'προστασία' - search in All Authors, Showing 1 to 2 of 2 hits

1Constantinus I, Conciones, 8, 0443A (auctor c.272–337)
τῷ δ' ὑπηκόῳ τοῦ Θεοῦ ἐξῆν μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, θαῤῥήσαντι τῇ προστασίᾳ τοῦ παρόντος καὶ ἐπικοροῦντος αὐτῷ Θεοῦ, πρὸς τὸ μηδένα τῶ ὑπηκόων αὐτοῦ βλαβῆναι.
2Leo II, Epistolae, 96, 0411B
Ἀνέστησε γὰρ ὁ σὸς ἀήττητος βασιλεὺς ὁ Χριστὸς βασιλέα φιλόχριστον τὸν σὸν ὑπέρμαχον, τὸν σὸν εὐεργέτην καὶ πάροχον [εὐπάροχον]· οὗτινος τῷ σπουδάσματι τῆς ὀρθοδόξου πίστεως τὴν ἑαυτῆς ἐπισυνάγουσα λαμπρότητα ὅλον καταυγάζει τὸν κόσμον· καὶ πάντες οἱ πιστοὶ ἀγαλλιῶνται εὐχαριστίας ἀναπέμποντες, τοὺς δὲ ἀπίστους ἡ λύπῃ καὶ ἡ κατάβλησις καταπαύει, καὶ συντελεῖ· αἱ τοῦ Θεοῦ Ἐκκλησίαι ανέπνευσαν ῥυσθεῖσαι ἀπὸ πασῶν τῶν ἰδίων περιστάσεων, καὶ τοῖς βασιλικοῖς περιθάλπονται δώροις, καὶ τῇ αὐτοκρατορικῇ ὀχυροῦνται προστασίᾳ· αἷστισι καὶ ἡ σεβασμιωτάτη ὑμῶν εὐσέβεια τοῖς Δεσποτικοῖς ῥήμασι τὸν Χριστὸν μιμουμένη ἐπαγγέλλεται· « Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος, » ὥσπερ ὁ Κύριος Ἰησοῦς Χριστὸς, οὗτινος τοῖς διδάγμασι κέχρηται, καὶ τῆς αἰωνίου βασιλείας καὶ διηνεκοῦς δόξης ἐν ἀπολαύσει γένηται· καὶ καθολικῶς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὸ κράτος αὐτῆς αἰωνιζόντως πλατύνηται.