'πόλεων' - search in All Authors, Showing 1 to 209 of 209 hits

1Agapetus I, Epistolae, 66, 0055B
» Τοιοῦτοι πεφήνασιν ἔνιοι τῶν ἐνδιατριβόντων κατὰ τὴν μεγάλην, καὶ βασιλίδα, καὶ πρώτην τῶν πόλεων, ὄνομα μὲν ποιμένων ἐπιφερόμενοι, τὸ δὲ ὅολον, λύκοι ἅρπαγες, ὧν μάλιστα ὑπάρχει Ἄνθιμος ὁ Τραπεζοῦντος, καὶ ἅλλοι ἄλλων πόλεων.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0657C
Εἶτα δὲ, καὶ τὴν διακονήσασαν τῷ βλασφήμῳ ὑμῶν λογισμῷ σκαιοτάτην δεξιὰν σιδήρῳ διατεμεῖν, περιαχθησομένων ἅμα στερήσει τῶν αὐτῶν βδελυκτῶν μερῶν, τὰ δύο καὶ δέκα τμήματα ταύτης τῆς κυρίας τῶν πόλεων περινοστεύσας, ἀειφυγίᾳ τε καὶ φυλακῇ πρὸ ἐπὶ τούτοις διηνεκεῖ παραδοῦναι ὑμᾶς, πρὸς τὸ μετέπειτα ὑμᾶς καὶ εἰς τὸν ἅπαντα τῆς ζωῆς ὑμῶν χρόνον, τὰ οἰκεῖα οἰμώζειν βλάσφημα σφάλματα, τῆς ἐπινοηθείσης καθ' ἡμῶν ἀρᾶς περιτραπείσης τῇ ἡμῶν κεφαλῇ.
3Aristoteles, De arte poetica, 4; 14 (auctor 384BC-322BC)
Γενομένη δ᾿ οὖν ἀπ᾿ ἀρχῆς αὐτοσχεδιαστική καί αὐτή καί ἡ κωμῳδία, καί ἡ μέν ἀπό τῶν ἐξαρχόντων τόν διθύραμβον, ἡ δέ ἀπό τῶν τά φαλλικά, ἃ ἔτι καί νῦν ἐν πολλαῖς τῶν πόλεων διαμένει νομιζόμενα, κατά μικρόν ηὐξήθη προαγόντων ὅσον ἐγίγνετο φανερόν αὐτῆς, καί πολλάς μεταβολάς μεταβαλοῦσα ἡ τραγῳδία ἐπαύσατο, ἐπεί ἔσχε τήν αὑτῆς φύσιν.
4Aristoteles, Ethica Nicomachea, 10, 10; 14 (auctor 384BC-322BC)
ἐν μόνῃ δὲ τῇ Λακεδαιμονίων πόλει ἢ μετ' ὀλίγων ὁ νομοθέτης ἐπιμέλειαν δοκεῖ πεποιῆσθαι τροφῆς τε καὶ ἐπιτηδευμάτων· ἐν δὲ ταῖς πλείσταις τῶν πόλεων ἐξημέληται περὶ τῶν τοιούτων, καὶ ζῇ ἕκαστος ὡς βούλεται, κυκλωπικῶς θεμιστεύων παίδων ἠδ' ἀλόχου.
5Aristoteles, Meteorologica, 2, II 8; 23 (auctor 384BC-322BC)
Ἐν ταύτῃ γάρ ἐξανῴδει τι τῆς γῆς, καί ἀνήει οἷον λοφώδης ὄγκος μετά ψόφου· τέλος δέ ῥαγέντος ἐξῆλθε πνεῦμα πολύ, καί τόν φέψαλον καί τήν τέφραν ἀνῆκε, καί τήν τε Λιπαραίων πόλιν οὖσαν οὐ πόρρω πᾶσαν κατετέφρωσε, καί εἰς ἐνίας τῶν ἐν Ἰταλίᾳ πόλεων ἦλθεν· καί νῦν ἔτι ὅπου τό ἀναφύσημα τοῦτο ἐγένετο, δῆλόν ἐστιν.
6Aristoteles, Politica, 1; 169 (auctor 384BC-322BC)
διὸ καὶ τῶν πόλεων ἔνιαι τοῦτον ποιοῦνται τὸν πόρον, ὅταν ἀπορῶσι χρημάτων· μονοπωλίαν γὰρ τῶν ὠνίων ποιοῦσιν.
7Aristoteles, Politica, 2, 1260B; 1 (auctor 384BC-322BC)
ἐπεὶ δὲ προαιρούμεθα θεωρῆσαι περὶ τῆς κοινωνίας τῆς πολιτικῆς, τίς κρατίστη πασῶν τοῖς δυναμένοις ζῆν ὅτι μάλιστα κατ' εὐχήν, δεῖ καὶ τὰς ἄλλας ἐπισκέψασθαι πολιτείας, αἷς τε χρῶνταί τινες τῶν πόλεων τῶν εὐνομεῖσθαι λεγομένων, κἂν εἴ τινες ἕτεραι τυγχάνουσιν ὑπὸ τινῶν εἰρημέναι καὶ δοκοῦσαι καλῶς ἔχειν, ἵνα τό τ' ὀρθῶς ἔχον ὀφθῇ καὶ τὸ χρήσιμον, ἔτι δὲ τὸ ζητεῖν τι παρ' αὐτὰς ἕτερον μὴ δοκῇ πάντως εἶναι σοφίζεσθαι βουλομένων, ἀλλὰ διὰ τὸ μὴ καλῶς ἔχειν ταύτας τὰς νῦν ὑπαρχούσας, διὰ τοῦτο ταύτην δοκῶμεν ἐπιβαλέσθαι τὴν μέθοδον.
8Aristoteles, Politica, 2; 156 (auctor 384BC-322BC)
Ἱππόδαμος δὲ Εὐρυφῶντος Μιλήσιος (ὃς καὶ τὴν τῶν πόλεων διαίρεσιν εὗρε καὶ τὸν Πειραιᾶ κατέτεμεν, γενόμενος καὶ περὶ τὸν ἄλλον βίον περιττότερος διὰ φιλοτιμίαν οὕτως ὥστε δοκεῖν ἐνίοις ζῆν περιεργότερον τριχῶν τε πλήθει καὶ κόσμῳ πολυτελεῖ, ἔτι δὲ ἐσθῆτος εὐτελοῦς μὲν ἀλεεινῆς δέ, οὐκ ἐν τῷ χειμῶνι μόνον ἀλλὰ καὶ περὶ τοὺς θερινοὺς χρόνους, λόγιος δὲ καὶ περὶ τὴν ὅλην φύσιν εἶναι βουλόμενος) πρῶτος τῶν μὴ πολιτευομένων ἐνεχείρησέ τι περὶ πολιτείας εἰπεῖν τῆς ἀρίστης.
9Aristoteles, Politica, 2; 163 (auctor 384BC-322BC)
ἔτι δὲ νόμον ἐτίθει περὶ τῶν εὑρισκόντων τι τῇ πόλει συμφέρον, ὅπως τυγχάνωσι τιμῆς, καὶ τοῖς παισὶ τῶν ἐν τῷ πολέμῳ τελευτώντων ἐκ δημοσίου γίνεσθαι τὴν τροφήν, ὡς οὔπω τοῦτο παρ' ἄλλοις νενομοθετημένον (ἔστι δὲ καὶ ἐν Ἀθήναις οὗτος ὁ νόμος νῦν καὶ ἐν ἑτέραις τῶν πόλεων) · τοὺς δ' ἄρχοντας αἱρετοὺς ὑπὸ τοῦ δήμου εἶναι πάντας.
10Aristoteles, Politica, 3; 112 (auctor 384BC-322BC)
ἐπεὶ δὲ πολιτεία μὲν καὶ πολίτευμα σημαίνει ταὐτόν, πολίτευμα δ' ἐστὶ τὸ κύριον τῶν πόλεων, ἀνάγκη δ' εἶναι κύριον ἢ ἕνα ἢ ὀλίγους ἢ τοὺς πολλούς, ὅταν μὲν ὁ εἷς ἢ οἱ ὀλίγοι ἢ οἱ πολλοὶ πρὸς τὸ κοινὸν συμφέρον ἄρχωσι, ταύτας μὲν ὀρθὰς ἀναγκαῖον εἶναι τὰς πολιτείας, τὰς δὲ πρὸς τὸ ἴδιον ἢ τοῦ ἑνὸς ἢ τῶν ὀλίγων ἢ τοῦ πλήθους παρεκβάσεις.
11Aristoteles, Politica, 4; 33 (auctor 384BC-322BC)
οὐ μὴν ἀλλ' οὐδὲ τούτοις μόνον ἱκανῶς ἔχει διωρίσθαι τὰς πολιτείας ταύτας· ἀλλ' ἐπεὶ πλείονα μόρια καὶ τοῦ δήμου καὶ τῆς ὀλιγαρχίας εἰσίν, ἔτι διαληπτέον ὡς οὔτ' ἂν οἱ ἐλεύθεροι ὀλίγοι ὄντες πλειόνων καὶ μὴ ἐλευθέρων ἄρχωσι, δῆμος, οἷον ἐν Ἀπολλωνίᾳ τῇ ἐν τῷ Ἰονίῳ καὶ ἐν Θήρᾳ (ἐν τούτων γὰρ ἑκατέρᾳ τῶν πόλεων ἐν ταῖς τιμαῖς ἦσαν οἱ διαφέροντες κατ' εὐγένειαν καὶ πρῶτοι κατασχόντες τὰς ἀποικίας, ὀλίγοι ὄντες, πολλῶν) , οὔτε ἂν οἱ πλούσιοι διὰ τὸ κατὰ πλῆθος ὑπερέχειν, δῆμος, οἷον ἐν Κολοφῶνι τὸ παλαιόν (ἐκεῖ γὰρ ἐκέκτηντο μακρὰν οὐσίαν οἱ πλείους πρὶν γενέσθαι τὸν πόλεμον τὸν πρὸς Λυδούς) , ἀλλ' ἔστι δημοκρατία μὲν ὅταν οἱ ἐλεύθεροι καὶ ἄποροι πλείους ὄντες κύριοι τῆς ἀρχῆς ὦσιν, ὀλιγαρχία δ' ὅταν οἱ πλούσιοι καὶ εὐγενέστεροι ὀλίγοι ὄντες.
12Aristoteles, Politica, 4; 44 (auctor 384BC-322BC)
εἴπερ οὖν καὶ ψυχὴν ἄν τις θείη ζῴου μόριον μᾶλλον ἢ σῶμα, καὶ πόλεων τὰ τοιαῦτα μᾶλλον θετέον τῶν εἰς τὴν ἀναγκαίαν χρῆσιν συντεινόντων, τὸ πολεμικὸν καὶ τὸ μετέχον δικαιοσύνης δικαστικῆς, πρὸς δὲ τούτοις τὸ βουλευόμενον, ὅπερ ἐστὶ συνέσεως πολιτικῆς ἔργον.
13Aristoteles, Politica, 4; 132 (auctor 384BC-322BC)
τίς δ' ἀρίστη πολιτεία καὶ τίς ἄριστος βίος ταῖς πλείσταις πόλεσι καὶ τοῖς πλείστοις τῶν ἀνθρώπων, μήτε πρὸς ἀρετὴν συγκρίνουσι τὴν ὑπὲρ τοὺς ἰδιώτας, μήτε πρὸς παιδείαν ἣ φύσεως δεῖται καὶ χορηγίας τυχηρᾶς, μήτε πρὸς πολιτείαν τὴν κατ' εὐχὴν γινομένην, ἀλλὰ βίον τε τὸν τοῖς πλείστοις κοινωνῆσαι δυνατὸν καὶ πολιτείαν ἧς τὰς πλείστας πόλεις ἐνδέχεται μετασχεῖν· καὶ γὰρ ἃς καλοῦσιν ἀριστοκρατίας, περὶ ὧν νῦν εἴπομεν, τὰ μὲν ἐξωτέρω πίπτουσι ταῖς πλείσταις τῶν πόλεων, τὰ δὲ γειτνιῶσι τῇ καλουμένῃ πολιτείᾳ (διὸ περὶ ἀμφοῖν ὡς μιᾶς λεκτέον) .
14Aristoteles, Politica, 4, 1296B; 157 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ τῶν ἐν ἡγεμονίᾳ γενομένων τῆς Ἑλλάδος πρὸς τὴν παρ' αὑτοῖς ἑκάτεροι πολιτείαν ἀποβλέποντες οἱ μὲν δημοκρατίας ἐν ταῖς πόλεσι καθίστασαν οἱ δ' ὀλιγαρχίας, οὐ πρὸς τὸ τῶν πόλεων συμφέρον σκοποῦντες ἀλλὰ πρὸς τὸ σφέτερον αὐτῶν, ὥστε διὰ ταύτας τὰς αἰτίας ἢ μηδέποτε τὴν μέσην γίνεσθαι πολιτείαν ἢ ὀλιγάκις καὶ παρ' ὀλίγοις· εἷς γὰρ ἀνὴρ συνεπείσθη μόνος τῶν πρότερον ἐφ' ἡγεμονίᾳ γενομένων ταύτην ἀποδοῦναι τὴν τάξιν, ἤδη δὲ καὶ τοῖς ἐν ταῖς πόλεσιν ἔθος καθέστηκε μηδὲ βούλεσθαι τὸ ἴσον, ἀλλ' ἢ ἄρχειν ζητεῖν ἢ κρατουμένους ὑπομένειν.
15Aristoteles, Politica, 4; 187 (auctor 384BC-322BC)
καὶ ἡ πρώτη δὲ πολιτεία ἐν τοῖς Ἕλλησιν ἐγένετο μετὰ τὰς βασιλείας ἐκ τῶν πολεμούντων, ἡ μὲν ἐξ ἀρχῆς ἐκ τῶν ἱππέων (τὴν γὰρ ἰσχὺν καὶ τὴν ὑπεροχὴν ἐν τοῖς ἱππεῦσιν ὁ πόλεμος εἶχεν· ἄνευ μὲν γὰρ συντάξεως ἄχρηστον τὸ ὁπλιτικόν, αἱ δὲ περὶ τῶν τοιούτων ἐμπειρίαι καὶ τάξεις ἐν τοῖς ἀρχαίοις οὐχ ὑπῆρχον, ὥστ' ἐν τοῖς ἱππεῦσιν εἶναι τὴν ἰσχύν) , αὐξανομένων δὲ τῶν πόλεων καὶ τῶν ἐν τοῖς ὅπλοις ἰσχυσάντων μᾶλλον πλείους μετεῖχον τῆς πολιτείας· διόπερ ἃς νῦν καλοῦμεν πολιτείας, οἱ πρότερον ἐκάλουν δημοκρατίας· ἦσαν δὲ αἱ ἀρχαῖαι πολιτεῖαι εὐλόγως ὀλιγαρχικαὶ καὶ βασιλικαί.
16Aristoteles, Politica, 5; 160 (auctor 384BC-322BC)
αἱ μὲν γὰρ τοῦτον τὸν τρόπον κατέστησαν τῶν τυραννίδων, ἤδη τῶν πόλεων ηὐξημένων, αἱ δὲ πρὸ τούτων ἐκ [τε] τῶν βασιλέων παρεκβαινόντων τὰ πάτρια καὶ δεσποτικωτέρας ἀρχῆς ὀρεγομένων, αἱ δὲ ἐκ τῶν αἱρετῶν ἐπὶ τὰς κυρίας ἀρχάς (τὸ γὰρ ἀρχαῖον οἱ δῆμοι καθίστασαν πολυχρονίους τὰς δημιουργίας καὶ τὰς θεωρίας) , αἱ δ' ἐκ τῶν ὀλιγαρχιῶν, αἱρουμένων ἕνα τινὰ κύριον ἐπὶ τὰς μεγίστας ἀρχάς.
17Aristoteles, Politica, 7; 95 (auctor 384BC-322BC)
περὶ μὲν οὖν χώρας καὶ λιμένων τῶν πόλεων καὶ θαλάττης καὶ περὶ τῆς ναυτικῆς δυνάμεως ἔστω διωρισμένα τὸν τρόπον τοῦτον· περὶ δὲ τοῦ πολιτικοῦ πλήθους, τίνα μὲν ὅρον ὑπάρχειν χρή, πρότερον εἴπομεν, ποίους δέ τινας τὴν φύσιν εἶναι δεῖ, νῦν λέγωμεν.
18Aristoteles, Politica, 7; 238 (auctor 384BC-322BC)
αἱ γὰρ πλεῖσται τῶν τοιούτων πόλεων πολεμοῦσαι μὲν σῴζονται, κατακτησάμεναι δὲ τὴν ἀρχὴν ἀπόλλυνται.
19Aristoteles, Politica, 7; 261 (auctor 384BC-322BC)
τεκμήριον δέ· ἐν ὅσαις γὰρ τῶν πόλεων ἐπιχωριάζεται τὸ νέους συζευγνύναι καὶ νέας, ἀτελεῖς καὶ μικροὶ τὰ σώματά εἰσιν.
20Aristoteles, Politica, 7; 305 (auctor 384BC-322BC)
πρῶτον μὲν οὖν σκεπτέον εἰ ποιητέον τάξιν τινὰ περὶ τοὺς παῖδας, ἔπειτα πότερον συμφέρει κοινῇ ποιεῖσθαι τὴν ἐπιμέλειαν αὐτῶν ἢ κατ' ἴδιον τρόπον (ὃ γίγνεται καὶ νῦν ἐν ταῖς πλείσταις τῶν πόλεων) , τρίτον δὲ ποίαν τινὰ δεῖ ταύτην εἶναι.
21Aristoteles, Politica, 8; 36 (auctor 384BC-322BC)
νῦν μὲν οὖν αἱ μάλιστα δοκοῦσαι τῶν πόλεων ἐπιμελεῖσθαι τῶν παίδων αἱ μὲν ἀθλητικὴν ἕξιν ἐμποιοῦσι, λωβώμεναι τά τε εἴδη καὶ τὴν αὔξησιν τῶν σωμάτων, οἱ δὲ Λάκωνες ταύτην μὲν οὐχ ἥμαρτον τὴν ἁμαρτίαν, θηριώδεις δ' ἀπεργάζονται τοῖς πόνοις, ὡς τοῦτο πρὸς ἀνδρείαν μάλιστα συμφέρον.
22Aristoteles, Rhetorica, 1, 1, 5; 3 (auctor 384BC-322BC)
νῦν μὲν οὖν οἱ τὰς τέχνας τῶν λόγων συντιθέντες οὐδὲν ὡς εἰπεῖν πεπορίκασιν αὐτῆς μόριον (αἱ γὰρ πίστεις ἔντεχνόν εἰσι μόνον, τὰ δ' ἄλλα προσθῆκαι) , οἱ δὲ περὶ μὲν ἐνθυμημάτων οὐδὲν λέγουσιν, ὅπερ ἐστὶ σῶμα τῆς πίστεως, περὶ δὲ τῶν ἔξω τοῦ πράγματος τὰ πλεῖστα πραγματεύονται· διαβολὴ γὰρ καὶ ἔλεος καὶ ὀργὴ καὶ τὰ τοιαῦτα πάθη τῆς ψυχῆς οὐ περὶ τοῦ πράγματός ἐστιν, ἀλλὰ πρὸς τὸν δικαστήν· ὥστ' εἰ περὶ πάσας ἦν τὰς κρίσεις καθάπερ ἐν ἐνίαις γε νῦν ἐστι τῶν πόλεων καὶ μάλιστα ταῖς εὐνομουμέναις, οὐδὲν ἂν εἶχον ὅ τι λέγωσιν· ἅπαντες γὰρ οἱ μὲν οἴονται δεῖν οὕτω τοὺς νόμους ἀγορεύειν, οἱ δὲ καὶ χρῶνται καὶ κωλύουσιν ἔξω τοῦ πράγματος λέγειν, καθάπερ καὶ ἐν Ἀρείῳ πάγῳ, ὀρθῶς τοῦτο νομίζοντες· οὐ γὰρ δεῖ τὸν δικαστὴν διαστρέφειν εἰς ὀργὴν προάγοντας ἢ φθόνον ἢ ἔλεον· ὅμοιον γὰρ κἂν εἴ τις ᾧ μέλλει χρῆσθαι κανόνι, τοῦτον ποιήσειε στρεβλόν.
23Aristoteles, Rhetorica, 3, 3, 3; 4 (auctor 384BC-322BC)
διὸ τὰ Ἀλκιδάμαντος ψυχρὰ φαίνεται· οὐ γὰρ ὡς ἡδύσματι χρῆται ἀλλ' ὡς ἐδέσματι τοῖς ἐπιθέτοις τοῖσ οὕτω πυκνοῖς καὶ μείζοσι καὶ ἐπιδήλοις, οἷον οὐχ ἱδρῶτα ἀλλὰ τὸν ὑγρὸν ἱδρῶτα, καὶ οὐκ εἰς Ἴσθμια ἀλλ' εἰς τὴν τῶν Ἰσθμίων πανήγυριν, καὶ οὐχὶ νόμους ἀλλὰ τοὺς τῶν πόλεων βασιλεῖς νόμους, καὶ οὐ δρόμῳ ἀλλὰ δρομαίᾳ τῇ τῆς ψυχῆς ὁρμῇ, καὶ οὐχὶ μουσεῖον ἀλλὰ τὸ τῆς φύσεως παραλαβὼν μουσεῖον, καὶ σκυθρωπὸν τὴν φροντίδα τῆς ψυχῆς, καὶ οὐ χάριτος ἀλλὰ πανδήμου χάριτος δημιουργός, καὶ οἰκονόμος τῆς τῶν ἀκουόντων ἡδονῆς, καὶ οὐ κλάδοις ἀλλὰ τοῖς τῆς ὕλης κλάδοις ἀπέκρυψεν, καὶ οὐ τὸ σῶμα παρήμπισχεν ἀλλὰ τὴν τοῦ σώματος αἰσχύνην, καὶ ἀντίμιμον τὴν τῆς ψυχῆς ἐπιθυμίαν (τοῦτο δ' ἅμα καὶ διπλοῦν καὶ ἐπίθετον, ὥστε ποίημα γίνεται) , καὶ οὕτως ἔξεδρον τὴν τῆς μοχθηρίας ὑπερβολήν.
24Auctores varii 013, Epistolae et decreta, 13, 0566D
Ἐκ τε τῆς τοῦ Θεοῦ κελεύσεως, καὶ τῆς σῆς εὐσεβείας προστάγματος, τὰ πάγαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν· εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων, εἰς τὸ αὐτὸ πάντες ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ, καὶ οἱ τὰ ναντία φρονοῦντες ἔκδηλοι γένωνται· ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἔκπαλαι διαμένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια, καὶ οἱ ἀπόστολοι διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς βασιλείας φρουροῦ, καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατασχόντες φυλάξωμεν, καὶ φυλάττοντες μέχρι τέλους διατηρήσωμεν.
25Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 20; 14
καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμιν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαα ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Ισραηλ.
26Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 20; 15
καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες, ἀνὴρ ἕλκων ῥομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαα, οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες ἐκλεκτοὶ
27Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 20; 42
καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν Ισραηλ εἰς ὁδὸν τῆς ἐρήμου καὶ ἔφυγον, καὶ ἡ παράταξις ἔφθασεν ἐπ’ αὐτούς, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν.
28Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 25; 32
καὶ αἱ πόλεις τῶν Λευιτῶν οἰκίαι τῶν πόλεων αὐτῶν κατασχέσεως λυτρωταὶ διὰ παντὸς ἔσονται τοῖς Λευίταις·
29Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 25; 33
καὶ ὃς ἂν λυτρωσάμενος παρὰ τῶν Λευιτῶν, καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει, ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευιτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ισραηλ.
30Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 32; 38
καὶ τὴν Βεελμεων, περικεκυκλωμένας, καὶ τὴν Σεβαμα καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων, ἃς ᾠκοδόμησαν. –
31Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 35; 2
Σύνταξον τοῖς υἱοῖς Ισραηλ καὶ δώσουσιν τοῖς Λευίταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσιν τοῖς Λευίταις,
32Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 35; 4
καὶ τὰ συγκυροῦντα τῶν πόλεων, ἃς δώσετε τοῖς Λευίταις, ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ·
33Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 35; 5
καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν δισχιλίους πήχεις, καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν καὶ τὰ ὅμορα τῶν πόλεων.
34Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 35; 8
καὶ τὰς πόλεις, ἃς δώσετε ἀπὸ τῆς κατασχέσεως υἱῶν Ισραηλ, ἀπὸ τῶν τὰ πολλὰ πολλὰ καὶ ἀπὸ τῶν ἐλαττόνων ἐλάττω· ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν κληρονομήσουσιν, δώσουσιν ἀπὸ τῶν πόλεων τοῖς Λευίταις.
35Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 2; 34
καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, οὐ κατελίπομεν ζωγρείαν·
36Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 2; 35
πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν.
37Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 3; 4
καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρ’ αὐτῶν, ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Αργοβ βασιλείας Ωγ ἐν Βασαν,
38Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 3; 5
πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί, πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα.
39Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 3; 7
καὶ πάντα τὰ κτήνη καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.
40Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 4; 42
φυγεῖν ἐκεῖ τὸν φονευτήν, ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδὼς καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ τρίτης, καὶ καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται·
41Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 13; 13
Ἐὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου, ὧν κύριος ὁ θεός σου δίδωσίν σοι κατοικεῖν σε ἐκεῖ, λεγόντων
42Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 15; 7
Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν τῇ γῇ, ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ’ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου·
43Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 16; 5
οὐ δυνήσῃ θῦσαι τὸ πασχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ὧν κύριος ὁ θεός σου δίδωσίν σοι,
44Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 17; 2
Ἐὰν δὲ εὑρεθῇ ἐν σοὶ ἐν μιᾷ τῶν πόλεών σου, ὧν κύριος ὁ θεός σου δίδωσίν σοι, ἀνὴρ ἢ γυνή, ὅστις ποιήσει τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου παρελθεῖν τὴν διαθήκην αὐτοῦ,
45Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 18; 6
ἐὰν δὲ παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ὑμῶν ἐκ πάντων τῶν υἱῶν Ισραηλ, οὗ αὐτὸς παροικεῖ, καθότι ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ, εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος,
46Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 19; 5
καὶ ὃς ἂν εἰσέλθῃ μετὰ τοῦ πλησίον εἰς τὸν δρυμὸν συναγαγεῖν ξύλα, καὶ ἐκκρουσθῇ ἡ χεὶρ αὐτοῦ τῇ ἀξίνῃ κόπτοντος τὸ ξύλον, καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ τοῦ ξύλου τύχῃ τοῦ πλησίον, καὶ ἀποθάνῃ, οὗτος καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται,
47Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 19; 11
ἐὰν δὲ γένηται ἄνθρωπος μισῶν τὸν πλησίον καὶ ἐνεδρεύσῃ αὐτὸν καὶ ἐπαναστῇ ἐπ’ αὐτὸν καὶ πατάξῃ αὐτοῦ ψυχήν, καὶ ἀπεθάνῃ, καὶ φύγῃ εἰς μίαν τῶν πόλεων τούτων,
48Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 20; 15
οὕτως ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας ἀπὸ σοῦ σφόδρα, αἳ οὐχὶ ἐκ τῶν πόλεων τῶν ἐθνῶν τούτων,
49Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 20; 16
ἰδοὺ δὲ ἀπὸ τῶν πόλεων τῶν ἐθνῶν τούτων, ὧν κύριος ὁ θεός σου δίδωσίν σοι κληρονομεῖν τὴν γῆν αὐτῶν, οὐ ζωγρήσετε ἀπ’ αὐτῶν πᾶν ἐμπνέον,
50Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 19; 8
κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶν.
51Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 21; 42
κύκλῳ τῶν πόλεων τούτων, πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις.
52Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 25; 8
αἱ περικύκλῳ τῶν πόλεων τούτων ἕως Βααλεθβηρραμωθ πορευομένων Ιαμεθ κατὰ λίβα. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶν.
53Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 20; 11
καὶ συνήχθη πᾶς ἀνὴρ Ισραηλ ἐκ τῶν πόλεων ὡς ἀνὴρ εἷς ἐρχόμενοι.
54Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 20; 14
καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμιν ἐκ τῶν πόλεων αὐτῶν εἰς Γαβαα ἐξελθεῖν τοῦ πολεμῆσαι μετὰ υἱῶν Ισραηλ.
55Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 20; 15
καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν πόλεων εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν χωρὶς τῶν κατοικούντων τὴν Γαβαα· οὗτοι ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες νεανίσκοι ἐκλεκτοὶ
56Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 20; 42
καὶ ἔκλιναν ἐνώπιον ἀνδρὸς Ισραηλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου, καὶ ὁ πόλεμος κατέφθασεν αὐτόν, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειραν αὐτὸν ἐν μέσῳ αὐτῶν.
57Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 6; 18
καὶ μῦς οἱ χρυσοῖ κατ’ ἀριθμὸν πασῶν πόλεων τῶν ἀλλοφύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίθου τοῦ μεγάλου, οὗ ἐπέθηκαν ἐπ’ αὐτοῦ τὴν κιβωτὸν διαθήκης κυρίου, τοῦ ἐν ἀγρῷ Ωσηε τοῦ Βαιθσαμυσίτου.
58Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 15; 5
καὶ ἦλθεν Σαουλ ἕως τῶν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ.
59Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 18; 6
Καὶ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυιδ ἐκ πασῶν πόλεων Ισραηλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις,
60Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 27; 5
καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ’ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἵνα τί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ;
61Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 2; 1
Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυιδ ἐν κυρίῳ λέγων Εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ιουδα; καὶ εἶπεν κύριος πρὸς αὐτόν Ἀνάβηθι. καὶ εἶπεν Δαυιδ Ποῦ ἀναβῶ; καὶ εἶπεν Εἰς Χεβρων.
62Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 8; 8
καὶ ἐκ τῆς Μασβακ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Αδρααζαρ ἔλαβεν ὁ βασιλεὺς Δαυιδ χαλκὸν πολὺν σφόδρα· ἐν αὐτῷ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη.
63Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 8; 11
καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου, οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων, ὧν κατεδυνάστευσεν,
64Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 10; 12
ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν, καὶ κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.
65Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 8; 37
λιμὸς ἐὰν γένηται, θάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐμπυρισμός, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ἐχθρὸς αὐτοῦ ἐν μιᾷ τῶν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πᾶν πόνον,
66Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 23; 8
καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ιουδα καὶ ἐμίανεν τὰ ὑψηλά, οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς, ἀπὸ Γαβαα καὶ ἕως Βηρσαβεε. καὶ καθεῖλεν τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης Ιησου ἄρχοντος τῆς πόλεως, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως.
67Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 4; 33
καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βααλ· αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν. –
68Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 18; 8
καὶ ἐκ τῆς μεταβηχας καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Αδρααζαρ ἔλαβεν Δαυιδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ.
69Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 19; 7
καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μωχα καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβα, καὶ οἱ υἱοὶ Αμμων συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι.
70Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 19; 13
ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν, καὶ κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει.
71Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 6; 28
λιμὸς ἐὰν γένηται ἐπὶ τῆς γῆς, θάνατος ἐὰν γένηται, ἀνεμοφθορία καὶ ἴκτερος, ἀκρὶς καὶ βροῦχος ἐὰν γένηται, ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς κατέναντι τῶν πόλεων αὐτῶν, κατὰ πᾶσαν πληγὴν καὶ πᾶν πόνον,
72Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 12; 4
καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν, αἳ ἦσαν ἐν Ιουδα, καὶ ἦλθεν εἰς Ιερουσαλημ.
73Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 14; 4
καὶ ἀπέστησεν ἀπὸ πασῶν τῶν πόλεων Ιουδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα. καὶ εἰρήνευσεν·
74Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 15; 8
καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Αδαδ τοῦ προφήτου καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ιουδα καὶ Βενιαμιν καὶ ἀπὸ τῶν πόλεων, ὧν κατέσχεν ἐν ὄρει Εφραιμ, καὶ ἐνεκαίνισεν τὸ θυσιαστήριον κυρίου, ὃ ἦν ἔμπροσθεν τοῦ ναοῦ κυρίου.
75Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 20; 4
καὶ συνήχθη Ιουδας ἐκζητῆσαι τὸν κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων Ιουδας ἦλθον ζητῆσαι τὸν κύριον.
76Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 21; 3
καὶ ἔδωκεν αὐτοῖς ὁ πατὴρ αὐτῶν δόματα πολλά, ἀργύριον καὶ χρυσίον καὶ ὅπλα μετὰ πόλεων τετειχισμένων ἐν Ιουδα· καὶ τὴν βασιλείαν ἔδωκεν τῷ Ιωραμ, ὅτι οὗτος ὁ πρωτότοκος.
77Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 23; 2
καὶ ἐκύκλωσαν τὸν Ιουδαν καὶ συνήγαγον τοὺς Λευίτας ἐκ πασῶν τῶν πόλεων Ιουδα καὶ ἄρχοντας πατριῶν τοῦ Ισραηλ, καὶ ἦλθον εἰς Ιερουσαλημ.
78Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 31; 19
τοῖς υἱοῖς Ααρων τοῖς ἱερατεύουσιν, καὶ οἱ ἀπὸ τῶν πόλεων αὐτῶν ἐν πάσῃ πόλει καὶ πόλει ἄνδρες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι, δοῦναι μερίδα παντὶ ἀρσενικῷ ἐν τοῖς ἱερεῦσιν καὶ παντὶ καταριθμουμένῳ ἐν τοῖς Λευίταις.
79Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 22; 44
Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων τοῖς θησαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἦν ἐν Ιουδα ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας.
80Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 1; 14
καὶ ἐκυρίευσε τῶν πόλεων αὐτοῦ καὶ ἀφίκετο ἕως Ἐκβατάνων καὶ ἐκράτησε τῶν πύργων καὶ ἐπρονόμευσε τὰς πλατείας αὐτῆς καὶ τὸν κόσμον αὐτῆς ἔθηκεν εἰς ὄνειδος αὐτῆς
81Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 6; 7
καὶ ἀποκαταστήσουσίν σε οἱ δοῦλοί μου εἰς τὴν ὀρεινὴν καὶ θήσουσίν σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων,
82Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 14; 21
ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐμπλήσωσι τὴν γῆν πόλεων.
83Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 14; 31
ὀλολύζετε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βορρᾶ ἔρχεται, καὶ οὐκ ἔστιν τοῦ εἶναι.
84Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 17; 1
Τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ. Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν,
85Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 2; 28
καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσίν σε ἐν καιρῷ τῆς κακώσεώς σου; ὅτι κατ’ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ιουδα, καὶ κατ’ ἀριθμὸν διόδων τῆς Ιερουσαλημ ἔθυον τῇ Βααλ.
86Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 7; 34
καὶ καταλύσω ἐκ πόλεων Ιουδα καὶ ἐκ διόδων Ιερουσαλημ φωνὴν εὐφραινομένων καὶ φωνὴν χαιρόντων, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὅτι εἰς ἐρήμωσιν ἔσται πᾶσα ἡ γῆ. –
87Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 11; 13
ὅτι κατ’ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ιουδα, καὶ κατ’ ἀριθμὸν ἐξόδων τῆς Ιερουσαλημ ἐτάξατε βωμοὺς θυμιᾶν τῇ Βααλ.
88Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 17; 26
καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ιουδα καὶ κυκλόθεν Ιερουσαλημ καὶ ἐκ γῆς Βενιαμιν καὶ ἐκ τῆς πεδινῆς καὶ ἐκ τοῦ ὄρους καὶ ἐκ τῆς πρὸς νότον φέροντες ὁλοκαυτώματα καὶ θυσίαν καὶ θυμιάματα καὶ μαναα καὶ λίβανον, φέροντες αἴνεσιν εἰς οἶκον κυρίου.
89Biblia, Biblia graeca iuxta LXX interpretes, Bar, 2; 23
ἐκλείψειν ποιήσω ἐκ πόλεων Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ φωνὴν εὐφροσύνης καὶ φωνὴν χαρμοσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων.
90Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 16; 7
πληθύνου· καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε. καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης καὶ εἰσῆλθες εἰς πόλεις πόλεων· οἱ μαστοί σου ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλεν, σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα.
91Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 25; 9
διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωαβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον Ασιμουθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας.
92Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 29; 12
καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσιν καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας.
93Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 30; 7
καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται·
94Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 11; 39
ποιήσει πόλεων καὶ εἰς ὀχύρωμα ἰσχυρὸν ἥξει· μετὰ θεοῦ ἀλλοτρίου, οὗ ἐὰν ἐπιγνῷ, πληθυνεῖ δόξαν καὶ κατακυριεύσει αὐτοῦ ἐπὶ πολὺ καὶ χώραν ἀπομεριεῖ εἰς δωρεάν.
95Biblia, Biblia graeca iuxta LXX interpretes, Am, 2; 2
καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Μωαβ, καὶ καταφάγεται θεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωαβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος·
96Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 5; 68
καὶ ἐξέκλινεν Ιουδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων καὶ καθεῖλεν τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς γῆν Ιουδα.
97Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 10; 71
νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσίν σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετ’ ἐμοῦ ἐστιν δύναμις τῶν πόλεων.
98Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 11; 2
καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς, καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων καὶ συνήντων αὐτῷ, ὅτι ἐντολὴ ἦν Ἀλεξάνδρου τοῦ βασιλέως συναντᾶν αὐτῷ διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι·
99Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 11; 8
ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς.
100Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 14; 17
ὡς δὲ ἤκουσαν ὅτι Σιμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀρχιερεὺς ἀντ αὐτοῦ καὶ αὐτὸς ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ,
101Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 15; 31
εἰ δὲ μή, δότε ἀντ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου καὶ τῆς καταφθορᾶς, ἧς κατεφθάρκατε, καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια· εἰ δὲ μή, παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς.
102Biblia, Biblia graeca iuxta LXX interpretes, Sus; 6
καὶ ἤρχοντο κρίσεις ἐξ ἄλλων πόλεων πρὸς αὐτούς.
103Biblia, Novum testamentum graece, Mt, 14; 13
Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
104Biblia, Novum testamentum graece, Mc, 6; 33
καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς.
105Biblia, Novum testamentum graece, Lc, 5; 12
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων, Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
106Biblia, Novum testamentum graece, Lc, 19; 17
καὶ εἶπεν αὐτῷ, Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
107Biblia, Novum testamentum graece, Lc, 19; 19
εἶπεν δὲ καὶ τούτῳ, Καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.
108Biblia, Novum testamentum graece, Act, 5; 16
συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
109Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0087C (auctor c.470–c.544)
Μὴ ἐξεῖναι κληρικὸν ἐν δύο πόλεων κατὰ ταυτὸν καταλέγεσθαι ἐκκλησίαις, ἐν ᾗ τε τὴν ἀρχὴν ἐχειροτονήθη, καὶ ἐν ᾗ προσέφυγεν, ὡς μείζονι δῆθεν, διὰ δόξης κενῆς ἐπιθυμίαν.
110Concilium Constantinopolitanum, Epistola synodica, 13, 1195D
Χρημάτων δὲ ζημίας καὶ προτιμήσεις πόλεων, καὶ τὰς τῶν καθ ἕνα δημοσιεύσεις καὶ συσκευὰς καὶ ὕβρεις καὶ δεσμωτήρια, τίς ἂν ἐξαριθμήσασθαι δύναιτο; Πᾶσαι γὰρ ὄντως ἐφ' ἡμᾶς αἱ θλίψεις ἐπγηθύνθησαν ὑπὲρ ἀριθμὸν, ἴσως μὲν ἐπειδὴ δίκας ἁμαρτημάτων ἐτίναμεν, ἴσως δὲ καί τοῦ φιλανθρώπου Θεοῦ διὰ τοῦ πλήθους τῶν παθημάτων ἡμᾶς γυμνάζοντος.
111Constantinus I, Conciones, 8, 0446A (auctor c.272–337)
καὶ ταῦτ' οὐκ ἐξ ἀκοῆς λέγω, ἀλλ' αὐτός τε παρὼν καὶ ἱστορήσας, ἐπόπτης τε γενόμενος τῆς οἰκτρᾶς τῶν πόλεων τύχης.
112Constantinus I, Edictum, 74, 0526B (auctor c.272–337)
Ἡμεῖς στράτωρος ὀφφίκιον ὑπελθόντες, καὶ τὰ χαλινὰ τοῦ ἵππου αὐτοῦ κατεχοντες, τῆς αὐλῆς τῶν ἱερῶν αὐτοῦ ἐξίεμεν ἀνακτόρων, αἰδοῖ καὶ φόβῳ τοῦ κυρίου μου τοῦ ἁγίου συνεχόμενοι Πέτρου· τῶν χρησίμων δὲ κομιδῆ καὶ θεοφίλων νενομίκαμεν, ἐκστῆναι μὲν τῆς πόλεως Ῥώμης, καὶ τῶν δυτικῶν ἁπάντων χωρῶν τε καὶ πόλεων τῷ ἁγιωτάτῳ πάππᾳ, τὸ δὲ τῆς Βασιλείας κράτος πρὸς τὰ τῆς ἑώας μέρη μετενεγκεῖν, καὶ τὴν ἐν καλλίστῳ τῶν ὑφ' ἡλίῳ τοῦ Βύζαντος πόλιν καταλαβεῖν, καὶ ἐν αὐτῇ ἱδρύσασθαι τὰ Βασίλεια, ἄδικον οἰηθέντες ἐξουσίαν ἔχειν τὸν ἐπὶ γῆς Βασιλέα, ἔνθα καὶ ἀρχὴ τῆς τῶν χριστιανῶν θρησκείας ἐκ τῶν οὐρανῶν ὑπῆρξεν ἡμῖν.
113Desiderius Erasmus, Adagia, Chiliades, 1, 535; 2 (opus 1508)
Aristides in oratione Panathenaica: Καί μήν αὐτό τοῦτο πρῶτον τό πάντας τούς ἐν χρείᾳ βοηθείας καταφεύγειν ἐπί τήν πόλιν ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς καί μηδεμίαν τῶν ἄλλων πόλεων ὁρᾶν μέγα και φανερόν σύμβολόν ἐστι καί στήλης ἄμεινον τοῦ προέχειν εὐθύς ἐξ ἀρχῆς, id est Atqui primum illud ipsum, quod quibuscumque opus esset auxilio, ad hanc confugerent civitatem plane tamquam duobus pedibus neque ullam aliam reliquarum civitatum respicerent, magnum et evidens argumentum est ac monimentum columna praestantius eam protinus ab initio praecelluisse.
114Desiderius Erasmus, Adagia, Chiliades, 4, 3740; 1 (opus 1508)
In eodem rursus libro Cyclopicam vitam appellat ubi nullis publicis legibus vivitur, sed quisque suo arbitratu res gerit: Ἐν δέ ταῖς πλείσταις τῶν πόλεων ἐξημέληται περί τῶν τοιούτων, καί ζῆ ἕκαστος ὡς βούλεται, Κυκλωπικῶς θεμιστεύων παίδων ἥ ἀλόχου, id est In ceteris autem civitatibus super his (hoc est educatione liberorum) nulla est habita cura, sed quisque vivit ut vult, Cyclopum ritu de liberis et uxore fas nefasque statuens.
115Dositheus, Hermeneumata Leidensia, II, 19 (auctor c.350)
[§ 19] Περὶ πόλεων De civitatibus
116Duditius Andreas, Andreas Dudithius. Lectori S.P.d., 5; 356 (auctor 1533-1589)
ἐστασίαζέ τε οὖν τὰ τῶν πόλεων, καὶ τὰ ἐφυστερίζοντά που πύστει τῶν  προγενομένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν τοῦ καινοῦσθαι τὰς διανοίας τῶν τ’  ἐπιχειρήσεων περιτεχνήσει καὶ τῶν τιμωριῶν ἀτοπίᾳ.
117Duditius Andreas, Andreas Dudithius. Lectori S.P.d., 5; 358 (auctor 1533-1589)
In his, in prima illa membri parte, nulla necessitate coactus, circumlocutione usus est, cum dixit; ἐστασίαζέ τε οὖν τὰ τῶν πόλεων, quod perinde est ac si Latine dicas: Ea igitur quae urbium erant, tumultuabantur.
118Duditius Andreas, Andreas Dudithius. Lectori S.P.d., 5; 734 (auctor 1533-1589)
Praeterea ubi eos qui res Philippo prodidissent, omnium Graeciae calamitatum auctores fuisse ostendit; haec ad verbum scribens ‘καίτοι νὴ τὸν ῾Ηρακλέα καὶ πάντας θεούς, εἴ γ' ἐπ' ἀληθείας δέοι σκοπεῖσθαι ἢ τὸ καταψεύδεσθαι καὶ δι' ἔχθραν τι λέγειν ἀνελόντας ἐκ μέσου, τίνες ὡς ἀληθῶς ἦσαν οἷς ἂν εἰκότως καὶ δικαίως τὴν τῶν γεγενημένων αἰτίαν ἐπὶ τὴν κεφαλὴν ἀναθεῖεν ἅπαντες, τοὺς ὁμοίους τούτῳ παρ' ἑκάστῃ τῶν πόλεων εὕροιτ' ἄν, οὐχὶ τοὺς ἐμοί· οἳ ὅτ' ἦν ἀσθενῆ τὰ Φιλίππου πράγματα καὶ κομιδῇ μικρά, πολλάκι προλεγόντων ἡμῶν καὶ παρακαλούντων καὶ διδασκόντων ‹τὰ βέλτιστα, τῆς ἰδίας ἕνεκ' αἰσχροκερδείας› τὰ κοινῇ συμφέροντα προ ἵεντο, τοὺς ὑπάρχοντας ἑκάστοις πολίτας ἐξαπατῶντες καὶ διαφθείροντες, ἕως δούλους ἐποίησαν.
119Fronto, Epistulae, add., 4; 7 (auctor c.95-165)
πῶς οὖν αἱ μὲν πόλεις οὐκ ὀκνοῦσι λαμβάνουσαι παρὰ τῶν διδόντων ἀναθήματά τε καὶ χρήματα καὶ ἀργύριον αὐτοπολιτῶν τε καὶ ξένων, ἤδη δέ τινας καὶ αὑτούς πως ὑποδιδόντας, φίλος δὲ δὴ παρὰ φίλου λαβεῖν ὀκνεῖ παρακαλοῦντος; καὶ ὅτι θεοὶ δὲ τῷ νόμῳ τῶν πόλεων προστίθενται ταὐτὰ παρὰ τῶν ἀνδρῶν, καθ’ ἃ δεικνύουσιν οἱ θησαυροὶ τῶν θεῶν.
120Fronto, Epistulae, add., 4; 14 (auctor c.95-165)
πιστεύεις δὲ δίκαιον εἶναι τὸν νόμον τῶν τε πόλεων καὶ θεῶν καὶ φίλων . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . φίλων δὲ οὐχ ὡς τούτων ἐπιδεικνύντων θράσος εὐνοίας, ἀλλὰ καὶ τούτων ὑπὸ δέους, εἰ ἐπέπεμψα τὸ πρὶν ἐπιτρέψῃς.
121Fronto, Epistulae, add., 5; 9 (auctor c.95-165)
ὃ γὰρ τοὺς ἰδιώτας ἐγὼ φάσκων μὴ δεῖν μεγάλα δῶρα παρ᾽ ἀλλήλων λαμβάνειν, τὸ αὐτὸ τοῦτο ἂν εἴποιμι καὶ περὶ τῶν πολέων, ὡς οὐδὲ τὰς πόλεις δέοι λαμβάνειν· σὺ δὲ ὡς τοῦτο προσῆκον ταῖς πόλεσιν λαβὼν εἰς ἀπόδειξιν φέρεις τοῦ καὶ τοῖς ἰδιώταις προσήκοντος.
122Fronto, Epistulae, add., 5; 13 (auctor c.95-165)
τοῦτο μὲν οὖν δίκαια ποιῶν ἐν ζητήματος μέρει διαλείψεις ἀμφισβητήσιμον, τὸ τῶν πόλεων λέγων.
123Fronto, Epistulae, add., 5; 14 (auctor c.95-165)
οὐδὲ γὰρ οὐδ᾽ ἐκεῖνο σ᾽ ἀγνοεῖν οἶμαι, ὡς αἱ πλεῖσταί γε τῶν ἐνδοξοτάτων καὶ εὐνομουμένων πόλεων οὐκ ἐδέξαντο τὰ μεγάλα δῶρα· ὥσπερ ἡ Ῥωμαίων πόλις πολλὰ πολλάκις παρὰ πλείστων πεμπόμενα οὐ προσήκατο, ἡ δὲ τῶν Ἀθηναίων βαρύτερα τῶν προσηκόντων ἐκλέγουσα οὐ πάνυ τι ὤνατο.
124Hieronymus Stridonensis, De viris illustribus, 23, 0646A (auctor 340-420)
Διονύσιος τῆς κατὰ Κόρινθον Ἐκκλησίας ἐπίσκοπος τοσοῦτον εὐφραδὴς καὶ σπουδαῖος ἐγένετο, ὥστε μὴ μόνον τοὺς λαοὺς τῆς ἰδίας πόλεως καὶ ἐπαρχίας, ἀλλὰ καὶ ἑτέρων ἐπαρχιῶν καὶ πόλεων, δι' οἰκείων ἐπιστολῶν πεπαιδευκέναι, ἀφ' ὧν ἐστι μία πρὸς Λακεδαιμονίους, ἄλλη πρὸς Ἀθηναὶους, τρίτη πρὸς Νικομηδεῖς, τετάρτη πρὸς Κρῆτας, πέμπτη πρὸς Ἀμαστριανὴν Ἐκκλησίαν, καὶ ἑτέρας Πόντου Ἐκκλησίας, ἕκτη πρὸς Κνωσσιανοὺς καὶ Πινυτὸν τῆς αὐτῆς πόλεως ἐπίσκοπον, ἑβδόμη πρὸς Ῥωμαίους, ἣν ἔγραψε πρὸς Σωτῆρα τὸν τούτων ἐπίσκοπον, ὀγδόη πρὸς Χρυσοφόραν εὐλαβῆ γυναῖκα.
125Hilarius Pictaviensis, Collectanea antiariana parisina (Fragmenta historica) [CSEL], 1, 5, 1, 1; 5 (auctor 315-367)
εἰς γὰρ 'Αρίμηνον ἐϰ πασω̄ν τω̄ν πρὸς Δύσιν πόλεων εἰς τὸ avro πάντες οἱ ἐπίσϰοποι συνήλϑομεν, Iva xai ecclesiis catholicis et haeretici noscerentur.
126Hilarius Pictaviensis, Collectanea antiariana parisina (Fragmenta historica) [CSEL], 2, 2, 1, 2 (auctor 315-367)
Πολλὰ ϰἐν ϰαὶ πολλάϰις ὲτόλμησαν oi 'Αϱειομανίται ϰατὰ τω̄ν δούλων τοῡ ϑεοῡ̄ τω̄ν τὴν πίοτιν ϕυλαττόντων τὴν ὀϱϑήν. νόϑον γὰϱ ὑπο- adulterinam (namque) doctrinam inserentes orthodoxos persequi temtauerunt. in tantum autem nunc exsurrexerunt contra fidem, (ut) non religiosam pietatem id clementissimorum imperatorum lateret. denique gratia dei iuuante etiam ipsi clementissimi imperatores congregauerunt ex diuersis prouinciis et ciuitatibus ipsam synodum sanctam in Serdicensium ciuitatem (et) fieri permiserunt, ut omnis quidem dissensio amputaretur, iniqua autem doctrina penitus expulsa pietas sola, quae est in Christo hominibus, custodiretur. uenerunt enim ab Oriente episcopi qui temptaueiunt. in tantum enim insurrexcrunt aduersus fidem, ut etiam bonitatem piissimorum imperatorum non lateat. igitur gratia dei subueniente ipsi piissimi imperatores congregauerunt nos ex diuersis prouinciis et ciuitatibus et sanctam hanc synodum aput Sardicam fieri pennioerunt, ut omnis discordia pertollntur, tota ucro mala fide expulsa in Christo religio sola aput omnes seruetur. βάλλοντες διδασϰσλιαν τοὐς ὸϱϑοδόξους; ἑλαύνειν ἐπειϱάϑησαν. TOOOVTOV δἑ λοιπὸν ϰατεπανέστησαν ϰατἁ τη̄ς πɭστεως, wg μηδἑ τὴν εὐσέβεαν τω̄ν εὺλαβε- στάτων βασιλἑων λαϑεῑν. τοιγαϱοὺν τὴς χάϱιτος του̃ ϑεου̃ συνεϱγούσης ϰαὶ aura; οἱ ευ̛̛̉σεβέσατοι βασιλει̃ς συνήγαγον ̔̔̔̔̉̉ὴμα̃ς ex διαϕόϱων ἑπαϱχιω̃ν xai πόλεων xai τὴν aylav ταύτην ovvodov ε̉ν τη̃ Σεϱδω̃ν πόλει γενέσϑαι δεδώϰασιν, ̂ι̂να πα̃σα μὲν διχόνοια πεϱιαιϱεϑη̃, πάσης; δὲ ϰαϰοπιστίας ε̉ξελαϑείσης η̉ ει̉ς Χϱιστὸν ευ̉σέβεια μόνη παϱὰ πάντων ϕυλάηται. ὴλϑον γὰϱ xai oi ὰπό τη̃ς cohortatione excitati piissimorum imperatorum maxime propter id, quod frequenter in murmuratione fuit, id est (de) dilectissimis fratribus nostris et coepiscopis Athanasio, episcopo Alexandriae, et Marcello, episcopo Ancyro-Galatiae. arbitramur autem etiam ad uos ipsos peruenisse eorum calumnias et aures uestras temtasse eos commouere non dubitamus, ut aduersum innocentes quidem, quae dicunt, credatis, sceleratae autem heresis suae suspicionem tegant. sed non diutius haec illis facere permissum est; est enim gubernator ecclesiarum dominus, qui pro ecclesiis et pro omnibus nobis mortem sustinuit et uenerunt enim et de Oriente episcopi cohortati et ipsi a religiosissimis imperatoribus praecipue ob ea, quae rumigerabantur frequenter (de) dilectissimis fratribus nostris et conministris Athanasio, episcopo Alexandriae, et Marcello, episcopo Ancyrae Galatiae, et Asclepa. forte enim ad uos peruenerunt de his accusationes, forte et uestras aures temptauerunt mouere, ut ea, quae aduersus innocentes dicunt maledici, credantur ae suae molestissimae heresis suspectionem abscondant. sed non diu haec perpetrare permissi sunt; est enim. qui praestat patrocinium ecclesiis dominus. qui pro his et nobis omnibus mortem sustinuit 'Εω̩̍ας ε̉πίσϰοποι πϱοτϱαπέντες xai avroi παϱὰ τω̃ν ευ̉σεβεστάτων, μάλιστα δι' α̑πεϱ ε̉ϑϱύλουν πολλάϰις πεϱι τω̃ν α̉γαπητω̃ν ὰδελϕω̃ν ήμω̄ν xai συλλειτουϱγω̃ν 'Αϑανασίου, ε̉πισϰoπου τη̄ς 'Αλεξανδϱείας, xai MaexiUov, ε̉πισϰoπου τη̄ς 'Αγϰυϱογαλατίας. ῐσως; γὰϱ xai εις ὑμα̃ς εϕ̆θασαν αὺτω̃ν al διαβολαι xai lows xai τὰς υ̉μετέϱας; ὰϰοὰς ε̉πεχείϱησαν παϱασαλευ̃σαι, ι̃να ϰατα μὲν τω̃ν αϑώων, & λέγουσι, πιστεύσητε, τὴν δὲ τη̄ς μοχϑηϱᾱς αυ̉τω̃ν αιϱέσεως υ̉πoνοιαν έπιϰϱύψωσιν. α̉λλ' ovx ὲπι πολὺ ταυ̃τα αοιείν συνεχωϱήϑησαν. ε̆στι γὰϱ O πϱοiστάμενος τω̄ν ε̉ϰϰλησιω̄ν ϰύϱιος, o ύπὲϱ propter eas ecclesias ascensum in caelos omnibus nobis tribuit. § 2
127Homerus, Ilias, 5, 668; 5 (auctor fl.700BC)
ὣς φάτο, τόν δ' οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ, ἀλλά παρήϊξεν λελιημένος ὄφρα τάχιστα ὤσαιτ' Ἀργείους, πολέων δ' ἀπό θυμόν ἕλοιτο.
128Homerus, Ilias, 15, 653; 8 (auctor fl.700BC)
ὡς δ' ὅτ' ἀνήρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς, ὅς τ' ἐπεί ἐκ πολέων πίσυρας συναείρεται ἵππους, σεύας ἐκ πεδίοιο μέγα προτί ἄστυ δίηται λαοφόρον καθ' ὁδόν· πολέες τέ ἑ θηήσαντο ἀνέρες ἠδέ γυναῖκες· ὃ δ' ἔμπεδον ἀσφαλές αἰεί θρῴσκων ἄλλοτ' ἐπ' ἄλλον ἀμείβεται, οἳ δέ πέτονται· ὣς Αἴας ἐπί πολλά θοάων ἴκρια νηῶν φοίτα μακρά βιβάς, φωνή δέ οἱ αἰθέρ' ἵκανεν, αἰεί δέ σμερδνόν βοόων Δαναοῖσι κέλευε νηυσί τε καί κλισίῃσιν ἀμυνέμεν.
129Homerus, Ilias, 16, 394; 1 (auctor fl.700BC)
Πάτροκλος δ' ἐπεί οὖν πρώτας ἐπέκερσε φάλαγγας, ἂψ ἐπί νῆας ἔεργε παλιμπετές, οὐδέ πόληος εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλά μεσηγύ νηῶν καί ποταμοῦ καί τείχεος ὑψηλοῖο κτεῖνε μεταΐσσων, πολέων δ' ἀπετίνυτο ποινήν.
130Homerus, Ilias, 16, 619; 9 (auctor fl.700BC)
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι ὄφρ' ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος ἐξαῦτις Τρῶάς τε καί Ἕκτορα χαλκοκορυστήν ὤσαιτο προτί ἄστυ, πολέων δ' ἀπό θυμόν ἕλοιτο.
131Homerus, Ilias, 17, 656; 4 (auctor fl.700BC)
ὣς τότε σοί Μενέλαε διοτρεφές ὄσσε φαεινώ πάντοσε δινείσθην πολέων κατά ἔθνος ἑταίρων, εἴ που Νέστορος υἱόν ἔτι ζώοντα ἴδοιτο.
132Homerus, Ilias, 18, 462; 2 (auctor fl.700BC)
αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνός ἱκάνοι, ὥς οἱ τεύχεα καλά παρέσσεται, οἷά τις αὖτε ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.
133Homerus, Ilias, 20, 373; 4 (auctor fl.700BC)
ἐν δ' Ἀχιλεύς Τρώεσσι θόρε φρεσίν εἱμένος ἀλκήν σμερδαλέα ἰάχων, πρῶτον δ' ἕλεν Ἰφιτίωνα ἐσθλόν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν, ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ· τόν δ' ἰθύς μεμαῶτα βάλ' ἔγχεϊ δῖος Ἀχιλλεύς μέσσην κάκ κεφαλήν· ἣ δ' ἄνδιχα πᾶσα κεάσθη, δούπησεν δέ πεσών, ὃ δ' ἐπεύξατο δῖος Ἀχιλλεύς· κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατ' ἀνδρῶν· ἐνθάδε τοι θάνατος, γενεή δέ τοί ἐστ' ἐπί λίμνῃ Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν Ὕλλῳ ἐπ' ἰχθυόεντι καί Ἕρμῳ δινήεντι.
134Homerus, Odyssea, 4, 265; 2 (auctor fl.700BC)
ἤδη μέν πολέων ἐδάην βουλήν τε νόον τε ἀνδρῶν ἡρώων, πολλήν δ' ἐπελήλυθα γαῖαν· ἀλλ' οὔ πω τοιοῦτον ἐγών ἴδον ὀφθαλμοῖσιν, οἷν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
135Homerus, Odyssea, 9, 318; 13 (auctor fl.700BC)
σχέτλιε, πῶς κέν τίς σε καί ὕστερον ἄλλος ἵκοιτο ἀνθρώπων πολέων, ἐπεί οὐ κατά μοῖραν ἔρεξας· " " ὣς ἐφάμην, ὁ δ' ἔδεκτο καί ἔκπιεν· ἥσατο δ' αἰνῶς ἡδύ ποτόν πίνων καί μ' ᾔτεε δεύτερον αὖτις· " « δός μοι ἔτι πρόφρων, καί μοι τεόν οὔνομα εἰπέ αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σύ χαίρῃς· καί γάρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα οἶνον ἐριστάφυλον, καί σφιν Διός ὄμβρος ἀέξει· ἀλλά τόδ' ἀμβροσίης καί νέκταρός ἐστιν ἀπορρώξ.
136Homerus, Odyssea, 11, 361; 6 (auctor fl.700BC)
" τόν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· " Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, ὥρη μέν πολέων μύθων, ὥρη δέ καί ὕπνου· εἰ δ' ἔτ' ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε τούτων σοι φθονέοιμι καί οἰκτρότερ' ἄλλ' ἀγορεύειν, κήδε' ἐμῶν ἑτάρων, οἳ δή μετόπισθεν ὄλοντο, οἳ Τρώων μέν ὑπεξέφυγον στονόεσσαν ἀυτήν, ἐν νόστῳ δ' ἀπόλοντο κακῆς ἰότητι γυναικός.
137Homerus, Odyssea, 11, 404; 3 (auctor fl.700BC)
ἤδη μέν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας, μουνάξ κτεινομένων καί ἐνί κρατερῇ ὑσμίνῃ· ἀλλά κε κεῖνα μάλιστα ἰδών ὀλοφύραο θυμῷ, ὡς ἀμφί κρητῆρα τραπέζας τε πληθούσας κείμεθ' ἐνί μεγάρῳ, δάπεδον δ' ἅπαν αἵματι θῦεν.
138Homerus, Odyssea, 23, 344; 1 (auctor fl.700BC)
ἡ δ' αὖτ' ἄλλ' ἐνόησε θεά γλαυκῶπις Ἀθήνη· ὁππότε δή ῥ' Ὀδυσῆα ἐέλπετο ὃν κατά θυμόν εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδέ καί ὕπνου, αὐτίκ' ἀπ' Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν ὦρσεν, ἵν' ἀνθρώποισι φόως φέροι· ὦρτο δ' Ὀδυσσεύς εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δ' ἐπί μῦθον ἔτελλεν· " ὦ γύναι, ἤδη μέν πολέων κεκορήμεθ' ἀέθλων ἀμφοτέρω, σύ μέν ἐνθάδ' ἐμόν πολυκηδέα νόστον κλαίουσ'.
139Homerus, Odyssea, 24, 85; 2 (auctor fl.700BC)
ἤδη μέν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας ἡρώων, ὅτε κέν ποτ' ἀποφθιμένου βασιλῆος ζώννυνταί τε νέοι καί ἐπεντύνονται ἄεθλα· ἀλλά κε κεῖνα μάλιστα ἰδών θηήσαο θυμῷ, οἷ' ἐπί σοί κατέθηκε θεά περικαλλέ' ἄεθλα, ἀργυρόπεζα Θέτις· μάλα γάρ φίλος ἦσθα θεοῖσιν.
140Iulius I, Monumenta genuina, 8, 0890A
Εἰ οὖν ἀληθῶς ἴσην καὶ τὴν αὐτὴν ἡγεῖσθε τιμὴν τὴν ἐπισκόπων, καὶ μὴ ἐκ τοῦ μεγέθους τῶν πόλεων, ὡς γράφετε, κρίνετε τοὺς ἐπισκόπους· ἔδει τὸν πεπιστευμένον μικρὰν, μένειν ἐν τῇ πιστευθείσῃ, καὶ μὴ ἐξουθενεῖν μὲν τὸ πεπιστευμένον, μεταβαίνειν δέ εἰς τὴν μὴ ἐγχειρισθεῖσαν, ἵνα τῆς μὲν παρὰ θεοῦ δοθείσης καταφρονῇ, τὴν δὲ τῶν ἀνθρώπων κενοδοξίαν ἀγαπήσῃ.
141Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 6; 24 (auctor c.482-565)
Ἀφίενται ἐπιτροπῆς καὶ κουρατορίας στρατηγοὶ τῶν πόλεων.
142Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 15; 14 (auctor c.482-565)
Ὁ τέλη μεμισθωμένος παρὰ πόλεων οὐκ ἀφίεται ἐπιτροπῆς.
143Iustinianus I Augustus, Novellae selectae, 72, 0977D (auctor c.482–565)
Ἀπαγορεύομεν δὲ αὐτῷ καὶ τῆς κατὰ τὴν εὐδαίμονα ταύτην πόλιν, καὶ τῆς περιοικίδος αὐτῆς διατριβῆς, καὶ πάσης ἑτέρας τῶν ἐπισήμων πόλεων, θεσπίζοντες ἐφ' ἡσυχίας εἶναι, καὶ τούτοις στέργειν, οἷς ἑαυτὸν ἀξίως ὑπέθηκε, καὶ μήτε τισὶν ἐπικοινωνεῖν, μήτε ἐκβιβάζειν αὐτοὺς τὴν τῶν ἀπηγορευμένων δογμάτων ἀπώλειαν.
144Iustinianus I Augustus, Novellae selectae, 72, 0981B (auctor c.482–565)
Ἐπεὶ δὲ καὶ Ζωόραν ἠξίωσαν ὅλως ὑπὸ ἀναθεματισμὸν οἱ σεβασμιώτατοι, καὶ τὰ δίκαια κρίναντες ἐπίσκοποι ποιήσασθαι, μικράν τινα παρενθήκην τῶν τοιούτων ὄντα κακῶν, ἐν οἷς ἠτίμασται, τὸ γοῦν ὅλως τυχεῖν τινὸς εὐπορήσαντα μνήμης, ἔστω καὶ Ζωόρας τῆς πονηρᾶς ταύτης μερίδος, Ἀνθίμου τε, καὶ Σευήρου, καὶ Πέτρου φαμὲν παρενθήκη τις εὐτελὴς, καὶ ἐν τοῖς ἀνατεθεματισμένοις καὶ αὐτὸς τετάχθω τῆς ἱερατικῆς αὐτὸν κατενεγκούσης ψήφου, ἣν κυρίαν καὶ αὐτὴν ἐφ' ἑαυτῆς οὖσαν, κυριωτέραν ἔτι μᾶλλον ἡ βασιλεία ποιεῖ, καὶ τοῦτον ἐξελάύνουσα τῆς βασιλίδος ταύτης πόλεως, καὶ τῆς αὐτῆς περιοικίδος, καὶ ἐπὶ τὴν τῶν πόλεων οἴκησιν αὐτῷ παντοίως ἀπαγορεύουσα, ὥστε μετ' ἐκείνων μόνων οἰκεῖν τε, καὶ βουλεύεσθαι τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων, ὅμοια μὲν βλασφημούντων, ὅμοια δὲ καὶ παθόντων, ὁμοίως δὲ καὶ περιωρισμένων.
145Iustinianus I Augustus, Novellae selectae, 72, 0984A (auctor c.482–565)
Ἀπελαύνειν μὲν οὖν θεσπίζομεν αὐτοὺς τῶν ὑπ' αὐτῶν ταραττομένων πόλεων, εἰδότας τὰς ποινὰς, τὰς ταῖς θείαις ἡμῶν ἤδη περιεχομένας διατάξεσιν, αἵπερ καὶ τὰς οἰκίας αὐτὰς, ἐν αἷς τοιοῦτόν τι πράττεται, καὶ τὰ χωρία ἐξ ὧν τὰς ἀποτροφὰς χορηγοῦνται, ταῖς ἁγιωτάταις Ἐκκλησίαις προσκυροῦσι, τῶν μὲν κεκτημένων ἀφαιρούμεναι, διότι βλάβης αἰτία τοῖς ἁπλουστέροις γίνεται, ὑπὸ δὲ τὰς ἁγιωτάτας καὶ ὀρθοδόξους Ἐκκλησίας ταῦτα δικαίως ἄγονται.
146Leo I, Epistolae, 54, 0854C (auctor 440-461)
Πρότερον μὲν ἐπέτρεψε τῷ κατ' αὐτὴν εὐλαβεστάτῳ κλήρῳ τοὺς ἐπιτηδειοτέρους εἰς ἐπιστασίαν μετὰ δοκιμασίας ψηφίσασθαι, τὴν ἐπιλογὴν ἑαυτῷ τοῦ πάντων ἐκκρίτου ταμιευσάμενος· Εἶτα διχονοίας ἀμέτρου ἐν τούτοις ὰναφυείσης, καὶ πάντων ἐντεῦθεν περὶ πολλοὺς μεριζομένων τὰς γνώμας, κελεύει τοὺς διάγοντας ἐν τῇ Βασιλευόυσῃ, καὶ ἐξ ἑτέρων πόλεων, τινῶν ἕνεκεν, οἷα συμβαίνει, χρειῶν, κληρικοὺς ἀνερευνᾶσθαι, ἐφ' ᾧ τε τὸν ἐκ τούτων ἄμεινον [Leg. ἀμείνω vel ἀμείνονα] δίχα πάσης προσπαθείας εἰς τὴν ἐπισκοπὴν προαχθῆναι.
147Leo I, Epistolae, 54, 0862A (auctor 440-461)
Ὁπήνικα ἐν ἀυτῆ τῇ εἰσόδῳ τῆς ἀρχαίας πὸλεως ταύτην ἐτιθέμεθα τὴν φροντίδα, ἀποδοῦναι τὴν προσκύνησιν τῷ μακαριωτάτῳ ἀποστόλῳ Πέτρῳ ἐν αὐτῷ τῷ προσκυνητῷ θυσιαστηρίῳ τοῦ μάρτυρος ὁ εὐλαβέστατος ἐπίσκοπος Λέων, ὀλίγον ἐπισχὼν ἑαυτὸν ἀπὸ τῆς εὐχῆς, ἕνεκα τῆς καθολικῆς πίστεως πρὸς ἡμᾶς ἀπωδύρατο· αὐτόν τε ὁμοίως τὸν κορυφαῖον τῶν ἀποστόλων, ᾧ καὶ ἔναγχος προσείημεν, μάρτυρα συλλαβόμενος, περιεστοιχισμένος τε πλήθει ἐπισκόπων, οὕς τινας ἀπὸ ἀναριθμήτων πόλεων ἐν τῇ Ἰταλίᾳ συνήγαγεν ὑπὸ τῆς ἀρχῆς τοῦ ἰδίου τόπου, καὶ τῆς ἀξίας, καὶ τοῖς ῥήμασι συνάπτων τὰ δάκρυα, εἰς κοινωνίαν τῶν ἰδίων θρήνων καὶ τὰς ἡμετέρας οἰμωγὰς ἐξεκαλεῖτο.
148Leo III, Epistolae 2, 102, 1060C
Εἶτα τὴν μετ' αὐτὴν ἐν ταύτῃ τῇ βασιλίδι τῶν πόλεων συναθροισθεῖσαν τῶν ρν' θεοπνεύστων Πατέρων· τὸν ἀνόσιον πνευματομάχον καθελοῦσαν Μακεδόνιον καὶ τὴν τοῦ ἱεροῦ συμβόλου ἔννοιαν ἐξαπλώσασαν, καὶ τοῖς τοῦ ἁγίου Πνεύματος λόγοις ἐπιτρανώσασαν, Θεὸν ἀληθινὸν ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ οὐ κτίσμα αὐτὸν βεβαιώσασαν, καὶ Ἀπολινάριον τὸν Λαοδικέα, τὸν ὄντως ἄφρονα καὶ ἀνόητον τῆς Ἐκκλησίας ἀποκηρύξασαν.
149Plato, Alcibiades, p1, 133; 22 (auctor c.425BC-347BC)
Ἀλκιβιάδης τί μήν· Σωκράτης οὐκοῦν εἰ τὰ τῶν ἄλλων, καὶ τὰ τῶν πόλεων ἀγνοήσει.
150Plato, Apologia, p1, 19; 11 (auctor c.425BC-347BC)
τούτων γὰρ ἕκαστος, ὦ ἄνδρες, οἷός τ' ἐστὶν ἰὼν εἰς ἑκάστην τῶν πόλεων τοὺς νέους – οἷς ἔξεστι τῶν ἑαυτῶν πολιτῶν προῖκα συνεῖναι ᾧ ἂν βούλωνται – τούτους πείθουσι
151Plato, Convivium, p1, 209; 1 (auctor c.425BC-347BC)
ψυχήν – εἰσὶ γὰρ οὖν, ἔφη, οἳ ἐν ταῖς ψυχαῖς κυοῦσιν ἔτι μᾶλλον ἢ ἐν τοῖς σώμασιν, ἃ ψυχῇ προσήκει καὶ κυῆσαι καὶ τεκεῖν· τί οὖν προσήκει· φρόνησίν τε καὶ τὴν ἄλλην ἀρετήν – ὧν δή εἰσι καὶ οἱ ποιηταὶ πάντες γεννήτορες καὶ τῶν δημιουργῶν ὅσοι λέγονται εὑρετικοὶ εἶναι· πολὺ δὲ μεγίστη, ἔφη, καὶ καλλίστη τῆς φρονήσεως ἡ περὶ τὰ τῶν πόλεών τε καὶ οἰκήσεων διακόσμησις, ᾗ δὴ ὄνομά ἐστι σωφροσύνη τε καὶ δικαιοσύνη – τούτων δ' αὖ ὅταν τις ἐκ νέου ἐγκύμων ᾖ τὴν ψυχήν, ᾔθεος ὢν καὶ ἡκούσης τῆς ἡλικίας, τίκτειν τε καὶ γεννᾶν ἤδη ἐπιθυμῇ, ζητεῖ δὴ οἶμαι καὶ οὗτος περιιὼν τὸ καλὸν ἐν ᾧ ἂν γεννήσειεν· ἐν τῷ γὰρ αἰσχρῷ οὐδέποτε γεννήσει.
152Plato, Crito, p1, 53; 1 (auctor c.425BC-347BC)
τῶν Ἑλληνίδων πόλεων οὐδὲ τῶν βαρβαρικῶν, ἀλλὰ ἐλάττω ἐξ αὐτῆς ἀπεδήμησας ἢ οἱ χωλοί τε καὶ τυφλοὶ καὶ οἱ ἄλλοι ἀνάπηροι· οὕτω σοι διαφερόντως τῶν ἄλλων Ἀθηναίων ἤρεσκεν ἡ πόλις τε καὶ ἡμεῖς οἱ νόμοι δῆλον ὅτι· τίνι γὰρ ἂν πόλις ἀρέσκοι ἄνευ νόμων· νῦν δὲ δὴ οὐκ ἐμμενεῖς τοῖς ὡμολογημένοις· ἐὰν ἡμῖν γε πείθῃ, ὦ Σώκρατες· καὶ οὐ καταγέλαστός γε ἔσῃ ἐκ τῆς πόλεως ἐξελθών.
153Plato, Crito, p1, 53; 3 (auctor c.425BC-347BC)
ὅτι μὲν γὰρ κινδυνεύσουσί γέ σου οἱ ἐπιτήδειοι καὶ αὐτοὶ φεύγειν καὶ στερηθῆναι τῆς πόλεως ἢ τὴν οὐσίαν ἀπολέσαι, σχεδόν τι δῆλον· αὐτὸς δὲ πρῶτον μὲν ἐὰν εἰς τῶν ἐγγύτατά τινα πόλεων ἔλθῃς, ἢ Θήβαζε ἢ Μέγαράδε – εὐνομοῦνται γὰρ ἀμφότεραι – πολέμιος ἥξεις, ὦ Σώκρατες, τῇ τούτων πολιτείᾳ, καὶ ὅσοιπερ κήδονται τῶν αὑτῶν πόλεων ὑποβλέψονταί σε διαφθορέα ἡγούμενοι τῶν νόμων, καὶ βεβαιώσεις τοῖς δικασταῖς τὴν δόξαν, ὥστε δοκεῖν ὀρθῶς τὴν δίκην δικάσαι· ὅστις γὰρ νόμων διαφθορεύς ἐστιν σφόδρα που δόξειεν ἂν νέων γε καὶ ἀνοήτων ἀνθρώπων διαφθορεὺς εἶναι.
154Plato, Epistolae, 1f, 326; 1 (auctor c.425BC-347BC)
δὴ καὶ περὶ τὴν πᾶσαν πολιτείαν, τοῦ δὲ πράττειν αὖ περιμένειν ἀεὶ καιρούς, τελευτῶντα δὲ νοῆσαι περὶ πασῶν τῶν νῦν πόλεων ὅτι κακῶς σύμπασαι πολιτεύονται – τὰ γὰρ τῶν νόμων αὐταῖς σχεδὸν ἀνιάτως ἔχοντά ἐστιν ἄνευ παρασκευῆς θαυμαστῆς τινος μετὰ τύχης – λέγειν τε ἠναγκάσθην, ἐπαινῶν τὴν ὀρθὴν φιλοσοφίαν, ὡς ἐκ ταύτης ἔστιν τά τε πολιτικὰ δίκαια καὶ τὰ τῶν ἰδιωτῶν πάντα κατιδεῖν· κακῶν οὖν οὐ λήξειν τὰ ἀνθρώπινα γένη, πρὶν ἂν ἢ τὸ τῶν φιλοσοφούντων ὀρθῶς γε καὶ ἀληθῶς γένος εἰς ἀρχὰς ἔλθῃ τὰς πολιτικὰς ἢ τὸ τῶν δυναστευόντων ἐν ταῖς πόλεσιν ἔκ τινος μοίρας θείας ὄντως φιλοσοφήσῃ.
155Plato, Epistolae, 1f, 328; 1 (auctor c.425BC-347BC)
καὶ τὴν αὑτοῦ δύναμιν ἐν αὐτῇ, καὶ τὴν νεότητα καὶ τὴν ἐπιθυμίαν τὴν Διονυσίου, φιλοσοφίας τε καὶ παιδείας ὡς ἔχοι σφόδρα λέγων, τούς τε αὑτοῦ ἀδελφιδοῦς καὶ τοὺς οἰκείους ὡς εὐπαράκλητοι εἶεν πρὸς τὸν ὑπ' ἐμοῦ λεγόμενον ἀεὶ λόγον καὶ βίον, ἱκανώτατοί τε Διονύσιον συμπαρακαλεῖν, ὥστε εἴπερ ποτὲ καὶ νῦν ἐλπὶς πᾶσα ἀποτελεσθήσεται τοῦ τοὺς αὐτοὺς φιλοσόφους τε καὶ πόλεων ἄρχοντας μεγάλων συμβῆναι γενομένους.
156Plato, Euthyphro, p1, 14; 3 (auctor c.425BC-347BC)
Σωκράτης τί δὲ δὴ τῶν πολλῶν καὶ καλῶν ἃ οἱ θεοὶ ἀπεργάζονται· τί τὸ κεφάλαιόν ἐστι τῆς ἐργασίας· Εὐθύφρων καὶ ὀλίγον σοι πρότερον εἶπον, ὦ Σώκρατες, ὅτι πλείονος ἔργου ἐστὶν ἀκριβῶς πάντα ταῦτα ὡς ἔχει μαθεῖν· τόδε μέντοι σοι ἁπλῶς λέγω, ὅτι ἐὰν μὲν κεχαρισμένα τις ἐπίστηται τοῖς θεοῖς λέγειν τε καὶ πράττειν εὐχόμενός τε καὶ θύων, ταῦτ' ἔστι τὰ ὅσια, καὶ σῴζει τὰ τοιαῦτα τούς τε ἰδίους οἴκους καὶ τὰ κοινὰ τῶν πόλεων· τὰ δ' ἐναντία τῶν κεχαρισμένων ἀσεβῆ, ἃ δὴ καὶ ἀνατρέπει ἅπαντα καὶ ἀπόλλυσιν.
157Plato, Gorgias, p1, 456; 10 (auctor c.425BC-347BC)
οὐδέ γε μὰ Δία ἐάν τις εἰς παλαίστραν φοιτήσας εὖ ἔχων τὸ σῶμα καὶ πυκτικὸς γενόμενος, ἔπειτα τὸν πατέρα τύπτῃ καὶ τὴν μητέρα ἢ ἄλλον τινὰ τῶν οἰκείων ἢ τῶν φίλων, οὐ τούτου ἕνεκα δεῖ τοὺς παιδοτρίβας καὶ τοὺς ἐν τοῖς ὅπλοις διδάσκοντας μάχεσθαι μισεῖν τε καὶ ἐκβάλλειν ἐκ τῶν πόλεων.
158Plato, Gorgias, p1, 457; 5 (auctor c.425BC-347BC)
ἐὰν δὲ οἶμαι ῥητορικὸς γενόμενός τις κᾆτα ταύτῃ τῇ δυνάμει καὶ τῇ τέχνῃ ἀδικῇ, οὐ τὸν διδάξαντα δεῖ μισεῖν τε καὶ ἐκβάλλειν ἐκ τῶν πόλεων.
159Plato, Gorgias, p1, 460; 19 (auctor c.425BC-347BC)
Σωκράτης μέμνησαι οὖν λέγων ὀλίγῳ πρότερον ὅτι οὐ δεῖ τοῖς παιδοτρίβαις ἐγκαλεῖν οὐδ' ἐκβάλλειν ἐκ τῶν πόλεων, ἐὰν ὁ πύκτης τῇ πυκτικῇ χρῆταί τε καὶ ἀδίκως χρῆται καὶ ἀδικῇ, ὡσαύτως δὲ οὕτως καὶ ἐὰν ὁ ῥήτωρ τῇ ῥητορικῇ ἀδίκως χρῆται, μὴ τῷ διδάξαντι ἐγκαλεῖν μηδ' ἐξελαύνειν ἐκ τῆς πόλεως, ἀλλὰ τῷ ἀδικοῦντι καὶ οὐκ ὀρθῶς χρωμένῳ τῇ ῥητορικῇ· ἐρρήθη ταῦτα ἢ οὔ· Γοργίας ἐρρήθη.
160Plato, Gorgias, p1, 466; 9 (auctor c.425BC-347BC)
Πῶλος τί δέ· οὐχ, ὥσπερ οἱ τύραννοι, ἀποκτεινύασίν τε ὃν ἂν βούλωνται, καὶ ἀφαιροῦνται χρήματα καὶ ἐκβάλλουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς· Σωκράτης νὴ τὸν κύνα, ἀμφιγνοῶ μέντοι, ὦ Πῶλε, ἐφ' ἑκάστου ὧν λέγεις πότερον αὐτὸς ταῦτα λέγεις καὶ γνώμην σαυτοῦ ἀποφαίνῃ, ἢ ἐμὲ ἐρωτᾷς.
161Plato, Gorgias, p1, 466; 11 (auctor c.425BC-347BC)
Σωκράτης εἶεν, ὦ φίλε· ἔπειτα δύο ἅμα με ἐρωτᾷς· Πῶλος πῶς δύο· Σωκράτης οὐκ ἄρτι οὕτω πως ἔλεγες· «ἦ οὐχὶ ἀποκτεινύασιν οἱ ῥήτορες οὓς ἂν βούλωνται, ὥσπερ οἱ τύραννοι, καὶ χρήματα ἀφαιροῦνται καὶ ἐξελαύνουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς·» Πῶλος ἔγωγε.
162Plato, Gorgias, p1, 468; 8 (auctor c.425BC-347BC)
Σωκράτης οὐκ ἄρα σφάττειν βουλόμεθα οὐδ' ἐκβάλλειν ἐκ τῶν πόλεων οὐδὲ χρήματα ἀφαιρεῖσθαι ἁπλῶς οὕτως, ἀλλ' ἐὰν μὲν ὠφέλιμα ᾖ ταῦτα, βουλόμεθα πράττειν αὐτά, βλαβερὰ δὲ ὄντα οὐ βουλόμεθα.
163Plato, Gorgias, p1, 491; 7 (auctor c.425BC-347BC)
τούτους γὰρ προσήκει τῶν πόλεων ἄρχειν, καὶ τὸ δίκαιον τοῦτ' ἐστίν, πλέον ἔχειν τούτους τῶν ἄλλων, τοὺς ἄρχοντας τῶν ἀρχομένων.
164Plato, Gorgias, p1, 525; 5 (auctor c.425BC-347BC)
ὧν ἐγώ φημι ἕνα καὶ Ἀρχέλαον ἔσεσθαι, εἰ ἀληθῆ λέγει πῶλος, καὶ ἄλλον ὅστις ἂν τοιοῦτος τύραννος ᾖ· οἶμαι δὲ καὶ τοὺς πολλοὺς εἶναι τούτων τῶν παραδειγμάτων ἐκ τυράννων καὶ βασιλέων καὶ δυναστῶν καὶ τὰ τῶν πόλεων πραξάντων γεγονότας· οὗτοι γὰρ διὰ τὴν ἐξουσίαν μέγιστα καὶ ἀνοσιώτατα ἁμαρτήματα ἁμαρτάνουσι.
165Plato, Hippias, p1, 281; 3 (auctor c.425BC-347BC)
ἡ γὰρ Ἦλις ὅταν τι δέηται διαπράξασθαι πρός τινα τῶν πόλεων, ἀεὶ ἐπὶ πρῶτον ἐμὲ ἔρχεται τῶν πολιτῶν αἱρουμένη πρεσβευτήν, ἡγουμένη δικαστὴν καὶ ἄγγελον ἱκανώτατον εἶναι τῶν λόγων οἳ ἂν παρὰ τῶν πόλεων ἑκάστων λέγωνται.
166Plato, Hippias, p1, 283; 5 (auctor c.425BC-347BC)
καὶ ταῦτα μὲν ἱκανῶς ἐχέτω· τόδε δέ μοι εἰπέ, σὺ αὐτὸς πόθεν πλεῖστον ἀργύριον ἠργάσω τῶν πόλεων εἰς ἃς ἀφικνῇ· ἢ δῆλον ὅτι ἐκ Λακεδαίμονος, οἷπερ καὶ πλειστάκις ἀφῖξαι· Ἱππίας οὐ μὰ τὸν Δία, ὦ Σώκρατες.
167Plato, Laches, p1, 180; 5 (auctor c.425BC-347BC)
ὡς ὅ γε ἔλεγεν ὁ Λυσίμαχος ἄρτι περὶ τοῦ πατρὸς τοῦ αὑτοῦ τε καὶ τοῦ Μελησίου, πάνυ μοι δοκεῖ εὖ εἰρῆσθαι καὶ εἰς ἐκείνους καὶ εἰς ἡμᾶς καὶ εἰς ἅπαντας ὅσοι τὰ τῶν πόλεων πράττουσιν, ὅτι αὐτοῖς σχεδόν τι ταῦτα συμβαίνει ἃ οὗτος λέγει καὶ περὶ παῖδας καὶ περὶ τἆλλα, τὰ ἴδια ὀλιγωρεῖσθαί τε καὶ ἀμελῶς διατίθεσθαι.
168Plato, Leges, 1b, 676; 1 (auctor c.425BC-347BC)
Ἀθηναῖος ταῦτα μὲν οὖν δὴ ταύτῃ· πολιτείας δὲ ποτὲ φῶμεν γεγονέναι· μῶν οὐκ ἐνθένδε τις ἂν αὐτὴν ῥᾷστά τε καὶ κάλλιστα κατίδοι· Κλεινίας πόθεν· Ἀθηναῖος ὅθενπερ καὶ τὴν τῶν πόλεων ἐπίδοσιν εἰς ἀρετὴν μεταβαίνουσαν ἅμα καὶ κακίαν ἑκάστοτε θεατέον.
169Plato, Leges, 1b, 681; 10 (auctor c.425BC-347BC)
Ἀθηναῖος τρίτον τοίνυν εἴπωμεν ἔτι πολιτείας σχῆμα γιγνόμενον, ἐν ᾧ δὴ πάντα εἴδη καὶ παθήματα πολιτειῶν καὶ ἅμα πόλεων συμπίπτει γίγνεσθαι.
170Plato, Leges, 1b, 685; 5 (auctor c.425BC-347BC)
Ἀθηναῖος τίν' οὖν ἂν σκέψιν καλλίω ποιησαίμεθα περὶ νόμων ἢ τούτων οἳ ταύτας διακεκοσμήκασιν· ἢ πόλεων περὶ τίνων εὐδοκιμωτέρων τε καὶ μειζόνων κατοικίσεων σκοποίμεθ' ἄν· Μέγιλλος οὐ ῥᾴδιον ἀντὶ τούτων ἑτέρας λέγειν.
171Plato, Leges, 1b, 692; 7 (auctor c.425BC-347BC)
τὸ δ' αἰσχρὸν λέγω οὐχ ὡς οὐ νικῶντές γε οἱ τότε καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καλὰς νενικήκασι μάχας· ἀλλὰ ὅ φημι αἰσχρὸν τότ' εἶναι, τόδε λέγω, τὸ πρῶτον μὲν ἐκείνων τῶν πόλεων τριῶν οὐσῶν μίαν ὑπὲρ τῆς Ἑλλάδος ἀμῦναι, τὼ δὲ δύο κακῶς οὕτως εἶναι διεφθαρμένα, ὥστε ἡ μὲν καὶ Λακεδαίμονα διεκώλυεν ἐπαμύνειν αὐτῇ, πολεμοῦσα αὐτῇ κατὰ κράτος, ἡ δ' αὖ πρωτεύουσα ἐν τοῖς τότε χρόνοις τοῖς περὶ τὴν διανομήν, ἡ περὶ τὸ Ἄργος, παρακαλουμένη ἀμύνειν τὸν βάρβαρον οὔθ' ὑπήκουσεν οὔτ' ἤμυνεν.
172Plato, Leges, 1c, 707; 5 (auctor c.425BC-347BC)
πρὸς δὲ τούτοις αἱ διὰ τὰ ναυτικὰ πόλεων δυνάμεις ἅμα σωτηρίᾳ τιμὰς οὐ τῷ καλλίστῳ τῶν πολεμικῶν ἀποδιδόασιν· διὰ κυβερνητικῆς γὰρ καὶ πεντηκονταρχίας καὶ ἐρετικῆς, καὶ παντοδαπῶν καὶ οὐ πάνυ σπουδαίων ἀνθρώπων γιγνομένης, τὰς τιμὰς ἑκάστοις οὐκ ἂν δύναιτο ὀρθῶς ἀποδιδόναι τις.
173Plato, Leges, 1c, 708; 8 (auctor c.425BC-347BC)
ἀλλ' ὄντως ἐστὶν νομοθεσία καὶ πόλεων οἰκισμοὶ πάντων τελεώτατον πρὸς ἀρετὴν ἀνδρῶν.
174Plato, Leges, 1c, 712; 11 (auctor c.425BC-347BC)
καὶ γὰρ τυραννίδι δοκεῖ μοι προσεοικέναι – τὸ γὰρ τῶν ἐφόρων θαυμαστὸν ὡς τυραννικὸν ἐν αὐτῇ γέγονε – καί τις ἐνίοτέ μοι φαίνεται πασῶν τῶν πόλεων δημοκρατουμένη μάλιστ' ἐοικέναι.
175Plato, Leges, 1c, 712; 15 (auctor c.425BC-347BC)
Ἀθηναῖος ὄντως γάρ, ὦ ἄριστοι, πολιτειῶν μετέχετε· ἃς δὲ ὠνομάκαμεν νῦν, οὐκ εἰσὶν πολιτεῖαι, πόλεων δὲ οἰκήσεις
176Plato, Leges, 1c, 713; 4 (auctor c.425BC-347BC)
τῶν γὰρ δὴ πόλεων ὧν ἔμπροσθε τὰς συνοικήσεις διήλθομεν, ἔτι προτέρα τούτων πάμπολυ λέγεταί τις ἀρχή τε καὶ οἴκησις γεγονέναι ἐπὶ Κρόνου μάλ' εὐδαίμων, ἧς μίμημα ἔχουσά ἐστιν ἥτις τῶν νῦν ἄριστα οἰκεῖται.
177Plato, Leges, 1c, 713; 13 (auctor c.425BC-347BC)
λέγει δὴ καὶ νῦν οὗτος ὁ λόγος, ἀληθείᾳ χρώμενος, ὡς ὅσων ἂν πόλεων μὴ θεὸς ἀλλά τις ἄρχῃ θνητός, οὐκ ἔστιν κακῶν αὐτοῖς οὐδὲ πόνων ἀνάφυξις· ἀλλὰ μιμεῖσθαι δεῖν ἡμᾶς οἴεται πάσῃ μηχανῇ τὸν ἐπὶ τοῦ Κρόνου λεγόμενον βίον, καὶ ὅσον ἐν ἡμῖν ἀθανασίας ἔνεστι, τούτῳ πειθομένους δημοσίᾳ
178Plato, Leges, 1c, 721; 1 (auctor c.425BC-347BC)
πρώτην πόλεων πέρι κατακοσμήσει ταῖς τάξεσιν· Κλεινίας τί μήν· Ἀθηναῖος ἀρχὴ δ' ἐστὶ τῶν γενέσεων πάσαις πόλεσιν ἆρ' οὐχ ἡ τῶν γάμων σύμμειξις καὶ κοινωνία· Κλεινίας πῶς γὰρ οὔ· Ἀθηναῖος γαμικοὶ δὴ νόμοι πρῶτοι κινδυνεύουσιν τιθέμενοι καλῶς ἂν τίθεσθαι πρὸς ὀρθότητα πάσῃ πόλει.
179Plato, Leges, 1e, 752; 18 (auctor c.425BC-347BC)
φημί, ὦ παῖδες Κρητῶν, χρῆναι Κνωσίους, διὰ τὸ πρεσβεύειν τῶν πολλῶν πόλεων, κοινῇ μετὰ τῶν ἀφικομένων εἰς τὴν συνοίκησιν ταύτην ἐξ αὑτῶν τε καὶ ἐκείνων αἱρεῖσθαι τριάκοντα μὲν καὶ ἑπτὰ τοὺς πάντας, ἐννέα δὲ καὶ δέκα ἐκ τῶν ἐποικησάντων, τοὺς δὲ ἄλλους
180Plato, Leges, 1e, 758; 2 (auctor c.425BC-347BC)
ταῦτα οὕτως διὰ ταῦτα, ὦ φίλοι, ἀναγκαῖον τὴν μέλλουσαν σῴζεσθαι δρᾶν πόλιν· ἐπειδὴ δὲ ναῦς τε ἐν θαλάττῃ πλέουσα φυλακῆς ἡμέρας δεῖται καὶ νυκτὸς ἀεί, πόλις τε ὡσαύτως ἐν κλύδωνι τῶν ἄλλων πόλεων διαγομένη καὶ παντοδαπαῖσιν ἐπιβουλαῖς οἰκεῖ κινδυνεύουσα ἁλίσκεσθαι, δεῖ δὴ δι' ἡμέρας τε εἰς νύκτα καὶ ἐκ νυκτὸς συνάπτειν πρὸς ἡμέραν ἄρχοντας ἄρχουσιν, φρουροῦντάς τε φρουροῦσιν διαδεχομένους ἀεὶ καὶ παραδιδόντας μηδέποτε λήγειν.
181Plato, Leges, 1e, 782; 2 (auctor c.425BC-347BC)
Κλεινίας τί μήν· Ἀθηναῖος τί οὖν· πόλεων συστάσεις καὶ φθοράς, καὶ ἐπιτηδεύματα παντοῖα τάξεώς τε καὶ ἀταξίας, καὶ βρώσεως καὶ πωμάτων τε ἅμα καὶ βρωμάτων ἐπιθυμήματα παντοδαπά, πάντως καὶ περὶ πᾶσαν τὴν γῆν ἆρ' οὐκ οἰόμεθα γεγονέναι, καὶ στροφὰς ὡρῶν παντοίας, ἐν αἷς τὰ ζῷα μεταβάλλειν αὑτῶν παμπληθεῖς μεταβολὰς εἰκός· Κλεινίας πῶς γὰρ οὔ· Ἀθηναῖος τί οὖν· πιστεύομεν ἀμπέλους τε φανῆναί πού ποτε πρότερον οὐκ οὔσας· ὡσαύτως δὲ καὶ ἐλάας καὶ τὰ Δήμητρός τε καὶ Κόρης δῶρα· Τριπτόλεμόν τέ τινα τῶν τοιούτων γενέσθαι διάκονον· ἐν ᾧ δὲ μὴ ταῦτα ἦν τῷ χρόνῳ, μῶν οὐκ οἰόμεθα τὰ ζῷα, καθάπερ νῦν, ἐπὶ τὴν ἀλλήλων ἐδωδὴν τρέπεσθαι· Κλεινίας τί μήν· Ἀθηναῖος τὸ δὲ μὴν θύειν ἀνθρώπους ἀλλήλους ἔτι καὶ νῦν παραμένον ὁρῶμεν πολλοῖς· καὶ τοὐναντίον ἀκούομεν ἐν ἄλλοις, ὅτε οὐδὲ βοὸς ἐτόλμων μὲν γεύεσθαι, θύματά τε οὐκ ἦν τοῖς θεοῖσι ζῷα, πέλανοι δὲ καὶ μέλιτι καρποὶ δεδευμένοι καὶ τοιαῦτα ἄλλα ἁγνὰ θύματα, σαρκῶν δ' ἀπείχοντο ὡς οὐχ ὅσιον ὂν ἐσθίειν οὐδὲ τοὺς τῶν θεῶν βωμοὺς αἵματι μιαίνειν, ἀλλὰ Ὀρφικοί τινες λεγόμενοι βίοι ἐγίγνοντο ἡμῶν τοῖς τότε, ἀψύχων μὲν ἐχόμενοι πάντων, ἐμψύχων δὲ τοὐναντίον πάντων ἀπεχόμενοι.
182Plato, Leges, 1k, 949; 6 (auctor c.425BC-347BC)
πέφυκεν δὲ ἡ πόλεων ἐπιμειξία πόλεσιν ἤθη κεραννύναι παντοδαπά,
183Plato, Leges, 1k, 962; 7 (auctor c.425BC-347BC)
Ἀθηναῖος νῦν δὴ μαθησόμεθα ὅτι θαυμαστὸν οὐδὲν πλανᾶσθαι τὰ τῶν πόλεων νόμιμα, ὅτι πρὸς ἄλλο ἄλλη βλέπει τῶν νομοθεσιῶν ἐν τῇ πόλει ἑκάστῃ.
184Plato, Leges, 1k, 962; 8 (auctor c.425BC-347BC)
καὶ τὰ μὲν πολλὰ οὐδὲν θαυμαστὸν τὸ τοῖς μὲν τὸν ὅρον εἶναι τῶν δικαίων ὅπως ἄρξουσί τινες ἐν τῇ πόλει, εἴτ' οὖν βελτίους εἴτε χείρους τυγχάνουσιν ὄντες, τοῖς δ', ὅπως πλουτήσουσιν, εἴτ' οὖν δοῦλοί τινων ὄντες εἴτε καὶ μή, τῶν δ' ἡ προθυμία πρὸς τὸν ἐλεύθερον δὴ βίον ὡρμημένη· οἱ δὲ καὶ σύνδυο νομοθετοῦνται, πρὸς ἄμφω βλέποντες, ἐλεύθεροί τε ὅπως ἄλλων τε πόλεων ἔσονται δεσπόται, οἱ δὲ σοφώτατοι, ὡς οἴονται, πρὸς ταῦτά τε καὶ τὰ τοιαῦτα σύμπαντα, εἰς ἓν δὲ οὐδὲν διαφερόντως τετιμημένον ἔχοντες φράζειν εἰς ὃ τἆλλ' αὐτοῖς δεῖ βλέπειν.
185Plato, Leges, 1k, 964; 5 (auctor c.425BC-347BC)
Ἀθηναῖος μεῖζον δή τι νομοθέτῃ τε καὶ νομοφύλακι, καὶ ὃς ἀρετῇ πάντων διαφέρειν οἴεται καὶ νικητήρια τούτων αὐτῶν εἴληφεν, ἢ ταῦτα αὐτὰ περὶ ὧν νῦν λέγομεν, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, φρόνησις· Κλεινίας καὶ πῶς· Ἀθηναῖος τούτων δὴ πέρι τοὺς ἐξηγητάς, τοὺς διδασκάλους, τοὺς νομοθέτας, τῶν ἄλλων τοὺς φύλακας, τῷ δεομένῳ γνῶναί τε καὶ εἰδέναι, ἢ τῷ δεομένῳ κολάζεσθαί τε καὶ ἐπιπλῆξαι ἁμαρτάνοντι, πότερον οὐ διδάσκοντα ἣν δύναμιν ἔχει κακία τε καὶ ἀρετὴ καὶ πάντως δηλοῦντα, διαφέρειν τῶν ἄλλων, ἀλλ' ἢ ποιητήν τινα ἐλθόντα εἰς τὴν πόλιν ἢ παιδευτὴν νέων φάσκοντ' εἶναι βελτίω φαίνεσθαι τοῦ πᾶσαν ἀρετὴν νενικηκότος· εἶτα ἐν τῇ τοιαύτῃ πόλει ὅπου μὴ λόγῳ ἔργῳ τε ἱκανοὶ φύλακες εἶεν, ἀρετῆς πέρι γιγνώσκοντες ἱκανῶς, θαυμαστόν τι ταύτην τὴν πόλιν ἀφύλακτον οὖσαν πάσχειν ἃ πολλαὶ πάσχουσι τῶν νῦν πόλεων· Κλεινίας οὐδέν γε, ὡς εἰκός.
186Plato, Minos, p1, 317; 3 (auctor c.425BC-347BC)
Σωκράτης εἶεν· τίνων δὲ δὴ τὰ περὶ πόλεως διοικήσεως συγγράμματά τε καὶ νόμιμά ἐστιν· ἆρ' οὐ τῶν ἐπισταμένων πόλεων ἄρχειν· Ἑταῖρος ἔμοιγε δοκεῖ.
187Plato, Minos, p1, 320; 11 (auctor c.425BC-347BC)
μνησθεὶς γὰρ αὐτοῦ τοῦ ὀνόματος φησίν – ὃς βασιλεύτατος γένετο θνητῶν βασιλήων, καὶ πλείστων ἤνασσε περικτιόνων ἀνθρώπων, Ζηνὸς ἔχων σκῆπτρον· τῷ καὶ πολέων βασίλευεν.
188Plato, Politicus, p1, 291; 8 (auctor c.425BC-347BC)
καὶ γὰρ δὴ καὶ νῦν αὐτὸς τοῦτ' ἔπαθον· ἐξαίφνης ἠμφεγνόησα κατιδὼν τὸν περὶ τὰ τῶν πόλεων πράγματα χορόν.
189Plato, Protagoras, p1, 315; 2 (auctor c.425BC-347BC)
τούτων δὲ οἳ ὄπισθεν ἠκολούθουν ἐπακούοντες τῶν λεγομένων τὸ μὲν πολὺ ξένοι ἐφαίνοντο – οὓς ἄγει ἐξ ἑκάστων τῶν πόλεων ὁ Πρωταγόρας, δι' ὧν διεξέρχεται, κηλῶν τῇ φωνῇ ὥσπερ Ὀρφεύς, οἱ δὲ κατὰ τὴν φωνὴν ἕπονται κεκηλημένοι – ἦσαν δέ τινες καὶ τῶν ἐπιχωρίων ἐν τῷ χορῷ.
190Plato, Protagoras, p1, 322; 4 (auctor c.425BC-347BC)
Ζεὺς οὖν δείσας περὶ τῷ γένει ἡμῶν μὴ ἀπόλοιτο πᾶν, Ἑρμῆν πέμπει ἄγοντα εἰς ἀνθρώπους αἰδῶ τε καὶ δίκην, ἵν' εἶεν πόλεων κόσμοι τε καὶ δεσμοὶ φιλίας συναγωγοί.
191Plato, Protagoras, p1, 325; 1 (auctor c.425BC-347BC)
ἀλλὰ δικαιοσύνη καὶ σωφροσύνη καὶ τὸ ὅσιον εἶναι, καὶ συλλήβδην ἓν αὐτὸ προσαγορεύω εἶναι ἀνδρὸς ἀρετήν – εἰ τοῦτ' ἐστὶν οὗ δεῖ πάντας μετέχειν καὶ μετὰ τούτου πάντ' ἄνδρα, ἐάν τι καὶ ἄλλο βούληται μανθάνειν ἢ πράττειν, οὕτω πράττειν, ἄνευ δὲ τούτου μή, ἢ τὸν μὴ μετέχοντα καὶ διδάσκειν καὶ κολάζειν καὶ παῖδα καὶ ἄνδρα καὶ γυναῖκα, ἕωσπερ ἂν κολαζόμενος βελτίων γένηται, ὃς δ' ἂν μὴ ὑπακούῃ κολαζόμενος καὶ διδασκόμενος, ὡς ἀνίατον ὄντα τοῦτον ἐκβάλλειν ἐκ τῶν πόλεων ἢ ἀποκτείνειν – εἰ οὕτω μὲν ἔχει, οὕτω δ' αὐτοῦ πεφυκότος οἱ ἀγαθοὶ ἄνδρες εἰ τὰ μὲν ἄλλα διδάσκονται τοὺς ὑεῖς, τοῦτο δὲ μή, σκέψαι ὡς θαυμασίως γίγνονται οἱ ἀγαθοί.
192Plato, Protagoras, p1, 354; 3 (auctor c.425BC-347BC)
πότερον οὖν κατὰ τόδε ἀγαθὰ αὐτὰ καλεῖτε, ὅτι ἐν τῷ παραχρῆμα ὀδύνας τὰς ἐσχάτας παρέχει καὶ ἀλγηδόνας, ἢ ὅτι εἰς τὸν ὕστερον χρόνον ὑγίειαί τε ἀπ' αὐτῶν γίγνονται καὶ εὐεξίαι τῶν σωμάτων καὶ τῶν πόλεων σωτηρίαι καὶ ἄλλων ἀρχαὶ καὶ πλοῦτοι· φαῖεν ἄν, ὡς ἐγᾦμαι.
193Plato, Respublica, 1, 338; 17 (auctor c.425BC-347BC)
εἶτ' οὐκ οἶσθ', ἔφη, ὅτι τῶν πόλεων αἱ μὲν τυραννοῦνται, αἱ δὲ δημοκρατοῦνται, αἱ δὲ ἀριστοκρατοῦνται· πῶς γὰρ οὔ· οὐκοῦν τοῦτο κρατεῖ ἐν ἑκάστῃ πόλει, τὸ ἄρχον· πάνυ γε.
194Plato, Respublica, 1c, 426; 7 (auctor c.425BC-347BC)
ἢ οὐ φαίνονταί σοι ταὐτὸν ἐργάζεσθαι τούτοις τῶν πόλεων ὅσαι κακῶς πολιτευόμεναι προαγορεύουσι τοῖς πολίταις τὴν μὲν κατάστασιν τῆς πόλεως ὅλην μὴ κινεῖν, ὡς ἀποθανουμένους, ὃς ἂν τοῦτο δρᾷ· ὃς δ' ἂν σφᾶς οὕτω πολιτευομένους ἥδιστα θεραπεύῃ καὶ χαρίζηται ὑποτρέχων καὶ προγιγνώσκων τὰς σφετέρας βουλήσεις καὶ ταύτας δεινὸς ᾖ ἀποπληροῦν, οὗτος ἄρα ἀγαθός τε ἔσται ἀνὴρ καὶ σοφὸς τὰ μεγάλα καὶ τιμήσεται ὑπὸ σφῶν· ταὐτὸν μὲν οὖν, ἔφη, ἔμοιγε δοκοῦσι δρᾶν, καὶ οὐδ' ὁπωστιοῦν ἐπαινῶ.
195Plato, Respublica, 1c, 443; 2 (auctor c.425BC-347BC)
οὐκοῦν καὶ ἱεροσυλιῶν καὶ κλοπῶν καὶ προδοσιῶν, ἢ ἰδίᾳ ἑταίρων ἢ δημοσίᾳ πόλεων, ἐκτὸς ἂν οὗτος εἴη· ἐκτός.
196Plato, Respublica, 1d, 449; 1 (auctor c.425BC-347BC)
ἀγαθὴν μὲν τοίνυν τὴν τοιαύτην πόλιν τε καὶ πολιτείαν καὶ ὀρθὴν καλῶ, καὶ ἄνδρα τὸν τοιοῦτον· κακὰς δὲ τὰς ἄλλας καὶ ἡμαρτημένας, εἴπερ αὕτη ὀρθή, περί τε πόλεων διοικήσεις καὶ περὶ ἰδιωτῶν ψυχῆς τρόπου κατασκευήν, ἐν τέτταρσι πονηρίας εἴδεσιν οὔσας.
197Plato, Respublica, 1d, 463; 12 (auctor c.425BC-347BC)
πασῶν ἄρα πόλεων μάλιστα ἐν αὐτῇ συμφωνήσουσιν ἑνός τινος ἢ εὖ ἢ κακῶς πράττοντος ὃ νυνδὴ ἐλέγομεν τὸ ῥῆμα, τὸ ὅτι τὸ ἐμὸν εὖ πράττει ἢ ὅτι τὸ ἐμὸν κακῶς.
198Plato, Respublica, 1e, 484; 4 (auctor c.425BC-347BC)
τί οὖν, ἔφη, τὸ μετὰ τοῦτο ἡμῖν· τί δ' ἄλλο, ἦν δ' ἐγώ, ἢ τὸ ἑξῆς· ἐπειδὴ φιλόσοφοι μὲν οἱ τοῦ ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχοντος δυνάμενοι ἐφάπτεσθαι, οἱ δὲ μὴ ἀλλ' ἐν πολλοῖς καὶ παντοίως ἴσχουσιν πλανώμενοι οὐ φιλόσοφοι, ποτέρους δὴ δεῖ πόλεως ἡγεμόνας εἶναι· πῶς οὖν λέγοντες ἂν αὐτό, ἔφη, μετρίως λέγοιμεν· ὁπότεροι ἄν, ἦν δ' ἐγώ, δυνατοὶ φαίνωνται φυλάξαι νόμους τε καὶ ἐπιτηδεύματα πόλεων, τούτους καθιστάναι φύλακας.
199Plato, Respublica, 1e, 485; 2 (auctor c.425BC-347BC)
ὃ τοίνυν ἀρχόμενοι τούτου τοῦ λόγου ἐλέγομεν, τὴν φύσιν αὐτῶν πρῶτον δεῖ καταμαθεῖν· καὶ οἶμαι, ἐὰν ἐκείνην ἱκανῶς ὁμολογήσωμεν, ὁμολογήσειν καὶ ὅτι οἷοί τε ταῦτα ἔχειν οἱ αὐτοί, ὅτι τε οὐκ ἄλλους πόλεων ἡγεμόνας δεῖ εἶναι ἢ τούτους.
200Plato, Respublica, 1e, 496; 7 (auctor c.425BC-347BC)
καὶ τούτων δὴ τῶν ὀλίγων οἱ γενόμενοι καὶ γευσάμενοι ὡς ἡδὺ καὶ μακάριον τὸ κτῆμα, καὶ τῶν πολλῶν αὖ ἱκανῶς ἰδόντες τὴν μανίαν, καὶ ὅτι οὐδεὶς οὐδὲν ὑγιὲς ὡς ἔπος εἰπεῖν περὶ τὰ τῶν πόλεων πράττει οὐδ' ἔστι σύμμαχος μεθ' ὅτου τις ἰὼν ἐπὶ τὴν τῷ δικαίῳ βοήθειαν σῴζοιτ' ἄν, ἀλλ' ὥσπερ εἰς θηρία ἄνθρωπος ἐμπεσών, οὔτε συναδικεῖν ἐθέλων οὔτε ἱκανὸς ὢν εἷς πᾶσιν ἀγρίοις ἀντέχειν, πρίν τι τὴν πόλιν ἢ φίλους ὀνῆσαι προαπολόμενος ἀνωφελὴς αὑτῷ τε καὶ τοῖς ἄλλοις ἂν γένοιτο – ταῦτα πάντα λογισμῷ λαβών, ἡσυχίαν ἔχων καὶ τὰ αὑτοῦ πράττων, οἷον ἐν χειμῶνι κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος φερομένου ὑπὸ τειχίον ἀποστάς, ὁρῶν τοὺς ἄλλους καταπιμπλαμένους ἀνομίας, ἀγαπᾷ εἴ πῃ αὐτὸς καθαρὸς ἀδικίας τε καὶ ἀνοσίων ἔργων τόν τε ἐνθάδε βίον βιώσεται καὶ τὴν ἀπαλλαγὴν αὐτοῦ μετὰ καλῆς ἐλπίδος ἵλεώς τε καὶ εὐμενὴς ἀπαλλάξεται.
201Plato, Respublica, 1g, 544; 13 (auctor c.425BC-347BC)
οὐκοῦν εἰ τὰ τῶν πόλεων πέντε, καὶ αἱ τῶν ἰδιωτῶν κατασκευαὶ τῆς ψυχῆς πέντε ἂν εἶεν.
202Plato, Respublica, 1h, 578; 6 (auctor c.425BC-347BC)
εἰς πάντα δὴ οἶμαι ταῦτά τε καὶ ἄλλα τοιαῦτα ἀποβλέψας τήν τε πόλιν τῶν πόλεων ἀθλιωτάτην ἔκρινας – οὐκοῦν ὀρθῶς· ἔφη.
203Plato, Respublica, 1i, 599; 6 (auctor c.425BC-347BC)
τῶν μὲν τοίνυν ἄλλων πέρι μὴ ἀπαιτῶμεν λόγον Ὅμηρον ἢ ἄλλον ὁντινοῦν τῶν ποιητῶν, ἐρωτῶντες εἰ ἰατρικὸς ἦν τις αὐτῶν ἀλλὰ μὴ μιμητὴς μόνον ἰατρικῶν λόγων, τίνας ὑγιεῖς ποιητής τις τῶν παλαιῶν ἢ τῶν νέων λέγεται πεποιηκέναι, ὥσπερ Ἀσκληπιός, ἢ τίνας μαθητὰς ἰατρικῆς κατελίπετο, ὥσπερ ἐκεῖνος τοὺς ἐκγόνους, μηδ' αὖ περὶ τὰς ἄλλας τέχνας αὐτοὺς ἐρωτῶμεν, ἀλλ' ἐῶμεν· περὶ δὲ ὧν μεγίστων τε καὶ καλλίστων ἐπιχειρεῖ λέγειν Ὅμηρος, πολέμων τε πέρι καὶ στρατηγιῶν καὶ διοικήσεων πόλεων, καὶ παιδείας πέρι ἀνθρώπου, δίκαιόν που ἐρωτᾶν αὐτὸν πυνθανομένους· ὦ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι, εἰδώλου δημιουργός, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος, καὶ οἷός τε ἦσθα γιγνώσκειν ποῖα ἐπιτηδεύματα βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαίμων καὶ δι' ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί· σὲ δὲ τίς αἰτιᾶται πόλις νομοθέτην ἀγαθὸν γεγονέναι καὶ σφᾶς ὠφεληκέναι· Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία, καὶ ἡμεῖς Σόλωνα· σὲ δὲ τίς· ἕξει τινὰ εἰπεῖν· οὐκ οἶμαι, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε οὐδ' ὑπ' αὐτῶν Ὁμηριδῶν.
204Plato, Timaeus, p1, 19; 5 (auctor c.425BC-347BC)
ἡδέως γὰρ ἄν του λόγῳ διεξιόντος ἀκούσαιμ' ἂν ἄθλους οὓς πόλις ἀθλεῖ, τούτους αὐτὴν ἀγωνιζομένην πρὸς πόλεις ἄλλας, πρεπόντως εἴς τε πόλεμον ἀφικομένην καὶ ἐν τῷ πολεμεῖν τὰ προσήκοντα ἀποδιδοῦσαν τῇ παιδείᾳ καὶ τροφῇ κατά τε τὰς ἐν τοῖς ἔργοις πράξεις καὶ κατὰ τὰς ἐν τοῖς λόγοις διερμηνεύσεις πρὸς ἑκάστας τῶν πόλεων.
205Plotinus, Enneades, 1, 4, 7; 5 (auctor c.205-270)
Τί δ᾽ ἂν εἴη τῶν ἀνθρωπίνων μέγα, ὥστ᾽ ἂν μὴ καταφρονηθῆναι ὑπὸ τοῦ ἀναβεβηκότος πρὸς τὸ ἀνωτέρω ἁπάντων τούτων καὶ οὐδενὸς ἔτι τῶν κάτω ἐξηρτημένου; Διὰ τί γὰρ τὰς μὲν εὐτυχίας, ἡλίκαι οὖν ἐὰν ὦσιν, οὐ μεγάλας ἡγεῖται, οἷον βασιλείας καὶ πόλεων καὶ ἐθνῶν ἀρχάς, οὐδὲ οἰκίσεις καὶ κτίσεις πόλεων, οὐδ᾽ εἰ ὑπ᾽ αὐτοῦ γίγνοιντο, ἐκπτώσεις δὲ ἀρχῶν καὶ πόλεως αὐτοῦ κατασκαφὴν ἡγήσεταί τι εἶναι μέγα; Εἰ δὲ δὴ καὶ κακὸν μέγα ἢ ὅλως κακόν, γελοῖος ἂν εἴη τοῦ δόγματος καὶ οὐκ ἂν ἔτι σπουδαῖος εἴη ξύλα καὶ λίθους καὶ νὴ Δία θανάτους θνητῶν μέγα ἡγούμενος, ὧι φαμεν δεῖν δόγμα παρεῖναι περὶ θανάτου τὸ ἄμεινον ζωῆς τῆς μετὰ σώματος εἶναι.
206Plotinus, Enneades, 3, 2, 6; 3 (auctor c.205-270)
Καὶ μὴν καὶ τὸ δούλους, τοὺς δὲ δεσπότας εἶναι, καὶ ἄρχοντας τῶν πόλεων τοὺς κακούς, τοὺς δὲ ἐπιεικεῖς δούλους εἶναι, οὐ πρέποντα ἦν, οὐδ᾽ εἰ προσθήκην ταῦτα μὴ φέρει εἰς ἀγαθοῦ καὶ κακοῦ κτῆσιν.
207Plotinus, Enneades, 3, 2, 15; 10 (auctor c.205-270)
Ὥσπερ δ᾽ ἐπὶ τῶν θεάτρων ταῖς σκηναῖς, οὕτω χρὴ καὶ τοὺς φόνους θεᾶσθαι καὶ πάντας θανάτους καὶ πόλεων ἁλώσεις καὶ ἁρπαγάς, μεταθέσεις πάντα καὶ μετασχηματίσεις καὶ θρήνων καὶ οἰμωγῶν ὑποκρίσεις.
208Plotinus, Enneades, 4, 3, 7; 9 (auctor c.205-270)
ὡΙκανὴ γὰρ ψυχὴ καὶ παρὰ φύσεως τόπων πολλὰ ἀπομάττεσθαι καὶ ὑδάτων καὶ ἀέρος· καὶ πόλεων διάφοροι οἰκήσεις καὶ τῶν σωμάτων αἱ κράσεις.
209Ps Aristoteles, De mundo, 7; 4
Καὶ μὴν ἐπικάρπιος μὲν ἀπὸ τῶν καρπῶν, πολιεὺς δὲ ἀπὸ τῶν πόλεων ὀνομάζεται, γενέθλιός τε καὶ ἕρκειος καὶ ὁμόγνιος καὶ πάτριος ἀπὸ τῆς πρὸς ταῦτα κοινωνίας, ἑταιρεῖός τε καὶ φίλιος καὶ ξένιος καὶ στράτιος καὶ τροπαιοῦχος καθάρσιός τε καὶ παλαμναῖος καὶ ἱκέσιος καὶ μειλίχιος, ὥσπερ οἱ ποιηταὶ λέγουσι, σωτήρ τε καὶ ἐλευθέριος ἐτύμως, ὡς δὲ τὸ πᾶν εἰπεῖν, οὐράνιός τε καὶ χθόνιος, πάσης ἐπώνυμος ὢν φύσεώς τε καὶ τύχης ἅτε πάντων αὐτὸς αἴτιος ὤν.