'περιγραφή' - search in All Authors, Showing 1 to 8 of 8 hits

1Aristoteles, Ethica Nicomachea, 1, 7; 1 (auctor 384BC-322BC)
περιγεγράφθω μὲν οὖν τἀγαθὸν ταύτῃ· δεῖ γὰρ ἴσως ὑποτυπῶσαι πρῶτον, εἶθ' ὕστερον ἀναγράψαι. δόξειε δ' ἂν παντὸς εἶναι προαγαγεῖν καὶ διαρθρῶσαι τὰ καλῶς ἔχοντα τῇ περιγραφῇ, καὶ ὁ χρόνος τῶν τοιούτων εὑρετὴς ἢ συνεργὸς ἀγαθὸς εἶναι· ὅθεν καὶ τῶν τεχνῶν γεγόνασιν αἱ ἐπιδόσεις· παντὸς γὰρ προσθεῖναι τὸ ἐλλεῖπον.
2Constantinus I, Conciones, 8, 0466A (auctor c.272–337)
πῶς γὰρ ἂν τοῦτον οἱ γονεῖς ἐμειδίασαν· ὁ μὲν γὰρ αὐτῶν Θεὸς, ἄποιός ἐστι δύναμις· καὶ ἀσχιμάτιστος μὲν, ἐν περιγραφῇ δὲ ἄλλων, οὐκ ἀνθρωπίνου δὲ σώματος· λεκτρῶν δὲ ἄπειρον, τίς οὐκ οἶδεν ὂν τὸ ἅγιον πνεῦμα; ποία δὲ ἐπιθυμία, ἔφεσίς τε ἐν τῇ τοῦ ἀγαθοῦ διαθέσει, οὗ πάντα ἐφίενται; τὶ δ' ὅλως κοινὸν σοφίᾳ τε καὶ ἡδονῇ; ἀλλὰ ταῦτα ἐφείσθω λέγειν τοῖς ἀνθρωπίνην τινὰ (εἰσάγουσι γέννησιν·) οἱ δὲ, τὴν ψυχὴν αὐτῶν καθαρεύειν ἀπὸ παντὸς κακοῦ γε καὶ ῥήματος παρασκευάζουσιν.
3Iustinianus I Augustus, Adversus Origenem, 69, 0241B (auctor c.482–565)
Ὥταν δὲ τὴν ἀναγκαίως διὰ τὸ ἡμέτερον ἀσθενὲς συμπαραληφθεῖσαν τῶν παθημάτων πεῖραν περιγράφῃ τῷ λόγῳ, ἐκ τοῦ ἡμετέρου κατονομάζει τὸ συναμφότερον, ἄνθρωπον αὐτὸν προσαγορεύων, οὐ κοινοποιῶν πρὸς τὴν λοιπὴν φύσιν διὰ τῆς φωνῆς τὸν δηλούμενον, ἀλλ' ὥστε περὶ ἑκάτερον τὸ εὐσεβὲς φυλαχθῆναι.
4Leo III, Epistolae 2, 102, 1052C
τριαδικῶς μὲν κατὰ τὴν ὑπόστασιν, μοναδικῶς δὲ κατὰ τὴν οὐσίαν, καὶ μοναρχία παρ' ἡμῖν τὸ τιμώμενον, οὐ πολυαρχία διὰ τὸ ἄτακτον καὶ στασιῶδες τῆς Ἑλληνικῆς ἐμβροντησίας καὶ συγχύσεως· μοναρχία δὲ, οὐχ ἡ ἑνὸς προσώπου περιγραφὴ [ἦν ἐν προσώπων περιγραφῇ], διὰ τὸ ἀτελὲς καὶ στοιχειῶδες τῆς Ἰουδαϊκῆς πενίας καὶ νηπιότητος, ἀλλ' ἣν φύσεως ὁμοτιμία, καὶ γνώμης σύμπνοια, καὶ ταυτότης κινήσεως δείκνυσιν, καὶ πρὸς τὸ ἓν ἡ τῶν ἐξ αὐτοῦ σύνευσις, ὅπερ ἐπὶ τῆς γεννητῆς φύσεως ἀμήχανον.
5Plato, Leges, 1e, 768; 4 (auctor c.425BC-347BC)
νῦν δὴ περὶ μὲν δικαστήρια ἡμῖν – ἃ δή φαμεν οὔθ' ὡς ἀρχὰς οὔτε ὡς μὴ ῥᾴδιον εἰπόντα ἀναμφισβητήτως εἰρηκέναι – περὶ μὲν ταῦτα οἷον περιγραφή τις ἔξωθεν περιγεγραμμένη τὰ μὲν εἴρηκεν, τὰ δ' ἀπολείπει σχεδόν· πρὸς γὰρ τέλει νομοθεσίας ἡ δικῶν ἀκριβὴς νόμων θέσις ἅμα καὶ διαίρεσις ὀρθότατα γίγνοιτ' ἂν μακρῷ.
6Plato, Leges, 1e, 770; 4 (auctor c.425BC-347BC)
Κλεινίας πῶς γὰρ οὔ· Ἀθηναῖος λέγωμεν δὴ πρὸς αὐτούς· ὦ φίλοι σωτῆρες νόμων, ἡμεῖς περὶ ἑκάστων ὧν τίθεμεν τοὺς νόμους πάμπολλα παραλείψομεν – ἀνάγκη γάρ – οὐ μὴν ἀλλ' ὅσα γε μὴ σμικρὰ καὶ τὸ ὅλον εἰς δύναμιν οὐκ ἀνήσομεν ἀπεριήγητον καθάπερ τινὶ περιγραφῇ· τοῦτο δὲ δεήσει συμπληροῦν ὑμᾶς τὸ περιηγηθέν.
7Plotinus, Enneades, 2, 9, 12; 5 (auctor c.205-270)
Ἐπεὶ καὶ νῦν καὶ τὰ κατὰ μέρος γινόμενα ὑπὸ τῶν φύσεων οὐ πρῶτον πῦρ, εἶθ᾽ ἕκαστον, εἶτα φύρασις τούτων, ἀλλὰ περιβολὴ καὶ περιγραφὴ τυποῦσα ἐπὶ τοῖς καταμηνίοις παντὸς τοῦ ζώιου.
8Plotinus, Enneades, 6, 7, 14; 4 (auctor c.205-270)
Καὶ τὸ ἄπειρον οὕτως ἐν νῷ, ὅτι ἂν ὡς ἓν πολλά, οὐχ ὡς ὄγκος εἷς, ἀλλ᾽ ὡς λόγος πολὺς ἐν αὐτῷ, ἐν ἑνὶ σχήματι νοῦ οἷον περιγραφῇ ἔχων περιγραφὰς ἐντὸς καὶ σχηματισμοὺς αὖ ἐντὸς καὶ δυνάμεις καὶ νοήσεις καὶ τὴν διαίρεσιν μὴ κατ᾽ εὐθύ, ἀλλ᾽ εἰς τὸ ἐντὸς ἀεί, οἷον τοῦ παντὸς ζώιου ἐμπεριεχομένας ζώιων φύσεις, καὶ πάλιν αὖ ἄλλας ἐπὶ τὰ μικρότερα τῶν ζώιων καὶ εἰς τὰς ἐλάττους δυνάμεις, ὅπου στήσεται εἰς εἶδος ἄτομον.