'πόλεμος' - search in All Authors, Showing 1 to 162 of 162 hits

1Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571D
Οὔτε μὴν τὴν οἰανοῦν κυρίωσιν ἢ ἐκβολὴν τοῦ κατὰ τὸ ἀνθρώπινον φυσικοῦ τοῦ σωτῆρος θελήματος, ἀλλὰ τοῦ καθ' ἡμᾶς καὶ διαβεβλημένου τελείαν ἀποσκευὴν καὶ ἀναίρεσιν, καθ' ὃ καὶ ὁ πρὸς ἄλληλα τῶν ὁμογενῶν σῦνίσταται πόλεμος.
2Aristoteles, Analytica posteriora, 2, II 11; 11 (auctor 384BC-322BC)
Τό δέ διά τί ὁ Μηδικός πόλεμος ἐγένετο Ἀθηναίοις; τίς αἰτία τοῦ πολεμεῖσθαι Ἀθηναίους; ὅτι εἰς Σάρδεις μετ᾿ Ἐρετριέων ἐνέβαλον· τοῦτο γάρ ἐκίνησε πρῶτον.
3Aristoteles, Analytica posteriora, 2, II 11; 12 (auctor 384BC-322BC)
Πόλεμος ἐφ᾿ οὗ Α, προτέρους εἰσβαλεῖν Β, Ἀθηναῖοι τό Γ.
4Aristoteles, Analytica priora, 2, II 24; 7 (auctor 384BC-322BC)
Ὅτι μέν οὗν τό Β τῷ Γ καί τῷ Δ ὑπάρχει, φανερόν (ἄμφω γάρ ἐστι πρός τούς ὁμόρους ἀναιρεῖσθαι πόλεμον), καί ὅτι τό Α τῷ Δ (Θηβαίοις γάρ οὐ συνήνεγκεν ὁ πρός Φωκεῖς πόλεμος)· ὅτι δέ τό Α τῷ Β ὑπάρχει, διά τοῦ Δ δειχθήσεται.
5Aristoteles, Athenaion Politeia, p2, 27, 2; 3 (auctor 384BC-322BC)
μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἑνὸς δεῖ πεντηκοστῷ ἔτει, ἐπὶ Πυθοδώρου ἄρχοντος, ὁ πρὸς Πελοποννησίους ἐνέστη πόλεμος, ἐν ᾧ κατακλεισθεὶς ὁ δῆμος ἐν τῷ ἄστει, καὶ συνεθισθεὶς ἐν ταῖς στρατείαις μισθοφορεῖν, τὰ μὲν ἑκὼν τὰ δὲ ἄκων προῃρεῖτο τὴν πολιτείαν διοικεῖν αὐτός.
6Aristoteles, Athenaion Politeia, p2, 29, 5; 8 (auctor 384BC-322BC)
τὰ μὲν χρήματα τὰ προσιόντα μὴ ἐξεῖναι ἄλλοσε δαπανῆσαι ἢ εἰς τὸν πόλεμον, τὰς δ' ἀρχὰς ἀμίσθους ἄρχειν ἁπάσας ἕως ἂν ὁ πόλεμος ᾖ, πλὴν τῶν ἐννέα ἀρχόντων καὶ τῶν πρυτάνεων οἳ ἂν ὦσιν· τούτους δὲ φέρειν τρεῖς ὀβολοὺς ἕκαστον τῆς ἡμέρας.
7Aristoteles, Athenaion Politeia, p2, 29, 5; 9 (auctor 384BC-322BC)
τὴν δ' ἄλλην πολιτείαν ἐπιτρέψαι πᾶσαν Ἀθηναίων τοῖς δυνατωτάτοις καὶ τοῖς σώμασιν καὶ τοῖς χρήμασιν λῃτουργεῖν, μὴ ἔλαττον ἢ πεντακισχιλίοις, ἕως ἂν ὁ πόλεμος ᾖ.
8Aristoteles, Athenaion Politeia, p2, 61, 1; 1 (auctor 384BC-322BC)
χειροτονοῦσι δὲ καὶ τὰς πρὸς τὸν πόλεμον ἀρχὰς ἁπάσας, στρατηγοὺς δέκα, πρότερον μὲν ἀφ' ἑκάστησ φυλῆς ἕνα, νῦν δ' ἐξ ἁπάντων· καὶ τούτους διατάττουσι τῇ χειροτονίᾳ, ἕνα μὲν ἐπὶ τοὺς ὁπλίτας, ὃς ἡγεῖται τῶν ὁπλιτῶν, ἂν ἐξίωσι, ἕνα δ' ἐπὶ τὴν χώραν, ὃς φυλάττει, κἂν πόλεμος ἐν τῇ χώρᾳ γίγνηται, πολεμεῖ οὗτος.
9Aristoteles, Historia animalium, 9, IX 1; 13 (auctor 384BC-322BC)
Πόλεμος μέν οὖν πρός ἄλληλα τοῖς ζῴοις ἐστίν, ὅσα τούς αὐτούς τε κατέχει τόπους καί ἀπό τῶν αὐτῶν ποιεῖται τήν ζωήν· ἐάν γάρ ᾖ σπάνιος ἡ τροφή, καί πρός ἄλληλα τά ὁμόφυλα μάχεται, ἐπεί καί τάς φώκας φασί πολεμεῖν τάς περί τόν αὐτόν τόπον, καί ἄρρενι ἄρρενα καί θηλείᾳ θήλειαν, ἕως ἂν ἀποκτείνῃ ἢ ἐκβληθῇ θάτερον ὑπό θατέρου· καί τά σκυμνία ὡσαύτως πάντα.
10Aristoteles, Historia animalium, 9, IX 1; 31 (auctor 384BC-322BC)
Τόν δέ κάλαριν ὁ αἰγωλιός καί οἱ ἄλλοι γαμψώνυχες κατεσθίουσιν· ὅθεν ὁ πόλεμος αὐτοῖς.
11Aristoteles, Historia animalium, 9, IX 1; 32 (auctor 384BC-322BC)
Πόλεμος δέ καί ἀσκαλαβώτῃ καί ἀράχνῃ· κατεσθίει γάρ τούς ἀράχνας ὁ ἀσκαλαβώτης.
12Aristoteles, Historia animalium, 9, IX 1; 34 (auctor 384BC-322BC)
Αἰγίθῳ δέ καί ὄνῳ πόλεμος διά τό παριόντα τόν ὄνον κνήθεσθαι εἰς τάς ἀκάνθας τά ἕλκη· διά τε οὖν τοῦτο, κἂν ὀγκήσηται, ἐκβάλλει τά ᾠά καί τούς νεοττούς· φοβούμενοι γάρ ἐκπίπτουσιν· ὁ δέ διά τήν βλάβην ταύτην κολάπτει ἐπιπετόμενος τά ἕλκη αὐτοῦ.
13Aristoteles, Historia animalium, 9, IX 2; 7 (auctor 384BC-322BC)
Ὁ δέ πόλεμός ἐστι τοῖς κρείττοσι πρός τούς ἥττους· κατεσθίει γάρ ὁ κρείττων.
14Aristoteles, Oeconomica, 2; 126 (auctor 384BC-322BC)
ἐπεὶ δὲ παρὰ πάντων εἰλήφει, προστάξαι αὐτοῖς ἐκέλευσεν εἰς μὲν τὸ ἱερὸν καὶ εἰς αὑτὸν τῆς δαπάνης ἧς πρότερον ἐποιοῦντο τὸ δέκατον μέρος ποιεῖσθαι, τὰ δὲ λοιπὰ αὑτῷ δανεῖσαι, ἕως ὁ πόλεμος ὁ πρὸς βασιλέα διαλυθῇ.
15Aristoteles, Politica, 2; 273 (auctor 384BC-322BC)
οὔτε γὰρ ἐξωτερικῆς ἀρχῆς κοινωνοῦσιν οἱ Κρῆτες, νεωστί τε πόλεμος ξενικὸς διαβέβηκεν εἰς τὴν νῆσον, ὃς πεποίηκε φανερὰν τὴν ἀσθένειαν τῶν ἐκεῖ νόμων.
16Aristoteles, Politica, 4; 185 (auctor 384BC-322BC)
καὶ εἰώθασι δέ, ὅταν πόλεμος ᾖ, ὀκνεῖν, ἂν μὴ λαμβάνωσι τροφήν, ἄποροι δὲ ὦσιν· ἐὰν δὲ πορίζῃ τις τροφήν, βούλονται πολεμεῖν.
17Aristoteles, Politica, 4; 187 (auctor 384BC-322BC)
καὶ ἡ πρώτη δὲ πολιτεία ἐν τοῖς Ἕλλησιν ἐγένετο μετὰ τὰς βασιλείας ἐκ τῶν πολεμούντων, ἡ μὲν ἐξ ἀρχῆς ἐκ τῶν ἱππέων (τὴν γὰρ ἰσχὺν καὶ τὴν ὑπεροχὴν ἐν τοῖς ἱππεῦσιν ὁ πόλεμος εἶχεν· ἄνευ μὲν γὰρ συντάξεως ἄχρηστον τὸ ὁπλιτικόν, αἱ δὲ περὶ τῶν τοιούτων ἐμπειρίαι καὶ τάξεις ἐν τοῖς ἀρχαίοις οὐχ ὑπῆρχον, ὥστ' ἐν τοῖς ἱππεῦσιν εἶναι τὴν ἰσχύν) , αὐξανομένων δὲ τῶν πόλεων καὶ τῶν ἐν τοῖς ὅπλοις ἰσχυσάντων μᾶλλον πλείους μετεῖχον τῆς πολιτείας· διόπερ ἃς νῦν καλοῦμεν πολιτείας, οἱ πρότερον ἐκάλουν δημοκρατίας· ἦσαν δὲ αἱ ἀρχαῖαι πολιτεῖαι εὐλόγως ὀλιγαρχικαὶ καὶ βασιλικαί.
18Aristoteles, Politica, 7; 244 (auctor 384BC-322BC)
ἀνδρείας μὲν οὖν καὶ καρτερίας δεῖ πρὸς τὴν ἀσχολίαν, φιλοσοφίας δὲ πρὸς τὴν σχολήν, σωφροσύνης δὲ καὶ δικαιοσύνης ἐν ἀμφοτέροις τοῖς χρόνοις, καὶ μᾶλλον εἰρήνην ἄγουσι καὶ σχολάζουσιν· ὁ μὲν γὰρ πόλεμος ἀναγκάζει δικαίους εἶναι καὶ σωφρονεῖν, ἡ δὲ τῆς εὐτυχίας ἀπόλαυσις καὶ τὸ σχολάζειν μετ' εἰρήνης ὑβριστὰς ποιεῖ μᾶλλον.
19Aristoteles, Rhetorica, 2, 23, 1; 2 (auctor 384BC-322BC)
ἢ ὡς ἐν τῷ Μεσσηνιακῷ· « εἰ γὰρ ὁ πόλεμος αἴτιος τῶν παρόντων κακῶν, μετὰ τῆς εἰρήνης δεῖ ἐπανορθώσασθαι » .
20Aristoteles, Rhetorica, 2, 24, 8; 24 (auctor 384BC-322BC)
ἄλλος παρὰ τὸ ἀναίτιον ὡς αἴτιον, οἷον τῷ ἅμα ἢ μετὰ τοῦτο γεγονέναι· τὸ γὰρ μετὰ τοῦτο ὡς διὰ τοῦτο λαμβάνουσιν, καὶ μάλιστα οἱ ἐν ταῖς πολιτείαις, οἷον ὡς ὁ Δημάδης τὴν Δημοσθένους πολιτείαν πάντων τῶν κακῶν αἰτίαν· μετ' ἐκείνην γὰρ συνέβη ὁ πόλεμος.
21Aristoteles, Rhetorica, 3, 10, 6; 9 (auctor 384BC-322BC)
κατὰ μὲν οὖν τὴν διάνοιαν τοῦ λεγομένου τὰ τοιαῦτα εὐδοκιμεῖ τῶν ἐνθυμημάτων, κατὰ δὲ τὴν λέξιν τῷ μὲν σχήματι, ἐὰν ἀντικειμένως λέγηται, οἷον « καὶ τὴν τοῖς ἄλλοις κοινὴν εἰρήνην νομιζόντων τοῖς αὑτῶν ἰδίοις πόλεμον » · ἀντίκειται πόλεμος εἰρήνῃ· τοῖς δ' ὀνόμασιν, ἐὰν ἔχῃ μεταφοράν, καὶ ταύτην μήτ' ἀλλοτρίαν, χαλεπὸν γὰρ συνιδεῖν, μήτ' ἐπιπόλαιον, οὐδὲν γὰρ ποιεῖ πάσχειν.
22Aristoteles, Rhetorica, 3, 14, 6; 13 (auctor 384BC-322BC)
1.1 ἥγεό μοι λόγον ἄλλον, ὅπως Ἀσίας ἀπὸ γαίης ἦλθεν ἐς Εὐρώπην πόλεμος μέγας.
23Biblia, Biblia graeca iuxta LXX interpretes, p5, 1; 48
ὅταν γὰρ ἐπέλθῃ ἐπ’ αὐτὰ πόλεμος καὶ κακά, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς ποῦ συναποκρυβῶσι μετ’ αὐτῶν.
24Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 1; 10
δεῦτε οὖν κατασοφισώμεθα αὐτούς, μήποτε πληθυνθῇ καί, ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος, προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς.
25Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 26; 6
καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν, καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν, καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν.
26Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 21; 14
διὰ τοῦτο λέγεται ἐν βιβλίῳ Πόλεμος τοῦ κυρίου τὴν Ζωοβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Αρνων,
27Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 20; 34
καὶ παρεγένοντο ἐξ ἐναντίας τῆς Γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ισραηλ, καὶ ὁ πόλεμος ἐβαρύνθη· καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι ἀφῆπται αὐτῶν ἡ κακία.
28Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 20; 39
καὶ ἀνέστρεψαν ἀνὴρ Ισραηλ ἐν τῷ πολέμῳ, καὶ Βενιαμιν ἦρκται τοῦ τύπτειν τραυματίας ἐν τῷ ἀνδρὶ Ισραηλ ὡσεὶ τριάκοντα ἄνδρας, ὅτι εἶπαν Πλὴν τροπούμενος τροποῦται ἐναντίον ἡμῶν καθὼς ὁ πόλεμος ὁ ἔμπροσθεν.
29Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 20; 42
καὶ ἔκλιναν ἐνώπιον ἀνδρὸς Ισραηλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου, καὶ ὁ πόλεμος κατέφθασεν αὐτόν, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειραν αὐτὸν ἐν μέσῳ αὐτῶν.
30Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 4; 2
καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν.
31Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 14; 23
καὶ ἔσωσεν κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ισραηλ. Καὶ ὁ πόλεμος διῆλθεν τὴν Βαιθων, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαουλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Εφραιμ.
32Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 14; 52
καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαουλ, καὶ ἰδὼν Σαουλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν.
33Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 17; 47
καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ῥομφαίᾳ καὶ δόρατι σῴζει κύριος, ὅτι τοῦ κυρίου ὁ πόλεμος, καὶ παραδώσει κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν.
34Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 19; 8
καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαουλ, καὶ κατίσχυσεν Δαυιδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ.
35Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 31; 3
καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαουλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί, ἄνδρες τοξόται, καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια.
36Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 2; 17
καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔπταισεν Αβεννηρ καὶ ἄνδρες Ισραηλ ἐνώπιον παίδων Δαυιδ.
37Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 3; 1
Καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυιδ· καὶ ὁ οἶκος Δαυιδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαουλ ἐπορεύετο καὶ ἠσθένει.
38Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 18; 6
καὶ ἐξῆλθεν πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ισραηλ, καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Εφραιμ.
39Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 18; 8
καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
40Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 21; 15
Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ισραηλ. καὶ κατέβη Δαυιδ καὶ οἱ παῖδες αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων, καὶ ἐξελύθη Δαυιδ.
41Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 21; 18
καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γεθ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξεν Σεβοχα ὁ Αστατωθι τὸν Σεφ τὸν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφα. –
42Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 21; 19
καὶ ἐγένετο ὁ πόλεμος ἐν Γοβ μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ελεαναν υἱὸς Αριωργιμ ὁ Βαιθλεεμίτης τὸν Γολιαθ τὸν Γεθθαῖον, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων. –
43Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 21; 20
καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ. καὶ ἦν ἀνὴρ μαδων, καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ, εἴκοσι τέσσαρες ἀριθμῷ, καί γε αὐτὸς ἐτέχθη τῷ Ραφα.
44Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 14; 30
καὶ πόλεμος ἦν ἀνὰ μέσον Ροβοαμ καὶ ἀνὰ μέσον Ιεροβοαμ πάσας τὰς ἡμέρας.
45Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 15; 7
καὶ τὰ λοιπὰ τῶν λόγων Αβιου καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; καὶ πόλεμος ἦν ἀνὰ μέσον Αβιου καὶ ἀνὰ μέσον Ιεροβοαμ.
46Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 15; 16
καὶ πόλεμος ἦν ἀνὰ μέσον Ασα καὶ ἀνὰ μέσον Βαασα βασιλέως Ισραηλ πάσας τὰς ἡμέρας.
47Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 21; 29
καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ.
48Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 22; 1
Καὶ ἐκάθισεν τρία ἔτη, καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον Ισραηλ.
49Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 22; 35
καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξ ἐναντίας Συρίας ἀπὸ πρωῒ ἕως ἑσπέρας καὶ ἀπέχυννε τὸ αἷμα ἐκ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος.
50Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 3; 26
καὶ εἶδεν ὁ βασιλεὺς Μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος, καὶ ἔλαβεν μεθ’ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Εδωμ, καὶ οὐκ ἠδυνήθησαν.
51Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 5; 22
ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντ αὐτῶν ἕως τῆς μετοικεσίας.
52Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 10; 3
καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαουλ, καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τοῖς τόξοις καὶ πόνοις, καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων.
53Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 20; 4
Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζερ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξεν Σοβοχαι ὁ Ουσαθι τὸν Σαφου ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν.
54Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 20; 5
καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ελλαναν υἱὸς Ιαιρ τὸν Λεεμι ἀδελφὸν Γολιαθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.
55Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 20; 6
καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ, εἴκοσι τέσσαρες, καὶ οὗτος ἦν ἀπόγονος γιγάντων.
56Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 13; 2
ἔτη τρία ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχα θυγάτηρ Ουριηλ ἀπὸ Γαβαων. καὶ πόλεμος ἦν ἀνὰ μέσον Αβια καὶ ἀνὰ μέσον Ιεροβοαμ.
57Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 13; 14
καὶ ἀπέστρεψεν Ιουδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξιν.
58Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 14; 5
πόλεις τειχήρεις ἐν γῇ Ιουδα, ὅτι εἰρήνευσεν ἡ γῆ· καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσιν τούτοις, ὅτι κατέπαυσεν αὐτῷ κύριος.
59Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 15; 19
Καὶ πόλεμος οὐκ ἦν μετ’ αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ασα.
60Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 16; 9
ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν. ἠγνόηκας ἐπὶ τούτῳ· ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος.
61Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 18; 34
καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς Ισραηλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας καὶ ἀπέθανεν δύνοντος τοῦ ἡλίου.
62Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 27; 7
καὶ οἱ λοιποὶ λόγοι Ιωαθαμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ.
63Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 1; 25
οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ κυρίου τοῦ θεοῦ, ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μού ἐστιν. καὶ νῦν κύριος μετ’ ἐμοῦ ἐστιν, καὶ κύριος μετ’ ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ κυρίῳ.
64Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 7; 11
καὶ νῦν, δέσποτα, μὴ πολέμει πρὸς αὐτοὺς καθὼς γίνεται πόλεμος παρατάξεως, καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς.
65Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 22; 10
τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος·
66Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 26; 3
ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρ δία μου· ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.
67Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 24; 6
μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
68Biblia, Biblia graeca iuxta LXX interpretes, Ecl, 9; 11
Ἐπέστρεψα καὶ εἶδον ὑπὸ τὸν ἥλιον ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος καὶ οὐ τοῖς δυνατοῖς ὁ πόλεμος καί γε οὐ τοῖς σοφοῖς ἄρτος καί γε οὐ τοῖς συνετοῖς πλοῦτος καί γε οὐ τοῖς γινώσκουσιν χάρις, ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται τοῖς πᾶσιν αὐτοῖς.
69Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 46; 6
κατέρραξεν ἐπ’ ἔθνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας, ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτοῦ ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτοῦ.
70Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 42; 25
καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν.
71Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 7; 15
ὁ πόλεμος ἐν ῥομφαίᾳ ἔξωθεν, καὶ ὁ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν· ὁ ἐν τῷ πεδίῳ ἐν ῥομφαίᾳ τελευτήσει, τοὺς δὲ ἐν τῇ πόλει λιμὸς καὶ θάνατος συντελέσει.
72Biblia, Biblia graeca iuxta LXX interpretes, Os, 10; 9
Ἀφ οὗ οἱ βουνοί, ἥμαρτεν Ισραηλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας;
73Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 4; 17
καὶ εἶπεν πρὸς τὸν λαόν Μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν,
74Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 5; 31
καὶ εἶδεν Ιουδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ,
75Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 8; 24
ἐὰν δὲ ἐνστῇ πόλεμος Ῥώμῃ προτέρᾳ ἢ πᾶσιν τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ τῇ κυριείᾳ αὐτῶν,
76Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 8; 27
κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔθνει Ιουδαίων συμβῇ προτέροις πόλεμος, συμμαχήσουσιν οἱ Ῥωμαῖοι ἐκ ψυχῆς, ὡς ἂν αὐτοῖς ὁ καιρὸς ὑπογράφῃ;
77Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 9; 7
καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς,
78Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 9; 13
καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας.
79Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 9; 17
καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων,
80Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 9; 45
ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας καὶ ἐξόπισθεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι·
81Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 9; 47
καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ιωναθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ’ αὐτοῦ εἰς τὰ ὀπίσω.
82Biblia, Novum testamentum graece, Apoc, 12; 7
Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ,
83Cicero, Epistolae ad Quintum, 2, 13, 4; 23 (auctor 106BC–43BC)
τοιαῦτ' ὁ τλήμων πόλεμος ἐξεργάζεται.
84Coelestinus I, Epistolae et decreta, 50, 0494C
Βοᾷ ὁ ἡμέτερος ψαλμῳδὸς, ὅτι ἐὰν κατ' αὐτοῦ συστῇ πόλεμος, ἐλπίδι ἐκείνου τοῦ φωτισμοῦ ὅλως οὐ φοβηθήσεται.
85Constantinus I, Conciones, 8, 0466A (auctor c.272–337)
ἐρῷ δέ τι ἴσως, οὐκ ἄσχημον οὐδὲ ἀπρεπὲς· ὑπερβάλλων μέντοι μανίᾳ καὶ ὠπότητι, ὦ θεοσέβεια, καὶ πάσαις ταῖς ἁγιωτάταις σου ἐκκλησίαις ὑπὸ τυράννων πολεμος (ἦν) ἄσπονδος· καὶ οὐκ ἐπέλειψάν τινες τῶν ἐν τῇ Ῥώμῃ, τηλικούτοις ἐπιχαίροντες δημοσίοις κακοῖς· παρεσκεύαστο δὲ καὶ πεδίον τῆ μάχῃ.
86Desiderius Erasmus, Adagia, praef., prol., XIII; 33 (opus 1508)
Ad hanc formam pertinent etiam haec passim apud poetas obvia: παρθένος ἀπάρθενος, ἄνυμφος νύμφη, ἄγαμος γάμος, ἄπολις πόλις, δύσπαρις Πάρις, δυσδαίμων εὐδαιμονία, ἄδωρα δῶρα, ἀδεές δέος, ἀπόλεμος πόλεμος, ἄκοσμος κόσμος, ἄχαρις χάρις, ἄπλουτος πλοῦτος, id est virgo non virgo, sponsa non sponsa, nuptiae non nuptiae, non civitas civitas, malus Paris Paris, infelix felicitas, non dona dona, non metuendus metus, non bellum bellum, ornatus inornatus, ingrata gratia, inopes opes.
87Desiderius Erasmus, Adagia, Chiliades, 1, 252; 3 (opus 1508)
Apud eundem Aristophanes in Daedalo: Περί τοῦ γάρ ὁ πόλεμος νῦν ὑμῖν ἐστι; περί ὄνου σκιᾶς, id est Qua de re nunc inter vos bellum est ?
88Desiderius Erasmus, Adagia, Chiliades, 2, 1166; 5 (opus 1508)
Εὖτ’ ἅν δή πρότερον θνητόν θείοιο σεβίζῃ, Σηνίκα σοι πόλεμός τε καί ἐμφύλιος στάσις ἥξει, id est Felix, omnino felix, Sybarita, futurus, Dum rebus laetis vener abere numina divum.
89Desiderius Erasmus, Adagia, Chiliades, 2, 1523; 1 (opus 1508)
Ἄδακρυς πόλεμος, id est Bellum lacrimis carens.
90Desiderius Erasmus, Adagia, Chiliades, 2, 1523; 10 (opus 1508)
Nec abhorret hinc illud, quod in Graecorum commentariis reperio: Πόλεμός τις ἀσίδηρος ἀνά τήν Ἑλλάδα κεκίνηται, id est Bellum quoddam absque ferro motum est in Graecia.
91Desiderius Erasmus, Adagia, Chiliades, 2, 1975; 4 (opus 1508)
Huc allusit Lucianus, cum ait in Pseudomante: Καί κατά τόν Θουκυδίδην ἄρχεται ὁ πόλεμος ἐνθένδε ἤδη, id est Et quemadmodum ait Thucydides, hinc iam bellum oritur.
92Desiderius Erasmus, Adagia, Chiliades, 3, 2211; 1 (opus 1508)
Πόλεμος Κώνωνι μελήσει, id est Curabit proelia Conon.
93Desiderius Erasmus, Adagia, Chiliades, 3, 2211; 6 (opus 1508)
Item Hector Andromachae suae Iliados Z: Πόλεμος δ’ ἄνδρεσσι μελήσει, id est Viris curae sunt bella futura.
94Desiderius Erasmus, Adagia, Chiliades, 3, 2229; 1 (opus 1508)
Ἀρχιδάμιος πόλεμος, id est Archidamicum bellum.
95Desiderius Erasmus, Adagia, Chiliades, 3, 2284 (opus 1508)
2284. III, III, 84. Ἄσπονδος πόλεμος
96Desiderius Erasmus, Adagia, Chiliades, 3, 2284; 8 (opus 1508)
Aeschines in oratione Περί παραπρεσβείας: Ἐξ Ὠν οὐκ εἰρήνη γένοιτ’ ἅν ἐκ πολέμου, ἀλλ’ ἐξ εἰρήνης πόλεμος ἀκήρυκτος, id est Ex quibus non pax fieret e bello, sed ex pace bellum non indictum, hoc est vehemens et atrox.
97Desiderius Erasmus, Adagia, Chiliades, 3, 2428; 1 (opus 1508)
Inter proverbia, quae sumuntur ex allusionibus auctorum, mihi non videtur illud silentio praetereundum, quod ex Thucydide usurpavit Lucianus in Pseudomante: Καί κατά τόν Θουκυδίδην ἄρχεται ὁ πόλεμος ἐνθένδε ἤδη, id est Et iuxta Thucydidem iam hinc belli initium.
98Desiderius Erasmus, Adagia, Chiliades, 3, 2436; 1 (opus 1508)
Ὁ πόλεμος ἁπάντων πατήρ, id est bellum omnium pater.
99Desiderius Erasmus, Adagia, Chiliades, 3, 2436; 3 (opus 1508)
Καί ὡς ἔοικεν ἀληθές ἄρ’ ἦν ἐκεῖνο τό Πόλεμος ἁπάντων πατήρ, εἴ γε καί συγγραφέας τοσούτους ἀνέφυσεν ὑπο μιᾶ τῆ πληγῆ, id est Quin potius Thucydides, Herodoti, Xenophontes nobis erant omnes.
100Desiderius Erasmus, Adagia, Chiliades, 3, 2601; 9 (opus 1508)
Est iam olim aquilarum generi cum universa scarabeorum gente vetus atque antiqua simultas ac bellum prorsus internecinum planeque, quod Graeci solent dicere, ἄσπονδος πόλεμος.
101Desiderius Erasmus, Adagia, Chiliades, 3, 2778; 1 (opus 1508)
Εἰ δή ὁμοῦ πόλεμός τε δαμᾶ καί λοιμός Ἀχαιούς, id est Iam pariter subigit bellumque et morbus Achivos.
102Desiderius Erasmus, Adagia, Chiliades, 4, 3001; 1 (opus 1508)
Et elegans cum primis et multorum litteris celebratum adagium est: Γλυκuς ἀπείρῳ πόλεμος, id est Dulce bellum inexperto.
103Desiderius Erasmus, Adagia, Chiliades, 4, 3001; 3 (opus 1508)
Citatur ex Pindaro: Γλυκu δέ πόλεμος ἀπείροισιν, ἐμπείρων δέ τις ταρβεð προσιόντα νιν καρδίᾳ περισσῶς, id est Dulce bellum inexpertis, ast expertus quispiam horret, si accesserit cordi supra modum.
104Desiderius Erasmus, Adagia, Chiliades, 4, 3301; 5 (opus 1508)
Atrox odium et irreconciliabilis simultas atque, ut Plutarchi dicam verbis, ἄσπονδος πόλεμος erat inter Thessalos et Phocenses, quod hi primores illorum in suis urbibus ad unum omnes eodem die trucidassent, illi vicissim illorum obsides ducentos quinquaginta in crucem sustulisssent.
105Desiderius Erasmus, Adagia, Chiliades, 4, 3968; 2 (opus 1508)
fratrem libro II ceu vulgo iactatum adducit: Σοιαῦθ’ ὁ τλήμων πόλεμος ἐξεργάζεται, id est Similia bellum calamitosum perficit, sentiens e dissidiis eorum qui rempublicam administrant multa gigni absurda.
106Desiderius Erasmus, Adagia, Chiliades, 4, 3968; 5 (opus 1508)
Σοιαῦθ’ ὁ τλήμων πόλεμος ἐξεργάζεται.
107Dositheus, Hermeneumata Leidensia, II, 33; 1 (auctor c.350)
παρεμβολή castra στρατιώτης miles ἡγεμών dux ἔπαρχος praefectus χιλίαρχος tribunus ἑκατόνταρχος centurio ταξίαρχος evocatus πρωτοστάτης princeps σημειοφόρος signifer ναύαρχος navarchus δεκαδάρχης decurio πεζοί pedites ἱππεῖς equites τοξόται sagittarii φύλακες custodes κατόπται speculatores πολέμιοι hostes αἰχμάλωτοι captivi πόλεμος pugna εἰρήνη pax τάγμα legio εἴλη turma ὅπλα arma δόρυ hasta γραμματεύς tesserarius στόλος classis λάφυρα spolia φρούριον praesidium
108Flauius Sosipater Charisius, Ars, p. 457, l. 16 (auctor c.362)
hoc bellum ὁ πόλεμος.
109Gregorius I, Dialogi, 77, 0159C (auctor 540-604)
Πόλεμος γὰρ, ὡς οἶμαι, συνήπτετο τῆς ταπεινοφροσύνης τῆς ἀυτοῦ πολιτείας πρὸς τὴν τῆς μητρὸς εὐσπλαγχνίαν.
110Herodotus, Historiae, 1, 74, 2; 1 (auctor c.484BC-425BC)
μετὰ δὲ ταῦτα, οὐ γὰρ δὴ ὁ Ἀλυάττης ἐξεδίδου τοὺς Σκύθας ἐξαιτέοντι Κυαξάρῃ, πόλεμος τοῖσι Λυδοῖσι καὶ τοῖσι Μήδοισι ἐγεγόνεε ἐπ' ἔτεα πέντε, ἐν τοῖσι πολλάκις μὲν οἱ Μῆδοι τοὺς Λυδοὺς ἐνίκησαν, πολλάκις δὲ οἱ Λυδοὶ τοὺς Μήδους, ἐν δὲ καὶ νυκτομαχίην τινὰ ἐποιήσαντο· διαφέρουσι δέ σφι ἐπὶ ἴσης τὸν πόλεμον τῷ ἕκτῳ ἔτεϊ συμβολῆς γενομένης συνήνεικε ὥστε τῆς μάχης συνεστεώσης τὴν ἡμέρην ἐξαπίνης νύκτα γενέσθαι.
111Herodotus, Historiae, 6, 83, 2; 3 (auctor c.484BC-425BC)
ἐκ τούτου δὴ πόλεμός σφι ἦν ἐπὶ χρόνον συχνόν, ἐς ὃ δὴ μόγις οἱ Ἀργεῖοι ἐπεκράτησαν.
112Herodotus, Historiae, 6, 94, 1; 1 (auctor c.484BC-425BC)
Ἀθηναίοισι μὲν δὴ πόλεμος συνῆπτο πρὸς Αἰγινήτας.
113Herodotus, Historiae, 7, 144, 2; 2 (auctor c.484BC-425BC)
οὗτος γὰρ ὁ πόλεμος συστὰς ἔσωσε ἐς τὸ τότε τὴν Ἑλλάδα, ἀναγκάσας θαλασσίους γενέσθαι Ἀθηναίους.
114Herodotus, Historiae, 7, 158, 3; 4 (auctor c.484BC-425BC)
νῦν δὲ ἐπειδὴ περιελήλυθε ὁ πόλεμος καὶ ἀπῖκται ἐς ὑμέας, οὕτω δὴ Γέλωνος μνῆστις γέγονε.
115Herodotus, Historiae, 8, 3, 1; 2 (auctor c.484BC-425BC)
ἀντιβάντων δὲ τῶν συμμάχων εἶκον οἱ Ἀθηναῖοι μέγα πεποιημένοι περιεῖναι τὴν Ἑλλάδα καὶ γνόντες, εἰ στασιάσουσι περὶ τῆς ἡγεμονίης, ὡς ἀπολέεται ἡ Ἑλλάς, ὀρθὰ νοεῦντες· στάσις γὰρ ἔμφυλος πολέμου ὁμοφρονέοντος τοσούτῳ κάκιον ἐστὶ ὅσῳ πόλεμος εἰρήνης.
116Herodotus, Historiae, 8, 142, 4; 5 (auctor c.484BC-425BC)
ἀντὶ τούτων δὲ ὑμῖν Λακεδαιμόνιοί τε καὶ οἱ σύμμαχοι ἐπαγγέλλονται γυναῖκάς τε καὶ τὰ ἐς πόλεμον ἄχρηστα οἰκετέων ἐχόμενα πάντα ἐπιθρέψειν, ἔστ' ἂν ὁ πόλεμος ὅδε συνεστήκῃ.
117Herodotus, Historiae, 9, 45, 3; 8 (auctor c.484BC-425BC)
ἢν δὲ ὑμῖν ὁ πόλεμος ὅδε κατὰ νόον τελευτήσῃ, μνησθῆναι τινὰ χρὴ καὶ ἐμεῦ ἐλευθερώσιος πέρι, ὃς Ἑλλήνων εἵνεκα οὕτω ἔργον παράβολον ἔργασμαι ὑπὸ προθυμίης, ἐθέλων ὑμῖν δηλῶσαι τὴν διάνοιαν τὴν Μαρδονίου, ἵνα μὴ ἐπιπέσωσι ὑμῖν ἐξαίφνης οἱ βάρβαροι μὴ προσδεκομένοισί κω.
118Hesiodus, Opera et dies, 140; 5 (auctor fl.c.700BC)
καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή, τοὺς μὲν ὑφ' ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ, ὤλεσε μαρναμένους μήλων ἕνεκ' Οἰδιπόδαο, τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκ' ἠυκόμοιο.
119Hieronymus Stridonensis Auctores incerti, Graeca fragmenta libri nominum Hebraicorum, 23, 1180A (auctor 340-420)
Χεττιεὶμ, πάτησις ἐν ληνῷ, ὅ ἐστι πόλεμος.
120Homerus, Ilias, 1, 33; 5 (auctor fl.700BC)
οἳ δ' ἐπεί οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο, τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκύς Ἀχιλλεύς· Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, εἰ δή ὁμοῦ πόλεμός τε δαμᾷ καί λοιμός Ἀχαιούς· ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καί ὀνειροπόλον, καί γάρ τ' ὄναρ ἐκ Διός ἐστιν, ὅς κ' εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, εἴτ' ἄρ' ὅ γ' εὐχωλῆς ἐπιμέμφεται ἠδ' ἑκατόμβης, αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων βούλεται ἀντιάσας ἡμῖν ἀπό λοιγόν ἀμῦναι.
121Homerus, Ilias, 2, 419; 11 (auctor fl.700BC)
τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠέ νέεσθαι ἐν νηυσί γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
122Homerus, Ilias, 2, 780; 2 (auctor fl.700BC)
Τρωσίν δ' ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις πάρ Διός αἰγιόχοιο σύν ἀγγελίῃ ἀλεγεινῇ· οἳ δ' ἀγοράς ἀγόρευον ἐπί Πριάμοιο θύρῃσι πάντες ὁμηγερέες ἠμέν νέοι ἠδέ γέροντες· ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· εἴσατο δέ φθογγήν υἷϊ Πριάμοιο Πολίτῃ, ὃς Τρώων σκοπός ἷζε ποδωκείῃσι πεποιθώς τύμβῳ ἐπ' ἀκροτάτῳ Αἰσυήταο γέροντος, δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί· τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις· ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, ὥς ποτ' ἐπ' εἰρήνης· πόλεμος δ' ἀλίαστος ὄρωρεν.
123Homerus, Ilias, 3, 111; 4 (auctor fl.700BC)
τήν δ' εὗρ' ἐν μεγάρῳ· ἣ δέ μέγαν ἱστόν ὕφαινε δίπλακα πορφυρέην, πολέας δ' ἐνέπασσεν ἀέθλους Τρώων θ' ἱπποδάμων καί Ἀχαιῶν χαλκοχιτώνων, οὕς ἑθεν εἵνεκ' ἔπασχον ὑπ' Ἄρηος παλαμάων· ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· δεῦρ' ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι Τρώων θ' ἱπποδάμων καί Ἀχαιῶν χαλκοχιτώνων, οἳ πρίν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο· οἳ δή νῦν ἕαται σιγῇ, πόλεμος δέ πέπαυται, ἀσπίσι κεκλιμένοι, παρά δ' ἔγχεα μακρά πέπηγεν.
124Homerus, Ilias, 4, 50; 7 (auctor fl.700BC)
οἷον δ' ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω ἢ ναύτῃσι τέρας ἠέ στρατῷ εὐρέϊ λαῶν λαμπρόν· τοῦ δέ τε πολλοί ἀπό σπινθῆρες ἵενται· τῷ ἐϊκυῖ' ἤϊξεν ἐπί χθόνα Παλλάς Ἀθήνη, κάδ δ' ἔθορ' ἐς μέσσον· θάμβος δ' ἔχεν εἰσορόωντας Τρῶάς θ' ἱπποδάμους καί ἐϋκνήμιδας Ἀχαιούς· ὧδε δέ τις εἴπεσκεν ἰδών ἐς πλησίον ἄλλον· ἦ ῥ' αὖτις πόλεμός τε κακός καί φύλοπις αἰνή ἔσσεται, ἢ φιλότητα μετ' ἀμφοτέροισι τίθησι Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
125Homerus, Ilias, 6, 466; 4 (auctor fl.700BC)
ἀλλ' εἰς οἶκον ἰοῦσα τά σ' αὐτῆς ἔργα κόμιζε ἱστόν τ' ἠλακάτην τε, καί ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι· πόλεμος δ' ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δ' ἐμοί, τοί Ἰλίῳ ἐγγεγάασιν.
126Homerus, Ilias, 7, 313; 6 (auctor fl.700BC)
ἐν δ' αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδός εἴη· ἔκτοσθεν δέ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον, ἥ χ' ἵππον καί λαόν ἐρυκάκοι ἀμφίς ἐοῦσα, μή ποτ' ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.
127Homerus, Ilias, 10, 86; 2 (auctor fl.700BC)
πλάζομαι ὧδ' ἐπεί οὔ μοι ἐπ' ὄμμασι νήδυμος ὕπνος ἱζάνει, ἀλλά μέλει πόλεμος καί κήδε' Ἀχαιῶν.
128Homerus, Ilias, 11, 1; 3 (auctor fl.700BC)
τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠέ νέεσθαι ἐν νηυσί γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
129Homerus, Ilias, 12, 329; 8 (auctor fl.700BC)
εἰ δέ καί ἐνθάδε περ πόλεμος καί νεῖκος ὄρωρεν, ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
130Homerus, Ilias, 16, 477; 3 (auctor fl.700BC)
ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθών αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι, ὤλετό τε στενάχων ὑπό γαμφηλῇσι λέοντος, ὣς ὑπό Πατρόκλῳ Λυκίων ἀγός ἀσπιστάων κτεινόμενος μενέαινε, φίλον δ' ὀνόμηνεν ἑταῖρον· Γλαῦκε πέπον πολεμιστά μετ' ἀνδράσι νῦν σε μάλα χρή αἰχμητήν τ' ἔμεναι καί θαρσαλέον πολεμιστήν· νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.
131Homerus, Ilias, 20, 1; 4 (auctor fl.700BC)
ὣς οἳ μέν Διός ἔνδον ἀγηγέρατ'· οὐδ' ἐνοσίχθων νηκούστησε θεᾶς, ἀλλ' ἐξ ἁλός ἦλθε μετ' αὐτούς, ἷζε δ' ἄρ' ἐν μέσσοισι, Διός δ' ἐξείρετο βουλήν· τίπτ' αὖτ' ἀργικέραυνε θεούς ἀγορήν δέ κάλεσσας· ἦ τι περί Τρώων καί Ἀχαιῶν μερμηρίζεις· τῶν γάρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.
132Homerus, Ilias, 20, 110; 8 (auctor fl.700BC)
οὐκ ἂν ἔγωγ' ἐθέλοιμι θεούς ἔριδι ξυνελάσσαι ἡμέας τούς ἄλλους, ἐπεί ἦ πολύ φέρτεροί εἰμεν· ἀλλ' ἡμεῖς μέν ἔπειτα καθεζώμεσθα κιόντες ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δ' ἄνδρεσσι μελήσει.
133Homerus, Ilias, 22, 260; 7 (auctor fl.700BC)
καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο σεῖο καταφθιμένοιο· σύ γάρ σφισι πῆμα μέγιστον.
134Leo I, Epistolae, 54, 0992B (auctor 440-461)
πόλεμος τοίνυν, ὅνφερ ὁ τῆς ἡμετέρας εἰρήνης ἐχθρὸς διέγειρεν, ἐπὶ τοσοῦτον εὐτυχῶς τῆς δεσποτικῆς δεξιᾶς μαχομένης καθώρθωται,ὥστε τριαμβεύοντος τοῦ Χριστοῦ, μίαν πάντων τῶν ἱερῶν εἶναι τὴν νίκην· καὶ τοῦ φωτὸς ἐκλάμποντος τῆς ἀληθείας, μόνας τὰς τῆς σκοτείας πλάνας μετὰ τῶν ἰδίων διδασκάλων ἐκβληθῆναι τῇ ἀναστάσει εἰς βεβαίωσιν τῶν ἀρχῶν τῆς πίστεως πολλὴ ἀμεριμνία ἐπῆλθε· καὶ γὰρ τινῶν ἀποστόλων περὶ τῆς σωματικῆς τοῦ δεστότου Χριστοῦ ἀληθείας ἀμφιβαλλόντων, καὶ τῇ ὄψει, καὶ τῇ ἁφῇ τοὺς τύπους τῶν ἥλων, καὶ τῆς λόγχης τὸ τραῦμα διερευνησαμένων, ἡ ἀμφιβολία ἅπασιν, ἐν ᾧ ἀμφέβαλλον, ἀφῃρέθη· οὕτω καὶ νῦν ὁμοίως ἐν τῷ τὴν ἀπιστίαν τινῶν ἐλέγχεσθαι, πάντων τῶν ἀμφιβαλλόντων αἱ καρδίαι ἐθεμελιώθησαν, καὶ ἐχρησιμεύθη ἅπασιν εἰς φωτισμὸν, ὅπερ τισὶν ἐπήνεγκε τύφλωσιν.
135Macrobius Theodosius, Iohannis (Scoti) defloratio de Macrobio, p. 619, l. 4 (auctor c.420)
ponamus senatum pugnaturo consuli uel militibus imperare conficiendi belli celeritatem, πρὸ ὥρας ἕκτης ἡ συμβολὴ πεπληρώσθω uel ἡ μάχη πεποιήσθω uel ὁ πόλεμος νενικήσθω.
136Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 47; 5 (auctor 1606-1681)
Ο( πόλεμος ἁπάντων πατὴρ .
137Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 94; 16 (auctor 1606-1681)
Α)πόλεμος πολέμιος.
138Mathildis regina Francorum Detherius Philip, Epistola Mathildis et Commentarius critico-historico-exegeticus, 151, 1396D
Τοιαῦθ' ὁ τλήμων πόλεμος ἐνεργάζεται.
139Plato, Convivium, p1, 196; 4 (auctor c.425BC-347BC)
συμμέτρου δὲ καὶ ὑγρᾶς ἰδέας μέγα τεκμήριον ἡ εὐσχημοσύνη, ὃ δὴ διαφερόντως ἐκ πάντων ὁμολογουμένως Ἔρως ἔχει· ἀσχημοσύνῃ γὰρ καὶ Ἔρωτι πρὸς ἀλλήλους ἀεὶ πόλεμος.
140Plato, Critias, p1, 108; 12 (auctor c.425BC-347BC)
πάντων δὴ πρῶτον μνησθῶμεν ὅτι τὸ κεφάλαιον ἦν ἐνακισχίλια ἔτη, ἀφ' οὗ γεγονὼς ἐμηνύθη πόλεμος τοῖς θ' ὑπὲρ Ἡρακλείας στήλας ἔξω κατοικοῦσιν καὶ τοῖς ἐντὸς πᾶσιν· ὃν δεῖ νῦν διαπεραίνειν.
141Plato, Epistolae, 1b, 317; 1 (auctor c.425BC-347BC)
πλεῦσαι μὲν οἴκαδε ἐμέ, ἐπειδὴ πόλεμος ὑμᾶς κατεῖχεν, εἰρήνης δ' αὖ γενομένης ἐλθεῖν ἐμέ τε καὶ Δίωνα εἰς Συρακούσας, σὲ δὲ καλεῖν ἡμᾶς.
142Plato, Epistolae, 1f, 338; 1 (auctor c.425BC-347BC)
τῆς ἐν Σικελίᾳ διατριβῆς μοι διεπεράνθη, καθάπερ εἶπον, πρὶν συμβουλεύειν τοῖς οἰκείοις καὶ ἑταίροις τοῖς περὶ Δίωνα· τὸ μετ' ἐκεῖνα δ' οὖν ἔπεισα ὅπῃ δή ποτ' ἐδυνάμην Διονύσιον ἀφεῖναί με, εἰρήνης δὲ γενομένης – ἦν γὰρ τότε πόλεμος ἐν Σικελίᾳ – συνωμολογήσαμεν ἀμφότεροι.
143Plato, Epistolae, 1g, 353; 1 (auctor c.425BC-347BC)
μὲν εὐχή τις – ἀπὸ γὰρ θεῶν χρὴ πάντα ἀρχόμενον ἀεὶ λέγειν τε καὶ νοεῖν – ἐπιτελὴς δ' εἴη σημαίνουσα ἡμῖν τοιόνδε τινὰ λόγον· νῦν ὑμῖν καὶ τοῖς πολεμίοις σχεδόν, ἐξ οὗπερ γέγονεν ὁ πόλεμος, συγγένεια ἄρχει μία διὰ τέλους, ἥν ποτε κατέστησαν οἱ πατέρες ὑμῶν ἐς ἀπορίαν ἐλθόντες τὴν ἅπασαν, τόθ' ὅτε κίνδυνος ἐγένετο ἔσχατος Σικελίᾳ τῇ τῶν Ἑλλήνων ὑπὸ Καρχηδονίων ἀνάστατον ὅλην ἐκβαρβαρωθεῖσαν γενέσθαι.
144Plato, Leges, 1, 625; 15 (auctor c.425BC-347BC)
ἄνοιαν δή μοι δοκεῖ καταγνῶναι τῶν πολλῶν ὡς οὐ μανθανόντων ὅτι πόλεμος ἀεὶ πᾶσιν διὰ βίου συνεχής ἐστι πρὸς ἁπάσας τὰς πόλεις· εἰ δὴ πολέμου γε ὄντος φυλακῆς ἕνεκα δεῖ συσσιτεῖν καί τινας ἄρχοντας καὶ
145Plato, Leges, 1, 628; 8 (auctor c.425BC-347BC)
Ἀθηναῖος οὐκοῦν καὶ νομοθέτης ὡσαύτως· Κλεινίας τί μήν· Ἀθηναῖος ἆρα οὖν οὐ τοῦ ἀρίστου ἕνεκα πάντα ἂν τὰ νόμιμα τιθείη πᾶς· Κλεινίας πῶς δ' οὔ· Ἀθηναῖος τό γε μὴν ἄριστον οὔτε ὁ πόλεμος οὔτε ἡ στάσις, ἀπευκτὸν δὲ τὸ δεηθῆναι τούτων, εἰρήνη δὲ πρὸς ἀλλήλους ἅμα καὶ φιλοφροσύνη, καὶ δὴ καὶ τὸ νικᾶν, ὡς ἔοικεν, αὐτὴν αὑτὴν πόλιν οὐκ ἦν τῶν ἀρίστων ἀλλὰ τῶν ἀναγκαίων· ὅμοιον ὡς εἰ κάμνον σῶμα ἰατρικῆς καθάρσεως τυχὸν ἡγοῖτό τις ἄριστα πράττειν τότε, τῷ δὲ μηδὲ τὸ παράπαν δεηθέντι σώματι μηδὲ προσέχοι τὸν νοῦν, ὡσαύτως δὲ καὶ πρὸς πόλεως εὐδαιμονίαν ἢ καὶ ἰδιώτου διανοούμενος οὕτω τις οὔτ' ἄν ποτε πολιτικὸς γένοιτο ὀρθῶς, πρὸς τὰ ἔξωθεν πολεμικὰ ἀποβλέπων μόνον καὶ πρῶτον, οὔτ' ἂν νομοθέτης ἀκριβής, εἰ μὴ χάριν εἰρήνης τὰ πολέμου νομοθετοῖ μᾶλλον ἢ τῶν πολεμικῶν ἕνεκα τὰ τῆς εἰρήνης.
146Plato, Leges, 1b, 678; 10 (auctor c.425BC-347BC)
Ἀθηναῖος οὐκοῦν καὶ τέχναι, ὅσαιπερ σιδήρου δέονται καὶ χαλκοῦ καὶ τῶν τοιούτων ἁπάντων, τὸν αὐτὸν χρόνον καὶ ἔτι πλείονα ἠφανισμέναι ἂν εἶεν ἐν τῷ τότε· Κλεινίας τί μήν· Ἀθηναῖος καὶ τοίνυν στάσις ἅμα καὶ πόλεμος ἀπωλώλει κατὰ τὸν τότε χρόνον πολλαχῇ.
147Plato, Leges, 1c, 709; 2 (auctor c.425BC-347BC)
ἢ γὰρ πόλεμός τις βιασάμενος ἀνέτρεψε πολιτείας καὶ μετέβαλε νόμους, ἢ πενίας χαλεπῆς ἀπορία· πολλὰ δὲ καὶ νόσοι ἀναγκάζουσι καινοτομεῖν, λοιμῶν τε ἐμπιπτόντων, καὶ χρόνον ἐπὶ πολὺν ἐνιαυτῶν πολλῶν πολλάκις ἀκαιρίαι.
148Plato, Menexenus, p1, 241; 9 (auctor c.425BC-347BC)
καὶ οὗτος μὲν δὴ πάσῃ τῇ πόλει διηντλήθη ὁ πόλεμος ὑπὲρ
149Plato, Menexenus, p1, 242; 6 (auctor c.425BC-347BC)
τρίτος δὲ πόλεμος μετὰ ταύτην τὴν εἰρήνην ἀνέλπιστός τε καὶ δεινὸς ἐγένετο, ἐν ᾧ πολλοὶ καὶ ἀγαθοὶ τελευτήσαντες ἐνθάδε κεῖνται, πολλοὶ μὲν ἀμφὶ Σικελίαν
150Plato, Menexenus, p1, 243; 5 (auctor c.425BC-347BC)
μετὰ δὲ ταῦτα ἡσυχίας γενομένης καὶ εἰρήνης πρὸς τοὺς ἄλλους, ὁ οἰκεῖος ἡμῖν πόλεμος οὕτως ἐπολεμήθη, ὥστε εἴπερ εἱμαρμένον εἴη ἀνθρώποις στασιάσαι, μὴ ἂν ἄλλως εὔξασθαι μηδένα πόλιν ἑαυτοῦ νοσῆσαι.
151Plato, Politicus, p1, 271; 9 (auctor c.425BC-347BC)
τότε γὰρ αὐτῆς πρῶτον τῆς κυκλήσεως ἦρχεν ἐπιμελούμενος ὅλης ὁ θεός, ὣς δ' αὖ κατὰ τόπους ταὐτὸν τοῦτο, ὑπὸ θεῶν ἀρχόντων πάντ' ἦν τὰ τοῦ κόσμου μέρη διειλημμένα· καὶ δὴ καὶ τὰ ζῷα κατὰ γένη καὶ ἀγέλας οἷον νομῆς θεῖοι διειλήφεσαν δαίμονες, αὐτάρκης εἰς πάντα ἕκαστος ἑκάστοις ὢν οἷς αὐτὸς ἔνεμεν, ὥστε οὔτ' ἄγριον ἦν οὐδὲν οὔτε ἀλλήλων ἐδωδαί, πόλεμός τε οὐκ ἐνῆν οὐδὲ στάσις τὸ παράπαν· ἄλλα θ' ὅσα τῆς τοιαύτης ἐστὶ κατακοσμήσεως ἑπόμενα, μυρία ἂν εἴη λέγειν.
152Plato, Respublica, 1a, 373; 11 (auctor c.425BC-347BC)
καὶ μηδέν γέ πω λέγωμεν, ἦν δ' ἐγώ, μήτ' εἴ τι κακὸν μήτ' εἰ ἀγαθὸν ὁ πόλεμος ἐργάζεται, ἀλλὰ τοσοῦτον μόνον, ὅτι πολέμου αὖ γένεσιν ηὑρήκαμεν, ἐξ ὧν μάλιστα ταῖς πόλεσιν καὶ ἰδίᾳ καὶ δημοσίᾳ κακὰ γίγνεται, ὅταν γίγνηται.
153Plato, Respublica, 1d, 470; 6 (auctor c.425BC-347BC)
φαίνεταί μοι, ὥσπερ καὶ ὀνομάζεται δύο ταῦτα ὀνόματα, πόλεμός τε καὶ στάσις, οὕτω καὶ εἶναι δύο, ὄντα ἐπὶ δυοῖν τινοιν διαφοραῖν.
154Plato, Respublica, 1d, 470; 8 (auctor c.425BC-347BC)
ἐπὶ μὲν οὖν τῇ τοῦ οἰκείου ἔχθρᾳ στάσις κέκληται, ἐπὶ δὲ τῇ τοῦ ἀλλοτρίου πόλεμος.
155Plato, Respublica, 1f, 521; 2 (auctor c.425BC-347BC)
εἰ δὲ πτωχοὶ καὶ πεινῶντες ἀγαθῶν ἰδίων ἐπὶ τὰ δημόσια ἴασιν, ἐντεῦθεν οἰόμενοι τἀγαθὸν δεῖν ἁρπάζειν, οὐκ ἔστι· περιμάχητον γὰρ τὸ ἄρχειν γιγνόμενον, οἰκεῖος ὢν καὶ ἔνδον ὁ τοιοῦτος πόλεμος αὐτούς τε ἀπόλλυσι καὶ τὴν ἄλλην πόλιν.
156Plato, Respublica, 1h, 575; 2 (auctor c.425BC-347BC)
καὶ ἂν μέν γε, ἦν δ' ἐγώ, ὀλίγοι οἱ τοιοῦτοι ἐν πόλει ὦσι καὶ τὸ ἄλλο πλῆθος σωφρονῇ, ἐξελθόντες ἄλλον τινὰ δορυφοροῦσι τύραννον ἢ μισθοῦ ἐπικουροῦσιν, ἐάν που πόλεμος ᾖ· ἐὰν δ' ἐν εἰρήνῃ τε καὶ ἡσυχίᾳ γένωνται, αὐτοῦ δὴ ἐν τῇ πόλει κακὰ δρῶσι σμικρὰ πολλά.
157Plato, Respublica, 1i, 600; 1 (auctor c.425BC-347BC)
ἀλλὰ δή τις πόλεμος ἐπὶ Ὁμήρου ὑπ' ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολεμηθεὶς μνημονεύεται· οὐδείς.
158Plotinus, Enneades, 3, 2, 15; 1 (auctor c.205-270)
Τὰ μὲν οὖν ἕκαστα αὐτὰ ἐφ᾽ ἑαυτῶν θεωρούμενα οὕτως· ἡ συμπλοκὴ δὲ ἡ τούτων γεννηθέντων καὶ ἀεὶ γεννωμένων ἔχοι ἂν τὴν ἐπίστασιν καὶ ἀπορίαν κατά τε τὴν ἀλληλοφαγίαν τῶν ἄλλων ζώιων καὶ τὰς ἀνθρώπων εἰς ἀλλήλους ἐπιθέσεις, καὶ ὅτι πόλεμος ἀεὶ καὶ οὐ μήποτε παῦλαν οὐδ᾽ ἂν ἀνοχὴν λάβοι, καὶ μάλιστα εἰ λόγος πεποίηκεν οὕτως ἔχειν, καὶ οὕτω λέγεται καλῶς ἔχειν.
159Plotinus, Enneades, 6, 8, 5; 3 (auctor c.205-270)
Ἐκεῖνο δὲ πῶς ἐφ᾽ ἡμῖν; Οἷον εἰ, διότι πόλεμος, ἀνδριζοίμεθα· λέγω δὲ τὴν τότε ἐνέργειαν πῶς ἐφ᾽ ἡμῖν, ὁπότε πολέμου μὴ καταλαβόντος οὐκ ἦν τὴν ἐνέργειαν ταύτην ποιήσασθαι; Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων πράξεων τῶν κατὰ ἀρετὴν ἁπασῶν πρὸς τὸ προσπῖπτον ἀεὶ ἀναγκαζομένης τῆς ἀρετῆς τοδὶ ἢ τοδὶ ἐργάζεσθαι.
160Priscianus Caesarensis, Ars Prisciani, p. 310 (vol. 2), l. 15 (auctor c.500)
Thucydides in principio: καὶ τὰς αἰτίας προσέγραψα πρῶτον τοῦ μή τινα ζητῆσαί ποτε, ἐξ ὅτου τοσοῦτος πόλεμος τοῖς Ἓλλησι κατέστη.
161Priscianus Caesarensis, Ars Prisciani, p. 366 (vol. 2), l. 4 (auctor c.500)
Θουκυδίδης ἐν τῷ προοιμίῳ· καὶ τὰς αἰτίας συνέγραψα τοῦ μή τινα ζητῆσαί ποτε, ἐξ ὅτου τοσοῦτος πόλεμος τοῖς Ἓλλησι κατέστη, ἀντὶ τοῦ ἕνεκα τοῦ μὴ ἢ ὑπὲρ τοῦ μὴ ἢ ὥστε μὴ ζητῆσαί τινα.
162Ps Aristoteles, De mundo, 6; 26
Ὅπερ οὐδαμῶς ἐστὶν ἐμπόδιον οὔτε ἐκείνῃ πρὸς τὸ δρᾶν οὔτε ἡμῖν πρὸς τὸ πιστεῦσαι· καὶ γὰρ ἡ ψυχή, δι’ ἣν ζῶμέν τε καὶ οἴκους καὶ πόλεις ἔχομεν, ἀόρατος οὖσα τοῖς ἔργοις αὐτοῖς ὁρᾶται· πᾶς γὰρ ὁ τοῦ βίου διάκοσμος ὑπὸ ταύτης εὕρηται καὶ διατέτακται καὶ συνέχεται, γῆς ἀρόσεις καὶ φυτεύσεις, τέχνης ἐπίνοιαι, χρήσεις νόμων, κόσμος πολιτείας, ἔνδημοι πράξεις, ὑπερόριος πόλεμος, εἰρήνη.