'πράγμα' - search in All Authors, Showing 1 to 367 of 367 hits

1Agapetus I, Epistolae, 66, 0049B
Καὶ τοῦτο δὲ πιστεύομεν τῇ αὐτοῦ ἀξίᾳ προστεθῆναι, ὅπερ ἐκ τῶν χρόνων τοῦ ἀποστόλου Πέτρου, οὐδένα ἄλλον οἱαδὴποτε ἀνατολικὴ ἐκκλησία ἐδέξατο ἐπίσκοπον ταῖς χερσὶν τῆς ἡμετέρας καθέδρας χειροτονηθέντα, καὶ τυχὸν ἢ εἰς ἀπόδειξιν ἐπαίνου αὐτοῦ, ἣ εἰς κατάλυσιν τῶν ἐχθρῶν τῆς ἐνστάσηως εἰς τοσοῦτον πρᾶγμα προέβη, ὥστε ἐκείνοις αὐτὸν εἶναι δοκεῖν ὅμοιον, οὃς ἐν τούτοις ποτὲ τοῖς μέρεσιν αὐτοῦ τῶν ἀποστολων τοῦ πρώτου ἐχειρότόνησεν ἡ ἐπιλογὴ.
2Agatho papa, Epistolae, 87, 1226B
Εἶτα ἠλπίζομεν ἀπὸ Βρεττανίας Θεόδωρον τὸν σύνδουλον ἡμῶν καὶ συνεπίσκοπον, τῆς μεγάλης νήσου Βρεττανίας ἀρχιεπίσκοπον καὶ φιλόσοφον, μετὰ ἄλλων ἐκεῖσε κατὰ τὸν τόπον διαγόντων, ἐκεῖθεν τῇ ἡμετέρᾳ ἑνωθῆναι μετριότητι, καὶ διαφόρους ταύτης τῆς συνόδου ἐπισκόπους ἐν διαφόροις κλίμασι τυγχάνοντας, ἵνα ἐξ ὅλης τῆς κοινότητος τῆς δουλικῆς ἡμῶν συνόδου ἡ ἡμετέρα ἀναφορὰ γενήσοιτο, μήπως ἐὰν μονομερῶς τὸ πραττόμενον γνωσθήσηται, τὸ μέρος λάθῃ· καὶ μάλιστα ἐπειδὴ ἐν μέσῳ τῶν ἐθνῶν τῶν τε Λογγοβάρδων, καὶ Σκλάβων, οὐ μὴν ἀλλὰ καὶ Φράγκων, Γότθων, καὶ Βρεττανῶν πλεῖστοι ἐκ τῶν συνδούλων ἡμῶν εἶναι γνωρίζονται, οἵτινες καὶ περὶ τούτου περιεργάζεσθαι οὐκ ἀφίστανται, ἵνα γνώσωνται, τί εἰς τὸ πρᾶγμα τῆς ἀποστολικῆς πίστεως πράττεται· οἵτινες ὁπόσον ὠφελῆσαι δύνανται, ἐπὰν ἐν τῇ συμφωνίᾳ τῆς πίστεως μεθ' ἡμῶν κρατῶνται, καὶ ἡμῖν ὁμοφωνῶσι, τοσοῦτον, ὅπερ ἀπέστω, ἐὰν σκάνδαλόν τί ποτε ἐν τῷ κεφαλαίῳ τῆς πίστεως ὑπομείνωσιν, εὑρίσκονται ἐχθροὶ καὶ ἐναντίοι.
3Agatho papa, Epistolae, 87, 1199B
Ἀλλ' ἵνα μή πως τῶν πολλῶν ῥημάτων φορτικὴ νομισθῇ ἡ δικαιολογία, καὶ μάλιστα οἷς τισι τὸ πρᾶγμα[L., ἡ φροντὶς] καὶ ἡ διοίκησις ὅλου τοῦ κόσμου ὡς ἐν ἰσχυρῷ θεμελίῳ ἐπίκειται, ὀλίγας ἀπὸ τῶν ἀναριθμήτων ταύτῃ τῇ μετρίᾳ ἀναφορᾷ ἐντάξαι τῶν ἁγίων Πατέρων μαρτυρίας ἐσπουδάσαμεν· ἐπειδὴ καὶ τοῦτο ἀσύγκριτον πάνυ καὶ μέγιστόν ἐστιν, ἵνα τῆς φροντίδος ὅλης τῆς Χριστιανικωτάτης πολιτείας ἐπ' ὀλίγον κωλυθείσης, ὑπὲρ πόθου τῆς ἀληθοῦς πίστεως ζέουσα, τοῦ ἀποστολικοῦ κηρύγματος τὴν διδασκαλίαν ἐξηνθισμένως ἐπιγνῶναι ἐπιθυμήσῃ ἡ σεβασμία καὶ ὑμῶν φιλανθρωπία.
4Agatho papa, Epistolae, 87, 1199B
Ἀληθῶς γὰρ ἐκ διαφόρων ἐγκρίτων Πατέρων τῆς ὀρθοδόξου πίστεως ἡ ἀλήθεια ἐφάνη, εἰ καὶ ὀλίγαις μαρτυρίαις· ἐπειδὴ πρᾶγμα ἠνεῳγμένον καὶ πᾶσι φανερὸν οἱ ἐπαινετοὶ Πατέρες περισσὸν ἔκριναν φράζειν.
5Agatho papa, Epistolae, 87, 1210D
Ταῦτα διὰ τοῦτον τὸν παντοδύναμον Θεὸν τοῖς ἐσχάτοις χρόνοις τῆς ὑμῶν ἡμερότητος εἰς τὸ διορθώσασθαι πιστεύομεν φυλάξαι, ἵνα καὶ τὸν τόπον, καὶ τὸν ζῆλον αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Ξριστοῦ τοῦ τὸ ὑμέτερον κράτος καταξιώσαντος στέψαι, ποιοῦντες ἐπὶ γῆς ὑπὲρ τῆς αὐτοῦ εὐαγγελικῆς καὶ ἀποστολικῆς ἀληθείας δικαίαν κρίσιν προαγάγητε· ὅστις τοῦ ἀνθρωπίνου γένους λυτρωτὴς καὶ σωτὴρ ὑπάρχων, μέχρι τῆς σήμερον ὑβριζόμενος ἠνέσχετο, καὶ τῷ κράτει τῆς ὑμετέρας ἀνδρειότητος ἐνέπνευσεν, ἵνα τῆς αὐτοῦ πίστεως τὸ πρᾶγμα, καθὼς τὸ δίκαιον ἀπαιτεῖ, καὶ τῶν ἁγίων Πατέρων καὶ τῶν ἱερῶν οἰκουμενικῶν πέντε συνόδων ἐψηφίσατο ἡ διδασκαλία καταξιώσητε ἐπεξελθεῖν [ἐξακολουθῆναι], καὶ τοῦ λυτρωτοῦ καὶ συμβασιλέων τὴν περὶ τῆς πίστεως αὐτοῦ ὕβριν, διὰ τῆς αὐτοῦ προστασίας ἀπὸ τῶν καταφρονησάντων ἐκδικήσητε, τὸ προφητικὸν ἐκεῖνο λόγιον μετὰ βασιλικῆς φιλανθρωπίας μεγαλοψύχως ἀναπληροῦντες, ὅθεν [ἴσ., ὅπερ] ὁ βασιλεὺς καὶ προφήτης Δαβὶδ πρὸς τὸν Θεὸν φθέγγεται.
6Agatho papa, Epistolae, 87, 1211A
» Ὧιτινι καὶ ἐν τοῖς Ψαλμοῖς ἐπαγγέλλεται· « Ηὗρον Δαβὶδ τὸν δοῦλὸν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν· ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτὸν, » ὅπως οὗτινος τὸ πρᾶγμα τῇ ζεούσῃ σπουδῇ ἡ τῆς Χριστιανικωτάτης ὑμῶν βασιλείας εὐσέβεια ἀγωνίζεται ἀποτελέσαι, πασας τὰς πραξεις τοῦ ἀνδρειοτάτου ὑμῶν κράτους εὐτυχεῖς καὶ αἰσίας ποιήσῃ, ὃς ἐν τοῖς ἑαυτοῦ ἁγίοις Εὐαγγελίοις ἐπαγγέλλεται φάσκων· « Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
7Agatho papa, Epistolae, 87, 1211C
Ὅθεν καὶ ἔπαινος ἀπὸ πάντων τῶν ἐθνῶν τῶν Χριστιανῶν, καὶ αἰωνίζουσα μνήμη, καὶ συνεχὴς εὐχὴ πλεονάσει ὑπὲρ ῥώσεως, καὶ τῆς δωρηθησομένης τροπαιούχου καὶ τελείας νίκης ἀπὸ τοῦ Δεσπότου Χρίστοῦ, οὗτινος καὶ τὸ πρᾶγμα ἐστιν, ὅπως τῆς ἀνωτάτης μεγαλειότητος τῷ φόβῳ πληγέντα τὰ γένη τῶν ἐθνῶν ὑπὸ τοῖς σκηπτροις τοῦ ῥωμαλέου ὑμῶν κράτους τοὺς ἑαυτῶν αὐχένας ταπεινωθέντες ὑποστρώσωσιν, ἵνα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας κραταιωθῇ ἡ δυναστεία, ἕως τὸ χρονικὸν κράτος ἡ διαιωνίζουσα μακαριότης τῆς οὐρανίου [ἀιδίου] διαδέξηται βασιλείας.
8Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605C
Ἀπροαίρετον γὰρ πρᾶγμα τὸ ὄναρ· Μόνα δὲ τὰ προαιρετικὰ κολάζει ὁ νόμος, εἴπερ αὐτῷ ἐναντιοῦται.
9Anonymi, Frg. Bobiense de uerbo = ad Seuerianum, p. 44, l. 25 (opus c.520)
similiter et Graeci, ἐπιτέτευγμαι ἐπιτέτευξαι ἐπιτέτευκται ἄρχων τῇ πόλει, καὶ πληθυντικῶς ἐπιτετεύγμεθα ἐπιτέτευχθε ἐπιτετευγμένοι εἰσὶν ἄρχοντες τῇ πόλει κατὰ τὴν ἐντελῆ λέγεται κλίσιν· συνέβη δὲ συμπαρεῖναι τῇ θεᾷ, ἐπιστῆναι δειπνοῦσιν, ἢ πάλιν συνέβη ταραχὴν γεγενῆσθαι, πόλεμον ἐγηγέρθαι, οὐδεμία προσώπων ἢ ἀριθμῶν ἔμφασις ὡρισμένων· οὐ γὰρ εἰς τρίτον πρόσωπον, ἅπερ ἄν τινι τῇ πρώτῃ ἀπαντήσειεν ἀκοῇ, ἀναφέρεται, ὡς ἔβη πῇ ἔβη Ἀνδρομάχη, ἀλλὰ τὸ μόνον ἀποβεβηκέναι τὸ πρᾶγμα δείκνυται.
10Anonymi, Frg. Parisinum de idiomatibus casuum, p. 567, l. 23
datiui casus: parco tibi φείδομαί σου, noceo tibi βλάπτω σε, noceo inimico βλάπτω τὸν ἐχθρόν, obsum uicino βλάπτω τὸν γείτονα, officio noxio βλάπτω τὸν αἴτιον, incommodo malefico βλάπτω τὸν κακοποιόν, prosum patri ὠφελῶ τὸν πατέρα, commodo amico ὠφελῶ τὸν φίλον, benefacio patriae εὐεργετῶ τὴν πατρίδα, ὠφελῶ τὴν ἐνεγκαμένην, suadeo infanti συμβουλεύω τῷ νηπίῳ ἤτοι παιδίῳ, persuadeo fratri πείθω τὸν ἀδελφόν, persuadeo tibi πείθω σε, medeor languenti ἰῶμαι τὸν ἀσθενῆ, θεραπεύω τὸν ἄρρωστον, blandior tibi θωπεύω σε, κολακεύω σε, ancillor tibi κοπιδερμῶ σοι, adsentio tibi συναινῶ σοι, patrocinor tibi συνηγορῶ σοι, προστατῶ σου, derogo tibi ἀπομειῶ σου, exprobro tibi ὀνειδίζω σοι, inpropero tibi κατασπουδάζω σοι, obprobor tibi ὀνειδίζω σοι, obicio tibi ἀντιτίθημί σοι, ἀντιλέγω σοι, rapio tibi ἀφαιροῦμαί σε, ἁρπάζω σου, aufero tibi ἀποκομίζομαί σού τι, eximo tibi ἀφαιροῦμαί σέ τινος, ὑφαιροῦμαί σού τι, adimo tibi ἀφαιροῦμαί σου, demo tibi ἀφαιροῦμαί σου, subtraho tibi ἀφαιροῦμαί σου, subduco tibi ἀφέλκω σού τι, antefero tibi patrem προτίθημί σου τὸν πατέρα, praefero tibi magistrum προκρίνω σου τὸν ἐπιστάτην, praepono tibi infantem προκρίνω σου τὸν νήπιον, uitium tibi duco καταγινώσκω σου, praesidium tibi sum ὠφελῶ σε, βοηθῶ σοι, prosum tibi ὠφελῶ σε, insidior tib ἐπιβουλεύω σοι, inprecor tibi κατεύχομαί σοι, ἐπαρῶμαί σοι, benedico tibi εὐλογῶ σε, maledico tibi λοιδοροῦμαί σοι, λοιδορῶ σε, ausculto tibi ἀκούω σου, supplico tibi ἱκετεύω σε, παρακαλῶ σε, medeor tibi θεραπεύω σε, praeripio tibi προαρπάζω σου, arripio tibi ἁρπάζω σου, arripio te βασανίζω σε, licet mihi ἔξεστίν μοι, liquet mihi τηλαυγές μοί ἐστιν ἤτοι σαφές, extorqueo tibi ἀποσπῶ σου βίᾳ, obstrepo tibi ἐπιπλήττω σοι, obiurgo tibi ἐπιπλήττω σοι, ἐπιστρέφω σε, excutio tibi ἐκτινάσσω σου, palpo tibi, praecurro illi, procuro, geniculor tibi γονιπετῶ σε, δέομαι τῶν ἰχνῶν σου, praesidio tibi haec res est ἀμύνει σοι τὸ πρᾶγμα ἤτοι βοηθεῖ, praeeo illi προηγοῦμαι ἐκείνου, genibus tibi aduoluor γονιπετῶ σε, praeuaricor tibi καθυφίημί σοι, προδίδωμί σοι, supersedeo tibi προὔχω σου, πρόκειμαί σοι, commodo {tibi} mihi χρησιμεύω ἐμαυτῷ, antecellor tibi προέχω σου, succurro tibi βοηθῶ σοι, furor tibi κλέπτω σου; furor multi prohibent dici; oculos illi eruo πηρῶ αὐτόν, τυφλῶ αὐτόν, τοὺς ὀφθαλμοὺς αὐτοῦ ὀρύττω, succedo tibi διαδέχομαί σε, oneri tibi sum βαρῶ σε, horrori tibi sum φρικτός σοί εἰμι, φοβῶ σε, ἐκδειματῶ σε, pigneri tibi do rem ὑποτίθημί σοι ἀγρόν, dono tibi do fundum δωροῦμαί σοι ἀγρόν, consilio tibi sum συμβουλεύω σοι, studeo huic rei φροντίζω τοῦ πράγματος, σπουδάζω τῷ πράγματι, uello tibi ἀποσπῶ σου, τίλλω σου; huius uerbi perfectum est uolsi et uelli; repraesento tibi ἐμφανίζω σοι, ἀποκαθιστῶ σοι, timeo tibi εὐλαβοῦμαι περί σου, δέδοικα περί σου, detraho tibi ἀφαιροῦμαί σου.
11Anonymi, Frg. Parisinum de idiomatibus casuum, p. 570, l. 11
ablatiui casus: inpertio illum hac re et illi χορηγῶ αὐτῷ τὸ πρᾶγμα, dignor amicum hospitio ξεναγωγῶ τὸν φίλον, κοινωνῶ τῆς οἰκίας τῷ φίλῳ, satio populum tritico κορεννύω τὸν δῆμον σίτου πυροῦ, saturo exercitum commeatu πληρῶ τὸν στρατὸν ἀναλωμάτων, libero te periculo εὐλυτῶ σε κινδύνου, careo amicis ἀποτυγχάνω στέρομαι τῶν φίλων, quaero te μέμφομαί σε, queror tibi de illo μέμφομαι αὐτῷ παρά σοι, onero seruum lignis φορτίζω ξύλοις τὸν οἰκέτην, dono praeceptorem auro δωροῦμαι τὸν ἐπιστάτην χρυσῷ, tempero me uino ἀπέχομαι οἴνου, glorior dignitate αὐχῶ τῇ ἀξίᾳ ἤτοι δοξάζω, fraudo creditorem pecuniis ἀποστερῶ τὸν χρήστην τοῦ χρυσοῦ, priuo amicum deposito ἀρνοῦμαι τῷ φίλῳ τὴν παραθήκην ἤτοι αὐτῆς ἀποστερῶ αὐτόν, postulo ab imperatore et de imperatore αἰτῶ παρὰ τοῦ βασιλέως, in gratiam redeo cum illo καταλλάττομαι τῷ δεῖνα, luctor cum luctatore παλαίω τῷ ἀθλητῇ, abduco filium domo ἐξωθῶ τὸν παῖδα τῆς οἰκίας, ἀρνοῦμαι τὴν οἴκησιν τῷ παιδί, abdico me praetura παραιτοῦμαι τὴν ἀρχήν, ἀπαγορεύω τῇ ἀρχῇ, abutor hac re ἀποκέχρημαι τῷ πράγματι, dominor in te δεσπόζω σου, fortior illo sum ἰσχυρότερος τοῦ δεῖνά εἰμι· et omnia comparatiua sic proferuntur {καὶ γὰρ πάντα συγκριτικὰ οὕτω προφέρεται }: satior cibo πληροῦμαι τροφῆς, κορέννυμαι, coeo cum uxore συνέρχομαι τῇ γυναικί et concumbo συγκαθεύδω, utor diuitiis χρῶμαι τοῖς χρήμασιν, potior munere ἀπολαύω τοῦ δώρου, antepono te fide mea προκρίνω σε τῆς ἐμῆς πίστεως, iungo tecum amicitias γίνομαί σου φίλος, fruor amore ἀπολαύω τοῦ ἔρωτος, induo te armis ὁπλίζω σε, deficio alacritate ὀλιγοψυχῶ τῇ προθυμίᾳ, nitor pudicitia ἐπερείδομαι τῇ αἰδοῖ, ἐρυθριῶ, patior te ἀνέχομαί σου, communicor cum illo κοινοῦμαι αὐτῷ, alienus sum crimine οὐκ ἥμαρτον, gaudeo gloria ἐναβρύνομαι τῇ δόξῃ, adficio illum laetitia χαροποιῶ αὐτόν, congredior tecum συμβάλλω σοι, confligo tecum συμπλέκομαί σοι, μάχομαί σοι, abstineo me pulmento ἀπέχομαι ὄψων, fretus sum patrocinio tuo θαρρῶ τῇ συνηγορίᾳ σου, ardeo amore φλέγομαι τῷ ἔρωτι, accendo amicum pulchritudine ἐρεθίζω ἐκκάω τῷ κάλλει τὸν φίλον, uro illum superbia mea κνίζω ἐρεθίζω τὸν δεῖνα τῇ ὑπερηφανίᾳ, laetor spe mea εὔελπίς εἰμι, laetor festo die ἀγάλλομαι ἐπὶ τῇ ἑορτῇ, imbuo malum malis ἐμποιῶ τὸν κακὸν κακοῖς, egredior ciuitate ἔξειμι τῆς πόλεως, degredior monte παραπορεύομαι τὸ ὄρος, κάτειμι τοῦ ὄρους, pugno cum hostibus συμπλέκομαι μάχομαι τοῖς πολεμίοις, contentus sum uno nummo ἀρκοῦμαι βραχέσι, ἱκανόν μοί ἐστιν ἓν ἀργύριον, εἷς ὀβολὸς ἀρκούντως ἔχει, orbo uxorem dote ἀποστερῶ τῆς φέρνης ἤτοι προικὸς τὴν γυναῖκα, sermocinor tecum κοινοῦμαί σοι, διαλέγομαί σοι, λαλῶ σοι, ὁμιλῶ σοι, interdico ignominiosum foro ἀπαγορεύω τῷ ἀτίμῳ τῆς ἀγορᾶς, κωλύω τὸν ἄδοξον συνηγορεῖν, cado cogitatione ἁμαρτάνω τῆς βουλῆς, ἐκπίπτω τῆς ἐνθυμήσεως, cado animi conceptu ἀλλοτριοῦμαι τοῦ ἐνθυμήματος ἤτοι τοῦ ἐνθυμίου, exsulto uictoria χαίρω σκιρτῶ ἐπὶ τῇ νίκῃ, soporo te uino κοιμίζω σε τῷ οἴνῳ, ὑπνοποιῶ σε οἴνῳ, gaudeo felicitate χαίπω τῇ ἀγαθῇ τύχῃ, ἄγαμαι τῇ εὐτυχίᾳ, fruor industria καρποῦμαι τὴν σπουδήν, opus est mihi hac re δέομαι χρῄζω τοῦ πράγματος, uaco militia εὐκαιρῶ σχολάζω τῇ στρατιᾷ.
12Aristoteles, Physica, 4, 2; 16
εἰ δ' ἐν αὐτῷ ὁ τόπος (δεῖ γάρ, εἴπερ ἢ μορφὴ ἢ ὕλη), ἔσται ὁ τόπος ἐν τόπῳ· με ταβάλλει γὰρ ἅμα τῷ πράγματι καὶ κινεῖται καὶ τὸ εἶδος καὶ τὸ ἀόριστον, οὐκ ἀεὶ ἐν τῷ αὐτῷ ἀλλ' οὗπερ καὶ τὸ πρᾶγμα· ὥστε τοῦ τόπου ἔσται τόπος.
13Aristoteles, Physica, 8, 8; 21
ἀλλ' ἕτερον ἀνάγκη κινούμενον εἶναι κατὰ φορὰν πρότερον, ὃ καὶ τῆς γενέσεως αἴτιον ἔσται τοῖς γιγνομένοις, οὐ γιγνόμενον, οἷον τὸ γεννῆσαν τοῦ γεννηθέντος, ἐπεὶ δόξειέ γ' ἂν ἡ γένεσις εἶναι πρώτη τῶν κινήσεων διὰ τοῦτο, ὅτι γενέσθαι δεῖ τὸ πρᾶγμα πρῶτον.
14Aristoteles, Physica, 8, 12; 3
ἀλλ' αὕτη ἡ λύσις πρὸς μὲν τὸν ἐρωτῶντα ἱκανῶς ἔχει (ἠρωτᾶτο γὰρ εἰ ἐν πεπερασμένῳ ἄπειρα ἐν δέχεται διεξελθεῖν ἢ ἀριθμῆσαι), πρὸς δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν οὐχ ἱκανῶς· ἂν γάρ τις ἀφέμενος τοῦ μήκους καὶ τοῦ ἐρωτᾶν εἰ ἐν πεπερασμένῳ χρόνῳ ἐνδέχεται ἄπειρα διεξελθεῖν, πυνθάνηται ἐπ' αὐτοῦ τοῦ χρόνου ταῦτα (ἔχει γὰρ ὁ χρόνος ἀπείρους διαιρέσεις), οὐκέτι ἱκανὴ ἔσται αὕτη ἡ λύσις, ἀλλὰ τὸ ἀληθὲς λεκτέον, ὅπερ εἴπομεν ἐν τοῖς ἄρτι λόγοις.
15Aristoteles, Physica, 8, 12; 12
χρόνος ἐφ' ᾧ ΑΓΒ, πρᾶγμα ἐφ' ᾧ Δ.
16Aristoteles, Analytica posteriora, 1, I 2; 1 (auctor 384BC-322BC)
Ἐπίστασθαι δέ οἰόμεθ᾿ ἕκαστον ἁπλῶς, ἀλλά μή τόν σοφιστικόν τρόπον τόν κατά συμβεβηκός, ὅταν τήν τ᾿ αἰτίαν οἰώμεθα γινώσκειν δι᾿ ἣν τό πρᾶγμά ἐστιν, ὅτι ἐκείνου αἰτία ἐστί, καί μή ἐνδέχεσθαι τοῦτ᾿ ἄλλως ἔχειν.
17Aristoteles, Analytica posteriora, 1, I 2; 23 (auctor 384BC-322BC)
Ἐπεί δέ δεῖ πιστεύειν τε καί εἰδέναι τό πρᾶγμα τῷ τοιοῦτον ἔχειν συλλογισμόν ὃν καλοῦμεν ἀπόδειξιν, ἔστι δ᾿ οὗτος τῷ τάδ᾿ εἶναι ἐξ ὧν ὁ συλλογισμός, ἀνάγκη μή μόνον προγινώσκειν τά πρῶτα, ἢ πάντα ἢ ἔνια, ἀλλά καί μᾶλλον· ἀεί γάρ δι᾿ ὃ ὑπάρχει ἕκαστον, ἐκεῖνο μᾶλλον ὑπάρχει, οἷον δι᾿ ὃ φιλοῦμεν, ἐκεῖνο φίλον μᾶλλον.
18Aristoteles, Analytica posteriora, 2, II 5; 2 (auctor 384BC-322BC)
Οὐδαμοῦ γάρ ἀνάγκη γίνεται τό πρᾶγμα ἐκεῖνο εἶναι τωνδί ὄντων, ἀλλ᾿ ὥσπερ οὐδ᾿ ὁ ἐπάγων ἀποδείκνυσιν.
19Aristoteles, Analytica posteriora, 2, II 16; 17 (auctor 384BC-322BC)
Ὑπάρξει ἄρα τό Α τοῖς ΔΕ· αἴτιον δέ τῷ μέν Δ τό Β, τῷ δέ Ε τό Γ· ὥστε τοῦ μέν αἰτίου ὑπάρχοντος ἀνάγκη τό πρᾶγμα ὑπάρχειν, τοῦ δέ πράγματος ὑπάρχοντος οὐκ ἀνάγκη πᾶν ὃ ἂν ᾖ αἴτιον, ἀλλ᾿ αἴτιον μέν, οὐ μέντοι πᾶν.
20Aristoteles, Analytica posteriora, 2, II 19; 22 (auctor 384BC-322BC)
Καί ἡ μέν ἀρχή τῆς ἀρχῆς εἴη ἄν, ἡ δέ πᾶσα ὁμοίως ἔχει πρός τό ἅπαν πρᾶγμα.
21Aristoteles, Analytica priora, 1, I 27; 7 (auctor 384BC-322BC)
Δεῖ δή τάς προτάσεις περί ἕκαστον οὕτως ἐκλαμβάνειν, ὑποθέμενον αὐτό πρῶτον καί τούς ὁρισμούς τε καί ὅσα ἴδια τοῦ πράγματός ἐστιν, εἶτα μετά τοῦτο ὅσα ἕπεται τῷ πράγματι, καί πάλιν οἷς τό πρᾶγμα ἀκολουθεῖ, καί ὅσα μή ἐν δέχεται αὐτῷ ὑπάρχειν.
22Aristoteles, Analytica priora, 2, II 27; 2 (auctor 384BC-322BC)
Σημεῖον δέ βούλεται εἶναι πρότασις ἀποδεικτική ἀναγκαία ἢ ἔνδοξος· οὗ γάρ ὄντος ἔστιν ἢ οὗ γενομένου πρότερον ἢ ὕστερον γέγονε τό πρᾶγμα, τοῦτο σημεῖόν ἐστι τοῦ γεγονέναι ἢ εἶναι.
23Aristoteles, Analytica priora, 2, II 27; 12 (auctor 384BC-322BC)
Οὕτω μέν οὖν γίνονται συλλογισμοί, πλήν ὁ μέν διά τοῦ πρώτου σχήματος ἄλυτος, ἂν ἀληθής ᾖ (καθόλου γάρ ἐστιν), ὁ δέ διά τοῦ ἐσχάτου λύσιμος, κἂν ἀληθές ᾖ τό συμπέρασμα, διά τό μή εἶναι καθόλου μηδέ πρός τό πρᾶγμα τόν συλλογισμόν· οὐ γάρ εἰ Πιττακός σπουδαῖος, διά τοῦτο καί τούς ἄλλους ἀνάγκη σοφούς.
24Aristoteles, Athenaion Politeia, p2, 67, 1; 1 (auctor 384BC-322BC)
ταῦτα δὲ ποιήσαντες εἰσκαλοῦσι τοὺς ἀγῶνας, ὅταν μὲν τὰ ἴδια δικάζωσι τοὺς ἰδίους, τῷ ἀριθμῷ δ # , ἕνα ἐξ̣ ἑκάστων τ̣ῶν δικῶν τῶν ἐκ τοῦ νόμου, καὶ διομνύουσιν οἱ ἀντίδικοι εἰς αὐτὸ τὸ πρᾶγμα ἐρεῖν· ὅταν δὲ τὰ δημόσια, τοὺς δημοσίους, καὶ ἕνα μόνον ἐκδικάζουσι.
25Aristoteles, Categoriae, 5; 76 (auctor 384BC-322BC)
Τῷ γὰρ τὸ πρᾶγμα εἶναι ἢ μὴ εἶναι, τούτῳ καὶ ὁ λόγος ἀληθὴς ἢ ψευδὴς εἶναι λέγεται, οὐ τῷ αὐτὸς δεκτικὸς εἶναι τῶν ἐναντίων.
26Aristoteles, Categoriae, 10; 28 (auctor 384BC-322BC)
Ὡς γάρ ποτε ἡ κατάφασις πρὸς τὴν ἀπόφασιν ἀντίκειται, οἷον τὸ κάθηται τῷ οὐ κάθηται, οὕτω καὶ τὸ ὑφ᾿ ἑκάτερον πρᾶγμα ἀντίκειται, τὸ καθῆσθαι τῷ μὴ καθῆσθαι.
27Aristoteles, Categoriae, 12; 14 (auctor 384BC-322BC)
Ἔστι δὲ ὁ μὲν ἀληθὴς λόγος οὐδαμῶς αἴτιος τοῦ εἶναι τὸ πρᾶγμα, τὸ μέντοι πρᾶγμα φαίνεταί πως αἴτιον τοῦ εἶναι ἀληθῆ τὸν λόγον· τῷ γὰρ εἶναι τὸ πρᾶγμα ἢ μὴ ἀληθὴς ὁ λόγος ἢ ψευδὴς λέγεται.
28Aristoteles, De anima, 3, III 3; 30 (auctor 384BC-322BC)
Ἀλλά ψευδής ἐγένετο, ὅτε λάθοι μεταπεσόν τό πρᾶγμα.
29Aristoteles, De anima, 3, III 8; 7 (auctor 384BC-322BC)
Ἐπεί δέ οὐδέ πρᾶγμα οὐθέν ἐστι παρά τά μεγέθη, ὡς δοκεῖ, τά αἰσθητά κεχωρισμένον, ἐν τοῖς εἴδεσι τοῖς αἰσθητοῖς τά νοητά ἐστι, τά τε ἐν ἀφαιρέσει λεγόμενα, καί ὅσα τῶν αἰσθητῶν ἕξεις καί πάθη.
30Aristoteles, De arte poetica, 7; 6 (auctor 384BC-322BC)
Ἔτι δ᾿ ἐπεί τό καλόν καί ζῷον καί ἅπαν πρᾶγμα ὃ συνέστηκεν ἔκ τινων, οὐ μόνον ταῦτα τεταγμένα δεῖ ἔχειν, ἀλλά καί μέγεθος ὑπάρχειν μή τό τυχόν· τό γάρ καλόν ἐν μεγέθει καί τάξει ἐστί, διό οὔτε πάμμικρον ἄν τι γένοιτο καλόν ζῷον (συγχεῖται γάρ ἡ θεωρία ἐγγύς τοῦ ἀναισθήτου χρόνου γινομένη) οὔτε παμμέγεθες· οὐ γάρ ἅμα ἡ θεωρία γίνεται, ἀλλ᾿ οἴχεται τοῖς θεωροῦσι τό ἓν καί τό ὅλον ἐκ τῆς θεωρίας, οἷον εἰ μυρίων σταδίων εἴη ζῷον.
31Aristoteles, De caelo, 2, 13, 9; 28 (auctor 384BC-322BC)
Πᾶσι γὰρ ἡμῖν τοῦτο σύνηθες, μὴ πρὸς τὸ πρᾶγμα ποιεῖσθαι τὴν ζήτησιν ἀλλὰ πρὸς τὸν τἀναντία λέγοντα· καὶ γὰρ αὐτὸς ἐν αὑτῷ ζητεῖ μέχρι περ ἂν οὗ μηκέτι ἔχῃ ἀντιλέγειν αὐτὸς αὑτῷ.
32Aristoteles, De generatione et corruptione, 2, 10, 11; 23 (auctor 384BC-322BC)
Συνεχὴς δ´ ἡ κίνησις πότερον τῷ τὸ κινούμενον συνεχὲς εἶναι ἢ τῷ τὸ ἐν ᾧ κινεῖται, οἷον τὸν τόπον λέγω ἢ τὸ πάθος; δῆλον δὴ ὅτι τῷ τὸ κινούμενον· πῶς γὰρ τὸ πάθος συνεχὲς ἀλλ´ ἢ τῷ τὸ πρᾶγμα ᾧ συμβέβηκε συνεχὲς εἶναι; εἰ δὲ καὶ τῷ ἐν ᾧ, μόνῳ τοῦτο τῷ τόπῳ ὑπάρχει· μέγεθος γάρ τι ἔχει, τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές, ὥστε αὐτὸ αὑτῷ ἀεὶ συνεχές.
33Aristoteles, De memoria et reminiscentia, 2; 25 (auctor 384BC-322BC)
Τοῦτο δὲ γίνεται κινοῦντι πολλά, ἕως ἂν τοιαύτην κινήσῃ κίνησιν ᾗ ἀκολουθήσει τὸ πρᾶγμα.
34Aristoteles, De sensu et sensibilibus, 1; 272 (auctor 384BC-322BC)
Εἰ γὰρ ὅτε αὐτὸς αὑτοῦ τις αἰσθάνεται ἢ ἄλλου ἐν συνεχεῖ χρόνῳ, μὴ ἐνδέχεται τότε λανθάνειν ὅτι ἐστίν, ἔστι δέ τις ἐν τῷ συνεχεῖ καὶ τοσοῦτος ὅσος ὅλως ἀναίσθητός ἐστι, δῆλον ὅτι τότε λανθάνοι ἂν εἰ ἔστιν αὐτὸς αὑτόν, καὶ εἰ ὁρᾷ, καὶ οὐκ αἰσθάνεται· καὶ εἰ αἰσθάνεται, ἔτι οὐκ ἂν εἴη οὔτε χρόνος οὔτε πρᾶγμα οὐδὲν ὃ αἰσθάνεται ἢ ἐν ᾧ, εἰ μὴ οὕτως, ὅτι ἐν τούτου τινὶ ἢ ὅτι τούτου τι ὁρᾷ, εἴπερ ἔστι τι μέγεθος καὶ χρόνου καὶ πράγματος ἀναίσθητον ὅλως διὰ μικρότητα· εἰ γὰρ τὴν ὅλην ὁρᾷ, καὶ αἰσθάνεται τὸν αὐτὸν συνεχῶς χρόνον, οὐ τῶν νῦν τούτων τινί.
35Aristoteles, De sophisticis elenchis, 6; 5 (auctor 384BC-322BC)
Ἔδει δέ καί τοῦτο, καθάπερ καί τό πρᾶγμα ταὐτόν, εἰ μέλλει ἔλεγχος ἢ συλλογισμός ἔσεσθαι, οἷον εἰ λώπιον, μή ἱμάτιον συλλογίσασθαι ἀλλά λώπιον.
36Aristoteles, De sophisticis elenchis, 8; 3 (auctor 384BC-322BC)
Εἰσί δ᾿ οὗτοι οἱ μή κατά τό πρᾶγμα ἐλέγχοντες καί δεικνύντες ἀγνοοῦντας, ὅπερ ἦν τῆς πειραστικῆς.
37Aristoteles, De sophisticis elenchis, 11; 3 (auctor 384BC-322BC)
Ὁ μέν οὖν κατά τό πρᾶγμα θεωρῶν τά κοινά διαλεκτικός, ὁ δέ τοῦτο φαινομένως ποιῶν σοφιστικός.
38Aristoteles, De sophisticis elenchis, 11; 6 (auctor 384BC-322BC)
Ἀλλ᾿ ὡς Βρύσων ἐτετραγώνιζε τόν κύκλον, εἰ καί τετραγωνίζεται ὁ κύκλος, ἀλλ᾿ ὅτι οὐ κατά τό πρᾶγμα, διά τοῦτο σοφιστικός.
39Aristoteles, De sophisticis elenchis, 11; 7 (auctor 384BC-322BC)
Ὥστε ὅ τε περί τῶνδε φαινόμενος συλλογισμός ἐριστικός λόγος, καί ὁ κατά τό πρᾶγμα φαινόμενος συλλογισμός, κἂν ᾖ συλλογισμός, ἐριστικός λόγος· φαινόμενος γάρ ἐστι κατά τό πρᾶγμα, ὥστ᾿ ἀπατητικός καί ἄδικος.
40Aristoteles, De sophisticis elenchis, 11; 26 (auctor 384BC-322BC)
Ἔξεστι γάρ πεῖραν λαβεῖν καί τόν μή εἰδότα τό πρᾶγμα τοῦ μή εἰδότος, εἴπερ καί δίδωσιν οὐκ ἐξ ὧν οἶδεν οὐδ᾿ ἐκ τῶν ἰδίων, ἀλλ᾿ ἐκ τῶν ἑπομένων, ὅσα τοιαῦτά ἐστιν ἃ εἰδότα μέν οὐδέν κωλύει μή εἰδέναι τήν τέχνην, μή εἰδότα δ᾿ ἀνάγκη ἀγνοεῖν.
41Aristoteles, De sophisticis elenchis, 14; 14 (auctor 384BC-322BC)
Ὥσπερ γάρ ἐκείνοις ἐπί τῶν πραγμάτων, τούτοις ἐπί τῶν ὀνομάτων συμπίπτει σολοικίζειν· ἄνθρωπος γάρ καί λευκόν καί πρᾶγμα καί ὄνομά ἐστιν.
42Aristoteles, De sophisticis elenchis, 19; 11 (auctor 384BC-322BC)
Ὅλως τε μαχετέον, ἂν καί ἁπλῶς συλλογίζηται, ὅτι οὐχ ὃ ἔφησεν ἀπέφησε πρᾶγμα, ἀλλ᾿ ὄνομα· ὥστ᾿ οὐκ ἔλεγχος.
43Aristoteles, De sophisticis elenchis, 22; 9 (auctor 384BC-322BC)
Τό αὐτό δέ συμβαίνει ὅπερ ἐν ταῖς ὁμωνυμίαις· οἴεται γάρ ἐν τοῖς ὁμωνύμοις ὁ ἀγνώς τῶν λόγων ὃ ἔφησεν ἀποφῆσαι πρᾶγμα, οὐκ ὄνομα· τό δέ ἔτι προσδεῖ ἐρωτήματος, εἰ ἐφ᾿ ἓν βλέπων λέγει τό ὁμώνυμον· οὕτως γάρ δόντος ἔσται ἔλεγχος.
44Aristoteles, De sophisticis elenchis, 24; 5 (auctor 384BC-322BC)
Ἆρ᾿ οἶδας ὃ μέλλω σε ἐρωτᾶν; Ἆρ᾿ οἶδας τόν προσιόντα ἢ τόν ἐγκεκαλυμμένον; Ἆρ᾿ ὁ ἀνδριάς σόν ἐστιν ἔργον, ἢ σός ὁ κύων πατήρ; Ἆρα τά ὀλιγάκις ὀλίγα ὀλίγα; Φανερόν γάρ ἐν ἅπασι τούτοις ὅτι οὐκ ἀνάγκη τό κατά τοῦ συμβεβηκότος καί κατά τοῦ πράγματος ἀληθεύεσθαι· μόνοις γάρ τοῖς κατά τήν οὐσίαν ἀδιαφόροις καί ἓν οὖσιν ἅπαντα δοκεῖ ταὐτά ὑπάρχειν· τῷ δ᾿ ἀγαθῷ οὐ ταὐτόν ἐστιν ἀγαθῷ τ᾿ εἶναι καί μέλλοντι ἐρωτᾶσθαι, οὐδέ τῷ προσιόντι ἢ ἐγκεκαλυμμένῳ προσιόντι τε εἶναι καί Κορίσκῳ· ὥστ᾿ οὐκ εἰ οἶδα τόν Κορίσκον, ἀγνοῶ δέ τόν προσιόντα, τόν αὐτόν οἶδα καί ἀγνοῶ· οὐδ᾿ εἰ τοῦτ᾿ ἐστίν ἐμόν, ἔστι δ᾿ ἔργον, ἐμόν ἐστιν ἔργον, ἀλλ᾿ ἢ κτῆμα ἢ πρᾶγμα ἢ ἄλλο τι.
45Aristoteles, De sophisticis elenchis, 24; 7 (auctor 384BC-322BC)
Λύουσι δέ τινες ἀναιροῦντες τήν ἐρώτησιν· φασί γάρ ἐνδέχεσθαι ταὐτό πρᾶγμα εἰδέναι καί ἀγνοεῖν, ἀλλά μή κατά ταὐτό· τόν οὖν προσιόντα οὐκ εἰδότες, τόν δέ Κορίσκον εἰδότες, ταὐτό μέν εἰδέναι καί ἀγνοεῖν φασίν, ἀλλ᾿ οὐ κατά ταὐτό.
46Aristoteles, De sophisticis elenchis, 26; 4 (auctor 384BC-322BC)
Ἆρ᾿ ὁ εἰδώς ἕκαστον ὅτι ἕκαστον, οἶδε τό πρᾶγμα; Καί ὁ ἀγνοῶν ὡσαύτως; Εἰδώς δέ τις τόν Κορίσκον ὅτι Κορίσκος, ἀγνοοίη ἂν ὅτι μουσικός, ὥστε ταὐτό ἐπίσταται καί ἀγνοεῖ.
47Aristoteles, Ethica Eudemia, 1; 6 (auctor 384BC-322BC)
πολλῶν δ' ὄντων θεωρημάτων ἃ περὶ ἕκαστον πρᾶγμα καὶ περὶ ἑκάστην φύσιν ἀπορίαν ἔχει καὶ δεῖται σκέψεως, τὰ μὲν αὐτῶν συντείνει πρὸς τὸ γνῶναι μόνον, τὰ δὲ καὶ περὶ τὰς κτήσεις καὶ περὶ τὰς πράξεις τοῦ πράγματος.
48Aristoteles, Ethica Eudemia, 1; 56 (auctor 384BC-322BC)
πάσχουσι δὲ τοῦτο δι' ἀπαιδευσίαν· ἀπαιδευσία γάρ ἐστι περὶ ἕκαστον πρᾶγμα τὸ μὴ δύνασθαι κρίνειν τούς τ' οἰκείους λόγους τοῦ πράγματος καὶ τοὺς ἀλλοτρίους.
49Aristoteles, Ethica Eudemia, 7; 308 (auctor 384BC-322BC)
βλέπει δ' ἡ μὲν πολιτικὴ εἰς τὸ ἴσον καὶ εἰς τὸ πρᾶγμα, ὥσπερ οἱ πωλοῦντες καὶ οἱ ὠνούμενοι.
50Aristoteles, Ethica Eudemia, 7; 318 (auctor 384BC-322BC)
καὶ ἔχει δὴ ἀπορίαν ποτέρως δεῖ κρίνειν τὸ δίκαιον, πότερα πρὸς τὸ πρᾶγμα βλέποντα τὸ ὑπηρετηθὲν, πόσον, ἢ ποῖον ἦν τῷ πεπονθότι.
51Aristoteles, Ethica Eudemia, 7; 327 (auctor 384BC-322BC)
ἡ μὲν οὖν πολιτικὴ βλέπει εἰς τὴν ὁμολογίαν καὶ εἰς τὸ πρᾶγμα, ἡ δ' ἠθικὴ εἰς τὴν προαίρεσιν.
52Aristoteles, Ethica Nicomachea, 2, 5; 6 (auctor 384BC-322BC)
ἐν παντὶ δὴ συνεχεῖ καὶ διαιρετῷ ἔστι λαβεῖν τὸ μὲν πλεῖον τὸ δ' ἔλαττον τὸ δ' ἴσον, καὶ ταῦτα ἢ κατ' αὐτὸ τὸ πρᾶγμα ἢ πρὸς ἡμᾶς· τὸ δ' ἴσον μέσον τι ὑπερβολῆς καὶ ἐλλείψεως.
53Aristoteles, Ethica Nicomachea, 2, 5; 8 (auctor 384BC-322BC)
οἷον εἰ τὰ δέκα πολλὰ τὰ δὲ δύο ὀλίγα, τὰ ἓξ μέσα λαμβάνουσι κατὰ τὸ πρᾶγμα· ἴσῳ γὰρ ὑπερέχει τε καὶ ὑπερέχεται· τοῦτο δὲ μέσον ἐστὶ κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν.
54Aristoteles, Metaphysica, 1, 3; 7 (auctor 384BC-322BC)
ἐκ μὲν οὖν τούτων μόνην τις αἰτίαν νομίσειεν ἂν τὴν ἐν ὕλης εἴδει λεγομένην· προϊόντων δ' οὕτως, αὐτὸ τὸ πρᾶγμα ὡδοποίησεν αὐτοῖς καὶ συνηνάγκασε ζητεῖν· εἰ γὰρ ὅτι μάλιστα πᾶσα γένεσις καὶ φθορὰ ἔκ τινος ἑνὸς ἢ καὶ πλειόνων ἐστίν, διὰ τί τοῦτο συμβαίνει καὶ τί τὸ αἴτιον· οὐ γὰρ δὴ τό γε ὑποκείμενον αὐτὸ ποιεῖ μεταβάλλειν ἑαυτό· λέγω δ' οἷον οὔτε τὸ ξύλον οὔτε ὁ χαλκὸς αἴτιος τοῦ μεταβάλλειν ἑκάτερον αὐτῶν, οὐδὲ ποιεῖ τὸ μὲν ξύλον κλίνην ὁ δὲ χαλκὸς ἀνδριάντα, ἀλλ' ἕτερόν τι τῆς μεταβολῆς αἴτιον.
55Aristoteles, Metaphysica, 1, 3; 12 (auctor 384BC-322BC)
τοῦ γὰρ εὖ καὶ καλῶς τὰ μὲν ἔχειν τὰ δὲ γίγνεσθαι τῶν ὄντων ἴσως οὔτε πῦρ οὔτε γῆν οὔτ' ἄλλο τῶν τοιούτων οὐθὲν οὔτ' εἰκὸς αἴτιον εἶναι οὔτ' ἐκείνους οἰηθῆναι· οὐδ' αὖ τῷ αὐτομάτῳ καὶ τύχῃ τοσοῦτον ἐπιτρέψαι πρᾶγμα καλῶς εἶχεν.
56Aristoteles, Metaphysica, 3, 2; 5 (auctor 384BC-322BC)
ἐκ μὲν οὖν τῶν πάλαι διωρισμένων τίνα χρὴ καλεῖν τῶν ἐπιστημῶν σοφίαν ἔχει λόγον ἑκάστην προσαγορεύειν· ᾗ μὲν γὰρ ἀρχικωτάτη καὶ ἡγεμονικωτάτη καὶ ᾗ ὥσπερ δούλας οὐδ' ἀντειπεῖν τὰς ἄλλας ἐπιστήμας δίκαιον, ἡ τοῦ τέλους καὶ τἀγαθοῦ τοιαύτη (τούτου γὰρ ἕνεκα τἆλλα) , ᾗ δὲ τῶν πρώτων αἰτίων καὶ τοῦ μάλιστα ἐπιστητοῦ διωρίσθη εἶναι, ἡ τῆς οὐσίας ἂν εἴη τοιαύτη· πολλαχῶς γὰρ ἐπισταμένων τὸ αὐτὸ μᾶλλον μὲν εἰδέναι φαμὲν τὸν τῷ εἶναι γνωρίζοντα τί τὸ πρᾶγμα ἢ τῷ μὴ εἶναι, αὐτῶν δὲ τούτων ἕτερον ἑτέρου μᾶλλον, καὶ μάλιστα τὸν τί ἐστιν ἀλλ' οὐ τὸν πόσον ἢ ποῖον ἢ τί ποιεῖν ἢ πάσχειν πέφυκεν.
57Aristoteles, Metaphysica, 4, 4; 15 (auctor 384BC-322BC)
καὶ οὐκ ἔσται εἶναι καὶ μὴ εἶναι τὸ αὐτὸ ἀλλ' ἢ καθ' ὁμωνυμίαν, ὥσπερ ἂν εἰ ὃν ἡμεῖς ἄνθρωπον καλοῦμεν, ἄλλοι μὴ ἄνθρωπον καλοῖεν· τὸ δ' ἀπορούμενον οὐ τοῦτό ἐστιν, εἰ ἐνδέχεται τὸ αὐτὸ ἅμα εἶναι καὶ μὴ εἶναι ἄνθρωπον τὸ ὄνομα, ἀλλὰ τὸ πρᾶγμα.
58Aristoteles, Metaphysica, 4, 5; 4 (auctor 384BC-322BC)
ἐλήλυθε δὲ τοῖς διαποροῦσιν αὕτη ἡ δόξα ἐκ τῶν αἰσθητῶν, ἡ μὲν τοῦ ἅμα τὰς ἀντιφάσεις καὶ τἀναντία ὑπάρχειν ὁρῶσιν ἐκ ταὐτοῦ γιγνόμενα τἀναντία· εἰ οὖν μὴ ἐνδέχεται γίγνεσθαι τὸ μὴ ὄν, προϋπῆρχεν ὁμοίως τὸ πρᾶγμα ἄμφω ὄν, ὥσπερ καὶ Ἀναξαγόρας μεμῖχθαι πᾶν ἐν παντί φησι καὶ Δημόκριτος· καὶ γὰρ οὗτος τὸ κενὸν καὶ τὸ πλῆρες ὁμοίως καθ' ὁτιοῦν ὑπάρχειν μέρος, καίτοι τὸ μὲν ὂν τούτων εἶναι τὸ δὲ μὴ ὄν.
59Aristoteles, Metaphysica, 5, 1; 2 (auctor 384BC-322BC)
ἔτι ὅθεν γνωστὸν τὸ πρᾶγμα πρῶτον, καὶ αὕτη ἀρχὴ λέγεται τοῦ πράγματος, οἷον τῶν ἀποδείξεων αἱ ὑποθέσεις.
60Aristoteles, Metaphysica, 5, 6; 13 (auctor 384BC-322BC)
ἔτι δὲ ἓν λέγεται ὅσων ὁ λόγος ὁ τὸ τί ἦν εἶναι λέγων ἀδιαίρετος πρὸς ἄλλον τὸν δηλοῦντα [τί ἦν εἶναι] τὸ πρᾶγμα (αὐτὸς γὰρ καθ' αὑτὸν πᾶς λόγος διαιρετός) .
61Aristoteles, Metaphysica, 5, 29; 1 (auctor 384BC-322BC)
τὸ ψεῦδος λέγεται ἄλλον μὲν τρόπον ὡς πρᾶγμα ψεῦδος, καὶ τούτου τὸ μὲν τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι (ὥσπερ λέγεται τὸ τὴν διάμετρον εἶναι σύμμετρον ἢ τὸ σὲ καθῆσθαι· τούτων γὰρ ψεῦδος τὸ μὲν ἀεὶ τὸ δὲ ποτέ· οὕτω γὰρ οὐκ ὄντα ταῦτα) , τὰ δὲ ὅσα ἔστι μὲν ὄντα, πέφυκε μέντοι φαίνεσθαι ἢ μὴ οἷά ἐστιν ἢ ἃ μὴ ἔστιν (οἷον ἡ σκιαγραφία καὶ τὰ ἐνύπνια· ταῦτα γὰρ ἔστι μέν τι, ἀλλ' οὐχ ὧν ἐμποιεῖ τὴν φαντασίαν) · πράγματα μὲν οὖν ψευδῆ οὕτω λέγεται, ἢ τῷ μὴ εἶναι αὐτὰ ἢ τῷ τὴν ἀπ' αὐτῶν φαντασίαν μὴ ὄντος εἶναι· λόγος δὲ ψευδὴς ὁ τῶν μὴ ὄντων, ᾗ ψευδής, διὸ πᾶς λόγος ψευδὴς ἑτέρου ἢ οὗ ἐστὶν ἀληθής, οἷον ὁ τοῦ κύκλου ψευδὴς τριγώνου.
62Aristoteles, Metaphysica, 7, 10; 1 (auctor 384BC-322BC)
ἐπεὶ δὲ ὁ ὁρισμὸς λόγος ἐστί, πᾶς δὲ λόγος μέρη ἔχει, ὡς δὲ ὁ λόγος πρὸς τὸ πρᾶγμα, καὶ τὸ μέρος τοῦ λόγου πρὸς τὸ μέρος τοῦ πράγματος ὁμοίως ἔχει, ἀπορεῖται ἤδη πότερον δεῖ τὸν τῶν μερῶν λόγον ἐνυπάρχειν ἐν τῷ τοῦ ὅλου λόγῳ ἢ οὔ.
63Aristoteles, Metaphysica, 7, 11; 17 (auctor 384BC-322BC)
ἐπὶ δὲ τῶν ὁρισμῶν πῶς μέρη τὰ ἐν τῷ λόγῳ, καὶ διὰ τί εἷς λόγος ὁ ὁρισμός (δῆλον γὰρ ὅτι τὸ πρᾶγμα ἕν, τὸ δὲ πρᾶγμα τίνι ἕν, μέρη γε ἔχον·) , σκεπτέον ὕστερον.
64Aristoteles, Metaphysica, 9, 2; 3 (auctor 384BC-322BC)
αἴτιον δὲ ὅτι λόγος ἐστὶν ἡ ἐπιστήμη, ὁ δὲ λόγος ὁ αὐτὸς δηλοῖ τὸ πρᾶγμα καὶ τὴν στέρησιν, πλὴν οὐχ ὡσαύτως, καὶ ἔστιν ὡς ἀμφοῖν ἔστι δ' ὡς τοῦ ὑπάρχοντος μᾶλλον, ὥστ' ἀνάγκη καὶ τὰς τοιαύτας ἐπιστήμας εἶναι μὲν τῶν ἐναντίων, εἶναι δὲ τοῦ μὲν καθ' αὑτὰς τοῦ δὲ μὴ καθ' αὑτάς· καὶ γὰρ ὁ λόγος τοῦ μὲν καθ' αὑτὸ τοῦ δὲ τρόπον τινὰ κατὰ συμβεβηκός· ἀποφάσει γὰρ καὶ ἀποφορᾷ δηλοῖ τὸ ἐναντίον· ἡ γὰρ στέρησις ἡ πρώτη τὸ ἐναντίον, αὕτη δὲ ἀποφορὰ θατέρου.
65Aristoteles, Metaphysica, 9, 6; 3 (auctor 384BC-322BC)
ἔστι δὴ ἐνέργεια τὸ ὑπάρχειν τὸ πρᾶγμα μὴ οὕτως ὥσπερ λέγομεν δυνάμει· λέγομεν δὲ δυνάμει οἷον ἐν τῷ ξύλῳ Ἑρμῆν καὶ ἐν τῇ ὅλῃ τὴν ἡμίσειαν, ὅτι ἀφαιρεθείη ἄν, καὶ ἐπιστήμονα καὶ τὸν μὴ θεωροῦντα, ἂν δυνατὸς ᾖ θεωρῆσαι· τὸ δὲ ἐνεργείᾳ.
66Aristoteles, Metaphysica, 10, 1; 8 (auctor 384BC-322BC)
ἔστι μὲν γὰρ ὡς στοιχεῖον τὸ πῦρ (ἔστι δ' ἴσως καθ' αὑτὸ καὶ τὸ ἄπειρον ἤ τι ἄλλο τοιοῦτον) , ἔστι δ' ὡς οὔ· οὐ γὰρ τὸ αὐτὸ πυρὶ καὶ στοιχείῳ εἶναι, ἀλλ' ὡς μὲν πρᾶγμά τι καὶ φύσις τὸ πῦρ στοιχεῖον, τὸ δὲ ὄνομα σημαίνει τὸ τοδὶ συμβεβηκέναι αὐτῷ, ὅτι ἐστί τι ἐκ τούτου ὡς πρώτου ἐνυπάρχοντος.
67Aristoteles, Metaphysica, 12, 9; 10 (auctor 384BC-322BC)
ἢ ἐπ' ἐνίων ἡ ἐπιστήμη τὸ πρᾶγμα, ἐπὶ μὲν τῶν ποιητικῶν ἄνευ ὕλης ἡ οὐσία καὶ τὸ τί ἦν εἶναι, ἐπὶ δὲ τῶν θεωρητικῶν ὁ λόγος τὸ πρᾶγμα καὶ ἡ νόησις· οὐχ ἑτέρου οὖν ὄντος τοῦ νοουμένου καὶ τοῦ νοῦ, ὅσα μὴ ὕλην ἔχει, τὸ αὐτὸ ἔσται, καὶ ἡ νόησις τῷ νοουμένῳ μία.
68Aristoteles, Metaphysica, 12, 10; 35 (auctor 384BC-322BC)
ἔτι τίνι οἱ ἀριθμοὶ ἓν ἢ ἡ ψυχὴ καὶ τὸ σῶμα καὶ ὅλως τὸ εἶδος καὶ τὸ πρᾶγμα, οὐδὲν λέγει οὐδείς· οὐδ' ἐνδέχεται εἰπεῖν, ἐὰν μὴ ὡς ἡμεῖς εἴπῃ, ὡς τὸ κινοῦν ποιεῖ.
69Aristoteles, Metaphysica, 14, 6; 7 (auctor 384BC-322BC)
ἆρ' οὖν τοῦτ' αἴτιον καὶ διὰ τοῦτό ἐστι τὸ πρᾶγμα, ἢ ἄδηλον· οἷον ἔστι τις τῶν τοῦ ἡλίου φορῶν ἀριθμός, καὶ πάλιν τῶν τῆς σελήνης, καὶ τῶν ζῴων γε ἑκάστου τοῦ βίου καὶ ἡλικίας· τί οὖν κωλύει ἐνίους μὲν τούτων τετραγώνους εἶναι ἐνίους δὲ κύβους, καὶ ἴσους τοὺς δὲ διπλασίους· οὐθὲν γὰρ κωλύει, ἀλλ' ἀνάγκη ἐν τούτοις στρέφεσθαι, εἰ ἀριθμοῦ πάντα ἐκοινώνει.
70Aristoteles, Physica, 4, 2; 14 (auctor 384BC-322BC)
εἰ δ' ἐν αὐτῷ ὁ τόπος (δεῖ γάρ, εἴπερ ἢ μορφὴ ἢ ὕλη), ἔσται ὁ τόπος ἐν τόπῳ· μεταβάλλει γὰρ ἅμα τῷ πράγματι καὶ κινεῖται καὶ τὸ εἶδος καὶ τὸ ἀόριστον, οὐκ ἀεὶ ἐν τῷ αὐτῷ ἀλλ' οὗπερ καὶ τὸ πρᾶγμα· ὥστε τοῦ τόπου ἔσται τόπος.
71Aristoteles, Physica, 8, 7; 22 (auctor 384BC-322BC)
ἀλλ' ἕτερον ἀνάγκη κινούμενον εἶναι κατὰ φορὰν πρότερον, ὃ καὶ τῆς γενέσεως αἴτιον ἔσται τοῖς γιγνομένοις, οὐ γιγνόμενον, οἷον τὸ γεννῆσαν τοῦ γεννηθέντος, ἐπεὶ δόξειέ γ' ἂν ἡ γένεσις εἶναι πρώτη τῶν κινήσεων διὰ τοῦτο, ὅτι γενέσθαι δεῖ τὸ πρᾶγμα πρῶτον.
72Aristoteles, Physica, 8, 8; 29 (auctor 384BC-322BC)
ἀλλ' αὕτη ἡ λύσις πρὸς μὲν τὸν ἐρωτῶντα ἱκανῶς ἔχει (ἠρωτᾶτο γὰρ εἰ ἐν πεπερασμένῳ ἄπειρα ἐνδέχεται διεξελθεῖν ἢ ἀριθμῆσαι), πρὸς δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν οὐχ ἱκανῶς· ἂν γάρ τις ἀφέμενος τοῦ μήκους καὶ τοῦ ἐρωτᾶν εἰ ἐν πεπερασμένῳ χρόνῳ ἐνδέχεται ἄπειρα διεξελθεῖν, πυνθάνηται ἐπ' αὐτοῦ τοῦ χρόνου ταῦτα (ἔχει γὰρ ὁ χρόνος ἀπείρους διαιρέσεις), οὐκέτι ἱκανὴ ἔσται αὕτη ἡ λύσις, ἀλλὰ τὸ ἀληθὲς λεκτέον, ὅπερ εἴπομεν ἐν τοῖς ἄρτι λόγοις.
73Aristoteles, Physica, 8, 8; 38 (auctor 384BC-322BC)
χρόνος ἐφ' ᾧ ΑΓΒ, πρᾶγμα ἐφ' ᾧ Δ.
74Aristoteles, Politica, 4; 218 (auctor 384BC-322BC)
ἁρμόττει δὲ καὶ τοῦτο μὴ λεληθέναι, ποίων δεῖ κατὰ τόπον ἀρχεῖα πολλὰ ἐπιμελεῖσθαι καὶ ποίων πανταχοῦ μίαν ἀρχὴν εἶναι κυρίαν, οἷον εὐκοσμίας πότερον ἐν ἀγορᾷ μὲν ἀγορανόμον, ἄλλον δὲ κατ' ἄλλον τόπον, ἢ πανταχοῦ τὸν αὐτόν· καὶ πότερον κατὰ τὸ πρᾶγμα δεῖ διαιρεῖν ἢ κατὰ τοὺς ἀνθρώπους, λέγω δ' οἷον ἕνα τῆς εὐκοσμίας, ἢ παίδων ἄλλον καὶ γυναικῶν· καὶ κατὰ τὰς πολιτείας δέ, πότερον διαφέρει καθ' ἑκάστην καὶ τὸ τῶν ἀρχῶν γένος ἢ οὐθέν, οἷον ἐν δημοκρατίᾳ καὶ ὀλιγαρχίᾳ καὶ ἀριστοκρατίᾳ καὶ μοναρχίᾳ πότερον αἱ αὐταὶ μέν εἰσιν ἀρχαὶ κύριαι, οὐκ ἐξ ἴσων δ' οὐδ' ἐξ ὁμοίων, ἀλλ' ἑτέρων ἐν ἑτέραις, οἷον ἐν μὲν ταῖς ἀριστοκρατίαις ἐκ πεπαιδευμένων, ἐν δὲ ταῖς ὀλιγαρχίαις ἐκ τῶν πλουσίων, ἐν δὲ ταῖς δημοκρατίαις ἐκ τῶν ἐλευθέρων, ἢ τυγχάνουσι μέν τινες οὖσαι καὶ κατ' αὐτὰς τὰς διαφορὰς τῶν ἀρχῶν, ἔστι δ' ὅπου συμφέρουσιν αἱ αὐταὶ καὶ ὅπου διαφέρουσαι (ἔνθα μὲν γὰρ ἁρμόττει μεγάλας ἔνθα δ' εἶναι μικρὰς τὰς αὐτάς) .
75Aristoteles, Problemata, 29; 24 (auctor 384BC-322BC)
τῷ δὲ διώκοντι ἔστιν ὅπως βούλεται, καὶ πρὸ τοῦ τὴν δίκην κλητεύσασθαι, ἐνστήσασθαι τὸ πρᾶγμα, καὶ ἤδη κεκληκότα, πλασάμενον ὅ τι βούλεται πιθανόν, κατηγορεῖν αὐτοῦ.
76Aristoteles, Rhetorica, 1, 1, 6; 4 (auctor 384BC-322BC)
ἔτι δὲ φανερὸν ὅτι τοῦ μὲν ἀμφισβητοῦντος οὐδέν ἐστιν ἔξω τοῦ δεῖξαι τὸ πρᾶγμα ὅτι ἔστιν ἢ οὐκ ἔστιν, ἢ γέγονεν ἢ οὐ γέγονεν· εἰ δὲ μέγα ἢ μικρόν, ἢ δίκαιον ἢ ἄδικον, ὅσα μὴ ὁ νομοθέτης διώρικεν, αὐτὸν δή που τὸν δικαστὴν δεῖ γιγνώσκειν καὶ οὐ μανθάνειν παρὰ τῶν ἀμφισβητούντων.
77Aristoteles, Rhetorica, 1, 12, 1; 2 (auctor 384BC-322BC)
αὐτοὶ μὲν οὖν ὅταν οἴωνται δυνατὸν εἶναι τὸ πρᾶγμα πραχθῆναι καὶ αὑτοῖς δυνατόν, εἶτ' ἂν λαθεῖν πράξαντες, ἢ μὴ λαθόντες μὴ δοῦναι δίκην, ἢ δοῦναι μὲν ἀλλ' ἐλάττω τὴν ζημίαν εἶναι τοῦ κέρδους αὑτοῖς ἢ ὧν κήδονται.
78Aristoteles, Rhetorica, 1, 15, 12; 14 (auctor 384BC-322BC)
ἐὰν δὲ ὁ γεγραμμένος ᾖ πρὸς τὸ πρᾶγμα, τό τε « γνώμῃ τῇ ἀρίστῃ » λεκτέον ὅτι οὐ τοῦ παρὰ τὸν νόμον ἕνεκα δικάζειν ἐστίν, ἀλλ' ἵνα, ἐὰν ἀγνοήσῃ τί λέγει ὁ νόμος, μὴ ἐπιορκῇ.
79Aristoteles, Rhetorica, 2, 24, 4; 17 (auctor 384BC-322BC)
ἄλλος δὲ τόπος τὸ δεινώσει κατασκευάζειν ἢ ἀνασκευάζειν· τοῦτο δ' ἐστὶν ὅταν, μὴ δείξας ὅτι ἐποίησεν μηδ' ὅτι οὐκ ἐποίησεν, αὐξήσῃ τὸ πρᾶγμα· ποιεῖ γὰρ φαίνεσθαι ἢ ὡς οὐ πεποίηκεν, ὅταν ὁ τὴν αἰτίαν ἔχων αὔξῃ, ἢ ὡς πεποίηκεν, ὅταν ὁ κατηγορῶν αὐξῇ.
80Aristoteles, Rhetorica, 3, 2, 13; 17 (auctor 384BC-322BC)
ἔτι δὲ τρίτον ὃ λύει τὸν σοφιστικὸν λόγον· οὐ γὰρ ὡς ἔφη Βρύσων οὐθένα αἰσχρολογεῖν, εἴπερ τὸ αὐτὸ σημαίνει τόδε ἀντὶ τοῦδε εἰπεῖν· τοῦτο γάρ ἐστιν ψεῦδος· ἔστιν γὰρ ἄλλο ἄλλου κυριώτερον καὶ ὡμοιωμένον μᾶλλον καὶ οἰκειότερον, τῷ ποιεῖν τὸ πρᾶγμα πρὸ ὀμμάτων.
81Aristoteles, Rhetorica, 3, 7, 4; 4 (auctor 384BC-322BC)
πιθανοῖ δὲ τὸ πρᾶγμα καὶ ἡ οἰκεία λέξις· παραλογίζεταί τε γὰρ ἡ ψυχὴ ὡς ἀληθῶς λέγοντος, ὅτι ἐπὶ τοῖς τοιούτοις οὕτως ἔχουσιν, ὥστ' οἴονται, εἰ καὶ μὴ οὕτως ἔχει ὡς λέγει ὁ λέγων, τὰ πράγματα οὕτως ἔχειν, καὶ συνομοπαθεῖ ὁ ἀκούων ἀεὶ τῷ παθητικῶς λέγοντι, κἂν μηθὲν λέγῃ.
82Aristoteles, Rhetorica, 3, 9, 2; 2 (auctor 384BC-322BC)
ἡ μὲν οὖν εἰρομένη λέξις ἡ ἀρχαία ἐστίν [« Ἡροδότου Θουρίου ἥδ' ἱστορίης ἀπόδειξις »] (ταύτῃ γὰρ πρότερον μὲν ἅπαντες, νῦν δὲ οὐ πολλοὶ χρῶνται) · λέγω δὲ εἰρομένην ἣ οὐδὲν ἔχει τέλος καθ' αὑτήν, ἂν μὴ τὸ πρᾶγμα τὸ λεγόμενον τελειωθῇ.
83Aristoteles, Rhetorica, 3, 13, 1; 2 (auctor 384BC-322BC)
ἔστι δὲ τοῦ λόγου δύο μέρη· ἀναγκαῖον γὰρ τό τε πρᾶγμα εἰπεῖν περὶ οὗ, καὶ τοῦτ' ἀποδεῖξαι.
84Aristoteles, Rhetorica, 3, 13, 3; 6 (auctor 384BC-322BC)
καὶ γὰρ ἡ κατηγορία καὶ ἡ ἀπολογία πολλάκις, ἀλλ' οὐχ ἡ συμβουλή· ἀλλ' ὁ ἐπίλογος ἔτι οὐδὲ δικανικοῦ παντός, οἷον ἐὰν μικρὸς ὁ λόγος ἢ τὸ πρᾶγμα εὐμνημόνευτον· συμβαίνει γὰρ τοῦ μήκους ἀφαιρεῖσθαι.
85Aristoteles, Rhetorica, 3, 14, 7; 17 (auctor 384BC-322BC)
τὸ μὲν οὖν ἀναγκαιότατον ἔργον τοῦ προοιμίου καὶ ἴδιον τοῦτο, δηλῶσαι τί ἐστιν τὸ τέλος οὗ ἕνεκα ὁ λόγος (διόπερ ἂν δῆλον ᾖ καὶ μικρὸν τὸ πρᾶγμα, οὐ χρηστέον προοιμίῳ) · τὰ δὲ ἄλλα εἴδη οἷς χρῶνται, ἰατρεύματα καὶ κοινά.
86Aristoteles, Rhetorica, 3, 14, 8; 22 (auctor 384BC-322BC)
δεῖ δὲ μὴ λανθάνειν ὅτι πάντα ἔξω τοῦ λόγου τὰ τοιαῦτα· πρὸς φαῦλον γὰρ ἀκροατὴν καὶ τὰ ἔξω τοῦ πράγματος ἀκούοντα· ἐπεὶ ἂν μὴ τοιοῦτος ᾖ, οὐθὲν δεῖ προοιμίου, ἀλλ' ἢ ὅσον τὸ πρᾶγμα εἰπεῖν κεφαλαιωδῶς, ἵνα ἔχῃ ὥσπερ σῶμα κεφαλήν.
87Aristoteles, Rhetorica, 3, 14, 10; 28 (auctor 384BC-322BC)
ιτ 1162 καὶ οἱ πονηρὸν τὸ πρᾶγμα ἔχοντες ἢ δοκοῦντες· πανταχοῦ γὰρ βέλτιον διατρίβειν ἢ ἐν τῷ πράγματι, διὸ οἱ δοῦλοι οὐ τὰ ἐρωτώμενα λέγουσιν ἀλλὰ τὰ κύκλῳ, καὶ προοιμιάζονται.
88Aristoteles, Rhetorica, 3, 14, 12; 34 (auctor 384BC-322BC)
τὰ δὲ τοῦ δημηγορικοῦ ἐκ τῶν τοῦ δικανικοῦ λόγου ἐστίν, φύσει δὲ ἥκιστα ἔχει· καὶ γὰρ καὶ περὶ οὗ ἴσασιν, καὶ οὐδὲν δεῖται τὸ πρᾶγμα προοιμίου, ἀλλ' ἢ δι' αὐτὸν ἢ τοὺς ἀντιλέγοντας, ἢ ἐὰν μὴ ἡλίκον βούλει ὑπολαμβάνωσιν, ἀλλ' ἢ μεῖζον ἢ ἔλαττον, διὸ ἢ διαβάλλειν ἢ ἀπολύεσθαι ἀνάγκη, καὶ ἢ αὐξῆσαι ἢ μειῶσαι.
89Aristoteles, Rhetorica, 3, 15, 10; 15 (auctor 384BC-322BC)
ἄλλος τῷ διαβάλλοντι, τὸ ἐπαινοῦντα μικρὸν μακρῶς ψέξαι μέγα συντόμως, ἢ πολλὰ ἀγαθὰ προθέντα, ὃ εἰς τὸ πρᾶγμα προφέρει ἓν ψέξαι.
90Aristoteles, Rhetorica, 3, 16, 5; 7 (auctor 384BC-322BC)
οὐδὲ γὰρ ἐνταῦθά ἐστι τὸ εὖ [ἢ] τὸ ταχὺ ἢ τὸ συντόμως, ἀλλὰ τὸ μετρίως· τοῦτο δ' ἐστὶ τὸ λέγειν ὅσα δηλώσει τὸ πρᾶγμα, ἢ ὅσα ποιήσει ὑπολαβεῖν γεγονέναι ἢ βεβλαφέναι ἢ ἠδικηκέναι, ἢ τηλικαῦτα ἡλίκα βούλει, τῷ δὲ ἐναντίῳ τὰ ἐναντία· παραδιηγεῖσθαι δὲ ὅσα εἰς τὴν σὴν ἀρετὴν φέρει (οἷον « ἐγὼ δ' ἐνουθέτουν, ἀεὶ τὰ δίκαια λέγων, μὴ τὰ τέκνα ἐγκαταλείπειν » ) , ἢ θατέρου κακίαν· « ὁ δὲ ἀπεκρίνατό μοι ὅτι, οὗ ἂν ᾖ αὐτός, ἔσται ἄλλα παιδία » , ὃ τοὺς ἀφισταμένους Αἰγυπτίους ἀποκρίνασθαί φησιν ὁ Ἡρόδοτος· ἢ ὅσα ἡδέα τοῖς δικασταῖς.
91Aristoteles, Rhetorica, 3, 19, 4; 12 (auctor 384BC-322BC)
ἐκεῖ μὲν οὖν δεῖ τὸ πρᾶγμα εἰπεῖν, ἵνα μὴ λανθάνῃ περὶ οὗ ἡ κρίσις, ἐνταῦθα δὲ δι' ὧν δέδεικται, κεφαλαιωδῶς.
92Aristoteles, Topica, 1, I 7; 3 (auctor 384BC-322BC)
Ἀριθμῷ γάρ ἢ εἴδει ἢ γένει τό ταὐτόν εἰώθαμεν προσαγορεύειν, ἀριθμῷ μέν ὧν ὀνόματα πλείω τό δέ πρᾶγμα ἕν, οἷον λώπιον καί ἱμάτιον, εἴδει δέ ὅσα πλείω ὄντα ἀδιάφορα κατά τό εἶδός ἐστι, καθάπερ ἄνθρωπος ἀνθρώπῳ καί ἵππος ἵππῳ· τά γάρ τοιαῦτα τῷ εἴδει λέγεται ταὐτά, ὅσα ὑπό ταὐτό εἶδος.
93Aristoteles, Topica, 1, I 18; 1 (auctor 384BC-322BC)
Χρήσιμον δέ τό μέν ποσαχῶς λέγεται ἐπεσκέφθαι πρός τε τό σαφές (μᾶλλον γάρ ἄν τις εἰδείη τί τίθησιν, ἐμφανισθέντος ποσαχῶς λέγεται) καί πρός τό γίνεσθαι κατ᾿ αὐτό τό πρᾶγμα καί μή πρός τοὔνομα τούς συλλογισμούς.
94Aristoteles, Topica, 2, II 6; 9 (auctor 384BC-322BC)
Ἐνδέχεται δέ, κἂν μή διορίσας εἴπῃ πότερον ὡς ἐπί τό πολύ ἢ ἐξ ἀνάγκης εἴρηκεν, ᾖ δέ τό πρᾶγμα ὡς ἐπί τό πολύ, διαλέγεσθαι ὡς ἐξ ἀνάγκης εἰρηκότος αὐτοῦ, οἷον εἰ φαύλους τούς ἀποκλήρους ἔφησεν εἶναι μή διορίσας, ὡς ἐξ ἀνάγκης εἰρηκότος αὐτοῦ διαλέγεσθαι.
95Aristoteles, Topica, 6, VI 7; 3 (auctor 384BC-322BC)
Ἔτι εἰ τό μέν πρᾶγμα δέχεται τό μᾶλλον, τό δέ κατά τόν λόγον ἀποδοθέν μή δέχεται, ἢ ἀνάπαλιν τό μέν κατά τόν λόγον ἀποδοθέν δέχεται, τό δέ πρᾶγμα μή.
96Aristoteles, Topica, 6, VI 7; 6 (auctor 384BC-322BC)
Ἔτι εἰ δύο τινῶν προτεθέντων, καθ᾿ οὗ τό πρᾶγμα μᾶλλον λέγεται, τό κατά τόν λόγον ἧττον λέγεται, οἷον εἰ τό πῦρ ἐστί σῶμα τό λεπτομερέστατον· πῦρ μέν γάρ μᾶλλον ἡ φλόξ ἐστι τοῦ φωτός, σῶμα δέ τό λεπτομερέστατον ἧττον φλόξ τοῦ φωτός· ἔδει δ᾿ ἀμφότερα μᾶλλον τῷ αὐτῷ ὑπάρχειν, εἴπερ ταὐτά ἦν.
97Aristoteles, Topica, 6, VI 12; 15 (auctor 384BC-322BC)
Ἐνίοτε δ᾿ ὁρίζονται οὐ τό πρᾶγμα, ἀλλά τό πρᾶγμα εὖ ἔχον ἢ τετελεσμένον.
98Biblia, Biblia graeca iuxta LXX interpretes, p6; 63
Χελκιας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν Σουσαννας μετὰ Ιωακιμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων, ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα.
99Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 18
καὶ ἤνεγκαν λίθον καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου, καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐν τῷ δακτυλίῳ τῶν μεγιστάνων αὐτοῦ, ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν τῷ Δανιηλ.
100Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 19; 22
σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ σε εἰσελθεῖν ἐκεῖ. διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως ἐκείνης Σηγωρ.
101Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 21; 26
καὶ εἶπεν αὐτῷ Αβιμελεχ Οὐκ ἔγνων, τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο, οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα ἀλλ’ ἢ σήμερον.
102Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 44; 15
εἶπεν δὲ αὐτοῖς Ιωσηφ Τί τὸ πρᾶγμα τοῦτο, ὃ ἐποιήσατε; οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ἄνθρωπος οἷος ἐγώ;
103Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 1; 18
ἐκάλεσεν δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς Τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα;
104Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 20; 19
καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ισραηλ Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν, παρὰ τὸ ὄρος παρελευσόμεθα.
105Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 31; 23
πᾶν πρᾶγμα, ὃ διελεύσεται ἐν πυρί, καὶ καθαρισθήσεται, ἀλλ’ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται· καὶ πάντα, ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός, διελεύσεται δι’ ὕδατος.
106Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 17; 10
καὶ ποιήσεις κατὰ τὸ πρᾶγμα, ὃ ἐὰν ἀναγγείλωσίν σοι ἐκ τοῦ τόπου, οὗ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ φυλάξῃ σφόδρα ποιῆσαι κατὰ πάντα, ὅσα ἐὰν νομοθετηθῇ σοι·
107Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 22; 26
καὶ τῇ νεάνιδι οὐ ποιήσετε οὐδέν· οὐκ ἔστιν τῇ νεάνιδι ἁμάρτημα θανάτου, ὅτι ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον καὶ φονεύσῃ αὐτοῦ ψυχήν, οὕτως τὸ πρᾶγμα τοῦτο,
108Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 24; 1
Ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ, ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα, καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ,
109Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 24; 5
Ἐὰν δέ τις λάβῃ γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς τὸν πόλεμον, καὶ οὐκ ἐπιβληθήσεται αὐτῷ οὐδὲν πρᾶγμα· ἀθῷος ἔσται ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐνιαυτὸν ἕνα, εὐφρανεῖ τὴν γυναῖκα αὐτοῦ, ἣν ἔλαβεν.
110Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 9; 24
καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ λέγοντες Ἀνηγγέλη ἡμῖν ὅσα συνέταξεν κύριος ὁ θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολεθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ’ αὐτῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο.
111Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 6; 29
καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο; καὶ ἀνήταζον καὶ ἐξεζήτουν καὶ εἶπαν Γεδεων ὁ υἱὸς Ιωας ἐποίησεν τὸ πρᾶγμα τοῦτο.
112Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 10; 24
καὶ ἐκ τῶν υἱῶν Ισραηλ οὐκ ἔδωκε Σαλωμων εἰς πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ.
113Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 11; 27
καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπήρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμων· ᾠκοδόμησεν τὴν ἄκραν, συνέκλεισεν τὸν φραγμὸν τῆς πόλεως Δαυιδ τοῦ πατρὸς αὐτοῦ,
114Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 21; 8
καὶ εἶπεν Δαυιδ πρὸς τὸν θεόν Ἡμάρτηκα σφόδρα ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο· καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα.
115Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 23; 19
καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου κυρίου, καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πρᾶγμα.
116Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 18
ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει,
117Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 19
καὶ ταῦτα πάντα ἀφέντες εἰς αὐτὴν ἐγκέχηναν καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν, καὶ πάντες αὐτὴν αἱρετίζουσιν μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον.
118Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 8; 91
ἀναστὰς ἐπιτέλει· πρὸς σὲ γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν.
119Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 9; 16
καὶ ἐπελέξατο ἑαυτῷ Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν, κατ’ ὄνομα πάντας, καὶ συνεκάθισαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα.
120Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 8; 32
καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ Ἀκούσατέ μου, καὶ ποιήσω πρᾶγμα ὃ ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν.
121Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 11; 6
καὶ ἐὰν κατακολουθήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου, τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ ὁ θεός, καὶ οὐκ ἀποπεσεῖται ὁ κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ.
122Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 2; 4
καὶ ἡ γυνή, ἣ ἂν ἀρέσῃ τῷ βασιλεῖ, βασιλεύσει ἀντὶ Αστιν. καὶ ἤρεσεν τῷ βασιλεῖ τὸ πρᾶγμα, καὶ ἐποίησεν οὕτως.
123Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 3; 15
ἐσπεύδετο δὲ τὸ πρᾶγμα καὶ εἰς Σουσαν· ὁ δὲ βασιλεὺς καὶ Αμαν ἐκωθωνίζοντο, ἐταράσσετο δὲ ἡ πόλις.
124Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 7; 5
εἶπεν δὲ ὁ βασιλεύς Τίς οὗτος, ὅστις ἐτόλμησεν ποιῆσαι τὸ πρᾶγμα τοῦτο;
125Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 63; 4
οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν
126Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 100; 3
οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα·
127Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 47; 16
καὶ εἶπεν Γοδολιας πρὸς Ιωαναν Μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις περὶ Ισμαηλ.
128Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 51; 4
καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου καὶ ἀπέστειλα λέγων Μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης, ἧς ἐμίσησα.
129Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 2; 8
καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Ἐπ’ ἀληθείας οἶδα ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθάπερ ἑωράκατε ὅτι ἀπέστη ἀπ’ ἐμοῦ τὸ πρᾶγμα· καθάπερ οὖν προστέταχα, οὕτως ἔσται·
130Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 2; 10
καὶ ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐπὶ τοῦ βασιλέως ὅτι Οὐδεὶς τῶν ἐπὶ τῆς γῆς δυνήσεται εἰπεῖν τῷ βασιλεῖ ὃ ἑώρακε, καθάπερ σὺ ἐρωτᾷς, καὶ πᾶς βασιλεὺς καὶ πᾶς δυνάστης τοιοῦτο πρᾶγμα οὐκ ἐπερωτᾷ πάντα σοφὸν καὶ μάγον καὶ Χαλδαῖον·
131Biblia, Biblia graeca iuxta LXX interpretes, Am, 3; 7
διότι οὐ μὴ ποιήσῃ κύριος ὁ θεὸς πρᾶγμα, ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.
132Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 7; 3
καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα, καὶ εἶπεν Μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν.
133Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 9; 10
καὶ εἶπεν Ιουδας Μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπ’ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν.
134Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 10; 43
καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ιεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ ὀφείλων βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου.
135Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 1; 33
ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον, οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέντες ἱερεῖς, τὸ ὕδωρ ἐφάνη, ἀφ’ οὗ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς θυσίας,
136Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 1; 34
περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρᾶγμα.
137Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 2; 26
καὶ ἡμῖν μὲν τοῖς τὴν κακοπάθειαν ἐπιδεδεγμένοις τῆς ἐπιτομῆς οὐ ῥᾴδιον, ἱδρῶτος δὲ καὶ ἀγρυπνίας τὸ πρᾶγμα,
138Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 5; 27
τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ παρανόμῳ ἐξόδῳ κατὰ πᾶν ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο, τί τὸ πρᾶγμα, ἐφ’ οὗ τοῦτο αὐτῷ μετὰ σπουδῆς τετέλεσται·
139Biblia, Biblia graeca iuxta LXX interpretes, Sus; 10
/11 καὶ ἀμφότεροι ἦσαν κατανενυγμένοι περὶ αὐτῆς, καὶ ἕτερος τῷ ἑτέρῳ οὐ προσεποιεῖτο τὸ κακὸν τὸ ἔχον αὐτοὺς περὶ αὐτῆς, οὐδὲ ἡ γυνὴ ἔγνω τὸ πρᾶγμα τοῦτο.
140Biblia, Novum testamentum graece, Act, 5; 4
οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ.
141Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 1
Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
142Biblia, Novum testamentum graece, Iac, 3; 16
ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
143Coelestinus I, Epistolae et decreta, 50, 0456C
Εἶτα κέκληκε τὸν ἄνθρωπον εἰς συνέδριον· κᾀκεῖνος ἦλθεν, πρᾶγμα ποιῶν κανονικὸν, ἑτοίμως ἔχων ἀπολογήσασθαι.
144Coelestinus I, Epistolae et decreta, 50, 0518B
Ἅμα τε γὰρ εἰσῆλθεν εἰς τὴν Ἐφεσίων πόλιν, πρὶν ἀποπλύνασθαι τὸ ἱμάτιον, συναγαγών τινας τῶν τῷ Νεστορίῳ συναποστατησάντων, καὶ βλάσφημα λαλούντων κατὰ τῆς ἑαυτῶν κεφαλῆς, καὶ μονονουχὶ καταπαιζόντων τῆς δόξης τοῦ Χριστοῦ, καὶ συλλέξας ὥσπερ κολλήγιον ἑαυτῷ τριάκοντά που τὸν ἀριθμὸν ἀνθρώπων, ἐπισκόπων ἐχόντων ὄνομα, ὧν οἱ μέν εἰσιν ἀπόλιδες, σχολάζοντες δὲ καὶ ἐκκλησίας μὴ ἔχοντες, ἕτεροι δὲ καὶ πρὸ πολλῶν ἐτῶν ἐπὶ δειναῖς αἰτίαις καθῃρημένοι ἀπὸ τῶν ἰδίων μητροπολιτῶν, σὺν αὐτοῖς δὲ καὶ Πελαγιανοὶ καὶ Κελεστιανοὶ καὶ τῶν ἀπὸ Θεσσαλίας ἐκβεβλημένων τινὲς, πρᾶγμα τετολμήκεν ἀνόσιον, ὃ μηδεὶς πώποτε τῶν πρὸ αὐτοῦ.
145Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0039D (auctor c.470–c.544)
Εἰ δέ τις ὑγιαίνων ἑαυτὸν ἐξέτεμεν, τοῦτον καὶ ἐν τῷ κλήρῳ ἐξεταζόμενον πεπαῦσθαι προσήκει, καὶ ἐκ τοῦ δεῦρο μηδένα τῶν τοιούτων χρῆναι προάγεσθαι· ὥσπερ δὲ τοῦτο πρόδηλον, ὅτι περὶ τῶν ἐπιτηδευόντων τὸ πρᾶγμα καὶ τολμώντων ἑαυτοὺς ἐκτέμνειν, εἴρηται, οὕτως εἴ τινες ὑπὸ βαρβάρων ἢ δεσποτῶν εὐνουχίσθησαν [εὐνουχισθέντες], εὑρίσκοιντο ἄλλως ἄξιοι, τοὺς τοιούτους εἰς κλῆρον προσίεται ὁ κανών.
146Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0045C (auctor c.470–c.544)
Ἐπειδὴ πολλοὶ ἐν τῷ κανόνι ἐξεταζόμενοι τὴν πλεονεξίαν καὶ τὴν αἰσχροκερδείαν [τὸ αἰσχροκερδές] διώκοντες, ἐπελάθοντο τοῦ θείου γράμματος λέγοντος, « Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, » καὶ δανείζοντες ἑκατοστὰς ἀπαιτοῦσιν· ἐδικαίωσεν ἡ ἁγία καὶ μεγάλη σύνοδος, ὡς εἴ τις εὑρεθείη μετὰ τὸν ὅρον τοῦτον τόκους λαμβάνειν ἐκ μεταχειρήσεως, ἢ ἄλλως μετερχόμενος τὸ πρᾶγμα, ἢ ἡμιολίας ἀπαιτῶν, ἢ ὅλως ἕτερόν τι ἐπινοῶν αἰσχροῦ κέρδους ἕνεκα, καθαιρεθήσεται τοῦ κλήρου, καὶ ἀλλοτριος τοῦ κανόνος ἔσται.
147Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0083B (auctor c.470–c.544)
Πρᾶγμα παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς καὶ τοὺς κανόνας τῶν ἁγίων πατέρων καινοτομουμενον, καὶ τῆς πάντων ἐλευθερίας ἁπτόμενον, προσήγγειλεν ὁ θεοφιλέστατος συνεπίσκοπος Ῥηγῖνος, καὶ οἱ σὺν αὐτῷ εὐλαβέστατοι ἐπίσκοποι τῆς Κυπρίων ἐπαρχίας Ζήνων καὶ Εὐάγριος.
148Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0087B (auctor c.470–c.544)
Εἴ τις κληρικὸς πρὸς κληρικὸν πρᾶγμα ἔχει, μὴ ἐγκαταλιμπανέτω τὸν οἰκεῖον ἐπίσκοπον, καὶ ἐπὶ κοσμικὰ δικαστήρια κατατρεχέτω· ἀλλὰ πρότερον τὴν ὑπόθεσιν γυμναζέτω παρὰ τῷ ἰδίῳ ἐπισκόπῳ, ἤγουν γνώμῃ αὐτοῦ τοῦ ἐπιστόπου παρ' οἷς ἂν τὰ ἀμφότερα μέρη βούλωνται τὰ τῆς δίκης συγκροτεῖσθαι [συγκροτείσθω]. Εἰ δέ τις παρὰ ταῦτα ποιήσοι, κανονικοῖς ἐπιτιμίοις ὑποκείσθω.
149Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0087B (auctor c.470–c.544)
Εἰ δὲ καὶ κληρικὸς πρᾶγμα ἔχοι πρὸς τὸν ἴδιον ἢ καὶ πρὸς ἕτερον ἐπίσκοπον, παρὰ τῇ συνόδῳ τῆς ἐπαρχίας δικαζέσθω.
150Concilium Constantinopolitanum, Epistola synodica, 13, 1198D
Ἐπειδὴ δὲ τοῦτο παντελῶς ἐγύμνου τὰς ἐκκλησίας, ἄρτι τῆς ἀνανεώσεως ἀρχομένας, καὶ τὸ πρᾶγμα παντάπασιν ἦν τοῖς πολλοῖς ἀδύνατον (συνδεδραμήκειμεν γὰρ εἰς τὴν Κωνσταντινούπολιν ἐκ τῶν πέρυσι γραμμάτων, τῶν παρὰ τῆς ὑμετέρας τιμιότητος μετὰ τὴν ἐν Ἀκυληΐᾳ συνόδον, πρὸς τὸν θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων, πρὸς μόνην ταύτην τὴν ἀποδημίαν τὴν μέχρι Κωνσταντινουπόλεως παρεσκευασμένοι, καὶ περὶ ταύτης μόνης τῆς συνόδου τὴν ἐν ταῖς ἐπαρχίαις μεινάντων ἐπισκόπων συγκάταθεσιν ἐπαγόμενοι, μείζονος δὲ ἀποδημίας μήτε προσδοκήσαντες χρείαν, μήτε προακοὺσαντες ὅλως, πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν, πρὸς δὲ τούτοις καὶ τῆς προθεσμίας διὰ στενότητα, μήτε πρὸς παρασκευὴν μακροτέρας ἀποδημίας ἐνδιδούσης καιρὸν, μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοινωνικοὺς ἐπισκόπους ὑπομνησθῆναι, καὶ τὰς παρ' αὐτῶν συγκαταθέσεις λαβεῖν)· ἐπειδή ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα τὴν τῶν πλειόνων ἄφιξιν διεκώλυσεν; ὃ δεύτερον ἦν, εἴς τε τῶν πραγμάτων ἐπανόρθωσιν, καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπὸδειξιν, τοῦτο πεποιήκαμεν· τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους ἀδελφοὺς καὶ συλλειτουργοὺς ἡμῶν ἐπισκόπους, Κυριακὸν Εὐσέβιον, καὶ Πρισκιανὸν προθύμως καμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες· δι' ὧν καὶ τὴν ἡμετέραν προαίρεσιν εἰρηνικὴν οὖσαν, καὶ σκοπὸν ἑνώσεως ἔχουσαν ἐπιδείκνυμεν, καὶ τὸν ζῆλον ἡμῶν τὸν ὑπὲρ τῆς ὑγιοῦς πίστεως, φανερὸν ποιοῦμεν.
151Constantinus I, Epistolae, 8, 0555C (auctor c.272–337)
Ἀλλὰ γὰρ τίς ἡ κατηγορία αὓτη; τίς δὲ ἡ μετάβασις καὶ ποικιλία τοῦ πράγματος; ὡς νῦν εἰς ἕτερον πρόσωπον τὴν κατηγορίαν τοῦ ἐγκλήματος τούτου μετάγειν, ὅπερ δηλονότι πρᾶγμα, αὐτοῦ τοῦ φωτός ἐστιν ὡς εἰπεῖν τηλαυγέστερον, ὅτι τῇ σῇ συνέσει ἐπιβουλεῦσαι ἐσπούδαζον; μετὰ δὲ ταῦτα, τίς ἂν ἐκείνοις τοῖς ἀνθρωποις τοσαῦτα εἰς βλάβην ἀναπλασαμένοις, ἀκολουθῆσαι ἐθελήσειεν; ὅταν μάλιστα αὐτοὶ ἑαυτοὺς εἰς ὄλεθρον ἄγωσι, καὶ συνορῶσιν ὅτι πεπλασμένων καὶ ψευδῶν πραγμάτων εἰσὶ κατήγοροι, ὡς ἔφην τοίνυν, τίς ἂν ἐκείνοις ἐξακολουθήσιε, καί εἰς τὴν ὁδόν τῆς ἀπωλείας, τρήνης ἀπέλθοι; εἰς ἐκείνην δηλαδὴ εἰς ἣν ἐκεῖνοι μόνοι τὴν ἐλπίδα τῆς σωτηρίας καὶ τῆς ἐπικουρίας ἒχειν οἴονται.
152Constantinus I, Epistolae, 8, 0511A (auctor c.272–337)
ἀλλ' οὐδέν πω ταῦτα πρὸς τὸ πρᾶγμα· τοῖς δὲ ἑξῆς προσέχετε τὸν νοῦν.
153Constantinus I, Epistolae, 8, 0514D (auctor c.272–337)
ἐπ' αὐτὸ δὲ πορεύσομαι ἤδη τὸ πρᾶγμα.
154Constantinus I, Epistolae, 8, 0522C (auctor c.272–337)
καὶ πρὸ πάντων ἐλέγξαι τε καὶ ἀποσείσασθαι τὸ πρᾶγμα τοῦτο, ὁ τὴν μὲν ἀρχήνεἰλήφει διὰ τῆς Ἀρείου τοῦ Ἀλεξανδρέως ἀπονοίας, ἰσχυροπιοεῖτο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ὀλεθρίας σπουδῆς.
155Desiderius Erasmus, Adagia, praef., prol., IV; 23 (opus 1508)
Quemadmodum enim illud: Ὅς αὐτός αὑτόν οὐκ ἔχει, Σάμον θέλει, simul et adagium est et apophthegma, ita illud Simonidis ad quendam in convivio tacentem: Εἰ μέν ἠλίθιος εἷ, σοφόν πρᾶγμα ποιεῖς·εἰ δέ σοφός, ἠλίθιον, id est Si quidem stultus es, sapientem rem facis, si vero sapiens, stultam, item illud: Decet Caesaris uxorem non solum crimine, verumetiam criminis suspicione vacare, apophthegma quidem est, at non item paroemia.
156Desiderius Erasmus, Adagia, Chiliades, 1, 158; 1 (opus 1508)
Ἐπί Μανδραβούλου χωρεῖ τό πρᾶγμα, id est: Res Mandrabuli ordine succedit, hoc est indies in peius labitur.
157Desiderius Erasmus, Adagia, Chiliades, 1, 158; 4 (opus 1508)
Σό δέ ἔμπαλιν ἥ σύ ἤλπισας γίγνεται καί ὡς ἡ παροιμία φησίν, ἐπί Μανδροβούλου χωρεῖ τό πρᾶγμα καθ’ ἑκάστην, id est: Tu tamen utcumque gaudes tibique ipsi imponis semperque credis meliora futura, quae sequentur, atqui id contra quam speraras evenit planeque iuxta proverbium ad morem Mandrabuli tibi negotium procedit, dum in singulos, ut ita dixerim, dies fit minus ac deterius atque in tergum retrocedit.
158Desiderius Erasmus, Adagia, Chiliades, 1, 163; 6 (opus 1508)
Διελθών δή καί ἰδίᾳ καταθείς ἑκάτερον σκόπει··εὑρήσεις γάρ τό τῶν μουσικῶν δή τοῦτο, δίς διά πασῶν τό πρᾶγμα, καί τοσοῦτον ἐοικότας ἀλλήλοις τούς βίους, ὅσον μόλυβδος ἀργύρῳ καί χαλκός χρυσῷ καί ἀνεμώνη ῥόδῳ καί ἀνθρώπῳ πίθηκος.
159Desiderius Erasmus, Adagia, Chiliades, 1, 163; 7 (opus 1508)
Μισθός μέν γάρ δή κἀκεῖ κἀνταῦθα καί τό ὑπ’ ἄλλῳ τάττεσθαι τό δέ πρᾶγμα παμπόλλην ἔχει τήν διαφωνίαν, id est Quin illud mihi ham considera, quam maximo haec inter sese discrimine distare, videlicet in opulenti cuiuspiam aedes adscriptum servire servitutem et ea omnia perferre, quae libellus meus commemorat, et publice populi negotium gerentem ac pro virili rempublicam administrantem hoc nomine ab imperatore salarium accipere.
160Desiderius Erasmus, Adagia, Chiliades, 1, 332; 20 (opus 1508)
Huic alter respondet: Δεδογμνένον τό πρᾶγμα, ἀνερρίφθω κύβος, id est Decreta res est, esto iacta haec alea.
161Desiderius Erasmus, Adagia, Chiliades, 1, 933; 23 (opus 1508)
Rursus Lucianus in Hermotino: Ἐπιρρεῖ γάρ κατά τήν παροιμίαν τό πρᾶγμα ἐξαντλούμενον ἐς τό ἔμπαλιν ἥ ὁ τῶν ΔαναἹδων πίθος, id est Affluit enim, dum exhauritur negotium laborque, et contra fit atque in Danaidum dolio.
162Desiderius Erasmus, Adagia, Chiliades, 2, 1050; 22 (opus 1508)
Aristophanes in Ranis: Σουτί τί ἦν τό πρᾶγμα, Ἀλλ’ ἥ Διός Κόρινθος ἐν τοῖς στρῶμασι; id est Quid aliud haec erat res, Nisi Iovis Corinthus in ipsis stragulis ?
163Desiderius Erasmus, Adagia, Chiliades, 2, 1061; 17 (opus 1508)
Rursus in oratione contra Zenothemin: Σό μέν οὖν πρᾶγμα, ὑπέρ οὗ τήν ψῆφον οἴσετε, ὡς εἰπεῖν ἐν κεφαλαίῳ τοιοῦτόν ἐστι, id est Itaque negotium quidem, de quo feretis suffragia, ut in summa dixerimus, sic habet.
164Desiderius Erasmus, Adagia, Chiliades, 2, 1085; 16 (opus 1508)
Οὓτως ἄνθρωπος ἤρθη μέγας ἐξ ἀσθενοῦς καί σαθροῦ καταρχάς· καί πρόσθεν καταφρονούμενος ὡς οὐδέν πρᾶγμα, κύριός ἐστιν ἐξ ἐκείνου τοῖς ἐν τῆ γῆ τοῦτο, ὅ τι βούλεται, χρῆσθαι, πρόβλημα ποιησάμενος ἀντ’ ἄλλου φυλακτηρίου τόν λόγον.
165Desiderius Erasmus, Adagia, Chiliades, 2, 1233; 3 (opus 1508)
Lucianus in Sectis: Ἐπιρρεῖ, κατά τήν παροιμίαν, τό πρᾶγμα ἐξαντλούμενον, ἐς τό ἔμπαλιν ἥ τῶν Δαναίδων πίθος, id est Influit, iuxta proverbium, negotium, dum exhauritur, ac diversum quiddam accidit atque in Danaidum dolio.
166Desiderius Erasmus, Adagia, Chiliades, 2, 1904; 1 (opus 1508)
Οὐκ ἔστ’ ἐμόν τό πρᾶγμα, πολλά χαιρέτω, id est Multum valeat, haud est meum negotium.
167Desiderius Erasmus, Adagia, Chiliades, 2, 1988; 5 (opus 1508)
Gregorius Nazianzenus in oratione contra Eunomianos deflexit ad homines, ostendens non esse cuiuslibet de rebus divinis disserere: Οὐ παντός, οὐχ οὕτω τό πρᾶγμα εὔωνον καί τῶν χαμαί ἐρχομένων, id est Non est cuiusvis nec adeo vilis res atque humi gradientium.
168Desiderius Erasmus, Adagia, Chiliades, 3, 2018; 1 (opus 1508)
Κουφότατον πρᾶγμα λόγος, id est Levissima res oratio.
169Desiderius Erasmus, Adagia, Chiliades, 3, 2257; 8 (opus 1508)
Simillimum est huic, quod alibi refert idem, μέχρι προσηγορίας, id est Usque ad salutationem: Πρᾶγμα μέν ἐσθ’ ὁ φίλος πάνυ δύσκολον, εἰσί δέ πολλοί Καί σχεδόν οἱ πάντες μέχρι προσηγορίας, id est Res perdifficilis quidem amicus, sunt quia multi Atque adeo cuncti pene salute tenus.
170Desiderius Erasmus, Adagia, Chiliades, 3, 2296; 7 (opus 1508)
Plutarchus in Apophthegmatis Laconicis ad Cleomenem Cleombroti filium refert, qui, cum alter quispiam uteretur oratione plus satis prolixa, Σί, inquit, μοι μικρῶν πέρι μεγάλα φροιμιάζῃ; Ὅσον γάρ εἴη πρᾶγμα, τοσοῦτον καί ὁ λόγος, ᾧ χρῆσαι, id est Quid mihi de parvis magna facis prooemia ?
171Desiderius Erasmus, Adagia, Chiliades, 3, 2349; 11 (opus 1508)
Huic finitimum: Σό πρᾶγμα λέγει, id est Res ipsa loquitur, apud Lucianum in Toxaride.
172Desiderius Erasmus, Adagia, Chiliades, 3, 2349; 12 (opus 1508)
Item illud Aristophanicum in Vespis: Σό πρᾶγμα φανερόν ἐστιν, αὐτό γάρ βοᾶ, id est Res est palam, quando ipsa per se clamitat.
173Desiderius Erasmus, Adagia, Chiliades, 3, 2668; 1 (opus 1508)
Ἀναμάσσεσθαι τό πρᾶγμα, id est Ruminare seu remandere negotium, dicitur qui suo cum animo versat, etiam atque etiam expendens.
174Desiderius Erasmus, Adagia, Chiliades, 4, 3824; 5 (opus 1508)
Comicus autem ioci gratia pro πρᾶγμα posuit κλέμμα, notans Cleonis rapacitatem.
175Desiderius Erasmus, Adagia, Chiliades, 4, 3826; 3 (opus 1508)
Καί ὀρθῶς, inquit, εἴρηται Πᾶν γάρ ἀναγκαῖον πρᾶγμα ἀνιαρόν ἔφυ, id est Et recte dictum est Quicquid enim est necessarium natura molestum est.
176Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0420D (auctor c.470–c.544)
Ὁ δὲ, φαντασίαν εἶναι τὸ πρᾶγμα νομίσας, ὁμόφρονα γενέσθαι τὸν τῆς ὁράσεως θεατὴν ὑποπείθει.
177Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0422D (auctor c.470–c.544)
» Ἕως μὲν οὖν σύμφωνον εἶχε τῇ προθυμίᾳ τὸ σθένος, ἠγάπα τὸ πρᾶγμα.
178Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0440B (auctor c.470–c.544)
Καί τις αὐτῶν Ἰσάκιος τοὔνομα ἔτι ψάλλων, καὶ Θεῷ τοὺς ὀφθαλμοὺς αἴρων, ὁρᾷ πρὸ τοῦ σπηλαίου καιόμενον πῦρ, καὶ ἔνδον τῶν θυρῶν τοῦ ναοῦ εἰσιόν· ὅς μοι καὶ τὸ ὁραθὲν παραυτίκα ἐδείκνυ· ἐγὼ δ' ἡσυχάζειν τοῦτον εἰπὼν, ἅτε καὶ τὸ πρᾶγμα προῃσθημένος ἐκ τῆς πρὸ μικροῦ ὄψεως, τοῦ δέους τέως ἀπήλλαξα· ἐῴκει γάρ μοι δεδειματῶσθαι.
179Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0442A (auctor c.470–c.544)
Ὡς οὖν ἀπ' ἀλλήλων διέστημεν, λογισμοῖς ἐβαλλόμην αὖθις, τί καὶ δέοι με πρᾶξαι σκοπῶν· ἔνθεν καὶ τοῦτο ἕρμαιον κατεφάνη μοι, κοινωνῆσαι τῷ προέδρῳ τὸ πρᾶγμα· Οὐράνιος δὲ οὗτος ἦν ὁ τῆς Ἐμεσηνῶν ἐκκλησίας κατάρχων· κᾀκεῖνον λαβεῖν καὶ συλλήπτορα τοῦ φανέντος, καὶ σύμβουλον.
180Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0442B (auctor c.470–c.544)
Ἐπεὶ δὲ οὐκ εὐθὺς τοῦτο ἔπραξα, ἀλλ' ἐνεδυόμην τὴν ἐγχείρησιν, ὧδε κἀκεῖσε στρεφόμενος, καὶ ἑτέροις τὰ κατὰ τὸ πρᾶγμα ἀνατιθέμενος, τῷ τε Κυριακῷ ἐκείνῳ τῷ Διακόνῳ καὶ ἄλλοις τισὶ, τότε καὶ τῆς ἀβουλίας ᾐσθόμην, καὶ οὗ μοι κακοῦ ἡ ἀναβολὴ αἴτιος γέγονε· περὶ δείλην γὰρ ὀψίαν σαββάτου τοῖς συνοῦσιν ἐφιζομένου μου, καί τινα ὁμιλοῦντος, καταφέρει μου τὶς ἐξαπίνης πληγὴν ἐπὶ τῶν γονάτων, καὶ τίθησιν ὅλον ἀκίνητον, τῷ ἐδάφει μόλις προσκεκυφότα· ὡς οὖν τοῦτο ἑωράκασιν οἱ παρόντες, καὶ μάλιστα Γεννάδιος ἐκεῖνος ὁ προῤῥηθείς μοι, τρέπουσιν ἑαυτοὺς εἰς εὐχήν· καὶ τὸν μέγαν ἱκετεύουσι Πρόδρομον, λῦσαί μοι τὴν συμφορὰν, καὶ τοὺς πόδας μοι θεῖναι ἀρτίους ὡς ἔμπροσθεν· ἔγνωσαν γὰρ ὅτου ἕνεκα τὴν πληγὴν ταύτην εἰσεπραξάμην.
181Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0444D (auctor c.470–c.544)
Τοῦτο καὶ τῷ Προδρόμῳ δοκοῦν· ὃς καὶ τὰ ὁραθέντα δῆλα καθίστησι καὶ τῷ βασιλεῖ· οἷς καὶ ἀμφοτέροις πῶς ἂν εἴποις εὐθύμως περὶ τὸ πρᾶγμα διατεθεῖσι, στέλλονται πρὸ τούτων εὐθὺς καὶ οἱ τὸν θησαυρὸν ἀνελόμενοι.
182Ecclesia Africana, Epistola III, 87, 0083B
Ἐπεὶ οὖν οἱ ἐξαρχῆς κανόνες θεσπίζουσιν, ὅπουπερ ἂν ἐκκλησιαστικὸν πρᾶγμα κινεῖται, μὴ πρότερον ψηλαφᾶσθαι καθάπαξ, ἢ προσδέχεσθαι, κἂν ὅτι μάλιστα τὰ κινούμενα τύχοιεν ὄντα ἐν ἀπῳκισμέναις τισὶ καὶ ποῤῥωτάταις ἐπαρχίαις, ἄχρις ἂν ἐπὶ τόν ἀποστολικὸν ἀνακομισθῇ θρόνον, ἵνα ἐκ τῆς κατ' αὐτὸν αὐθεντίας τοῦ ζητουμένου δοκιμασθέντος, οἷον καὶ τρανωθέντος, ἐξ αὐτοῦ καθάπερ ἔκ τινος πηγῆς ἱερᾶς ἡ τοῦ κηρύγματος ἔναρξις γένηται, καὶ οὕτω καθεξῆς αἱ πᾶσαι τοῦ Θεοῦ προσδεχόμεναι καθολικαὶ πρὸς τὰ τοῦ κόσμου πέρατα διανείμωσιν ἀμειώτως τὰ τῆς ἀκραιφνοῦς μυστήρια πίστεως.
183Flauius Sosipater Charisius, Ars, p. 460, l. 22 (auctor c.362)
haec res τὸ πρᾶγμα εἶδος.
184Fronto, Epistulae, ad M. Caesarem, 2, 6; 15 (auctor c.95-165)
Igitur vale, decus eloquentiae Romanae, amicorum gloria, μέγα πρᾶγμα, homo iucundissime, consul amplissime, magister dulcissime.
185Gregorius I, Dialogi, 77, 0159B (auctor 540-604)
Θαυμαστὸν γοῦν πρᾶγμα συνέβη· ζητοῦντες γὰρ αὐτὸν, καὶ θυμομαχοῦντες οἱ Φράγκοι εἰσερχόμενοι μὲν ἐν τῷ εὐκτηρίῳ, εἰς αὐτὸν προσέκοπτον, θεωρῆσαι δὲ αὐτὸν οὐκ ἠδύναντο· οὕτως οὖν τῇ ἑαυτῶν τυφλώσει μαστιγωθέντες, ἐκ τοῦ μοναστηρίου σάβουροι ἐξῆλθον.
186Gregorius I, Dialogi, 77, 0159B (auctor 540-604)
Ἐν ἄλλῳ τοίνυν καιρῷ, διὰ πρᾶγμα τοῦ μοναστηρίου κατὰ κέλευσιν τοῦ ἡγουμένου τοῦ κατὰ διαδοχὴν Ὁνωράτου τοῦ διδασκάλου αὐτοῦ προχειρισθέντος ἐν Ῥαβέννῃ ἀπήρχετο.
187Gregorius I, Dialogi, 77, 0162C (auctor 540-604)
Ἦν δὲ πρᾶγμα ὡρισμένον διὰ τὴν τοῦ μοναστηρίου φροντίδα, καὶ τῇ ἑξῆς ἡμέρᾳ, πληρωθέντων τῶν ἑωθινῶν ὕμνων, Λιβερτῖνος εἰς τὴν τοῦ ἡγουμένου κλίνην ἀπῆλθε, καὶ μετὰ πάσης ταπεινοφροσύνης εὐχὴν ᾐτήσατο.
188Gregorius I, Dialogi, 77, 0162D (auctor 540-604)
Γινώσκων δὲ ὁ ἡγούμενος πῶς ἐκ πάντων ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὁ Λιβερτῖνος, ἐνόμισεν ὅτι διὰ τὴν ὕβριν ἣν αὐτῷ ἐπήγαγεν, ὑποχωρῆσαι ἐκ τοῦ μοναστηρίου ἤθελεν, ὅθεν καὶ ἠρώτησεν αὐτὸν, λέγων· Ποῦ βούλει ἀπελθεῖν; ᾧ τινι ἀποκριθεὶς, εἶπε· Τοῦ μοναστηρίου πρᾶγμα ὡρισμένον ἐστὶ, πάτερ, ὅπερ ἀδυνάτως ἔχω τοῦ ἐᾶσαι· τῇ γὰρ χθὲς ἡμέρᾳ ὥρισα σήμερον ἐκεῖσε εὑρεθῆναι.
189Gregorius I, Dialogi, 77, 0163A (auctor 540-604)
Ὅτε οὖν διὰ τὴν τοῦ μοναστηρίου φροντίδα εἰς τὸ ὡρισμένον πρᾶγμα ἀπῆλθε, πολλοὶ ἄνδρες εὐγενεῖς τε καὶ γνώριμοι, οἵ τινες αὐτὸν μεγάλως ἐτίμων, πάνυ θαυμάσαντες, ἀκριβῶς ἐπεζήτουν πόθεν αὐτῷ τοῦτο συνέβη, ὅτι οὕτως πεφυσημένον καὶ μελανὸν εἶχε τὸ πρόσωπον.
190Gregorius I, Dialogi, 77, 0187A (auctor 540-604)
Θαυμαστὸν δὲ πρᾶγμα μετὰ τοῦτο συνέβη· τοῦ γὰρ σεβασμίου ἀνδρὸς Ἀναστασίου ἐκ τοῦ παρόντος βίου μεταστάντος, ἀδελφός τις ἐν τῷ μοναστηρίῳ ὑπῆρχεν, ὅς τις ἐπανω αὐτοῦ ζῆσαι οὐκ ἤθελεν.
191Gregorius I, Dialogi, 77, 0207 (auctor 540-604)
Τοῦ δὲ διακόνου ἀπελθόντος, καὶ πρὸς τὸν Γότθον εἰσελθόντος, τὸ εὐλογημένον ὕδωρ ἐπάνω τῶν μελῶν αὐτοῦ ἔῤῥανε· πρᾶγμα δὲ συνέβη θαυμαστὸν καὶ φρίκης ἄξιον· ἡνίκα γὰρ τὸ ὕδωρ τοῦ μηροῦ τοῦ Γότθου ἥψατο, πᾶσα ἡ συντριβὴ ἐκείνη ἐστερεώθη, καὶ ἐν τῇ προτέρᾳ ὑγείᾳ ὁ μηρὸς αὐτοῦ ἀπεκατέστη· ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐκ τοῦ κραββάτου ἀναστὰς, καὶ τῷ ἵππῳ αὐτοῦ ἐπιβας, ἐν τῇ ὁδῷ ᾗ ἤρξατο ἐπορεύθη, ὡς ὅτι οὐδὲ μίαν βλάβην ἐν τῷ σώματι αὐτοῦ ἦν ὑπομείνας.
192Gregorius I, Dialogi, 77, 0207D (auctor 540-604)
Ἐν δὲ ἄλλῃ ἡμέρᾳ ὁ αὐτὸς γέρων πρᾶγμα περὶ αὐτοῦ μᾶλλον θαυμασιώτερον διηγήσατο, λέγων· Ἐν τῇ αὐτῇ τῆς Τουδέρεως πόλει, ἀνήρ τις Μάρκελλος τοὔνομα σεμνῶς πολιτευόμενος, ἅμα δυσὶν αὑτοῦ ἀδελφαῖς κατοικῶν, ἀσθενείᾳ σωματικῇ περιέπεσε.
193Gregorius I, Dialogi, 77, 0223C (auctor 540-604)
Ἐν τοῖς χρόνοις τοῦ αὐτοῦ βασιλέως Ἰουστινιανοῦ, Δάτιος ὁ τῆς Μεδιολάνων πόλεως ἐπίσκοπος, διὰ πρᾶγμα τῆς πίστεως ἐν Κωνσταντινουπόλει ἀπήρχετο.
194Gregorius I, Dialogi, 77, 0231C (auctor 540-604)
Τοῦτο τὸ γεγονὸς πρᾶγμα ὅπερ ἀκήκοα, καὶ φόβον μοι παρέχει καὶ ἐλπίδα σωτηρίας.
195Gregorius I, Dialogi, 77, 0239C (auctor 540-604)
Κληρικὸς γάρ τις γέρων, ὅστις καὶ μέχρι τοῦ νῦν περίεστιν, ἐν τῇ ἑαυτοῦ παρουσίᾴ τὸ πρᾶγμα τοῦτο γεγονέναι μαρτυρεῖ.
196Gregorius I, Dialogi, 77, 0247C (auctor 540-604)
Ἓν δὲ ἐν αὐτῷ πρᾶγμα μεμπτέον νομιζόμενον εἶναι ἐθεωρεῖτο.
197Gregorius I, Dialogi, 77, 0254C (auctor 540-604)
Ὁ αὐτὸς τοῦ Θεοῦ ἄνθρωπος ἕτερον πρᾶγμα πεποίηκεν, ὅπερ σιωπηθῆναι οὐκ ἔστιν ἁρμόδιον.
198Gregorius I, Dialogi, 77, 0262A (auctor 540-604)
Ἐν ὅσῳ δὲ τὸ ἐλθὸν πλῆθος τοῦ λαοῦ ἠγωνίζετο, ἵνα, ἐὰν δύνανται ἄνευ κινδύνου τοῦ δούλου τοῦ Θεοῦ, τὸν ἄνωθεν ἐπικλίναντα παμμεγέθη λίθον ἐπάρωσι, πάντων θεωρούντων πρᾶγμα συνέβη σφόδρα θαυμαστόν.
199Gregorius I, Dialogi, 77, 0262D (auctor 540-604)
Ὅστις πρᾶγμα θαύματος πλῆρες ἀνδρί τινι σφόδρα ἀληθεστάτῳ διηγήσατο, ὅπερ μυστικῶς ἦν πραχθέν.
200Gregorius I, Dialogi, 77, 0267C (auctor 540-604)
Τῷ ἀρχαίῳ τούτῳ καὶ τηλικούτῳ θαύματι ἐν ταῖς ἡμέραις ἡμῶν πρᾶγμα ὅμοιον ἀντιστρόφως συνέβη, ἐν ἑτέρῳ στοιχείῳ· περὶ οὗ Ἰωάννης ὁ τριβοῦνος ἀρτίως τῇ αὑτοῦ με διηγήσει ἐπίστωσεν.
201Gregorius I, Dialogi, 77, 0267C (auctor 540-604)
Ἔλεγε γὰρ, ὅτι Προνοῦλφος ὁ κόμης ἐν τῷ καιρῷ ἐκείνῳ παρῆν μετὰ τοῦ ῥηγὸς Αὐθαλαρίκου, ἐν τῷ τόπῳ ἐν ᾧ τὸ θαυμαστὸν πρᾶγμα τοῦτο συνέβη, καὶ ὅπερ ὄψει παρὼν ἐθεάσατο, τοῦτο τῷ προλεχθέντι τριβούνῳ ἐγνώρισεν.
202Gregorius I, Dialogi, 77, 0274B (auctor 540-604)
Ἐν τῇ χώρᾳ τῆς Βαλερίας πρᾶγμα γέγονεν, ὅπερ μοι βαλεντῖνος ὁ ἐν μακαρίᾳ τῇ μνήμῃ ἡγούμενός μου, ἐξηγησάμενος ἐγνώρισεν.
203Gregorius I, Dialogi, 77, 0278B (auctor 540-604)
Μέχρι τοῦ παρόντος περίεισί τινες οἱ γινώσκοντες Θεόδωρον τὸν τῆς αὐτῆς ἐκκλησίας φύλακα, οὗτινος τῇ διηγήσει ἐγνώσθη, ὅπερ αὐτῷ συνέβη πρᾶγμα σφόδρα μνήμης ἄξιον.
204Gregorius I, Dialogi, 77, 0293 (auctor 540-604)
Πρᾶγμα θαυμαστὸν ὄντως, καὶ ἐκπλήξεως γέμον ἐν τοῖς ἡμετέροις χρόνοις.
205Gregorius I, Dialogi, 77, 0302C (auctor 540-604)
Ἐγίνετο οὖν πρᾶγμα σφόδρα ἐλεεινὸν, ὅτι τοῦ ἑνὸς κακῶς ἔχοντος, πάντες ἐξ αὐτοῦ χείρω ὠδυνῶντο.
206Gregorius I, Dialogi, 77, 0310A (auctor 540-604)
Θαυμαστὸν πρᾶγμα καὶ σφόδρα ἔκπληκτον, πρὸς γὰρ τὸ δεσποτικὸν ὑπόδειγμα τὸ ἔργον τοῦτο βλέπει.
207Gregorius I, Dialogi, 77, 0314A (auctor 540-604)
Θαυμαστὸν ὄντως πρᾶγμα.
208Gregorius I, Dialogi, 77, 0327A (auctor 540-604)
Καὶ σφόδρα δύσκολον φαίνεται τοῦ πιστευθῆναι ὑπάρχειν πρᾶγμα, ὅπερ οὐδεὶς δύναται θεωρῆσαι.
209Gregorius I, Dialogi, 77, 0330A (auctor 540-604)
Οὐκ ἂν δέ τι σωματικὸν ὁ αὐτὸς τοῦ σώματος ὀφθαλμὸς θεάσηται, ἐὰν μὴ τοῦτον πρᾶγμα ἀσώματον κινήσῃ πρὸς τὸ θεάσασθαι.
210Gregorius I, Dialogi, 77, 0331B (auctor 540-604)
Ὀλίγον ἀνωτέρω εἵρηκας, ὅτι τελευτῶντί τινι, ἐξερχομένην αὐτοῦ τὴν ψυχὴν οὐχ ἑώρακας, ὥστε καὶ τοῦτο αὐτὸ πταῖσμα ὑπῆρχεν, ὅτι σωματικοῖς ὀφθαλμοῖς ἀθέατον πρᾶγμα θεάσασθαι ἐζήτησας· ἐπεὶ τοῖς νοεροῖς ὀφθαλμοῖς πολλοὶ τῶν ἡμετέρων πίστει καθαρᾷ καὶ εἰλικρινεῖ διαθέσει ἑαυτοὺς ἐκκαθάραντες, ἐξερχομένας ψυχὰς ἐκ τοῦ σώματος πολλάκις ἐθεάσαντο.
211Gregorius I, Dialogi, 77, 0343B (auctor 540-604)
Ἐν ταῖς αὐταῖς τοῦ εὐαγγελίου ὁμιλίαις, πρᾶγμα διηγήσασθαι μέμνημαι, ὅπερ καὶ Σπεκιῶσος ὁ συμπρεσβύτερός μου ἐν τῷ διηγεῖσθαί με αὐτὸ, καὶ αὐτὸς γινώσκειν αὐτὸ μεμαρτύρηκεν.
212Gregorius I, Dialogi, 77, 0346B (auctor 540-604)
Εὐθέως δὲ σὺν τῇ ἄλλῃ αὐτῆς μαθητρίᾳ ἀνέστη, καὶ πρὸς αὐτὴν ἀπῆλθον, καθὼς ἀμφοτέρων αὐτῶν διηγουμένων καὶ ἑτέρων πολλῶν τὸ πρᾶγμα ἐδηλοποιήθη.
213Gregorius I, Dialogi, 77, 0367B (auctor 540-604)
Πῶς γὰρ ἀσώματον πρᾶγμα, παρὰ σωματικοῦ εἴδους κρατηθῆναι καὶ βληθῆναι δύναται, ἀγνοῶ.
214Gregorius I, Dialogi, 77, 0371B (auctor 540-604)
Ἐν τῇ χώρᾳ τῆς Βαλερίας, πρᾶγμα πάνυ φοβερὸν συμβεβηκέναι ὁ τῇ ζωῇ εὐλαβέστατος Μαξιμιανὸς διηγήσατό μοι, ὁ νυνὶ τῆς Συρακουσίων πόλεως ὑπάρχων ἐπίσκοπος, πρότερον δὲ ἐν ταύτῃ τῇ πόλει τοῦ ἐμοῦ μοναστηρίου γεγονὼς προεστώς.
215Gregorius I, Dialogi, 77, 0383A (auctor 540-604)
Ἔλεγε δὲ οὕτως· Ὅτι ἐν Κωνσταντινουπόλει ἀπελθόντος μου, καὶ διὰ πρᾶγμά τι ἐκεῖσέ μου βραδύναντος, νόσου σωματικῆς ἐπελθούσης, ἀπέθανεν.
216Gregorius I, Dialogi, 77, 0394B (auctor 540-604)
Τί γὰρ ἐκεῖνον ὠφέλησεν ἡ τῶν φοβερῶν πνευμάτων πρὸ τοῦ θανάτου θέα, καὶ τὸ διωρίαν αἰτήσασθαι, ἥνπερ αἰτησάμενος, οὐκ ἔλαβεν; Ἔστι δὲ καὶ νυνὶ παρ' ἡμῖν πρεσβύτερός τις, ὀνόματι Ἀθανάσιος ἐκ τῆς χώρας Λυκαονίας γενόμενος, πόλεως δὲ τοῦ Ἰκονίου, ὅστις πρᾶγμα φοβερὸν ἐκεῖσε ἐπὶ αὐτοῦ γεγονέναι διηγεῖτο, οὕτω λέγων, ὅτι μοναστήριον αὐτόθι ὑπῆρχε, τῶν Γαλάτων λεγόμενον.
217Gregorius I, Dialogi, 77, 0394B (auctor 540-604)
Καθὼς δὲ τὸ πρᾶγμα ἐν τῷ τέλει ἐδηλοποιήθη, μακρὰν ὑπῆρχεν οὗπερ ἐφαίνετο.
218Gregorius I, Prolegomena, 66, 0145C (auctor 540-604)
» Θαυμαστὸν πρᾶγμα καὶ μετὰ Πέτρον τὸν Ἀπόστολον ξένη ἐπιτροπή· αἰτηθεῖσα γὰρ παρὰ Μαύρου τοῦ μοναχοῦ πιστῶς καὶ ὑπὸ τοῦ μακαρίου Βενεδίκτου παρασχεθεῖσα, συντόμως ἐβάδιζε τῇ τοῦ πατρὸς κελεύσει, καὶ ἐν τῷ τόπῳ γενόμενος, ἐν ᾧ ἐν τοῖς ὕδασιν ὁ Πλάκιδος ἐφέρετο, ἀδιστάκτῳ τῇ πίστει καὶ ταῖς τοῦ πατρὸς εὐχοῖς θαῤῥῶν ἐπέβη τοῖς ὕδασι, καὶ ὡς ἐπὶ ξηρᾶς δρομαίως ἐβάδιζεν ἕως τοῦ τόπου ἐν ᾧ διὰ τῆς τοῦ ὕδατος ὁρμῆς ὁ Πλάκιδος ἐπεφέρετο· καὶ δραξάμενος τῶν τῆς κεφαλῆς αὐτοῦ τριχῶν ὀξυτάτῳ δρόμῳ ὑπέστρεψεν· ὅστις εὐθέως ἐπὶ τὴν ξηρὰν ἐλθὼν, καὶ ἐν ἑαυτῷ γενόμενος καὶ ἐπιγνοὺς ὅτι ἐπάνω τῶν ὑδάτων ἔδραμε, καὶ ὅτι αὐτομολῆσαι τοῖς ὕδασιν ἀδύνατον αὐτῶ ἦν, εἰ μὴ ἡ τοῦ σημειοφόρου πατρὸς εὐχὴ τοῦτον ἐνίσχυσε θαυμάσας ἐτρόμασε (sic) τὸ γενόμενον, καὶ ὑποστρέψας πρὸς τὸν πατέρα τὸ τελεσθὲν θεῖον τεράστιον ἀνήγγειλεν αὐτῷ.
219Gregorius I, Prolegomena, 66, 0173B (auctor 540-604)
μετέπειτα δὲ ἐκώλυσε· τοῦτό ἐστιν ὅπερ Ἐλισσαῖος ὁ προφήτης κλαίουσαν τὴν γυναῖκα ἐθεάσατο, τὸ δὲ πρᾶγμα ἠγνόει, πρὸς δὲ τὸν κωλύοντα αὐτὴν παῖδα ἔλεγεν· « Ἄφες αὐτὴν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνὸς ἐστιν, καὶ κύριος ἀπέκρυψεν ἀπ' ἐμοῦ, καὶ οὐκ ἐφανέρωσέ μοι.
220Gregorius I, Prolegomena, 66, 0199A (auctor 540-604)
Θαυμαστὸν πρᾶγμα σφόδρα, καὶ λίαν ἐκπλῆττόν με· ἀλλὰ τοῦτο ὅπερ ἐῤῥέθη ἐρωτῶ, πῶς ἐνώπιον τῶν ὀφθαλμῶν τοῦ δικαίου, ὡσεὶ ὑπὸ μίαν τοῦ ἡλίου ἀκτῖνα, ἅπαντα τὸν κόσμον συναχθῆναι πρὸ τῆς κοινῆς ἀναστάσεως; ἀλλ' οὐδὲ καταλαβέσθαι τοῦτο δύναμαι, ποίᾳ τάξει γενέσθαι ὀφείλει, ἵνα πᾶς ὁ κόσμος ὑπὸ ἀνθρώπου ἑνὸς ὁραθῇ.
221Gregorius I, Prolegomena, 66, 0202C (auctor 540-604)
Ὅπερ γὰρ διηγοῦμαι πρᾶγμα ἀρτίως αὐτόθι γέγονε.
222Hieronymus Stridonensis Auctores incerti, Graeca fragmenta libri nominum Hebraicorum, 23, 1184A (auctor 340-420)
πρᾶγμα, ἰδού.
223Hormisdas I, Epistolae et decreta, 63, 0522C
Εὐκταῖον γὰρ πρᾶγμα, καὶ πλῆρες χαρᾶς, ἵνα ὦσι κεκριμένως δόκιμο·, οὓς τῆς κοινωνίας καὶ τῆς τάξεως συνέβη εἶναι συγκλήρους.
224Isidorus Hispalensis, Etymologiae, 5, 22, 2; 2 (auctor 565-636)
Πρᾶγμα Graecum est, quod Latine dicitur causa, unde et pragmatica negotia dicuntur, et actor causarum et negotiorum pragmaticus nuncupatur.
225Iulius I, Monumenta genuina, 8, 0890A
Οὐκοῦν, ἀγαπητοὶ, ἔδει ἀπαντῆσαι, καὶ μὴ παραιτήσασθαι· ἵνα καὶ τέλος λάβῃ τὸ πρᾶγμα· τοῦτο γὰρ ὁ λόγος ἀπαιτεῖ ἀλλ' ἴσως ἡ προθεσμία ἐνεπόδισε· γράψαντες γὰρ ἐμέμψασθε, ὅτι στεντὴν τὴν προθεσμίαν τῆς συνόδου ὡρίσαμεν.
226Iustinianus I Augustus, Epistola, 69, 0311B (auctor c.482–565)
Ἐν ἑκάστῳ ἀγέλαι θεωροῦνται, οὐχ ἑνὸς ἐνταῦθα τὸ πρᾶγμα ζητεῖται, ὁσάκις πράττεται περὶ τῆς ὑγιείας τῶν πολλῶν.
227Iustinianus I Augustus, Novellae selectae, 72, 0977A (auctor c.482–565)
Πρᾶγμα οὐκ ἄηθες βασιλείᾳ καὶ ἡμεῖς πράττοντες, ἐπὶ τὸν παρόντα ἐληλύθαμεν νόμον.
228Leo I, Epistolae, 54, 0748B (auctor 440-461)
Συγκινηθεὶς οὖν, ὁσιώτατε πάτερ, διὰ πάντα τὰ παρ' αὐτοῦ τολμηθέντα, καὶ διὰ τὰ εἰς ἡμᾶς καὶ τὴν ἁγιωτάτην Ἐκκλησίαν γενόμενά τε καὶ λεγόμενα, παῤῥησίασαι συνήθως κατὰ τὸ πρέπον τῇ ἱερωσύνῃ· καὶ οἰκειωσάμενος τὼ κοινὸν πρᾶγμα, καὶ τὴν τῶν ἁγίων Ἐκ κλησιῶν κατάστασιν, συμψηφίσασθαι μὲν τῇ γενομένῃ κατ αὐτοῦ κανονικῶς καθαιρέσει, δι' οἰκείων γραμμάτων καταξίω σον στηρίξαι δὲ καὶ τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως πίστιν.
229Leo I, Epistolae, 54, 0748C (auctor 440-461)
Μόνης γάρ τὸ πρᾶγμα δεῖται τῆς παρ' ὑμῶν ῥοπῆς καὶ ἀντιλήψεως, ὀφειλούσης διὰ τῆς οἰκείας συναινέσεως εἰς γαλήνην καὶ εἰρήνην πάντα μετασκευάσαι.
230Leo I, Epistolae, 54, 1108A (auctor 440-461)
Τὴν γέννησιν τοιγαροῦν τὴν ἀληθῆ τοῦ Χριστοῦ ὁ ἀληθὴς σταυρὸς βεβαιοῖ, ἐπειδὴ ὁ αὐτὸς ἐν τῷ ἡμετέρῳ τίκτεται σώματι ὁ ἐν τῇ σαρκὶ τῇ ἡμετέρᾳ σταυρούμενος, ἥτις, οὐ κατ' οὐδένα τρόπον ἁμαρτήματος ὑπάρχοντος ἐν αὐτῇ, εἰ μὴ ὅτε ἐκ τοῦ γένους ἦν τοῦ ἡμῶν, οὐκ ἂν θνητὴ τυγχάνειν ἠδύνατο ἵνα δὲ καὶ τὴν ἁπάντων καινίσῃ ζωὴν, τὸ κοινὸν ἁπάντων ἐδέξατο πρᾶγμα, καὶ τὴν δύναμιν τοῦ παλαιοῦ χειρογράφου, ὅπερ μόνος ἐν ἅπασιν οὐκ ἐπώφλησεν, ὑπὲρ ἁπάντων ἐκτίσας, ματαίαν ἀπειργάσατο, ἵνα καθάπερ δι' ἑνὸς ὑπευθύνου γεγονότος ἀμαρτωλοὶ πάντες ἐγένοντο, οὕτως δι' ἑνὸς ἀνευθύνου τυγχάνοντος πάντες ἀνεύθυνο.
231Petrus Chrysolanus, Oratio de Spiritu Sancto, 162, 1007A
Ἄκουσον καὶ νόησον ἃ ἐγὼ πρὸς σὲ φθέγγομαι, τοῦ Θεοῦ ἐπιπνέοντος, φρονιμώτατε καὶ ἀνεξίκακε, δυνατὲ καὶ πρᾷε βασιλεῦ Ἀλέξιε, καὶ μή βλέπῃς εἰς ἐμὲ τὸν ὄντα πάντων τῶν δούλων τοῦ Θεοῦ ἔσχατον, ἀλλ' ἀπόβλεψον πρὸς ἐκεῖνον αὐτὸν, οὗ τὸ προκείμενον πρᾶγμά ἐστὶν, τὸν Κύριον, φημὶ, Ἰησοῦν Χριστὸν, τὸν ὄντα βασιλέων Βασιλέα, καὶ πάντων τῶν βασιλευόντων μείζονα· δἰ' οὗ οἱ βασιλεῖς βασιλεύουσι καὶ οἱ ποιηταὶ τῶν νόμων τὸ δίκαιον κρίνουσιν.
232Plato, Alcibiades, p1, 104; 8 (auctor c.425BC-347BC)
ἐγὼ γάρ τοι ἐν νῷ εἶχον πρότερός σοι προσελθὼν αὐτὰ ταῦτ' ἐρέσθαι, τί ποτε βούλει καὶ εἰς τίνα ἐλπίδα βλέπων ἐνοχλεῖς με, ἀεὶ ὅπου ἂν ὦ ἐπιμελέστατα παρών· τῷ ὄντι γὰρ θαυμάζω ὅτι ποτ' ἐστὶ τὸ σὸν πρᾶγμα, καὶ ἥδιστ' ἂν πυθοίμην.
233Plato, Alcibiades, p3, 143; 9 (auctor c.425BC-347BC)
Ἀλκιβιάδης πῶς λέγεις· ἔστι γὰρ ὁτιοῦν πρᾶγμα ὅτῳ δὴ ὁπωσοῦν ἔχοντι ἄμεινον ἀγνοεῖν ἢ γιγνώσκειν· Σωκράτης ἔμοιγε δοκεῖ· σοὶ δ' οὔ· Ἀλκιβιάδης οὐ μέντοι μὰ Δία.
234Plato, Alcibiades, p3, 143; 12 (auctor c.425BC-347BC)
Σωκράτης οὔτοι τὸν λέγοντα, ὦ Ἀλκιβιάδη, ὡς οὐκ ἂν ἐθέλοις σοι ταῦτα πεπρᾶχθαι, εὐφημεῖν δεῖ σε κελεύειν, ἀλλὰ μᾶλλον πολύ, εἴ τις τὰ ἐναντία λέγοι, ἐπειδὴ οὕτω σοι δοκεῖ σφόδρα δεινὸν εἶναι τὸ πρᾶγμα, ὥστ' οὐδὲ ῥητέον εἶναι οὕτως εἰκῇ.
235Plato, Amatores, p1, 133; 6 (auctor c.425BC-347BC)
τί οὖν, ἐγὼ ἔφην· ἦ δοκεῖ σοι οἷόν τ' εἶναι εἰδέναι πρᾶγμα ὁτιοῦν εἴτε καλὸν εἴτε αἰσχρόν ἐστιν, ὃ μὴ εἰδείη τις τὴν ἀρχὴν ὅτι ἔστιν· οὐκ ἔφη.
236Plato, Apologia, p1, 20; 7 (auctor c.425BC-347BC)
ὑπολάβοι ἂν οὖν τις ὑμῶν ἴσως· «ἀλλ', ὦ Σώκρατες, τὸ σὸν τί ἐστι πρᾶγμα· πόθεν αἱ διαβολαί σοι αὗται γεγόνασιν· οὐ γὰρ δήπου σοῦ γε οὐδὲν τῶν ἄλλων περιττότερον πραγματευομένου ἔπειτα τοσαύτη φήμη τε καὶ λόγος γέγονεν, εἰ μή τι ἔπραττες ἀλλοῖον ἢ οἱ πολλοί.
237Plato, Apologia, p1, 29; 1 (auctor c.425BC-347BC)
ἣ ἄλλ' ὁτιοῦν πρᾶγμα λίποιμι τὴν τάξιν.
238Plato, Apologia, p1, 42; 2 (auctor c.425BC-347BC)
ἀλλὰ γὰρ ἤδη ὥρα ἀπιέναι, ἐμοὶ μὲν ἀποθανουμένῳ, ὑμῖν δὲ βιωσομένοις· ὁπότεροι δὲ ἡμῶν ἔρχονται ἐπὶ ἄμεινον πρᾶγμα, ἄδηλον παντὶ πλὴν ἢ τῷ θεῷ.
239Plato, Convivium, p1, 182; 2 (auctor c.425BC-347BC)
οὗτοι γάρ εἰσιν οἱ καὶ τὸ ὄνειδος πεποιηκότες, ὥστε τινὰς τολμᾶν λέγειν ὡς αἰσχρὸν χαρίζεσθαι ἐρασταῖς· λέγουσι δὲ εἰς τούτους ἀποβλέποντες, ὁρῶντες αὐτῶν τὴν ἀκαιρίαν καὶ ἀδικίαν, ἐπεὶ οὐ δήπου κοσμίως γε καὶ νομίμως ὁτιοῦν πρᾶγμα πραττόμενον ψόγον ἂν δικαίως φέροι.
240Plato, Convivium, p1, 183; 1 (auctor c.425BC-347BC)
βουλόμενος διαπράξασθαι πλὴν τοῦτο, † φιλοσοφίας τὰ μέγιστα καρποῖτ' ἂν ὀνείδη – εἰ γὰρ ἢ χρήματα βουλόμενος παρά του λαβεῖν ἢ ἀρχὴν ἄρξαι ἤ τινα ἄλλην δύναμιν ἐθέλοι ποιεῖν οἷάπερ οἱ ἐρασταὶ πρὸς τὰ παιδικά, ἱκετείας τε καὶ ἀντιβολήσεις ἐν ταῖς δεήσεσιν ποιούμενοι, καὶ ὅρκους ὀμνύντες, καὶ κοιμήσεις ἐπὶ θύραις, καὶ ἐθέλοντες δουλείας δουλεύειν οἵας οὐδ' ἂν δοῦλος οὐδείς, ἐμποδίζοιτο ἂν μὴ πράττειν οὕτω τὴν πρᾶξιν καὶ ὑπὸ φίλων καὶ ὑπὸ ἐχθρῶν, τῶν μὲν ὀνειδιζόντων κολακείας καὶ ἀνελευθερίας, τῶν δὲ νουθετούντων καὶ αἰσχυνομένων ὑπὲρ αὐτῶν – τῷ δ' ἐρῶντι πάντα ταῦτα ποιοῦντι χάρις ἔπεστι, καὶ δέδοται ὑπὸ τοῦ νόμου ἄνευ ὀνείδους πράττειν, ὡς πάγκαλόν τι πρᾶγμα διαπραττομένου· ὃ δὲ δεινότατον, ὥς γε λέγουσιν οἱ πολλοί, ὅτι καὶ ὀμνύντι μόνῳ συγγνώμη παρὰ θεῶν ἐκβάντι τῶν ὅρκων – ἀφροδίσιον γὰρ ὅρκον οὔ φασιν εἶναι· οὕτω καὶ οἱ θεοὶ καὶ οἱ ἄνθρωποι πᾶσαν ἐξουσίαν πεποιήκασι τῷ ἐρῶντι, ὡς ὁ νόμος φησὶν ὁ ἐνθάδε – ταύτῃ μὲν οὖν οἰηθείη ἄν τις πάγκαλον νομίζεσθαι ἐν τῇδε τῇ πόλει καὶ τὸ ἐρᾶν καὶ τὸ φίλους γίγνεσθαι τοῖς ἐρασταῖς.
241Plato, Convivium, p1, 198; 7 (auctor c.425BC-347BC)
τὸ δὲ ἄρα, ὡς ἔοικεν, οὐ τοῦτο ἦν τὸ καλῶς ἐπαινεῖν ὁτιοῦν, ἀλλὰ τὸ ὡς μέγιστα ἀνατιθέναι τῷ πράγματι καὶ ὡς κάλλιστα, ἐάν τε ᾖ οὕτως ἔχοντα ἐάν τε μή· εἰ δὲ ψευδῆ, οὐδὲν ἄρ' ἦν πρᾶγμα.
242Plato, Convivium, p1, 202; 2 (auctor c.425BC-347BC)
ἦ καὶ ἂν μὴ σοφόν, ἀμαθές· ἢ οὐκ ᾔσθησαι ὅτι ἔστιν τι μεταξὺ σοφίας καὶ ἀμαθίας· τί τοῦτο· τὸ ὀρθὰ δοξάζειν καὶ ἄνευ τοῦ ἔχειν λόγον δοῦναι οὐκ οἶσθ', ἔφη, ὅτι οὔτε ἐπίστασθαί ἐστιν – ἄλογον γὰρ πρᾶγμα πῶς ἂν εἴη ἐπιστήμη· – οὔτε ἀμαθία – τὸ γὰρ τοῦ ὄντος τυγχάνον πῶς ἂν εἴη ἀμαθία· – ἔστι δὲ δήπου τοιοῦτον ἡ ὀρθὴ δόξα, μεταξὺ φρονήσεως καὶ ἀμαθίας.
243Plato, Convivium, p1, 206; 16 (auctor c.425BC-347BC)
ἔστι δὲ τοῦτο θεῖον τὸ πρᾶγμα, καὶ τοῦτο ἐν θνητῷ ὄντι τῷ ζῴῳ ἀθάνατον ἔνεστιν, ἡ κύησις καὶ ἡ γέννησις.
244Plato, Convivium, p1, 210; 3 (auctor c.425BC-347BC)
δεῖ γάρ, ἔφη, τὸν ὀρθῶς ἰόντα ἐπὶ τοῦτο τὸ πρᾶγμα ἄρχεσθαι μὲν νέον ὄντα ἰέναι ἐπὶ τὰ καλὰ σώματα, καὶ πρῶτον μέν, ἐὰν ὀρθῶς ἡγῆται ὁ ἡγούμενος, ἑνὸς αὐτὸν σώματος ἐρᾶν καὶ ἐνταῦθα γεννᾶν λόγους καλούς, ἔπειτα δὲ αὐτὸν κατανοῆσαι ὅτι τὸ κάλλος τὸ ἐπὶ ὁτῳοῦν σώματι τῷ ἐπὶ ἑτέρῳ σώματι ἀδελφόν ἐστι, καὶ εἰ δεῖ διώκειν τὸ ἐπ' εἴδει καλόν, πολλὴ ἄνοια μὴ οὐχ ἕν τε καὶ ταὐτὸν ἡγεῖσθαι τὸ ἐπὶ πᾶσιν τοῖς σώμασι κάλλος· τοῦτο δ' ἐννοήσαντα καταστῆναι πάντων τῶν καλῶν σωμάτων ἐραστήν, ἑνὸς δὲ τὸ σφόδρα τοῦτο χαλάσαι καταφρονήσαντα καὶ σμικρὸν ἡγησάμενον· μετὰ δὲ ταῦτα τὸ ἐν ταῖς ψυχαῖς κάλλος τιμιώτερον ἡγήσασθαι τοῦ ἐν τῷ σώματι, ὥστε καὶ ἐὰν ἐπιεικὴς ὢν τὴν ψυχήν τις κἂν σμικρὸν ἄνθος ἔχῃ, ἐξαρκεῖν αὐτῷ καὶ ἐρᾶν καὶ κήδεσθαι καὶ τίκτειν λόγους τοιούτους καὶ ζητεῖν, οἵτινες ποιήσουσι βελτίους τοὺς νέους, ἵνα ἀναγκασθῇ αὖ θεάσασθαι τὸ ἐν τοῖς ἐπιτηδεύμασι καὶ τοῖς νόμοις καλὸν καὶ τοῦτ' ἰδεῖν ὅτι πᾶν αὐτὸ αὑτῷ συγγενές ἐστιν, ἵνα τὸ περὶ τὸ σῶμα καλὸν σμικρόν τι ἡγήσηται εἶναι· μετὰ δὲ τὰ ἐπιτηδεύματα ἐπὶ τὰς ἐπιστήμας ἀγαγεῖν, ἵνα ἴδῃ αὖ ἐπιστημῶν κάλλος, καὶ βλέπων πρὸς πολὺ ἤδη τὸ καλὸν μηκέτι τὸ παρ' ἑνί, ὥσπερ οἰκέτης, ἀγαπῶν παιδαρίου κάλλος ἢ ἀνθρώπου τινὸς ἢ ἐπιτηδεύματος ἑνός, δουλεύων φαῦλος ᾖ καὶ σμικρολόγος, ἀλλ' ἐπὶ τὸ πολὺ πέλαγος τετραμμένος τοῦ καλοῦ καὶ θεωρῶν πολλοὺς καὶ καλοὺς λόγους καὶ μεγαλοπρεπεῖς τίκτῃ καὶ διανοήματα ἐν φιλοσοφίᾳ ἀφθόνῳ, ἕως ἂν ἐνταῦθα ῥωσθεὶς καὶ αὐξηθεὶς κατίδῃ τινὰ ἐπιστήμην μίαν τοιαύτην, ἥ ἐστι καλοῦ τοιοῦδε.
245Plato, Convivium, p1, 213; 8 (auctor c.425BC-347BC)
καὶ τὸν Σωκράτη, Ἀγάθων, φάναι, ὅρα εἴ μοι ἐπαμύνεις· ὡς ἐμοὶ ὁ τούτου ἔρως τοῦ ἀνθρώπου οὐ φαῦλον πρᾶγμα γέγονεν.
246Plato, Convivium, p1, 217; 7 (auctor c.425BC-347BC)
ἐπειδὴ δὲ οὐδαμῇ ταύτῃ ἥνυτον, ἔδοξέ μοι ἐπιθετέον εἶναι τῷ ἀνδρὶ κατὰ τὸ καρτερὸν καὶ οὐκ ἀνετέον, ἐπειδήπερ ἐνεκεχειρήκη, ἀλλὰ ἰστέον ἤδη τί ἐστι τὸ πρᾶγμα.
247Plato, Cratylos, p1, 393; 7 (auctor c.425BC-347BC)
κατὰ γὰρ τὸν αὐτὸν λόγον κἂν ἐκ βασιλέως γίγνηταί τι ἔκγονον, βασιλεὺς κλητέος· εἰ δὲ ἐν ἑτέραις συλλαβαῖς ἢ ἐν ἑτέραις τὸ αὐτὸ σημαίνει, οὐδὲν πρᾶγμα· οὐδ' εἰ πρόσκειταί τι γράμμα ἢ ἀφῄρηται, οὐδὲν οὐδὲ τοῦτο, ἕως ἂν ἐγκρατὴς ᾖ ἡ οὐσία τοῦ πράγματος δηλουμένη ἐν τῷ ὀνόματι.
248Plato, Cratylos, p1, 420; 7 (auctor c.425BC-347BC)
«οἶσιν» γὰρ τῆς ψυχῆς ἐπὶ πᾶν πρᾶγμα, οἷόν ἐστιν ἕκαστον τῶν ὄντων, δηλούσῃ προσέοικεν, ὥσπερ γε καὶ ἡ «βουλή» πως τὴν βολήν , καὶ τὸ «βούλεσθαι» τὸ ἐφίεσθαι σημαίνει καὶ τὸ «βουλεύεσθαι» · πάντα ταῦτα δόξῃ ἑπόμεν' ἄττα φαίνεται τῆς βολῆς ἀπεικάσματα, ὥσπερ αὖ καὶ τοὐναντίον ἡ «ἀβουλία» ἀτυχία δοκεῖ εἶναι, ὡς οὐ βαλόντος οὐδὲ τυχόντος οὗ τ' ἔβαλλε καὶ ὃ ἐβούλετο καὶ περὶ οὗ ἐβουλεύετο καὶ οὗ ἐφίετο.
249Plato, Cratylos, p1, 427; 13 (auctor c.425BC-347BC)
Κρατύλος τί δέ, ὦ Ἑρμόγενες· δοκεῖ σοι ῥᾴδιον εἶναι οὕτω ταχὺ μαθεῖν τε καὶ διδάξαι ὁτιοῦν πρᾶγμα, μὴ ὅτι τοσοῦτον, ὃ δὴ δοκεῖ ἐν τοῖς [μεγίστοις] μέγιστον εἶναι·
250Plato, Cratylos, p1, 428; 17 (auctor c.425BC-347BC)
ὀνόματος, φαμέν, ὀρθότης ἐστὶν αὕτη, ἥτις ἐνδείξεται οἷόν ἐστι τὸ πρᾶγμα· τοῦτο φῶμεν ἱκανῶς εἰρῆσθαι· Κρατύλος ἐμοὶ μὲν δοκεῖ πάνυ σφόδρα, ὦ Σώκρατες.
251Plato, Cratylos, p1, 432; 11 (auctor c.425BC-347BC)
εἰ δὲ γράμμα, καὶ ὄνομα ἐν λόγῳ· εἰ δὲ ὄνομα, καὶ λόγον ἐν λόγῳ μὴ προσήκοντα τοῖς πράγμασιν ἐπιφέρεσθαι, καὶ μηδὲν ἧττον ὀνομάζεσθαι τὸ πρᾶγμα καὶ λέγεσθαι, ἕως ἂν ὁ τύπος ἐνῇ τοῦ πράγματος περὶ οὗ ἂν ὁ λόγος ᾖ, ὥσπερ ἐν τοῖς
252Plato, Cratylos, p1, 433; 4 (auctor c.425BC-347BC)
ὅταν γὰρ τοῦτο ἐνῇ, κἂν μὴ πάντα τὰ προσήκοντα ἔχῃ, λέξεταί γε τὸ πρᾶγμα, καλῶς ὅταν πάντα, κακῶς δὲ ὅταν ὀλίγα· λέγεσθαι δ' οὖν, ὦ μακάριε, ἐῶμεν, ἵνα μὴ ὄφλωμεν ὥσπερ οἱ ἐν Αἰγίνῃ νύκτωρ περιιόντες ὀψὲ ὁδοῦ, καὶ ἡμεῖς ἐπὶ τὰ πράγματα δόξωμεν αὖ τῇ ἀληθείᾳ οὕτω πως ἐληλυθέναι ὀψιαίτερον τοῦ δέοντος, ἢ ζήτει τινὰ ἄλλην ὀνόματος ὀρθότητα, καὶ μὴ ὁμολόγει δήλωμα συλλαβαῖς καὶ γράμμασι πράγματος ὄνομα εἶναι.
253Plato, Cratylos, p1, 435; 7 (auctor c.425BC-347BC)
Σωκράτης ἴσως γάρ, ὦ Κρατύλε, τὸ τοιόνδε λέγεις, ὡς ἐπειδάν τις εἰδῇ τὸ ὄνομα οἷόν ἐστιν – ἔστι δὲ οἷόνπερ τὸ πρᾶγμα – εἴσεται δὴ καὶ τὸ πρᾶγμα, ἐπείπερ ὅμοιον τυγχάνει ὂν τῷ ὀνόματι, τέχνη δὲ μία ἄρ' ἐστὶν ἡ αὐτὴ πάντων τῶν ἀλλήλοις ὁμοίων.
254Plato, Crito, p1, 45; 7 (auctor c.425BC-347BC)
ἔτι δέ, ὦ Σώκρατες, οὐδὲ δίκαιόν μοι δοκεῖς ἐπιχειρεῖν πρᾶγμα, σαυτὸν προδοῦναι, ἐξὸν σωθῆναι, καὶ τοιαῦτα σπεύδεις περὶ σαυτὸν γενέσθαι ἅπερ ἂν καὶ οἱ ἐχθροί σου σπεύσαιέν τε καὶ ἔσπευσαν σὲ διαφθεῖραι βουλόμενοι.
255Plato, Crito, p1, 45; 10 (auctor c.425BC-347BC)
χρὴ δέ, ἅπερ ἂν ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος ἕλοιτο, ταῦτα αἱρεῖσθαι, φάσκοντά γε δὴ ἀρετῆς διὰ παντὸς τοῦ βίου ἐπιμελεῖσθαι· ὡς ἔγωγε καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ ἡμῶν τῶν σῶν ἐπιτηδείων αἰσχύνομαι μὴ δόξῃ ἅπαν τὸ πρᾶγμα τὸ περὶ σὲ ἀνανδρίᾳ τινὶ τῇ ἡμετέρᾳ πεπρᾶχθαι, καὶ ἡ εἴσοδος τῆς δίκης εἰς τὸ δικαστήριον ὡς εἰσῆλθεν ἐξὸν μὴ εἰσελθεῖν, καὶ αὐτὸς ὁ ἀγὼν τῆς δίκης ὡς ἐγένετο, καὶ τὸ τελευταῖον δὴ τουτί, ὥσπερ κατάγελως τῆς πράξεως, κακίᾳ τινὶ καὶ ἀνανδρίᾳ τῇ ἡμετέρᾳ διαπεφευγέναι
256Plato, Crito, p1, 53; 4 (auctor c.425BC-347BC)
πότερον οὖν φεύξῃ τάς τε εὐνομουμένας πόλεις καὶ τῶν ἀνδρῶν τοὺς κοσμιωτάτους· καὶ τοῦτο ποιοῦντι ἆρα ἄξιόν σοι ζῆν ἔσται· ἢ πλησιάσεις τούτοις καὶ ἀναισχυντήσεις διαλεγόμενος – τίνας λόγους, ὦ Σώκρατες· ἢ οὕσπερ ἐνθάδε, ὡς ἡ ἀρετὴ καὶ ἡ δικαιοσύνη πλείστου ἄξιον τοῖς ἀνθρώποις καὶ τὰ νόμιμα καὶ οἱ νόμοι· καὶ οὐκ οἴει ἄσχημον [ἂν] φανεῖσθαι τὸ τοῦ Σωκράτους πρᾶγμα· οἴεσθαί γε χρή.
257Plato, Epistolae, 1a, 312; 3 (auctor c.425BC-347BC)
τὸ δ' αἴτιον οὐ λέγω ὅπερ ἂν πολλοὶ εἴποιεν, ἀλλ' ὅτι ἐφαίνου οὐ πάνυ ἐμοὶ πιστεύειν σύ, ἀλλ' ἐμὲ μέν πως ἀποπέμψασθαι ἐθέλειν, ἑτέρους δὲ μεταπέμψασθαι, καὶ ζητεῖν τὸ πρᾶγμα τί τὸ ἐμόν ἐστιν, ἀπιστῶν, ὡς ἐμοὶ δοκεῖ· καὶ οἱ ἐπὶ τούτοις βοῶντες πολλοὶ ἦσαν, λέγοντες ὡς σὺ ἐμοῦ μὲν καταπεφρόνηκας, ἄλλα δ' ἐσπούδακας.
258Plato, Epistolae, 1f, 340; 5 (auctor c.425BC-347BC)
δεικνύναι δὴ δεῖ τοῖς τοιούτοις ὅτι ἔστι πᾶν τὸ πρᾶγμα οἷόν τε καὶ δι' ὅσων πραγμάτων καὶ ὅσον πόνον ἔχει.
259Plato, Epistolae, 1f, 341; 8 (auctor c.425BC-347BC)
οὔκουν ἐμόν γε περὶ αὐτῶν ἔστιν σύγγραμμα οὐδὲ μήποτε γένηται· ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα, ἀλλ' ἐκ πολλῆς συνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης, οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς, ἐν τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.
260Plato, Euthydemus, p1, 273; 9 (auctor c.425BC-347BC)
ὦ Ζεῦ, οἷον, ἦν δ' ἐγώ, λέγετον πρᾶγμα· πόθεν τοῦτο τὸ ἕρμαιον ηὑρέτην· ἐγὼ δὲ περὶ ὑμῶν διενοούμην ἔτι, ὥσπερ νυνδὴ ἔλεγον, ὡς τὸ πολὺ τοῦτο δεινοῖν ὄντοιν, ἐν ὅπλοις μάχεσθαι, καὶ ταῦτα ἔλεγον περὶ σφῷν· ὅτε γὰρ τὸ πρότερον ἐπεδημησάτην, τοῦτο μέμνημαι σφὼ ἐπαγγελλομένω.
261Plato, Euthydemus, p1, 274; 10 (auctor c.425BC-347BC)
τὰ μὲν οὖν πλεῖστα δῆλον ὅτι οὐκ ὀλίγον ἔργον ἐπιδεῖξαι· τόδε δέ μοι εἴπετον, πότερον πεπεισμένον ἤδη ὡς χρὴ παρ' ὑμῶν μανθάνειν δύναισθ' ἂν ἀγαθὸν ποιῆσαι ἄνδρα μόνον, ἢ καὶ ἐκεῖνον τὸν μήπω πεπεισμένον διὰ τὸ μὴ οἴεσθαι ὅλως τὸ πρᾶγμα τὴν ἀρετὴν μαθητὸν εἶναι ἢ μὴ σφὼ εἶναι αὐτῆς διδασκάλω· φέρε, καὶ τὸν οὕτως ἔχοντα τῆς αὐτῆς τέχνης ἔργον πεῖσαι ὡς καὶ διδακτὸν ἡ ἀρετὴ καὶ οὗτοι ὑμεῖς ἐστὲ παρ' ὧν ἂν κάλλιστά τις αὐτὸ μάθοι, ἢ ἄλλης· ταύτης μὲν οὖν, ἔφη, τῆς αὐτῆς, ὦ Σώκρατες, ὁ Διονυσόδωρος.
262Plato, Euthydemus, p1, 278; 1 (auctor c.425BC-347BC)
τινος ἔπειτα ὕστερον αὐτοῦ λαμβάνῃ τὴν ἐπιστήμην, καλοῦσι δὲ ταὐτὸν τοῦτο καὶ ἐπειδὰν ἔχων ἤδη τὴν ἐπιστήμην ταύτῃ τῇ ἐπιστήμῃ ταὐτὸν τοῦτο πρᾶγμα ἐπισκοπῇ ἢ πραττόμενον ἢ λεγόμενον – μᾶλλον μὲν αὐτὸ συνιέναι καλοῦσιν ἢ μανθάνειν, ἔστι δ' ὅτε καὶ μανθάνειν – σὲ δὲ τοῦτο, ὡς οὗτοι ἐνδείκνυνται, διαλέληθεν, ταὐτὸν ὄνομα ἐπ' ἀνθρώποις ἐναντίως ἔχουσιν κείμενον, τῷ τε εἰδότι καὶ ἐπὶ τῷ μή· παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἐν τῷ δευτέρῳ ἐρωτήματι, ἐν ᾧ ἠρώτων σε πότερα μανθάνουσιν οἱ ἄνθρωποι ἃ ἐπίστανται ἢ ἃ μή.
263Plato, Euthydemus, p1, 283; 12 (auctor c.425BC-347BC)
καὶ ὁ Κτήσιππος ἀκούσας ἠγανάκτησέν τε ὑπὲρ τῶν παιδικῶν καὶ εἶπεν· ὦ ξένε Θούριε, εἰ μὴ ἀγροικότερον, ἔφη, ἦν εἰπεῖν, εἶπον ἄν· «σοὶ εἰς κεφαλήν,» ὅτι μαθών μου καὶ τῶν ἄλλων καταψεύδῃ τοιοῦτον πρᾶγμα, ὃ ἐγὼ οἶμαι οὐδ' ὅσιον εἶναι λέγειν, ὡς ἐγὼ τόνδε βουλοίμην ἂν ἐξολωλέναι.
264Plato, Euthydemus, p1, 283; 14 (auctor c.425BC-347BC)
πότερον λέγοντα τὸ πρᾶγμα περὶ οὗ ἂν ὁ λόγος ᾖ, ἢ μὴ
265Plato, Euthydemus, p1, 286; 5 (auctor c.425BC-347BC)
ἀλλ' ἄρα, ὅταν ἐγὼ μὲν τὸν τοῦ πράγματος λόγον λέγω, σὺ δὲ ἄλλου τινὸς ἄλλον, τότε ἀντιλέγομεν· ἢ ἐγὼ λέγω μὲν τὸ πρᾶγμα, σὺ δὲ οὐδὲ λέγεις τὸ παράπαν· ὁ δὲ μὴ λέγων τῷ λέγοντι πῶς ἂν ἀντιλέγοι· καὶ ὁ μὲν Κτήσιππος ἐσίγησεν· ἐγὼ δὲ θαυμάσας τὸν λόγον, πῶς, ἔφην, ὦ Διονυσόδωρε, λέγεις· οὐ γάρ τοι ἀλλὰ τοῦτόν γε τὸν λόγον πολλῶν δὴ καὶ πολλάκις ἀκηκοὼς ἀεὶ θαυμάζω – καὶ γὰρ οἱ ἀμφὶ Πρωταγόραν σφόδρα ἐχρῶντο αὐτῷ καὶ οἱ ἔτι παλαιότεροι· ἐμοὶ δὲ ἀεὶ θαυμαστός τις δοκεῖ εἶναι καὶ τούς τε ἄλλους ἀνατρέπων καὶ αὐτὸς αὑτόν – οἶμαι δὲ αὐτοῦ τὴν ἀλήθειαν παρὰ σοῦ κάλλιστα πεύσεσθαι.
266Plato, Euthydemus, p1, 295; 1 (auctor c.425BC-347BC)
καὶ ἡμῖν μὲν ἄπιστον ἐδόκει τὸ πρᾶγμα εἶναι· ὁ δ' Εὐθύδημος, ἀπιστεῖς, ἔφη, ὦ Σώκρατες· πλήν γ' ὅτι, ἦν δ' ἐγώ, εἰκὸς ὑμᾶς ἐστι σοφοὺς εἶναι.
267Plato, Euthydemus, p1, 298; 13 (auctor c.425BC-347BC)
τί δέ· ἦ δ' ὅς· χρυσὸν ὄντα μὴ χρυσὸν εἶναι· ἢ ἄνθρωπον ὄντα μὴ ἄνθρωπον· μὴ γάρ, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε, τὸ λεγόμενον, οὐ λίνον λίνῳ συνάπτεις· δεινὸν γὰρ λέγεις πρᾶγμα εἰ ὁ σὸς πατὴρ πάντων ἐστὶν πατήρ.
268Plato, Euthydemus, p1, 300; 23 (auctor c.425BC-347BC)
κἀγὼ εἶπον· τί γελᾷς, ὦ Κλεινία, ἐπὶ σπουδαίοις οὕτω πράγμασιν καὶ καλοῖς· σὺ γὰρ ἤδη τι πώποτ' εἶδες, ὦ Σώκρατες, καλὸν πρᾶγμα· ἔφη ὁ Διονυσόδωρος.
269Plato, Euthydemus, p1, 303; 6 (auctor c.425BC-347BC)
ἐγὼ μὲν οὖν καὶ αὐτὸς οὕτω διετέθην, ὥστε ὁμολογεῖν μηδένας πώποτε ἀνθρώπους ἰδεῖν οὕτω σοφούς, καὶ παντάπασι καταδουλωθεὶς ὑπὸ τῆς σοφίας αὐτοῖν ἐπὶ τὸ ἐπαινεῖν τε καὶ ἐγκωμιάζειν αὐτὼ ἐτραπόμην, καὶ εἶπον· ὦ μακάριοι σφὼ τῆς θαυμαστῆς φύσεως, οἳ τοσοῦτον πρᾶγμα οὕτω ταχὺ καὶ ἐν ὀλίγῳ χρόνῳ ἐξείργασθον.
270Plato, Euthydemus, p1, 303; 9 (auctor c.425BC-347BC)
καὶ τόδε αὖ ἕτερον δημοτικόν τι καὶ πρᾷον ἐν τοῖς λόγοις· ὁπόταν φῆτε μήτε καλὸν εἶναι μηδὲν μήτε ἀγαθὸν πρᾶγμα μήτε λευκὸν μηδ' ἄλλο τῶν τοιούτων μηδέν, μηδὲ τὸ παράπαν ἑτέρων ἕτερον, ἀτεχνῶς μὲν τῷ ὄντι συρράπτετε τὰ στόματα τῶν ἀνθρώπων, ὥσπερ καὶ φατέ· ὅτι δ' οὐ μόνον τὰ τῶν ἄλλων, ἀλλὰ δόξαιτε ἂν καὶ τὰ ὑμέτερα αὐτῶν, τοῦτο πάνυ χαρίεν τέ ἐστιν καὶ τὸ ἐπαχθὲς τῶν λόγων ἀφαιρεῖται.
271Plato, Euthydemus, p1, 304; 14 (auctor c.425BC-347BC)
καὶ ἐγώ, ἀλλὰ μέντοι, ἔφην, χαρίεν γέ τι πρᾶγμά ἐστιν ἡ φιλοσοφία.
272Plato, Euthydemus, p1, 305; 4 (auctor c.425BC-347BC)
ἀλλὰ γάρ, ὦ Κρίτων, ἔφη, τὸ πρᾶγμα αὐτὸ καὶ οἱ ἄνθρωποι οἱ ἐπὶ τῷ πράγματι διατρίβοντες φαῦλοί εἰσιν καὶ καταγέλαστοι.
273Plato, Euthydemus, p1, 305; 5 (auctor c.425BC-347BC)
ἐμοὶ δέ, ὦ Σώκρατες, τὸ πρᾶγμα ἐδόκει οὐκ ὀρθῶς ψέγειν οὔθ' οὗτος οὔτ' εἴ τις ἄλλος ψέγει· τὸ μέντοι ἐθέλειν διαλέγεσθαι τοιούτοις ἐναντίον πολλῶν ἀνθρώπων ὀρθῶς μοι ἐδόκει μέμφεσθαι.
274Plato, Euthydemus, p1, 306; 5 (auctor c.425BC-347BC)
συγγιγνώσκειν μὲν οὖν αὐτοῖς χρὴ τῆς ἐπιθυμίας καὶ μὴ χαλεπαίνειν, ἡγεῖσθαι μέντοι τοιούτους εἶναι οἷοί εἰσιν· πάντα γὰρ ἄνδρα χρὴ ἀγαπᾶν ὅστις καὶ ὁτιοῦν λέγει ἐχόμενον φρονήσεως πρᾶγμα καὶ ἀνδρείως ἐπεξιὼν διαπονεῖται.
275Plato, Euthydemus, p1, 307; 5 (auctor c.425BC-347BC)
Σωκράτης μὴ τοίνυν ὅ γε οὐ χρὴ ποίει, ὦ Κρίτων, ἀλλ' ἐάσας χαίρειν τοὺς ἐπιτηδεύοντας φιλοσοφίαν, εἴτε χρηστοί εἰσιν εἴτε πονηροί, αὐτὸ τὸ πρᾶγμα βασανίσας καλῶς τε καὶ εὖ, ἐὰν μέν σοι φαίνηται φαῦλον ὄν, πάντ' ἄνδρα ἀπότρεπε, μὴ μόνον τοὺς ὑεῖς· ἐὰν δὲ φαίνηται οἷον οἶμαι αὐτὸ ἐγὼ εἶναι, θαρρῶν δίωκε καὶ ἄσκει, τὸ λεγόμενον δὴ τοῦτο, αὐτός τε καὶ τὰ παιδία.
276Plato, Euthyphro, p1, 2; 8 (auctor c.425BC-347BC)
Εὐθύφρων οὐκ ἐννοῶ, ὦ Σώκρατες· ἀλλὰ δὴ τίνα γραφήν σε γέγραπται· Σωκράτης ἥντινα· οὐκ ἀγεννῆ, ἔμοιγε δοκεῖ· τὸ γὰρ νέον ὄντα τοσοῦτον πρᾶγμα ἐγνωκέναι οὐ φαῦλόν ἐστιν.
277Plato, Euthyphro, p1, 3; 9 (auctor c.425BC-347BC)
Σωκράτης ὦ φίλε Εὐθύφρων, ἀλλὰ τὸ μὲν καταγελασθῆναι ἴσως οὐδὲν πρᾶγμα.
278Plato, Euthyphro, p1, 3; 14 (auctor c.425BC-347BC)
Εὐθύφρων ἀλλ' ἴσως οὐδὲν ἔσται, ὦ Σώκρατες, πρᾶγμα, ἀλλὰ σύ τε κατὰ νοῦν ἀγωνιῇ τὴν δίκην, οἶμαι δὲ καὶ ἐμὲ τὴν ἐμήν.
279Plato, Euthyphro, p1, 4; 14 (auctor c.425BC-347BC)
ἐν δὲ τούτῳ τῷ χρόνῳ τοῦ δεδεμένου ὠλιγώρει τε καὶ ἠμέλει ὡς ἀνδροφόνου καὶ οὐδὲν ὂν πρᾶγμα εἰ καὶ ἀποθάνοι, ὅπερ οὖν καὶ ἔπαθεν· ὑπὸ γὰρ λιμοῦ καὶ ῥίγους καὶ τῶν δεσμῶν ἀποθνῄσκει πρὶν τὸν ἄγγελον παρὰ τοῦ ἐξηγητοῦ ἀφικέσθαι.
280Plato, Euthyphro, p1, 4; 16 (auctor c.425BC-347BC)
Σωκράτης σὺ δὲ δὴ πρὸς Διός, ὦ Εὐθύφρων, οὑτωσὶ ἀκριβῶς οἴει ἐπίστασθαι περὶ τῶν θείων ὅπῃ ἔχει, καὶ τῶν ὁσίων τε καὶ ἀνοσίων, ὥστε τούτων οὕτω πραχθέντων ὡς σὺ λέγεις, οὐ φοβῇ δικαζόμενος τῷ πατρὶ ὅπως μὴ αὖ σὺ ἀνόσιον πρᾶγμα τυγχάνῃς πράττων·γ Εὐθύφρων οὐδὲν γὰρ ἄν μου ὄφελος εἴη, ὦ Σώκρατες, οὐδέ
281Plato, Euthyphro, p1, 12; 9 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλ' ἵνα γε αἰδὼς ἔνθα καὶ δέος εἶναι· ἐπεὶ ἔστιν ὅστις αἰδούμενός τι πρᾶγμα καὶ αἰσχυνόμενος οὐ πεφόβηταί τε καὶ δέδοικεν ἅμα δόξαν πονηρίας· Εὐθύφρων δέδοικε μὲν οὖν.
282Plato, Gorgias, p1, 447; 4 (auctor c.425BC-347BC)
Χαιρεφῶν οὐδὲν πρᾶγμα, ὦ Σώκρατες· ἐγὼ γὰρ καὶ ἰάσομαι.
283Plato, Gorgias, p1, 450; 6 (auctor c.425BC-347BC)
Σωκράτης καὶ μὴν καὶ αἱ ἄλλαι τέχναι, ὦ Γοργία, οὕτως ἔχουσιν· ἑκάστη αὐτῶν περὶ λόγους ἐστὶν τούτους, οἳ τυγχάνουσιν ὄντες περὶ τὸ πρᾶγμα οὗ ἑκάστη ἐστὶν ἡ τέχνη.
284Plato, Gorgias, p1, 453; 9 (auctor c.425BC-347BC)
Σωκράτης εἰ δέ γε μηδεὶς ἄλλος ἢ Ζεῦξις ἔγραφε, καλῶς ἄν σοι ἀπεκέκριτο· Γοργίας πῶς γὰρ οὔ· Σωκράτης ἴθι δὴ καὶ περὶ τῆς ῥητορικῆς εἰπέ· πότερόν σοι δοκεῖ πειθὼ ποιεῖν ἡ ῥητορικὴ μόνη ἢ καὶ ἄλλαι τέχναι· λέγω δὲ τὸ τοιόνδε· ὅστις διδάσκει ὁτιοῦν πρᾶγμα, πότερον ὃ διδάσκει πείθει ἢ οὔ· Γοργίας οὐ δῆτα, ὦ Σώκρατες, ἀλλὰ πάντων μάλιστα πείθει.
285Plato, Gorgias, p1, 457; 9 (auctor c.425BC-347BC)
τοῦ δὴ ἕνεκα λέγω ταῦτα· ὅτι νῦν ἐμοὶ δοκεῖς σὺ οὐ πάνυ ἀκόλουθα λέγειν οὐδὲ σύμφωνα οἷς τὸ πρῶτον ἔλεγες περὶ τῆς ῥητορικῆς· φοβοῦμαι οὖν διελέγχειν σε, μή με ὑπολάβῃς οὐ πρὸς τὸ πρᾶγμα φιλονικοῦντα λέγειν τοῦ καταφανὲς γενέσθαι, ἀλλὰ πρὸς σέ.
286Plato, Gorgias, p1, 460; 23 (auctor c.425BC-347BC)
Σωκράτης ἐγὼ τοίνυν σου τότε ταῦτα λέγοντος ὑπέλαβον ὡς οὐδέποτ' ἂν εἴη ἡ ῥητορικὴ ἄδικον πρᾶγμα, ὅ γ' ἀεὶ περὶ δικαιοσύνης τοὺς λόγους ποιεῖται· ἐπειδὴ δὲ ὀλίγον ὕστερον ἔλεγες ὅτι ὁ ῥήτωρ
287Plato, Gorgias, p1, 462; 8 (auctor c.425BC-347BC)
Πῶλος ἀλλὰ τί σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι· Σωκράτης πρᾶγμα ὃ φῂς σὺ ποιῆσαι τέχνην ἐν τῷ συγγράμματι ὃ ἐγὼ ἔναγχος ἀνέγνων.
288Plato, Gorgias, p1, 465; 2 (auctor c.425BC-347BC)
ἐγὼ δὲ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα· τούτων δὲ πέρι εἰ ἀμφισβητεῖς, ἐθέλω ὑποσχεῖν λόγον.
289Plato, Gorgias, p1, 504; 1 (auctor c.425BC-347BC)
ἅπαν συστήσηται τεταγμένον τε καὶ κεκοσμημένον πρᾶγμα· καὶ οἵ τε δὴ ἄλλοι δημιουργοὶ καὶ οὓς νυνδὴ ἐλέγομεν, οἱ περὶ τὸ σῶμα, παιδοτρίβαι τε καὶ ἰατροί, κοσμοῦσί που τὸ σῶμα καὶ συντάττουσιν.
290Plato, Gorgias, p1, 512; 4 (auctor c.425BC-347BC)
μή σοι δοκεῖ κατὰ τὸν δικανικὸν εἶναι· καίτοι εἰ βούλοιτο λέγειν, ὦ Καλλίκλεις, ἅπερ ὑμεῖς, σεμνύνων τὸ πρᾶγμα, καταχώσειεν ἂν ὑμᾶς τοῖς λόγοις, λέγων καὶ παρακαλῶν ἐπὶ τὸ δεῖν γίγνεσθαι μηχανοποιούς, ὡς οὐδὲν τἆλλά ἐστιν· ἱκανὸς γὰρ αὐτῷ ὁ λόγος.
291Plato, Gorgias, p1, 517; 7 (auctor c.425BC-347BC)
πρᾶγμα οὖν γελοῖον ποιοῦμεν ἐγώ τε καὶ σὺ ἐν τοῖς λόγοις· ἐν παντὶ γὰρ τῷ χρόνῳ ὃν διαλεγόμεθα οὐδὲν παυόμεθα εἰς τὸ αὐτὸ ἀεὶ περιφερόμενοι καὶ ἀγνοοῦντες ἀλλήλων ὅτι λέγομεν.
292Plato, Gorgias, p1, 519; 3 (auctor c.425BC-347BC)
καίτοι ἔγωγε ἀνόητον πρᾶγμα καὶ νῦν ὁρῶ γιγνόμενον καὶ ἀκούω τῶν παλαιῶν ἀνδρῶν πέρι.
293Plato, Gorgias, p1, 519; 7 (auctor c.425BC-347BC)
καὶ γὰρ οἱ σοφισταί, τἆλλα σοφοὶ ὄντες, τοῦτο ἄτοπον ἐργάζονται πρᾶγμα· φάσκοντες γὰρ ἀρετῆς διδάσκαλοι εἶναι πολλάκις κατηγοροῦσιν τῶν μαθητῶν ὡς ἀδικοῦσι σφᾶς [αὑτούς], τούς τε μισθοὺς ἀποστεροῦντες καὶ ἄλλην χάριν οὐκ ἀποδιδόντες, εὖ παθόντες ὑπ' αὐτῶν.
294Plato, Gorgias, p1, 519; 8 (auctor c.425BC-347BC)
καὶ τούτου τοῦ λόγου τί ἂν ἀλογώτερον εἴη πρᾶγμα, ἀνθρώπους ἀγαθοὺς καὶ δικαίους γενομένους, ἐξαιρεθέντας μὲν ἀδικίαν ὑπὸ τοῦ διδασκάλου, σχόντας δὲ δικαιοσύνην, ἀδικεῖν τούτῳ ᾧ οὐκ ἔχουσιν· οὐ δοκεῖ σοι τοῦτο ἄτοπον εἶναι, ὦ ἑταῖρε· ὡς ἀληθῶς δημηγορεῖν με ἠνάγκασας, ὦ Καλλίκλεις, οὐκ ἐθέλων ἀποκρίνεσθαι.
295Plato, Hipparchus, p1, 227; 32 (auctor c.425BC-347BC)
Σωκράτης ἦ δοκεῖ οὖν τί σοι χρηστὸν καὶ ἀγαθὸν πρᾶγμα πονηρὸν εἶναι· Ἑταῖρος οὐκ ἔμοιγε.
296Plato, Hippias, p1, 286; 14 (auctor c.425BC-347BC)
Ἱππίας οὐδεὶς μέντοι· φαῦλον γὰρ ἂν εἴη τὸ ἐμὸν πρᾶγμα
297Plato, Hippias, p1, 291; 4 (auctor c.425BC-347BC)
ἀλλ' ἐμοὶ οὐδὲν πρᾶγμα φύρεσθαι πρὸς τὸν ἄνθρωπον· ἐμὲ οὖν προδίδασκε καὶ ἐμὴν χάριν ἀποκρίνου.
298Plato, Laches, p1, 200; 2 (auctor c.425BC-347BC)
Νικίας εὖ γε, ὦ Λάχης, ὅτι οὐδὲν οἴει σὺ ἔτι πρᾶγμα εἶναι ὅτι αὐτὸς ἄρτι ἐφάνης ἀνδρείας πέρι οὐδὲν εἰδώς, ἀλλ' εἰ καὶ ἐγὼ ἕτερος τοιοῦτος ἀναφανήσομαι, πρὸς τοῦτο βλέπεις, καὶ οὐδὲν ἔτι διοίσει, ὡς ἔοικε, σοὶ μετ' ἐμοῦ μηδὲν εἰδέναι ὧν προσήκει ἐπιστήμην ἔχειν ἀνδρὶ οἰομένῳ τὶ εἶναι.
299Plato, Laches, p1, 200; 3 (auctor c.425BC-347BC)
σὺ μὲν οὖν μοι δοκεῖς ὡς ἀληθῶς ἀνθρώπειον πρᾶγμα ἐργάζεσθαι οὐδὲ πρὸς σαυτὸν βλέπειν ἀλλὰ πρὸς τοὺς ἄλλους· ἐγὼ δ' οἶμαι ἐμοὶ περὶ ὧν ἐλέγομεν νῦν τε ἐπιεικῶς εἰρῆσθαι, καὶ εἴ τι αὐτῶν μὴ ἱκανῶς εἴρηται, ὕστερον ἐπανορθώσεσθαι καὶ μετὰ Δάμωνος – οὗ σύ που οἴει καταγελᾶν, καὶ ταῦτα οὐδ' ἰδὼν πώποτε τὸν Δάμωνα – καὶ μετ' ἄλλων· καὶ ἐπειδὰν βεβαιώσωμαι αὐτά, διδάξω καὶ σέ, καὶ οὐ φθονήσω· δοκεῖς γάρ μοι καὶ μάλα σφόδρα δεῖσθαι μαθεῖν.
300Plato, Leges, 1b, 686; 5 (auctor c.425BC-347BC)
Ἀθηναῖος ἆρ' οὖν, ὦ θαυμάσιε, λελήθαμεν ἄνθρωποι πάντες, καὶ τὰ νῦν δὴ ἡμεῖς, οἰόμενοι μὲν ἑκάστοτέ τι καλὸν ὁρᾶν πρᾶγμα γενόμενον καὶ θαυμαστὰ ἂν ἐργασάμενον, εἴ τις ἄρα ἠπιστήθη καλῶς αὐτῷ χρῆσθαι κατά τινα τρόπον, τὸ δὲ νῦν γε ἡμεῖς τάχ' ἂν ἴσως περὶ τοῦτο αὐτὸ οὔτ' ὀρθῶς διανοοίμεθα οὔτε κατὰ φύσιν, καὶ δὴ καὶ περὶ τὰ ἄλλα πάντες πάντα, περὶ ὧν ἂν οὕτω διανοηθῶσιν· Μέγιλλος λέγεις δὲ δὴ τί, καὶ περὶ τίνος σοι φῶμεν μάλιστ' εἰρῆσθαι τοῦτον τὸν λόγον· Ἀθηναῖος ὠγαθέ, καὶ αὐτὸς ἐμαυτοῦ νυνδὴ κατεγέλασα.
301Plato, Leges, 1b, 697; 5 (auctor c.425BC-347BC)
ἔστιν δὲ ὀρθῶς ἄρα τιμιώτατα μὲν καὶ πρῶτα τὰ περὶ τὴν ψυχὴν ἀγαθὰ κεῖσθαι, σωφροσύνης ὑπαρχούσης αὐτῇ, δεύτερα δὲ τὰ περὶ τὸ σῶμα καλὰ καὶ ἀγαθά, καὶ τρίτα τὰ περὶ τὴν οὐσίαν καὶ χρήματα λεγόμενα· τούτων δὲ ἂν ἐκτός τις βαίνῃ νομοθέτης ἢ πόλις, εἰς τιμὰς ἢ χρήματα προάγουσα ἤ τι τῶν ὑστέρων εἰς τὸ πρόσθεν τιμαῖς τάττουσα, οὔθ' ὅσιον οὔτε πολιτικὸν ἂν δρῴη πρᾶγμα.
302Plato, Leges, 1f, 794; 9 (auctor c.425BC-347BC)
ἐν ὅσοις μὲν γὰρ τῶν ἔργων μὴ μέγα διαφέρει, λύρᾳ μὲν ἐν ἀριστερᾷ χρώμενον, πλήκτρῳ δὲ ἐν δεξιᾷ, πρᾶγμα οὐδέν, καὶ ὅσα τοιαῦτα· τούτοις δὲ παραδείγμασι χρώμενον καὶ εἰς ἄλλα μὴ δέον οὕτω χρῆσθαι
303Plato, Leges, 1f, 823; 4 (auctor c.425BC-347BC)
θήρα γὰρ πάμπολύ τι πρᾶγμά ἐστι, περιειλημμένον ὀνόματι νῦν σχεδὸν ἑνί.
304Plato, Menon, p1, 84; 5 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν νῦν βέλτιον ἔχει περὶ τὸ πρᾶγμα ὃ οὐκ ᾔδει· Μένων καὶ τοῦτό μοι δοκεῖ.
305Plato, Menon, p1, 87; 1 (auctor c.425BC-347BC)
τρίγωνον ἐνταθῆναι, εἴποι ἄν τις ὅτι «οὔπω οἶδα εἰ ἔστιν τοῦτο τοιοῦτον, ἀλλ' ὥσπερ μέν τινα ὑπόθεσιν προὔργου οἶμαι ἔχειν πρὸς τὸ πρᾶγμα τοιάνδε· εἰ μέν ἐστιν τοῦτο τὸ χωρίον τοιοῦτον οἷον παρὰ τὴν δοθεῖσαν αὐτοῦ γραμμὴν παρατείναντα ἐλλείπειν τοιούτῳ χωρίῳ οἷον ἂν αὐτὸ τὸ παρατεταμένον ᾖ, ἄλλο τι συμβαίνειν μοι δοκεῖ, καὶ ἄλλο αὖ, εἰ ἀδύνατόν ἐστιν ταῦτα παθεῖν.
306Plato, Menon, p1, 89; 12 (auctor c.425BC-347BC)
τόδε γάρ μοι εἰπέ· εἰ ἔστιν διδακτὸν ὁτιοῦν πρᾶγμα, μὴ μόνον ἀρετή, οὐκ ἀναγκαῖον αὐτοῦ καὶ διδασκάλους καὶ μαθητὰς εἶναι· Μένων ἔμοιγε δοκεῖ.
307Plato, Menon, p1, 94; 5 (auctor c.425BC-347BC)
ἵνα δὲ μὴ ὀλίγους οἴῃ καὶ τοὺς φαυλοτάτους Ἀθηναίων ἀδυνάτους γεγονέναι τοῦτο τὸ πρᾶγμα, ἐνθυμήθητι ὅτι Θουκυδίδης αὖ δύο ὑεῖς ἔθρεψεν, Μελησίαν καὶ Στέφανον, καὶ τούτους ἐπαίδευσεν τά τε ἄλλα εὖ καὶ ἐπάλαισαν κάλλιστα Ἀθηναίων – τὸν μὲν γὰρ Ξανθίᾳ ἔδωκε, τὸν δὲ Εὐδώρῳ· οὗτοι δέ που ἐδόκουν τῶν τότε κάλλιστα παλαίειν – ἢ οὐ μέμνησαι· Ἄνυτος ἔγωγε, ἀκοῇ.
308Plato, Menon, p1, 96; 4 (auctor c.425BC-347BC)
Σωκράτης ἔχεις οὖν εἰπεῖν ἄλλου ὁτουοῦν πράγματος, οὗ οἱ μὲν φάσκοντες διδάσκαλοι εἶναι οὐχ ὅπως ἄλλων διδάσκαλοι ὁμολογοῦνται, ἀλλ' οὐδὲ αὐτοὶ ἐπίστασθαι, ἀλλὰ πονηροὶ εἶναι περὶ αὐτὸ τοῦτο τὸ πρᾶγμα οὗ φασι διδάσκαλοι εἶναι, οἱ δὲ ὁμολογούμενοι αὐτοὶ καλοὶ κἀγαθοὶ τοτὲ μέν φασιν αὐτὸ διδακτὸν εἶναι, τοτὲ δὲ οὔ· τοὺς οὖν οὕτω τεταραγμένους περὶ ὁτουοῦν φαίης ἂν σὺ κυρίως διδασκάλους εἶναι· Μένων μὰ Δί' οὐκ ἔγωγε.
309Plato, Menon, p1, 100; 3 (auctor c.425BC-347BC)
ταὐτὸν ἂν καὶ ἐνθάδε ὁ τοιοῦτος ὥσπερ παρὰ σκιὰς ἀληθὲς ἂν πρᾶγμα εἴη πρὸς ἀρετήν.
310Plato, Phaedo, p1, 92; 3 (auctor c.425BC-347BC)
καὶ ὁ Σωκράτης, ἀλλὰ ἀνάγκη σοι, ἔφη, ὦ ξένε Θηβαῖε, ἄλλα δόξαι, ἐάνπερ μείνῃ ἥδε ἡ οἴησις, τὸ ἁρμονίαν μὲν εἶναι σύνθετον πρᾶγμα, ψυχὴν δὲ ἁρμονίαν τινὰ ἐκ τῶν κατὰ τὸ σῶμα ἐντεταμένων συγκεῖσθαι· οὐ γάρ που ἀποδέξῃ γε σαυτοῦ λέγοντος ὡς πρότερον ἦν ἁρμονία συγκειμένη, πρὶν ἐκεῖνα εἶναι ἐξ ὧν ἔδει αὐτὴν συντεθῆναι.
311Plato, Phaedo, p1, 95; 13 (auctor c.425BC-347BC)
ὁ οὖν Σωκράτης συχνὸν χρόνον ἐπισχὼν καὶ πρὸς ἑαυτόν τι σκεψάμενος, οὐ φαῦλον πρᾶγμα, ἔφη, ὦ Κέβης, ζητεῖς· ὅλως γὰρ δεῖ περὶ γενέσεως καὶ φθορᾶς τὴν αἰτίαν διαπραγματεύσασθαι.
312Plato, Phaedo, p1, 103; 5 (auctor c.425BC-347BC)
τότε μὲν γὰρ ἐλέγετο ἐκ τοῦ ἐναντίου πράγματος τὸ ἐναντίον πρᾶγμα γίγνεσθαι, νῦν δέ, ὅτι αὐτὸ τὸ ἐναντίον ἑαυτῷ ἐναντίον οὐκ ἄν ποτε γένοιτο, οὔτε τὸ ἐν ἡμῖν οὔτε τὸ ἐν τῇ φύσει.
313Plato, Phaedo, p1, 109; 1 (auctor c.425BC-347BC)
ἀέρος πρὸς τὸ μὴ πεσεῖν μήτε ἄλλης ἀνάγκης μηδεμιᾶς τοιαύτης, ἀλλὰ ἱκανὴν εἶναι αὐτὴν ἴσχειν τὴν ὁμοιότητα τοῦ οὐρανοῦ αὐτοῦ ἑαυτῷ πάντῃ καὶ τῆς γῆς αὐτῆς τὴν ἰσορροπίαν· ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἕξει μᾶλλον οὐδ' ἧττον οὐδαμόσε κλιθῆναι, ὁμοίως δ' ἔχον ἀκλινὲς μενεῖ.
314Plato, Phaedrus, p1, 227; 7 (auctor c.425BC-347BC)
Σωκράτης τί δέ· οὐκ ἂν οἴει με κατὰ Πίνδαρον «καὶ ἀσχολίας ὑπέρτερον» πρᾶγμα ποιήσασθαι τὸ τεήν τε καὶ Λυσίου διατριβὴν ἀκοῦσαι· Φαῖδρος πρόαγε δή.
315Plato, Phaedrus, p1, 231; 6 (auctor c.425BC-347BC)
καίτοι πῶς εἰκός ἐστι τοιοῦτον πρᾶγμα προέσθαι τοιαύτην ἔχοντι συμφοράν, ἣν οὐδ' ἂν ἐπιχειρήσειεν οὐδεὶς ἔμπειρος ὢν ἀποτρέπειν· καὶ γὰρ αὐτοὶ ὁμολογοῦσι νοσεῖν μᾶλλον ἢ σωφρονεῖν, καὶ εἰδέναι ὅτι κακῶς φρονοῦσιν, ἀλλ' οὐ δύνασθαι αὑτῶν κρατεῖν· ὥστε πῶς ἂν εὖ φρονήσαντες ταῦτα καλῶς ἔχειν ἡγήσαιντο περὶ ὧν οὕτω διακείμενοι βουλεύονται· καὶ μὲν δὴ εἰ μὲν ἐκ τῶν ἐρώντων τὸν βέλτιστον αἱροῖο, ἐξ ὀλίγων ἄν σοι ἡ ἔκλεξις εἴη· εἰ δ' ἐκ τῶν ἄλλων τὸν σαυτῷ ἐπιτηδειότατον, ἐκ πολλῶν· ὥστε πολὺ πλείων ἐλπὶς ἐν τοῖς πολλοῖς ὄντα τυχεῖν τὸν ἄξιον τῆς σῆς φιλίας.
316Plato, Phaedrus, p1, 236; 5 (auctor c.425BC-347BC)
ῥητέον μὲν γάρ σοι παντὸς μᾶλλον οὕτως ὅπως οἷός τε εἶ, ἵνα μὴ τὸ τῶν κωμῳδῶν φορτικὸν πρᾶγμα ἀναγκαζώμεθα ποιεῖν ἀνταποδιδόντες ἀλλήλοις [εὐλαβήθητι], καὶ μὴ βούλου με ἀναγκάσαι λέγειν ἐκεῖνο τὸ «εἰ ἐγώ, ὦ Σώκρατες, Σωκράτην ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι,» καὶ ὅτι «ἐπεθύμει μὲν λέγειν, ἐθρύπτετο δέ·» ἀλλὰ διανοήθητι ὅτι ἐντεῦθεν οὐκ ἄπιμεν πρὶν ἂν σὺ εἴπῃς ἃ ἔφησθα ἐν τῷ στήθει ἔχειν.
317Plato, Politicus, p1, 281; 16 (auctor c.425BC-347BC)
Νεώτερος Σωκράτης πῶς· Ξένος ὅσαι μὲν τὸ πρᾶγμα αὐτὸ μὴ δημιουργοῦσι, ταῖς δὲ δημιουργούσαις ὄργανα παρασκευάζουσιν, ὧν μὴ παραγενομένων οὐκ ἄν ποτε ἐργασθείη τὸ προστεταγμένον ἑκάστῃ τῶν τεχνῶν, ταύτας μὲν συναιτίους, τὰς δὲ αὐτὸ τὸ πρᾶγμα ἀπεργαζομένας αἰτίας.
318Plato, Politicus, p1, 306; 3 (auctor c.425BC-347BC)
Ξένος ἦ χαλεπὸν ἐνδείξασθαι πρᾶγμα ἀναγκαῖον ἄρα γέγονεν, ὡς φαίνεται.
319Plato, Politicus, p1, 308; 7 (auctor c.425BC-347BC)
Νεώτερος Σωκράτης τὸ ποῖον· Ξένος εἴ τίς που τῶν συνθετικῶν ἐπιστημῶν πρᾶγμα ὁτιοῦν τῶν αὑτῆς ἔργων, κἂν εἰ τὸ φαυλότατον, ἑκοῦσα ἐκ μοχθηρῶν καὶ χρηστῶν τινων συνίστησιν, ἢ πᾶσα ἐπιστήμη πανταχοῦ τὰ μὲν μοχθηρὰ εἰς δύναμιν ἀποβάλλει, τὰ δὲ ἐπιτήδεια καὶ [τὰ] χρηστὰ ἔλαβεν, ἐκ τούτων δὲ καὶ ὁμοίων καὶ ἀνομοίων ὄντων, πάντα εἰς ἓν αὐτὰ συνάγουσα, μίαν τινὰ δύναμιν καὶ ἰδέαν δημιουργεῖ.
320Plato, Protagoras, p1, 309; 4 (auctor c.425BC-347BC)
Ἑταῖρος καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκεῖνον τοσοῦτον πρᾶγμα· οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλῳ ἔν γε τῇδε τῇ πόλει.
321Plato, Protagoras, p1, 314; 5 (auctor c.425BC-347BC)
ταῦτα οὖν σκοπώμεθα καὶ μετὰ τῶν πρεσβυτέρων ἡμῶν· ἡμεῖς γὰρ ἔτι νέοι ὥστε τοσοῦτον πρᾶγμα διελέσθαι.
322Plato, Protagoras, p1, 330; 7 (auctor c.425BC-347BC)
πρῶτον μὲν τὸ τοιόνδε· ἡ δικαιοσύνη πρᾶγμά τί ἐστιν ἢ οὐδὲν πρᾶγμα· ἐμοὶ μὲν γὰρ δοκεῖ· τί δὲ σοί· κἀμοί, ἔφη.
323Plato, Protagoras, p1, 330; 8 (auctor c.425BC-347BC)
τί οὖν· εἴ τις ἔροιτο ἐμέ τε καὶ σέ· «ὦ Πρωταγόρα τε καὶ Σώκρατες, εἴπετον δή μοι, τοῦτο τὸ πρᾶγμα ὃ ὠνομάσατε ἄρτι, ἡ δικαιοσύνη, αὐτὸ τοῦτο δίκαιόν ἐστιν ἢ ἄδικον·» ἐγὼ μὲν ἂν αὐτῷ ἀποκριναίμην ὅτι δίκαιον· σὺ δὲ τίν' ἂν ψῆφον θεῖο· τὴν αὐτὴν ἐμοὶ ἢ ἄλλην· τὴν αὐτήν, ἔφη.
324Plato, Protagoras, p1, 330; 12 (auctor c.425BC-347BC)
«οὐκοῦν φατε καὶ τοῦτο πρᾶγμά τι εἶναι·» φαῖμεν ἄν· ἢ οὔ· καὶ τοῦτο συνέφη.
325Plato, Protagoras, p1, 330; 13 (auctor c.425BC-347BC)
«πότερον δὲ τοῦτο αὐτὸ τὸ πρᾶγμά φατε τοιοῦτον πεφυκέναι οἷον ἀνόσιον εἶναι ἢ οἷον ὅσιον·» ἀγανακτήσαιμ' ἂν ἔγωγ', ἔφην, τῷ ἐρωτήματι, καὶ εἴποιμ' ἄν· εὐφήμει, ὦ ἄνθρωπε· σχολῇ μεντἄν τι ἄλλο ὅσιον εἴη, εἰ μὴ αὐτή γε ἡ ὁσιότης ὅσιον ἔσται.
326Plato, Protagoras, p1, 331; 3 (auctor c.425BC-347BC)
τί οὖν, ὦ Πρωταγόρα, ἀποκρινούμεθα αὐτῷ, ταῦτα ὁμολογήσαντες, ἐὰν ἡμᾶς ἐπανέρηται· «οὐκ ἄρα ἐστὶν ὁσιότης οἷον δίκαιον εἶναι πρᾶγμα, οὐδὲ δικαιοσύνη οἷον ὅσιον ἀλλ' οἷον μὴ ὅσιον· ἡ δ' ὁσιότης οἷον μὴ δίκαιον, ἀλλ' ἄδικον ἄρα, τὸ δὲ ἀνόσιον·» τί αὐτῷ ἀποκρινούμεθα· ἐγὼ μὲν γὰρ αὐτὸς ὑπέρ γε ἐμαυτοῦ φαίην ἂν καὶ τὴν δικαιοσύνην ὅσιον εἶναι καὶ τὴν ὁσιότητα δίκαιον· καὶ ὑπὲρ σοῦ δέ, εἴ με ἐῴης, ταὐτὰ ἂν ταῦτα ἀποκρινοίμην, ὅτι ἤτοι ταὐτόν γ' ἐστιν δικαιότης ὁσιότητι ἢ ὅτι ὁμοιότατον, καὶ μάλιστα πάντων ἥ τε δικαιοσύνη οἷον ὁσιότης καὶ ἡ ὁσιότης οἷον δικαιοσύνη.
327Plato, Protagoras, p1, 349; 4 (auctor c.425BC-347BC)
ἦν δέ, ὡς ἐγᾦμαι, τὸ ἐρώτημα τόδε· σοφία καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ δικαιοσύνη καὶ ὁσιότης, πότερον ταῦτα, πέντε ὄντα ὀνόματα, ἐπὶ ἑνὶ πράγματί ἐστιν, ἢ ἑκάστῳ τῶν ὀνομάτων τούτων ὑπόκειταί τις ἴδιος οὐσία καὶ πρᾶγμα ἔχον ἑαυτοῦ δύναμιν ἕκαστον, οὐκ ὂν οἷον τὸ ἕτερον αὐτῶν τὸ ἕτερον· ἔφησθα οὖν σὺ οὐκ ὀνόματα ἐπὶ ἑνὶ εἶναι, ἀλλὰ ἕκαστον ἰδίῳ πράγματι τῶν ὀνομάτων τούτων ἐπικεῖσθαι, πάντα δὲ ταῦτα μόρια εἶναι ἀρετῆς, οὐχ ὡς τὰ τοῦ χρυσοῦ μόρια ὅμοιά ἐστιν ἀλλήλοις καὶ τῷ ὅλῳ οὗ μόριά ἐστιν, ἀλλ' ὡς τὰ τοῦ προσώπου μόρια καὶ τῷ ὅλῳ οὗ μόριά ἐστιν καὶ ἀλλήλοις ἀνόμοια, ἰδίαν ἕκαστα δύναμιν ἔχοντα.
328Plato, Protagoras, p1, 355; 7 (auctor c.425BC-347BC)
ἂν οὖν τύχῃ ὁ ἐρόμενος ἡμᾶς ὑβριστὴς ὤν, γελάσεται καὶ ἐρεῖ· «ἦ γελοῖον λέγετε πρᾶγμα, εἰ πράττει τις κακά, γιγνώσκων ὅτι κακά ἐστιν, οὐ δέον αὐτὸν πράττειν, ἡττώμενος ὑπὸ τῶν ἀγαθῶν.
329Plato, Respublica, 1, 336; 9 (auctor c.425BC-347BC)
μὴ γὰρ δὴ οἴου, εἰ μὲν χρυσίον ἐζητοῦμεν, οὐκ ἄν ποτε ἡμᾶς ἑκόντας εἶναι ὑποκατακλίνεσθαι ἀλλήλοις ἐν τῇ ζητήσει καὶ διαφθείρειν τὴν εὕρεσιν αὐτοῦ, δικαιοσύνην δὲ ζητοῦντας, πρᾶγμα πολλῶν χρυσίων τιμιώτερον, ἔπειθ' οὕτως ἀνοήτως ὑπείκειν ἀλλήλοις καὶ οὐ σπουδάζειν ὅτι μάλιστα φανῆναι αὐτό.
330Plato, Respublica, 1, 344; 6 (auctor c.425BC-347BC)
καὶ δὴ ἔγωγε καὶ αὐτὸς πάνυ ἐδεόμην τε καὶ εἶπον· ὦ δαιμόνιε Θρασύμαχε, οἷον ἐμβαλὼν λόγον ἐν νῷ ἔχεις ἀπιέναι πρὶν διδάξαι ἱκανῶς ἢ μαθεῖν εἴτε οὕτως εἴτε ἄλλως ἔχει· ἢ σμικρὸν οἴει ἐπιχειρεῖν πρᾶγμα διορίζεσθαι ὅλου βίου διαγωγήν, ᾗ ἂν διαγόμενος ἕκαστος ἡμῶν λυσιτελεστάτην ζωὴν ζῴη· ἐγὼ γὰρ οἶμαι, ἔφη ὁ Θρασύμαχος, τουτὶ ἄλλως ἔχειν· ἔοικας, ἦν δ' ἐγώ – ἤτοι ἡμῶν γε οὐδὲν κήδεσθαι, οὐδέ τι φροντίζειν εἴτε χεῖρον εἴτε βέλτιον βιωσόμεθα ἀγνοοῦντες ὃ σὺ φῂς εἰδέναι.
331Plato, Respublica, 1a, 362; 3 (auctor c.425BC-347BC)
τῷ ὄντι γὰρ φήσουσι τὸν ἄδικον, ἅτε ἐπιτηδεύοντα πρᾶγμα ἀληθείας ἐχόμενον καὶ οὐ πρὸς δόξαν ζῶντα, οὐ δοκεῖν ἄδικον ἀλλ' εἶναι ἐθέλειν, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενον, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα, αεσξη.
332Plato, Respublica, 1a, 374; 11 (auctor c.425BC-347BC)
μὰ Δία, ἦν δ' ἐγώ, οὐκ ἄρα φαῦλον πρᾶγμα ἠράμεθα· ὅμως δὲ οὐκ ἀποδειλιατέον, ὅσον γ' ἂν δύναμις παρείκῃ.
333Plato, Respublica, 1b, 408; 11 (auctor c.425BC-347BC)
ἀλλὰ πειράσομαι, ἦν δ' ἐγώ· σὺ μέντοι οὐχ ὅμοιον πρᾶγμα τῷ αὐτῷ λόγῳ ἤρου.
334Plato, Respublica, 1f, 531; 5 (auctor c.425BC-347BC)
δαιμόνιον γάρ, ἔφη, πρᾶγμα λέγεις.
335Plato, Sophistes, p1, 218; 8 (auctor c.425BC-347BC)
νῦν γὰρ δὴ σύ τε κἀγὼ τούτου πέρι τοὔνομα μόνον ἔχομεν κοινῇ, τὸ δὲ ἔργον ἐφ' ᾧ καλοῦμεν ἑκάτερος τάχ' ἂν ἰδίᾳ παρ' ἡμῖν αὐτοῖς ἔχοιμεν· δεῖ δὲ ἀεὶ παντὸς πέρι τὸ πρᾶγμα αὐτὸ μᾶλλον διὰ λόγων ἢ τοὔνομα μόνον συνωμολογῆσθαι χωρὶς λόγου.
336Plato, Sophistes, p1, 262; 24 (auctor c.425BC-347BC)
Ξένος λέξω τοίνυν σοι λόγον συνθεὶς πρᾶγμα πράξει δι' ὀνόματος καὶ ῥήματος· ὅτου δ' ἂν ὁ λόγος ᾖ, σύ μοι φράζειν.
337Plato, Theaetetus, p1, 168; 2 (auctor c.425BC-347BC)
ἂν μὲν γὰρ οὕτω ποιῇς, ἑαυτοὺς αἰτιάσονται οἱ προσδιατρίβοντές σοι τῆς αὑτῶν ταραχῆς καὶ ἀπορίας ἀλλ' οὐ σέ, καὶ σὲ μὲν διώξονται καὶ φιλήσουσιν, αὑτοὺς δὲ μισήσουσι καὶ φεύξονται ἀφ' ἑαυτῶν εἰς φιλοσοφίαν, ἵν' ἄλλοι γενόμενοι ἀπαλλαγῶσι τῶν οἳ πρότερον ἦσαν· ἐὰν δὲ τἀναντία τούτων δρᾷς ὥσπερ οἱ πολλοί, τἀναντία συμβήσεταί σοι καὶ τοὺς συνόντας ἀντὶ φιλοσόφων μισοῦντας τοῦτο τὸ πρᾶγμα ἀποφανεῖς ἐπειδὰν πρεσβύτεροι γένωνται.
338Plato, Theaetetus, p1, 177; 11 (auctor c.425BC-347BC)
Σωκράτης μὴ γὰρ λεγέτω τὸ ὄνομα, ἀλλὰ τὸ πρᾶγμα τὸ ὀνομαζόμενον θεωρείτω.
339Plato, Theaetetus, p1, 197; 20 (auctor c.425BC-347BC)
ἀλλὰ τί τοὐντεῦθεν· Σωκράτης παιδίων μὲν ὄντων φάναι χρὴ εἶναι τοῦτο τὸ ἀγγεῖον κενόν, ἀντὶ δὲ τῶν ὀρνίθων ἐπιστήμας νοῆσαι· ἣν δ' ἂν ἐπιστήμην κτησάμενος καθείρξῃ εἰς τὸν περίβολον, φάναι αὐτὸν μεμαθηκέναι ἢ ηὑρηκέναι τὸ πρᾶγμα οὗ ἦν αὕτη ἡ ἐπιστήμη, καὶ τὸ ἐπίστασθαι τοῦτ' εἶναι.
340Plotinus, Enneades, 2, 1, 2; 4 (auctor c.205-270)
Ἀριστοτέλει μὲν γὰρ οὐδὲν ἂν πρᾶγμα εἴη, εἴ τις αὐτοῦ τὰς ὑποθέσεις τοῦ πέμπτου παραδέξαιτο σώματος.
341Plotinus, Enneades, 2, 7, 3; 4 (auctor c.205-270)
Δεῖ δὲ τὸν λόγον τοῦτον, εἰ μή ἐστιν ἄλλως ὥσπερ ὁρισμὸς δηλωτικὸς τοῦ τί ἐστι τὸ πρᾶγμα, ἀλλὰ λόγος ποιῶν πρᾶγμα, μὴ τὴν ὕλην συμπεριειληφέναι, ἀλλὰ περὶ ὕλην λόγον εἶναι καὶ ἐγγενόμενον ἀποτελεῖν τὸ σῶμα, καὶ εἶναι μὲν τὸ σῶμα ὕλην καὶ λόγον ἐνόντα, αὐτὸν δὲ εἶδος ὄντα ἄνευ ὕλης ψιλὸν θεωρεῖσθαι, κἂν ὅτι μάλιστα ἀχώριστος αὐτὸς ἦι.
342Plotinus, Enneades, 3, 2, 8; 7 (auctor c.205-270)
Εἰ οὖν παῖδες ἀσκήσαντες μὲν τὰ σώματα, τὰς δὲ ψυχὰς ὑπ᾽ ἀπαιδευσίας τούτου χείρους γενόμενοι ἐν πάλῃ κρατοῖεν τῶν μήτε τὰ σώματα μήτε τὰς ψυχὰς πεπαιδευμένων καὶ τὰ σιτία αὐτῶν ἁρπάζοιεν καὶ τὰ ἱμάτια αὐτῶν τὰ ἁβρὰ λαμβάνοιεν, τί ἂν τὸ πρᾶγμα ἢ γέλως εἴη; Ἢ πῶς οὐκ ὀρθὸν καὶ τὸν νομοθέτην συγχωρεῖν ταῦτα μὲν πάσχειν ἐκείνους δίκην ἀργίας καὶ τρυφῆς διδόντας, οἳ ἀποδεδειγμένων γυμνασίων αὐτοῖς [οἵδ] ὑπ᾽ ἀργίας καὶ τοῦ ζῆν μαλακῶς καὶ ἀνειμένως περιεῖδον ἑαυτοὺς ἄρνας καταπιανθέντας λύκων ἁρπαγὰς εἶναι; Τοῖς δὲ ταῦτα ποιοῦσι πρώτη μὲν δίκη τὸ λύκοις εἶναι καὶ κακοδαίμοσιν ἀνθρώποις· εἶτα αὐτοῖς καὶ κεῖται ἃ παθεῖν χρεὼν τοὺς τοιούτους· οὐ γὰρ ἔστη ἐνταῦθα κακοῖς γενομένοις ἀποθανεῖν, ἀλλὰ τοῖς ἀεὶ προτέροις ἕπεται ὅσα κατὰ λόγον καὶ φύσιν, χείρω τοῖς χείροσι, τοῖς δὲ ἀμείνοσι τὰ ἀμείνω.
343Plotinus, Enneades, 4, 4, 22; 1 (auctor c.205-270)
Ἐπὶ δὲ τῶν φυτῶν ἆρα ἄλλο μὲν τὸ οἷον ἐναπηχηθὲν τοῖς σώμασιν αὐτῶν, ἄλλο δὲ τὸ χορηγῆσαν, ὃ δὴ ἐπιθυμητικὸν μὲν ἐν ἡμῖν, ἐν ἐκείνοις δὲ φυτικόν, ἢ ἐν μὲν τῇ γῇ τοῦτο ψυχῆς ἐν αὐτῇ οὔσης, ἐν δὲ τοῖς φυτοῖς τὸ ἀπὸ τούτου; Ζητήσειε δ᾽ ἄν τις πρότερον, τίς ψυχὴ ἐν τῇ γῇ, πότερα ἐκ τῆς σφαίρας τοῦ παντός, ἣν καὶ μόνην δοκεῖ ψυχοῦν πρώτως Πλάτων οἷον ἔλλαμψιν εἰς τὴν γῆν, ἢ πάλιν αὖ λέγων πρώτην καὶ πρεσβυτάτην θεῶν τῶν ἐντὸς οὐρανοῦ καὶ αὐτῇ δίδωσι ψυχὴν οἵαν καὶ τοῖς ἄστροις· πῶς γὰρ ἂν θεὸς εἴη, εἰ μὴ ἐκείνην ἔχοι; Ὥστε συμβαίνει καὶ τὸ πρᾶγμα ὅπως ἔχει ἐξευρεῖν δύσκολον, καὶ μείζω ἀπορίαν ἢ οὐκ ἐλάττω ἐξ ὧν εἴρηκεν ὁ Πλάτων γίνεσθαι.
344Plotinus, Enneades, 4, 4, 22; 2 (auctor c.205-270)
Ἀλλὰ πρότερον, πῶς ἂν εὐλόγως ἔχειν τὸ πρᾶγμα δόξειε.
345Plotinus, Enneades, 5, 5, 1; 5 (auctor c.205-270)
Καίτοι ὁ λόγος φησὶ πάντα· πῶς γὰρ καὶ διοριεῖ τις τά τε αὐτόθεν τά τε μή; Ἀλλ᾽ οὖν, ἃ συγχωροῦσιν αὐτόθεν, πόθεν φήσουσι τούτων τὸ ἐναργὲς αὐτῷ παρεῖναι; Πόθεν δὲ αὐτῷ πίστιν, ὅτι οὕτως ἔχει, παρέξεται; Ἐπεὶ καὶ τὰ ἐπὶ τῆς αἰσθήσεως, ἃ δὴ δοκεῖ πίστιν ἔχειν ἐναργεστάτην, ἀπιστεῖται, μή ποτε οὐκ ἐν τοῖς ὑποκειμένοις, ἀλλ᾽ ἐν τοῖς πάθεσιν ἔχει τὴν δοκοῦσαν ὑπόστασιν καὶ νοῦ δεῖ ἢ διανοίας τῶν κρινούντων· ἐπεὶ καὶ συγκεχωρημένου ἐν τοῖς ὑποκειμένοις εἶναι αἰσθητοῖς, ὧν ἀντίληψιν ἡ αἴσθησις ποιήσεται, τό τε γινωσκόμενον δι᾽ αἰσθήσεως τοῦ πράγματος εἴδωλόν ἐστι καὶ οὐκ αὐτὸ τὸ πρᾶγμα ἡ αἴσθησις λαμβάνει· μένει γὰρ ἐκεῖνο ἔξω.
346Plotinus, Enneades, 6, 1, 13; 3 (auctor c.205-270)
Εἰ δὲ τὸ ἐν χρόνῳ φήσουσι τὸ ποτὲ εἶναι, ἀλλ᾽ οὐ χρόνον, τοῦτο τὸ ἐν χρόνῳ εἰ μὲν τὸ πρᾶγμα λέγουσιν, οἷον Σωκράτης ὅτι πέρυσιν ἦν, ὁ μὲν Σωκράτης ἔξωθεν ἂν εἴη, καὶ οὐχ ἕν τι λέγουσιν.
347Plotinus, Enneades, 6, 1, 16; 3 (auctor c.205-270)
Καὶ οὐκ αὐτὴ τελειοῦται τότε, ἀλλὰ τὸ πρᾶγμα οὗ ἐστοχάζετο· οἷον βάδισις ἐξ ἀρχῆς βάδισις ἦν.
348Plotinus, Enneades, 6, 1, 30; 8 (auctor c.205-270)
Ἔτι δ᾽ ἐν γένει τῷ αὐτῷ [τὸ] ἐπιγινόμενον πρᾶγμα τοῖς ἤδη οὖσιν ἄτοπον συντάττειν [τὸ ἐπιγινόμενον] εἰς ταὐτὸν γένος τοῖς πρότερον οὖσι· δεῖ γὰρ πρότερον ἓν καὶ δύο εἶναι, ἵνα καὶ ἥμισυ καὶ διπλάσιον.
349Plotinus, Enneades, 6, 6, 4; 4 (auctor c.205-270)
Ὁ μὲν οὖν Πλάτων εἰς ἔννοιαν ἀριθμοῦ τοὺς ἀνθρώπους ἐληλυθέναι εἰπὼν ἡμερῶν πρὸς νύκτας τῇ παραλλαγῇ, τῇ τῶν πραγμάτων ἑτερότητι διδοὺς τὴν νόησιν, τάχ᾽ ἂν τὰ ἀριθμητὰ πρότερον δι᾽ ἑτερότητος ποιεῖν ἀριθμὸν λέγοι, καὶ εἶναι αὐτὸν συνιστάμενον ἐν μεταβάσει ψυχῆς ἐπεξιούσης ἄλλο μετ᾽ ἄλλο πρᾶγμα καὶ τότε γίνεσθαι, ὅταν ἀριθμῇ ψυχή· τοῦτο δ᾽ ἐστίν, ὅταν αὐτὰ διεξίῃ καὶ λέγῃ παρ᾽ αὐτῇ ἄλλο, τὸ δὲ ἄλλο, ὡς, ἕως γε ταὐτόν τι καὶ μὴ ἕτερον μετ᾽ αὐτὸ νοεῖ, ἓν λεγούσης.
350Plotinus, Enneades, 6, 6, 5; 1 (auctor c.205-270)
Τίς οὖν ἡ φύσις αὐτοῦ; Ἆρα παρακολούθημα καὶ οἷον ἐπιθεωρούμενον ἑκάστῃ οὐσίαι, οἷον ἄνθρωπος καὶ εἷς ἄνθρωπος, καὶ ὂν καὶ ἓν ὄν, καὶ τὰ πάντα ἕκαστα τὰ νοητὰ καὶ πᾶς ὁ ἀριθμός; Ἀλλὰ πῶς δυὰς καὶ τριὰς καὶ πῶς τὰ πάντα καθ᾽ ἓν καὶ ὁ τοιοῦτος ἀριθμὸς εἰς ἓν ἂν συνάγοιτο; Οὕτω γὰρ ἔσται πλῆθος μὲν ἑνάδων, εἰς ἓν δὲ οὐδεὶς παρὰ τὸ ἁπλοῦν ἕν· εἰ μή τις λέγοι, ὡς δυὰς μέν ἐστιν ἐκεῖνο τὸ πρᾶγμα, μᾶλλον δὲ τὸ ἐπὶ τῷ πράγματι θεωρούμενον, ὃ δύο ἔχει δυνάμεις συνειλημμένας οἷον σύνθετον εἰς ἕν.
351Plotinus, Enneades, 6, 6, 6; 6 (auctor c.205-270)
Εἰ δέ τις λέγοι, ὡς ἐπὶ τῶν ἄνευ ὕλης τὸ αὐτό ἐστιν ἡ ἐπιστήμη τῷ πράγματι, ἐκείνως χρὴ νοεῖν τὸ λεγόμενον, ὡς οὐ τὴν ἐπιστήμην τὸ πρᾶγμα λέγει εἶναι οὐδὲ τὸν λόγον τὸν θεωροῦντα τὸ πρᾶγμα αὐτὸ τὸ πρᾶγμα, ἀλλὰ ἀνάπαλιν τὸ πρᾶγμα αὐτὸ ἄνευ ὕλης ὂν νοητόν τε καὶ νόησιν εἶναι, οὐχ οἵαν λόγον εἶναι τοῦ πράγματος οὐδ᾽ ἐπιβολὴν πρὸς αὐτό, ἀλλ᾽ αὐτὸ τὸ πρᾶγμα ἐν τῷ νοητῷ ὂν τί ἄλλο ἢ νοῦν καὶ ἐπιστήμην εἶναι.
352Plotinus, Enneades, 6, 6, 6; 7 (auctor c.205-270)
Οὐ γὰρ ἡ ἐπιστήμη πρὸς αὐτήν, ἀλλὰ τὸ πρᾶγμα ἐκεῖ τὴν ἐπιστήμην οὐ μένουσαν, οἵα ἐστὶν ἡ τοῦ ἐν ὕλῃ πράγματος, ἑτέραν ἐποίησεν εἶναι· τοῦτο δ᾽ ἐστὶν ἀληθινὴν ἐπιστήμην· τοῦτο δ᾽ ἐστὶν οὐκ εἰκόνα τοῦ πράγματος, ἀλλὰ τὸ πρᾶγμα αὐτό.
353Plotinus, Enneades, 6, 6, 10; 17 (auctor c.205-270)
Καὶ εἰ μὲν δύναιτο τὸ πρᾶγμα ἐκεῖνο νοεῖσθαι ἄνευ τῆς ἐνεργείας αὐτοῦ, ἅμα μὲν εἶναι οὐδὲν ἧττον ἐκείνῳ, ὕστερον δὲ τῇ ἐπινοίαι τάττεσθαι παρ᾽ ἡμῶν.
354Plotinus, Enneades, 6, 6, 13; 15 (auctor c.205-270)
Καὶ τὸ τοῦτο δὲ οὐ κενόν· ὑπόστασιν γὰρ δεικνυμένην λέγει ἀντὶ τοῦ ὀνόματος αὐτοῦ καὶ παρουσίαν τινά, οὐσίαν ἢ ἄλλο τι τῶν ὄντων· ὥστε τὸ τοῦτο σημαίνοι ἂν οὐ κενόν τι οὐδ᾽ ἔστι πάθημα τῆς διανοίας ἐπὶ μηδενὶ ὄντι, ἀλλ᾽ ἔστι πρᾶγμα ὑποκείμενον, ὥσπερ εἰ καὶ τὸ ἴδιον αὐτοῦ τινος ὄνομα λέγοι.
355Plotinus, Enneades, 6, 6, 14; 10 (auctor c.205-270)
Ὅταν γὰρ σχέσις ἦι ἡ γεννῶσά τι, ἀδύνατον τὴν ἐναντίαν τὸ αὐτὸ γεννᾶν, ὡς τοῦτο εἶναι τὸ πρᾶγμα τὴν σχέσιν.
356Plotinus, Enneades, 6, 6, 17; 8 (auctor c.205-270)
Ἀλλὰ ποῦ τοῦτο; Ἆρα μόνον ἐν ἐννοήσει οἷον ὁριστικῇ; Ἢ καὶ πρᾶγμα, νοερὸν μέντοι.
357Plotinus, Enneades, 6, 6, 17; 9 (auctor c.205-270)
Πάντα γὰρ οὕτως, ὡς καὶ νοερὰ καί πως τὸ πρᾶγμα.
358Plotinus, Enneades, 6, 7, 2; 5 (auctor c.205-270)
Ἐκεῖ δ᾽ ἐν ἑνὶ πάντα, ὥστε ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ διὰ τί τοῦ πράγματος.
359Plotinus, Enneades, 6, 7, 2; 6 (auctor c.205-270)
Πολλαχοῦ δὲ καὶ ἐνταῦθα τὸ πρᾶγμα καὶ τὸ διὰ τί ταὐτόν, οἷον τί ἐστιν ἔκλειψις.
360Plotinus, Enneades, 6, 7, 9; 7 (auctor c.205-270)
Ἀλλ᾽ εἰ μὲν νόησις μόνον, ἄτοπον οὐδὲν τὴν νόησιν αὐτὴν νόησιν οὖσαν ἀνοήτου εἶναι· νῦν δ᾽ εἰ ταὐτὸν ἡ νόησις τῷ πράγματι, πῶς ἡ μὲν νόησις, ἀνόητον δὲ τὸ πρᾶγμα; οὕτω γὰρ ἂν νοῦς ἀνόητον ἑαυτὸν ποιοῖ.
361Priscianus Caesarensis, Ars Prisciani, p. 281 (vol. 2), l. 8 (auctor c.500)
Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· οἱ δὲ δικασταὶ ὥσπερ ἐπῳδὴν ἢ ἄλλο τι ἀλλότριον πρᾶγμα ἀκροώμενοι.
362Priscianus Caesarensis, Ars Prisciani, p. 315 (vol. 2), l. 3 (auctor c.500)
illi ἐπεξιέναι τῷ πράγματι καὶ τὸ πρᾶγμα.
363Priscianus Caesarensis, Ars Prisciani, p. 357 (vol. 2), l. 18 (auctor c.500)
illi πρᾶγμα ποιεῖσθαι ἀντὶ τοῦ μέγα ἡγεῖσθαι.
364Priscianus Caesarensis, Ars Prisciani, p. 358 (vol. 2), l. 23 (auctor c.500)
illi σεμνύνεται τὸ πρᾶγμα καὶ ἐπὶ τῷ πράγματι.
365Priscianus Caesarensis, Ars Prisciani, p. 359 (vol. 2), l. 23 (auctor c.500)
Δημοσθένης ἐν τῇ παραγραφῇ τῇ πρὸς Πανταίνετον· μισεῖσθαι μέντοι τινὰς ἂν εἰκότως ὑφ᾽ ὑμῶν, οἲ τέχνην τὸ πρᾶγμα πεποιημένοι μήτε συγγνώμης μήτε ἄλλου τινός εἰσιν ἀλλ᾽ ἢ τοῦ πλείονος.
366Ps Aristoteles, De mundo, 1; 1
ΠΟΛΛΑΚΙΣ μὲν ἔμοιγε θεῖόν τι καὶ δαιμόνιον ὄντως χρῆμα ὦ Ἀλέξανδρε ἡ φιλοσοφία ἔδοξεν εἶναι, μάλιστα δὲ ἐν οἷς μόνη διαραμένη πρὸς τὴν τῶν ὅλων θέαν ἐσπούδασε γνῶναι τὴν ἐν αὐτοῖς ἀλήθειαν, καὶ τῶν ἄλλων ταύτης ἀποστάντων διὰ τὸ ὕψος καὶ τὸ μέγεθος, αὕτη τὸ πρᾶγμα οὐκ ἔδεισεν οὐδ’ αὑτὴν τῶν καλλίστων ἀπηξίωσεν, ἀλλὰ καὶ συγγενεστάτην ἑαυτῇ καὶ μάλιστα πρέπουσαν ἐνόμισεν εἶναι τὴν ἐκείνων μάθησιν.
367Seneca, Apocolocyntosis, 8; 3 (auctor c.4BC–65)
Ἐπικούρειος θεὸς non potest esse: οὔτε αὐτὸς πρᾶγμα ἔχει τι οὔτε ἄλλοις παρέχει; Stoicus?