'πιστεύω' - search in All Authors, Showing 1 to 36 of 36 hits

1Adrianus I, Epistolae, 96, 1227B
Ἐπει ἐν τῇ ἐπιστολῇ τοῦ ἁγίου Βασιλείου τῇ πρὸς Ἰουλιανὸν τὸν παραβάτην ἐμφέρεται· Καθὼς ἐκληρονομήσαμεν ἐκ τοῦ Θεοῦ τὴν ἡμετέραν ἄμεμπτον πίστιν τῶν Χριστιανῶν, ὁμολογῶν, καὶ ἕπομαι, καὶ πιστεύω εἰς ἕνα Θεὸν παντοκράτορα, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα Θεὸν ταῦτα τὰ τρία προσκυνῶ καὶ δοξάζω· Ὁμολογῶ δὲ καὶ τὴν τοῦ Υἱοῦ ἔνσαρκον οἰκονομίαν· εἶτα καὶ τὴν ἁγίαν Μαρίαν τὴν κατα σάρκα τεκοῦσαν αὐτὸν, Θεοτόκον ὁμολογῶ.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607D
Καὶ ἤρξω τοῦ λέγειν· Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
3Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 15; 4
καὶ ἀπότρεχε εἰς Μηδίαν, ὅτι πιστεύω ἐγὼ τῷ ῥήματι τοῦ θεοῦ ἐπὶ Νινευη, ἃ ἐλάλησεν Ναουμ, ὅτι πάντα ἔσται καὶ ἀπαντήσει ἐπὶ Αθουρ καὶ Νινευη, καὶ ὅσα ἐλάλησαν οἱ προφῆται τοῦ Ισραηλ, οὓς ἀπέστειλεν ὁ θεός, πάντα ἀπαντήσει, καὶ οὐ μηθὲν ἐλαττονωθῇ ἐκ πάντων τῶν ῥημάτων, καὶ πάντα συμβήσεται τοῖς καιροῖς αὐτῶν, καὶ ἐν τῇ Μηδίᾳ ἔσται σωτηρία μᾶλλον ἤπερ ἐν Ἀσσυρίοις καὶ ἐν Βαβυλῶνι· διὸ γινώσκω ἐγὼ καὶ πιστεύω ὅτι πάντα, ἃ εἶπεν ὁ θεός, συντελεσθήσεται καὶ ἔσται, καὶ οὐ μὴ διαπέσῃ ῥῆμα ἐκ τῶν λόγων· καὶ οἱ ἀδελφοὶ ἡμῶν οἱ κατοικοῦντες ἐν τῇ γῇ Ισραηλ πάντες διασκορπισθήσονται καὶ αἰχμαλωτισθήσονται ἐκ τῆς γῆς τῆς ἀγαθῆς, καὶ ἔσται πᾶσα ἡ γῆ τοῦ Ισραηλ ἔρημος, καὶ Σαμάρεια καὶ Ιερουσαλημ ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν λύπῃ καὶ καυθήσεται μέχρι χρόνου.
4Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 9; 16
ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέν μου.
5Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 26; 13
πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων.
6Biblia, Novum testamentum graece, Mc, 9; 24
εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν, Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ.
7Biblia, Novum testamentum graece, Io, 9; 38
ὁ δὲ ἔφη, Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ.
8Biblia, Novum testamentum graece, Act, 27; 25
διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθ’ ὃν τρόπον λελάληταί μοι.
9Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 18
πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.
10Capreolus Carthaginensis, Epistolae, 53, 0846C (auctor 426-432)
Ὅθεν αἰτῶ τὴν ὑμετέραν ἁγιότητα· εἰ καὶ τὰ μάλιστα πιστεύω τῇ βοηθείᾳ τοῦ ἡμετέρου Θεοῦ, τοσαύτην σύνοδον προσκυνητῶν ἱερέων βεβαίαν διὰ πάντων τὴν πίστιν τὴν καθολικήν ἐσομένην· ἵνα, ἐνεργοῦντος τοῦ ἁγίου πνεύματος, ὅπερ ταῖς ὑμετέραις καρδίαις ἐν πᾶσι τοῖς πρακτέοις πιστεύομεν παρεσόμενον, τὰς καινὰς διδασκαλίας, καὶ πρὸ τούτου ταῖς ἐκκλησιαστικαῖς ἀκοαῖς ἀπείρους, τῆς ἀρχαῖας αὐθεντίας τῇ δυνάμει ἀπώσησθε, καὶ οὕτω ταῖς καιναῖς οἱαισδήποτε πλάναις ἀντιστῆτε· ἵνα μὴ τοὺτους, οὓς πάλαι ἐπολέμησεν ἡ ἔκκλησία, καὶ τούτοις τοῖς καιροῖς ἐν οἷς ἀνεφύησαν, καὶ τῆς ἀποστολικής καθέδρας ἡ αὐθεντὶα, καὶ εἰς ἓν συμφωνοῦσα ἡ ψῆφος ἡ ἱερατικὴ συνέχωσεν, ἐν προσχήματι δευτέρας διαλέξεως ἡ φωνὴ δόξῃ, ἡ πάλαι ἀναιρεθεῖσα, ἀνανεοῦσθαι.
11Concilia Carthaginensia, Acta, 3, 1098D (auctor fl. 257)
Πλουτιανὸς ἀπὸ Λαβάνης εἶπεν· Ἐγὼ πιστεύω βαπτίσματι σωτηρίαν μὴ εἶναι, εἰ μὴ ἐν μόνῃ τῇ καθολικῇ Ἐκκλησίᾳ, καὶ ὅταν ἒξω τῆς Ἐκκλησίας γένηται, πιθηκισμὸν εἶναι.
12Gregorius I, Dialogi, 77, 0162B (auctor 540-604)
Ἐγὼ γὰρ τὴν δύναμιν τῆς ὑπομονῆς μείζονα τῶν θαυμάτων καὶ τῶν σημείων εἶναι πιστεύω.
13Gregorius I, Dialogi, 77, 0299A (auctor 540-604)
Ἐκ τούτων οὖν τῶν εἰς ἐμὲ γεγονότων, ἀληθῆ εἶναι κἀκεῖνα περὶ αὐτοῦ πιστεὺω, ὧνπερ αὐτόπτης ἐγὼ οὐ γέγονα.
14Gregorius I, Dialogi, 77, 0426B (auctor 540-604)
Πιστεύω, ὅτι τούτου χάριν οὕτω φανερῶς καὶ ἐν τοῖς ζῶσι καὶ τοῖς μὴ γινώσκουσιν αὐτῶν τοῦτο γίνεται, ἵνα πᾶσι τοῖς τοῦτο ποιοῦσι καὶ μὴ γινώσκουσι, δηλωθῇ, ὅτι ἐὰν ἀσυγχώρητα τὰ ἁμαρτήματα οὐκ εἰσὶ, εἰς μεγάλην ὠφέλειαν καὶ κουφισμὸν γενέσθαι τοῖς νεκροῖς δύναται ἡ προσφορὰ τῆς ἱερᾶς θυσίας.
15Herodotus, Historiae, 4, 96, 1; 1 (auctor c.484BC-425BC)
ἐγὼ δὲ περὶ μὲν τούτου καὶ τοῦ καταγαίου οἰκήματος οὔτε ἀπιστέω οὔτε ὦν πιστεύω τι λίην, δοκέω δὲ πολλοῖσι ἔτεσι πρότερον τὸν Σάλμοξιν τοῦτον γενέσθαι Πυθαγόρεω.
16Hieronymus Stridonensis, De viris illustribus, 23, 0634B (auctor 340-420)
Κᾀκεῖθεν ἐξιὼν, ἔγραψε Φιλαδελφεῦσι, καὶ Σμυρναίοις, καὶ ἰδικῶς πρὸς Πολύκαρπον, παρατιθέμενος αὐτῷ τὴν ἐν Αντιοχείᾳ ἐκκλησίαν, ἐν ᾗ καὶ περὶ τοῦ εὐαγγελίου τοῦ πρώην μεταφρασθέντος, ἐκ προσώπου Ἰησοῦ Χριστοῦ μνήμην ποιεῖται, λέγων· Ἐγὼ δὲ καὶ μετὰ τὴν ἀνάστασιν ἐν σώματι αὐτὸν εἶδον, καὶ πιστεύω ὅτι ἐστὶ.
17Incertus 078, Ordo Romanus VII, 78, 0997D
Et dicit acolythus Symbolum Graece, decantando his verbis, Πιστεύω εἰς ἕνα.
18Iulius I, Monumenta genuina, 8, 0876B
Πιστεύω τῇ ἐν μιᾷ θεότητι καὶ οὐσίᾳ δόξαζομένῃ τε καὶ προσκυνουμένῃ τριάδι, τουτέστι πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι· καὶ τῇ ἐξ οὐρανῶν καθόδῳ, καὶ ἐξ ἁγίας παρθένου Μαρίας σαρκώσει, καὶ ἐπιφανείᾳ τοῦ θεοῦ λόγου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν ἀνθρώποις φανερώσει αὐτοῦ ὄντος θεοῦ καὶ ἀνθρώπου· οὺκ ἀλλου μὴν θεοῦ, ἄλλου δὲ ἀνθρώπου, ἀλλὰ μίαν ὑπόστασιν καὶ ὲν πρόσωπον τοῦ θεοῦ λόγου καὶ τῆς ἐκ Μαρίας σαρκὸς, ἐκ θεοῦ καὶ ἐκ γυναικὸς, τοῦ αὐτοῦ παθητοῦ καὶ ἀπαθοῦς, σαρκὶ μὴν πάσχοντος καὶ τὸ ἡμέτερον πάθος ἀναδεχομένου, θεότητι δὲ πάθος διαλύσαντος, καὶ θανάτῳ σωτηρίῳ τὸν ἡμέτερον θάνατον καταλύσαντος, φωτίσααντος δὲ ζωὴν καὶ ἀφθαρσίαν πιστοῖς δωρουμένου, μελλόντων ἀπαθῶν ἀγόλαυσιν, καὶ βασιλείας οὐρανίου καὶ θεϊκῆς σὺν δόξῃ κληρονομίαν.( Maii Coll. t. VII, p. 165.)
19Iulius I, Monumenta genuina, 8, 0918B
Πιστεύω δegvgr;, ἑπόμενος ταῖς θείαις γραφαῖς, ὅτι εἷς θεὸς, καὶ ὁ τούτου μονογενὴς υἱὸς λόγος, ὁ ἀεὶ συνυπάρχων τῷ πατρὶ, καὶ μηδεπώποτε ἀρχὴν τοῦ εἶναι ἐσχηκὼς, ἀληθῶς ἐκ τοῦ θεοῦ ὑπάρχων, οὐ κτισθεὶς, οὐ ποιηθεὶς, ἀλλὰ ἀεὶ ὢν, ἀεὶ συμβασιλεύων τῷ θεῷ καὶ πατρὶ, οὗ τῆς βασιλείας, κατὰ τὴν τοῦ ἀποστόλου μαρτυρίαν, οὐκ έσται τέλος.
20Iulius I, Monumenta genuina, 8, 0918C
Πιστεύω οὖν εἰς θεὸν παντοκράτορα, καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν υἱὸν αὐτοῦ μενογενῆ τὸν κύριον ἡμῶν, τὸν γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, τὸν ἐπὶ Ποντίου Πιλάτου σταυρωθέντα, καὶ ταφέντα, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα ἐκ τῶν νεκρῶν, ἀναβάντα εἰς τοὺς οὐρανοὺς, καὶ καθήμενον ἐν δεξίᾳ τοῦ πατρὸς, ὅθεν ἔρχεται κρίνειν ζῶντας καὶ νεκρούς.
21Leo I, Epistolae, 54, 1036B (auctor 440-461)
Χάριν Θεοῦ ἔσεσθαι ἐλπίζω καὶ πιστεύω, ἥτις τὴν οὕτως ὁσίαν τοῦ τοσούτου βασιλέως φροντίδα τῆς ἰδίας ἐπιθυμίας τοῦ καρποῦ παρασκευάσει ἐπιτυχεῖν· πρὸς τὸ, πάσης διχονοίας ἀποτμηθείσης, τῆς ἀποστολικῆς πανταχοῦ διδασκαλίας, εἰρήνη, καὶ ἀλήθεια κρατήσει.
22Leo III, Epistolae 2, 102, 1053B
Ὁμολογῷ οὖν καὶ πιστεύω, αὐτὸν τὸν ἕνα τῆς ζωαρχικῆς καὶ μακαρίας Τριάδος τὸν τοῦ Θεοῦ Υἱὸν καὶ Λόγον τὸν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεῦματι ἀϊδίως συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, ὡς ὁμοούσιον καὶ σύνθρυνον ἀπείρῳ φιλανθρωπίᾳ κινούμενον πρὸς οἶκτον τοῦ οἰκείου πλάσματος, εὐδοκίᾳ πατρικῇ καὶ οἰκτιρμοῖς, χάριτί τε καὶ συνεργίᾳ τοῦ παναγίου Πνεύματος, κατελθόντα ἐκ τῶν οὐρανῶν τοῖς ἀνθρώποις συναναστραφῆναι' ἵνα τοὺς κατακριθέντας ἡμᾶς πάλαι τῇ ἁμαρτίᾳ καὶ τῆς τρυφῆς ἐκπεπτωκότας παραδείσου, καὶ τῇ φθορᾷ ὑπενηνεγμένους χάριτι ἀνασώσηται, καὶ θείας κοινωνοὺς ἀπεργάσηται φύσεως.
23Leo III, Epistolae 2, 102, 1056D
Πιστεύω αὐτὸν σταυρωξῆναι οὐκ ἐν ἧ διαλάμπει σὺν τῷ Πατρὶ οὐσίᾳ· εἰ καὶ τὸν Κύριον τῆς δόξης ἐσταυρῶσθαι λέγεται [γέγραπται] τῷ λόγῳ τῆς ἀντιδόσεως· ἀλλὰ τῇ καθ' ἡμᾶς γερᾷ [γεηρᾷ] φύσει, καθ' ἣν τὸ χοϊκὸν ἡμῶν ἀνέλαβε φύραμα, καὶ κατάρα ὑπὲρ ἡμῶν γέγονεν, ἵνα τῆς παρ' ἑαυτῷ εὑλογίας κοινωνοὺς ἡμᾶς ἀναδείξῃ, καὶ τὸν τῶν κακούργων κατὰ τὴν σάρκα ἠνέσχετο ὑπομεῖναι θάνατον, ἵνα τὸ τοῦ θανάτου κέντρον, τὴν ἁμαρτίαν κατακρίνῃ ἐν τῇ σαρκὶ αὐτοῦ, καὶ καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.
24Leo III, Epistolae 2, 102, 1057B
Μετὰ ταῦτα πιστεύω καὶ σαρκὸς ἀνάστασιν, ἡνίκα ἡ τοῦ κόσμου μεταστοιχείωσις γένηται, ἵνα τὸ θνητὸν ἡμῶν ἐνδύσηται ἀθανασίαν, καὶ τὸ φθαρτὸν ἀφταρσίαν περιβάληται.
25Petrus Chrysolanus, Oratio de Spiritu Sancto, 162, 1013A
Ὁ Γραικὸς λέγει, « Ἐγὼ ὀρθῶς πιστεύω τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, καὶ οὐκ ἀπ' ἄλλου· καὶ ἐπεὶ ἐκεῖσε οὐ προσετέθη ἀπὸ τοῦ Υἱοῦ, ἢ ἀφ' ἑτέρου, τούτου ἕνεκα οὐ βούλομαι ἀφ' ἑτέρου προσθῆναι, ἀλλ' ἀπὸ τοῦ Πατρὸς μόνου νοεῖν.
26Plato, Apologia, p1, 17; 5 (auctor c.425BC-347BC)
οὗτοι μὲν οὖν, ὥσπερ ἐγὼ λέγω, ἤ τι ἢ οὐδὲν ἀληθὲς εἰρήκασιν, ὑμεῖς δέ μου ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν – οὐ μέντοι μὰ Δία, ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένους, ἀλλ' ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασιν – πιστεύω γὰρ δίκαια εἶναι ἃ λέγω – καὶ μηδεὶς ὑμῶν προσδοκησάτω ἄλλως· οὐδὲ γὰρ ἂν δήπου πρέποι, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι.
27Plato, Charmides, p1, 169; 3 (auctor c.425BC-347BC)
ἐγὼ μὲν οὐ πιστεύω ἐμαυτῷ ἱκανὸς εἶναι ταῦτα διελέσθαι· διὸ καὶ οὔτ' εἰ δυνατόν ἐστι τοῦτο γενέσθαι, ἐπιστήμης ἐπιστήμην εἶναι, ἔχω διισχυρίσασθαι, οὔτ' εἰ ὅτι μάλιστα ἔστι, σωφροσύνην ἀποδέχομαι αὐτὸ εἶναι, πρὶν ἂν ἐπισκέψωμαι εἴτε τι ἂν ἡμᾶς ὠφελοῖ τοιοῦτον ὂν εἴτε μή.
28Plato, Epistolae, 1f, 346; 6 (auctor c.425BC-347BC)
ἐγὼ γὰρ ἐκείνῳ μὲν οὐ σφόδρα πιστεύω τούτοις χρώμενον ἂν τοῖς χρήμασιν δίκαιον γίγνεσθαι περὶ ἐμέ – οὐ γὰρ ὀλίγα ἔσται – σοὶ δὲ καὶ τοῖς σοῖς μᾶλλον πεπίστευκα.
29Plato, Euthydemus, p1, 296; 20 (auctor c.425BC-347BC)
ἀλλ' οὔ σοι πάνυ πιστεύω ἱκανῷ εἶναι, εἰ μή σοι συμβουληθείη ὁ ἀδελφός σου οὑτοσὶ Διονυσόδωρος· οὕτω δὲ τάχα ἄν.
30Plato, Gorgias, p1, 524; 3 (auctor c.425BC-347BC)
» ταῦτ' ἔστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι· καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε τι λογίζομαι συμβαίνειν.
31Plato, Laches, p1, 186; 9 (auctor c.425BC-347BC)
τὰ μὲν οὖν ἄλλα ἔγωγε τούτοις πιστεύω· ὅτι δὲ διαφέρεσθον ἀλλήλοιν, ἐθαύμασα.
32Plato, Leges, 1i, 890; 5 (auctor c.425BC-347BC)
τί οὖν οἴει χρῆναι δρᾶν τὸν νομοθέτην, οὕτω τούτων πάλαι παρεσκευασμένων· ἢ μόνον ἀπειλεῖν στάντα ἐν τῇ πόλει σύμπασι τοῖς ἀνθρώποις, ὡς εἰ μὴ φήσουσιν εἶναι θεοὺς καὶ διανοηθήσονται δοξάζοντες τοιούτους οἵους φησὶν ὁ νόμος – καὶ περὶ καλῶν καὶ δικαίων καὶ περὶ ἁπάντων τῶν μεγίστων ὁ αὐτὸς λόγος, ὅσα δὲ πρὸς ἀρετὴν τείνει καὶ κακίαν, ὡς δεῖ ταῦτα οὕτω πράττειν διανοουμένους ὅπῃπερ ἂν ὁ νομοθέτης ὑφηγήσηται γράφων – ὃς δ' ἂν μὴ παρέχηται ἑαυτὸν τοῖς νόμοις εὐπειθῆ, τὸν μὲν δεῖν τεθνάναι, τὸν δέ τινα πληγαῖς καὶ δεσμοῖς, τὸν δὲ ἀτιμίαις, ἄλλους δὲ πενίαις κολάζεσθαι καὶ φυγαῖς· πειθὼ δὲ τοῖς ἀνθρώποις, ἅμα τιθέντα αὐτοῖς τοὺς νόμους, μηδεμίαν ἔχειν τοῖς λόγοις προσάπτοντα εἰς δύναμιν ἡμεροῦν· Κλεινίας μηδαμῶς, ὦ ξένε, ἀλλ' εἴπερ τυγχάνει γε οὖσα καὶ σμικρὰ πειθώ τις περὶ τὰ τοιαῦτα, δεῖ μηδαμῇ κάμνειν τόν γε ἄξιον καὶ σμικροῦ νομοθέτην, ἀλλὰ πᾶσαν, τὸ λεγόμενον, φωνὴν ἱέντα, τῷ παλαιῷ νόμῳ ἐπίκουρον γίγνεσθαι λόγῳ ὡς εἰσὶν θεοὶ καὶ ὅσα νυνδὴ διῆλθες σύ, καὶ δὴ καὶ νόμῳ αὐτῷ βοηθῆσαι καὶ τέχνῃ, ὡς ἐστὸν φύσει ἢ φύσεως οὐχ ἧττον, εἴπερ νοῦ γέ ἐστιν γεννήματα κατὰ λόγον ὀρθόν, ὃν σύ τε λέγειν μοι φαίνῃ καὶ ἐγώ σοι πιστεύω τὰ νῦν.
33Plato, Phaedrus, p1, 243; 11 (auctor c.425BC-347BC)
Σωκράτης τοῦτο μὲν πιστεύω, ἕωσπερ ἂν ᾖς ὃς εἶ.
34Plato, Respublica, 1a, 368; 2 (auctor c.425BC-347BC)
δοκεῖτε δή μοι ὡς ἀληθῶς οὐ πεπεῖσθαι – τεκμαίρομαι δὲ ἐκ τοῦ ἄλλου τοῦ ὑμετέρου τρόπου, ἐπεὶ κατά γε αὐτοὺς τοὺς λόγους ἠπίστουν ἂν ὑμῖν – ὅσῳ δὲ μᾶλλον πιστεύω, τοσούτῳ μᾶλλον ἀπορῶ ὅτι χρήσωμαι.
35Plato, Respublica, 1c, 439; 15 (auctor c.425BC-347BC)
ἀλλ', ἦν δ' ἐγώ, ποτὲ ἀκούσας τι † πιστεύω τούτῳ· ὡς ἄρα Λεόντιος ὁ Ἀγλαΐωνος ἀνιὼν ἐκ Πειραιῶς ὑπὸ τὸ βόρειον τεῖχος ἐκτός, αἰσθόμενος νεκροὺς παρὰ τῷ δημίῳ κειμένους, ἅμα μὲν ἰδεῖν ἐπιθυμοῖ, ἅμα δὲ αὖ δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτόν, καὶ τέως μὲν μάχοιτό τε καὶ παρακαλύπτοιτο,
36Priscianus Caesarensis, Ars Prisciani, p. 347 (vol. 2), l. 8 (auctor c.500)
Attici πιστεύω ταῦτα καὶ τούτοις.