'πλάνης' - search in All Authors, Showing 1 to 93 of 93 hits

1Adrianus I, Epistolae, 96, 1222C
], καὶ ἀλήθειαν καὶ πόθον τοῦ θεΐκοῦ σεβάσματος, καὶ ἀπαλλαγῆναι πάντας ἐκ τῆς τῶν ἐθνῶν εἰδωλολατρείας καὶ δαιμόνων πλάνης· καθὼς ὁ ἅγιος Γρηγόριος ὁ διάδοχος τῶν ἀποστόλων ἐκήρυξε, τοῦ πάντας ἀνθρώπους ἀγραμματίστους καὶ μὴ δυναμένους ἀναγνῶναι, θεωρεῖν τὰς εὐαγγελικὰς ἱστορίας, καὶ δι' αὐτῶν ἀνάγεσθαι πρὸς δόξαν καὶ ἀνάμνησιν τῆς ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου καὶ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάντες οἱ ὀρθόδοξοι καὶ χριστιανικώτατοι βασιλεῖς σὺν πᾶσι τοῖς ἱερεῦσι καὶ ἐντίμοις ἀνδράσι τοῖς θεραπεύουσι τὸν Θεὸν ἅμα παντὶ τῷ χριστιανικωτάτῳ λαῷ, κατὰ τὴν ἀρχαίαν παράδοσιν τῶν ἁγίων Πατέρων καὶ ἐδέξαντο, καὶ ἐκράτησαν, καὶ ἔχουσι τὰς αὐτὰς σεβασμίας εἰκόνας εἰς ἀνάμνησιν καὶ κατάνυξιν καρδίας, καὶ μέχρι τοῦ παρόντος σέβονται αὐτὰς, καὶ ἐν τοῖς μέρεσι δὲ αὐτοῖς ἕως τοῦ προπάππου ὑμῶν ὀρθοδόξως ἐσεβάσθησαν.
2Agapetus I, Epistolae, 66, 0071B
Παρέντες τοίνυν τὸ πλῆθος ὑπ' αὐτοῦ τολμηθέντων τά τε κατὰ τὴν ἑῴαν αἵματα τῶν ὁσίων ἀνδρῶν ἐκχυθέντα ὑπὸ τοῦ κατὰ πατρίαν ἐστασιασμένου ὑπ' αὐτοῦ Ἰουδαϊκοῦ συστάντος τότε στρατεύματος, καὶ ἄλλα δὲ τῶν εἰρημένων πολὺ χαλεπώτερα διὰ τὸ μῆκος τοῦ διηγήματος, ἱκετεύομεν, ἁγιώτατε, ἐπειδὴ « νῦν καιρὸς εὐπόσδεκτος, νῦν ἡμέρα σωτηρίας, » βοῶμεν, βοὴθησον ἡῖν, καὶ ταῖς φονευθείσαις ὁσίαις ψυχαῖς, ἃς παρεστάναι νομίσατε νοητῶς, καὶ δεικνύναι ὑμῖν ὡς διὰ Χριστὸν παρεδόθησαν τῷ θανάτῳ, ὑπὸ τοῦ πολυκεφάλου θηρὸς, ἵνα μὴ καὶ αὖθις ἐκ τῆς φανερωθείσης πᾶσιν αὐτῷ μαγγανείας, καὶ Μανιχαϊκῆς πλάνης, ᾗ θαῤῥῶν ὁ δείλαιος οὗτος, κατετόλμησεν εἰς τὰς καθαρὰς βασιλείους εἰσδύναι αὐλὰς, μηδένα τόπον ὀφείλων ἔχειν, ἤ τὸ βάραθρον εἰς κατάλυμα ἀνατρέψαι, καὶ ἐπὶ τοῦ παρόντος, τὴν μετὰ τοσούτων κόπων, καὶ ἰδρώτων, ὑμῶν τε καὶ τοῦ φιλοχρίστου ἡμῶν βασιλέως φιλοτιμηθεῖσαν εἰρηνεν, ταῖς ἁπανταχοῦ τῶν πιστῶν ἐκκλησίαις, ἀπελαθῆναι σπουδάσατε πόῤῥω που καὶ τῆς ἐσχατιᾶς αὐτῆς, φεισάμενοι τῶν τὰς συνουσίας πρὸς αὐτὸν ποιουμένων ψυχῶν, καὶ κοινωνουσῶν διὰ τῆς ἐντεύξεως τοῖς κατ' αὐτοῦ ἀναθέμασι τὸν ἀκάθαρτον, τὸν ἀποκήρυκτον, τὸν ἀναθέμασιν ἐγγράπτοις, καὶ διηνεκέσιν, ὑπὸ τοῦ ἀποστολικοῦ υμῶν θρόνου, καὶ τοσούτων ἀρχιερέων, καὶ ἐν οὐρανῷ παρὰ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων, κατάκριτον ἤδη γενόμενον, κατὰ τὴν εὐαγγελικὴν· ἐκείνεν καὶ θείαν φωνὴν, μετ' ἐκδικίου τοῦ βδελυροῦ ἄλλου τοῦ Πέτρου, τοῦ καὶ τὴν ἑαυτοῦ προσηγορίαν μέχρι τοῦ νῦν οὐκ ἐρυθριάσαντος ψεύσασται τοῦ αὐτοῦ μαθητοῦ, καὶ τὰ τῆς ἀποστασίας καθ' ἑκάστην ῥήματα φθεγξαμένου· καὶ μετὰ Ζωόρα δὲ, τοῦ παντελῶς ἀμυήτου τῆς θείας γραφῆς, καὶ πάσης ἱερατικῆς λειτουργίας, καὶ τάξεως, μετὰ δὲ παῤῥησιας οὐκ ἴσμεν τῆς ὅθεν χορεγουμένης αὐτῷ καταπατοῦντος τὴν κρατοῦσον ἐκκλησιαστικὴν εὐκοσμίαν τε, καὶ κατάστασιν, ἐκ τῶν καθ' ἡμέραν παρασυνάξεων, καὶ παραβαπτισματων ὑπ' αὐτοῦ τολμωμένων, οὗ τὴν συναγωγὴν, γύναια κώμοις, καὶ μέθαις, ἀσελγείαις, τε, καὶ ἀκολασίαις ἐνδεδομένα πληροῖ.
3Agatho papa, Epistolae, 87, 1218D
Πιστεύομεν δὲ, ὅτι ὅπερ ὀλίγοις καὶ άραιοῖς συνεφωνήθη [συνεχωρήθη, L.], τῷ Θεοστέπτῳ ὑμῶν κράτει θεόθεν δωρηθησεται, ἵνα δι' αὐτοῦ τῆς καθολικῆς, καὶ ἀποστολικῆς ἡμῶν πίστεως τὸ τηλαυγέστατον λάμψῃ φῶς [ἐκλάμψοι] ἐν ταῖς πάντων καρδίαις· ὅπερ ἐκ τῆς πηγῆς τοῦ ἀληθινοῦ φωτὸς, ὡς δι' ἀκτίνων τῆς ζωοποιοῦ λαμπηδόνος τοῖς μακαρίοις λειτουργοῖς Πέτρῳ καὶ Παύλῳ τοῖς τῶν ἀποστόλων κορυφαίοις, καὶ τοῖς τούτων μαθηταῖς καὶ διαδόχοις τοῖς ἀποστολικοῖς κατὰ βαθμὸν μέχρι τῆς ἡμετέρας οὐδενότητος τῇ τοῦ Θεοῦ βοηθείᾳ ἐφυλάχθη, μηδεμιᾷ τῆς αἱρετικῆς πλάνης δυσωδεστάτου σκότους ἀχλύϊ, μήτε νεφέλαις ψεύδους, ἢ νέφεσιν ἀπάτης μολυνθὲν, μήτε παραμεμιγμέναις αἱρετικῶν φαυλότησι, καθάπερ ἀμαυροῖς νέφεσι κατασκιασθὲν, ἀβαρὲς καὶ ἀκέραιον καὶ ταῖς ἰδίαις ἀκτῖσι διαλάμψαν.
4Agatho papa, Epistolae, 87, 1223B
Τοῦτον τοιγαροῦν τῆς καθαρᾶς καθολικῆς καὶ ἀποστολικῆς ὁμολογίας τὸν κανόνα καὶ ἡ ἁγία σύνοδος, ἥτις ἐν ταύτῃ τῇ δουλικῇ τοῦ ὑμετέρου Χριστιανικωτάτου κράτους τῶν Ῥωμαίων πόλει ἐπὶ τοῦ τῆς ἀποστολικῆς μνήμης Μαρτίνου τοῦ πάπα συνῆλθε, συνοδικῶς κηρύξαι, καὶ συστατικῶς διεκδικῆσαι, πάντες ἡμεῖς, ὁστισδήποτε ὁπουδήποτε ἦσαν, οἱ ἐλάχιστοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ πρόεδροι ἐπέγνωμεν· ἐν ᾗ καὶ οἱ προηγησάμενοι τὴν ὑμετέραν ὀλιγότητα συνελθόντες τὴν ἀποστολικὴν ὁμολογίαν, ἣν ἐξ ἀρχῆς παρέλαβον, καὶ συνοδικῷ κηρύγματι ἐκήρυξαν, καὶ χωρὶς οἱασδήποτε καινοτομίας πλάνης ἀναμφιβόλως ὥρισαν.
5Agatho papa, Epistolae, 87, 1223C
Ὧντινων αὐθένται ὑπάρχουσι Θεόδωρος ὁ Φαρανίτης, Κῦρος Ἀλεξανδρείας, Σέργιος, Πύῤῥος, Παῦλος καὶ Πέτρος οἱ Κωνσταντινουπόλεως, καὶ οἱ τούτων ὁμόφρονες μέχρι τέλους ἀποδειχθέντες, οἵτινες τῆς καινῆς πλάνης αὐθένται, καὶ τῆς τελείας οἰκονομίας, ἐν ᾗ πάντες ἐσώθημεν, ἐχθροὶ οὐ μόνον τῆς ἀληθοῦς ὁμολογίας ἐναντίοι, ἀλλ' ἅτε δὴ πλανώμενοι ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας τὰ ἐναντία ἐδίδαξαν, ἄλλως καὶ ἄλλως δικαιολογούμενοι, καὶ ἀλλήλων τὰ δόγματα καταλύοντες.
6Agatho papa, Epistolae, 87, 1223D
Τὸ γὰρ μηδεμιᾷ ἀληθείᾳ θεμελιωθὲν, ἀναγκαῖόν ἐστιν, ἵνα τῆς πλάνης τῷ ἀσυστάτῳ ποικίλληται [ὁπότε γὰρ μηδεμιᾷ ἀληθείᾳ ἐθεμελιώθη, ἀναγκαῖόν ἐστιν, ἵνα τῆς πλάνης τὸ ἀνακόλουθον ποικίλληται].
7Agatho papa, Epistolae, 87, 1171B
» Ὅπου τοιαύτη ἐπίκειται ποινὴ κολάσεως τοῖς στρεβλοῦσιν, ἢ παρασιωπῶσι τὴν ἀλήθειαν, πῶς οὐκ ἔστι φευκτέα ἡ ὑπεξαίρεσις ἀπὸ τῆς ἀληθείας τῆς Δεσποτικῆς πίστεως; Ὅθεν καὶ οἱ τῆς ἀποστολικῆς μνήμης οἱ προηγησάμενοι τὴν ἐμὴν μετριότητα ταῖς δεσποτικαῖς διδασκαλίαις κατηρτισμένοι, ἐξότου καινοτομίαν αἱρετικὴν εἰς τὴν τοῦ Χριστοῦ ἄμωμον Ἐκκλησίαν οἱ πρόεδροι τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας εἰσαγαγεῖν ἐπεχείρουν, οὐδέποτε ἠμέλησαν τούτους προτρέψασθαι, καὶ παρακαλοῦντες ὑπομνῆσαι, ἵνα ἀπὸ τοῦ φαύλου δόγματος τῆς αἱρετικῆς πλάνης κᾂν σιωπῶντες ἀποστήσωνται, μήπως ἐκ τούτου προοίμιον διαχωρισμοῦ ἐν τῇ ἑνώσει τῆς Ἐκκλησίας ποιήσωσιν, ἓν θέλημα, καὶ μίαν ἐνέργειαν τῶν δύο φύσεων διαβεβαιούμενοι ἐν τῷ ἑνὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ὅπερ καὶ οἱ Ἀρειανοὶ, καὶ οἱ Ἀπολλιναρισταὶ, καὶ οἱ Εὐτυχιανισταὶ, καὶ οἱ Τιμοθεανοὶ, καὶ οἱ Ἀκέφαλοι, οἱ Θεοδοσιανοὶ, καὶ οἱ Γαϊανῖται, καὶ πᾶσα παντελῶς αἱρετικὴ μανία, ἥ τε τῶν συγχεόντων, ἥ τε τῶν διαιρούντων τὸ μυστήριον τῆς Ἐνανθρωπήσεως τοῦ Χριστοῦ ἐδίδαξαν.
8Agatho papa, Epistolae, 87, 1198D
Οὐκ ἐλλείψουσι δὲ καὶ ἄλλων σεβασμίων Πατέρων δεδοκιμασμέναι μαρτυρίαι τῶν δύο φανερῶς λεγόντων φυσικὰς ἐνεργείας ἐν τῷ Χριστῷ, ἵνα σιωπῇ παραδράμωμεν τὸν ἅγιον Κύριλλον τὸν Ἱεροσολύμων, τὸν ἅγιον Ἰωάννην τὸν Κωνσταντινουπόλεως, ἢ ὁσοιδήποτε μετὰ ταῦτα ὑπὴρ τῆς ὀρθότητος τῆς σεβασμίας ἐν Χαλκηδόνι συνόδου, καὶ τοῦ τόμου τοῦ ἁγίου Λέοντος ἀπολογούμενοι τοὺς ἐπιπόνους ἀγῶνας κατὰ τῶν συγχεουσῶν αἱρέσεων ἐπεδείξαντο [ἀπεδείξαντο], ὧντινων ἀπὸ τῆς πλάνης καὶ ἡ τοῦ καινοῦ δόγματος κατῆλθε σειρὰ [φάσις], τουτέστιν ὁ τῆς μακαρίας μνήμης Ἰωάννης ὁ Σκυθοπόλεως ἐπίσκοπος, Εὐλόγιος ὁ Ἀλεξανδρείας πρόεδρος, Εὐφραίμιος καὶ Ἀναστάσιος ὁ μέγας, τῆς Θεουπόλεως Ἐκκλησίας οἱ ἄξιοι καθηγεμόνες, καὶ ὁ ὑπὲρ πάντας ζηλωτὴς τῆς ἀληθείας καὶ ἀποστολικῆς πίστεως, ὁ ἐν εὐσεβεῖ τῇ μνήμῃ Ἰουστινιανὸς ὁ βασιλεὺς, οὗτινος ἡ ὁρθότης τῆς πίστεως ὁπόσον ὑπὲρ τῆς εἰλικρινοῦς ὁμολογίας τῷ Θεῷ ἤρεσε, τοσοῦτον τὴν Χριστιανικωτάτην πολιτείαν ὕψωσε.
9Agatho papa, Epistolae, 87, 1206A
Τίς, δέομαι, μὴ κατανυγείη, ἡμερώτατοι, καὶ φιλανθρωπότατοι βασιλέων, καὶ τῆς ἀνθρωπίνης ζωῆς τὰς ἀμφιστόμους παγίδας τρέμων κατανοήσῃ καὶ μετὰ στεναγμοῦ ἐκ βάθους τὸν Θεὸν, ὅς ἐστι πηγὴ οἰκτιρμῶν, ἱκετεύσῃ, ῥυθῆναι ἑαυτὸν ἀπὸ τῶν ἐπιβουλῶν τοῦ ἐχθροῦ τῶν πρὸς ἀπάτην τῆς ἀνθρωπίνης διανοίας πάντοθεν περικειμένων, θεωρῶν τούτους, οἱ τινες ἑαυτοὺς ἀπὸ ἄκρας εἰδήσεως κηρυκτικοὺς ἐλογίζοντο, ταῖς παγίσι περιπεπτωκέναι τῆς αἱρετικῆς πλάνης [καὶ τὰς παγίδας ἐκτέμνειν τῆς αἱρετικῆς πλάνης], μήτε ἐν αὐτῇ τῇ πλάνῃ σταθεροὺς εἶναι, ἀλλ' ἀεὶ ἀστάτους; Ὅτε μὲν οὖν Σέργιος ἐν ἄλλοις καὶ ἐν ἀλλοις γράμμασιν ἓν θέλημα καὶ μίαν ἐνέργειαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχειν προκηρύττει· καὶ ἐν τῇ ἐκθέσει πᾶσαν θείαν, καὶ πᾶσαν ἀνθρωπίνην ἐνέργειαν τοῦ ἑνὸς Χριστοῦ εἶναι προαναγγέλλει.
10Agatho papa, Epistolae, 87, 1206D
Ποῖος παράφρων, παρακαλῶ, εὐσεβέστατοι δεσπόται, τῆς τοσαύτης τυφλότητος τὰς πλάνας μὴ βδελύξηται, καὶ παραφυλάξηται, ἐὰν δηλαδὴ σωθῆναι ἐπιθυμῇ, καὶ ἄμωμον τῆς ἑαυτοῦ πίστεως τὴν ὀρθότητα ἐρχομένῳ τῷ Κυρίῳ ἐπιποθῇ προσαγαγεῖν; Διόπερ λυτρωτέα ἐστὶ [λυτρωθήσεται], καὶ ἐξ ὅλης τῆς ἰσχύος μετὰ τῆς τοῦ Θεοῦ βοηθείας ἐλευθερωτέα [ἐλευθερωθήσεται] ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία ἡ μήτηρ τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους, ἀπὸ τῆς πλάνης τῶν τοιούτων διδασκάλων.
11Agatho papa, Epistolae, 87, 1207A
Ἵνα τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν τῆς ὀρθοδόξου πίστεως ὀρθότητα, ἥτις τεθεμελίωται ἐπὶ τὴν στερεὰν πέτραν ταύτης τῆς τοῦ μακαριωτάτου κορυφαίου τῶν ἀποστόλων Πέτρου Ἐκκλησίας, ἥτις τῇ αὐτοῦ χάριτι καὶ βοηθείᾳ ἀπὸ πάσης πλάνης ἄχραντος διαμένει.
12Agatho papa, Epistolae, 87, 1207A
Ταῦτα δὲ τῇ ἡμετέρᾳ μετρίᾳ ἀναφορᾷ ἐνθεῖναι ἐφροντίσαμεν καταπεπονημένοι, καὶ ἀδιαλείπτως στενάζοντες περὶ τῆς τοσαύτης πλάνης τῶν τῆς Ἐκκλησίας ἱερέων, ἴδια μᾶλλον ζητούντων παρὰ τὴν ἀλήθειαν τῆς πίστεως ὁρίσαι, καὶ τῆς ἀδελφικῆς ὑπομνήσεως τὸ ἀκέραιον εἰς οἰκείαν καταφρόνησιν ἀνήκειν κρινόντων· οὐ φθονοῦντι λογισμῷ, ὡς ὁ Θεὸς μαρτυρεῖ, οὔτε κατ' ἔπαρσιη ἀλαζονείας, οὔτε κατ' ἐναντίωσιν φιλονεικίας, οὔτε μάτην ἐπιλαβέσθαι τῆς αὐτῶν διδασκαλίας ἐπιθυμοῦντες, μήτε οἱανδήποτε ὑποπτεύσῃ τις ἀνθρωπίνης τέρψεως ἀλαζονείαν, ἀλλ' ὑπὲρ τῆς ὀρθότητος αὐτῆς τῆς ἀληθείας, ἐν ᾗ σωθῆναι ἡμᾶς θαῤῤοῦμεν, καὶ ὑπὲρ τοῦ κανόνος αὐτῆς τῆς καθαρᾶς καὶ εὐαγγελικῆς ὁμολογίας, ὑπὲρ σωτηρίας δηλονότι τῶν ψυχῶν, καὶ τῆς συστάσεως τῆς τῶν Χριστιανῶν πολιτείας, ὑπὲρ ῥώσεως τῶν τοῦ Ῥωμαϊκοῦ κράτους τὰς κυβερνήσεις διοικούντων, τῆς ἐμῆς μετριότητος τοὺς προηγησαμένους ἀποστολικοὺς ὑπομνῆσαι, ἐρωτῆσαι, ἐπιτιμῆσαι, παρακαλέσαι, ἐλέγξαι, καὶ πάντα τρόπον προτροπῆς ἐγγυμνάσαι, ὅπως θεραπείαν δυνήσηται τὸ νεαρὸν τραῦμα λαβεῖν.
13Agatho papa, Epistolae, 87, 1207B
Οὔτε μετὰ τὴν παλαιότητα τῆς [L., ἐπικρατησάσης] δυσώδους πλάνης ἀπὸ τῆς ὑπομνήσεως ἀπεσιώπησαν, ἀλλὰ διὰ παντὸς προέτρεψαν καὶ διεμαρτύραντο, καὶ τοῦτο ἐξ ἀγάπης ἀδελφικῆς, οὐ κατὰ πονηρίαν, ἢ κατὰ πεῖσμα μίσους (ἀπέστω, ἀπέστω ἀπὸ τῆς τῶν Χριστιανῶν καρδίας, ἵνα εἰς ὄλισθον ἑτέρου [ἐπεμβαίνῃ] παχύνηται, ὁπόταν ὁ τῶν πάντων Κύριος διδάσκῃ· Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλ' ἵνα ἐπιστραφῇ, καὶ ζήσῃ· ὁ χαίρων ἐπὶ ἑνὶ μετανοοῦντι, ἢ ἐπὶ ἐννενήκοντα ἐννέα δικαίοις· ὃς πρὸς τὸ ἐλευθερῶσαι τὸ ἀπολωλὸς πρόβατον τῆς ἑαυτοῦ μεγαλειότητος τὴν δυναστείαν ἐπικλίνας ἐξ οὐρανοῦ εἰς τὴν γῆν καταβέβηκε), καὶ ἐξηπλωμέναις ταῖς πνευματικαῖς χερσὶν εὐχόμενοι, καὶ δυσωποῦντες αὐτοὺς εἰς τὴν ὁμοψυχίαν τῆς ὀρθοδόξου πίστεως ἐπανακάμπτοντας ἀσπάσασθαι, καὶ τὴν τούτων ἐπιστροφὴν πρὸς τὴν ὑγιῆ ὀρθότητα τῆς ὀρθοδόξου πίστεως ἀναμένοντες, ὅπως ἀπὸ τοῦ ἡμετέρου καταλόγου ἤτοι τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, οὗτινος, εἰ καὶ ἀνάξιοι, τὴν διακονίαν ἐκτελοῦμεν, καὶ τῆς παραδόσεως τὸν τύπον κηρύσσομεν, μὴ ποιήσωσιν ἑαυτοὺς ἀλλοτρίους, ἀλλ' ὁμονοητικῶς ἅμα ἡμῖν τὴν ἀμώμητον θυσίαν ὑπὲρ τῆς συστάσεως τοῦ ἀνδρειοτάτου καὶ γαληνοτάτου κράτους [προσφέροντες] ἀκαταπαύστως Χριστὸν τὸν Κύριον ἐκδυσωπῶσι.
14Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 12; 24
καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν αἰσχρῶν ἄτιμα νηπίων δίκην ἀφρόνων ψευσθέντες.
15Biblia, Novum testamentum graece, Rom, 1; 27
ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
16Biblia, Novum testamentum graece, Eph, 4; 14
ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης,
17Biblia, Novum testamentum graece, 1Thess, 1Thess; 3
ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλῳ,
18Biblia, Novum testamentum graece, 2Thess, 2Thess; 11
καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει,
19Biblia, Novum testamentum graece, Iac, 5; 20
γινώσκετε ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν [αὐτοῦ] ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
20Biblia, Novum testamentum graece, 1Io, 1Io; 6
ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
21Concilia Carthaginensia, Acta, 3, 1084A (auctor fl. 257)
Ἵνα καὶ ὁ ἐπὶ πλάνης βουκοληθεὶς ἐν τῷ ἀληθεῖ καὶ ἐκκλησίαστικῷ βαπτίσματι καὶ αὐτὸ τοῦτο ἀποδύσηται, ὅς τις πρὸς Θεὸν ἐρχόμενος ἄνθρωπος καὶ ἱερέα ἐπιζητῶν ἐν πλάνῃ εὐρεθεὶς ἱεροσύλῳ προσέπεσε.
22Concilia Carthaginensia, Acta, 3, 1084C (auctor fl. 257)
Ὁθεν καὶ ἡμεῖς συνιέναι ὀφείλομεν καὶ νοεῖν ὡς οἱ ἐχθροι Κυρίου καὶ οἱ Αντίχριστοι ὠνομασμένοι δυνατοὶ οὐκ εἶεν χάριν δοῦναι τοῦ Κυρίου καὶ διὰ τοῦτο ἡμεῖς τῷ Κυρίῷ ἲοντες, καὶ ἑνότητα Κυρίου πραττοῦντες, καὶ κατὰ τὴν ἀξίαν αὐτοῦ χορηγούμενοι, τὴν ἱερατέιαν αὐτοῦ ἐν τῇ Ἐκκλεσίᾳ λειτουργοῦντες, ὅσα οἱ αντικείμενοι αὐτῷ, τουτέστι πολέμιοι καὶ Αντίχριστοι ποιοῦσιν, ἀποδοκιμάσαι, καὶ ἀποποιῆσαι καὶ ἀποῤῥίψαι, καὶ ὡς βέβηλα ἔχειν ὀφείλομεν, καὶ τοῖς ἀπὸ πλάνης καὶ στρεβλότητος ἐρχομένοις ἐπὶ γνώσει τῆς ἀληθινῆς καὶ ἐκκλησιαστικῆς πίστεως δοῦναι καθόλουθείας δυνάμεως μυστήριον, ἑνότητός τε καὶ πίστεως καὶ ἀληθείας.
23Constantinus I, Conciones, 8, 0422B (auctor c.272–337)
ὅπερ καὶ παραίτιον ἐγένετο τῆς μείζονος πλάνης παρὰ τοῖς ἀλογίστοις τῶν ἀνθρπων, πρὸς μὲν τὴν πρόνοιαν τοῦ ὑψίστου Θεοῦ μὴ ἀφορώντων, τὰς δ' εἰκονας αὐτῶν ἀνθρωπείοις τε καὶ ἑτέρῶν ζώων τύποις μεταμορφουμένοις, σεβόντων.
24Constantinus I, Decreta et constitutiones, 8, 0279B (auctor c.272–337)
ταῦτ' εἶπον, ταῦτα διεξῆλθον μακρότερον, ἢ ὁ τῆς ἐμῆς ἐπιεικείας ἀπῄτει σκοπὸς, ἐπειδὴ τὴν τῆς ἀληθείας ἀποκρύψασθαι πίστιν οὐκ ἐβουλόμην· μάλισθ' ὅτι τινὲς, ὡς ἀκούω, φασὶ τῶν ναῶν περιῃρῆσθαι τὰ ἔθη καὶ τοῦ σκότους τήν ἐξουσίαν· ὅπερ συνεβούλευσα ἂν πᾶσιν ἀνθρόποις, εἰ μὴ τῆς μοχθηρᾶς πλάνης ἡ βίαιος ἐπανάστασις, ἐπὶ βλάβῃ τῆς κοινῆς ἀναστάσεως ἀμέτρως ταῖς ἐνίων ψυχαῖς ἐμπεπέγει.
25Constantinus I, Decreta et constitutiones, 8, 0282C (auctor c.272–337)
λέγω δὲ, ἡ τῶν αἱρετικῶν καὶ σχισματικῶν ἐναγῆς τε καὶ ἐξώλης διξόνοια· πρέπει γὰρ τῇ ἡμετέρᾳ μακαριότητι ἧς ἀπολαύομεν σὺν Θεῷ, τὸ τοὺς ἐπ' ἐλπίσιν ἀγαθαῖς βιοῦντας, ἀπὸ πάσης ἀτάκτου πλάνης εἰς τὴν εὐθεῖαν ὁδὸν ἀπὸ τοῦ σκότους ἐπὶ τὸ φῶς, ἀπὸ ματαιότητος εἰς τὴν ἀλήθειαν, ἀπὸ θανάτου πρὸς σωτηρίαν ἄγεσθαι.
26Constantinus I, Epistolae, 8, 0482B (auctor c.272–337)
διόπερ ἐκείνους τούς εἴσω τῆς ἐπαρχίας τῆς σοι πεπιστευμένης ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ᾗ Καικιλιανὸς ἐφέστηκε, τὴν ἐξ ἑαυτῶν ὑπηρεσίαν τῇ ἁγίᾳ ταύτῃ θρησκείᾳ παρέχοντας, οὕσπερ κληρικοὺς ἐπονομάζειν ἐιώθασιν, ἀπὸ πάντων ἁπαξαπλῶς τῶν λειτουργιῶν βούλομαι ἀλειτουργήτους διαφυλαχθῆναι· ὅπως μὴ διά τινος πλάνης ἢ ἐξολισθήσεως ἱεροσύλου ἀπὸ τῆς θεραπείας τῆς τῇ θειότητι ὀφειλομένης ἀφέλκωνται, ἀλλὰ μᾶλλον ἄνευ τινὸς ἐνοχλήσεως τῷ ἰδίῳ νόμῳ ἐξυπηρετῶνται· ὧνπερ μεγίστην περὶ τὸ θεῖον λατρείαν ποιουμένων, πλεῖστον ὅσον τοῖς κοινοῖς πράγμασι συνοίσειν δοκεῖ.
27Constantinus I, Epistolae, 8, 0507B (auctor c.272–337)
τελείαν παρὰ τῆς θείας προνοίας εἰλὴφαμεν χάριν, ἳνα πάσης πλάνης ἀπαλλαγέντες, μίαν καὶ τὴν αὐτὴν ἐπιγινώσκωμεν πίστιν.
28Constantinus I, Epistolae, 8, 0507C (auctor c.272–337)
τοῦτο γὰρ καὶ τῇ ἀγχινοίᾳ, καὶ τῇ πίστει, καὶ τῇ ὁσιότητι τῇ ὑμετέρᾳ πρέπει, ἵνα τῆς πλάνης ἐλεγχθείσης ἐκείνου, ὃν τῆς ἀληθείας εἶναι ἐχθρὸν συνέστηκε, πρὸς τὴν θείαν ἐπανέλθητε χάριν.
29Dositheus, Hermeneumata Leidensia, III, 2; 55 (auctor c.350)
Λέων λιμῷ ἐκλιπὼν νοσεῖν ἑαυτὸν προσποιεῖτο καὶ διὰ ταύτης τῆς πλάνης τὰ λοιπὰ θηρία ἐπισκεπτόμενα εἰσήρχοντο, οὓς ὁ λέων εὐθέως ἐδαπάνα˙ ἀλώπηξ δὲ ἔξωθεν τοῦ σπηλαίου ἐστάθη καὶ ἠσπάσατο αὐτόν.
30Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, p988, p1007; 16 (auctor 1520-1575)
Nequitia hominum, Ephes. 4, Graece πλάνης, id est, fallacia, ut D. Hieronymus legit: quod verbum ductum est a lusu tesserarum, in quo imponit uter alteri, quibus potest modis.
31Gregorius I, Dialogi, 77, 0155C (auctor 540-604)
Τοῦτο δὲ συμβαίνει εἰς τελείους ἄνδρας, ὧν ἡ τῆς ζωῆς ἐλευθερία, ἐν τῷ ὑποδείγματι τῶν ἀσθενεστέρων καταπεσεῖν οὐ δύναται, ἵνα μή τις ἑαυτὸν ὁμοίως πνεύματος ἁγίου πεπληρωμένον εἶναι νομίσας, μαθητὴς ἀνθρώπου γενέσθαι παρακρούσηται, καὶ πλάνης διδάσκαλος γένηται.
32Gregorius I, Dialogi, 77, 0398C (auctor 540-604)
Διὰ δὲ τὸ μὴ ἐκ πονηρίας, ἀλλ' ἐκ πλάνης ἀγνοίας ἡμαρτηκέναι αὐτὸν, ἠδυνήθη ἀπὸ ἁμαρτίας καθαρισθῆναι.
33Gregorius I, Dialogi, 77, 0411A (auctor 540-604)
Πολλάκις γὰρ αὐτῷ ἀληθινὰ πλεῖστα προλέγει, ἵνα εἰς τὰ ἔσχατα δυνηθῇ ἐκ μιᾶς οἱασοῦν πλάνης τὴν ψυχὴν παγιδεῦσαι.
34Gregorius I, Prolegomena, 66, 0137C (auctor 540-604)
Οἱ ἀμφότεροι τοίνυν εἰς ἑαυτοὺς ἐπανῆλθον· ἐκεὶνος μὲν ἐκ τῆς τῶν πονηρῶν ἔργων πλάνης ἀναστήσας, ἐν τῇ οἰκείᾳ καρδίᾳ συνήγαγεν ἑαυτόν· οὗτος δἐ.
35Gregorius I, Prolegomena, 66, 0139B (auctor 540-604)
Ὅθεν καὶ ὁ θεόφρων πατὴρ Βενέδικτος, ἐάν ἀσμένως προσέχῃς τοῖς ῥηθησομένοις, τάχιον γνώσῃ, ὅτι ζῶν πολλοὺς ἐν διαφόροις τόποις κατήλιπε μαθητὰς, καὶ τούτους κατὰ τῆς τοῦ ἐχθροῦ πλάνης ἐνεύρωσέ τε καὶ διανέστησεν.
36Herodotus, Historiae, 1, 30, 2; 4 (auctor c.484BC-425BC)
« ξεῖνε Ἀθηναῖε, παρ' ἡμέας γὰρ περὶ σέο λόγος ἀπῖκται πολλὸς καὶ σοφίης εἵνεκεν 1 τῆς σῆς καὶ πλάνης, ὡς φιλοσοφέων γῆν πολλὴν θεωρίης εἵνεκεν ἐπελήλυθας· νῦν ὦν ἐπειρέσθαι με ἵμερος ἐπῆλθέ σε εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον.
37Herodotus, Historiae, 4, 126, 1; 2 (auctor c.484BC-425BC)
« δαιμόνιε ἀνδρῶν, τί φεύγεις αἰεί, ἐξεόν τοι τῶνδε τὰ ἕτερα ποιέειν· εἰ μὲν γὰρ ἀξιόχρεος δοκέεις εἶναι σεωυτῷ τοῖσι ἐμοῖσι πρήγμασι ἀντιωθῆναι, σὺ δὲ τάς τε καὶ παυσάμενος πλάνης μάχεσθαι· εἰ δὲ συγγινώσκεαι εἶναι ἥσσων, σὺ δὲ καὶ οὕτω παυσάμενος τοῦ δρόμου δεσπότῃ τῷ σῷ δῶρα φέρων γῆν τε καὶ ὕδωρ ἐλθὲ ἐς λόγους.
38Hieronymus Stridonensis, De viris illustribus, 23, 0642A (auctor 340-420)
Καὶ κατὰ τῶν εἰδώλων ἐξηγούμενος, ἐκ ποίας πρῶτον πλάνης ηὐξήθη, συνέταξεν ἱστορίαν, δεικνὺς ἐν ποίοις ἤνθησε καιροῖς.
39Hieronymus Stridonensis, De viris illustribus, 23, 0674A (auctor 340-420)
Ἀμβρόσιος, ὅντινα ἀπὸ τῆς πλάνης Μαρκίωνος εἰς τὴν ἀληθινὴν πίστιν ἐπιστρέψαι προείρηται, προετρέψατο Ὠριγένη τὰς θείας ὑπομνηματίσαι γραφὰς, παρεσχηκὼς αὐτῷ ἑπτὰ καὶ πλείους νοταρίους, καὶ τὰς τούτων δαπάνας, καὶ καλλιγράφους τὸν ἶσον ἀριθμόν, καὶ ὅπερ ἐστὶ μεῖζον ἀνυποίστῳ σπουδῇ ἐκάστοτε ἔργον παρ' αὐτοῦ ἀπαιτῶν, διὸ ἐν μιᾷ ἐπιστολῇ, ἐργοδιώκτην αὐτὸν Ὠριγένης καλεῖ.
40Hieronymus Stridonensis, Epistolae, 22, 0448 (auctor 340-420)
Sexta πλάνης, id est, erroris.
41Hormisdas I, Epistolae et decreta, 63, 0518C
Οὐδέ τίς ἐστιν οὕτως ἀπὸ τῆς φιλανθρωπίας διηρημένος, ὃν οὐχὶ ἀπὸ τῆς σκληρότητος τοῦ δεσμοῦ ἐπικάμψει ἡ ἀπάνουργος ἁπλότης, ἀλλ' ἵνα ἀσφαλῶς τοῦτο καὶ χωρὶς μέμψεως, ἢ τινὸς νεφώδους πλάνης ἰσχύσειε προελθεῖν, ἀγαπητὲ ἀδελφὲ, τὸ ἐμὸν πρόσωπόν σε ἐν τούτῳ χρὴ ὑπελθεῖν ἐπιστάμενον ἐν ταῖς τοιαύταις ὑποθέσεσι, καθὼς προείρηται, τί ποιητέον εἴη, τί φυλακτέον, οὕτω πάντων προνοούμενον, ὡς μὴ ἀμφιβάλλοντα λόγον ταύτης τῆς διατυπώσεως τῷ θεῷ ἀποδώσοντα, οὕτω μέντοι, ἵνα τούτους οἵ τινες ὑμῖν τῇ κοινωνίᾳ συναφθεῖεν, καὶ δι' ὑμῶν τῷ Ἀποστολικῷ θρόνῷ, τὰ ὑμέτερα γράμματα ἡμῖν δηλώσουσιν, οἷς καὶ τὰ περιεχόμενα τοῖς λιβέλλοις, οὓς ἂν προσενέγκοιεν, ἐμφερέσθω.
42Hormisdas I, Epistolae et decreta, 63, 0518D
Οὕτω γὰρ τοῦ Σευὴρου, καὶ τῶν τούτῳ συμπλεκομένων, καὶ τῶν ὁμοίων ἀπολυθήσονται πλάνης, καὶ οὐδὲ τούτων, οἶ τινες ἰαθῆναι δυνήσονται τὴν ζημίαν ὑπομείνωμεν.
43Hormisdas I, Epistolae et decreta, 63, 0417D
« Οὐδεμία τῷ σκότει πρὸς τὸ φῶς κοινωνία, » οὔτε οἱ διὰ τῶν εὐθειῶν ὁδῶν βαδίζοντες τὰ ἑαυτὼν ἴχνη μετὰ τῶν ἀποκλινόντων πλάνης συνάπτουσι.
44Hormisdas I, Epistolae et decreta, 63, 0421C
Ἀλλὰ μὴ διὰ τοῦτο ἀμελητέα ἐστὶν ἡ ὁδὸς τῆς δικαιοσύνης; ἐπειδὴ τὰς ἰδίας πλάνας ἀγαπᾷ μετὰ ἀπονοίας ἡ ἀπιστία, οὐκ ἔστι συνάπτεσθαι μετὰ τοῦ τῶν πιπτόντων ὀλισθήματος, ἄνευ τῆς ἡμετέρας λύμης ἀπολλύσθωσαν οἱ ἀπὸ τῶν οἰκείων ἀσεβειῶν μηδὲ μαστιγουμένης τῆς πλάνης ἐκκλίνοντες.
45Innocentius I, Epistolae, 20, 0632B
Ἡ καὶ νέα Δαλιλὰ Εὐδοξία, ἡ κατὰ μικρὸν τῷ ξυρῷ τῆς πλάνης ξυρήσασά σε, ἐπήγαγεν ἑαυτῇ κατάραν ἐκ πολλῶν στομάτων, δεσμεὺσασα φορτίον ἁμαρτημάτων βαρὺ καὶ δυσβάστακτον, προσθεῖσα τοῦτο τοῖς πρώην αὑτῆς ἁμαρτήμασι.
46Isidorus Hispalensis, Etymologiae, 82, 0181A (auctor 565-636)
Dictae autem planetae ἀπὸ τῆς πλάνης, id est, ab errore.
47Isidorus Hispalensis, Etymologiae, 3, 71, 20; 49 (auctor 565-636)
Dictae autem planetae ἀπὸ τῆς πλάνης, id est ab errore.
48Iustinianus I Augustus, Adversus Origenem, 69, 0207A (auctor c.482–565)
» Ἡ γὰρ διαδοχὴ τῆς πλάνης αὐτοῦ ἐν ταῖς τῶν σαθροτέρων ἕρπουσα ψυχαῖς, δίδωσιν ἀκολουθεῖν αὐτῷ τὰς ἐξ ἀρχῆς ὑπ' αὐτοῦ γενομένας ἁμαρτίας.
49Iustinianus I Augustus, Adversus Origenem, 69, 0241C (auctor c.482–565)
» Τούτων οὕτως ἀποδεδειγμένων διὰ τῆς τῶν πατέρων διδασκαλίας, παυσάσθωσαν οἱ τὸν ἀριθμὸν τῶν ἐν Χριστῷ φύσεων πρόφασιν τῆς οἰκείας πλάνης ποιούμενοι, καὶ τῷ διὰ τούτου τὴν διαφορὰν ἀρνεῖσθαι, σύγχυσιν εἰσάγειν ἐπιχειροῦντες.
50Iustinianus I Augustus, Adversus Origenem, 69, 0263C (auctor c.482–565)
Γρηγόριος μὲν γὰρ, ὅτε ὑπὲρ τῆς ἀληθείας ἐν Κωνσταντινουπόλει ἀγωνισάμενος, καὶ τοὺς λαοὺς ἀπὸ τῆς τῶν Ἀρειανῶν πλάνης εἰς τὴν ὀρθόδοξον πίστιν ἐπιστρέψας εἰς τὴν οἰκείαν ἐπανῆλθε πατρίδα, τὰς παρὰ τῶν αἱρετικῶν κακούργως προφερομένας ἐπιστολὰς οὐ πρὸς Θεόδωρον τὸν Μοψουεστίας ἔγραψεν, ἀλλὰ πρὸς Θεόδωρον ἐπίσκοπον Τυάνων, ἥτις ἐστι τῆς δευτέρας Καππαδόκων μητρόπολις.
51Iustinianus I Augustus, Epistola, 69, 0309A (auctor c.482–565)
Το αῦται γὰρ αἱ Θεοδώρου βλασφημίαι εἰσιν, ὅτι [F. ὥστε] οὐδὲ ὑμεῖς ἐτολμήσατε ταύτας ἐκδικῆσαι, εἰ καὶ τὸν ἐκθέμενον αὐτὰς ἐκδικῆτε· φανεροῦ ὄντος ὅτι οὐδεὶς τὰ κακὰ κατακρίνων, τὸν ἐκθέμενον αὐτὰ ἐκδικεῖ, πλὴν εἰ μὴ ἐκεῖνον τὸν μετανοήσαντα, καὶ τῆς ἰδίας ἀποστάντα πλάνης, καὶ ταῦτα καταδικάσαντα.
52Iustinianus I Augustus, Epistola, 69, 0309B (auctor c.482–565)
Ποῦ γὰρ ὁ ἐν ἁγίοις Κύριλλος ἐναντία τῇ πρώτῃ αὐτοῦ διδασκαλίᾳ ἐξέθετο, ἢ μετενόησεν; ἢ πῶς ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος πατέρα τοῦτον ἐπεγράφετο, εἰ μετεμελήθη, καθὰ τῇ ἐπιστολῇ περιέχεται; Ὁ γὰρ μετανοῶν οὐ τοῖς διδασκάλοις συναριθμεῖται, ἀλλ' ὡς ἀπὸ πλάνης ὑποστρέψας δεκτέος ἐστι.
53Iustinianus I Augustus, Epistola, 69, 0519C (auctor c.482–565)
Ἐπειδὴ ἔθος ἐστὶν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ἅπαντας τοὺς αἱρετικοὺς τῆς οἰκείας πλάνης ἀναχωροῦντας, καὶ πρὸς τὴν ὀρθόδοξον ἐπανιόντας πίστιν, δεχθῆναι εἰς κοινωνίαν, οὐ μὴν ὡς διδασκάλους τοῖς πατράσι συναριθμεῖσθαι.
54Iustinianus I Augustus, Epistola, 69, 0327A (auctor c.482–565)
Ἐπειδὴ δὲ ἐγράψατε ἡμῖν, πῶς ὀφείλομεν τοῖς Αἰγυπτίοις ἀποκρίνασθαι, θαυμάζομεν ὑμᾶς, ὅτι τὴν ἀσεβῆ ἐπιστολὴν ἐκείνην καὶ Θεόδωρον, καὶ Νεστόριον, καὶ τὴν κακοδοξίαν τὴν αὐτῶν ἐκδικοῦντες, ἡμῖν παραινεῖν ἐπιχείρειτε, τί ὀφείλομεν ἄλλον ἐναντίοις τῆς ἐκκλησίας ἀποκρίνασθαι. Εἰ γάρ τις τοῖς παρ' ὑμῶν γραφεῖσι συνενέσει,(sic) οὐδὲν ἕτερον παραινέσει τοῖς Ἀιγυπτίοις, ἢ Θεόδωρου καὶ Νεστόριον τοὺς αἱρετικοὺς δέξασθαι, καὶ πάντας τοὺς ἁγίους πατέρας καταδικάσαι, τοὺς κατακρίναντας ἐκείνους τε καὶ τὴν αὐτῶν ἀπιστίαν, καὶ πρὸς τούτοις ἐξ ἑτέρας πλάνης εἰς ἄλλην ἐμπεσεῖν, ὁπότε ἡμῖν ἐγράψατε ἀποκρίνασθαι τοῖς ἐναντίοις τῆς ἀκκλησίας, καλὴν καὶ ὀρθόδοξον εἶναι τὴν μυσαρὰν ἐκείνην ἐπιστολήν.
55Iustinianus I Augustus, Novellae selectae, 72, 0980A (auctor c.482–565)
Οὐ μὴν οὐδὲ τὴν δικαίως ἐξενεχθεῖσαν κατὰ Σευήρου ψῆφον, τὴν ἐκ πάντων, ὡς εἰπεῖν, τῶν ἀρχιερατικῶν τε, καὶ πατριαρχικῶν, μετὰ τῆς μοναχικῆς συναινέσεως προελθοῦσαν θρόνων, τὴν τὸν ἀναθεματισμὸν ἐπάγουσαν αὐτῷ, βασιλικῆς ἔξω καταλιμπάνομεν ἐπικυρώσεως, ὃς πρότερον παρὰ τοὺς ἱεροὺς θεσμοὺς καταλαβὼν τὸν θρόνον τῆς Θεουπολιτῶν ἁγιωτάτες ἐκκλησίας, οὕτω συνετάραξεν ἅπαντα, οὕτω μεταπεποίηκε ταραχῆς, ὡς κοινόν τινα καὶ ἀκήρυκτον ταῖς ἁγιωτάταις ἐκκλησίαις ἐμβαλεῖν πρὸς ἀλλήλας πόλεμον, καὶ τοῦτο καὶ τοῖς πρὸ ὑμῶν σκήπτροις πρὸς αὐτὸν γεγράφθαι, ποικίλαις μὲν δογμάτων καὶ ἀπηλλοτριωμέναις τῆς ὀρθότητος περινοίαις τε, καὶ βλασφημίαις χρησάμενον, ἅπαντα δὲ συνταράξαντα, καὶ μόνον τῶν τῆς ἑκατέρου τῶν αἱρεσιαρχῶν πλάνης βδελυρῶν τε, καὶ ἀνοσίων δογμάτων ἀντεχόμενον, Νεστορίου τε, καὶ Εὐτυχοῦς, καὶ τῶν ἑκατέρου τούτων καθηγεμόνων ἐξ ἐναντίας μέν πως εἶναι δοκούντων ἀλλήλοις, πρὸς ἓν δὲ τέλος τῆς ἀσεβείας ἐπειγομένων, καὶ τοὺς ἐκείνων χαρακτηριστικοὺς ἐντυπωσάμενον λόγους.
56Lactantius, Fragmenta [CSEL], 1, 8; 6 (auctor 250-325)
Rzach p. 6, 64—7, 90: Φιρμιανὸς toivov, οὐϰ ἀϑαύμαστος ϕιλόσοϕος xac tspsό; xoo προλεχϑέντος Καπιτωλίον 7svομενος, Trpo; to αὶώνιον ἡμω̄ν ϕω̄ς tov Xptotov βλέψας ὲν ἰδίοις πονήμασι TD εὶρημένα TALC Σιβύλλαις περὶ τη̄ς ὰρρήτου δόξης παρέϑηϰε XAI τὴν ὰλοηγίαν NIC 'Ελληνιϰη̄ς πλάνης δυνατω̄ς ὰπήλεγξε.
57Leo I, Epistolae, 54, 0726A (auctor 440-461)
Αἰδῶ πᾶσαν ἀποβαλὼν, καὶ ἣν περιέκειτο τῆς πλάνης δορὰν ἀποτιναξάμενος, διαῤῥήδην ἐπὶ τῆς ἁγίας συνόδου ἡμῶν διϊσχυρίζετο, λέγων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ δεῖν ἐκ δύο φύσεων μετὰ τὴν ἐνανθρώπησιν, ἐν μιᾷ ὑποστάσει, καὶ ἐν ἑνὶ προσώπῳ παρ' ἡμῶν γνωριζόμενον, μήτε μὴν τὴν σάρκα τοῦ Κυρίου ὁμοούσιον ἡμῖν ὑπάρχειν, οἷα δὴ ἐξ ἡμῶν προσληφθεῖσαν καὶ ἑνωθεῖσαν τῷ Θεῳ Λόγῷ καθ' ὑπόστασιν· ἀλλ' ἔφασκε, τὴν μὲν τεκοῦσαν αὐτὸν Παρθένον κατὰ σάρκα, ὁμοούσιον ἡμῖν εἶναι, αὐτὸν δὲ τὸν Κύριον μὴ εἰληφέναι ἐξ αὐτῆς σάρκα ἡμῖν ὁμοούσιον· ἀλλὰ τὸ τοῦ Κυρίου σῶμα μὴ εἶναι μὲν σῶμα ἀνθρώπου, ἀνθρώπινον δὲ σῶμα τὸ ἐκ τῆς Παρθένου· πάσαις ταῖς ἐκθέσεσι τῶν ἁγίων Πατέρων ἐναντιούμενος.
58Leo I, Epistolae, 54, 0734B (auctor 440-461)
Καὶ γὰρ ἡ ἐκκλησιαστικὴ διοίκησις, καὶ τοῦ θεοφιλεστάτου βασιλέως ἡ πίστις πολλὴν ἡμῖν φροντίδα περὶ τῆς τῶν χριστιανῶν εἰρήνης ἐνέβαλεν· ἵνα περιαιρεθεισῶν τῶν διχονοιῶν ἡ καθολικὴ πίστις ἀμόλυντος διαφυλαχθείη· καὶ τούτων οἵ τινες τὰ φαῦλα ἐκδικοῦσιν, ἀπὸ τῆς πλάνης ἀνακληθέντων, τῇ ἡμετέρᾳ αὐθεντίᾳ, ὧν ἂν δοκιμασθῇ ἡ πίστις, ὀχυρωθῶσι.
59Leo I, Epistolae, 54, 0758A (auctor 440-461)
Οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι, ἀδικίαν ἐμελέτησεν ἐπὶ τῆς κοίτης αὐτοῦ· τί δ' ἂν ἀδικώτερον εἴη τοῦ τὰ ἀσεβῆ φρονεῖν, καὶ τοῖς οὐ φρονοῦσι, καὶ σοφωτέροις μὲ εἴκειν; εἰς τὴν ἄνοιαν δὲ ταύτην ἐμπίπτουσιν, οἱ κατά τι μὲν ἐμπόδιον ἀσαφείας γνῶναι τὸ ἀληθὲς κωλυόμενοι, οὐκ ἐπὶ τὰς προφητικὰς δὲ φωνὰς, οὐκ ἐπὶ τάς τῶν ἀποστόλων γραφὰς, οὐκ ἐπὶ τὰς εὐαγγελικὰς αὐθεντίας, ἀλλ' ἐφ' ἑαυτοὺς ἀνατρέχοντες· καὶ διὰ τοῦτο διδάσκαλοι πλάνης ἀναδεικνύμενοι· ἐπειδὴ τῆς ἀληθείας μαθηταὶ μὴ γεγόνασι, ποίαν γὰρ ἀπὸ τῶν θείων βίβλων παιδείαν τῆς τε παλαιᾶς καὶ καινῆς διαθήκης προσέλαβεν, ὁς οὐδὲ αὐτοῦ τοῦ συμβόλου τῶν προοιμίων ἐδράξατο; καὶ ὅπερ ἀνὰ πᾶσαν τὴν οἰκουμένην τῇ φωνῇ πάντων τῶν ἀναγεννωμένων προφέρεται, τοῦτο κατὰ νοῦν ἔτι τούτου τοῦ γέροντος οὐ λαμβάνεται.
60Leo I, Epistolae, 54, 0766A (auctor 440-461)
Τοιγαροῦν ὃς μένων ἐν μορφῆ Θεοῦ, πεποίηκε τὸν ἄνθρωπον, αὐτὸς ἐν μορφῇ δούλου γέγονεν ἄνθρωπος· φυλάττει γὰρ ἑκατέρα φύσις ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα· καὶ ὥσπερ οὐκ ἀναιρεῖ τὴν τοῦ δούλου μορφὴν ἡ μορφὴ τοῦ Θεοῦ, οὕτως τὴν τοῦ Θεοῦ μορφὴν ἡ τοῦ δούλου μορφὴ οὐκ ἐμείωσεν· ἐπειδὴ γὰρ κατεκαυχᾶτο ὁ διάβολος τὸν ἄνθρωπον τὸν ἠπατημένον ἐκ τῆς πλάνης ἑαυτοῦ, τῶν θείων δωρεῶν ἐστερῆσθαι, καὶ τῶν τῆς ἀφθαρσίας ἀγαθῶν γεγυμνωμένον ὑπὸ τὴν τοῦ θανάτου χαλεπὴν ἀπόφασιν γεγενῆσθαι, καὶ ἐν τοῖς ἰδίοις κακοῖς παραμυθίαν αὐτὸν εὑρηκέναι τινὰ ἐκ τῆς αὐτοῦ τοῦ γεγονότος προδότου κοινωνίας· ὡς καὶ τὸν Θεὸν, τοῦτο τῆς αὐτοῦ δικαιοσύνης ἀπαιτούσης, ἀμεῖψαι περὶ τὸν ἄνθρωπον τὴν οἰκείαν ἀπόφασιν, ὃν ἐν τοσαύτῃ τιμῇ κατεσκεύασε.
61Leo I, Epistolae, 54, 0784A (auctor 440-461)
Ὅθεν, εἰ καὶ Εὐτυχὴς, ὡς αἱ τῶν ἐπισκοπικῶν ὑπομνημάτων τάξεις ἐφανέρωσαν, ἀπείρως καὶ ἀσυνέτως πεπλανῆσθαι ἀποδέδεικται, καὶ ὤφειλεν ἀπὸ τῆς ἰδίας συνειδήσεως τῆς ἀξίως ἀποδοκιμαζομένης ἀναλαβεῖν· ὅμως, sb;επείπερ ἡ ὑμετέρα εὐσέβεια, ἡ εἰς τιμὴν τοῦ Θεοῦ τὴν εὐλαβεστάτην καθολικὴν ἀλήθειαν ἀγαπῶσα, τετύπωσε συνοδικὸν κριτήριον, ὥστε τῷ ἀπείρῳ γέροντι τὴν ἀλήθειαν, περὶ ἣν μάλιστα διέσφαλται, φανεροποιηθῆναι, τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους, Ἰούλιον τὸν ἐπίσκοπον, καὶ Ῥενάτον τὸν πρεσβύτερον, καὶ τὸν ἐμὸν υἱὸν διάκονον Ἱλάρον πέπομφα, τοὺς εἰς τόπον ἐμὸν κατὰ τὴν τοῦ πράγματος ποιότητα δυναμένους ἀρκεῖν, καὶ ἰσχύοντας αὐτὸν εἰς τὴν τοῦ δικαίου καὶ ἀγαθοῦ μεταγαγεῖν διάθεσιν· ἵν' ὅτι περ ἀμφιβάλλεσθαι οὐ δύναται, ὁποῖόν τι τυγχάνει τῆς τῶν χριστιανῶν ὁμολογίας τὸ ἀκέραιον, καὶ πάσης τῆς πλάνης τὸ φαῦλον καταδικασθείη, καὶ, εἰ ἀνανήψειεν, ὃς πεπλάνηται, ὑπὲρ συγγνώμης παρακαλέσων, τὴν τῶν ἐπισκόπων αὐτῷ βοήθειαν ἐπικουρῆσαι.
62Leo I, Epistolae, 54, 0788D (auctor 440-461)
Καὶ τῇ οἰκείᾳ τάξεί ἑαυτὸν ἀποκαταστήσῃ· ὅπερ καὶ τῷ ἐμῷ ἀδελφῷ, καὶ συνεπισκότῳ Φλαυιανῷ ἡ ὑμετέρα φιλανθρωπία γεγραφη κέναι με γινωσκέτω· καὶ τούτοις, οἶς ἐπέμψαμεν ἐντετάλθαι, πρὸς τὸ συγγνώμης ἀξιωθῆναι, εἰ τὰ τῆς πλάνης διορθωθείη· ἵνα δέ με τοῦ εὐσεβεστάτου βασιλέως τῇ διανοίᾳ.
63Leo I, Epistolae, 54, 0798A (auctor 440-461)
Ἠ τοῦ ἡμερωτάτου βασιλέως εὐαγεστάτη πίστις, εἰδυῖα μάλιστα τοῦτο τῇ δόξῃ αὐτῶν διαφέρειν, εἴγε κατὰ τὴν καθολικὴν Ἐκκλησίαν μηδεμιᾶς πλάνης βλαστὸς ἀναφύοιτο, τοῦτο τοῖς θείοις δόγμασι τὸ σέβας ἀπένειμεν· ὥστε πρὸς ἀποτέλεσμα τῆς θείας διατυπώσεως, τῆς ἀποστολικῆς καθέδρας ἐπιθεῖναι τὸ κῦρος ὡς ἂν ἀπ αὐτοῦ τοῦ μακαρίου Πέτρου βουλομένη γενέαθαι κατάδηλον τὸν ἐν τῇ τούτου ὁμολογίᾳ ὑμνούμενον ὅτε λέγοντι τῷ Κυρίῳ· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; διαφόρους μέν τινων ἔφασαν οἱ μαθηταὶ εἶναι τὰς δόξας ὁπηνίκα δὲ ἐπύθετο παρ' αὐτῶν, αὐτοἰ τί πιστεύοιεν, ὁ τῶν ἀποστόλων ἀρχηγὸς, τὸ πλῆρες τῆς πίστεως βραχεῖ λόγῳ περιλαβὼν, Σὺ εἶ, φησὶν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
64Leo I, Epistolae, 54, 0800B (auctor 440-461)
Οἵ τινες εἰς τάξιν ἐμὴν τῇ ἁγίᾳ τῆς ὑμῶν ἀδελφότητος συνόδῳ παρέσονται· καὶ τὰ τῇ κοινῇ μεθ' ὑμῶν γνώμῇ τὰ κατὰ Θεὸν ἀρέσκοντα ψηφιοῦνται· Τουτέστιν, ὥστε ἐν πρώτοις τῆς φθοροποιοῦ πλάνης αὐτοῦ καταδικασθείσης, καὶ οὕτως περὶ τῆς ἑαυτοῦ ἀμαθοῦς πλάνης ἀποκαταστάσεως σκοπηθῆναι· εἴγε ὅλως τὴν τῆς ἀληθείας διδασκαλίαν δεχόμενος, τὸ αἱρετικὸν φρόνημα· ὅπερ ἡ κακοδοξία αὐτοῦ πέφῃνεν ἐμπλακεῖσα, εἰς πλῆρες, καὶ σαφῶς οἰκείᾳ φωνῇ, καὶ ὑπογραφῇ, καταδικάζειν ἀνέχοιτο.
65Leo I, Epistolae, 54, 0800C (auctor 440-461)
Ὅπερ καὶ ἐν τῷ λιβέλλῳ, ὅνπερ πρὸς ἠμᾶς ἀπέστειλε, ποιεῖν ἦν ὑποσχόμενος· διὰ πάντων ἐπαγγελλόμενος, ταῖς ἡμετέραις ἀκολουθεῖν ἀποφάσεσι· δεξάμενος δὲ τὰ γράμματα τοῦ ἐπισκόπου, καὶ συναδελφοῦ ἡμῶν Φλαυιανοῦ, τελεώτερον πρὸς αὐτὸν περὶ τούτων, ἅπερ ἔδοξεν ἐφ' ἡμᾶς ἀναφέρειν, ἀντεγράψαμεν· ἕνα τῆς πλάνης ἀπαλειφομένης τῆς νῦν ἀναφυείσης, εἰς ὕμνον, καὶ δόξαν τοῦ Θεοῦ μία πίστις εἴη κατὰ τὸν πάντα κόσμον, καί μία, καὶ ἡ αὐτὴ ὁμολογία· καὶ ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῇ, ἐπουρανίων, καὶ ἑπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.
66Leo I, Epistolae, 54, 0804A (auctor 440-461)
Εἰ καὶ διὰ τῶν ἡμετέρον γε, ὧν ἀπεστάλκαμεν ἐκ τῆς πόλεως ἐπὶ τοῦ πράγματος τῆς πίστεως, πληρέστατα πρὸς τὸν ἀδελφὸν ἡμῶν φλαυιανὸν διεπεμψάμεθα γράμματα κατὰ τῆς πλάνης τῆς πολλῆς ἀσεβείας.
67Leo I, Epistolae, 54, 0844B (auctor 440-461)
Ἐκλάμπει γὰρ τῆς πίστεως τὸ καθαρὸν, ὅταν ἀπ' οὐτῆς ὁ ῥύπος τῆς πλάνης χωρισθῇ.
68Leo I, Epistolae, 54, 0852A (auctor 440-461)
Καὶ ἐν ὀκτακοσίαις ἐκκλησίαις ἔλαχον ποιμαίνειν· τοσαύτας γὰρ ὁ Κύῤῥος παροικίας ἔχει, ἐν αἷς οὐδὲ ἕν διὰ τὰς ὐμετέρας εὐχὰς μεμένηκε ζιζάνιον· ἀλλὰ πάσης αἱρετικῆς ἐλευθέρωται πλάνης τὸ ἡμετέρον ποίμνιον.
69Leo I, Epistolae, 54, 1002B (auctor 440-461)
Φανερωθέντος, ὡς ηὐχόμεθα, διὰ τῆς τοῦ Θεοῦ χάριτος, τοῦ φωτὸς, καὶ τῆς εὐαγγελικῆς ἀληθείας, καὶ ἀπὸ τῆς καθολικῆς ἐκκλησίας τοῦ σκότους τῆς ὀλεθριωτάτης πλάνης ἐκδιωχθέντος,, ἀφράστως χαίρομεν ἐν τῷ δεσπότῃ, ὅτι τῆς πιστευθείσης ἡμῖν διοικήσεως ὁ κάματος εἰς τὸ πεποθημένον ἔργον ἐξέβη, καθῶς καὶ τῆς σῆς ἐπιστολῆς ὁ τύπος σημαίνει· ὥστε κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν τὸ αὐτὸ λεχθῆναι παρὰ πάντων, καὶ μὴ εἴη ἐν ὑμῖν σχίσματα, εἴημεν δὲ τέλειοι ἐν τῷ αὐτῷ νῷ, καὶ ἐν τῇ αὐτῇ εἰδήσει.
70Leo I, Epistolae, 54, 1104A (auctor 440-461)
Δεξάμενος τῆς σῆς διαθέσεως γράμματα, ἅπερ τὰ τέκνα ἡμῶν Ἀνδείας ὁ πρεσβύτερος καὶ ὁ διάκονος Πέτρος ἐκόμισαν, ἥσθην μὲν, ὅτιπερ ἐπὶ τὸν θρόνον τῆς σῆς ἐπισκοπῆς ἐξόν σοι γέγονεν ἐπιστρέψαι· τῶν δὲ περιστάσεων τῶν σῶν ἁπασῶν συῤῥεουσῶν εἰς τὴν ἀνάμνησιν τὴν ἐμὴν, αἵτινές σε κατά τινας παρεξόδους καμεῖν πεποιήκασιν, ἤλγουν, ὡς ἂν σοῦ σαυτῷ γεγονότος τῶν τοσούτων ἀτυχημάτων αἰτίου, καὶ τὴν ἔνστασιν τὴν περὶ τὸ ἀνθίστασθαι τοῖς αἱρετικοῖς ἀπολέσαντος τοῖς νομίζουσιν οὐκέτι σε μετὰ παῤῥησίας τολμᾷν ἐλέγχειν αὐτοὺς, οὓς ὡμολόγησας ἐπὶ τῆς πλάνης αὐτῶν τῆς ἰδίας ἀρέσκειν σοι.
71Leo I, Epistolae, 54, 0900B (auctor 440-461)
Εἰς τοῦτο τὸ μέγιστον βασίλειον ἠλθομεν Θεοῦ προνοίᾳ καὶ ἐπιλογῇ τῆς ὑπερφυοῦς σνγκλήτου, καὶ παντὸς τοῦ στρατοῦ, ὅθεν ὑπὲρ τῆς εὐλαβοῦς, καὶ καθολικῆς θρησκείας τῆς πίστεως τῶν χριστιανῶν, οὗ τινος τῇ βοηθείᾳ τοῦ ἡμετέρου κράτους πεποίθαμεν ἰθύνεσθαι τὴν δύναμιν, τήν τε σὴν ἁγιωσύνην ἐπισκοπεύουσαν, καὶ ἄρχουσαν τῆς θείας πίστεως, ἱεροῖς γράμμασιν ἐν πρώτοις δίκαιον ἡγησάμεθα προσειπεῖν, προτρεπόμενοι καὶ παρακαλοῦντες, ἵνα ὑπὲρ ἑδραιότητος, καὶ στάσεως τοῦ ἡμετέρου βασιλείου, τὴν αἰώνιον θειότητα ἡ σὴ ἱκετεύῃ ὁσιότης· διὰ τὸ καὶ τὴν ἡμετέραν πρόθεσιν, καὶ τὸν πόθον τοιοῦτον ὑπάρχειν, ὥστε πάσης ἀσεβοῦς πλάνης ἀποκινηθείσης, διὰ τῆς συγκροτηθείσης ταύτης συνόδου, σοῦ αὐθεντοῦντος, μεγίστη εὶρήνη περὶ πάντας τοὺς ἐπισκόπους τῆς καθολικῆς πίστεως ὑπαρχθείη, παντὸς μύσους καθαρὰ καὶ ἄσπιλος γενομένη.
72Leo I, Epistolae, 54, 0906A (auctor 440-461)
Θεῖαι συλλαβαί ἀπεστάλησαν γὰρ παρὰ τῆς θείας μνήμης Πουλχερίας πρὸς τὸν αὐτὸν ἁγιώτατον· ἄνδρα, μηνύουσαι τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον Κωνσταντινουπόλεως Ἀνατόλιον, χωρισθείσης πλάνης, ἔναγχος τῇ πεμφθείσῃ ἐπιστολῇ πρὸς τὸν τῆς ἁγίας μνήμης Φλαυιανὸν, ἄνευ τινὸς μελλησμοῦ ὑπογεγραφηκέναι· καί τινα ἤδη ἐν τοῖς τῆς ὰνατολῆς μέρεσι σύνοδον εἶναι ὲπιτελεστέαν.
73Leo I, Epistolae, 54, 0906B (auctor 440-461)
Ὁ ἁγιώτατος τοίνυν τῆς ἐνδόξου Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀνατόλιος ἐν τῇ αὐτῇ δίεμεινε πίστει τε, καὶ θρησκείᾳ, καὶ τῶν σῶν γραμμάτων τὴν ἀποστολικὴν ὁμολογίαν περιπτύσσεται, τῆς πλάνης ἀποβληθείσης ἐκείνης, ἥ τις παρά τινων νῦν ἀνέκυψε· καθὼς καὶ ἐκ τῶν αὐτοῦ γραμμάτων ἔτι σαφέστερον ἐπιγνῶναι ἡ σὴ δύναται ἁγιότης· τῇ τε γὰρ ἐπιστολῇ ὁμοίως τῆς καθολικῆς πίστεως, ἥν τινα πρὸς τῆς ἁγίας μνήμης Φλαυιανὸν τὸν ἐπίσκοπον ἡ σὴ μακαριότης ἀπέστειλε, δίχα τινός ὑπερθέσεως ὑπέγραψε· καὶ διὰ τοῦτο ἡ σὴ εὐλάβεια, καθ' ὃν ἂν φανείη τρόπον, σημᾶναι καταξιώσει· ἵνα πὰντες, καὶ πάσης τῆς ἁνατολῆς οἱ ἐπίσκοποι, Θρᾴκης τε, καὶ Ἰλλυρικοῦ, καθὼς καὶ τῷ ἡμέτέρῳ δεσπότῃ τῷ εὐσεβεστάτῳ βασιλεῖ τῷ ἐμῷ συζύγῳ ἀρέσκει, εἰς μίαν πόλιν τὴν ταχίστην ἀπὸ τὼν ἀνατολικῶν μερῶν παραγένωνται· κᾀκεῖσε γενομένης συνόδου περί τε τῆς καθολικῆς ὁμολογίας, καὶ περὶ τούτων τῶν ἐπισκόπων, οἴ τινες πρὸ τούτου ἐχωρίσθησαν, καθὼς ἡ πίστις, καὶ ἡ χριστιανικὴ εὐσέβεια ἀπαιτεῖ, σοῦ αὐθεντοῦντος ὁρίσωσιν.
74Leo II, Epistolae, 96, 0399B
Τὸ τῆς ὀρθοδοξίας φῶς ἀνατέταλκε· τὸ τῆς πλάνης σκότος καθυποδέδυκεν.
75Leo II, Epistolae, 96, 0407D
Καὶ ὡσαύτως ἀναθεματίζομεν τούς ἐφευρετὰς τῆς νέας πλάνης· τοτέστι Θεόδωρον τὸν τῆς Φαρὰν ἐπίσκοπον, Κῦρον τὸν Ἀλεξανδρείας, Σέργιον, Πύῤῥον, Παῦλον, Πέτρον, τοὺς τῆς Ἐκκλησίας Κωνσταντινουπόλεως ὑποκαθιστὰς μᾶλλον, ἤπερ καθηγητάς, οὐ μὴν ἀλλὰ καὶ Ὁνώριον, ὅστις ταύτην τὴν ἀποστολικὴν Ἐκκλησίαν οὐκ ἐπεχείρησε διδασκαλίᾳ ἀποστολικῆς παραδόσεως ἀγνίσαι, ἀλλὰ τῇ βεβήλῳ προδοσίᾳ μιανθῆναι τὴν ἅσπιλον παρεχώρησε.
76Leo II, Epistolae, 96, 0410B
Καὶ πάντας δὲ τοὺς ἐν τῇ ἑαυτῶν πλάνῃ τελευτήσαντας· ὡσαύτως δὲ βδελυττόμεθα καὶ ἀναθεματίζομεν τοὺς τούτων μιμητὰς καὶ συνίστορας, τούς τε ἤδη ἔκπαλαι καὶ μέχρι τοῦ νῦν ὄντας, τουτέστι Μακάριον τὸν γενόμενον ἀπατεῶνα τῆς Ἀντιοχέων Ἐκκλησίας ἅμα τῷ σὺν αὐτῷ τῆς πλάνης μαθητῇ, μᾶλλον δὲ διδασκάλῳ Στεφάνῳ· καὶ σὺν αὐτοῖς Πολυχρόνιον τὸν νέον ὡς ἀληθῶς Σίμωνα· ὅστις τῇ φαντασίᾳ παιζόμενος τῆς αἱρετικῆς φαυλότητος ἐγείρειν νεκροὺς ἐπηγείλατο· τοῦ δὲ ἀποτελέσματος τῇ ματαίᾳ αὐτοῦ κατατολμήσει μὴ ἑπομένου, ἐν πᾶσιν ἀπατεὼν ἐδείχθη· ἔτι δὲ καὶ τοὺς τὰ ὅμοια αὐτῶν φρονήσαντας, ἢ φρονοῦντας, τοὺς δηλονότι ἓν θέλημα καὶ μίαν ἐνέργειαν φάσκειν κατατολμήσαντας, ἢ κατατολμῶντας, ἢ μέλλοντας κατατολμᾷν ἐπὶ τῶν δύο φύσεων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὓς ἀπεκήρυξεν ἡ προμνημονευομένη ἁγία καὶ οἰκουμενικὴ ἕκτη σύνοδος.
77Leo II, Epistolae, 96, 0411B
Συναθροίσθητε οὖν καὶ συνέλθετε, ὦ θεοσεβέστατοι παντὸς τοῦ κόσμου οἱ λαοὶ, ἅμα τοῖς ἱερεῦσι τῶν τοῦ Θεοῦ Ἐκκλησιῶν, ἄσατε μεγάλῃ τῇ φωνῇ λέγοντες· Ἐνίκησεν ὁ νέος Δαβὶδ, ὁ συστατικώτατος τῶν Αὐγούστων, οὐ μόνον ἐν χιλιάσιν· οὐδὲ γὰρ τὴν καθολικὴν νίκην τοῦ εὐαγγελικοῦ κηρύγματος δυνήσεταί τις ἀριθμητικῶς συμπεριλαβεῖν· ἀλλ' ἔτι μὴν καὶ αὐτὸν τὸν ἀρχηγὸν καὶ πολέμιον καὶ ἡγεμόνα καὶ ἐρεθιστὴν πάντων τῶν κακῶν καὶ τῆς πλάνης τὸν διάβολον μετὰ τῶν αὐτοῦ ταγμάτων καὶ τῶν συνδρόμων τῷ ὅπλῳ τῆς ἀληθοῦς ὀρθοδόξου καὶ ἀποστολικῆς παραδόσεως καὶ ὁμολογίας κατέσβεσεν.
78Martinus I, Epistolae, 87, 0122C
Ἐξ οὗ φωτισθέντες, κρατοῦμεν τὴν εἰς αὐτὸν ὁμολογίαν ἀσάλευτον, μέχρις ἂν καταντήσωμεν οἱ πάντες, εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως αὐτοῦ, εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος αὐτοῦ, ἵνα καὶ μηκέτι ὦμεν νήπιοι, καὶ κληδονιζόμενοι, καὶ περιφερόμενοι, παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὰς μεθοδείας τῆς πλάνης τοῦ διαβόλου, τοῦ πάντοτε τὰ οἰκεῖα σπουδάζοντος ἐνεργεῖν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.
79Martinus I, Epistolae, 87, 0123B
Αὐτῶν οὖν τῶν ταῦτα διδασκόντων ἡμᾶς ἁγίων Πατρῶν τὴν εὐθείαν ὁδὸν, ἤγουν τὴν ὀρθόδοξον πίστιν ἀπωσάμενοί τε καὶ ἀπολιπόντες οἱ ῥηθέντες ἀντικείμενοι ἄνδρες, ἐπορεύθησαν τῇ ὁδῷ τοῦ Βαλαὰμ, τοῦ Βοσὸρ, τουτέστι τῇ κακοπιστίᾳ τῶν αἱρετικῶν, καὶ τῇ αὐτονομίᾳ τῆς πλάνης αὐτῶν ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τῆς ἀπειθείας αὐτῶν ἐσκληρύνθησαν, ἀστέρες ὄντες πλανῆται, καὶ νεφέλαι ἄνυδροι, καὶ δένδρα φθινοπωρινὰ ἄκαρπα, δὶς ἀποθανόντα καὶ ἐκριζωθέντα, κύματα ἄγρια θαλάσσης ἀπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται μὴ μεταβαλλομένοις, ἀλλὰ τῇδε κᾲκεῖσε, τὸν μολυσμὸν τῆς οἰκείας αἱρέσεως, ἀφόβως ἐξακοντίζουσιν, οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ προέκριναν τῶν εὐσεβῶν τῆς καθολικῆς Ἐκκλησίας δογμάτων, τὰ τῶν αἱρετικῶν ἠπατημένα συγγράμματα πρὸς τὸ πᾶσι τρόποις σπουδάζειν, ἢ πλανῆσαι τοὺς ἀκεραιοτέρους, ἢ διῶξαι τοὺς ἐν Κυρίῳ μονιμωτέρους.
80Martinus I, Epistolae, 87, 0126D
Ἐπειδὴ δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων οἱ δι' ἐναντίας ἐτόλμησαν εἰς δέλεαρ τῶν ἁπλουστέρων καὶ συγκάλυψιν τῶν ἰδίων ἀτοπημάτων, ἐγγράφως ἀποφήνασθαι καὶ εἰπεῖν τὰ τῆς αὐτῶν ἀσεβοῦς καινοτομίας ἀβέβαια δόγματα, ταῦτα τῆς εὐσεβείας ὑπάρχειν τὰ δόγματα, ἃ παραδεδώκασιν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου γενόμενοι, καὶ οἱ καθεξῆς τούτων διάδοχοι θεόπνευστοι τῆς Ἐκκλησίας Πατέρες, καὶ αἱ ἅγιαι οἰκουμενικαὶ πέντε σύνοδοι· προσηκόντως ἡμεῖς λογισάμενοι φοβερὸν ὑπάρχειν καὶ θείας ἀγανακτήσεως πρόξενον, τὸ ταῦτα παριδεῖν πολεμοῦντα τὴν καθολικὴν Ἐκκλησίαν, ἵνα μὴ κατακριθῶμεν ὡς ἀτελεῖς, καὶ ἀγύμναστα κεκτημένοι τὰ αἰσθητήρια τῆς ψυχῆς πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ, προθύμως χάριτι Θεοῦ συνεληλύθαμεν ἐν ταύτῃ τῇ τῶν Ῥωμαίων φιλοχρίστῳ πόλει, πρὸς βεβαίωσιν μὲν τῶν εὐσεβῶν τῆς Ἐκκλησίας κηρυγμάτων, ἀναίρεσιν δὲ τῶν ἀσεβῶν τῆς καινοτομίας δογμάτων, μιμήσει τῶν προηγησαμένων ἡμᾶς ἁγίων Πατρῶν, οἵ τινες ἐξ εἰλικρινοῦς ὁμονοίας καὶ τῆς ἐπὶ τὸ αὐτὸ θεοφιλοῦς συνελεύσεως, πᾶσαν κατήργησαν αἵρεσιν, καὶ πάντας ἐτροπώσαντο τοὺς αἱρετικοὺς, ἐλευθερώσαντες ἐκ τῆς πλάνης αὐτῶν τὴν καθολικὴν Ἐκκλησίαν· ἐπειδὴ τὰ ἐκ συνδρομῆς ἱερᾶς, ἤτοι πνευματικῆς γινόμενα συμφωνίας ἁγίων Πατρῶν, ἰσχυρὰν ἔχει καὶ ἀκαταμάχητον κατὰ τῶν ἀντικειμένων τὴν δυνάμιν· « Ἐπὶ στόματος γὰρ, φησὶ, δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, » καὶ· « Τὸ σπαρτίον οὐ ταχέως ἀποῤῥαγήσεται, » καί· « Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ἰσχυρὰ καὶ ὑψηλή· » ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.
81Martinus I, Epistolae, 87, 0130B
Ἐπειδὴ τὸ Πνεῦμα ἀῤῥήτως λέγει· Ὅτι ἐν ἐσχάτοις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης, καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν.
82Martinus I, Epistolae, 87, 0157C
Μάλιστα δὲ ἀκούων τοῦ λέγοντος· Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψει τις αὐτὸν, γνωσκέτω, ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν, καὶ πάλιν· Ἐὰν ἐξάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτοὺς.
83Martinus Legionensis, Sermones, 208, 0964B (auctor c.1130–1203)
Dictae autem planetae, άπὸ τῆς πλανης, id est ab errore: nam interdum in austrum, interdum in septentrionem, plerumque contra mundum, nonnunquam vero cum mundo feruntur.
84Petrus Lombardus, Commentaria in Psalmos, 191, 1161B (auctor c.1096-1164)
Sexta, πλάνης, id est erroris.
85Plato, Hippias, p3, 376; 14 (auctor c.425BC-347BC)
καὶ ἐμὲ μὲν οὐδὲν θαυμαστὸν πλανᾶσθαι οὐδὲ ἄλλον ἰδιώτην· εἰ δὲ καὶ ὑμεῖς πλανήσεσθε οἱ σοφοί, τοῦτο ἤδη καὶ ἡμῖν δεινὸν εἰ μηδὲ παρ' ὑμᾶς ἀφικόμενοι παυσόμεθα τῆς πλάνης.
86Plato, Parmenides, p1, 136; 8 (auctor c.425BC-347BC)
ἢ οὐχ ὁρᾷς ὅσον ἔργον προστάττεις· εἰ μὲν οὖν πλείους ἦμεν, οὐκ ἂν ἄξιον ἦν δεῖσθαι· ἀπρεπῆ γὰρ τὰ τοιαῦτα πολλῶν ἐναντίον λέγειν ἄλλως τε καὶ τηλικούτῳ· ἀγνοοῦσιν γὰρ οἱ πολλοὶ ὅτι ἄνευ ταύτης τῆς διὰ πάντων διεξόδου τε καὶ πλάνης ἀδύνατον ἐντυχόντα τῷ ἀληθεῖ νοῦν σχεῖν.
87Plato, Phaedo, p1, 81; 2 (auctor c.425BC-347BC)
οὐκοῦν οὕτω μὲν ἔχουσα εἰς τὸ ὅμοιον αὐτῇ τὸ ἀιδὲς ἀπέρχεται, τὸ θεῖόν τε καὶ ἀθάνατον καὶ φρόνιμον, οἷ ἀφικομένῃ ὑπάρχει αὐτῇ εὐδαίμονι εἶναι, πλάνης καὶ ἀνοίας καὶ φόβων καὶ ἀγρίων ἐρώτων καὶ τῶν ἄλλων κακῶν τῶν ἀνθρωπείων ἀπηλλαγμένῃ, ὥσπερ δὲ λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς τὸν λοιπὸν χρόνον μετὰ θεῶν διάγουσα· οὕτω φῶμεν, ὦ Κέβης, ἢ ἄλλως· οὕτω νὴ Δία, ἔφη ὁ Κέβης.
88Plato, Respublica, 1e, 505; 10 (auctor c.425BC-347BC)
τί δὲ οἱ τὴν ἡδονὴν ἀγαθὸν ὁριζόμενοι· μῶν μή τι ἐλάττονος πλάνης ἔμπλεῳ τῶν ἑτέρων· ἢ οὐ καὶ οὗτοι ἀναγκάζονται ὁμολογεῖν ἡδονὰς εἶναι κακάς· σφόδρα γε.
89Plotinus, Enneades, 1, 3, 4; 3 (auctor c.205-270)
Παύσασα δὲ τῆς περὶ τὸ αἰσθητὸν πλάνης ἐνιδρύει τῷ νοητῷ κἀκεῖ τὴν πραγματείαν ἔχει τὸ ψεῦδος ἀφεῖσα ἐν τῷ λεγομένῳ ἀληθείας πεδίῳ τὴν ψυχὴν τρέφουσα, τῇ διαιρέσει τῇ Πλάτωνος χρωμένη μὲν καὶ εἰς διάκρισιν τῶν εἰδῶν, χρωμένη δὲ καὶ εἰς τὸ τί ἐστι, χρωμένη δὲ καὶ ἐπὶ τὰ πρῶτα γένη, καὶ τὰ ἐκ τούτων νοερῶς πλέκουσα, ἕως ἂν διέλθῃ πᾶν τὸ νοητόν, καὶ ἀνάπαλιν ἀναλύουσα, εἰς ὃ ἂν ἐπ᾽ ἀρχὴν ἔλθῃ, τότε δὲ ἡσυχίαν ἄγουσα, ὡς μέχρι γε τοῦ ἐκεῖ εἶναι ἐν ἡσυχίαι, οὐδὲν ἔτι πολυπραγμονοῦσα εἰς ἓν γενομένη βλέπει, τὴν λεγομένην λογικὴν πραγματείαν περὶ προτάσεων καὶ συλλογισμῶν, ὥσπερ ἂν τὸ εἰδέναι γράφειν, ἄλλῃ τέχνῃ δοῦσα· ὧν τινα ἀναγκαῖα καὶ πρὸ τέχνης ἡγουμένη, κρίνουσα δὲ αὐτὰ ὥσπερ καὶ τὰ ἄλλα καὶ τὰ μὲν χρήσιμα αὐτῶν, τὰ δὲ περιττὰ ἡγουμένη καὶ μεθόδου τῆς ταῦτα βουλομένης.
90Plotinus, Enneades, 5, 5, 12; 10 (auctor c.205-270)
Ἀλλ᾽ οὖν ἡ τῆς πλάνης αἰτία τὸ μετέχειν ἄμφω τοῦ αὐτοῦ καὶ πρότερον τὸ ἓν ἀμφοτέρων εἶναι, καὶ ὅτι κἀκεῖ τὸ μὲν ἀγαθὸν αὐτὸ οὐ δεῖται τοῦ καλοῦ, τὸ δὲ καλὸν ἐκείνου.
91Plotinus, Enneades, 5, 9, 1; 4 (auctor c.205-270)
Τρίτον δὲ γένος θείων ἀνθρώπων δυνάμει τε κρείττονι καὶ ὀξύτητι ὀμμάτων εἶδέ τε ὥσπερ ὑπὸ ὀξυδορκίας τὴν ἄνω αἴγλην καὶ ἤρθη τε ἐκεῖ οἷον ὑπὲρ νεφῶν καὶ τῆς ἐνταῦθα ἀχλύος καὶ ἔμεινεν ἐκεῖ τὰ τῇδε ὑπεριδὸν πάντα ἡσθὲν τῷ τόπῳ ἀληθινῷ καὶ οἰκείῳ ὄντι, ὥσπερ ἐκ πολλῆς πλάνης εἰς πατρίδα εὔνομον ἀφικόμενος ἄνθρωπος.
92Plotinus, Enneades, 6, 7, 23; 1 (auctor c.205-270)
Ἐκεῖ δή, ὃ ψυχὴ διώκει, καὶ ὃ νῷ φῶς παρέχει καὶ ἐμπεσὸν αὐτοῦ ἴχνος κινεῖ, οὔτοι δεῖ θαυμάζειν, εἰ τοιαύτην δύναμιν ἔχει ἕλκον πρὸς αὑτὸ καὶ ἀνακαλούμενον ἐκ πάσης πλάνης, ἵνα πρὸς αὐτὸν ἀναπαύσαιτο.
93Rabanus Maurus, Liber de computo, 107, 0690A (auctor 780-856)
Dictae autem planetae apo tes planes [ἀπὸ τῆς πλάνης], id est, ab errore. Nam interdum in austrum, interdum in septentrionem, plerumque contra mundum, nonnunquam cum mundo feruntur.