'πυρός' - search in All Authors, Showing 1 to 500 of 662 hits      Show next 162

1Ammianus Marcellinus, Res gestae, 22, 15, 29; 41 (auctor c.330–c.391)
Quae figura apud geometras ideo sic appellatur, quod ad ignis speciem ( τοῦ πυρὸς, ut nos dicimus) extenuatur in conum.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627B
Οἷον αἰτία νόσου ἀταξία, ὥσπερ καὶ ὑγείας εὐταξία· καὶ βασιλείας οὐρανῶν αἰτία, ἡ τῶν ἐντολῶν φυλακὴ, ὥσπερ καὶ πυρὸς αἰωνίου, ἡ τούτων παράβασις.
3Apuleius, De mundo, 37; 9 (auctor c.125–c.180)
Ζεὺς πνοιὴ πάντων, Ζεὺς ἀκαμάτου πυρὸς ὁρμή.
4Aristoteles, Physica, 1, 4; 1
Ὡς δ' οἱ φυσικοὶ λέγουσι, δύο τρόποι εἰσίν. οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ [ὂν] σῶμα τὸ ὑποκείμενον, ἢ τῶν τριῶν τι ἢ ἄλλο ὅ ἐστι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότε ρον, τἆλλα γεννῶσι πυκνότητι καὶ μανότητι πολλὰ ποι οῦντες (ταῦτα δ' ἐστὶν ἐναντία, καθόλου δ' ὑπεροχὴ καὶ ἔλλειψις, ὥσπερ τὸ μέγα φησὶ Πλάτων καὶ τὸ μικρόν, πλὴν ὅτι ὁ μὲν ταῦτα ποιεῖ ὕλην τὸ δὲ ἓν τὸ εἶδος, οἱ δὲ τὸ μὲν ἓν τὸ ὑποκείμενον ὕλην, τὰ δ' ἐναντία διαφορὰς καὶ εἴδη)· οἱ δ' ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκ κρίνεσθαι, ὥσπερ Ἀναξίμανδρός φησι, καὶ ὅσοι δ' ἓν καὶ πολλά φασιν εἶναι, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἀναξα γόρας· ἐκ τοῦ μίγματος γὰρ καὶ οὗτοι ἐκκρίνουσι τἆλλα.
5Aristoteles, Physica, 3, 6; 23
πέφυκε γὰρ πᾶν τὸ αἰσθητόν που εἶναι, καὶ ἔστιν τόπος τις ἑκάστου, καὶ ὁ αὐτὸς τοῦ μορίου καὶ παντός, οἷον ὅλης τε τῆς γῆς καὶ βώλου μιᾶς, καὶ πυρὸς καὶ σπινθῆρος.
6Aristoteles, Physica, 3, 6; 40
ἅμα δὲ δῆλον ὅτι κἂν ὁτιοῦν μέρος δέοι μένειν· ὡς γὰρ τὸ ἄπειρον ἐν ἑαυτῷ μένει στη ρίζον, οὕτως κἂν ὁτιοῦν ληφθῇ μέρος ἐν ἑαυτῷ μενεῖ· τοῦ γὰρ ὅλου καὶ τοῦ μέρους ὁμοειδεῖς οἱ τόποι, οἷον ὅλης γῆς καὶ βώλου κάτω καὶ παντὸς πυρὸς καὶ σπινθῆρος ἄνω.
7Aristoteles, Physica, 4, 1; 7
ἔτι δὲ αἱ φοραὶ τῶν φυσικῶν σω μάτων καὶ ἁπλῶν, οἷον πυρὸς καὶ γῆς καὶ τῶν τοιούτων, οὐ μόνον δηλοῦσιν ὅτι ἐστί τι ὁ τόπος, ἀλλ' ὅτι καὶ ἔχει τινὰ δύναμιν.
8Aristoteles, Physica, 4, 11; 17
[ἔτι ὥσπερ ἡ τοῦ κύκλου περιφέρεια συν αγομένη εἰς ἔλαττον οὐκ ἄλλο τι λαμβάνει τὸ κοῖλον, ἀλλ' ὃ ἦν συνήχθη, καὶ τοῦ πυρὸς ὅ τι ἄν τις λάβῃ πᾶν ἔσται θερμόν, οὕτω καὶ τὸ πᾶν συναγωγὴ καὶ διαστολὴ τῆς αὐ τῆς ὕλης.
9Aristoteles, Physica, 5, 4; 33
ὥστε οὐδὲ βαρύτης καὶ κουφότης ἡ εἰς τὸ αὐτό, οἷον γῆς πρὸς αὑτὴν ἢ πυρὸς πρὸς αὑτό.
10Aristoteles, Physica, 5, 7; 7
ἢ δῆλον ὅτι ἄμφω, ἀλλ' οὐχ ὡσαύτως, ἀλλ' ἡ μὲν κατὰ φύσιν ὡς κατὰ φύσιν οὔσης τῆς αὐτοῦ· ἡ δ' ἄνω τοῦ πυρὸς τῇ κάτω, ὡς ἡ κατὰ φύσιν οὖσα τῇ παρὰ φύσιν οὔσῃ.
11Aristoteles, Analytica posteriora, 2, II 8; 24 (auctor 384BC-322BC)
Τί ἐστι βροντή; πυρός ἀπόσβεσις ἐν νέφει.
12Aristoteles, Analytica posteriora, 2, II 8; 26 (auctor 384BC-322BC)
Νέφος Γ, βροντή Α, ἀπόσβεσις πυρός τό Β.
13Aristoteles, Analytica posteriora, 2, II 10; 8 (auctor 384BC-322BC)
Διαφέρει γάρ εἰπεῖν διά τί βροντᾷ καί τί ἐστι βροντή· ἐρεῖ γάρ οὕτω μέν διότι ἀποσβέννυται τό πῦρ ἐν τοῖς νέφεσι· τί δ᾿ ἐστί βροντή; ψόφος ἀποσβεννυμένου πυρός ἐν νέφεσιν.
14Aristoteles, Analytica posteriora, 2, II 11; 27 (auctor 384BC-322BC)
Ἂρ᾿ οὖν εἰ εἶναι ἐνδέχεται, καί γίνεσθαι ἐνδέχεται; ὥσπερ εἰ βροντᾷ ἀποσβεννυμένου τε τοῦ πυρός ἀνάγκη σίζειν καί ψοφεῖν, καί εἰ ὡς οἱ Πυθαγόρειοί φασιν ἀπειλῆς ἕνεκα τοῖς ἐν τῷ ταρτάρῳ, ὅπως φοβῶνται.
15Aristoteles, De anima, 2, II 4; 22 (auctor 384BC-322BC)
Δοκεῖ δέ τισιν ἡ τοῦ πυρός φύσις ἁπλῶς αἰτία τῆς τροφῆς καί τῆς αὐξήσεως εἶναι· καί γάρ αὐτό φαίνεται μόνον τῶν σωμάτων ἢ τῶν στοιχείων τρεφόμενον καί αὐξόμενον.
16Aristoteles, De anima, 2, II 4; 24 (auctor 384BC-322BC)
Τό δέ συναίτιον μέν πώς ἐστιν, οὐ μήν ἁπλῶς γε αἴτιον, ἀλλά μᾶλλον ἡ ψυχή· ἡ μέν γάρ τοῦ πυρός αὔξησις εἰς ἄπειρον, ἕως ἂν ᾖ τό καυστόν, τῶν δέ φύσει συνισταμένων πάντων ἐστί πέρας καί λόγος μεγέθους τε καί αὐξήσεως· ταῦτα δέ ψυχῆς, ἀλλ’ οὐ πυρός, καί λόγου μᾶλλον ἢ ὕλης.
17Aristoteles, De anima, 2, II 5; 5 (auctor 384BC-322BC)
Ἔχει δ’ ἀπορίαν διά τί καί τῶν αἰσθήσεων αὐτῶν οὐ γίνεται αἴσθησις, καί διά τί ἄνευ τῶν ἔξω οὐ ποιοῦσιν αἴσθησιν, ἐνόντος πυρός καί γῆς καί τῶν ἄλλων στοιχείων, ὧν ἐστίν ἡ αἴσθησις καθ’ αὑτά ἢ τά συμβεβηκότα τούτοις.
18Aristoteles, De anima, 2, II 5; 7 (auctor 384BC-322BC)
Διό καθάπερ τό καυστόν οὐ καίεται αὐτό καθ’ αὑτό ἄνευ τοῦ καυστικοῦ· ἔκαιε γάρ ἂν ἑαυτό, καί οὐθέν ἐδεῖτο τοῦ ἐντελεχείᾳ πυρός ὄντος.
19Aristoteles, De anima, 2, II 7; 13 (auctor 384BC-322BC)
Τό δέ φῶς οἷον χρῶμά ἐστι τοῦ διαφανοῦς, ὅταν ᾗ ἐντελεχείᾳ διαφανές ὑπό πυρός ἢ τοιούτου οἷον τό ἄνω σῶμα· καί γάρ τούτῳ τι ὑπάρχει ἓν καί ταὐτόν.
20Aristoteles, De anima, 2, II 7; 14 (auctor 384BC-322BC)
Τί μέν οὖν τό διαφανές καί τί τό φῶς, εἴρηται, ὅτι οὔτε πῦρ οὔθ’ ὅλως σῶμα οὐδ’ ἀπορροή σώματος οὐδενός (εἴη γάρ ἂν σῶμά τι καί οὕτως), ἀλλά πυρός ἢ τοιούτου τινός παρουσία ἐν τῷ διαφανεῖ· οὐδέ γάρ δύο σώματα ἅμα δυνατόν ἐν τῷ αὐτῷ εἶναι.
21Aristoteles, De caelo, 1, 1, 14; 37 (auctor 384BC-322BC)
Καὶ τῶν γραμμῶν δὴ καὶ τῶν στιγμῶν ὡσαύτως· τὸ γὰρ τῆς γῆς ἐπίπεδον ἔσται βαρύτερον ἢ τὸ τοῦ πυρός.
22Aristoteles, De caelo, 1, 4, 6; 35 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ τὸ τοῦ πυρὸς καὶ ὅλως τῶν λεπτομερεστέρων.
23Aristoteles, De caelo, 1, 4, 8; 36 (auctor 384BC-322BC)
Εἰ δὲ διαιρετόν, τοῖς μὲν σχηματίζουσι τὸ πῦρ συμβήσεται μὴ εἶναι τὸ τοῦ πυρὸς μέρος πῦρ διὰ τὸ μὴ συγκεῖσθαι τὴν πυραμίδα ἐκ πυραμίδων, ἔτι δὲ μὴ πᾶν σῶμα εἶναι ἢ στοιχεῖον ἢ ἐκ στοιχείων (τὸ γὰρ μέρος τοῦ πυρὸς οὔτε πῦρ οὔθ´ ἕτερον στοιχεῖον οὐδέν)· τοῖς δὲ τῷ μεγέθει διορίζουσι πρότερόν τι τοῦ στοιχείου στοιχεῖον εἶναι, καὶ τοῦτ´ εἰς ἄπειρον βαδίζειν, εἴπερ ἅπαν σῶμα διαιρετὸν καὶ τὸ μικρομερέστατον στοιχεῖον.
24Aristoteles, De caelo, 1, 7, 5; 15 (auctor 384BC-322BC)
Εἰ μὲν οὖν τῇ μετασχηματίσει γίνεται, συμβαίνει ἐξ ἀνάγκης ἄτομα λέγειν τὰ σώματα· διαιρετῶν γὰρ ὄντων οὐκ ἔσται τὸ τοῦ πυρὸς μέρος πῦρ, οὐδὲ τὸ τῆς γῆς γῆ, διὰ τὸ μὴ εἶναι μήτε τὸ τῆς πυραμίδος μέρος πάντως πυραμίδα μήτε τὸ τοῦ κύβου κύβον.
25Aristoteles, De caelo, 1, 7, 10; 29 (auctor 384BC-322BC)
Ὥστε ἢ τὸ τοῦ πυρὸς μέρος οὐ πῦρ, ἀλλ´ ἔσται τι πρότερον τοῦ στοιχείου, διὰ τὸ πᾶν εἶναι ἢ στοιχεῖον ἢ ἐκστοιχείων· ἢ οὐχ ἅπαν σῶμα διαιρετόν.
26Aristoteles, De caelo, 1, 8, 5; 11 (auctor 384BC-322BC)
Πρῶτον μὲν οὖν κατὰ τὴν κίνησιν ἀμφότεροι διημαρτήκασιν· εἰ γὰρ καὶ ἔστιν εὐκινητότατα ταῦτα τῶν σχημάτων, ἀλλ´ οὐ τὴν τοῦ πυρὸς κίνησιν εὐκίνητα· ἡ μὲν γὰρ τοῦ πυρὸς ἄνω καὶ κατ´ εὐθεῖαν, ταῦτα δ´ εὐκίνητα κύκλῳ, τὴν καλουμένην κύλισιν.
27Aristoteles, De caelo, 1, 8, 10; 22 (auctor 384BC-322BC)
Διακρίνει μὲν γὰρ τὰ μὴ ὁμόφυλα, συγκρίνει δὲ τὰ ὁμόφυλα· καὶ ἡ μὲν σύγκρισις καθ´ αὑτό ἐστι (τὸ γὰρ συνορίζειν καὶ ἑνοῦν τοῦ πυρός), ἡ δὲ διάκρισις κατὰ συμβεβηκός (συγκρῖνον γὰρ τὸ ὁμόφυλον ἐξαιρεῖ τὸ ἀλλότριον).
28Aristoteles, De caelo, 2, 7, 2; 3 (auctor 384BC-322BC)
Πέφυκε γὰρ ἡ κίνησις ἐκπυροῦν καὶ ξύλα καὶ λίθους καὶ σίδηρον· εὐλογώτερον οὖν τὸ ἐγγύτερον τοῦ πυρός, ἐγγύτερον δὲ ὁ ἀήρ· οἷον καὶ ἐπὶ τῶν φερομένων βελῶν· ταῦτα γὰρ αὐτὰ ἐκπυροῦται οὕτως ὥστε τήκεσθαι τὰς μολυβδίδας, καὶ ἐπείπερ αὐτὰ ἐκπυροῦται, ἀνάγκη καὶ τὸν κύκλῳ αὐτῶν ἀέρα τὸ αὐτὸ τοῦτο πάσχειν.
29Aristoteles, De caelo, 2, 9, 5; 14 (auctor 384BC-322BC)
Ὥστ´ ἐνταῦθα λεκτέον ὡς εἴπερ ἐφέρετο τὰ σώματα τούτων εἴτ´ ἐν ἀέρος πλήθει κεχυμένῳ κατὰ τὸ πᾶν εἴτε πυρός, ὥσπερ πάντες φασίν, ἀναγκαῖον ποιεῖν ὑπερφυᾶ τῷ μεγέθει τὸν ψόφον, τούτου δὲ γινομένου καὶ δεῦρ´ ἀφικνεῖσθαι καὶ διακναίειν.
30Aristoteles, De caelo, 2, 13, 22; 59 (auctor 384BC-322BC)
Εἰ μὲν γὰρ κἀκείνῳ φύσει τόπος ὁ ἔσχατος, δῆλον ὅτι ἀναγκαῖον εἶναί τινα καὶ τῇ γῇ φύσει τόπον· εἰ δὲ μὴ ταύτῃ οὗτος ὁ τόπος, ἀλλὰ διὰ τὴν ἀνάγκην μένει τὴν τῆς ὁμοιότητος (ὥσπερ ὁ περὶ τῆς τριχὸς λόγος τῆς ἰσχυρῶς μὲν ὁμοίως δὲ πάντῃ τεινομένης, ὅτι οὐ διαρραγήσεται, καὶ τοῦ πεινῶντος καὶ διψῶντος σφόδρα μέν, ὁμοίως δέ, καὶ τῶν ἐδωδίμων καὶ ποτῶν ἴσον ἀπέχοντος· καὶ γὰρ τοῦτον ἠρεμεῖν ἀναγκαῖον), ζητητέον αὐτοῖς περὶ τῆς τοῦ πυρὸς μονῆς ἐπὶ τῶν ἐσχάτων.
31Aristoteles, De caelo, 2, 13, 24; 64 (auctor 384BC-322BC)
Ὁ γὰρ αὐτὸς ἁρμόσει λόγος καὶ ἐπὶ τοῦ πυρός· ἀνάγκη γὰρ τεθὲν μένειν ὁμοίως ὥσπερ τὴν γῆν· ὁμοίως γὰρ ἕξει πρὸς τῶν σημείων τῶν ἐσχάτων ὁτιοῦν· ἀλλ´ ὅμως οἰσθήσεται ἀπὸ τοῦ μέσου, ὥσπερ καὶ φαίνεται φερόμενον, ἂν μή τι κωλύῃ, πρὸς τὸ ἔσχατον· πλὴν οὐχ ὅλον πρὸς ἓν σημεῖον (τοῦτο γὰρ ἀναγκαῖον μόνον συμβαίνειν ἐκ τοῦ λόγου τοῦ περὶ τῆς ὁμοιότητος) ἀλλὰ τὸ ἀνάλογον μόριον πρὸς τὸ ἀνάλογον τοῦ ἐσχάτου, λέγω δ´ οἷον τὸ τέταρτον μέρος πρὸς τὸ τέταρτον μέρος τοῦ περιέχοντος· οὐθὲν γὰρ στιγμὴ τῶν σωμάτων ἐστίν.
32Aristoteles, De caelo, 2a, 1, 14; 37 (auctor 384BC-322BC)
Καὶ τῶν γραμμῶν δὴ καὶ τῶν στιγμῶν ὡσαύτως· τὸ γὰρ τῆς γῆς ἐπίπεδον ἔσται βαρύτερον ἢ τὸ τοῦ πυρός.
33Aristoteles, De caelo, 2a, 4, 6; 35 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ τὸ τοῦ πυρὸς καὶ ὅλως τῶν λεπτομερεστέρων.
34Aristoteles, De caelo, 2a, 4, 8; 36 (auctor 384BC-322BC)
Εἰ δὲ διαιρετόν, τοῖς μὲν σχηματίζουσι τὸ πῦρ συμβήσεται μὴ εἶναι τὸ τοῦ πυρὸς μέρος πῦρ διὰ τὸ μὴ συγκεῖσθαι τὴν πυραμίδα ἐκ πυραμίδων, ἔτι δὲ μὴ πᾶν σῶμα εἶναι ἢ στοιχεῖον ἢ ἐκ στοιχείων (τὸ γὰρ μέρος τοῦ πυρὸς οὔτε πῦρ οὔθ´ ἕτερον στοιχεῖον οὐδέν)· τοῖς δὲ τῷ μεγέθει διορίζουσι πρότερόν τι τοῦ στοιχείου στοιχεῖον εἶναι, καὶ τοῦτ´ εἰς ἄπειρον βαδίζειν, εἴπερ ἅπαν σῶμα διαιρετὸν καὶ τὸ μικρομερέστατον στοιχεῖον.
35Aristoteles, De caelo, 2a, 7, 5; 15 (auctor 384BC-322BC)
Εἰ μὲν οὖν τῇ μετασχηματίσει γίνεται, συμβαίνει ἐξ ἀνάγκης ἄτομα λέγειν τὰ σώματα· διαιρετῶν γὰρ ὄντων οὐκ ἔσται τὸ τοῦ πυρὸς μέρος πῦρ, οὐδὲ τὸ τῆς γῆς γῆ, διὰ τὸ μὴ εἶναι μήτε τὸ τῆς πυραμίδος μέρος πάντως πυραμίδα μήτε τὸ τοῦ κύβου κύβον.
36Aristoteles, De caelo, 2a, 7, 10; 29 (auctor 384BC-322BC)
Ὥστε ἢ τὸ τοῦ πυρὸς μέρος οὐ πῦρ, ἀλλ´ ἔσται τι πρότερον τοῦ στοιχείου, διὰ τὸ πᾶν εἶναι ἢ στοιχεῖον ἢ ἐκστοιχείων· ἢ οὐχ ἅπαν σῶμα διαιρετόν.
37Aristoteles, De caelo, 2a, 8, 5; 11 (auctor 384BC-322BC)
Πρῶτον μὲν οὖν κατὰ τὴν κίνησιν ἀμφότεροι διημαρτήκασιν· εἰ γὰρ καὶ ἔστιν εὐκινητότατα ταῦτα τῶν σχημάτων, ἀλλ´ οὐ τὴν τοῦ πυρὸς κίνησιν εὐκίνητα· ἡ μὲν γὰρ τοῦ πυρὸς ἄνω καὶ κατ´ εὐθεῖαν, ταῦτα δ´ εὐκίνητα κύκλῳ, τὴν καλουμένην κύλισιν.
38Aristoteles, De caelo, 2a, 8, 10; 22 (auctor 384BC-322BC)
Διακρίνει μὲν γὰρ τὰ μὴ ὁμόφυλα, συγκρίνει δὲ τὰ ὁμόφυλα· καὶ ἡ μὲν σύγκρισις καθ´ αὑτό ἐστι (τὸ γὰρ συνορίζειν καὶ ἑνοῦν τοῦ πυρός), ἡ δὲ διάκρισις κατὰ συμβεβηκός (συγκρῖνον γὰρ τὸ ὁμόφυλον ἐξαιρεῖ τὸ ἀλλότριον).
39Aristoteles, De caelo, 4, 2, 8; 21 (auctor 384BC-322BC)
Συμβήσεται οὖν μικροῦ πυρὸς πολὺν χρυσὸν πλεῖον ἔχοντα τὸ κενὸν εἶναι κουφότερον, εἰ μὴ καὶ στερεὸν ἕξει πολλαπλάσιον· ὥστε τοῦτο λεκτέον.
40Aristoteles, De caelo, 4, 2, 10; 23 (auctor 384BC-322BC)
Ἀναγκαῖον δὲ καὶ τοῖς περὶ τῆς τοῦ πυρὸς κουφότητος αἰτιωμένοις τὸ πολὺ κενὸν ἔχειν σχεδὸν ἐν ταῖς αὐταῖς ἐνέχεσθαι δυσχερείαις.
41Aristoteles, De caelo, 4, 2, 10; 24 (auctor 384BC-322BC)
Ἔλαττον μὲν γὰρ ἕξει στερεὸν τῶν ἄλλων σωμάτων, καὶ τὸ κενὸν πλεῖον· ἀλλ´ ὅμως ἔσται τι πυρὸς πλῆθος ἐν ᾧ τὸ στερεὸν καὶ τὸ πλῆρες ὑπερβάλλει τῶν περιεχομένων στερεῶν ἔν τινι μικρῷ πλήθει γῆς.
42Aristoteles, De caelo, 4, 2, 10; 26 (auctor 384BC-322BC)
Εἰ μὲν οὖν τοῦτο φήσουσιν, ἔσται τι πλῆθος γῆς οὕτως ὀλίγον ἐν ᾧ στερεὸν ἔσται ἔλαττον ἢ ἐν πολλῷ πλήθει πυρός.
43Aristoteles, De caelo, 4, 4, 1; 3 (auctor 384BC-322BC)
Ἁπλῶς δὲ λέγω εἴς τε τὸ γένος βλέπων, καὶ ὅσοις μὴ ἀμφότερα ὑπάρχει· οἷον φαίνεται πυρὸς μὲν τὸ τυχὸν μέγεθος ἄνω φερόμενον, ἐὰν μή τι τύχῃ κωλῦον ἕτερον, γῆς δὲ κάτω· τὸν αὐτὸν δὲ τρόπον καὶ θᾶττον τὸ πλεῖον.
44Aristoteles, De caelo, 4, 4, 2; 4 (auctor 384BC-322BC)
Ἄλλως δὲ βαρὺ καὶ κοῦφον, οἷς ἀμφότερα ὑπάρχει· καὶ γὰρ ἐπιπολάζουσί τισι καὶ ὑφίστανται, καθάπερ ἀὴρ καὶ ὕδωρ· ἁπλῶς μὲν γὰρ οὐδέτερον τούτων κοῦφον ἢ βαρύ· γῆς μὲν γὰρ ἄμφω κουφότερα (ἐπιπολάζει γὰρ αὐτῇ τὸ τυχὸν αὐτῶν μόριον), πυρὸς δὲ βαρύτερα (ὑφίσταται γὰρ αὐτῶν ὁπόσον ἂν ᾖ μόριον), πρὸς ἑαυτὰ δὲ ἁπλῶς τὸ μὲν βαρὺ τὸ δὲ κοῦφον· ἀὴρ μὲν γὰρ ὁπόσος ἂν ᾖ, ἐπιπολάζει ὕδατι, ὕδωρ δὲ ὁπόσον ἂν ᾖ, ἀέρι ὑφίσταται.
45Aristoteles, De caelo, 4, 4, 4; 7 (auctor 384BC-322BC)
Συμβαίνει δὴ μὴ πανταχοῦ ταὐτὰ βαρέα δοκεῖν εἶναι καὶ κοῦφα διὰ τὴν τῶν πρώτων διαφοράν· λέγω δ´ οἷον ἐν μὲν ἀέρι βαρύτερον ἔσται ταλαντιαῖον ξύλον μολίβδου μναϊαίου, ἐν δὲ ὕδατι κουφότερον· αἴτιον δ´ ὅτι πάντα βάρος ἔχει πλὴν πυρὸς καὶ κουφότητα πλὴν γῆς.
46Aristoteles, De caelo, 4, 4, 5; 8 (auctor 384BC-322BC)
Γῆν μὲν οὖν καὶ ὅσα γῆς ἔχει πλεῖστον, πανταχοῦ βάρος ἔχειν ἀναγκαῖον, ὕδωρ δὲ πανταχοῦ πλὴν ἐν γῇ, ἀέρα δὲ πλὴν ἐν ὕδατι καὶ γῇ· ἐν τῇ αὑτοῦ γὰρ χώρᾳ πάντα βάρος ἔχει πλὴν πυρός, καὶ ὁ ἀήρ.
47Aristoteles, De caelo, 4, 5, 1; 1 (auctor 384BC-322BC)
Τὸ μὲν οὖν ἔχον τοιαύτην ὕλην κοῦφον καὶ ἀεὶ ἄνω, τὸ δὲ τὴν ἐναντίαν βαρὺ καὶ ἀεὶ κάτω· τὸ δ´ ἑτέρας μὲν τούτων, ἐχούσας δ´ οὕτω πρὸς ἀλλήλας ὡς αὗται ἁπλῶς, καὶ ἄνω καὶ κάτω [φερομένας]· διὸ ἀὴρ καὶ ὕδωρ ἔχουσι καὶ κουφότητα καὶ βάρος ἑκάτερον, καὶ ὕδωρ μὲν πλὴν γῆς πᾶσιν ὑφίσταται, ἀὴρ δὲ πλὴν πυρὸς πᾶσιν ἐπιπολάζει.
48Aristoteles, De caelo, 4, 5, 4; 7 (auctor 384BC-322BC)
Ἄνω δ´ εἰς τὴν τοῦ πυρός, ἀναιρουμένου τοῦ πυρός, οὐκ οἰσθήσεται ὁ ἀήρ, εἰ μὴ βίᾳ, ὥσπερ καὶ τὸ ὕδωρ σπᾶται, ὅταν γένηται τὸ ἐπίπεδον ἓν καὶ θᾶττον σπάσῃ τις ἄνω τῆς φορᾶς, ἣν φέρεται τὸ ὕδωρ κάτω.
49Aristoteles, De caelo, 4, 5, 6; 18 (auctor 384BC-322BC)
Ἐὰν δὲ δύο, τὰ μεταξὺ πῶς ἔσται ποιοῦντα ἃ ποιεῖ ἀήρ τε καὶ ὕδωρ; (Οἷον εἴ τις φαίη εἶναι τὸ κενὸν καὶ πλῆρες· τὸ μὲν οὖν πῦρ κενόν, διὸ ἄνω, τὴν δὲ γῆν πλῆρες, διὸ κάτω· ἀέρα δὲ πλεῖον πυρὸς ἔχειν, ὕδωρ δὲ γῆς).
50Aristoteles, De divinatione per somnum, 1; 11 (auctor 384BC-322BC)
Δῆλον δ’ ἐπὶ τῶν συμβαινόντων κατὰ τοὺς ὕπνους πολλάκις· οἴονται γὰρ κεραυνοῦσθαι καὶ βροντᾶσθαι μικρῶν ἤχων ἐν τοῖς ὠσὶ γινομένων, καὶ μέλιτος καὶ γλυκέων χυμῶν ἀπολαύειν ἀκαριαίου φλέγματος καταρρέοντος, καὶ βαδίζειν διὰ πυρὸς καὶ θερμαίνεσθαι σφόδρα μικρᾶς θερμασίας περί τινα μέρη γιγνομένης.
51Aristoteles, De generatione animalium, 1, 18; 11 (auctor 384BC-322BC)
ὥστ' εἴπερ ἐκ πυρὸς καὶ τῶν τοιούτων σάρκες καὶ ὀστᾶ συνεστᾶσιν, ἀπὸ τῶν στοιχείων ἂν εἴη μᾶλλον· ἀπὸ γὰρ τῆς συνθέσεως πῶς ἐνδέχεται; ἀλλὰ μὴν ἄνευ γε ταύτης οὐκ ἂν εἴη ὅμοια.
52Aristoteles, De generatione animalium, 2, 3; 15 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἡ ἐν τοῖς ζῴοις θερμότης οὔτε πῦρ οὔτε ἀπὸ πυρὸς ἔχει τὴν ἀρχὴν ἐκ τῶν τοιούτων ἐστὶ φανερόν.
53Aristoteles, De generatione animalium, 2, 6; 33 (auctor 384BC-322BC)
διὰ μὲν οὖν τῶν φλεβῶν καὶ τῶν ἐν ἑκάστοις πόρων διαπιδύουσα ἡ τροφή, καθάπερ ἐν τοῖς ὠμοῖς κεραμίοις τὸ ὕδωρ, γίγνονται σάρκες ἢ τὸ ταύταις ἀνάλογον ὑπὸ τοῦ ψυχροῦ συνιστάμεναι, διὸ καὶ λύονται ὑπὸ πυρός.
54Aristoteles, De generatione animalium, 2, 6; 36 (auctor 384BC-322BC)
διὸ καὶ ἄλυτά ἐστι τὰ ὀστᾶ ὑπὸ τοῦ πυρὸς καθάπερ κέραμος· οἷον γὰρ ἐν καμίνῳ ὠπτημένα ἐστὶν ὑπὸ τῆς ἐν τῇ γενέσει θερμότητος.
55Aristoteles, De generatione animalium, 3, 11; 9 (auctor 384BC-322BC)
τὸ δὲ τέταρτον γένος οὐκ ἐπὶ τούτων τῶν τόπων δεῖ ζητεῖν· καίτοι βούλεταί γέ τι κατὰ τὴν τοῦ πυρὸς εἶναι τάξιν· τοῦτο γὰρ τέταρτον ἀριθμεῖται τῶν σωμάτων.
56Aristoteles, De generatione animalium, 5, 1; 38 (auctor 384BC-322BC)
τὸ μὲν οὖν ὑπολαμβάνειν τὰ μὲν γλαυκὰ πυρώδη, καθάπερ Ἐμπεδοκλῆς φησι, τὰ δὲ μέλανα πλεῖον ὕδατος ἔχειν ἢ πυρός, καὶ διὰ τοῦτο τὰ μὲν ἡμέρας οὐκ ὀξὺ βλέπειν, τὰ γλαυκά, δι' ἔνδειαν ὕδατος, θάτερα δὲ νύκτωρ δι' ἔνδειαν πυρός, οὐ λέγεται καλῶς, εἴπερ μὴ πυρὸς τὴν ὄψιν θετέον ἀλλ' ὕδατος πᾶσιν.
57Aristoteles, De generatione animalium, 5, 1; 39 (auctor 384BC-322BC)
ἔτι δ' ἐνδέχεται τῶν χρωμάτων τὴν αἰτίαν ἀποδοῦναι καὶ κατ' ἄλλον τρόπον, ἀλλ' εἴπερ ἐστὶν ὥσπερ ἐλέχθη πρότερον ἐν τοῖς περὶ τὰς αἰσθήσεις καὶ τούτων ἔτι πρότερον ἐν τοῖς περὶ ψυχῆς διωρισμένοις, καὶ ὅτι ὕδατος καὶ δι' ἣν αἰτίαν ὕδατος ἀλλ' οὐκ ἀέρος ἢ πυρὸς τὸ αἰσθητήριον τοῦτ' ἔστι, ταύτην αἰτίαν ὑποληπτέον εἶναι τῶν εἰρημένων.
58Aristoteles, De generatione animalium, 5, 3; 26 (auctor 384BC-322BC)
κάμπτεται γὰρ τὸ εὐθὺ ἐὰν ἐξατμίζηται καὶ συντρέχει ὥσπερ ἐπὶ τοῦ πυρὸς καιομένη θρίξ, ὡς οὔσης τῆς οὐλότητος συσπάσεως δι' ἔνδειαν ὑγροῦ ὑπὸ τῆς τοῦ περιέχοντος θερμότητος.
59Aristoteles, De generatione et corruptione, 1, 1, 6; 18 (auctor 384BC-322BC)
Ὥστ´ εἰ μὴ δυνατὸν ἐκ πυρὸς γενέσθαι ὕδωρ μηδ´ ἐξ ὕδατος γῆν, οὐδ´ ἐκ λευκοῦ μέλαν ἔσται οὐδὲν οὐδ´ ἐκ μαλακοῦ σκληρόν· ὁ δ´ αὐτὸς λόγος καὶ περὶ τῶν ἄλλων· τοῦτο δ´ ἦν ἀλλοίωσις.
60Aristoteles, De generatione et corruptione, 1, 3, 11; 26 (auctor 384BC-322BC)
Διαφέρει γὰρ εἰς ἃ μεταβάλλει τὸ μεταβάλλον, οἷον ἴσως ἡ μὲν εἰς πῦρ ὁδὸς γένεσις μὲν ἁπλῆ, φθορὰ δέ 〈τίς〉 τινός ἐστιν, οἷον γῆς, ἡ δὲ [5] γῆς γένεσις τὶς γένεσις, γένεσις δ´ οὐχ ἁπλῶς, φθορὰ δ´ ἁπλῶς, οἷον πυρός, ὥσπερ Παρμενίδης λέγει δύο, τὸ ὂν καὶ τὸ μὴ ὂν εἶναι φάσκων πῦρ καὶ γῆν.
61Aristoteles, De generatione et corruptione, 1, 3, 19; 44 (auctor 384BC-322BC)
Ἀλλὰ τοῦτο τὸ μὴ ὂν ἁπλῶς ἀπορήσειεν ἄν τις πότερον τὸ ἕτερον τῶν ἐναντίων ἐστίν, οἷον γῆ καὶ τὸ βαρὺ μὴ ὄν, πῦρ δὲ καὶ τὸ κοῦφον τὸ ὄν, ἢ οὔ, ἀλλ´ ἐστὶ καὶ γῆ τὸ ὄν, τὸ δὲ μὴ ὂν ὕλη ἡ τῆς γῆς, καὶ πυρὸς ὡσαύτως.
62Aristoteles, De generatione et corruptione, 1, 5, 5; 15 (auctor 384BC-322BC)
Γίνεται μὲν οὖν ἁπλῶς ἕτερον ἐξ ἑτέρου, ὥσπερ καὶ ἐν ἄλλοις διώρισται, καὶ ὑπό τινος δὲ ἐντελεχείᾳ ὄντος, ἢ ὁμοιοειδοῦς ἢ ὁμογενοῦς, οἷον πῦρ ὑπὸ πυρὸς ἢ ἄνθρωπος ὑπ´ ἀνθρώπου, ἢ ὑπ´ ἐντελεχείας· σκληρὸν γὰρ οὐχ ὑπὸ σκληροῦ γίνεται.
63Aristoteles, De generatione et corruptione, 1, 8, 8; 21 (auctor 384BC-322BC)
Τοῖς μὲν γάρ ἐστιν ἀδιαίρετα τὰ πρῶτα τῶν σωμάτων, σχήματι διαφέροντα μόνον, ἐξ ὧν πρώτων σύγκειται καὶ εἰς ἃ ἔσχατα διαλύεται· Ἐμπεδοκλεῖ δὲ τὰ μὲν ἄλλα φανερὸν ὅτι μέχρι τῶν στοιχείων ἔχει τὴν γένεσιν καὶ τὴν φθοράν, αὐτῶν δὲ τούτων πῶς γίνεται καὶ φθείρεται τὸ σωρευόμενον μέγεθος, οὔτε δῆλον οὔτε ἐνδέχεται λέγειν αὐτῷ μὴ λέγοντι καὶ τοῦ πυρὸς εἶναι στοιχεῖον, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἁπάντων, ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφε Πλάτων.
64Aristoteles, De generatione et corruptione, 2, 3, 6; 14 (auctor 384BC-322BC)
Διὸ καὶ οὐδὲν οὔτ´ ἐκ κρυστάλλου γίνεται οὔτ´ ἐκ πυρός.
65Aristoteles, De generatione et corruptione, 2, 4, 3; 4 (auctor 384BC-322BC)
Ὅσα μὲν γὰρ ἔχει σύμβολα πρὸς ἄλληλα, ταχεῖα τούτων ἡ μετάβασις, ὅσα δὲ μὴ ἔχει, βραδεῖα, διὰ τὸ ῥᾷον εἶναι τὸ ἓν ἢ τὰ πολλὰ μεταβάλλειν, οἷον ἐκ πυρὸς μὲν ἔσται ἀὴρ θατέρου μεταβάλλοντος (τὸ μὲν γὰρ ἦν θερμὸν καὶ ξηρόν, τὸ δὲ θερμὸν καὶ ὑγρόν, ὥστε ἂν κρατηθῇ τὸ ξηρὸν ὑπὸ τοῦ ὑγροῦ, ἀὴρ ἔσται), πάλιν δὲ ἐξ ἀέρος ὕδωρ, ἐὰν κρατηθῇ τὸ θερμὸν ὑπὸ τοῦ ψυχροῦ (τὸ μὲν γὰρ ἦν θερμὸν καὶ ὑγρόν, τὸ δὲ ψυχρὸν καὶ ὑγρόν, ὥστε μεταβάλλοντος τοῦ θερμοῦ ὕδωρ ἔσται).
66Aristoteles, De generatione et corruptione, 2, 4, 5; 8 (auctor 384BC-322BC)
Ἐκ πυρὸς δὲ ὕδωρ καὶ [5] ἐξ ἀέρος γῆν καὶ πάλιν ἐξ ὕδατος καὶ γῆς ἀέρα καὶ πῦρ ἐνδέχεται μὲν γίνεσθαι, χαλεπώτερον δὲ διὰ τὸ πλειόνων εἶναι τὴν μεταβολήν· ἀνάγκη γάρ, εἰ ἔσται ἐξ ὕδατος πῦρ, φθαρῆναι καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρόν, καὶ πάλιν εἰ ἐκ γῆς ἀήρ, φθαρῆναι καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρόν.
67Aristoteles, De generatione et corruptione, 2, 4, 5; 9 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ εἰ ἐκ πυρὸς καὶ ἀέρος ὕδωρ καὶ γῆ, ἀνάγκη ἀμφότερα μεταβάλλειν.
68Aristoteles, De generatione et corruptione, 2, 4, 6; 10 (auctor 384BC-322BC)
Αὕτη μὲν οὖν χρονιωτέρα ἡ γένεσις· ἐὰν δ´ ἑκατέρου φθαρῇ θάτερον, ῥᾴων μέν, οὐκ εἰς ἄλληλα δὲ ἡ μετάβασις, ἀλλ´ ἐκ πυρὸς μὲν καὶ ὕδατος ἔσται γῆ καὶ ἀήρ, ἐξ ἀέρος δὲ καὶ γῆς πῦρ καὶ ὕδωρ.
69Aristoteles, De generatione et corruptione, 2, 4, 6; 11 (auctor 384BC-322BC)
Ὅταν μὲν γὰρ τοῦ ὕδατος φθαρῇ τὸ ψυχρὸν τοῦ δὲ πυρὸς τὸ ξηρόν, ἀὴρ ἔσται (λείπεται γὰρ τοῦ μὲν τὸ θερμὸν τοῦ δὲ τὸ ὑγρόν), ὅταν δὲ τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δ´ ὕδατος τὸ ὑγρόν, γῆ, διὰ τὸ λείπεσθαι τοῦ μὲν τὸ ξηρὸν τοῦ δὲ τὸ ψυχρόν.
70Aristoteles, De generatione et corruptione, 2, 4, 7; 12 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ ἐξ ἀέρος καὶ γῆς πῦρ καὶ ὕδωρ· ὅταν μὲν γὰρ τοῦ ἀέρος φθαρῇ τὸ θερμὸν τῆς δὲ γῆς τὸ ξηρόν, ὕδωρ ἔσται (λείπεται γὰρ τοῦ μὲν τὸ ὑγρὸν τῆς δὲ τὸ ψυχρόν), ὅταν δὲ τοῦ μὲν ἀέρος τὸ ὑγρὸν τῆς δὲ γῆς τὸ ψυχρόν, πῦρ, διὰ τὸ λείπεσθαι τοῦ μὲν τὸ θερμὸν τῆς δὲ τὸ ξηρόν, ἅπερ ἦν πυρός.
71Aristoteles, De generatione et corruptione, 2, 4, 8; 13 (auctor 384BC-322BC)
Ὁμολογουμένη δὲ καὶ τῇ αἰσθήσει ἡ τοῦ πυρὸς γένεσις.
72Aristoteles, De generatione et corruptione, 2, 4, 9; 16 (auctor 384BC-322BC)
Ἐξ οὐδετέρων δὲ ἐγχωρεῖ γίνεσθαι σῶμα, οἷον εἰ μὲν τοῦ πυρὸς φθαρείη τὸ ξηρόν, τοῦ δ´ ἀέρος τὸ ὑγρόν· λείπεται γὰρ ἐν ἀμφοῖν τὸ θερμόν· ἐὰν δ´ ἐξ ἑκατέρου τὸ θερμόν, λείπεται τἀναντία, ξηρὸν καὶ ὑγρόν.
73Aristoteles, De generatione et corruptione, 2, 5, 2; 8 (auctor 384BC-322BC)
Ἅμα δὲ πάλιν εἰ ἔσται ἐκ πυρὸς ἀήρ, τοῦ θερμοῦ εἰς τοὐναντίον μεταβάλλοντος ἔσται.
74Aristoteles, De generatione et corruptione, 2, 5, 3; 13 (auctor 384BC-322BC)
Οὐ μὴν οὐδ´ ἄλλο τί γε παρὰ ταῦτα, οἷον μέσον τι ἀέρος καὶ ὕδατος ἢ ἀέρος καὶ πυρός, ἀέρος μὲν παχύτερον καὶ πυρός, τῶν δὲ λεπτότερον· ἔσται γὰρ ἀὴρ καὶ πῦρ ἐκεῖνο μετ´ ἐναντιότητος· ἀλλὰ στέρησις τὸ ἕτερον τῶν ἐναντίων· ὥστ´ οὐκ ἐνδέχεται μονοῦσθαι ἐκεῖνο οὐδέποτε, ὥσπερ φασί τινες τὸ ἄπειρον καὶ τὸ περιέχον.
75Aristoteles, De generatione et corruptione, 2, 5, 5; 23 (auctor 384BC-322BC)
Ἐπὶ μὲν οὖν τοῖς ἄκροις οὐκ ἔσται, ὅτι πῦρ ἔσται ἢ γῆ πάντα· καὶ ὁ αὐτὸς λόγος τῷ φάναι ἐκ πυρὸς ἢ γῆς εἶναι πάντα.
76Aristoteles, De generatione et corruptione, 2, 6, 3; 7 (auctor 384BC-322BC)
Ἄτοπον δὴ φαίνεται, εἰ τὰ σώματα ἀμετάβλητα ὄντα μὴ ἀναλογίᾳ συμβλητά ἐστιν, ἀλλὰ μέτρῳ τῶν δυνάμεων καὶ τῷ εἶναι ἴσον θερμὸν ἢ ὅμοιον πυρὸς τοσονδὶ καὶ ἀέρος πολλαπλάσιον· τὸ γὰρ αὐτὸ πλεῖον τῷ ὁμογενὲς εἶναι τοιοῦτον ἕξει τὸν λόγον.
77Aristoteles, De generatione et corruptione, 2, 7, 2; 3 (auctor 384BC-322BC)
Λέγω δ´ οἷον ἔστιν ἐκ πυρὸς ὕδωρ καὶ ἐκ τούτου γίνεσθαι πῦρ· ἔστι γάρ τι κοινὸν ὑποκείμενον.
78Aristoteles, De generatione et corruptione, 2, 7, 5; 8 (auctor 384BC-322BC)
Ὁμοίως δὲ καὶ τοῖς ποιοῦσι μίαν αὐτῶν ὕλην ἔχει τινὰ ἀπορίαν, πῶς ἔσται τι ἐξ ἀμφοτέρων, οἷον ψυχροῦ καὶ θερμοῦ ἢ πυρὸς καὶ γῆς.
79Aristoteles, De generatione et corruptione, 2, 10, 8; 16 (auctor 384BC-322BC)
Διὸ καὶ τἆλλα ὅσα μεταβάλλει εἰς ἄλληλα κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις, οἷον τὰ ἁπλᾶ σώματα, μιμεῖται τὴν κύκλῳ φοράν· ὅταν γὰρ ἐξ ὕδατος ἀὴρ γένηται καὶ ἐξ ἀέρος [5] πῦρ καὶ πάλιν ἐκ πυρὸς ὕδωρ, κύκλῳ φαμὲν περιεληλυθέναι τὴν γένεσιν διὰ τὸ πάλιν ἀνακάμπτειν.
80Aristoteles, De iuventute et senectute De vita et morte, 5; 1 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν πυρός γε δύο ὁρῶμεν φθοράς, μάρανσίν τε καὶ σβέσιν.
81Aristoteles, De iuventute et senectute De vita et morte, 5; 3 (auctor 384BC-322BC)
Συμβαίνει δ’ ἀμφοτέρας διὰ ταὐτὸ γίνεσθαι τὰς φθοράς· ὑπολειπούσης γὰρ τῆς τροφῆς, οὐ δυναμένου λαμβάνειν τοῦ θερμοῦ τὴν τροφήν, φθορὰ γίνεται τοῦ πυρός.
82Aristoteles, De partibus animalium, 1, 1, 18; 40 (auctor 384BC-322BC)
Οἱ μὲν οὖν ἀρχαῖοι καὶ πρῶτοι φιλοσοφήσαντες περὶ φύσεως περὶ τῆς ὑλικῆς ἀρχῆς καὶ τῆς τοιαύτης αἰτίας ἐσκόπουν, τίς καὶ ποία τις, καὶ πῶς ἐκ ταύτης γίνεται τὸ ὅλον, καὶ τίνος κινοῦντος, οἷον νείκους ἢ φιλίας ἢ νοῦ ἢ τοῦ αὐτομάτου, τῆς δ´ ὑποκειμένης ὕλης τοιάνδε τινὰ φύσιν ἐχούσης ἐξ ἀνάγκης, οἷον τοῦ μὲν πυρὸς θερμήν, τῆς δὲ γῆς ψυχράν, καὶ τοῦ μὲν κούφην, τῆς δὲ βαρεῖαν.
83Aristoteles, De partibus animalium, 1, 1, 20; 46 (auctor 384BC-322BC)
Οὐ γὰρ ἱκανὸν τὸ ἐκ τίνων ἐστίν, οἷον πυρὸς ἢ γῆς, ὥσπερ κἂν εἰ περὶ κλίνης ἐλέγομεν ἤ τινος ἄλλου τῶν τοιούτων, ἐπειρώμεθα μᾶλλον ἂν διορίζειν τὸ εἶδος αὐτῆς ἢ τὴν ὕλην, οἷον τὸν χαλκὸν ἢ τὸ ξύλον· εἰ δὲ μή, τήν γε τοῦ συνόλου· κλίνη γὰρ τόδε ἐν τῷδε ἢ τόδε τοιόνδε, ὥστε κἂν περὶ τοῦ σχήματος εἴη λεκτέον, καὶ ποῖον τὴν ἰδέαν.
84Aristoteles, De partibus animalium, 2, 1, 2; 2 (auctor 384BC-322BC)
Τριῶν δ´ οὐσῶν τῶν συνθέσεων πρώτην μὲν ἄν τις θείη τὴν ἐκ τῶν καλουμένων ὑπό τινων στοιχείων, οἷον γῆς ἀέρος ὕδατος πυρός.
85Aristoteles, De partibus animalium, 2, 2, 14; 28 (auctor 384BC-322BC)
Ἔτι θερμότερον μὲν τὸ ζέον ὕδωρ ἢ πῦρ ὀλίγον, ψύχεται δὲ καὶ θᾶττον καὶ μᾶλλον τὸ θερμὸν ὕδωρ μικροῦ πυρός· οὐ γὰρ γίνεται ψυχρὸν πῦρ, ὕδωρ δὲ γίνεται πᾶν.
86Aristoteles, De partibus animalium, 2, 2, 18; 39 (auctor 384BC-322BC)
Τάχα δὲ καὶ ἡ τοῦ πυρὸς φύσις, εἰ ἔτυχε, τοιαύτη τίς ἐστιν· ἴσως γὰρ τὸ ὑποκείμενόν ἐστιν ἢ καπνὸς ἢ ἄνθραξ, ὧν τὸ μὲν ἀεὶ θερμόν (ἀναθυμίασις γὰρ ὁ καπνός), ὁ δ´ ἄνθραξ ἀποσβεσθεὶς ψυχρός.
87Aristoteles, De partibus animalium, 2, 2, 19; 42 (auctor 384BC-322BC)
Ἄλλον δὲ τρόπον θερμὸν πεύκη καὶ τὰ πίονα, τῷ ταχὺ μεταβάλλειν εἰς ἐνέργειαν πυρός.
88Aristoteles, De partibus animalium, 2, 5, 1; 3 (auctor 384BC-322BC)
Δηλοῖ δὲ τὸ λιπαρὸν αὐτῶν· τῶν γὰρ ὑγρῶν τὸ λιπαρὸν κοινὸν ἀέρος καὶ πυρός ἐστιν.
89Aristoteles, De sensu et sensibilibus, 1; 22 (auctor 384BC-322BC)
Ποιοῦσι δὲ πάντες τὴν ὄψιν πυρὸς διὰ τὸ πάθους τινὸς ἀγνοεῖν τὴν αἰτίαν· θλιβομένου γὰρ καὶ κινουμένου τοῦ ὀφθαλμοῦ φαίνεται πῦρ ἐκλάμπειν· τοῦτο δ’ ἐν τῷ σκότει πέφυκε συμβαίνειν, ἢ τῶν βλεφάρων ἐπικεκαλυμμένων· γίνεται γὰρ καὶ τότε σκότος.
90Aristoteles, De sensu et sensibilibus, 1; 33 (auctor 384BC-322BC)
Ὡς δ’ ὅτε τις πρόοδον νοέων ὡπλίσσατο λύχνον, χειμερίην διὰ νύκτα πυρὸς σέλας αἰθομένοιο, ἅψας παντοίων ἀνέμων λαμπτῆρας ἀμουργούς, οἵτ’ ἀνέμων μὲν πνεῦμα διασκιδνᾶσιν ἀέντων, φῶς δ’ ἔξω διαθρῶσκον, ὅσον ταναώτερον ἦεν, λάμπεσκεν κατὰ βηλὸν ἀτειρέσιν ἀκτίνεσσιν· ὢς δὲ τότ’ ἐν μήνιγξιν ἐεργμένον ὠγύγιον πῦρ λεπτῇσιν ὀθόνῃσι λοχάζετο κύκλοπα κούρην· αἱ δ’ ὕδατος μὲν βένθος ἀπέστεγον ἀμφινάοντος, πῦρ δ’ ἔξω διαθρῶσκον, ὅσον ταναώτερον ἦεν.
91Aristoteles, De sensu et sensibilibus, 1; 55 (auctor 384BC-322BC)
Τοῦ μὲν ὄμματος τὸ ὁρατικὸν ὕδατος ὑποληπτέον, ἀέρος δὲ τὸ τῶν ψόφων αἰσθητικόν, πυρὸς δὲ τὴν ὄσφρησιν.
92Aristoteles, De sensu et sensibilibus, 1; 57 (auctor 384BC-322BC)
Ἡ δ’ ὀσμὴ καπνώδης τίς ἐστιν ἀναθυμίασις, ἡ δ’ ἀναθυμίασις ἡ καπνώδης ἐκ πυρός.
93Aristoteles, De sensu et sensibilibus, 1; 122 (auctor 384BC-322BC)
Διὸ καὶ ὑπὸ τοῦ πυρὸς πάσχει τι· ξηρὰ γὰρ ἡ τοῦ πυρὸς φύσις.
94Aristoteles, De sensu et sensibilibus, 1; 123 (auctor 384BC-322BC)
Ἀλλ’ ἴδιον τοῦ πυρὸς τὸ θερμόν ἐστι, γῆς δὲ τὸ ξηρόν, ὥσπερ εἴρηται ἐν τοῖς περὶ στοιχείων.
95Aristoteles, De sensu et sensibilibus, 1; 235 (auctor 384BC-322BC)
Ἢ τοῦ μὲν κινήσαντος πρῶτον, οἷον τῆς κώδωνος ἢ λιβανωτοῦ ἢ πυρός, τοῦ αὐτοῦ καὶ ἑνὸς ἀριθμῷ αἰσθάνονται πάντες, τοῦ δὲ δὴ ἰδίου ἑτέρου ἀριθμῷ, εἴδει δὲ τοῦ αὑτοῦ, διὸ ἅμα πολλοὶ ὁρῶσι καὶ ὀσμῶνται καὶ ἀκούουσιν.
96Aristoteles, Historia animalium, 3, III 20; 14 (auctor 384BC-322BC)
Ὑπό μέν οὖν τοῦ ψυχροῦ οὐ πήγνυται τό γάλα, ἀλλά διορροῦται μᾶλλον· ὑπό δέ τοῦ πυρός πήγνυται καί παχύνεται.
97Aristoteles, Historia animalium, 5, V 19; 37 (auctor 384BC-322BC)
Ἐν δέ Κύπρῳ, οὗ ἡ χαλκῖτις λίθος καίεται, ἐπί πολλάς ἡμέρας ἐμβαλλόντων, ἐνταῦθα γίνεται θηρία ἐν τῷ πυρί, τῶν μεγάλων μυιῶν μικρόν τι μείζονα, ὑπόπτερα, ἃ διά τοῦ πυρός πηδᾷ καί βαδίζει.
98Aristoteles, Historia animalium, 5, V 19; 38 (auctor 384BC-322BC)
Ἀποθνήσκουσι δέ καί οἱ σκώληκες καί ταῦτα χωριζόμενα τά μέν τοῦ πυρός, οἱ δέ τῆς χιόνος.
99Aristoteles, Historia animalium, 5, V 19; 39 (auctor 384BC-322BC)
Ὅτι δ’ ἐνδέχεται μή κάεσθαι συστάσεις τινάς ζῴων, ἡ σαλαμάνδρα ποιεῖ φανερόν· αὕτη γάρ, ὡς φασί, διά πυρός βαδίζουσα κατασβέννυσι τό πῦρ.
100Aristoteles, Historia animalium, 6, VI 2; 23 (auctor 384BC-322BC)
Ἔχει δέ φύσιν τοῦ ᾠοῦ τό ὠχρόν καί τό λευκόν ἐναντίαν οὐ μόνον τῷ χρώματι ἀλλά καί τῇ δυνάμει· τό μέν γάρ ὠχρόν ὑπό τοῦ ψύχους πήγνυται, τό δέ λευκόν οὐ πήγνυται ἀλλ’ ὑγραίνεται μᾶλλον· ὑπό δέ τοῦ πυρός τό μέν λευκόν πήγνυται, τό δ’ ὠχρόν οὐ πήγνυται ἀλλά μαλακόν διατελεῖ, ἂν μή κατακαυθῇ, καί μᾶλλον ἑψομένου ἢ πυρουμένου συνίσταται καί ξηραίνεται.
101Aristoteles, Metaphysica, 1, 7; 2 (auctor 384BC-322BC)
οἱ μὲν γὰρ ὡς ὕλην τὴν ἀρχὴν λέγουσιν, ἄν τε μίαν ἄν τε πλείους ὑποθῶσι, καὶ ἐάν τε σῶμα ἐάν τε ἀσώματον τοῦτο τιθῶσιν (οἷον Πλάτων μὲν τὸ μέγα καὶ τὸ μικρὸν λέγων, οἱ δ' Ἰταλικοὶ τὸ ἄπειρον, Ἐμπεδοκλῆς δὲ πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα, Ἀναξαγόρας δὲ τὴν τῶν ὁμοιομερῶν ἀπειρίαν· οὗτοί τε δὴ πάντες τῆς τοιαύτης αἰτίας ἡμμένοι εἰσί, καὶ ἔτι ὅσοι ἀέρα ἢ πῦρ ἢ ὕδωρ ἢ πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον· καὶ γὰρ τοιοῦτόν τινες εἰρήκασιν εἶναι τὸ πρῶτον στοιχεῖον) · οὗτοι μὲν οὖν ταύτης τῆς αἰτίας ἥψαντο μόνον, ἕτεροι δέ τινες ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (οἷον ὅσοι φιλίαν καὶ νεῖκος ἢ νοῦν ἢ ἔρωτα ποιοῦσιν ἀρχήν) · τὸ δὲ τί ἦν εἶναι καὶ τὴν οὐσίαν σαφῶς μὲν οὐθεὶς ἀποδέδωκε, μάλιστα δ' οἱ τὰ εἴδη τιθέντες λέγουσιν (οὔτε γὰρ ὡς ὕλην τοῖς αἰσθητοῖς τὰ εἴδη καὶ τὸ ἓν τοῖς εἴδεσιν οὔθ' ὡς ἐντεῦθεν τὴν ἀρχὴν τῆς κινήσεως γιγνομένην ὑπολαμβάνουσιν – ἀκινησίας γὰρ αἴτια μᾶλλον καὶ τοῦ ἐν ἠρεμίᾳ εἶναι φασιν – ἀλλὰ τὸ τί ἦν εἶναι ἑκάστῳ τῶν ἄλλων τὰ εἴδη παρέχονται, τοῖς δ' εἴδεσι τὸ ἕν) · τὸ δ' οὗ ἕνεκα αἱ πράξεις καὶ αἱ μεταβολαὶ καὶ αἱ κινήσεις τρόπον μέν τινα λέγουσιν αἴτιον, οὕτω δὲ οὐ λέγουσιν οὐδ' ὅνπερ πέφυκεν.
102Aristoteles, Metaphysica, 1, 8; 6 (auctor 384BC-322BC)
τῇ μὲν γὰρ ἂν δόξειε στοιχειωδέστατον εἶναι πάντων ἐξ οὗ γίγνονται συγκρίσει πρώτου, τοιοῦτον δὲ τὸ μικρομερέστατον καὶ λεπτότατον ἂν εἴη τῶν σωμάτων (διόπερ ὅσοι πῦρ ἀρχὴν τιθέασι, μάλιστα ὁμολογουμένως ἂν τῷ λόγῳ τούτῳ λέγοιεν· τοιοῦτον δὲ καὶ τῶν ἄλλων ἕκαστος ὁμολογεῖ τὸ στοιχεῖον εἶναι τὸ τῶν σωμάτων· οὐθεὶς γοῦν ἠξίωσε τῶν ἓν λεγόντων γῆν εἶναι στοιχεῖον, δηλονότι διὰ τὴν μεγαλομέρειαν, τῶν δὲ τριῶν ἕκαστον στοιχείων εἴληφέ τινα κριτήν, οἱ μὲν γὰρ πῦρ οἱ δ' ὕδωρ οἱ δ' ἀέρα τοῦτ' εἶναί φασιν· καίτοι διὰ τί ποτ' οὐ καὶ τὴν γῆν λέγουσιν, ὥσπερ οἱ πολλοὶ τῶν ἀνθρώπων· πάντα γὰρ εἶναί φασι γῆν, φησὶ δὲ καὶ Ἡσίοδος τὴν γῆν πρώτην γενέσθαι τῶν σωμάτων· οὕτως ἀρχαίαν καὶ δημοτικὴν συμβέβηκεν εἶναι τὴν ὑπόληψιν) · κατὰ μὲν οὖν τοῦτον τὸν λόγον οὔτ' εἴ τις τούτων τι λέγει πλὴν πυρός, οὔτ' εἴ τις ἀέρος μὲν πυκνότερον τοῦτο τίθησιν ὕδατος δὲ λεπτότερον, οὐκ ὀρθῶς ἂν λέγοι· εἰ δ' ἔστι τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερον, τὸ δὲ πεπεμμένον καὶ συγκεκριμένον ὕστερον τῇ γενέσει, τοὐναντίον ἂν εἴη τούτων, ὕδωρ μὲν ἀέρος πρότερον γῆ δὲ ὕδατος.
103Aristoteles, Metaphysica, 1, 9; 3 (auctor 384BC-322BC)
γιγνόμενά τε γὰρ ἐξ ἀλλήλων ὁρῶμεν ὡς οὐκ ἀεὶ διαμένοντος πυρὸς καὶ γῆς τοῦ αὐτοῦ σώματος (εἴρηται δὲ ἐν τοῖς περὶ φύσεως περὶ αὐτῶν) , καὶ περὶ τῆς τῶν κινουμένων αἰτίας, πότερον ἓν ἢ δύο θετέον, οὔτ' ὀρθῶς οὔτε εὐλόγως οἰητέον εἰρῆσθαι παντελῶς.
104Aristoteles, Metaphysica, 1, 9; 15 (auctor 384BC-322BC)
ἔτι δὲ εἴτε δοίη τις αὐτοῖς ἐκ τούτων εἶναι μέγεθος εἴτε δειχθείη τοῦτο, ὅμως τίνα τρόπον ἔσται τὰ μὲν κοῦφα τὰ δὲ βάρος ἔχοντα τῶν σωμάτων· ἐξ ὧν γὰρ ὑποτίθενται καὶ λέγουσιν, οὐθὲν μᾶλλον περὶ τῶν μαθηματικῶν λέγουσι σωμάτων ἢ τῶν αἰσθητῶν· διὸ περὶ πυρὸς ἢ γῆς ἢ τῶν ἄλλων τῶν τοιούτων σωμάτων οὐδ' ὁτιοῦν εἰρήκασιν, ἅτε οὐθὲν περὶ τῶν αἰσθητῶν οἶμαι λέγοντες ἴδιον.
105Aristoteles, Metaphysica, 1, 9; 33 (auctor 384BC-322BC)
λέγω δ' οἷον, εἰ ἔστιν ὁ Καλλίας λόγος ἐν ἀριθμοῖς πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος, καὶ ἄλλων τινῶν ὑποκειμένων ἔσται καὶ ἡ ἰδέα ἀριθμός· καὶ αὐτοάνθρωπος, εἴτ' ἀριθμός τις ὢν εἴτε μή, ὅμως ἔσται λόγος ἐν ἀριθμοῖς τινῶν καὶ οὐκ ἀριθμός, οὐδ' ἔσται τις διὰ ταῦτα ἀριθμός.
106Aristoteles, Metaphysica, 1, 9; 37 (auctor 384BC-322BC)
νῦν δὲ λέγεται ὡς ὄντος τοῦ ἑνὸς ὥσπερ πυρὸς ἢ ὕδατος ὁμοιομεροῦς· εἰ δ' οὕτως, οὐκ ἔσονται οὐσίαι οἱ ἀριθμοί, ἀλλὰ δῆλον ὅτι, εἴπερ ἐστί τι ἓν αὐτὸ καὶ τοῦτό ἐστιν ἀρχή, πλεοναχῶς λέγεται τὸ ἕν· ἄλλως γὰρ ἀδύνατον.
107Aristoteles, Metaphysica, 2, 1; 11 (auctor 384BC-322BC)
οὔτε γὰρ ὡς ἐξ ὕλης τόδ' ἐκ τοῦδε δυνατὸν ἰέναι εἰς ἄπειρον (οἷον σάρκα μὲν ἐκ γῆς, γῆν δ' ἐξ ἀέρος, ἀέρα δ' ἐκ πυρός, καὶ τοῦτο μὴ ἵστασθαι) , οὔτε ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (οἷον τὸν μὲν ἄνθρωπον ὑπὸ τοῦ ἀέρος κινηθῆναι, τοῦτον δ' ὑπὸ τοῦ ἡλίου, τὸν δὲ ἥλιον ὑπὸ τοῦ νείκους, καὶ τούτου μηδὲν εἶναι πέρας) · ὁμοίως δὲ οὐδὲ τὸ οὗ ἕνεκα εἰς ἄπειρον οἷόν τε ἰέναι, βάδισιν μὲν ὑγιείας ἕνεκα, ταύτην δ' εὐδαιμονίας, τὴν δ' εὐδαιμονίαν ἄλλου, καὶ οὕτως ἀεὶ ἄλλο ἄλλου ἕνεκεν εἶναι· καὶ ἐπὶ τοῦ τί ἦν εἶναι δ' ὡσαύτως.
108Aristoteles, Metaphysica, 2, 2; 1 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐδ' ἐπὶ τὸ κάτω οἷόν τε εἰς ἄπειρον ἰέναι, τοῦ ἄνω ἔχοντος ἀρχήν, ὥστ' ἐκ πυρὸς μὲν ὕδωρ, ἐκ δὲ τούτου γῆν, καὶ οὕτως ἀεὶ ἄλλο τι γίγνεσθαι γένος.
109Aristoteles, Metaphysica, 7, 17; 15 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὸ ἔκ τινος σύνθετον οὕτως ὥστε ἓν εἶναι τὸ πᾶν, [ἂν] μὴ ὡς σωρὸς ἀλλ' ὡς ἡ συλλαβή – ἡ δὲ συλλαβὴ οὐκ ἔστι τὰ στοιχεῖα, οὐδὲ τῷ βα ταὐτὸ τὸ β καὶ α, οὐδ' ἡ σὰρξ πῦρ καὶ γῆ (διαλυθέντων γὰρ τὰ μὲν οὐκέτι ἔστιν, οἷον ἡ σὰρξ καὶ ἡ συλλαβή, τὰ δὲ στοιχεῖα ἔστι, καὶ τὸ πῦρ καὶ ἡ γῆ) · ἔστιν ἄρα τι ἡ συλλαβή, οὐ μόνον τὰ στοιχεῖα τὸ φωνῆεν καὶ ἄφωνον ἀλλὰ καὶ ἕτερόν τι, καὶ ἡ σὰρξ οὐ μόνον πῦρ καὶ γῆ ἢ τὸ θερμὸν καὶ ψυχρὸν ἀλλὰ καὶ ἕτερόν τι – εἰ τοίνυν ἀνάγκη κἀκεῖνο ἢ στοιχεῖον ἢ ἐκ στοιχείων εἶναι, εἰ μὲν στοιχεῖον, πάλιν ὁ αὐτὸς ἔσται λόγος (ἐκ τούτου γὰρ καὶ πυρὸς καὶ γῆς ἔσται ἡ σὰρξ καὶ ἔτι ἄλλου, ὥστ' εἰς ἄπειρον βαδιεῖται) · εἰ δὲ ἐκ στοιχείου, δῆλον ὅτι οὐχ ἑνὸς ἀλλὰ πλειόνων, ἢ ἐκεῖνο αὐτὸ ἔσται, ὥστε πάλιν ἐπὶ τούτου τὸν αὐτὸν ἐροῦμεν λόγον καὶ ἐπὶ τῆς σαρκὸς ἢ συλλαβῆς.
110Aristoteles, Metaphysica, 14, 4; 11 (auctor 384BC-322BC)
καὶ εἰ ὥσπερ ἐλέγομεν ὅτι ἡ ὕλη ἐστὶ τὸ δυνάμει ἕκαστον, οἷον πυρὸς τοῦ ἐνεργείᾳ τὸ δυνάμει πῦρ, τὸ κακὸν ἔσται αὐτὸ τὸ δυνάμει ἀγαθόν.
111Aristoteles, Metaphysica, 14, 5; 16 (auctor 384BC-322BC)
οἷον σαρκὸς ἢ ὀστοῦ ἀριθμὸς ἡ οὐσία οὕτω, τρία πυρὸς γῆς δὲ δύο· καὶ ἀεὶ ὁ ἀριθμὸς ὃς ἂν ᾖ τινῶν ἐστιν, ἢ πύρινος ἢ γήϊνος ἢ μοναδικός, ἀλλ' ἡ οὐσία τὸ τοσόνδ' εἶναι πρὸς τοσόνδε κατὰ τὴν μῖξιν· τοῦτο δ' οὐκέτι ἀριθμὸς ἀλλὰ λόγος μίξεως ἀριθμῶν σωματικῶν ἢ ὁποιωνοῦν.
112Aristoteles, Metaphysica, 14, 6; 5 (auctor 384BC-322BC)
οὔκουν ἔσται πυρὸς ΒΕΓΖ καὶ ὕδατος ἀριθμὸς δὶς τρία.
113Aristoteles, Meteorologica, 1, I 2; 1 (auctor 384BC-322BC)
Ἐπεί γάρ διώρισται πρότερον ἡμῖν μία μέν ἀρχή τῶν σωμάτων, ἐξ ὧν συνέστηκεν ἡ τῶν ἐγκυκλίως φερομένων σωμάτων φύσις, ἄλλα δέ τέτταρα σώματα διά τάς τέτταρας ἀρχάς, ὧν διπλῆν εἶναί φαμεν τήν κίνησιν, τήν μέν ἀπό τοῦ μέσου, τήν δ’ ἐπί τό μέσον· τεττάρων δ’ ὄντων τούτων, πυρός καί ἀέρος καί ὕδατος καί γῆς, τό μέν τούτοις πᾶσιν ἐπιπολάζον εἶναι πῦρ, τό δ’ ὑφιστάμενον γῆν· δύο δ’ ἃ πρός αὑτά τούτοις ἀνάλογον ἔχει· ἀήρ μέν γάρ πυρός ἐγγυτάτω τῶν ἄλλων, ὕδωρ δέ γῆς.
114Aristoteles, Meteorologica, 1, I 3; 7 (auctor 384BC-322BC)
Καί ταύτην τήν δόξαν οὐ μόνον ἡμεῖς τυγχάνομεν ἔχοντες, φαίνεται δ’ ἀρχαία τις ὑπόληψις αὕτη καί τῶν πρότερον ἀνθρώπων· ὁ γάρ λεγόμενος αἰθήρ παλαιάν εἴληφε τήν προσηγορίαν, ἣν Ἀναξαγόρας μέν τῷ πυρί ταὐτόν ἡγήσασθαί μοι δοκεῖ σημαίνειν· τά τε γάρ ἄνω πλήρη πυρός εἶναι, κἀκεῖνος τήν ἐκεῖ δύναμιν αἰθέρα καλεῖν ἐνόμισεν, τοῦτο μέν ὀρθῶς νομίσας· τό γάρ ἀεί σῶμα θέον ἅμα θεῖόν τι τήν φύσιν ἐοίκασιν ὑπολαβεῖν, καί διώρισαν ὀνομάζειν αἰθέρα τό τοιοῦτον ὡς ὂν οὐθενί τῶν παρ’ ἡμῖν τό αὐτό· οὐ γάρ δή φήσομεν ἅπαξ οὐδέ δίς οὐδ’ ὀλιγάκις τάς αὐτάς δόξας ἀνακυκλεῖν γινομένας ἐν τοῖς ἀνθρώποις, ἀλλ’ ἀπειράκις.
115Aristoteles, Meteorologica, 1, I 3; 10 (auctor 384BC-322BC)
Εἰ γάρ τά τε διαστήματα πλήρη πυρός καί τά σώματα συνέστηκεν ἐκ πυρός, πάλαι φροῦδον ἂν ἦν ἕκαστον τῶν ἄλλων στοιχείων.
116Aristoteles, Meteorologica, 1, I 3; 19 (auctor 384BC-322BC)
Ἀλλά μήν εἰ τοσοῦτος ὢν ὁ ἀήρ ἅπας ἀτμίς ἐστιν, δόξειεν ἂν πολύ ὑπερβάλλειν ἡ τοῦ ἀέρος φύσις καί ἡ τοῦ ὕδατος, εἴπερ τά τε διαστήματα τῶν ἄνω πλήρη ἐστί σώματός τινος, καί πυρός μέν ἀδύνατον διά τό κατεξηράνθαι ἂν τἆλλα πάντα, λείπεται δ’ ἀέρος καί τοῦ περί τήν γῆν πᾶσαν ὕδατος· ἡ γάρ ἀτμίς ὕδατος διάκρισίς ἐστιν.
117Aristoteles, Meteorologica, 1, I 3; 21 (auctor 384BC-322BC)
Τό μέν γάρ ἄνω καί μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καί ἀέρος, οὐ μήν ἀλλ’ ἐν αὐτῷ γε τό μέν καθαρώτερον εἶναι τό δ’ ἧττον εἰλικρινές, καί διαφοράς ἔχειν, καί μάλιστα ᾗ καταλήγει πρός τόν ἀέρα καί πρός τόν περί τήν γῆν κόσμον.
118Aristoteles, Meteorologica, 1, I 3; 31 (auctor 384BC-322BC)
Τό μέν γάρ πῦρ τῷ ἄνω στοιχείῳ, τῷ δέ πυρί ὁ ἀήρ συνεχής ἐστιν· ὥστε καί διά τήν κίνησιν κωλύεται συγκρίνεσθαι εἰς ὕδωρ, ἀλλ’ ἀεί ὅ τι ἂν βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου εἰς τόν ἄνω τόπον τοῦ θερμοῦ κάτω φέρεται, ἄλλα δ’ ἐν μέρει συναναφέρεται τῷ ἀναθυμιωμένῳ πυρί, καί οὕτω συνεχῶς τό μέν ἀέρος διατελεῖ πλῆρες ὂν τό δέ πυρός, καί ἀεί ἄλλο καί ἄλλο γίνεται ἕκαστον αὐτῶν.
119Aristoteles, Meteorologica, 1, I 4; 11 (auctor 384BC-322BC)
Ἀπορήσειε γάρ ἄν τις πότερον ὥσπερ ἡ ὑπό τούς λύχνους τιθεμένη ἀναθυμίασις ἀπό τῆς ἄνωθεν φλογός ἅπτει τόν κάτωθεν λύχνον (θαυμαστή γάρ καί τούτου ἡ ταχυτής ἐστι καί ὁμοία ῥίψει, ἀλλ’ οὐχ ὡς ἄλλου καί ἄλλου γιγνομένου πυρός), ἢ ῥίψεις τοῦ αὐτοῦ σώματός εἰσιν αἱ διαδρομαί.
120Aristoteles, Meteorologica, 1, I 7; 5 (auctor 384BC-322BC)
Ὥσπερ δ’ ἡ τοιαύτη φορά ἀστέρος φορά δοκεῖ εἶναι, οὕτω καί ἡ μονή ἡ ὁμοία ἀστέρος μονή δοκεῖ εἶναι· παραπλήσιον γάρ τό γιγνόμενον οἷον εἴ τις εἰς ἀχύρων θημῶνα καί πλῆθος ὤσειε δαλόν ἢ πυρός ἀρχήν ἐμβάλοι μικράν· φαίνεται γάρ ὁμοία καί ἡ τῶν ἀστέρων διαδρομή τούτῳ· ταχύ γάρ διά τήν εὐφυΐαν τοῦ ὑπεκκαύματος διαδίδωσιν ἐπί μῆκος.
121Aristoteles, Meteorologica, 1, I 8; 22 (auctor 384BC-322BC)
Εἴρηται γάρ πρότερον ὅτι τό ἔσχατον τοῦ λεγομένου ἀέρος δύναμιν ἔχει πυρός, ὥστε τῇ κινήσει διακρινομένου τοῦ ἀέρος ἀποκρίνεσθαι τοιαύτην σύστασιν οἵαν καί τούς κομήτας ἀστέρας εἶναί φαμεν.
122Aristoteles, Meteorologica, 1, I 10; 1 (auctor 384BC-322BC)
Ἐκ δέ τοῦ καθ’ ἡμέραν ἀτμίζοντος ὅσον ἂν μή μετεωρισθῇ δι’ ὀλιγότητα τοῦ ἀνάγοντος αὐτό πυρός πρός τό ἀναγόμενον ὕδωρ, πάλιν καταφερόμενον ὅταν ψυχθῇ νύκτωρ, καλεῖται δρόσος καί πάχνη, πάχνη μέν ὅταν ἡ ἀτμίς παγῇ πρίν εἰς ὕδωρ συγκριθῆναι πάλιν (γίνεται δέ χειμῶνος, καί μᾶλλον ἐν τοῖς χειμερινοῖς τόποις), δρόσος δ’ ὅταν συγκριθῇ εἰς ὕδωρ ἡ ἀτμίς, καί μήθ’ οὕτως ἔχῃ ἡ ἀλέα ὥστε ξηρᾶναι τό ἀναχθέν, μήθ’ οὕτω ψῦχος ὥστε παγῆναι τήν ἀτμίδα αὐτήν διά τό ἢ τόν τόπον ἀλεεινότερον ἢ τήν ὥραν εἶναι· γίνεται γάρ μᾶλλον ἡ δρόσος ἐν εὐδίᾳ καί ἐν τοῖς εὐδιεινοτέροις τόποις, ἡ δέ πάχνη, καθάπερ εἴρηται, τοὐναντίον· δῆλον γάρ ὡς ἡ ἀτμίς θερμότερον ὕδατος (ἔχει γάρ τό ἀνάγον ἔτι πῦρ), ὥστε πλείονος ψυχρότητος αὐτήν πῆξαι.
123Aristoteles, Meteorologica, 1, I 11; 7 (auctor 384BC-322BC)
Ἐν γάρ τῷ νέφει ἔτι ἔνεστι πολύ τό θερμόν τό ὑπόλοιπον τοῦ ἐξατμίσαντος ἐκ τῆς γῆς τό ὑγρόν πυρός.
124Aristoteles, Meteorologica, 2, II 2; 3 (auctor 384BC-322BC)
Δόξειε γάρ ἂν εὔλογον εἶναι, καθάπερ καί τῶν ἄλλων στοιχείων ἐστίν ἠθροισμένος ὄγκος καί ἀρχή διά τό πλῆθος, ὅθεν μεταβάλλει τε μεριζόμενον καί μίγνυται τοῖς ἄλλοις, οἷον πυρός μέν ἐν τοῖς ἄνω τόποις, ἀέρος δέ πλῆθος τό μετά τόν τοῦ πυρός τόπον, γῆς δέ σῶμα περί ὃ ταῦτα πάντα κεῖται φανερῶς.
125Aristoteles, Meteorologica, 2, II 2; 10 (auctor 384BC-322BC)
Τοῦ γάρ ὕδατος περί τήν γῆν περιτεταμένου, καθάπερ περί τοῦτο ἡ τοῦ ἀέρος σφαῖρα καί περί ταύτην ἡ λεγομένη πυρός (τοῦτο γάρ ἐστι πάντων ἔσχατον, εἴθ’ ὡς οἱ πλεῖστοι λέγουσιν εἴθ’ ὡς ἡμεῖς), φερομένου δέ τοῦ ἡλίου τοῦτον τόν τρόπον, καί διά ταῦτα τῆς μεταβολῆς καί γενέσεώς τε καί φθορᾶς οὔσης, τό μέν λεπτότατόν τε καί γλυκύτατον ἀνάγεται καθ’ ἑκάστην ἡμέραν καί φέρεται διακρινόμενον καί ἀτμίζον εἰς τόν ἄνω τόπον, ἐκεῖ δέ πάλιν συστάν διά τήν ψύξιν κάτω φέρεται πάλιν πρός τήν γῆν.
126Aristoteles, Meteorologica, 2, II 2; 15 (auctor 384BC-322BC)
Ἔτι δ’ ἡ ὑπό τοῦ ἡλίου ἀναγωγή τοῦ ὑγροῦ ὁμοία τοῖς θερμαινομένοις ὕδασίν ἐστιν ὑπό πυρός· εἰ οὖν μηδέ τό ὑποκαόμενον τρέφεται πῦρ, οὐδέ τόν ἥλιον εἰκός ἦν ὑπολαβεῖν, οὐδ’ εἰ πᾶν θερμαίνων ἐξατμίσειε τό ὕδωρ.
127Aristoteles, Meteorologica, 2, II 3; 61 (auctor 384BC-322BC)
Ὅσα δ’ ἐστί ἁλμυρά ῥεύματα ποταμῶν ἢ κρηνῶν, τά πλεῖστα θερμά ποτε εἶναι δεῖ νομίζειν, εἶτα τήν μέν ἀρχήν ἀπεσβέσθαι τοῦ πυρός, δι’ ἧς δέ διηθοῦνται γῆς, ἔτι μένειν οὖσαν οἷον κονίαν καί τέφραν.
128Aristoteles, Meteorologica, 2, II 3; 62 (auctor 384BC-322BC)
Εἰσί δέ πολλαχοῦ καί κρῆναι καί ῥεύματα ποταμῶν παντοδαπούς ἔχοντα χυμούς, ὧν πάντων αἰτιατέον τήν ἐνοῦσαν· ἢ ἐγγινομένην δύναμιν πυρός· καομένη γάρ ἡ γῆ τῷ μᾶλλον καί ἧττον παντοδαπάς λαμβάνει μορφάς καί χρόας χυμῶν· στυπτηρίας γάρ καί κονίας καί τῶν ἄλλων τῶν τοιούτων γίνεται πλήρης δυνάμεων, δι’ ὧν τά ἠθούμενα ὕδατα ὄντα γλυκέα μεταβάλλει, καί τά μέν ὀξέα γίγνεται, καθάπερ ἐν τῇ Σικανικῇ τῆς Σικελίας· ἐκεῖ γάρ ὀξάλμη γίνεται, καί χρῶνται καθάπερ ὄξει πρός ἔνια τῶν ἐδεσμάτων αὐτῷ.
129Aristoteles, Meteorologica, 2, II 8; 2 (auctor 384BC-322BC)
Ὑπάρχει γάρ ἡ γῆ καθ’ αὑτήν μέν ξηρά, διά δέ τούς ὄμβρους ἔχουσα ἐν αὑτῇ νοτίδα πολλήν, ὥσθ’ ὐπό τε τοῦ ἡλίου καί τοῦ ἐν αὐτῇ πυρός θερμαινομένης πολύ μέν ἔξω πολύ δ’ ἐντός γίνεσθαι τό πνεῦμα· καί τοῦτο ὁτέ μέν συνεχές ἔξω ῥεῖ πᾶν, ὁτέ δ’ εἴσω πᾶν, ἐνίοτε δέ καί μερίζεται.
130Aristoteles, Meteorologica, 2, II 8; 24 (auctor 384BC-322BC)
Καί γάρ δή τοῦ γιγνομένου πυρός ἐν τῇ γῇ ταύτην οἰητέον εἶναι τήν αἰτίαν, ὅταν κοπτόμενον ἐκπρησθῇ πρῶτον εἰς μικρά κερματισθέντος τοῦ ἀέρος.
131Aristoteles, Meteorologica, 2, II 9; 13 (auctor 384BC-322BC)
Τήν μέν οὖν διάλαμψιν ἀστραπήν εἶναι τούτου τοῦ πυρός, τόν δέ ψόφον ἐναποσβεννυμένου καί τήν σίξιν βροντήν, ὡς καθάπερ φαίνεται καί γιγνόμενον, οὕτω καί πρότερον τήν ἀστραπήν οὖσαν τῆς βροντῆς.
132Aristoteles, Meteorologica, 2, II 9; 14 (auctor 384BC-322BC)
Ἄλογος δέ καί ἡ τοῦ πυρός ἐμπερίληψις, ἀμφοτέρως μέν, μᾶλλον δ’ ἡ κατάσπασις τοῦ ἄνωθεν αἰθέρος.
133Aristoteles, Meteorologica, 2, II 9; 20 (auctor 384BC-322BC)
Τήν τε ἐναπόληψιν τί ἂν ἀλλοιότερον λέγοι τις ἢ καθάπερ ἐν τοῖς πυκνοτέροις; Καί γάρ τό ὕδωρ ὑπό τοῦ ἡλίου καί τοῦ πυρός γίνεται θερμόν· ἀλλ’ ὅμως ὅταν πάλιν συνίῃ καί ψύχηται τό ὕδωρ πηγνύμενον, οὐδεμίαν συμβαίνει γίνεσθαι τοιαύτην ἔκπτωσιν οἵαν ἐκεῖνοι λέγουσιν.
134Aristoteles, Meteorologica, 2, II 9; 21 (auctor 384BC-322BC)
Καίτοι γ’ ἐχρῆν κατά λόγον τοῦ μεγέθους τήν ζέσιν ποιεῖν τό ἐγγινόμενον πνεῦμα ὑπό τοῦ πυρός, ἣν οὔτε δυνατόν ἐνυπάρχειν πρότερον, οὔτ’ ἐκεῖνοι τόν ψόφον ζέσιν ποιοῦσιν ἀλλά σίξιν· ἔστι δέ καί ἡ σίξις μικρά ζέσις· ᾗ γάρ τό προσπῖπτον κρατεῖ σβεννύμενον, ταύτῃ ζέον ποιεῖ τόν ψόφον.
135Aristoteles, Meteorologica, 2, II 9; 25 (auctor 384BC-322BC)
Τά μέν οὖν λεγόμενα περί βροντῆς καί ἀστραπῆς παρά τῶν ἄλλων ταῦτ’ ἐστί, τῶν μέν ὅτι ἀνάκλασις ἡ ἀστραπή, τῶν δ’ ὅτι πυρός μέν ἡ ἀστραπή διάλαμψις, ἡ δέ βροντή σβέσις, οὐκ ἐγγινομένου παρ’ ἕκαστον πάθος τοῦ πυρός ἀλλ’ ἐνυπάρχοντος.
136Aristoteles, Meteorologica, 4, IV 1; 13 (auctor 384BC-322BC)
Διό καί σήπεται πάντα τἆλλα πλήν πυρός· καί γάρ γῆ καί ὕδωρ καί ἀήρ σήπεται· πάντα γάρ ὕλη τῷ πυρί ἐστι ταῦτα.
137Aristoteles, Meteorologica, 4, IV 3; 19 (auctor 384BC-322BC)
Ἡ δε πέψις γίνεται ἀπό τοῦ ἐν τῷ ὑγρῷ πυρός· τό γάρ ἐπί τῶν τηγάνων ὀπτᾶται· ὑπό γάρ τοῦ ἔξωθεν θερμοῦ πάσχει, ἐν ᾧ δ’ ἐσσίν ὑγρῷ, ποιεῖ ἐκεῖνο μᾶλλον ξηρόν, εἰς αὑτό ἀναλαμβάνον.
138Aristoteles, Meteorologica, 4, IV 3; 24 (auctor 384BC-322BC)
Καί τά ὑγρά δέ ἕψεσθαι λέγομεν, οἷον γάλα καί γλεῦκος, ὅταν ὁ ἐν τῷ ὑγρῷ χυμός εἰς εἶδός τι μεταβάλλῃ ὑπό τοῦ κύκλῳ καί ἔξωθεν πυρός θερμαίνοντος, ὥστε τρόπον τινά παραπλήσιον τῇ εἰρημένῃ ἑψήσει ποιεῖ.
139Aristoteles, Meteorologica, 4, IV 3; 33 (auctor 384BC-322BC)
Διά τοῦτο κἂν ἕψων τις ποιῇ μεταβάλλειν καί πέττεσθαι, μή ὑπό τῆς τοῦ ὑγροῦ θερμότητος ἀλλ’ ὑπό τῆς τοῦ πυρός, ὅταν τελεσθῇ, ὀπτόν γίνεται καί οὐχ ἑφθόν, καί τῇ ὑπερβολῇ προσκεκαῦσθαι λέγεται· ὑπό ξηρᾶς δέ θερμότητος γίνεται, ὅταν ξηρότερον γίγνηται ἐπιτελεσθέν.
140Aristoteles, Meteorologica, 4, IV 3; 36 (auctor 384BC-322BC)
Ἀεί γάρ τά ἐγγύτερον τοῦ πυρός ξηραίνεται θᾶττον, ὥστε καί μᾶλλον.
141Aristoteles, Meteorologica, 4, IV 3; 42 (auctor 384BC-322BC)
Εἴη δ’ ἂν ὅμοιον, εἰ γένοιτο στάτευσις ἀλλά μή ὄπτησις δι’ ἔνδειαν θερμότητος, ἣ συμβαίη ἂν ἢ δι’ ὀλιγότητα τοῦ ἔξω πυρός ἢ διά τό πλῆθος τοῦ ἐν τῷ ὀπτωμένῳ ὕδατος· τότε γάρ πλείων μέν ἐστιν ἢ ὥστε μή κινῆσαι, ἐλάττων δ’ ἢ ὥστε πέψαι.
142Aristoteles, Meteorologica, 4, IV 6; 4 (auctor 384BC-322BC)
Διό καί λύεται τοῖς ἐναντίοις, ὅσα λύεται τῶν ὑπό θερμοῦ παγέντων ἢ ὑπό ψυχροῦ· τά μέν γάρ ὑπό ξηροῦ θερμοῦ παγέντα ὑπό ὕδατος λύεται, ὅ ἐστιν ὑγρόν ψυχρόν, τά δέ ὑπό ψυχροῦ παγέντα ὑπό πυρός λύεται, ὅ ἐστι θερμόν.
143Aristoteles, Meteorologica, 4, IV 6; 6 (auctor 384BC-322BC)
Ὅσα μέν οὖν ἐστίν ὕδατος, οὐ πήγνυται ὑπό πυρός.
144Aristoteles, Meteorologica, 4, IV 6; 7 (auctor 384BC-322BC)
Λύεται γάρ ὑπό πυρός, τό δ’ αὐτό τῷ αὐτῷ κατά ταὐτό οὐκ ἔστιν αἴτιον τοῦ ἐναντίου.
145Aristoteles, Meteorologica, 4, IV 6; 10 (auctor 384BC-322BC)
Ὅσα δέ κοινά γῆς καί ὕδατος, καί ὑπό πυρός πήγνυται καί ὑπό τοῦ ψυχροῦ, παχύνεται δ’ ὑπ’ ἀμφοῖν ἔστι μέν ὡς τόν αὐτόν τρόπον, ἔστι δ’ ὡς ἄλλως, ὑπό μέν θερμοῦ τό ὑγρόν ἐξάγοντος (ἐξατμίζοντος γάρ τοῦ ὑγροῦ παχύνεται τό ξηρόν καί συνίσταται), ὑπό δέ τοῦ ψυχροῦ τό θερμόν ἐκθλίβοντος, μεθ’ οὗ τό ὑγρόν συναπέρχεται συνεξατμίζον.
146Aristoteles, Meteorologica, 4, IV 6; 22 (auctor 384BC-322BC)
Κέραμος μέν οὖν καί λίθων ἐνίων γένη, ὅσοι ὑπό πυρός τῆς γῆς συγκαυθείσης γίγνονται, οἷον οἱ μυλίαι, ἄλυτα, νίτρον δέ καί ἅλες λυτά ὑγρῷ, οὐ παντί δέ ἀλλά ψυχρῷ.
147Aristoteles, Meteorologica, 4, IV 7; 1 (auctor 384BC-322BC)
Παχύνεται μέν οὖν ὑπό πυρός μόνον, ὅσα ὕδατος πλεῖον ἔχει ἢ γῆς, πήγνυται δέ, ὅσα γῆς.
148Aristoteles, Meteorologica, 4, IV 7; 4 (auctor 384BC-322BC)
Εἰ μέν γάρ ὕδατος ἔχει πλέον, ἔδει πήγνυσθαι ὑπό ψυχροῦ ὡς οἱ πάγοι, εἰ δέ γῆς πλεῖον, ὑπό πυρός ὡς ὁ κέραμος· νῦν δέ πήγνυται μέν ὑπ’ οὐδετέρου, παχύνεται δ’ ὑπ’ ἀμφοῖν.
149Aristoteles, Meteorologica, 4, IV 7; 8 (auctor 384BC-322BC)
Ὑπό δέ πυρός καί χρόνου παχύνεται καί λευκαίνεται, λευκαίνεται μέν ἐξατμίζοντος εἴ τι ἐνῆν ὕδατος, παχύνεται δέ διά τό μαραινομένου τοῦ θερμοῦ ἐκ τοῦ ἀέρος γίγνεσθαι ὕδωρ.
150Aristoteles, Meteorologica, 4, IV 7; 11 (auctor 384BC-322BC)
Οὐ ξηραίνεται δέ τό ὕδωρ οὐδ’ ἐξέψεται ὑπό πυρός, ὅτι οὐκ ἀτμίζει διά γλισχρότητα.
151Aristoteles, Meteorologica, 4, IV 7; 18 (auctor 384BC-322BC)
Ὅσα μέν οὖν μή παχύνεται ὑπό τοῦ ψυχροῦ ἀλλά πήγνυται, ὕδατός ἐστι μᾶλλον, οἷον οἶνος καί οὖρον καί ὄξος καί κονία καί ὀρρός· ὅσα δέ παχύνεται μή ἐξατμίζοντα ὑπό πυρός, τά μέν γῆς, τά δέ κοινά ὕδατος καί ἀέρος, μέλι μέν γῆς, ἔλαιον δ’ ἀέρος.
152Aristoteles, Meteorologica, 4, IV 7; 21 (auctor 384BC-322BC)
Διό ἐάν μή χωρισθῇ ὁ ὀρρός, ἐκκάεται ὑπό τοῦ πυρός ἑψόμενος.
153Aristoteles, Meteorologica, 4, IV 9; 44 (auctor 384BC-322BC)
Ἔστι δέ καυστά ὅσα ἔχει πόρους δεκτικούς πυρός καί ὑγρότητα ἐν τοῖς κατ’ εὐθυωρίαν πόροις ἀσθενεστέραν πυρός.
154Aristoteles, Meteorologica, 4, IV 9; 60 (auctor 384BC-322BC)
Πάσχει δέ τοῦτο πάντα ὅσα πήγνυται ἢ ὑπό θερμοῦ ἢ ὑπ’ ἀμφοῖν, ψυχροῦ καί θερμοῦ· ταῦτα γάρ φαίνεται κρατούμενα ὑπό τοῦ πυρός.
155Aristoteles, Meteorologica, 4, IV 10; 17 (auctor 384BC-322BC)
Καί τά μέν ἄτηκτα καί ἀμάλακτα, οἷον τό ἤλεκτρον ἢ λίθοι ἔνιοι, ὥσπερ οἱ πῶροι οἱ ἐν τοῖς σπηλαίοις· καί γάρ οὗτοι ὁμοίως γίγνονται τούτοις, καί οὐχ ὡς ὑπό πυρός ἀλλ’ ὡς ὑπό τοῦ ψυχροῦ διεξιόντος τοῦ θερμοῦ, συνεξέρχεται τό ὑγρόν ὑπό τοῦ ἐξ αὐτοῦ ἐξιόντος θερμοῦ· ἐν δέ τοῖς ἑτέροις ὑπό τοῦ ἔξωθεν πυρός.
156Aristoteles, Meteorologica, 4, IV 10; 20 (auctor 384BC-322BC)
Ἐπεί οὖν τηκτά γε θετέον, καί ὅσα τήκεται ὑπό πυρός, ταῦτ’ ἐστίν ὑδατωδέστερα, ἔνια δέ καί κοινά, οἷον κηρός· ὅσα δέ ὑπό ὕδατος, ταῦτα δέ γῆς· ὅσα δέ μηδ’ ὑφ’ ἑτέρου, ταῦτα ἢ γῆς ἢ ἀμφοῖν.
157Aristoteles, Meteorologica, 4, IV 10; 21 (auctor 384BC-322BC)
Εἰ οὖν ἅπαντα μέν ἢ ὑγρά ἢ πεπηγότα, τούτων δέ τά ἐν τοῖς εἰρημένοις πάθεσι, καί οὐκ ἔστι μεταξύ, ἅπαντ’ ἂν εἴη εἰρημένα οἷς διαγνωσόμεθα πότερον γῆς ἢ ὕδατος ἢ πλειόνων κοινόν, καί πότερον ὑπό πυρός συνέστηκεν ἢ ψυχροῦ ἢ ἀμφοῖν.
158Aristoteles, Meteorologica, 4, IV 12; 7 (auctor 384BC-322BC)
Ἔτι δ’ ἐπί πυρός καί ὕδατος γῆς ἧττον· τό γάρ οὗ ἕνεκα ἥκιστα ἐνταῦθα δῆλον ὅπου πλεῖστον τῆς ὕλης· ὥσπερ γάρ εἰ τά ἔσχατα ληφθείη, ἡ μέν ὕλη οὐθέν ἄλλο παρ’ αὐτήν, ἡ δ’ οὐσία οὐθέν ἄλλο ἢ ὁ λόγος, τά δέ μεταξύ ἀνάλογον τῷ ἐγγύς εἶναι ἕκαστον, ἐπεί καί τούτων ὁτιοῦν ἐστίν ἕνεκά του, καί οὐ πάντως ἔχον ὕδωρ ἢ πῦρ, ὥσπερ οὐδέ σάρξ οὐδέ σπλάγχνον.
159Aristoteles, Physica, 1, 4; 2 (auctor 384BC-322BC)
οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ [ὂν] σῶμα τὸ ὑποκείμενον, ἢ τῶν τριῶν τι ἢ ἄλλο ὅ ἐστι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, τἆλλα γεννῶσι πυκνότητι καὶ μανότητι πολλὰ ποιοῦντες (ταῦτα δ' ἐστὶν ἐναντία, καθόλου δ' ὑπεροχὴ καὶ ἔλλειψις, ὥσπερ τὸ μέγα φησὶ Πλάτων καὶ τὸ μικρόν, πλὴν ὅτι ὁ μὲν ταῦτα ποιεῖ ὕλην τὸ δὲ ἓν τὸ εἶδος, οἱ δὲ τὸ μὲν ἓν τὸ ὑποκείμενον ὕλην, τὰ δ' ἐναντία διαφορὰς καὶ εἴδη)· οἱ δ' ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκ κρίνεσθαι, ὥσπερ Ἀναξίμανδρός φησι, καὶ ὅσοι δ' ἓν καὶ πολλά φασιν εἶναι, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας· ἐκ τοῦ μίγματος γὰρ καὶ οὗτοι ἐκκρίνουσι τἆλλα.
160Aristoteles, Physica, 3, 5; 23 (auctor 384BC-322BC)
πέφυκε γὰρ πᾶν τὸ αἰσθητόν που εἶναι, καὶ ἔστιν τόπος τις ἑκάστου, καὶ ὁ αὐτὸς τοῦ μορίου καὶ παντός, οἷον ὅλης τε τῆς γῆς καὶ βώλου μιᾶς, καὶ πυρὸς καὶ σπινθῆρος.
161Aristoteles, Physica, 3, 5; 32 (auctor 384BC-322BC)
ἅμα δὲ δῆλον ὅτι κἂν ὁτιοῦν μέρος δέοι μένειν· ὡς γὰρ τὸ ἄπειρον ἐν ἑαυτῷ μένει στηρίζον, οὕτως κἂν ὁτιοῦν ληφθῇ μέρος ἐν ἑαυτῷ μενεῖ· τοῦ γὰρ ὅλου καὶ τοῦ μέρους ὁμοειδεῖς οἱ τόποι, οἷον ὅλης γῆς καὶ βώλου κάτω καὶ παντὸς πυρὸς καὶ σπινθῆρος ἄνω.
162Aristoteles, Physica, 4, 1; 6 (auctor 384BC-322BC)
ἔτι δὲ αἱ φοραὶ τῶν φυσικῶν σωμάτων καὶ ἁπλῶν, οἷον πυρὸς καὶ γῆς καὶ τῶν τοιούτων, οὐ μόνον δηλοῦσιν ὅτι ἐστί τι ὁ τόπος, ἀλλ' ὅτι καὶ ἔχει τινὰ δύναμιν.
163Aristoteles, Physica, 4, 9; 15 (auctor 384BC-322BC)
[ἔτι ὥσπερ ἡ τοῦ κύκλου περιφέρεια συναγομένη εἰς ἔλαττον οὐκ ἄλλο τι λαμβάνει τὸ κοῖλον, ἀλλ' ὃ ἦν συνήχθη, καὶ τοῦ πυρὸς ὅ τι ἄν τις λάβῃ πᾶν ἔσται θερμόν, οὕτω καὶ τὸ πᾶν συναγωγὴ καὶ διαστολὴ τῆς αὐτῆς ὕλης.] δύο γὰρ ἔστιν ἐφ' ἑκατέρου, τοῦ τε πυκνοῦ καὶ τοῦ μανοῦ· τό τε γὰρ βαρὺ καὶ τὸ σκληρὸν πυκνὰ δοκεῖ εἶναι, καὶ τἀναντία μανὰ τό τε κοῦφον καὶ τὸ μαλακόν· διαφωνεῖ δὲ τὸ βαρὺ καὶ τὸ σκληρὸν ἐπὶ μολίβδου καὶ σιδήρου.
164Aristoteles, Physica, 5, 4; 29 (auctor 384BC-322BC)
ὥστε οὐδὲ βαρύτης καὶ κουφότης ἡ εἰς τὸ αὐτό, οἷον γῆς πρὸς αὑτὴν ἢ πυρὸς πρὸς αὑτό.
165Aristoteles, Physica, 5, 6; 30 (auctor 384BC-322BC)
[ἀπορήσειε δ' ἄν τις καὶ περὶ τοῦ ἵστασθαι, εἰ καὶ ὅσαι παρὰ φύσιν κινήσεις, ταύταις ἔστιν ἠρεμία ἀντικειμένη. εἰ μὲν οὖν μὴ ἔσται, ἄτοπον· μένει γάρ, βίᾳ δέ. ὥστε ἠρεμοῦν τι ἔσται οὐκ ἀεὶ ἄνευ τοῦ γενέσθαι. ἀλλὰ δῆλον ὅτι ἔσται· ὥσπερ γὰρ κινεῖται παρὰ φύσιν, καὶ ἠρεμοίη ἄν τι παρὰ φύσιν. ἐπεὶ δ' ἔστιν ἐνίοις κίνησις κατὰ φύσιν καὶ παρὰ φύσιν, οἷον πυρὶ ἡ ἄνω κατὰ φύσιν ἡ δὲ κάτω παρὰ φύσιν, πότερον αὕτη ἐναντία ἢ ἡ τῆς γῆς; αὕτη γὰρ φέρεται κατὰ φύσιν κάτω. ἢ δῆλον ὅτι ἄμφω, ἀλλ' οὐχ ὡσαύτως, ἀλλ' ἡ μὲν κατὰ φύσιν ὡς κατὰ φύσιν οὔσης τῆς αὐτοῦ· ἡ δ' ἄνω τοῦ πυρὸς τῇ κάτω, ὡς ἡ κατὰ φύσιν οὖσα τῇ παρὰ φύσιν οὔσῃ. ὁμοίως δὲ καὶ ταῖς μοναῖς. ἴσως δ' ἠρεμίᾳ κίνησίς πῃ ἀντίκειται.]
166Aristoteles, Problemata, 1, 58; 1 (auctor 384BC-322BC)
Εἰσὶ δὲ νόσοι αἱ μὲν ἀπὸ πυρός, αἱ δὲ ἀπὸ νοτίδος.
167Aristoteles, Problemata, 1, 58; 2 (auctor 384BC-322BC)
Ἰατρεύονται δὲ αἱ μὲν ἀπὸ πυρὸς νόσοι νοτίδι, αἱ δὲ ἀπὸ νοτίδος πυρί· νοτίδα γὰρ ξηραίνει.
168Aristoteles, Problemata, 2, 11 (auctor 384BC-322BC)
11. Διὰ τί οὔτ´ ἀθρόου ὄντος τοῦ πυρὸς μᾶλλον ἱδροῦσιν, οὔτ´ ἐλάττονος ἀεί, ἀλλὰ πλείονος ἐπεισφερομένου; Οἱ γὰρ ἐν τοῖς πυριατηρίοις ἱδροῦσι μᾶλλον ἢ εὐθὺς εἰ εἴη τοσοῦτον.
169Aristoteles, Problemata, 2, 32 (auctor 384BC-322BC)
32. Διὰ τί ἐν τοῖς πυριατηρίοις οὔτε ἀθρόου τοῦ πυρὸς ὄντος μᾶλλον ἱδροῦσιν, οὔτ´ ἐλάττονος ἀεὶ γινομένου, ἀλλὰ πλείονος;
170Aristoteles, Problemata, 3, 23; 4 (auctor 384BC-322BC)
Ὥσπερ οὖν ὑπὸ τοῦ πολλοῦ πυρὸς καὶ ἡλίου τὸ ὀλίγον πῦρ ἀποσβέννυται, οὕτως ἡ ἐν τοῖς σώμασι θερμότης ὑπὸ τῆς ἐν τῷ οἴνῳ, ἐὰν ὑπερβάλλῃ.
171Aristoteles, Problemata, 4, 15; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι ἐν ὕδατι οὐθὲν τήκεται, ὅσα ὑπὸ πυρὸς τήκεται, οἷον μόλιβδος ἢ κηρός· ἡ δὲ γονὴ τηκομένη φαίνεται πυρί· πρὶν μὲν γὰρ ἡ τρῖψις ἐκθερμάνῃ, οὐ τήκεται.
172Aristoteles, Problemata, 4, 29; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι οἱ μὲν ἄνδρες θερμοὶ μᾶλλον καὶ ξηροὶ τὰς φύσεις, αἱ δὲ γυναῖκες ὑγραὶ καὶ κατεψυγμέναι; τοῖς μὲν οὖν τὸ ὑγρὸν καὶ τὸ θερμὸν αὔταρκες πρὸς τὴν ὁρμὴν τοῦ χειμῶνος (ἡ δὲ τοῦ σπέρματος γένεσις ἐκ τούτων), ταῖς δὲ τὸ θερμὸν ἔλαττον καὶ τὸ ὑγρόν ἐστι πεπηγὸς διὰ τὴν ἔνδειαν τοῦ πυρός· τοῦτο δὲ θέρους.
173Aristoteles, Problemata, 8, 1; 1 (auctor 384BC-322BC)
Ἢ διότι τὸ αἷμα πήγνυται διὰ τὸ ψῦχος, πηγνύμενον δὲ μελαίνεται διὰ τὴν ἀπουσίαν τοῦ θερμοῦ; τὸ δὲ λευκὸν τοῦ πυρός.
174Aristoteles, Problemata, 8, 20; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι ἡ ὀργὴ τῇ δειλίᾳ ἐναντίον καὶ ὁ θυμός; ἔστι δὲ ἡ μὲν ὀργὴ ἀπὸ τοῦ πυρός· πολὺ γὰρ τὸ πῦρ κατέχοντες εἴσω χλιαίνονται.
175Aristoteles, Problemata, 12; 24 (auctor 384BC-322BC)
Διὰ τί δριμύτερον ὄζει τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός, καὶ μᾶλλον καὶ πλείω χρόνον τὴν αὑτῶν ὀσμὴν ἔχει ἐπὶ τῆς τέφρας θυμιώμενα; ἢ ὅτι ἀπεπτοτέρα ἐστὶν ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων.
176Aristoteles, Problemata, 12; 29 (auctor 384BC-322BC)
Πότερον αἱ ὀσμαὶ καπνὸς ἢ ἀὴρ ἢ ἀτμίς; διαφέρει γάρ, ᾗ τὸ μὲν ὑπὸ τοῦ πυρός, τὸ δὲ καὶ ἄνευ τούτου γίνεται.
177Aristoteles, Problemata, 12; 31 (auctor 384BC-322BC)
Διὰ τί δριμύτερον ὄζει μᾶλλον τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός; ἢ διότι ἀπεπτοτέρα ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων; πολὺ οὖν καὶ τοῦ γεώδους συναναθυμιᾶται καὶ γίνεται καπνός· τὸ δὲ πῦρ φθάνει ἐκκαῖον τὸ γεῶδες αὐτῶν, ὥστε ἡ ὀσμὴ καθαρωτέρα καὶ εἰλικρινὴς ἀφικνεῖται ἄνευ τοῦ καπνοῦ.
178Aristoteles, Problemata, 21; 19 (auctor 384BC-322BC)
Διὰ τί ἡ μὲν μᾶζα ὅσῳ ἂν μᾶλλον τριφθῇ, δυςδιαχωρητοτέρα γίνεται, ὁ δὲ ἄρτος εὐδιαχωρητότερος; ἢ διὰ τὸ τριφθῆναι σφόδρα τὸ σταῖς μικρότερον γίνεται; τὸ δὲ γλίσχρον τοιοῦτόν ἐστιν, ὑπὸ δὲ τοῦ πυρὸς πάντοθεν ἐξῄρηται τὸ ὑγρὸν τοῦ ἄρτου, ὥστε ψαθυρώτερον γίνεται τοῦ ὑγροῦ ἐξαιρεθέντος ὅλως, ὅσῳ ἂν μᾶλλον τριφθῇ, διὰ τὸ ἐν τῇ τρίψει μικρομερέστερον γεγονέναι· τὸ δὲ ψαθυρὸν εὐπεπτότερόν ἐστιν.
179Aristoteles, Problemata, 21; 24 (auctor 384BC-322BC)
Διὰ τί τοῦ μέλιτος κολλητικωτέρου ὄντος ἢ τοῦ ὕδατος, τὸ τῷ μελικράτῳ φυραθὲν ἄλευρον ψαθυρώτερον γίνεται, ὅταν ἑψηθῇ ἢ ὀπτηθῇ, ἢ τὸ τῷ ὕδατι; ἢ διότι τὸ μὲν ὑπὸ τοῦ πυρὸς πήγνυται καὶ συνίσταται, τὸ ὕδωρ, τὸ δὲ μέλι συνιστᾷ μὲν ἀλλ' ἐπιξηραίνει, διὸ μᾶλλον ψαθυρὸν ποιεῖ· ἡ γὰρ ψαθυρότης ὑπὸ ξηρασίας γίνεται.
180Aristoteles, Problemata, 21; 25 (auctor 384BC-322BC)
Διὰ τί οἱ δίπυροι ἄρτοι ψυχθέντες οὐ γίνονται σκληροί; ἢ ὅτι ἔχει τινὰ ἐν αὑτῷ ὁ πυρὸς γλυκὺν καὶ γλίσχρον χυμόν, ὅς ἐστιν αὐτοῦ καθάπερ ψυχή; σημεῖον δέ· ξηραινόμενος μὲν γὰρ ὅλως κενοῦται, νοτιῶν δὲ ἐκφύεται.
181Aristoteles, Problemata, 21; 30 (auctor 384BC-322BC)
ὑγρότατον οὖν τοῦτο, καὶ διὰ πυρὸς πάσχει ἄρτος διὰ τὰ εἰρημένα· ἔχων δὲ ἀεὶ ὑγρότητα οὐ γίνεται σκληρός.
182Aristoteles, Problemata, 21; 68 (auctor 384BC-322BC)
Διὰ τί οἱ περὶ τὴν τῶν σιτίων ἐργασίαν, οἱ μὲν περὶ τὰς κριθὰς ἄχροοι γίνονται καὶ καταρροϊκοί, οἱ δὲ περὶ τοὺς πυροὺς εὐεκτικοί; ἢ διότι εὐπεπτότερος ὁ πυρὸς τῆς κριθῆς, διόπερ καὶ αἱ ἀπόρροιαι; Διὰ τί ὁ ἄρτος, ἐὰν μέν τις αὐτὸν ὀπτᾷ, σκληρότερος γίνεται, ἐὰν δέ τις αὐτὸν χλιαίνῃ, ὑγρότερος ἄχρι τινός; ἢ ὅτι ὀπτωμένου αὐτοῦ τὸ ὑγρὸν ἐκπορεύεται; σκληρότερος οὖν γίνεται· ἐπιθερμαινομένου δὲ τὸ ὑγρὸν συσταθὲν διαχεῖται ὑπὸ τοῦ πυρός, διὸ ὑγρότεροι γίνονται.
183Aristoteles, Problemata, 22; 24 (auctor 384BC-322BC)
τὸ μὲν οὖν ὕδωρ διὰ τὴν ψυχρότητα σβεννύει τὴν ζέσιν, ὁ δὲ οἶνος διὰ τὴν θερμότητα ὡς ἐπὶ τὸ πολύ· ὥσπερ γὰρ πῦρ ἐνίοτε πυρός, ἐὰν ᾖ ἔλαττον, ἀφαιρεῖται τὴν ἰσχύν.
184Aristoteles, Problemata, 24; 11 (auctor 384BC-322BC)
Διὰ τί τῶν ἀγγείων οἱ πυθμένες θερμαινομένου τοῦ ὕδατος, ἕως ἂν ᾖ ψυχρὸν τὸ ὕδωρ, θερμότεροί εἰσιν; ἢ διότι ψυχροῦ μὲν ἔτι ὄντος τοῦ ὕδατος ἐγκατακλείεται τὸ θερμὸν καὶ ἀντιπεριίσταται εἴσω, κωλυόμενον ἐξιέναι, ὅταν δὲ διαθερμανθῇ τὸ ἐνὸν ὕδωρ, οὐκέτι ἀποστέγοντος ἀλλὰ διαπνέοντος καὶ ἐλάττονος γινομένου τοῦ πυρὸς ψυχρότερος γίνεται ὁ πυθμήν, ὁμοίως ὥσπερ καὶ τὰ βαλανεῖα· καὶ γὰρ ταῦτα τοῦ χειμῶνος θερμότερα ἢ τοῦ θέρους διὰ τὸ ἐγκατακλείεσθαι τὸ θερμὸν ἐν τῷ χειμῶνι μᾶλλον ἢ ἐν τῷ θέρει ὑπὸ τοῦ περιέχοντος ἀέρος ὄντος ψυχροῦ.
185Aristoteles, Problemata, 24; 25 (auctor 384BC-322BC)
διὸ καὶ τὸ ὕδωρ καὶ τὸ ψυχρὸν λουομένοις καὶ τὸ θερμὸν τὸ ὑπὸ τοῦ πυρὸς χρήσιμον· τὸ δὲ ὑπὸ τοῦ ἡλίου διὰ τὴν ἀσθένειαν τῆς θερμότητος οὐδέτερον τούτων ποιεῖ, ἀλλὰ ὑγραίνει ὥσπερ τὸ τῆς σελήνης φῶς.
186Aristoteles, Problemata, 25; 54 (auctor 384BC-322BC)
Διὰ τί ὕδωρ μὲν καὶ γῆ σήπεται, ἀὴρ δὲ καὶ πῦρ οὐ σήπεται; ἢ ὅτι θερμότατον γίνεται τὸ σηπόμενον ἅπαν, πυρὸς δὲ οὐθὲν θερμότερον; ἢ ὅτι ψυχθῆναι δεῖ πρότερον, τὸ δὲ πῦρ ἀεὶ θερμόν, ὁ δὲ ἀὴρ πυρὸς πλήρης.
187Aristoteles, Problemata, 30; 35 (auctor 384BC-322BC)
εἴρηται δὲ σαφέστερον περὶ τούτων ἐν τοῖς περὶ πυρός.
188Aristoteles, Problemata, 31; 81 (auctor 384BC-322BC)
Διὰ τί χεὶρ μὲν καὶ ποὺς διαφορὰν ἔχει πρὸς τὰ δεξιὰ τὰ ἀριστερά, ὄμμα δὲ καὶ ἀκοὴ οὔ; ἢ ὅτι τὰ στοιχεῖα τὰ εἰλικρινῆ ἀδιάφορα, ἐν δὲ τοῖς ἐκ τῶν στοιχείων ἡ διαφορά; αὗται δὲ αἱ αἰσθήσεις εἰσὶν ἐξ εἰλικρινῶν, ἡ μὲν ὄψις πυρός, ἡ δ' ἀκοὴ ἀέρος.
189Aristoteles, Problemata, 38; 20 (auctor 384BC-322BC)
Διὰ τί περὶ τὴν τῶν σιτίων ἐργασίαν, οἱ μὲν περὶ τὰς κριθὰς ἄχροοι γίνονται καὶ καταρροϊκοί, οἱ δὲ περὶ τοὺς πυροὺς εὐεκτικοί; ἢ διότι εὐπεπτότερος ὁ πυρὸς τῆς κριθῆς, ὥστε καὶ αἱ ἀπόρροιαι; Διὰ τί ὁ μὲν ἥλιος τὸ μὲν ἔλαιον λευκαίνει, τὴν δὲ σάρκα μελαίνει; ἢ ὅτι τοῦ μὲν ἐλαίου ἀπάγει τὸ γεῶδες; τοῦτο δὲ ἦν τὸ μέλαν, ὥσπερ τὸ γεῶδες τοῦ οἴνου.
190Aristoteles, Topica, 5, V 2; 5 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς πυρός ἴδιον εἶναι τό ὁμοιότατον ψυχῇ ἀγνωστοτέρῳ κέχρηται τοῦ πυρός τῇ ψυχῇ (μᾶλλον γάρ ἴσμεν τί ἐστι πῦρ ἢ ψυχή), οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρός τό ὁμοιότατον ψυχῇ.
191Aristoteles, Topica, 5, V 2; 9 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς πυρός ἴδιον τό ἐν ᾧ πρώτῳ ψυχή πέφυκεν εἶναι ἀγνωστοτέρῳ κέχρηται τοῦ πυρός τῷ εἰ ἐν τούτῳ ὑπάρχει ψυχή καί εἰ ἐν πρώτῳ ὑπάρχει, οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρός τό ἐν ᾧ πρώτῳ ψυχή πέφυκεν εἶναι.
192Aristoteles, Topica, 5, V 2; 18 (auctor 384BC-322BC)
Οἷον ἐπεί οὔτε τό σῶμα πολλά δηλοῖ οὔτε τό εὐκινητότατον εἰς τόν ἄνω τόπον οὔτε τό σύνολον τό ἐκ τούτων συντιθέμενον, εἴη ἂν καλῶς κείμενον κατά τοῦτο πυρός ἴδιον σῶμα τό εὐκινητότατον εἰς τόν ἄνω τόπον.
193Aristoteles, Topica, 5, V 2; 27 (auctor 384BC-322BC)
Ἔσται δέ συμπῖπτον τό πλεονάκις εἰπεῖν τό αὐτό κατά δύο τρόπους, καθ᾿ ἕνα μέν ὅταν ὀνομάσῃ πλεονάκις τό αὐτό, καθάπερ εἴ τις ἴδιον ἀποδοίη πυρός σῶμα τό λεπτότατον τῶν σωμάτων (οὗτος γάρ πλεονάκις εἴρηκε τό σῶμα), δεύτερον δ᾿ ἄν τις μεταλαμβάνῃ τούς λόγους ἀντί τῶν ὀνομάτων, καθάπερ εἴ τις ἀποδοίη γῆς ἴδιον οὐσία ἡ μάλιστα κατά φύσιν φερομένη τῶν σωμάτων εἰς τόν κάτω τόπον, ἔπειτα μεταλάβοι ἀντί τῶν σωμάτων τό οὐσιῶν τοιωνδί· ἓν γάρ καί ταὐτόν ἐστι σῶμα καί οὐσία τοιαδί.
194Aristoteles, Topica, 5, V 2; 38 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ἴδιον πυρός σῶμα τό λεπτότατον καί κουφότατον πλείω ἀποδέδωκεν ἴδια (ἑκάτερον γάρ κατά μόνου τοῦ πυρός ἀληθές ἐστιν εἰπεῖν), οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρός σῶμα τό λεπτότατον καί κουφότατον.
195Aristoteles, Topica, 5, V 5; 9 (auctor 384BC-322BC)
Ἅπαντες γάρ ἐπιχειροῦσιν ἀποδιδόναι τό ἴδιον ἢ τό φύσει ὑπάρχον, καθάπερ ἀνθρώπου τό δίπουν, ἢ τό ὑπάρχον, καθάπερ ἀνθρώπου τινός τό τέτταρας δακτύλους ἔχειν, ἢ εἴδει, καθάπερ πυρός τό λεπτομερέστατον, ἢ ἁπλῶς, καθάπερ ζῴου τό ζῆν, ἢ κατ᾿ ἄλλο, καθάπερ ψυχῆς τό φρόνιμον, ἢ ὡς τό πρῶτον, καθάπερ λογιστικοῦ τό φρόνιμον, ἢ ὡς τῷ ἔχειν, καθάπερ ἐπιστήμονος τό ἀμετάπειστον ὑπό λόγου (οὐδέν γάρ ἕτερον ἢ τῷ ἔχειν τι ἔσται ἀμετάπειστος ὑπό λόγου), ἢ τῷ ἔχεσθαι, καθάπερ ἐπιστήμης τό ἀμετάπειστον ὑπό λόγου, ἢ τῷ μετέχεσθαι, καθάπερ ζῴου τό αἰσθάνεσθαι (αἰσθάνεται μέν γάρ καί ἄλλο τι, οἷον ἄνθρωπος, ἀλλά μετέχον ἤδη τοῦτο αἰσθάνεται), ἢ τῷ μετέχειν, καθάπερ τοῦ τινός ζῴου τό ζῆν.
196Aristoteles, Topica, 5, V 5; 15 (auctor 384BC-322BC)
Μή διαστείλας δέ τό τῷ εἴδει, ὅτι ἑνί μόνῳ ὑπάρξει τῶν ὑπό τοῦτο ὄντων οὗ τό ἴδιον τίθησι· τό γάρ καθ᾿ ὑπερβολήν ἑνί μόνῳ ὑπάρχει, καθάπερ τοῦ πυρός τό κουφότατον.
197Aristoteles, Topica, 5, V 5; 17 (auctor 384BC-322BC)
Δεήσει γάρ ἓν εἶδος εἶναι τῶν λεχθέντων, ὅταν τό τῷ εἴδει προστεθῇ· τοῦτο δ᾿ ἐπ᾿ ἐνίων οὐ συμπίπτει, καθάπερ οὐδ᾿ ἐπί τοῦ πυρός.
198Aristoteles, Topica, 5, V 5; 18 (auctor 384BC-322BC)
Οὐ γάρ ἐστιν ἓν εἶδος τοῦ πυρός· ἕτερον γάρ ἐστι τῷ εἴδει ἄνθραξ καί φλόξ καί φῶς, ἕκαστον αὐτῶν πῦρ ὄν.
199Aristoteles, Topica, 5, V 5; 19 (auctor 384BC-322BC)
Διά τοῦτο δ᾿ οὐ δεῖ, ὅταν τῷ εἴδει προστεθῇ, ἕτερον εἶναι εἶδος τοῦ λεχθέντος, ὅτι τοῖς μέν μᾶλλον τοῖς δ᾿ ἧττον ὑπάρξει τό λεχθέν ἴδιον, καθάπερ ἐπί τοῦ πυρός τό λεπτομερέστατον· λεπτομερέστερον γάρ ἐστι τό φῶς τοῦ ἄνθρακος καί τῆς φλογός.
200Aristoteles, Topica, 5, V 5; 21 (auctor 384BC-322BC)
Ἔτι δέ πρός τούτοις ταὐτόν εἶναι συμβήσεται τό ἴδιον τοῦ τε ἁπλῶς καί τοῦ μάλιστα ὄντος ἐν τῷ ἁπλῶς τοιούτῳ, καθάπερ ἐπί τοῦ πυρός ἔχει τό λεπτομερέστατον· καί γάρ τοῦ φωτός ἔσται ταὐτό τοῦτο ἴδιον· λεπτομερέστατον γάρ ἐστι τό φῶς.
201Aristoteles, Topica, 5, V 8; 8 (auctor 384BC-322BC)
Οἷον ἐπεί τοῦ πυρός ἐστιν ἴδιον τό ἄνω φέρεσθαι κατά φύσιν, καί τοῦ μᾶλλον πυρός εἴη ἂν ἴδιον τό μᾶλλον ἄνω φέρεσθαι κατά φύσιν.
202Aristoteles, Topica, 5, V 9; 8 (auctor 384BC-322BC)
Οἷον εἴ τις ἀποδοίη τοῦ πυρός ἴδιον σῶμα τό κουφότατον· φθαρέντος γάρ τοῦ πυρός ἔσται τι τῶν σωμάτων ὃ κουφότατον ἔσται, ὥστ᾿ οὐκ αν εἴη τοῦ πυρός ἴδιον σῶμα τό κουφότατον.
203Aristoteles, Topica, 6, VI 14; 1 (auctor 384BC-322BC)
Πάλιν εἰ τήν τούτων σύνθεσιν εἴρηκε τό ὅλον, οἷον τῆς ψυχῆς καί τοῦ σώματος σύνθεσιν ζῷον, πρῶτον μέν σκοπεῖν εἰ μή εἴρηκε ποία σύνθεσις, καθάπερ εἰ σάρκα ὁριζόμενος ἢ ὀστοῦν τήν πυρός καί γῆς καί ἀέρος εἶπε σύνθεσιν.
204Auctores varii 005, Supplementum adnotationum, 5, 1364D
vs. 818: Χαλεπὸν δέ ἐστι θηρίον καὶ ἡ καλουμένη σαλαμάνδρα· ἀδικεῖται δ' οὖν ὑπὸ πυρὸς οὐδὲν, ἀλλὰ ἐν τούτῷ διαιτᾶται, καὶ μένει παρὰ τῷ πυρὶ, καὶ διέρχεται ἀβλαβῶς, καὶ τὸ δέρμα ἡ σαλαμάνδρα πᾶν κατάστικτον ἔχει.
205Aulus Gellius, Noctes Atticae, 17, 10, 9; 9 (auctor c.125–c.180)
Atque uti vosmet ipsos, inquit, eius quod dico arbitros faciam, carmen Pindari quod est super monte Aetna, quantulum est mihi memoriae, dicam: τᾶς ἐρεύγονται μέν ἀπλάτου πυρός ἁγνόταται ἐκ μυχῶν παγαί· ποταμοί δ' ἁμέροισιν μέν προχέοντι ῥόον καπνοῦ αἴθων'· ἀλλ' ἐν ὄρφναισιν πέτρας φοίνισσα κυλινδομένα φλόξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σύν πατάγῳ.
206Ausonius Burdigalensis, Opuscula, 227, 19a; 1 (auctor c.310-c.395)
19. Ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰϑομένοιο.
207Beda, Retractatio in Acta Apostolorum, 92, 0999B (auctor 672-735)
In Graeco enim πυρὸς habetur, non πῦρ.
208Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 16; 9
καὶ τὸ ἔνεδρον αὐτῇ ἐκάθητο ἐν τῷ ταμιείῳ· καὶ εἶπεν αὐτῷ Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων· καὶ διέσπασεν τὰς νευρέας, ὡς εἴ τις ἀποσπάσοι στρέμμα στιππύου ἐν τῷ ὀσφρανθῆναι αὐτὸ πυρός· καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ.
209Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 6
καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
210Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 11
καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην·
211Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 15
νῦν οὖν εἰ ἔχετε ἑτοίμως ἵνα, ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσητε τῇ εἰκόνι, ᾗ ἐποίησα· ἐὰν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ τίς ἐστιν θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;
212Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 17
ἔστιν γὰρ θεός, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς·
213Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 20
καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἶπεν πεδήσαντας τὸν Σεδραχ, Μισαχ καὶ Αβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
214Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 21
τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι καὶ ἐνδύμασιν αὐτῶν καὶ ἐβλήθησαν εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης.
215Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 23
καὶ οἱ τρεῖς οὗτοι Σεδραχ, Μισαχ καὶ Αβδεναγω ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πεπεδημένοι.
216Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 25
καὶ συστὰς Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπεν
217Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 49
ὁ δὲ ἄγγελος κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξεν τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου
218Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 88
εὐλογεῖτε, Ανανια, Αζαρια, Μισαηλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας, ὅτι ἐξείλατο ἡμᾶς ἐξ ᾅδου καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμᾶς καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καμίνου καιομένης φλογὸς καὶ ἐκ μέσου πυρὸς ἐρρύσατο ἡμᾶς.
219Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 91
Καὶ Ναβουχοδονοσορ ἤκουσεν ὑμνούντων αὐτῶν καὶ ἐθαύμασεν καὶ ἐξανέστη ἐν σπουδῇ καὶ εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ Οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ εἶπαν τῷ βασιλεῖ Ἀληθῶς, βασιλεῦ.
220Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 92
καὶ εἶπεν ὁ βασιλεύς Ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός, καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ.
221Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 93
τότε προσῆλθεν Ναβουχοδονοσορ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ εἶπεν Σεδραχ, Μισαχ, Αβδεναγω οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. καὶ ἐξῆλθον Σεδραχ, Μισαχ, Αβδεναγω ἐκ μέσου τοῦ πυρός.
222Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 94
καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσεν τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη, καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη, καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς.
223Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 9
ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκόν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον·
224Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 10
ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν.
225Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 11
ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός.
226Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 10; 6
καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσις, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου.
227Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 15; 17
ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων.
228Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 3; 2
ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς ἐκ τοῦ βάτου, καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο.
229Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 9; 32
ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπλήγη· ὄψιμα γὰρ ἦν.
230Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 13; 21
ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός·
231Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 13; 22
οὐκ ἐξέλιπεν ὁ στῦλος τῆς νεφέλης ἡμέρας καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον παντὸς τοῦ λαοῦ.
232Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 14; 24
ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψεν κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης καὶ συνετάραξεν τὴν παρεμβολὴν τῶν Αἰγυπτίων
233Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 1; 8
καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὰ διχοτομήματα καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου,
234Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 1; 12
καὶ διελοῦσιν αὐτὸ κατὰ μέλη καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ, καὶ ἐπιστοιβάσουσιν αὐτὰ οἱ ἱερεῖς ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ἐπὶ τοῦ θυσιαστηρίου.
235Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 1; 17
καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων καὶ οὐ διελεῖ, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός· κάρπωμά ἐστιν, θυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.
236Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 3; 5
καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ὁλοκαυτώματα ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς ἐπὶ τοῦ θυσιαστηρίου· κάρπωμα, ὀσμὴ εὐωδίας κυρίῳ.
237Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 13; 24
Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός, καὶ γένηται ἐν τῷ δέρματι αὐτοῦ τὸ ὑγιασθὲν τοῦ κατακαύματος αὐγάζον τηλαυγὲς λευκὸν ὑποπυρρίζον ἢ ἔκλευκον,
238Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 16; 12
καὶ λήμψεται τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου τοῦ ἀπέναντι κυρίου καὶ πλήσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος
239Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 21; 9
καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεῦσαι, τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ· ἐπὶ πυρὸς κατακαυθήσεται.
240Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 9; 15
Καὶ τῇ ἡμέρᾳ, ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί.
241Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 9; 16
οὕτως ἐγίνετο διὰ παντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς τὴν νύκτα.
242Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 14; 14
ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκηκόασιν ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ’ ὀφθαλμοὺς ὀπτάζῃ, κύριε, καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ’ αὐτῶν, καὶ ἐν στύλῳ νεφέλης σὺ πορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα.
243Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 31; 23
πᾶν πρᾶγμα, ὃ διελεύσεται ἐν πυρί, καὶ καθαρισθήσεται, ἀλλ’ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται· καὶ πάντα, ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός, διελεύσεται δι’ ὕδατος.
244Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 4; 12
καὶ ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρός· φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ’ ἢ φωνήν·
245Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 4; 15
καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τῇ ἡμέρᾳ, ᾗ ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν Χωρηβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός.
246Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 4; 33
εἰ ἀκήκοεν ἔθνος φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας·
247Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 4; 36
ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἔδειξέν σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα, καὶ τὰ ῥήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός.
248Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 5; 4
πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός
249Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 5; 5
κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀναγγεῖλαι ὑμῖν τὰ ῥήματα κυρίου, ὅτι ἐφοβήθητε ἀπὸ προσώπου τοῦ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος – λέγων
250Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 5; 22
Τὰ ῥήματα ταῦτα ἐλάλησεν κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη, καὶ οὐ προσέθηκεν· καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας καὶ ἔδωκέν μοι.
251Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 5; 23
καὶ ἐγένετο ὡς ἠκούσατε τὴν φωνὴν ἐκ μέσου τοῦ πυρὸς καὶ τὸ ὄρος ἐκαίετο πυρί, καὶ προσήλθετε πρός με, πάντες οἱ ἡγούμενοι τῶν φυλῶν ὑμῶν καὶ ἡ γερουσία ὑμῶν,
252Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 5; 24
καὶ ἐλέγετε Ἰδοὺ ἔδειξεν ἡμῖν κύριος ὁ θεὸς ἡμῶν τὴν δόξαν αὐτοῦ, καὶ τὴν φωνὴν αὐτοῦ ἠκούσαμεν ἐκ μέσου τοῦ πυρός· ἐν τῇ ἡμέρᾳ ταύτῃ εἴδομεν ὅτι λαλήσει ὁ θεὸς πρὸς ἄνθρωπον, καὶ ζήσεται.
253Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 5; 26
τίς γὰρ σάρξ, ἥτις ἤκουσεν φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρὸς ὡς ἡμεῖς καὶ ζήσεται;
254Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 10; 4
καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους, οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, καὶ ἔδωκεν αὐτὰς κύριος ἐμοί.
255Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 15; 14
καὶ αὐτὸς ἦλθεν ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν εἰς ἀπάντησιν αὐτοῦ καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ κατηύθυνεν ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ ἐγένοντο τὰ καλώδια τὰ ἐν τοῖς βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον, ἡνίκα ἂν ὀσφρανθῇ πυρός, καὶ διελύθησαν οἱ δεσμοὶ ἀπὸ τῶν βραχιόνων αὐτοῦ.
256Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 16; 9
καὶ τὸ ἔνεδρον αὐτοῦ ἐκάθητο ἐν τῷ ταμιείῳ· καὶ εἶπεν πρὸς αὐτόν Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων· καὶ διέρρηξεν τὰς νευράς, ὃν τρόπον διασπᾶται κλῶσμα τοῦ ἀποτινάγματος ἐν τῷ ὀσφρανθῆναι πυρός· καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ.
257Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 2; 28
καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων Ισραηλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου καὶ θυμιᾶν θυμίαμα καὶ αἴρειν εφουδ καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ισραηλ εἰς βρῶσιν·
258Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 22; 13
ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός.
259Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 2; 11
καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήμφθη Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν.
260Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 6; 17
καὶ προσεύξατο Ελισαιε καὶ εἶπεν Κύριε, διάνοιξον τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδεν, καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ελισαιε.
261Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 28; 3
καὶ ἔθυεν ἐν Γαιβενενομ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ,
262Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 6; 23
Ἔτους πρώτου βασιλεύοντος Κύρου· βασιλεὺς Κῦρος προσέταξεν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ οἰκοδομῆσαι, ὅπου ἐπιθύουσιν διὰ πυρὸς ἐνδελεχοῦς,
263Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 19; 12
καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδόν, ἐν ᾗ πορεύσονται ἐν αὐτῇ.
264Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 19; 19
καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ· τὸν στῦλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπ’ αὐτῶν ἡμέρας ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ καὶ τὸν στῦλον τοῦ πυρὸς τὴν νύκτα φωτίζειν αὐτοῖς τὴν ὁδόν, ἐν ᾗ πορεύσονται ἐν αὐτῇ.
265Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 41; 11
ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπτοῦνται ἐσχάραι πυρός·
266Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 17; 13
ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός.
267Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 20; 10
θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώ που σου· κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.
268Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 28; 7
φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός,
269Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 65; 12
ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
270Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 67; 3
ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ.
271Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 77; 14
καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός.
272Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 6; 28
ἢ περιπατήσει τις ἐπ’ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει;
273Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 25; 22
τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὁ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά.
274Biblia, Biblia graeca iuxta LXX interpretes, Ct, 8; 6
Θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· περίπτερα αὐτῆς περίπτερα πυρός, φλόγες αὐτῆς·
275Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 16; 19
ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δύναμιν φλέγει, ἵνα ἀδίκου γῆς γενήματα διαφθείρῃ.
276Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 16; 27
τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο,
277Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 17; 5
καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυεν φωτίζειν, οὔτε ἄστρων ἔκλαμπροι φλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα.
278Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 11; 32
ἀπὸ σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακιά, καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει.
279Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 21; 9
στιππύον συνηγμένον συναγωγὴ ἀνόμων, καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός.
280Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 22; 24
πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός· οὕτως πρὸ αἱμάτων λοιδορίαι.
281Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 28; 10
κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται, καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται· κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται, καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ.
282Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 36; 8
ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σῳζόμενος, καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν.
283Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 38; 28
οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἔργα σιδήρου· ἀτμὶς πυρὸς τήξει σάρκας αὐτοῦ, καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται· φωνῇ σφύρης κλινεῖ τὸ οὖς αὐτοῦ, καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ· καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας.
284Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 48; 9
ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων·
285Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 51; 4
ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν καὶ ἐκ μέσου πυρός, οὗ οὐκ ἐξέκαυσα,
286Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 1; 31
καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.
287Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 4; 5
καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιων καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός· πάσῃ τῇ δόξῃ σκεπασθήσεται·
288Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 5; 24
διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον κυρίου σαβαωθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ισραηλ παρώξυναν.
289Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 9; 17
καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα.
290Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 9; 18
διὰ θυμὸν ὀργῆς κυρίου συγκέκαυται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος· ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει,
291Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 29; 6
παρὰ κυρίου σαβαωθ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα.
292Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 43; 2
καὶ ἐὰν διαβαίνῃς δι’ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε· καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε.
293Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 47; 14
ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός· ὅτι ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ’ αὐτούς.
294Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 50; 11
ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογί, ᾗ ἐξεκαύσατε· δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.
295Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 64; 1
ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται. καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα κυρίου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται.
296Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 66; 15
Ἰδοὺ γὰρ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός.
297Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 6; 29
ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρός, ἐξέλιπεν μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη.
298Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 43; 22
καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ, καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ.
299Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 1; 4
καὶ εἶδον καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βορρᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ καὶ πῦρ ἐξαστράπτον, καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς καὶ φέγγος ἐν αὐτῷ.
300Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 1; 13
καὶ ἐν μέσῳ τῶν ζῴων ὅρασις ὡς ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀνὰ μέσον τῶν ζῴων καὶ φέγγος τοῦ πυρός, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή.
301Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 1; 27
καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω εἶδον ὡς ὅρασιν πυρὸς καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ.
302Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 5; 4
καὶ ἐκ τούτων λήμψῃ ἔτι καὶ ῥίψεις αὐτοὺς εἰς μέσον τοῦ πυρὸς καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί· ἐξ αὐτῆς ἐξελεύσεται πῦρ. Καὶ ἐρεῖς παντὶ οἴκῳ Ισραηλ
303Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 10; 2
καὶ εἶπεν πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν χερουβιν καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν χερουβιν καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλθεν ἐνώπιόν μου.
304Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 10; 7
καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν χερουβιν καὶ ἔλαβεν καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβεν καὶ ἐξῆλθεν.
305Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 15; 7
καὶ δώσω τὸ πρόσωπόν μου ἐπ’ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ’ αὐτούς.
306Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 6
καὶ πᾶς, ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, ἐμβαλοῦσιν αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
307Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 11
καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην·
308Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 15
καὶ νῦν εἰ μὲν ἔχετε ἑτοίμως ἅμα τῷ ἀκοῦσαι τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πεσόντες προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησα· εἰ δὲ μή γε, γινώσκετε ὅτι μὴ προσκυνησάντων ὑμῶν αὐθωρὶ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ ποῖος θεὸς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;
309Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 17
ἔστι γὰρ θεὸς ἐν οὐρανοῖς εἷς κύριος ἡμῶν, ὃν φοβούμεθα, ὅς ἐστι δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρός, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ἐξελεῖται ἡμᾶς·
310Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 20
καὶ ἄνδρας ἰσχυροτάτους τῶν ἐν τῇ δυνάμει ἐπέταξε συμποδίσαντας τὸν Σεδραχ, Μισαχ, Αβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
311Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 49
ἄγγελος δὲ κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου
312Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 88
εὐλογεῖτε, Ανανια, Αζαρια, Μισαηλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας, ὅτι ἐξείλετο ἡμᾶς ἐξ ᾅδου καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογὸς καὶ ἐκ τοῦ πυρὸς ἐλυτρώσατο ἡμᾶς.
313Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 93
καὶ προσελθὼν ὁ βασιλεὺς πρὸς τὴν θύραν τῆς καμίνου [τῆς] καιομένης τῷ πυρὶ ἐκάλεσεν αὐτοὺς ἐξ ὀνόματος Σεδραχ, Μισαχ, Αβδεναγω οἱ παῖδες τοῦ θεοῦ τῶν θεῶν τοῦ ὑψίστου, ἐξέλθετε ἐκ τοῦ πυρός. οὕτως οὖν ἐξῆλθον οἱ ἄνδρες ἐκ μέσου τοῦ πυρός.
314Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 94
καὶ συνήχθησαν οἱ ὕπατοι, τοπάρχαι καὶ ἀρχιπατριῶται καὶ οἱ φίλοι τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἀνθρώπους ἐκείνους, ὅτι οὐχ ἥψατο τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ αἱ τρίχες αὐτῶν οὐ κατεκάησαν καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθησαν, οὐδὲ ὀσμὴ τοῦ πυρὸς ἦν ἐν αὐτοῖς.
315Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 7; 9
ἐθεώρουν ἕως ὅτε θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο ἔχων περιβολὴν ὡσεὶ χιόνα, καὶ τὸ τρίχωμα τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον λευκὸν καθαρόν, ὁ θρόνος ὡσεὶ φλὸξ πυρός,
316Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 7; 10
καὶ ἐξεπορεύετο κατὰ πρόσωπον αὐτοῦ ποταμὸς πυρός, χίλιαι χιλιάδες ἐθεράπευον αὐτὸν καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· καὶ κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν.
317Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 7; 11
ἐθεώρουν τότε τὴν φωνὴν τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐλάλει, καὶ ἀπετυμπανίσθη τὸ θηρίον, καὶ ἀπώλετο τὸ σῶμα αὐτοῦ καὶ ἐδόθη εἰς καῦσιν πυρός.
318Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 10; 6
καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσις, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ οἱ πόδες ὡσεὶ χαλκὸς ἐξαστράπτων, καὶ φωνὴ λαλιᾶς αὐτοῦ ὡσεὶ φωνὴ θορύβου.
319Biblia, Biblia graeca iuxta LXX interpretes, Os, 7; 6
διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν ἐν τῷ καταράσσειν αὐτούς, ὅλην τὴν νύκτα ὕπνου Εφραιμ ἐνεπλήσθη, πρωῒ ἐγενήθη ἀνεκαύθη ὡς πυρὸς φέγγος.
320Biblia, Biblia graeca iuxta LXX interpretes, Ioel, 2; 5
ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.
321Biblia, Biblia graeca iuxta LXX interpretes, Am, 4; 11
κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός· καὶ οὐδ’ ὧς ἐπεστρέψατε πρός με, λέγει κύριος.
322Biblia, Biblia graeca iuxta LXX interpretes, Mich, 1; 4
καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει.
323Biblia, Biblia graeca iuxta LXX interpretes, Nah, 2; 5
ἐν ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἅρματα καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις· ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.
324Biblia, Biblia graeca iuxta LXX interpretes, Zach, 2; 9
καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.
325Biblia, Biblia graeca iuxta LXX interpretes, Zach, 3; 2
καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον Ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;
326Biblia, Biblia graeca iuxta LXX interpretes, Zach, 12; 6
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ιουδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει Ιερουσαλημ ἔτι καθ’ ἑαυτήν.
327Biblia, Biblia graeca iuxta LXX interpretes, Zach, 13; 9
καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτούς, ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, κἀγὼ ἐπακούσομαι αὐτῷ καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ θεός μου.
328Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 6; 39
ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ἔστιλβεν τὰ ὄρη ἀπ’ αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός.
329Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 1; 18
μέλλοντες ἄγειν ἐν τῷ Χασελευ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκεν θυσίας.
330Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 1; 19
καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο ἡμῶν οἱ πατέρες, οἱ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἄνυδρον, ἐν ᾧ κατησφαλίσαντο ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον.
331Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 2; 1
Εὑρίσκεται δὲ ἐν ταῖς ἀπογραφαῖς Ιερεμιας ὁ προφήτης ὅτι ἐκέλευσεν τοῦ πυρὸς λαβεῖν τοὺς μεταγενομένους, ὡς σεσήμανται,
332Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 2; 29
τούς τε ἀπογραφομένους χαράσσεσθαι καὶ διὰ πυρὸς εἰς τὸ σῶμα παρασήμῳ Διονύσου κισσοφύλλῳ, οὓς καὶ καταχωρίσαι εἰς τὴν προσυνεσταλμένην αὐθεντίαν.
333Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 7; 10
ὦ βασάνων βιαιότερε γέρων καὶ πυρὸς εὐτονώτερε πρεσβῦτα καὶ παθῶν μέγιστε βασιλεῦ Ελεαζαρ.
334Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 7; 12
οὕτως ὁ Ααρωνίδης Ελεαζαρ διὰ τοῦ πυρὸς ὑπερτηκόμενος οὐ μετετράπη τὸν λογισμόν.
335Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 8; 13
ὡς δὲ τροχούς τε καὶ ἀρθρέμβολα, στρεβλωτήριά τε καὶ τροχαντῆρας καὶ καταπέλτας καὶ λέβητας, τήγανά τε καὶ δακτυλήθρας καὶ χεῖρας σιδηρᾶς καὶ σφῆνας καὶ τὰ ζώπυρα τοῦ πυρὸς οἱ δορυφόροι προέθεσαν, ὑπολαβὼν ὁ τύραννος ἔφη
336Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 9; 9
σὺ δὲ διὰ τὴν ἡμῶν μιαιφονίαν αὐτάρκη καρτερήσεις ὑπὸ τῆς θείας δίκης αἰώνιον βάσανον διὰ πυρός.
337Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 13; 5
πῶς οὖν οὐκ ἔστιν τούτοις τὴν τῆς εὐλογιστίας παθοκράτειαν ὁμολογεῖν, οἳ τῶν μὲν διὰ πυρὸς ἀλγηδόνων οὐκ ἐπεστράφησαν;
338Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 14; 9
νῦν ἡμεῖς ἀκούοντες τὴν θλῖψιν τῶν νεανιῶν ἐκείνων φρίττομεν· οἱ δὲ οὐ μόνον ὁρῶντες, ἀλλ’ οὐδὲ μόνον ἀκούοντες τὸν παραχρῆμα ἀπειλῆς λόγον, ἀλλὰ καὶ πάσχοντες ἐνεκαρτέρουν, καὶ τοῦτο ταῖς διὰ πυρὸς ὀδύναις·
339Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 14; 10
ὧν τί γένοιτο ἐπαλγέστερον; ὀξεῖα γὰρ καὶ σύντομος οὖσα ἡ τοῦ πυρὸς δύναμις ταχέως διέλυεν τὰ σώματα.
340Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 16; 21
καὶ Δανιηλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη, καὶ Ανανιας καὶ Αζαριας καὶ Μισαηλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν καὶ ὑπέμειναν διὰ τὸν θεόν.
341Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 18; 14
ὑπεμίμνῃσκεν δὲ ὑμᾶς καὶ τὴν Ησαιου γραφὴν τὴν λέγουσαν Κἂν διὰ πυρὸς διέλθῃς, φλὸξ οὐ κατακαύσει σε.
342Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 8; 2
φωνὴ λαοῦ πολλοῦ ὡς ἀνέμου πολλοῦ σφόδρα, ὡς καταιγὶς πυρὸς πολλοῦ φερομένου δι’ ἐρήμου.
343Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 15; 4
ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ἀπὸ κακοῦ, φλὸξ πυρὸς καὶ ὀργὴ ἀδίκων οὐχ ἅψεται αὐτοῦ,
344Biblia, Novum testamentum graece, Mt, 5; 22
ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ’ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ’ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.
345Biblia, Novum testamentum graece, Mt, 13; 42
καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
346Biblia, Novum testamentum graece, Mt, 13; 50
καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
347Biblia, Novum testamentum graece, Mt, 18; 9
καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
348Biblia, Novum testamentum graece, Act, 2; 3
καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν,
349Biblia, Novum testamentum graece, Act, 7; 30
Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος ἐν φλογὶ πυρὸς βάτου.
350Biblia, Novum testamentum graece, Rom, 12; 20
ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
351Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 15
εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
352Biblia, Novum testamentum graece, Hebr, 1; 7
καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
353Biblia, Novum testamentum graece, Hebr, 10; 27
φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
354Biblia, Novum testamentum graece, Hebr, 11; 34
ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
355Biblia, Novum testamentum graece, 1Petr, 1Petr; 7
ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.
356Biblia, Novum testamentum graece, Iud, 1; 7
ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
357Biblia, Novum testamentum graece, Iud, 1; 23
οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
358Biblia, Novum testamentum graece, Apoc, 1; 14
ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν, ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός,
359Biblia, Novum testamentum graece, Apoc, 2; 18
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατίροις ἐκκλησίας γράψον· Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
360Biblia, Novum testamentum graece, Apoc, 3; 18
συμβουλεύω σοι ἀγοράσαι παρ’ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
361Biblia, Novum testamentum graece, Apoc, 4; 5
καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,
362Biblia, Novum testamentum graece, Apoc, 8; 5
καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
363Biblia, Novum testamentum graece, Apoc, 9; 18
ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.
364Biblia, Novum testamentum graece, Apoc, 10; 1
Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός,
365Biblia, Novum testamentum graece, Apoc, 14; 18
Καὶ ἄλλος ἄγγελος ἐκ τοῦ θυσιαστηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.
366Biblia, Novum testamentum graece, Apoc, 19; 12
οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ [ὡς] φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
367Biblia, Novum testamentum graece, Apoc, 19; 20
καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετ’ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς καιομένης ἐν θείῳ.
368Biblia, Novum testamentum graece, Apoc, 20; 10
καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
369Biblia, Novum testamentum graece, Apoc, 20; 14
καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.
370Biblia, Novum testamentum graece, Apoc, 20; 15
καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
371Claudianus Claudius, Fragmenta spuria vel suspecta, 415; 29 (auctor c.370-c.404)
Ὦ πυρὸς ἀενάοιο σοϕὴν ὠδῖνα ϕυλάσσων ἐμβεβαὼς ϰόσμοιο παλινδίνητον ἀνάγϰην Χριστὲ ϑεοῤῥήτοιο βίου ϕνσίζοε πηγή πατρὸς ἀσημάντοιο ϑεοῦ πρωτόσπορε ϕωνή, ὃς μετὰ μητρῷων τοϰετῶν ἐγϰύμονα ϕόρτον ϰαὶ γόνον αὐτοτέλεστον ἀνυμϕείτων ὑμεναίων στήσας Ἀσσυρίης γενεῆς ἑτερόϕρονα λύσσαν ὄργια δ᾿ εἰδώλων ϰενεῶν Ψευδώνυμα λύσας αἰϑρος ἀμϕιβέβηϰας ἐϕ᾿ ἑτττάζωνον ὀχῆα ἀγγελιϰαῖς πτερύγεσσιν ἐν ἀῤῥήτοισι ϑαάσσων· ἵλαϑι παγγενέταο ϑεοῦ πρεσβήιον ὄμμα, ϕρουρὲ βίου, σιῶτερ μερόπων, αἰῶνος ἀνάσσων.
372Constantinus I, Conciones, 8, 0418B (auctor c.272–337)
ἔστι δ' ὅλως τινὰ, ὧν ἡ ἀληθὴς κατάληψις τῆς ἀληθείας ἐν βάθει κεῖτα, θαυμαστῆς φύσεως τετυχηκότα· ὁποία καὶ ἡ τῶν θερμῶν ὑδάτων φύσις τυγχάνουσα· τὴν μὲν γὰρ αἰτίαν τοῦ τοσούτου πυρὸς οὐδεὶς ἂν προχείρως ἔχοι λέγειν· θαυμαστὸν δὲ ὅτι ψυχρῷ ὔδατι περιστοιχιζόμενον κύκλῳ, οὐκ ἐτὶ ἐξίσταται τῆς ἐμφύτου θερμότητος.
373Constantinus I, Conciones, 8, 0454A (auctor c.272–337)
Ῥεύσει δ' οὐρανόθεν ποταμὸς πυρὸς, ἠδέ γε θείου.
374Constantinus I, Conciones, 8, 0467A (auctor c.272–337)
θνητῶν (δὲ) δυσσεβῶν ὠμότης, δίκην πυρὸς ἀκατάπαυστος ἐπινεμησαμένη, θαυμαστὴν καὶ διὰ παντὸς ἀοίδιμον εὐδοξίαν προσῆψέ σοι.
375Desiderius Erasmus, Adagia, Chiliades, 1, 116; 1 (opus 1508)
Proverbii faciem habet atque ad eandem pertinet sententiam, quod eleganter scripsit Lucianus in Encomio patriae: Καί ὁ τῆς πατρίδος αὐτῷ καπνός λαμπρότερος ὀφθήσεται τοῦ παρ’ ἄλλοις πυρός, id est Ac patriae fumus luculentior homini videtur, quam ignis alibi.
376Desiderius Erasmus, Adagia, Chiliades, 1, 644; 8 (opus 1508)
Et Iliados Χ, σιδήρεον μένος τοῦ πυρός, id est ferream incendii vim, dixit.
377Desiderius Erasmus, Adagia, Chiliades, 1, 644; 9 (opus 1508)
Ἐν δέ πυρός μένος ἧκε σιδήρεον, id est Ferrea vero ignis venit in praecordia virtus.
378Desiderius Erasmus, Adagia, Chiliades, 2, 1148; 7 (opus 1508)
Euripides apud Planudem in Vita Aesopi inter omnia mala principatum tribuit mulieri: Πολλαί μέν ὀργαί κυμάτων θαλασσίων, Πολλαί δέ ποταμῶν καί πυρός θερμοῦ πνοαί: Δεινόν δέ πενία, δεινά δ’ ἄλλα μυρία, Πλήν οὐδέν οὕτω δεινόν ὡς γυνή κακή, id est Furore multo saevit iratum mare, Pronique fluvii, et ignis acris impetus, Inopia acerba, acerba alia quam plurima, Sed nil ita acerbum, et nexium, ut mulier mala.
379Desiderius Erasmus, Adagia, Chiliades, 2, 1175; 1 (opus 1508)
Ἀναγκαιότερος πυρός καί ὕδατος ὁ φίλος, id est Amicus magis necessarius, quam ignis, et aqua.
380Desiderius Erasmus, Adagia, Chiliades, 2, 1175; 8 (opus 1508)
Recensetur adagium a Plutarcho commentario, quem inscripsit Quo pacto sit dignoscendus assentator ab amico: Καθ’ ὃ δή καί λέγεται πυρός καί ὕδατος ὁ φίλος ἀναγκαιότερος, id est Quapropter dicunt etiam amicum igni quoque et aqua magis necessarium esse.
381Desiderius Erasmus, Adagia, Chiliades, 2, 1196; 11 (opus 1508)
Id est huiusmodi: Αἱ Νύμφαι τόν Βάκχον, ὅτ’ ἐκ πυρός ἥλαθ’ ὁ κοῦρος, Νίψαν, ὑπέρ τέφρης ἄρτι κυλιόμενον.
382Desiderius Erasmus, Adagia, Chiliades, 2, 1255; 1 (opus 1508)
Διά καί μαχαιρῶν, καί πυρός ῥίπτειν δέει, id est Perque ignem eundum est et per enses impetu, cum significamus quidvis periculi subeundum.
383Desiderius Erasmus, Adagia, Chiliades, 2, 1255; 3 (opus 1508)
in comoedia cui titulus Lysistrata: Κἄν με χρή, διά τοῦ πυρός Ἐθέλω βαδίζειν id est Et si per ignem siet opus, Transire cupio.
384Desiderius Erasmus, Adagia, Chiliades, 2, 1442; 2 (opus 1508)
Plutarchus in commentario De contentione iguis et aquae: Ἡ δέ πυρός χρῆσις ἐχθές, φασί, καί πρώην, ὑπό Προμηθέως, βίος πυρός, οὐκ ἄνευ ὕδατος ἦν, id est Atqui ignis usus heri ac modo, quod aiunt, sub Prometheo, ignis vita, non citra aquam erat.
385Desiderius Erasmus, Adagia, Chiliades, 2, 1707; 3 (opus 1508)
Plutarchus Adversus Stoicos: Θαυμαστόν καί παράδοξον, εἰ μήτε φάττα φάττῃ μήτε μελίττῃ μέλιττα μήτε πυρῷ πυρός ἥ σύκῷ τό τοῦ λόγου σῦκον ἐν τῷ παντί χρόνῳ γέγονεν ἀπαράλλακτον, id est Mirum et inopinabile, si neque palumbus palumbo nec api apis nec tritico triticum aut fico, quod est in proverbio, ficus semper adsimilis fuisset.
386Desiderius Erasmus, Adagia, Chiliades, 3, 2401; 61 (opus 1508)
Carmen adscripsi, quod quidem est in primo libro operis, cuius titulus Ἔργα καί ἡμέραι: Σόν δέ χολωσάμενος προσέρη νεφεληγερέτα Ζεύς· Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, Φαίρεις πῦρ κλέψας καί ἐμάς φρένας ἠπεροπεύσας, Σοί τ’ αὐτῷ μέγα πῆμα ἀνδράσιν ἐσσομένοισι, Σοῖς δ’ ἐγώ ἀντί πυρός δώσω κακόν ; ᾧ κεν ἅπαντες Σέρπονται κατά θυμόν ἑόν κακόν ἀμφαγαπῶντες.
387Desiderius Erasmus, Adagia, Chiliades, 3, 2970; 3 (opus 1508)
Item illud celebratum: Αἰθομένου δέ πυρός γεραρώτερος οἷκος ἰδέσθαι, id est Silicet accenso domus est ornatior igni.
388Desiderius Erasmus, Adagia, Chiliades, 3, 2994; 2 (opus 1508)
Est apud Aristophanem in Lysistrata: Κἅν μέ χρῆ, διά τοῦ πυρός Θέλω βαδίζειν, id est Velim et per ignem incedere, si fuerit opus.
389Desiderius Erasmus, Adagia, Chiliades, 4, 3058; 7 (opus 1508)
Usurpat hanc collationem et divus Petrus apostolus Epistola priore: Πολύ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διά πυρός δέ δοκιμαζομένου, id est Multo pretiosius auro quod perditur sive Auro pestifero, quod tamen per ignem probatur.
390Desiderius Erasmus, Adagia, Chiliades, 4, 3532; 1 (opus 1508)
Οὐ γάρ ἐπί πυρός βέβηκας: Non incendis per ignem.
391Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0424C (auctor c.470–c.544)
Ἀπεκαλύφθη δὲ μετὰ φόβου καὶ τρόμου ἐν εἴδει ἀστέρος πυρὸς, ἐμοὶ τῷ ἁμαρτωλῷ Μαρκέλλω, κατὰ τὰ ὑποτεταγμένα ὁράματα πίστιν ἔχοντα.
392Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0426C (auctor c.470–c.544)
» Καὶ ἐπορευόμην πρὸ αὐτοῦ· καὶ αὐτὸς, καὶ οἱ μετ' αὐτοῦ εἰσήλθομεν εἰς τὴν ἡμετέραν μονήν· καὶ ἰδοὺ ἐθεασάμην στύλον πυρὸς προάγοντα αὐτὸν, καὶ ἔμφοβος γενόμενος διϋπνίσθην.
393Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0428A (auctor c.470–c.544)
» Ἐγὼ δὲ μετὰ φόβου ἐξῆλθον, καὶ εἶδον ἀστέρα πυρὸς ἑστῶτα ἐπὶ τὴν θύραν οὗ ἤμην.
394Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0452C (auctor c.470–c.544)
Τί τοίνυν τῶν χειρῶν ἐκείνων λαμπρότερον καὶ φωτοειδέστερον, αἳ τὸν Χριστὸν χειροθετῆσαι κατηξιώθησαν ἐν τῷ βαπτίσματι; Εἰ γὰρ πῦρ τὸ θεῖον ἔνεστι, νόει μοι ὅτι τῇ τῆς θείας ἐπαφῇ κάρας, ὡς ἐν συναφείᾳ πυρὸς φλογεραὶ αἱ Προδρόμου παλάμαι, τῆς οἰκείας φύσεως μὴ μεταβληθεῖσαι γεγόνασι.
395Dositheus, Hermeneumata Leidensia, II, 32; 1 (auctor c.350)
ἀγρός ager ὑγεινός salubris δρυμοί saltus ὕλη silva πλέθρα iugerum πέρας finis βουνός acervus / collis ἄλσος lucus κρημνός praeceps κοιλάδες valles ἄρουρα seges στάχυς spica πυρός frumentum σῖτος triticum κριθή hordeum κύαμος faba solida ἐρεγμός faba fracta πτισάνη tisana φακῆ lenticla πίσος pisum χόνδρος alica ἐρέβινθος cicer θέρμοι lupini φασίολοι fasioli κέγχρος milium μήκων papaver τῆλις fenogrecum χόρτος fenum δέσμαι mannae ἅλων area ἀλοητός tritura τρύγητος vindemia ὥριμον maturum ῥώξ acinum στέμφυλα vinacia γίγαρτον granillum ληνός torculare σιτοβολών granarium κῆπος ortus παράδεισος pomarium οἰκονόμος vilicus ἄγροικοι rustici ἐργάται operarii σκαφεῖς fossores κλαδευταί putatores τρυγηταί vindemiatores μισθωταί mercennarii ποιμήν pastor ποίμνη grex ἀγέλη grex καρποί fructus πίτυρα furfures ἄγρωστις gramen στιβή stipa / bolumaca καλύβη casa φραγμός sepis ἄροτρον aratrum ἀγρονόμος vilicus ἀγροφύλαξ saltuarius κυκλευτής circitor
396Flauius Sosipater Charisius, Ars, p. 312, l. 5 (auctor c.362)
nam, ut Hermes ἐν τῷ κρυφίῳ λόγῳ scribit, « ὑὸς ἐλέχθη σαπρὰ σπορά τὸ γὰρ ὕσπορός ἐστιν, τὸ δὲ ὕον οὐσία, καθότι τὸ γένος ἀνθρώπων ἐκ πυρὸς καὶ θανάτου στολῆς ἐγένετο .
397Flauius Sosipater Charisius, Ars, p. 458, l. 50 (auctor c.362)
triticum πυρός.
398Goldastus, Notae, 80, 0301B
Imitati eos qua Graeci, qua Latini, ἐν φλογὶ πυρός.
399Gregorius I, Dialogi, 77, 0182A (auctor 540-604)
Τοῦ δὲ πυρὸς σφοδρῶς τὴν πόλιν κατανεμομένου, συνέδραμον ἅπαντες, εἴπως κατασβέσαι αὐτὸ δυνηθῶσι.
400Gregorius I, Dialogi, 77, 0182B (auctor 540-604)
Ἐν ὅσῳ δὲ διαφόρους τόπους τὸ πῦρ κατέφλεξεν, καὶ οὐ μικρὸν μέρος λοιπὸν τῆς πόλεως κατενεμήσατο, μηδενὸς ὑποστῆναι δυναμένου, ὁ ἐπίσκοπος χερσὶ βασταζόμενος κατέλαβε, καὶ τῇ ὀδύνῃ τῆς τοῦ πυρὸς ἀνάγκης νυττόμενος, τοῖς αὐτὸν βαστάζουσιν ἐκέλευσε, λέγων· Κατέναντι τοῦ πυρὸς ἐμὲ θήσατε, ὅπερ λοιπὸν καὶ γέγονεν καὶ ἐν ἐκείνῳ τῷ τόπῳ ἐτέθη, ἐν ᾧ πᾶσα ἡ τῆς φλογὸς δύναμις ἐπιβληθεῖσα ἐφαίνετο.
401Gregorius I, Dialogi, 77, 0195B (auctor 540-604)
Εὐχρμένου δὲ αὐτοῦ, καὶ τὰς χεῖρας ὑποκάτω τοῦ φελονίου ὑψωμένας ἔχοντος, τοὺς ὀφθαλμοὺς πρὸς ἑαυτὸν ἐπιστρέψας, ἄφνω ἐν μέσῳ τῶν δύο αὐτοῦ χειρῶν ἐν τῷ ἐπενδύτῃ δώδεκα νομίσματα εὗρεν, οὕτως ἀπαστράπτοντα, ὡς ὅτι ἐν αὐτῇ τῇ ὥρᾳ ἐκ τοῦ πυρὸς ἦσαν ἐξελθόντα.
402Gregorius I, Dialogi, 77, 0211B (auctor 540-604)
Ἤδη δὲ λοιπὸν ἐν τῇ ἀνθρακίᾳ ὑπὸ τῆς στάκτης ὁ αὐτὸς ἄρτος ἐκαλύπτετο· πρὸς οὓς εἶπε· Διὰ τί αὐτὸν, ἀδελφοὶ, οὐκ ἐσφραγίσατε; τοῦτο δὲ εἰπὼν, τὴν χεῖρα αὐτοῦ πλησίον τοῦ πυρὸς προσενεγκὼν, καὶ τὸν τύπον τοῦ σταυροῦ ποιήσας, παραχρῆμα τοιοῦτον ψόφον ὁ ἄρτος ἐν τῷ πυρὶ πεποίηκεν, ὥστε νομίζειν ὅτι χύτρα μεγάλη συνετρίβη.
403Gregorius I, Dialogi, 77, 0211B (auctor 540-604)
Μετὰ δὲ τὸ ὀπτηθῆναι τὸν ἄρτον, καὶ ἐκ τοῦ πυρὸς ἐξελθεῖν, ἐσφραγισμένος τῷ τύπῳ τοῦ σταυροῦ εὑρέθη, ᾧτινι χεὶρ οὐχ ἥψατο, ἀλλ' ἡ πίστις τοῦτο πεποίηκεν.
404Gregorius I, Dialogi, 77, 0267B (auctor 540-604)
Ἐν ἑτέρᾳ δὲ ἡμέρᾳ, τοῦτον ἀνοίξαντες, εὗρον οὐ μόνον τὴν τοῦτου σάρκα ἀβλαβῆ ἐκ τοῦ πυρός διαφυλαχθεῖσαν, ἀλλ' οὐδὲ τὰ ἄκρα τῶν ἱματίων αὐτοῦ φλογισθέντα.
405Gregorius I, Dialogi, 77, 0269B (auctor 540-604)
Ὅπερ ἐγὼ τῷ προλεχθέντι τοῦ πυρὸς ἀρχαίῳ θαύματι, ἀληθῶς ὑπολαμβάνω μὴ εἶναι ἀνόμοιον, ὅπερ τῶν τριῶν παίδων τῶν μὲν ἱματίων οὐχ ἥψατο, τὰ δὲ δεσμὰ κατέκαυσε.
406Gregorius I, Dialogi, 77, 0351 (auctor 540-604)
Καὶ ὃν ἡ θεία εὐσπλαγχνία βλασφήμως ζῇν ἠνέσχετο, τῇ δικαίᾳ κρίσει καὶ ἁποθνήσκοντα βλασφημῆσαι αὐτὸν παρεχώρησεν, ἵνα τὴν τούτου ἁμαρτίαν ὁ πατὴρ αὐτοῦ διαγνώσῃ, ὅστις ἀμελῶν τῆς ψυχῆς τοῦ μικροῦ αὑτοῦ υἱοῦ, οὐχὶ μικρὸν ἁμαρτωλὸν, ἀλλὰ μέγαν τῇ γεέννῃ τοῦ πυρὸς ἀνέθρεψεν.
407Gregorius I, Dialogi, 77, 0367A (auctor 540-604)
Ἐὰν τὸ ἀσώματον πνεῦμα, Πέτρε, κρατηθῆναι ἐν τῷ σώματι δύναται ὅπερ ζωοποιεῖ, διὰ τί οὐχὶ κἀκεῖ κρατηθήσεται βασανιστικῶς, ἔνθα θανατοῦται; διὰ δὲ τοῦ πυρὸς κρατηθῆναι τὸ πνεῦμα λέγομεν, ἐπειδὴ ἐν τῇ βασάνῳ τοῦ πυρὸς ἔσηται, θεωροῦν καὶ αἰσθανόμενον, τὸ δὲ πῦρ ἐκεῖνο ὃπερ ὑπομένει θεωροῦν ἐκτήκεται.
408Gregorius I, Dialogi, 77, 0367A (auctor 540-604)
Γίνεται δὲ τοῦτο, ὥστε τὸ σωματικὸν εἶδος, τὸ ἀσώματον κατακαῦσαι, καθάπερ ἐκ τοῦ πυρὸς τούτου τοῦ φαινομένου ἔκκαυσις καὶ πόνος ἀθεώρητος ἐν τῷ λογισμῷ διαβαίνει, ὅτι διὰ τοῦ σωματικοῦ πυρὸς ὁ ἀσώματος λογισμὸς φλεγόμενος τήκεται κατὰ τὸ ἡμῖν δυνατὸν, ἐκ τῶν εὐαγγελικῶν ῥημάτων ἀποδεῖξαι πειράσομαι.
409Gregorius I, Dialogi, 77, 0371A (auctor 540-604)
Ἀπενεχθέντος δὲ Τιβουρτίου τοῦ πρεσβυτέρου, ἐν αὐτῇ ἐπετέθη, καὶ πυρὸς ὑποβληθέντος, κατεκάη.
410Gregorius I, Dialogi, 77, 0374A (auctor 540-604)
Τοῦτο δὲ ὁ παντοδύναμος Θεὸς γενέσθαι ηὐδόκησεν, ὅπως ἐπιδείξῃ τί ἡ ψυχὴ αὐτοῦ ἐν τῷ κρυπτῷ ὑπέμεινεν, οὗτινος τὸ σῶμα ἡ φλὸξ κατέφαγε, καὶ ἵνα ἡμεῖς ταῦτα ἀκούοντες, τὸ ὑπόδειγμα φοβηθῶμεν, καὶ κατανοήσωμεν τί μέλλει ἡ ψυχὴ ζῶσα καὶ νοοῦσα ὑπὲρ τῆς ἁμαρτίας αὑτῆς ὑπομένειν, ἐν ὅσῳ τοσούτου πυρὸς βασάνῳ καὶ τὰ ἀναίσθητα ὀστᾶ κατακαίονται.
411Gregorius I, Dialogi, 77, 0395C (auctor 540-604)
Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
412Gregorius I, Dialogi, 77, 0395C (auctor 540-604)
Τοῦτο καὶ περὶ τοῦ τῆς θλίψεως τῆς ἐν ταύτῃ ἡμῶν τῇ ζωῇ προτεθὲν νοηθείη ἄν· πλὴν ὅμως ἐάν τις αὐτὸ καὶ περὶ τοῦ πυρὸς τῆς μελλούσης καθάρσεως λάβῃ, νηφόντως κατανοῆσαι δεῖ, ὅτι ἐκεῖνον εἶπε διὰ πυρὸς δύνασθαι σωθῆναι, οὐχὶ τὸν ἐπὶ τὸν θεμέλιον τοῦτον, σίδηρον, ἢ χαλκὸν, ἢ μόλιβδον οἰκοδομοῦντα, τουτέστιν ἁμαρτίας μεγάλας καὶ σκληρὰς καὶ μὴ διαλυομένας τότε, ἀλλὰ ξύλα, χόρτον, καλάμην, τουτέστιν ἐλαφρὰ καὶ ἐλάχιστα ἁμαρτήματα, ἅπερ εὐκόλως τὸ πῦρ κατεσθίει.
413Gregorius I, Dialogi, 77, 0402B (auctor 540-604)
Αἰτῶ σε, τὸ τῆς γεέννης πῦρ, ἓν ὑπάρχειν χρὴ πιστεύειν, ἢ ὅσαι τῶν ἁμαρτιῶν αἱ διαφοραὶ, τοσαῦται καὶ τοῦ πυρὸς αἱ τιμωρίαι ἔσονται.
414Gregorius I, Dialogi, 77, 0405A (auctor 540-604)
ΚΕΦΑΛ. Μϛ'. Ἐρώτησις ἐὰν πάντοτε κατακαίονται οἱ ἐν τῇ γεέννῃ τοῦ πυρὸς ὁριζόμενοι.
415Gregorius I, Dialogi, 77, 0411C (auctor 540-604)
Πρωΐας δὲ γενομένης, ἀναστὰς, τοῦτο τοῖς παροῦσιν αὐτῷ διηγήσατο, καὶ ὡς ἤθελε δεῖξαι τὸν τόπον ἐν ᾧ ὑπῆρχε διὰ πυρὸς δαπανηθεῖσα, ἔμπροσθεν τοῦ θυσιαστηρίου εὗρον τὸν τόπον ἐν ᾧ ἡ τῆς φλογὸς ἐν τοῖς μαρμάροις γέγονεν ἔκκαυσις, ὡς ὅτι πυρὶ σωματικῷ ἡ αὐτὴ θήλεια ἐκεῖσε κατεκάη.
416Gregorius I, Prolegomena, 66, 0151D (auctor 540-604)
Πρὸς οὑς ὁ τῆς ἀληθείας διδάσκαλος ἔλεγε· « Πιστεύσατε, τέκνα, ὅτι τοῖς αἰσθητοῖς μου ὀφθαλμοῖς τὸν ἐκθρὸν φοβερόν τινα, καὶ σπινθηρακώδη ταῖς φαντασίαις φαινόμενον ὁρῶ, ὅστις διά τε τοῦ στόματος καὶ τῶν ὀφθαλμῶν φλόγας πυρὸς ἐκπέμπει » Εἴ τι οὖν ὁ δόλιος ἐφθέγγετο, ἤκουον πάντες.
417Gregorius I, Prolegomena, 66, 0199B (auctor 540-604)
Ὁ τοίνυν ἀνὴρ οὖτος ὁ τὴν τοῦ πυρὸς σφαίραν θεασάμενος, καὶ τοὺς ἀγγέλους ἐν τῷ οὐρανῷ ὑποστρέφοντας, προδήλως τοῦτο θεωρῆσαι οὐκ ἠδύνατο, εἰ μὴ ἐν τῷ φωτὶ τοῦ Θεοῦ ὑπῆρχε.
418Herodotus, Historiae, 1, 59, 1; 2 (auctor c.484BC-425BC)
Ἱπποκράτεϊ γὰρ ἐόντι ἰδιώτῃ καὶ θεωρέοντι τὰ Ὀλύμπια τέρας ἐγένετο μέγα· θύσαντος γὰρ αὐτοῦ τὰ ἱρὰ οἱ λέβητες ἐπεστεῶτες καὶ κρεῶν τε ἐόντες ἔμπλεοι καὶ ὕδατος ἄνευ πυρὸς ἔζεσαν καὶ ὑπερέβαλον.
419Herodotus, Historiae, 1, 86, 6; 11 (auctor c.484BC-425BC)
καὶ τοὺς πειρωμένους οὐ δύνασθαι ἔτι τοῦ πυρὸς ἐπικρατῆσαι.
420Herodotus, Historiae, 4, 73, 2; 5 (auctor c.484BC-425BC)
σμησάμενοι τὰς κεφαλὰς καὶ ἐκπλυνάμενοι ποιεῦσι περὶ τὸ σῶμα τάδε ἐπεὰν ξύλα στήσωσι τρία ἐς ἄλληλα κεκλιμένα, περὶ ταῦτα πίλους εἰρινέους περιτείνουσι, συμφράξαντες δὲ ὡς μάλιστα λίθους ἐκ πυρὸς διαφανέας ἐσβάλλουσι ἐς σκάφην κειμένην ἐν μέσῳ τῶν ξύλων τε καὶ τῶν πίλων.
421Herodotus, Historiae, 5, 101, 2; 3 (auctor c.484BC-425BC)
καιομένου δὲ τοῦ ἄστεος οἱ Λυδοί τε καὶ ὅσοι Περσέων ἐνῆσαν ἐν τῇ πόλι, ἀπολαμφθέντες πάντοθεν ὥστε τὰ περιέσχατα νεμομένου τοῦ πυρός, καὶ οὐκ ἔχοντες ἐξήλυσιν ἐκ τοῦ ἄστεος, συνέρρεον ἔς τε τὴν ἀγορὴν καὶ ἐπὶ τὸν Πακτωλὸν ποταμόν, ὅς σφι ψῆγμα χρυσοῦ καταφορέων ἐκ τοῦ Τμώλου διὰ μέσης τῆς ἀγορῆς ῥέει καὶ ἔπειτα ἐς τὸν Ἕρμον ποταμὸν ἐκδιδοῖ, ὁ δὲ ἐς θάλασσαν· ἐπὶ τοῦτον δὴ τὸν Πακτωλὸν καὶ ἐς τὴν ἀγορὴν ἀθροιζόμενοι οἵ τε Λυδοὶ καὶ οἱ Πέρσαι ἠναγκάζοντο ἀμύνεσθαι.
422Herodotus, Historiae, 6, 82, 2; 2 (auctor c.484BC-425BC)
ὁ δέ σφι ἔλεξε, οὔτε εἰ ψευδόμενος οὔτε εἰ ἀληθέα λέγων, ἔχω σαφηνέως εἶπαι, ἔλεξε δ' ὦν φάμενος, ἐπείτε δὴ τὸ τοῦ Ἄργου ἱρὸν εἷλον, δοκέειν οἱ ἐξεληλυθέναι τὸν τοῦ θεοῦ χρησμόν· πρὸς ὦν ταῦτα οὐ δικαιοῦν πειρᾶν τῆς πόλιος, πρίν γε δὴ ἱροῖσι χρήσηται καὶ μάθῃ εἴτε οἱ ὁ θεὸς παραδιδοῖ εἴτε ἐμποδὼν ἕστηκε· καλλιερευμένῳ δὲ ἐν τῷ Ἡραίῳ ἐκ τοῦ ἀγάλματος τῶν στηθέων φλόγα πυρὸς ἐκλάμψαι, μαθεῖν δὲ αὐτὸς οὕτω τὴν ἀτρεκείην, ὅτι οὐκ αἱρέει τὸ Ἄργος· εἰ μὲν γὰρ ἐκ τῆς κεφαλῆς τοῦ ἀγάλματος ἐξέλαμψε, αἱρέειν ἂν κατ' ἄκρης τὴν πόλιν, ἐκ τῶν στηθέων δὲ λάμψαντος πᾶν οἱ πεποιῆσθαι ὅσον ὁ θεὸς ἐβούλετο γενέσθαι.
423Hesiodus, Opera et dies, 42; 5 (auctor fl.c.700BC)
τοῖς δ' ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.
424Hesiodus, Theogonia, 304; 5 (auctor fl.c.700BC)
ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ, δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε· τῆς δ' ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος, ἣ δὲ χιμαίρης, ἣ δ' ὄφιος, κρατεροῖο δράκοντος, [πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
425Hesiodus, Theogonia, 545; 8 (auctor fl.c.700BC)
ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς· ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
426Hesiodus, Theogonia, 545; 9 (auctor fl.c.700BC)
ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον.
427Hesiodus, Theogonia, 545; 10 (auctor fl.c.700BC)
αὐγὴν ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν, Ζῆν' ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ, ὡς ἴδ' ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
428Hesiodus, Theogonia, 545; 11 (auctor fl.c.700BC)
αὐτίκα δ' ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν· γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
429Hesiodus, Theogonia, 820; 5 (auctor fl.c.700BC)
καῦμα δ' ὑπ' ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον βροντῆς τε στεροπῆς τε, πυρός τ' ἀπὸ τοῖο πελώρου, πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.
430Hesiodus, Theogonia, 853; 6 (auctor fl.c.700BC)
ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
431Homerus, Ilias, 2, 369; 15 (auctor fl.700BC)
βοῦν δέ περιστήσαντο καί οὐλοχύτας ἀνέλοντο· τοῖσιν δ' εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων· Ζεῦ κύδιστε μέγιστε κελαινεφές αἰθέρι ναίων μή πρίν ἐπ' ἠέλιον δῦναι καί ἐπί κνέφας ἐλθεῖν πρίν με κατά πρηνές βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν, πρῆσαι δέ πυρός δηΐοιο θύρετρα, Ἑκτόρεον δέ χιτῶνα περί στήθεσσι δαΐξαι χαλκῷ ῥωγαλέον· πολέες δ' ἀμφ' αὐτόν ἑταῖροι πρηνέες ἐν κονίῃσιν ὀδάξ λαζοίατο γαῖαν.
432Homerus, Ilias, 6, 156; 8 (auctor fl.700BC)
αὐτάρ ἐπεί δή σῆμα κακόν παρεδέξατο γαμβροῦ, πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε πεφνέμεν· ἣ δ' ἄρ' ἔην θεῖον γένος οὐδ' ἀνθρώπων, πρόσθε λέων, ὄπιθεν δέ δράκων, μέσση δέ χίμαιρα, δεινόν ἀποπνείουσα πυρός μένος αἰθομένοιο, καί τήν μέν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
433Homerus, Ilias, 6, 297; 8 (auctor fl.700BC)
ἀλλ' ἄνα μή τάχα ἄστυ πυρός δηΐοιο θέρηται.
434Homerus, Ilias, 7, 43; 8 (auctor fl.700BC)
ὧδε δέ μυθέομαι, Ζεύς δ' ἄμμ' ἐπιμάρτυρος ἔστω· εἰ μέν κεν ἐμέ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ, τεύχεα συλήσας φερέτω κοίλας ἐπί νῆας, σῶμα δέ οἴκαδ' ἐμόν δόμεναι πάλιν, ὄφρα πυρός με Τρῶες καί Τρώων ἄλοχοι λελάχωσι θανόντα.
435Homerus, Ilias, 7, 398; 2 (auctor fl.700BC)
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο· καί τότ' ἄρ' Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων· Ἰδαῖ' ἤτοι μῦθον Ἀχαιῶν αὐτός ἀκούεις ὥς τοι ὑποκρίνονται· ἐμοί δ' ἐπιανδάνει οὕτως ἀμφί δέ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω· οὐ γάρ τις φειδώ νεκύων κατατεθνηώτων γίγνετ' ἐπεί κε θάνωσι πυρός μειλισσέμεν ὦκα.
436Homerus, Ilias, 8, 151; 10 (auctor fl.700BC)
ἀλλ' ὅτε κεν δή νηυσίν ἔπι γλαφυρῇσι γένωμαι, μνημοσύνη τις ἔπειτα πυρός δηΐοιο γενέσθω, ὡς πυρί νῆας ἐνιπρήσω, κτείνω δέ καί αὐτούς Ἀργείους παρά νηυσίν ἀτυζομένους ὑπό καπνοῦ.
437Homerus, Ilias, 8, 553; 3 (auctor fl.700BC)
χίλι' ἄρ' ἐν πεδίῳ πυρά καίετο, πάρ δέ ἑκάστῳ εἴατο πεντήκοντα σέλᾳ πυρός αἰθομένοιο.
438Homerus, Ilias, 9, 205; 2 (auctor fl.700BC)
αὐτάρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρός αὐγῇ, ἐν δ' ἄρα νῶτον ἔθηκ' ὄϊος καί πίονος αἰγός, ἐν δέ συός σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
439Homerus, Ilias, 9, 205; 12 (auctor fl.700BC)
ἀρᾶται δέ τάχιστα φανήμεναι Ἠῶ δῖαν· στεῦται γάρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα αὐτάς τ' ἐμπρήσειν μαλεροῦ πυρός, αὐτάρ Ἀχαιούς δῃώσειν παρά τῇσιν ὀρινομένους ὑπό καπνοῦ.
440Homerus, Ilias, 10, 218; 10 (auctor fl.700BC)
τούτου γ' ἑσπομένοιο καί ἐκ πυρός αἰθομένοιο ἄμφω νοστήσαιμεν, ἐπεί περίοιδε νοῆσαι.
441Homerus, Ilias, 10, 412; 3 (auctor fl.700BC)
ὅσσαι μέν Τρώων πυρός ἐσχάραι, οἷσιν ἀνάγκη οἷ δ' ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται ἀλλήλοις· ἀτάρ αὖτε πολύκλητοι ἐπίκουροι εὕδουσι· Τρωσίν γάρ ἐπιτραπέουσι φυλάσσειν· οὐ γάρ σφιν παῖδες σχεδόν εἵαται οὐδέ γυναῖκες.
442Homerus, Ilias, 11, 122; 7 (auctor fl.700BC)
ὡς δ' ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, πάντῃ τ' εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρός ὁρμῇ· ὣς ἄρ' ὑπ' Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα Τρώων φευγόντων, πολλοί δ' ἐριαύχενες ἵπποι κείν' ὄχεα κροτάλιζον ἀνά πτολέμοιο γεφύρας ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δ' ἐπί γαίῃ κείατο, γύπεσσιν πολύ φίλτεροι ἢ ἀλόχοισιν.
443Homerus, Ilias, 11, 575; 6 (auctor fl.700BC)
ὣς οἳ μέν μάρναντο δέμας πυρός αἰθομένοιο· Νέστορα δ' ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι ἱδρῶσαι, ἦγον δέ Μαχάονα ποιμένα λαῶν.
444Homerus, Ilias, 11, 655; 4 (auctor fl.700BC)
ἦ μένει εἰς ὅ κε δή νῆες θοαί ἄγχι θαλάσσης Ἀργείων ἀέκητι πυρός δηΐοιο θέρωνται, αὐτοί τε κτεινώμεθ' ἐπισχερώ· οὐ γάρ ἐμή ἲς ἔσθ' οἵη πάρος ἔσκεν ἐνί γναμπτοῖσι μέλεσσιν.
445Homerus, Ilias, 13, 673; 1 (auctor fl.700BC)
ὣς οἳ μέν μάρναντο δέμας πυρός αἰθομένοιο· Ἕκτωρ δ' οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη ὅττί ῥά οἱ νηῶν ἐπ' ἀριστερά δηϊόωντο λαοί ὑπ' Ἀργείων.
446Homerus, Ilias, 14, 378; 6 (auctor fl.700BC)
οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτί χέρσον ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ· οὔτε πυρός τόσσός γε ποτί βρόμος αἰθομένοιο οὔρεος ἐν βήσσῃς, ὅτε τ' ὤρετο καιέμεν ὕλην· οὔτ' ἄνεμος τόσσόν γε περί δρυσίν ὑψικόμοισι ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, ὅσση ἄρα Τρώων καί Ἀχαιῶν ἔπλετο φωνή δεινόν ἀϋσάντων, ὅτ' ἐπ' ἀλλήλοισιν ὄρουσαν.
447Homerus, Ilias, 15, 343; 2 (auctor fl.700BC)
Ἕκτωρ δέ Τρώεσσιν ἐκέκλετο μακρόν ἀΰσας νηυσίν ἐπισσεύεσθαι, ἐᾶν δ' ἔναρα βροτόεντα· ὃν δ' ἂν ἐγών ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω, αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε γνωτοί τε γνωταί τε πυρός λελάχωσι θανόντα, ἀλλά κύνες ἐρύουσι πρό ἄστεος ἡμετέροιο.
448Homerus, Ilias, 16, 74; 2 (auctor fl.700BC)
ἀλλά καί ὧς Πάτροκλε νεῶν ἄπο λοιγόν ἀμύνων ἔμπεσ' ἐπικρατέως, μή δή πυρός αἰθομένοιο νῆας ἐνιπρήσωσι, φίλον δ' ἀπό νόστον ἕλωνται.
449Homerus, Ilias, 16, 112; 5 (auctor fl.700BC)
ὣς τήν μέν πρυμνήν πῦρ ἄμφεπεν· αὐτάρ Ἀχιλλεύς μηρώ πληξάμενος Πατροκλῆα προσέειπεν· ὄρσεο διογενές Πατρόκλεες ἱπποκέλευθε· λεύσσω δή παρά νηυσί πυρός δηΐοιο ἰωήν· μή δή νῆας ἕλωσι καί οὐκέτι φυκτά πέλωνται· δύσεο τεύχεα θᾶσσον, ἐγώ δέ κε λαόν ἀγείρω.
450Homerus, Ilias, 17, 366; 1 (auctor fl.700BC)
ὣς οἳ μέν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης οὔτέ ποτ' ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην· ἠέρι γάρ κατέχοντο μάχης ἐπί θ' ὅσσον ἄριστοι ἕστασαν ἀμφί Μενοιτιάδῃ κατατεθνηῶτι.
451Homerus, Ilias, 17, 543; 6 (auctor fl.700BC)
ἀλλ' Ἕκτωρ πυρός αἰνόν ἔχει μένος, οὐδ' ἀπολήγει χαλκῷ δηϊόων· τῷ γάρ Ζεύς κῦδος ὀπάζει.
452Homerus, Ilias, 18, 1; 1 (auctor fl.700BC)
ὣς οἳ μέν μάρναντο δέμας πυρός αἰθομένοιο, Ἀντίλοχος δ' Ἀχιλῆϊ πόδας ταχύς ἄγγελος ἦλθε.
453Homerus, Ilias, 18, 388; 8 (auctor fl.700BC)
φύσας μέν ῥ' ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα λάρνακ' ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο· σπόγγῳ δ' ἀμφί πρόσωπα καί ἄμφω χεῖρ' ἀπομόργνυ αὐχένα τε στιβαρόν καί στήθεα λαχνήεντα, δῦ δέ χιτῶν', ἕλε δέ σκῆπτρον παχύ, βῆ δέ θύραζε χωλεύων· ὑπό δ' ἀμφίπολοι ῥώοντο ἄνακτι χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.
454Homerus, Ilias, 18, 590; 7 (auctor fl.700BC)
αὐτάρ ἐπεί δή τεῦξε σάκος μέγα τε στιβαρόν τε, τεῦξ' ἄρα οἱ θώρηκα φαεινότερον πυρός αὐγῆς, τεῦξε δέ οἱ κόρυθα βριαρήν κροτάφοις ἀραρυῖαν καλήν δαιδαλέην, ἐπί δέ χρύσεον λόφον ἧκε, τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
455Homerus, Ilias, 19, 349; 5 (auctor fl.700BC)
τοῦ καί ὀδόντων μέν καναχή πέλε, τώ δέ οἱ ὄσσε λαμπέσθην ὡς εἴ τε πυρός σέλας, ἐν δέ οἱ ἦτορ δῦν' ἄχος ἄτλητον· ὃ δ' ἄρα Τρωσίν μενεαίνων δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.
456Homerus, Ilias, 19, 349; 8 (auctor fl.700BC)
ὡς δ' ὅτ' ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ καιομένοιο πυρός, τό τε καίεται ὑψόθ' ὄρεσφι σταθμῷ ἐν οἰοπόλῳ· τούς δ' οὐκ ἐθέλοντας ἄελλαι πόντον ἐπ' ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν· ὣς ἀπ' Ἀχιλλῆος σάκεος σέλας αἰθέρ' ἵκανε καλοῦ δαιδαλέου· περί δέ τρυφάλειαν ἀείρας κρατί θέτο βριαρήν· ἣ δ' ἀστήρ ὣς ἀπέλαμπεν ἵππουρις τρυφάλεια, περισσείοντο δ' ἔθειραι χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφί θαμειάς.
457Homerus, Ilias, 21, 1; 2 (auctor fl.700BC)
ὡς δ' ὅθ' ὑπό ῥιπῆς πυρός ἀκρίδες ἠερέθονται φευγέμεναι ποταμόν δέ· τό δέ φλέγει ἀκάματον πῦρ ὄρμενον ἐξαίφνης, ταί δέ πτώσσουσι καθ' ὕδωρ· ὣς ὑπ' Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος πλῆτο ῥόος κελάδων ἐπιμίξ ἵππων τε καί ἀνδρῶν.
458Homerus, Ilias, 22, 131; 1 (auctor fl.700BC)
ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδόν ἦλθεν Ἀχιλλεύς ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ σείων Πηλιάδα μελίην κατά δεξιόν ὦμον δεινήν· ἀμφί δέ χαλκός ἐλάμπετο εἴκελος αὐγῇ ἢ πυρός αἰθομένου ἢ ἠελίου ἀνιόντος.
459Homerus, Ilias, 22, 131; 5 (auctor fl.700BC)
ἣ μέν γάρ θ' ὕδατι λιαρῷ ῥέει, ἀμφί δέ καπνός γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρός αἰθομένοιο· ἣ δ' ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ, ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
460Homerus, Ilias, 22, 337; 1 (auctor fl.700BC)
τόν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· λίσσομ' ὑπέρ ψυχῆς καί γούνων σῶν τε τοκήων μή με ἔα παρά νηυσί κύνας καταδάψαι Ἀχαιῶν, ἀλλά σύ μέν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο δῶρα τά τοι δώσουσι πατήρ καί πότνια μήτηρ, σῶμα δέ οἴκαδ' ἐμόν δόμεναι πάλιν, ὄφρα πυρός με Τρῶες καί Τρώων ἄλοχοι λελάχωσι θανόντα.
461Homerus, Ilias, 23, 54; 6 (auctor fl.700BC)
καί μοι δός τήν χεῖρ'· ὀλοφύρομαι, οὐ γάρ ἔτ' αὖτις νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρός λελάχητε.
462Homerus, Ilias, 23, 161; 4 (auctor fl.700BC)
ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν, καί μέν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας, δώδεκα δέ Τρώων μεγαθύμων υἱέας ἐσθλούς χαλκῷ δηϊόων· κακά δέ φρεσί μήδετο ἔργα· ἐν δέ πυρός μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.
463Homerus, Ilias, 23, 226; 3 (auctor fl.700BC)
Πηλεΐδης δ' ἀπό πυρκαϊῆς ἑτέρωσε λιασθείς κλίνθη κεκμηώς, ἐπί δέ γλυκύς ὕπνος ὄρουσεν· οἳ δ' ἀμφ' Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο· τῶν μιν ἐπερχομένων ὅμαδος καί δοῦπος ἔγειρεν, ἕζετο δ' ὀρθωθείς καί σφεας πρός μῦθον ἔειπεν· Ἀτρεΐδη τε καί ἄλλοι ἀριστῆες Παναχαιῶν, πρῶτον μέν κατά πυρκαϊήν σβέσατ' αἴθοπι οἴνῳ πᾶσαν, ὁπόσσον ἐπέσχε πυρός μένος· αὐτάρ ἔπειτα ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν εὖ διαγιγνώσκοντες· ἀριφραδέα δέ τέτυκται· ἐν μέσσῃ γάρ ἔκειτο πυρῇ, τοί δ' ἄλλοι ἄνευθεν ἐσχατιῇ καίοντ' ἐπιμίξ ἵπποι τε καί ἄνδρες.
464Homerus, Ilias, 24, 776; 6 (auctor fl.700BC)
αὐτάρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο πρῶτον μέν κατά πυρκαϊήν σβέσαν αἴθοπι οἴνῳ πᾶσαν, ὁπόσσον ἐπέσχε πυρός μένος· αὐτάρ ἔπειτα ὀστέα λευκά λέγοντο κασίγνητοί θ' ἕταροί τε μυρόμενοι, θαλερόν δέ κατείβετο δάκρυ παρειῶν.
465Homerus, Odyssea, 5, 451; 13 (auctor fl.700BC)
ὡς δ' ὅτε τις δαλόν σποδιῇ ἐνέκρυψε μελαίνῃ ἀγροῦ ἐπ' ἐσχατιῆς, ᾧ μή πάρα γείτονες ἄλλοι, σπέρμα πυρός σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι, ὣς Ὀδυσεύς φύλλοισι καλύψατο· τῷ δ' ἄρ' Ἀθήνη ὕπνον ἐπ' ὄμμασι χεῦ', ἵνα μιν παύσειε τάχιστα δυσπονέος καμάτοιο φίλα βλέφαρ' ἀμφικαλύψας.
466Homerus, Odyssea, 6, 288; 6 (auctor fl.700BC)
ἀλλ' ὁπότ' ἄν σε δόμοι κεκύθωσι καί αὐλή, ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρ' ἂν ἵκηαι μητέρ' ἐμήν· ἡ δ' ἧσται ἐπ' ἐσχάρῃ ἐν πυρός αὐγῇ, ἠλάκατα στρωφῶσ' ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι, κίονι κεκλιμένη· δμωαί δέ οἱ εἵατ' ὄπισθεν.
467Homerus, Odyssea, 9, 360; 8 (auctor fl.700BC)
ἀλλ' ὅτε δή τάχ' ὁ μοχλός ἐλάινος ἐν πυρί μέλλεν ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δ' αἰνῶς, καί τότ' ἐγών ἆσσον φέρον ἐκ πυρός, ἀμφί δ' ἑταῖροι ἵσταντ'· αὐτάρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
468Homerus, Odyssea, 11, 180; 4 (auctor fl.700BC)
οὐδέ οἱ εὐναί δέμνια καί χλαῖναι καί ῥήγεα σιγαλόεντα, ἀλλ' ὅ γε χεῖμα μέν εὕδει ὅθι δμῶες ἐνί οἴκῳ, ἐν κόνι ἄγχι πυρός, κακά δέ χροῒ εἵματα εἷται· αὐτάρ ἐπήν ἔλθῃσι θέρος τεθαλυῖά τ' ὀπώρη, πάντῃ οἱ κατά γουνόν ἀλωῆς οἰνοπέδοιο φύλλων κεκλιμένων χθαμαλαί βεβλήαται εὐναί.
469Homerus, Odyssea, 11, 180; 9 (auctor fl.700BC)
ἐμοί δ' ἄχος ὀξύ γενέσκετο κηρόθι μᾶλλον, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· " « μῆτερ ἐμή, τί νύ μ' οὐ μίμνεις ἑλέειν μεμαῶτα, ὄφρα καί εἰν Ἀίδαο φίλας περί χεῖρε βαλόντε ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο· ἦ τί μοι εἴδωλον τόδ' ἀγαυή Περσεφόνεια ὤτρυν', ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω· " " ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο πότνια μήτηρ· « ὤ μοι, τέκνον ἐμόν, περί πάντων κάμμορε φωτῶν, οὔ τί σε Περσεφόνεια Διός θυγάτηρ ἀπαφίσκει, ἀλλ' αὕτη δίκη ἐστί βροτῶν, ὅτε τίς κε θάνῃσιν· οὐ γάρ ἔτι σάρκας τε καί ὀστέα ἶνες ἔχουσιν, ἀλλά τά μέν τε πυρός κρατερόν μένος αἰθομένοιο δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκ' ὀστέα θυμός, ψυχή δ' ἠύτ' ὄνειρος ἀποπταμένη πεπότηται.
470Homerus, Odyssea, 12, 36; 9 (auctor fl.700BC)
τῇ δ' οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται, ἀλλά θ' ὁμοῦ πίνακάς τε νεῶν καί σώματα φωτῶν κύμαθ' ἁλός φορέουσι πυρός τ' ὀλοοῖο θύελλαι.
471Homerus, Odyssea, 14, 494; 8 (auctor fl.700BC)
" " ὣς εἰπών ἀνόρουσε, τίθει δ' ἄρα οἱ πυρός ἐγγύς εὐνήν, ἐν δ' ὀΐων τε καί αἰγῶν δέρματ' ἔβαλλεν.
472Homerus, Odyssea, 16, 266; 5 (auctor fl.700BC)
ἄλλο δέ τοι ἐρέω, σύ δ' ἐνί φρεσί βάλλεο σῇσιν· ὁππότε κεν πολύβουλος ἐνί φρεσί θῇσιν Ἀθήνη, νεύσω μέν τοι ἐγώ κεφαλῇ, σύ δ' ἔπειτα νοήσας ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται ἐς μυχόν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας πάντα μάλ'· αὐτάρ μνηστῆρας μαλακοῖς ἐπέεσσι παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες· " ἐκ καπνοῦ κατέθηκ', ἐπεί οὐκέτι τοῖσιν ἐῴκει οἷά ποτε Τροίηνδε κιών κατέλειπεν Ὀδυσσεύς, ἀλλά κατῄκισται, ὅσσον πυρός ἵκετ' ἀϋτμή.
473Homerus, Odyssea, 17, 1; 5 (auctor fl.700BC)
ἀλλ' ἔρχευ· ἐμέ δ' ἄξει ἀνήρ ὅδε, τόν σύ κελεύεις, αὐτίκ' ἐπεί κε πυρός θερέω ἀλέη τε γένηται.
474Homerus, Odyssea, 19, 1; 1 (auctor fl.700BC)
αὐτάρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, μνηστήρεσσι φόνον σύν Ἀθήνῃ μερμηρίζων· αἶψα δέ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· " Τηλέμαχε, χρή τεύχε' ἀρήϊα κατθέμεν εἴσω πάντα μάλ'· αὐτάρ μνηστῆρας μαλακοῖς ἐπέεσσι παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες· « ἐκ καπνοῦ κατέθηκ', ἐπεί οὐκέτι τοῖσιν ἐῴκει οἷά ποτε Τροίηνδε κιών κατέλειπεν Ὀδυσσεύς, ἀλλά κατῄκισται, ὅσσον πυρός ἵκετ' ἀϋτμή.
475Homerus, Odyssea, 19, 1; 4 (auctor fl.700BC)
νῦν δ' ἐθέλω καταθέσθαι, ἵν' οὐ πυρός ἵξετ' ἀϋτμή.
476Homerus, Odyssea, 19, 1; 12 (auctor fl.700BC)
ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι, εἰλάτιναί τε δοκοί, καί κίονες ὑψόσ' ἔχοντες φαίνοντ' ὀφθαλμοῖς ὡς εἰ πυρός αἰθομένοιο.
477Homerus, Odyssea, 19, 499; 4 (auctor fl.700BC)
αὐτάρ ἐπεί νίψεν τε καί ἤλειψεν λίπ' ἐλαίῳ, αὖτις ἄρ' ἀσσοτέρω πυρός ἕλκετο δίφρον Ὀδυσσεύς θερσόμενος, οὐλήν δέ κατά ῥακέεσσι κάλυψε.
478Homerus, Odyssea, 20, 1; 7 (auctor fl.700BC)
ὡς δ' ὅτε γαστέρ' ἀνήρ πολέος πυρός αἰθομένοιο, ἐμπλείην κνίσης τε καί αἵματος, ἔνθα καί ἔνθα αἰόλλῃ, μάλα δ' ὦκα λιλαίεται ὀπτηθῆναι, ὣς ἄρ' ὅ γ' ἔνθα καί ἔνθα ἑλίσσετο, μερμηρίζων ὅππως δή μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει μοῦνος ἐών πολέσι.
479Homerus, Odyssea, 21, 205; 12 (auctor fl.700BC)
Εὐρύμαχος δ' ἤδη τόξον μετά χερσίν ἐνώμα, θάλπων ἔνθα καί ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδ' ὣς ἐντανύσαι δύνατο, μέγα δ' ἔστενε κυδάλιμον κῆρ· ὀχθήσας δ' ἄρα εἶρος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν· " ὢ πόποι, ἧ μοι ἄχος περί τ' αὐτοῦ καί περί πάντων· οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ· εἰσί καί ἄλλαι πολλαί Ἀχαιΐδες, αἱ μέν ἐν αὐτῇ ἀμφιάλῳ Ἰθάκῃ, αἱ δ' ἄλλῃσιν πολίεσσιν· ἀλλ' εἰ δή τοσσόνδε βίης ἐπιδευέες εἰμέν ἀντιθέου Ὀδυσῆος, ὅ τ' οὐ δυνάμεσθα τανύσσαι τόξον· ἐλεγχείη δέ καί ἐσσομένοισι πυθέσθαι.
480Homerus, Odyssea, 23, 85; 2 (auctor fl.700BC)
ἡ δ' ἐπεί εἰσῆλθεν καί ὑπέρβη λάϊνον οὐδόν, ἕζετ' ἔπειτ' Ὀδυσῆος ἐναντίη, ἐν πυρός αὐγῇ, τοίχου τοῦ ἑτέρου· ὁ δ' ἄρα πρός κίονα μακρήν ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι ἰφθίμη παράκοιτις, ἐπεί ἴδεν ὀφθαλμοῖσιν.
481Incertus 014, Vita et institutum, 14, 0049C
καλῶς τὲ διαθέμενος τὴν βασιλείαν, καὶ ὀρθοδοξίᾳ διαλάμψας, ἐπὶ ἕκτῳ καὶ δεκάτῷ ἐνιαυτῷ τῆς ἀρχῆς, καταλύει τὸν βίον· διαδόχους δὲ τοὺς παῖδας, Γρατιανὸν καὶ Οὐαλεντινιανὸν καταλείπει τὸν νέον· Οὐάλεντος ἤδη τῆς ἀνατολῆς τοῦ ἀδελφοῦ βασιλεύοντος· ὃς δήπου καὶ τῆς αἱρέσεως Ἀρειανοῖς ἐκοινώνει· συμβαλὼν δὲ μετὰ τῶν Γότθων πόλεμον, καὶ ἡττηθεὶς, ὁ μὲν, εἰς ἀχυρῶνα καταφυγὼν, ὑπὸ πυρὸς ἐν αὐτῷ ἀνηλώθη· εἰς Γρατιανὸν δὲ, Οὐαλεντινιανοῦ μὲν υἱὸν, Οὐάλεντος δὲ ἀνεψιὸν, πᾶσα ἡ Ῥωμαίων ἡγεμονία μετέπεσε· πρῶτα μὲν γὰρ τὰ τῆς Εὐρώπης, ἀλλὰ μὴν καὶ τὰ τὴς δύσεως ἀπάσης σκῆπτρα ὑπὸ τοῦ πατρὸς παρειλήφει· ἔπειτα καὶ τὴν Ἀσίαν καὶ τὰ λειπόμενα τῆς Λιβύης, ἄπαιδος τοῦ Οὐάλεντος ἀναιρεθέντος· εὐσεβὴς δὲ ὢν κατὰ τὸν πατέρα, τοὺς ἐπισκόπους ἐκ τῆς φυγῆς ἀνεκαλέσατο πάντας ὁσους Οὐάλης διὰ τὴν Ἀρειάνων αἵρεσιν ὑπερορίους ἐποιήσατο, καὶ τῆς πατρίδος ἀπεληλάκει Γρατιανὸς δὲ τὴν Θράκην ληϊζομένην ὑπὸ τὸν Οὐάλεντα καταγωνισαμένων βαρβάρων μαθὼν, τὴν Ἰταλίαν ἀπολιπὼν, εἰς τὴν Παιονίαν ἀφίκετο.
482Incertus 053, Carmina, 53, 0789B
Ὦ πυρὸς ἀενάοιο σοφὴν ὠδῖνα φυλάσσων, Ἐμβεβαὼς κόσμοιο παλινδίνητον ἀνάγκην, Χριστὲ θεοῤῥήτοιο βίου φυσίζοε πηγή, Πατρὸς ἀσημάντοιο Θεοῦ προτόσπορε φωνὴ, Ὃς μέγα μητρῴων τοκετῶν ἐγκύμονα φόρτον, Καὶ γόνον αὐτοτέλεστον ἀνυμφεύτων ὑμεναίων Στήσας Ἀσσυρίης γενεῆς ἑτερόφρονα λύσσαν, Ὄργια δ' εἰδώλων κενεῶν ψευδώνυμα λύσας, Αἰθέρος ἀμφιβέβηκας ἐφ' ἑπτάζωνον ὀχῆα, Ἀγγελικαῖς πτερύγεσσιν ἐν ἀῤῥήτοισι θαάσσων.
483Iustinianus I Augustus, Adversus Origenem, 69, 0209A (auctor c.482–565)
Λέγει τοίνυν ὁ ἐν ἁγίοις Γρηγόριος ὁ θεολόγος ἐν τῷ ἀπολογητικῷ λόγῳ τάδε· « Ἡμῖν δὲ, οἷς τὸ κινδυνευόμενόν ἐστι σωτηρία ψυχῆς τῆς μακαρίας τε καὶ ἀθανάτου, καὶ ἀθάνατα κολασθησομένης ἢ ἐπαινεθησομένης διὰ κακίαν ἢ ἀρετὴν, πόσον χρὴ δοκεῖν εἶναι τὸν ἀγῶνα, καὶ ὅσης δεῖ τῆς ἐπιστήμης; » Καὶ μετ' ὀλίγα· « Τίς ψευδὴς ἀπολογία; ποία πιθανότης ἔντεχνος; τίς ἐπίνοια κατὰ τῆς ἀληθείας παραλογιεῖται τὸ δικαστήριον, καὶ κλέψει τὴν ὀρθὴν κρίσιν τοῖς πᾶσι πάντα ἐν ζυγῷ τιθεῖσαν, καὶ πρᾶξιν, καὶ λόγον, καὶ διανόημα, καὶ ἀντισηκοῦσαν τοῖς πονηροῖς τὰ βελτίονα, ἵνα τὸ ῥέπον νικήσῃ, καὶ μετὰ τοῦ πλείονος ἡ ψῆφος γένηται, μεθ' ἣν οὐκ ἔφεσις, οὐ κριτὴς ὑψηλότερος, οὐκ ἀπολογία δι' ἔργων δευτέρων, οὐκ ἔλαιον παρὰ τῶν φρονίμων παρθένων, ἢ τῶν πωλούντων ἐκλειπούσαις λαμπάσιν, οὐ μεταμέλεια πλουσίου φλογί τηκομένου καὶ τοῖς οἰκείοις ἐπιζητοῦντος διόρθωσιν, οὐ προθεσμία μεταποιήσεως· ἀλλὰ καὶ μόνιμον, καὶ φοβερὸν, καὶ τελευταῖον τὸ κριτήριον, καὶ δίκαιον πλέον ἢ ὅσον ἐπίφοβον, μᾶλλον δὲ διὰ τοῦτο καὶ φοβερώτερον, ὅτι δίκαιον· ἡνίκα θρόνοι τίθενται, καὶ παλαιὸς ἡμερῶν προκαθέζεται, καὶ βίβλοι ἀνοίγονται, καὶ ποταμὸς πυρὸς ἕλκεται, καὶ τὸ φῶς ἔμπροσθεν, καὶ τὸ σκότος ἡτοιμασμένον· καὶ πορεύονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς τῆς Χριστῷ νῦν κρυπτομένης, καὶ ὕστερον αὐτῷ συμφανερουμένης· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως, ἣν ἤδη παρὰ τοῦ κρίνατος αὐτοὺς Λόγου οἱ μὴ πιστεύοντες κατεκρίθησαν.
484Iustinianus I Augustus, Adversus Origenem, 69, 0209D (auctor c.482–565)
Τοῦ οὖν κυρίου ἀποφηναμένου, ὅτι ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον· ποτὲ δὲ ἐκπέμποντος ἡμᾶς εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ ἄλλοτε ὀνομάζοντος γέενναν πυρὸς, καὶ ἐπιφέροντος, « ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται· » καὶ ἔτι πάλαι διὰ τοῦ προφήτου περί τινων προειρηκότος, « ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται· » τούτων καὶ τοιούτων πολλάκις ἐκ τῆς θεοπνεύστου γραφῆς λεγομένων, ἓν καὶ τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλαθομένους τῶν τοιούτων καὶ τοσούτων τοῦ κυρίου ἀποφάσεων, τέλος κατατολμᾷν κολάσεων τῆς ἁμαρτίας εἰς τὸ μέλλον ἑαυτοῖς ὑπογράφειν.
485Iustinianus I Augustus, Adversus Origenem, 69, 0211A (auctor c.482–565)
- Τοῦ ἐν ἁγίοις [ἁγίου] Ἰωάννου ἐπισκοπου Κωνσταντινουπόλεως ἐκ τῆς πρὸς Θεόδωρον τὸν μοναχὸν πρώτης ἐπιστολῆς· Ταῦτα ἐννόει διόλου, καὶ τὸν ποταμὸν τοῦ πυρός, « ποταμὸς γὰρ πυρὸς εἷλκε πρὸ προσώπου αὐτοῦ » Οὐκ ἔστιν ἐκείνῳ παραδοθέντα τῷ πυρὶ προσδοκῆσαι κολάσεως τέλος.
486Iustinianus I Augustus, Adversus Origenem, 69, 0273D (auctor c.482–565)
Διὸ δὴ τοίνυν τὰς μὲν τῶν αἱρετικῶν τούτων, καὶ πάντων ἀθυροστόμους γλώσσας, καὶ τὰς τούτων ἀσεβεστάτας συγγραφὰς, αὐτούς τε τοὺς αἱρετικοὺς τοὺς μέχρι τέλους ἐμμείναντας τῇ οἰκείᾳ κακοδοξίᾳ καὶ πονηρίᾳ, μετὰ τοῦ πατρὸς τοῦ ψεύδους εἰκότως διαβόλου συναριθμοῦντες ἐροῦμεν· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε.
487Macrobius Theodosius, Saturnalia, p1, 17; 13 (auctor c.420)
Plato solem Ἀπόλλωνα cognominatum scribit ἀπὸ τοῦ ἀποπάλλειν τὰς ἀκτῖνας id est a iactu radiorum; Chrysippus [Apollinem], ὡς οὐχὶ τῶν πολλῶν καὶ φαύλων οὐσιῶν τοῦ πυρὸς ὄντα, primam enim nominis litteram retinere significationem negandi, ἢ ὅτι μόνος ἐστὶ καὶ οὐχὶ πολλοί, nam et Latinitas eum, quia tantam claritudinem solus obtinuit, solem vocavit.
488Macrobius Theodosius, Saturnalia, p1, 17; 14 (auctor c.420)
Speusippus, quod ex multis ignibus constet vis eius ὡς ἀπὸ πολλῶν οὐσιῶν πυρὸς αὐτοῦ συνεστῶτος, Cleanthes ὡς ἀπ᾽ ἄλλων καὶ ἄλλων τόπων τὰς ἀνατολὰς ποιουμὲνου, quod ab aliis atque aliis locorum declinationibus faciat ortus.
489Macrobius Theodosius, Saturnalia, p1, 17; 82 (auctor c.420)
Apollo Ἐλελεὺς appellatur ἀπὸ τοῦ ἐλίττεσθαι περὶ τὴν γῆν, quod aeterno circa terram meatu veluti volvi videtur, ut ait Euripides, Ἥλιε, θοαῖς ἵπποισιν ἑλίσσων φλόγα, ἢ ὅτι συναλισθέντος πολλοῦ πυρὸς περιπολεῖ, ut ait Empedocles: οὕνεκ᾽ ἀναλισθεὶς μέγαν οὐρανὸν ἀμφιπολεύει.
490Macrobius Theodosius, Saturnalia, p6, 12; 5 (auctor c.420)
Σπέρμα πυρὸς σώζων ... Indum sanguineo veluti violaverit ostro si quis ebur ... Ὡς δ᾽ ὅτε τίς τ᾽ ἐλέφαντα γυνὴ φοίνικι μίηνῃ.
491Macrobius Theodosius, Saturnalia, p6, 13; 24 (auctor c.420)
Ὡς δ᾽ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, πάντῃ τ᾽ εἰλυφόων ἄνεμος φέρει, οἵ δέ τε θάμνοι πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ.
492Macrobius Theodosius, Saturnalia, p6, 17; 14 (auctor c.420)
Atque uti vosmet ipsos eius quod dico arbitros faciam, carmen Pindari quod est super monte Aetna, quantulum mihi est memoriae, dicam: Τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται ἐκ μυχῶν παγαί• ποταμοὶ δ᾽ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ αἴθων᾽• ἀλλ᾽ ἐν ὄρφναισιν φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖ αν φέρει πόντου πλάκα σὺν πατάγῳ.
493Markos monachos, Florilegium et opuscula, Florilegium, 33; 1 (auctor fl.1260)
Ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ «μωρέ» {Mt 5,22}, φησὶν ὁ κύριος, ἔνοχός ἐστιν εἰς Γέενναν τοῦ πυρός.
494Markos monachos, Florilegium et opuscula, Florilegium, 34; 3 (auctor fl.1260)
Διόπερ καὶ ἐν τῇ παρουσίᾳ τοῦ κυρίου μετὰ πάντων τῶν ἁγίων οἱ μετὰ τοιαύτης παρρησίας ἐξελθόντες τοῦ βίου ἁρπαγήσονται· οἱ δὲ κἂν βραχὺ δειλιῶντες ἐν τῷ θανάτῳ ἐν τῇ πάντων τῶν ἀνθρώπων καταληφθήσονται πληθύι ὡς ὑπὸ κρίσιν ὄντες, ἵνα διὰ τοῦ πυρὸς δοκιμασθέντες τῆς κρίσεως τοὺς κεχρεωστημένους αὐτοῖς κατὰ τὰς πράξεις αὐτῶν ἀπολαύσουσι κλήρους – ἑκάστου, γάρ φησιν ὁ ἀπόστολος, τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει {I Cor 3,13}.
495Markos monachos, Florilegium et opuscula, Sermo B, 8; 1 (auctor fl.1260)
Διὰ τοῦτο καὶ ὁ νομοθέτης Μωσῆς τοῖς Ἰσραηλίταις εἴρηκεν· ἰδού, δέδωκα πρὸ προσώπου ὑμῶν τῆς ζωῆς τὴν ὁδὸν ὁμοίως καὶ τοῦ θανάτου {Dt 30,15}, δηλονότι τοῦ αἰωνίου, καὶ ἐπιφέροντος· ἔκλεξαι τὴν ζωήν, ἵνα ζήσῃς {Dt 3,19}, ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν {Mc. 12,30, cf. Dtn. 30,16}, οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ πορνεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου, οὐκ ἐπιορκήσεις – ἐρρέθη γάρ, φησὶ καὶ μὴ ὀμόσαι ὅλως –, οὐ συκοφαντήσεις, οὐ καταλαλήσεις {cf. Dtn. 5,16ss. &  Ex. 20,12ss.} – μὴ ἀγάπα, γάρ φησι, καταλαλιάν, ἵνα μὴ ἐξαρθῇς {Prv 20,13} –, οὐ μνησικακήσεις – ὁδοὶ γὰρ μνησικάκων εἰς θάνατον {Prv 12,28} –, μὴ σπεῦδε πολλὰ λέγειν – ἀνὴρ γὰρ γλωσσώδης οὐ κατευθυνθήσεται {Ps 139,12}, καὶ παγὶς ἀνδρὶ τὰ ἴδια χείλη {Prv 6,2}, καὶ περὶ ἀργοῦ λόγου, λόγον δώσεις {cf. Mt 12,36} –, οὐ ψεύσῃ – ἀπολεῖς γὰρ πάντας τοῦς λαλοῦντας τὸ ψεῦδος {Ps 5,6} –, οὐκ ἔσῃ πλεονέκτης – οὐαὶ γὰρ ὁ πλεονεκτῶν τῷ πλησίον αὐτοῦ {Ps 5,7} –, οὐκ ἔσῃ ὑποκριτής – ἵνα μὴ τὸ μέρος σου μετὰ τῶν ὑποκριτῶν πέσῃ {Hab 2,9} –, μὴ γίνου ὑπερήφανος – ὑπερηφάνοις γὰρ θεὸς ἀντιτάσσεται {Mt 24,51} –, οὐ μισήσεις τὸν ἀδελφόν σου – ὁ γὰρ μισῶν τὸν ἑαυτοῦ ἀδελφὸν ἀνθρωποκτόνος ἐστίν {I Io 3,15}· ἐλεγμῷ δὲ ἐλέγξεις αὐτόν, ὅταν πταίσῃ, καὶ οὐ λήψῃ διὰ τοῦτο ἁμαρτίαν {Lv 19,17} –, μὴ γίνου αἰσχρολόγος, μὴ ῥιψόφθαλμος, μὴ μέθυσος, μὴ γίνου φιλάργυρος – ἵνα μὴ ἀντὶ θεοῦ δουλεύσῃς τῷ Μαμωνᾷ {Mt 6,24} –, μὴ ὑψηλοφρόνει – πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται {Lc 14,11} –, μὴ γίνου σκληροκάρδιος καὶ θυμώδης ἀλλὰ μᾶλλον μακρόθυμος καὶ πραΰς – ὅτι ὁ μακρόθυμος πολὺς ἐν φρονήσει {Prv 14,29}, οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν {Mt 5,5} –, μὴ γίνου θρασύς – ὅτι ὁ θρασὺς ἐμπεσεῖται εἰς κακά {Prv 13,17} –, μὴ εἴπῃς τινὰ τῶν Χριστιανῶν «μωρέ» – φησὶ γὰρ ὁ κύριος, ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ «μωρέ», ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρός {cf. Mt 5,22} –, μὴ βλέπε πρόσωπα ἀναιδῶς πρὸς ἐπιθυμίαν – ὁ γὰρ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι, φησίν, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ {cf. Mt 5,28}.
496Markos monachos, Florilegium et opuscula, Appendix, 43; 13 (auctor fl.1260)
Ἀναιρεῖται δὲ ὑπὸ μὲν ἐγκρατείας ὁ τῆς γαστριμαργίας λογισμός· ὑπὸ δὲ θείου πόθου καὶ τῆς τῶν μελλόντων ἐφέσεως καὶ τῆς τοῦ ἀσβέστου πυρὸς μνήμης ὁ τῆς πορνείας· ὑπὸ δὲ τῆς συμπαθείας τῆς πρὸς τοὺς πένητας ὁ τῆς φιλαργυρίας· ὑπὸ τῆς ἀγαθότητος καὶ τῆς πρὸς πάντας ἀγάπης ὁ τῆς ὀργῆς· ὑπὸ δὲ τῆς πνευματικῆς – παιδεύει ἡμᾶς ὁ θεὸς ἁμαρτάνοντας τῷ λόγῳ τῆς αὐτοῦ εὐσπλαγχνίας καὶ εἰς τὰς μωρὰς ἡμῖν ζητήσεις {II Tim 2,23} καὶ ἐπιθυμίας τὰς ἀκαίρους, οὐ τὰς παραλόγους δέ, μὴ διδοὺς ἡμῖν τὰ τέως ζητούμενα· ὅθεν ἡμεῖς παίδευσιν τὴν κηδεμονικὴν τοῦ δεσπότου περὶ ἡμᾶς προορῶντες χαίρωμεν πνευματικῶς εὐφραινόμενοι – χαρᾶς ὁ τῆς κοσμικῆς λύπης· ὑπὸ δὲ τῆς ὑπομονῆς καὶ τῆς καρτερίας καὶ τῆς πρὸς θεὸν εὐχαριστίας ὁ τῆς ἀκηδίας· ὑπὸ δὲ τῆς κρυπτῆς ... ὁ τῆς κενοδοξίας· ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινὰ ἢ ἐξουθενεῖν, ὡς ὁ φαρισαῖος, ἀλλ' ἔχειν ἑαυτὸν ἔσχατον πάντων ὁ τῆς ὑπερηφανίας.
497Markos monachos, Florilegium et opuscula, Sermo A, 10; 1 (auctor fl.1260)
Τοῦ νομοθέτου Μωσέως εἰρηκότος τοῖς Ἰσραηλίταις· ἰδού, δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου, καὶ ἐπιφέροντος ἔκλεξαι τὴν ζωήν, ἵνα ζήσῃς {Dtn. 30,15 & 19}· ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν {cf. Mt 22,37‑9; cf. Dtn 30,16}· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ πορνεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου, οὐκ ἐπιορκήσεις {cf. Dtn 5,16ss. & Ex 20,12ss.} – ἐρρέθη γάρ, φησὶ καὶ μὴ ὀμόσαι ὅλως {Mt 5,34} –, οὐ συκοφαντήσεις, οὐ καταλαλήσεις – μὴ ἀγάπα, γάρ φησι, καταλαλιάν, ἵνα μὴ ἐξαρθῇς {Prv 20,13} –, οὐ μνησικακήσεις – ὁδοί, γάρ φησι, μνησικάκων εἰς θάνατον {Prv 12,28} –, μὴ σπεῦδε πολλὰ λέγειν – ἀνὴρ γὰρ γλωσσώδης οὐ κατευθυνθήσεται {Ps 139,12}, καὶ παγὶς ἀνδρὶ τὰ ἴδια χείλη {Prv 6,2}, καὶ περὶ ἀργοῦ λόγου, λόγον δώσεις {cf. Mt. 12,36} –, οὐ ψεύσῃ – ἀπολεῖς γὰρ πάντας τοῦς λαλοῦντας τὸ ψεῦδος {Ps 5,6} –, οὐκ ἔσει πλεονέκτης – οὐαὶ γὰρ ὁ πλεονεκτῶν τῷ πλησίον αὐτοῦ {Hab 2,9}· φησὶ δὲ καὶ ὁ κύριος, ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτῷ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ {Lc 12,15} –, οὐκ ἔσει ὑποκριτής, ἵνα μὴ τὸ μέρος σου μετὰ τῶν ὑποκριτῶν θήσει {Mt 24,51}· μὴ γίνου ὑπερήφανος – ὑπερηφάνοις γάρ, φησίν, ὁ κύριος ἀντιτάσσεται {Iac 4,6, I Ptr 5,5} –, οὐ μισήσεις τὸν ἀδελφόν σου – ἐλεγμῷ, γάρ φησιν, ἐλέγξεις τὸν ἀδελφόν σου, καὶ οὐ λήψῃ δι᾿ αὐτὸν ἁμαρτίαν {Lev 19,17} –, μὴ γίνου αἰσχρολόγος, μὴ ῥιψόφθαλμος, μὴ μέθυσος, μὴ γίνου φιλάργυρος – ἵνα μὴ ἀντὶ θεοῦ δουλεύσῃς τῷ Μαμωνᾷ {cf. Mt 6,24} –, μὴ ὑψηλοφρόνει – πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται {Mt 23,12} –, μὴ γίνου σκληροκάρδιος καὶ θυμώδης, ἀλλὰ μᾶλλον μακρόθυμος καὶ πραΰς – ὅτι ὁ μακρόθυμος πολὺς ἐν φρονήσει, οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν {Prv 14,29 & Mt 5,5} –, μὴ γίνου θρασύς – ὅτι πᾶς θρασύς, φησίν, ἐμπεσεῖται εἰς κακά {Prv 13,17} –, μὴ εἴπῃς τινὰ «μωρέ» – ὁ γὰρ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ «μωρέ», φησὶν ὁ κύριος, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός {Mt 5,22} –, μὴ βλέπε πρόσωπα ἀναιδῶς πρὸς ἐπιθυμίαν – ὁ γὰρ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ {Mt 5,28}.
498Martinus I, Epistolae, 87, 0127D
Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία· φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
499Martinus I, Epistolae, 87, 0164C
Δι' ὧν οὐκ ἡμῖν μόνον ἐγνωρίσθης ὑπάρχων ἐν εὐσεβείᾳ τετελειωμένος, ἀλλά καὶ αὐτῷ τῷ Σωτῆρι τῶν ὅλων Χριστῷ σὺν παῤῥησίᾳ πολλῇ τυγχάνων, εὐάρεστος· ὡς καὶ ἐν ὑμῖν τὸ ἀποστολικὸν περὶ τῶν ἁγίων πληροῦσθαι ῥητὸν τὸ φάσκον· Οἱ ἅγιοι διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἕκλιναν ἀλλοτρίων.
500Martinus I, Epistolae, 87, 0164C
Κατηγωνίσω γὰρ, εὐλαβέστατε ἀδελφὲ, τοῦ ἀντικειμένου διαβόλου τὴν πονηρὰν βασιλείαν, ἐργασάμενος δικαιοσύνην ἐν τῇ βεβαιώσει τῆς πίστεως· ἧς χάριν τετευχὼς τῆς ἐπαγγελίας τοῦ Πνεύματος, ἐνέφραξας ὥσπερ λεόντων τὰ στόματα τῶν αἱρετικῶν, σβέσας αὐτῶν τὴν δύναμιν τῆς αἱρέσεως, ὥσπερ φλόγα πυρὸς τῇ ἐπιπνοίᾳ τῆς χάριτος.