
Τό μέν γάρ φιλάνθρωπον ἔχοι ἂν ἡ τοιαύτη σύστασις, ἀλλ᾿ οὔτε ἔλεον οὔτε φόβον· ὁ μέν γάρ περί τόν ἀνάξιόν ἐστι δυστυχοῦντα, ὁ δέ περί τόν ὅμοιον, ἔλεος μέν περί τόν ἀνάξιον, φόβος δέ περί τόν ὅμοιον, ὥστε οὔτε ἐλεεινόν οὔτε φοβερόν ἔσται τό συμβαῖνον.
488Aristoteles, De arte poetica, 13; 7 (auctor 384BC-322BC)
Σημεῖον δέ καί τό γιγνόμενον· πρό τοῦ μέν γάρ οἱ ποιηταί τούς τυχόντας μύθους ἀπηρίθμουν, νῦν δέ περί ὀλίγας οἰκίας αἱ κάλλισται τραγῳδίαι συντίθενται, οἷον περί Ἀλκμαίωνα καί Οἰδίπουν καί Ὀρέστην καί Μελέαγρον καί Θυέστην καί Τήλεφον, καί ὅσοις ἄλλοις συμβέβηκεν ἢ παθεῖν δεινά ἢ ποιῆσαι.
489Aristoteles, De arte poetica, 14; 21 (auctor 384BC-322BC)
Διά γάρ τοῦτο, ὅπερ πάλαι εἴρηται, οὐ περί πολλά γένη αἱ τραγῳδίαι εἰσίν.
490Aristoteles, De arte poetica, 14; 23 (auctor 384BC-322BC)
Περί μέν οὖν τῆς τῶν πραγμάτων συστάσεως, καί ποίους τινάς εἶναι δεῖ τούς μύθους, εἴρηται ἱκανῶς.
491Aristoteles, De arte poetica, 15; 1 (auctor 384BC-322BC)
Περί δέ τά ἤθη τέτταρά ἐστιν ὧν δεῖ στοχάζεσθαι, ἓν μέν καί πρῶτον, ὅπως χρηστά ᾖ.
492Aristoteles, De arte poetica, 15; 10 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι καί τάς λύσεις τῶν μύθων ἐξ αὐτοῦ δεῖ τοῦ μύθου συμβαίνειν, καί μή ὥσπερ ἐν τῇ Μηδείᾳ ἀπό μηχανῆς καί ἐν τῇ Ἰλιάδι τά περί τόν ἀπόπλουν· ἀλλά μηχανῇ χρηστέον ἐπί τά ἔξω τοῦ δράματος ἢ ὅσα πρό τοῦ γέγονεν, ἃ οὐχ οἷόν τε ἄνθρωπον εἰδέναι, ἢ ὅσα ὕστερον, ἃ δεῖται προαγορεύσεως καί ἀγγελίας· ἅπαντα γάρ ἀποδίδομεν τοῖς θεοῖς ὁρᾶν.
493Aristoteles, De arte poetica, 15; 15 (auctor 384BC-322BC)
Εἴρηται δέ περί αὐτῶν ἐν τοῖς ἐκδεδομένοις λόγοις ἱκανῶς.
494Aristoteles, De arte poetica, 16; 10 (auctor 384BC-322BC)
Καί ἡ Πολυείδου τοῦ σοφιστοῦ περί τῆς Ἰφιγενείας· εἰκός γάρ τόν Ὀρέστην συλλογίσασθαι ὅτι ἥ τ᾿ ἀδελφή ἐτύθη καί αὐτῷ συμβαίνει θύεσθαι.
495Aristoteles, De arte poetica, 19; 1 (auctor 384BC-322BC)
Περί μέν οὖν τῶν ἄλλων ἤδη εἴρηται, λοιπόν δέ περί λέξεως ἢ διανοίας εἰπεῖν.
496Aristoteles, De arte poetica, 19; 2 (auctor 384BC-322BC)
Τά μέν οὖν περί τήν διάνοιαν ἐν τοῖς περί ῥητορικῆς κείσθω· τοῦτο γάρ ἴδιον μᾶλλον ἐκείνης τῆς μεθόδου.
497Aristoteles, De arte poetica, 19; 7 (auctor 384BC-322BC)
Τί γάρ ἂν εἴη τοῦ λέγοντος ἔργον, εἰ φανοῖτο ἡδέα καί μή διά τόν λόγον; Τῶν δέ περί τήν λέξιν ἓν μέν ἐστιν εἶδος θεωρίας τά σχήματα τῆς λέξεως, ἅ ἐστιν εἰδέναι τῆς ὑποκριτικῆς καί τοῦ τήν τοιαύτην ἔχοντος ἀρχιτεκτονικήν, οἷον τί ἐντολή καί τί εὐχή καί διήγησις καί ἀπειλή καί ἐρώτησις καί ἀπόκρισις, καί εἴ τι ἄλλο τοιοῦτον.
498Aristoteles, De arte poetica, 20; 5 (auctor 384BC-322BC)
Ταῦτα δέ διαφέρει σχήμασί τε τοῦ στόματος καί τόποις καί δασύτητι καί ψιλότητι καί μήκει καί βραχύτητι, ἔτι δέ ὀξύτητι καί βαρύτητι καί τῷ μέσῳ· περί ὦν καθ᾿ ἕκαστον ἐν τοῖς μετρικοῖς προσήκει θεωρεῖν.
499Aristoteles, De arte poetica, 20; 10 (auctor 384BC-322BC)
Ἄρθρον δ᾿ ἐστί φωνή ἄσημος, ἣ λόγου ἀρχήν ἢ τέλος ἢ διορισμόν δηλοῖ, οἷον τό φημί καί τό περί καί τά ἄλλα.
500Aristoteles, De arte poetica, 22; 21 (auctor 384BC-322BC)
Ἔτι δέ Ἀρειφράδης τούς τραγῳδούς ἐκωμῴδει, ὅτι ἃ οὐδείς ἂν εἴποι ἐν τῇ διαλέκτῳ, τούτοις χρῶνται, οἷον τό δωμάτων ἄπο ἀλλά μή ἀπό δωμάτων, καί τό σέθεν, καί τό ἐγώ δέ νιν, καί τό Ἀχιλλέως πέρι ἀλλά μή περί Ἀχιλλέως, καί ὅσα ἄλλα τοιαῦτα.