'προσέτι' - search in All Authors, Showing 1 to 25 of 25 hits

1Aristoteles, De anima, 1, I 3; 46 (auctor 384BC-322BC)
Ἐπίπονον δέ καί τό μεμῖχθαι τῷ σώματι μή δυνάμενον ἀπολυθῆναι, καί προσέτι φευκτόν, εἴπερ βέλτιον τῷ νῷ μή μετά σώματος εἶναι, καθάπερ εἴωθέ τε λέγεσθαι καί πολλοῖς συνδοκεῖ.
2Aristoteles, Problemata, 29; 55 (auctor 384BC-322BC)
τῷ δ' ἥ τε ἀποχώρησις ἐργώδης γεγυμνωμένῳ, προσέτι δὲ χλευάζεσθαι ὑπό τινων ὑπάρχει τοῖς πολλοῖς, ὃ πολὺ δυσχερέστερόν ἐστι τῆς ἀπωλείας.
3Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 16; 11
καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ιεμινι· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ κύριος·
4Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 16a; 11
καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ιεμινι· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ κύριος·
5Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 36; 16
καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ· ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς· καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.
6Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 12; 14
οἱ δὲ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ιουδαν λοιδοροῦντες καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις.
7Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 14; 1
προσέτι καὶ ἐπὶ τὸν αἰκισμὸν ἐποτρύνοντες, ὡς μὴ μόνον τῶν ἀλγηδόνων περιφρονῆσαι αὐτούς, ἀλλὰ καὶ τῶν τῆς φιλαδελφίας παθῶν κρατῆσαι.
8Desiderius Erasmus, Adagia, Chiliades, 1, 266; 17 (opus 1508)
Lucianus in Pseudologista: Οὐδέ δεῖ τινος τοῦ ἀποδύσοντος τήν λεοντῆν, ὡς φανερός γένοιο κανθήλιος ὤν, εἰ μή τις ἄρα ἐξ Ὑπερβορέων ἄρτι ἐς ἡμᾶς ἥκοι ἥ ἐς τοσοῦτον Κυμαῖος εἴη ὡς μή ἰδών εὐθύς εἰδέναι ὄνων ἁπάντων ὑβριστότατόν σε ὄντα, μή περιμείνας ὀγκωμένου προσέτι ἀκούειν, id est Nec opus est quopiam, qui tibi leonis exuvium detrahat, quo palam fiat te canthelium esse, nisi quis sane ab ipsis Hyperboreis hospes modo ad nos advenerit aut usque adeo Cumanus sit, ut qui viderit non protinus intelligat te asinorum omnium asinum ferocissimum esse aut exspectet, ut te praeterea rudentem audiat.
9Dositheus, Ars, p. 75, l. 20 (auctor c.350)
συμπλεκτικοὶ σύνδεσμοί εἰσιν copulatiuae coniunctiones sunt hae, καί ac, τέ que, καί atque, ἤδη porro, μέν quidem, προσέτι δέ quoque, καί etiam, ἀλλά at sed, δέ autem, δέ uero, τοῦτο δέ id porro, ἔγωγε equidem; αἰτιολογικοί causales, γάρ nam, γάρ enim, ἐπειδή quoniam, ἐπεί quia, διὰ τοῦτο eo, ὅτι καθ᾽ ὅτι quod, διὰ τοῦτο ideo, οὖν ergo, διὰ τοῦτο idcirco, χάριν gratia, ἕνεκεν causa, ἀλλά uerum; συλλογιστικοί ratiocinatiuae, ἐπειδή quatenus, τοιγαροῦν itaque, διό quapropter, τοίνυν οὖν quocirca ergo, ἐπεί quoniam, τοιγάρ igitur, διὰ τί quare, ἐπεί quoniamquidem, διὰ τοῦτο ideoque, εἴ τι siquidem, ὁπότε quandoquidem; ἀναπληρωματικοί repletiuae, κἄν saltem, ὅμως tamen, πρὸς ἐπὶ τούτοις adeo, δὴ ἄρα tandem; διαζευκτικοί disiunctiuae, οὔτε neque, οὔτε nec, ἆρα ne, ἤ aut, μήτε neu, ἤ uel, μήτε neue, ἤ an, ἤ ue; διστακτικοί dubitandi, ἐάν si, εἰ μή nisi, εἴτε seu siue.
10Duditius Andreas, Andreas Dudithius. Lectori S.P.d., 5; 291 (auctor 1533-1589)
 καὶ οἱ  στρατηγοὶ προσέτι ἑκατέρων, εἴ τινά που ὁρῷεν μὴ κατ’ ἀνάγκην πρύμναν  κρουόμενον, ἀνακαλοῦντες ὀνομαστὶ τὸν τριήραρχον ἠρώτων, οἱ μὲν Ἀθηναῖοι εἰ τὴν πολεμιωτάτην γῆν  οἰκειοτέραν ἤδη τῆς οὐ δι’ ὀλίγου πόνου κεκτημένης θαλάσσης ἡγούμενοι  ὑποχωροῦσιν, οἱ δὲ Συρακόσιοι εἰ οὓς σαφῶς ἴσασι προθυμουμένους Ἀθηναίους παντὶ τρόπῳ διαφυγεῖν, τούτους αὐτοὶ φεύγοντας φεύγουσιν.
11Herodotus, Historiae, 1, 41, 3; 4 (auctor c.484BC-425BC)
πρὸς δὲ τούτῳ καὶ σέ τοι χρεόν ἐστι ἰέναι ἔνθα ἀπολαμπρυνέαι τοῖσι χρεόν πατρώιόν τε γάρ τοι ἐστὶ καὶ προσέτι ῥώμη ὑπάρχει.
12Plato, Laches, p1, 189; 12 (auctor c.425BC-347BC)
εἰ γὰρ τυγχάνομεν ἐπιστάμενοι ὁτουοῦν πέρι ὅτι παραγενόμενόν τῳ βέλτιον ποιεῖ ἐκεῖνο ᾧ παρεγένετο, καὶ προσέτι οἷοί τέ ἐσμεν αὐτὸ ποιεῖν παραγίγνεσθαι ἐκείνῳ, δῆλον ὅτι αὐτό γε ἴσμεν τοῦτο οὗ πέρι σύμβουλοι ἂν γενοίμεθα ὡς ἄν τις αὐτὸ ῥᾷστα καὶ ἄριστ' ἂν κτήσαιτο.
13Plato, Laches, p1, 190; 1 (auctor c.425BC-347BC)
εἰ τυγχάνομεν ἐπιστάμενοι ὅτι ὄψις παραγενομένη ὀφθαλμοῖς βελτίους ποιεῖ ἐκείνους οἷς παρεγένετο, καὶ προσέτι οἷοί τ' ἐσμὲν ποιεῖν αὐτὴν παραγίγνεσθαι ὄμμασι, δῆλον ὅτι ὄψιν γε ἴσμεν αὐτὴν ὅτι ποτ' ἔστιν, ἧς πέρι σύμβουλοι ἂν γενοίμεθα ὡς ἄν τις αὐτὴν ῥᾷστα καὶ ἄριστα κτήσαιτο.
14Plato, Leges, 1, 639; 6 (auctor c.425BC-347BC)
Ἀθηναῖος ταύτην οὖν μῶν ὀρθῶς γιγνομένην ἤδη τις πώποτε ἐθεάσατο· καὶ σφῷν μὲν ἀποκρίνασθαι ῥᾴδιον ὡς οὐδεπώποτε τὸ παράπαν – οὐ γὰρ ἐπιχώριον ὑμῖν τοῦτο οὐδὲ νόμιμον – ἐγὼ δὲ ἐντετύχηκά τε πολλαῖς καὶ πολλαχοῦ, καὶ προσέτι πάσας ὡς ἔπος εἰπεῖν διηρώτηκα, καὶ σχεδὸν ὅλην μὲν οὐδεμίαν ὀρθῶς γιγνομένην ἑώρακα οὐδὲ ἀκήκοα, μόρια δ' εἴ που σμικρὰ καὶ ὀλίγα, τὰ πολλὰ δὲ σύμπανθ' ὡς εἰπεῖν διημαρτημένα.
15Plato, Lysis, p1, 208; 4 (auctor c.425BC-347BC)
πῶς λέγεις· μισθωτῷ μᾶλλον ἐπιτρέπουσιν ἢ σοὶ ποιεῖν ὅτι ἂν βούληται περὶ τοὺς ἵππους, καὶ προσέτι αὐτοῦ τούτου ἀργύριον τελοῦσιν· ἀλλὰ τί μήν· ἔφη.
16Plato, Philebus, p1, 30; 4 (auctor c.425BC-347BC)
Σωκράτης οὐ γάρ που δοκοῦμέν γε, ὦ Πρώταρχε, τὰ τέτταρα ἐκεῖνα, πέρας καὶ ἄπειρον καὶ κοινὸν καὶ τὸ τῆς αἰτίας γένος ἐν ἅπασι τέταρτον ἐνόν, τοῦτο ἐν μὲν τοῖς παρ' ἡμῖν ψυχήν τε παρέχον καὶ σωμασκίαν ἐμποιοῦν καὶ πταίσαντος σώματος ἰατρικὴν καὶ ἐν ἄλλοις ἄλλα συντιθὲν καὶ ἀκούμενον πᾶσαν καὶ παντοίαν σοφίαν ἐπικαλεῖσθαι, τῶν δ' αὐτῶν τούτων ὄντων ἐν ὅλῳ τε οὐρανῷ καὶ κατὰ μεγάλα μέρη, καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δ' οὐκ ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ τιμιωτάτων φύσιν.
17Plato, Respublica, 1g, 568; 11 (auctor c.425BC-347BC)
οὐκοῦν καὶ προσέτι τούτων μισθοὺς λαμβάνουσι καὶ τιμῶνται, μάλιστα μέν, ὥσπερ τὸ εἰκός, ὑπὸ τυράννων, δεύτερον δὲ ὑπὸ δημοκρατίας· ὅσῳ δ' ἂν ἀνωτέρω ἴωσιν πρὸς τὸ ἄναντες τῶν πολιτειῶν, μᾶλλον ἀπαγορεύει αὐτῶν ἡ τιμή, ὥσπερ ὑπὸ ἄσθματος ἀδυνατοῦσα πορεύεσθαι.
18Plotinus, Enneades, 2, 4, 10; 6 (auctor c.205-270)
Ἆρ᾽ οὖν ὁρᾷ; Ἢ οὕτως ὡς ἀσχημοσύνην καὶ ὡς ἄχροιαν καὶ ὡς ἀλαμπὲς καὶ προσέτι δὲ ὡς οὐκ ἔχον μέγεθος· εἰ δὲ μή, εἰδοποιήσει ἤδη.
19Plotinus, Enneades, 3, 6, 11; 2 (auctor c.205-270)
Ὄντως γὰρ θαυμαστὸν εἶναι δοκεῖ, πῶς τούτων τῶν εἰδῶν παρόντων αὐτῇ μένει ἡ αὐτὴ ἀπαθὴς αὐτῶν οὖσα καὶ προσέτι αὐτῶν τῶν εἰσιόντων πασχόντων ὑπ᾽ ἀλλήλων.
20Plotinus, Enneades, 3, 6, 12; 1 (auctor c.205-270)
Ὁ δέ γε Πλάτων τοῦτο νοῶν περὶ αὐτῆς καὶ τὴν μετάληψιν οὐχ ὡς ἐν ὑποκειμένῳ εἴδους γενομένου καὶ μορφὴν διδόντος ὥστε ἓν σύνθετον γενέσθαι συντραπέντων καὶ οἷον συγκραθέντων καὶ συμπαθόντων τιθέμενος, ὅτι μὴ οὕτω λέγει παραστῆσαι βουλόμενος, καὶ πῶς ἂν αὐτὴ ἀπαθὴς μένουσα ἔχοι τὰ εἴδη ἀπαθοῦς μεταλήψεως ζητῶν παράδειγμα – ἄλλον τρόπον οὐ ῥάιδιον διδάξαι ἃ μάλιστα παρόντα σώιζει τὸ ὑποκείμενον ταὐτὸν εἶναι – ὑπέστη πολλὰς ἀπορίας σπεύδων ἐφ᾽ ὃ βούλεται καὶ προσέτι παραστῆσαι θέλων τὸ ἐν τοῖς αἰσθητοῖς κενὸν τῆς ὑποστάσεως καὶ τὴν χώραν τοῦ εἰκότος οὖσαν πολλήν.
21Plotinus, Enneades, 3, 6, 12; 6 (auctor c.205-270)
Τὸ γὰρ καὶ τὰς ἀέρος καὶ ὕδατος μορφὰς δεχομένην ἀπαμβλύνει μὲν τὸ πυρουμένην καὶ ὑγραινομένην, δηλοῖ τε ἐν τῷ μορφὰς δεχομένην οὐ τὸ μεμορφῶσθαι αὐτήν, ἀλλ᾽ εἶναι τὰς μορφὰς ὡς εἰσῆλθον, τό τε πυρουμένην οὐ κυρίως εἰρῆσθαι, ἀλλὰ μᾶλλον πῦρ γινομένην· οὐ γὰρ τὸ αὐτὸ πῦρ γίνεσθαι καὶ πυροῦσθαι· ὑπ᾽ ἄλλου μὲν γὰρ τὸ πυροῦσθαι, ἐν ὧι καὶ τὸ πάσχειν· ὃ δ᾽ αὐτὸ μέρος ἐστὶ πυρὸς πῶς ἂν πυροῖτο; Τοιοῦτον γὰρ ἂν εἴη, οἷον εἴ τις διὰ τοῦ χαλκοῦ τὸν ἀνδριάντα λέγοι πεφοιτηκέναι, εἰ τὸ πῦρ διὰ τῆς ὕλης λέγοι κεχωρηκέναι καὶ προσέτι πυρῶσαι.
22Plotinus, Enneades, 3, 7, 9; 12 (auctor c.205-270)
Ἀλλ ἐπὶ μὲν πάντων τούτων ὑποθέσθαι, ὅπερ εἴπομεν πιθανώτερον εἶναι, τὴν ὁμαλὴν κίνησιν· ἄνευ γὰρ ὁμαλότητος καὶ προσέτι μιᾶς καὶ τῆς τοῦ ὅλου ἀπορώτερον τὸ τοῦ λόγου τῷ θεμένῳ ὁπωσοῦν μέτρον γίνεται.
23Plotinus, Enneades, 4, 7, 5; 6 (auctor c.205-270)
Καὶ προσέτι ψυχῆς ἑκάστης τὸ μέγεθος ὡρισμένον ἔσται, οὐδὲ ἐφ᾽ ἑκάτερα ἢ ἐπὶ τὸ ἔλαττόν γε ἢ ἐπὶ τὸ μεῖζον ψυχὴ οὐκ ἔσται.
24Plotinus, Enneades, 6, 1, 2; 3 (auctor c.205-270)
Καὶ προσέτι ἄλλο τι ἔσται πρό τε τῆς νοητῆς καὶ πρὸ τῆς αἰσθητῆς, ἄλλο τι ὂν κατηγορούμενον κατ᾽ ἀμφοῖν, ὃ οὔτε σῶμα οὔτε ἀσώματον ἂν εἴη· ἔσται γὰρ ἢ τὸ σῶμα ἀσώματον, ἢ τὸ ἀσώματον σῶμα.
25Plotinus, Enneades, 6, 2, 2; 7 (auctor c.205-270)
Καὶ πῶς; Ἢ ταῦτα μὲν εἰς ὕστερον· νῦν δ᾽ ἐπεὶ συγκεχωρήκαμεν καὶ γένη εἶναι καὶ προσέτι καὶ τῆς οὐσίας ἀρχὰς καὶ τρόπον ἕτερον ἀρχὰς καὶ σύνθεσιν, πρῶτον λεκτέον πόσα λέγομεν γένη καὶ πῶς διίσταμεν ἀπ᾽ ἀλλήλων αὐτὰ καὶ οὐχ ὑφ᾽ ἓν ἄγομεν, ὥσπερ ἐκ τύχης συνελθόντα καὶ ἕν τι πεποιηκότα· καίτοι πολλῷ εὐλογώτερον ὑφ᾽ ἕν.