'ποινή' - search in All Authors, Showing 1 to 8 of 8 hits

1Agatho papa, Epistolae, 87, 1171D
» Ὅπου τοιαύτη ἐπίκειται ποινὴ κολάσεως τοῖς στρεβλοῦσιν, ἢ παρασιωπῶσι τὴν ἀλήθειαν, πῶς οὐκ ἔστι φευκτέα ἡ ὑπεξαίρεσις ἀπὸ τῆς ἀληθείας τῆς Δεσποτικῆς πίστεως; Ὅθεν καὶ οἱ τῆς ἀποστολικῆς μνήμης οἱ προηγησάμενοι τὴν ἐμὴν μετριότητα ταῖς δεσποτικαῖς διδασκαλίαις κατηρτισμένοι, ἐξότου καινοτομίαν αἱρετικὴν εἰς τὴν τοῦ Χριστοῦ ἄμωμον Ἐκκλησίαν οἱ πρόεδροι τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας εἰσαγαγεῖν ἐπεχείρουν, οὐδέποτε ἠμέλησαν τούτους προτρέψασθαι, καὶ παρακαλοῦντες ὑπομνῆσαι, ἵνα ἀπὸ τοῦ φαύλου δόγματος τῆς αἱρετικῆς πλάνης κᾂν σιωπῶντες ἀποστήσωνται, μήπως ἐκ τούτου προοίμιον διαχωρισμοῦ ἐν τῇ ἑνώσει τῆς Ἐκκλησίας ποιήσωσιν, ἓν θέλημα, καὶ μίαν ἐνέργειαν τῶν δύο φύσεων διαβεβαιούμενοι ἐν τῷ ἑνὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ὅπερ καὶ οἱ Ἀρειανοὶ, καὶ οἱ Ἀπολλιναρισταὶ, καὶ οἱ Εὐτυχιανισταὶ, καὶ οἱ Τιμοθεανοὶ, καὶ οἱ Ἀκέφαλοι, οἱ Θεοδοσιανοὶ, καὶ οἱ Γαϊανῖται, καὶ πᾶσα παντελῶς αἱρετικὴ μανία, ἥ τε τῶν συγχεόντων, ἥ τε τῶν διαιρούντων τὸ μυστήριον τῆς Ἐνανθρωπήσεως τοῦ Χριστοῦ ἐδίδαξαν.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0657C
Εἰ καὶ ἀξία ποινὴ τῶν τοιούτων ὑμῶν πλημμελημάτων καὶ βλασφημιῶν οὐχ ὕπεσῃ, τῷ δικαίῳ ὑμᾶς περὶ τῆς μείζονος καταλιπόντες κριτῆ, ἐν τῷ παρόντι βίῳ, καὶ ἐν τούτῳ τὴν τῶν νόμων κενοῦντες ἀκρίβειαν, κερδανόντων ὑμῶν τὸ ζῇν, ψηφιζόμεθα ὑμῖν, τὸν παρόντα ἡμῖν πανεύφημον ἔπαρχον, αὐτίκα παραλαμβάνοντα ὑμᾶς ἐν τῷ κατ' αὐτὸν πολυαρχικῷ πραιτωρίῳ, καὶ νεύροις τὰ μετάφρενα τύπτοντα, [Μάξιμον καὶ Ἀνάστασιον καὶ Ἀναστάσιον, τὸ ὄργανον τῆς ὑμῶν Μαξίμου καὶ Ἀναστασίου καὶ Ἀναστασίου] ἀκολασίας, τουτέστι τὴν βλάσφημον ὑμῶν γλῶσσαν ἔδοθεν ἐκτερεῖν.
3Aulus Gellius, Noctes Atticae, 5, 11, 12; 12 (auctor c.125–c.180)
Inter enim pulcherrimam feminam et deformissimam media forma quaedam est, quae et a nimiae pulcritudinis periculo et a summae deformitatis odio vacat; qualis a Quinto Ennio in Melanippa perquam eleganti vocabulo stata' dicitur, quae neque κοινή futura sit neque ποινή .
4Hesiodus, Opera et dies, 737; 6 (auctor fl.c.700BC)
μηδ' ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.
5Hesiodus, Opera et dies, 737; 8 (auctor fl.c.700BC)
μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστ' ἐπὶ καὶ τῷ ποινή.
6Homerus, Ilias, 13, 640; 5 (auctor fl.700BC)
τόν μέν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο, ἐς δίφρον δ' ἀνέσαντες ἄγον προτί Ἴλιον ἱρήν ἀχνύμενοι· μετά δέ σφι πατήρ κίε δάκρυα λείβων, ποινή δ' οὔ τις παιδός ἐγίγνετο τεθνηῶτος.
7Homerus, Ilias, 14, 475; 4 (auctor fl.700BC)
φράζεσθ' ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινή δηρόν ἄτιτος ἔῃ· τώ καί κέ τις εὔχεται ἀνήρ γνωτόν ἐνί μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.
8Iustinianus I Augustus, Novellae selectae, 72, 0980C (auctor c.482–565)
Γραφέσθω τε παρὰ μηδενὸς τὸ λοιπὸν, μηδὲ τῶν εἰς κάλλος, μηδὲ τῶν εἰς τάχος γραφόντων, μηδὲ ἄλλου τινὸς τῶν πάντων, εἰδότος ὡς ἀποκοπὴ χειρὸς ἔσται τοῖς τὰ ἐκείνου γράφουσιν ἡ ποινή.