'πύργος' - search in All Authors, Showing 1 to 19 of 19 hits

1Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 9; 51
καὶ πύργος ἰσχυρὸς ἦν ἐν μέσῳ τῆς πόλεως, καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες τῆς πόλεως καὶ ἔκλεισαν ἔξωθεν αὐτῶν καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου.
2Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 9; 51
καὶ πύργος ἦν ὀχυρὸς ἐν μέσῳ τῆς πόλεως, καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες καὶ πάντες οἱ ἡγούμενοι τῆς πόλεως καὶ ἀπέκλεισαν ἐφ’ ἑαυτοὺς καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου.
3Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 13; 25
Φαλαλ υἱοῦ Ευζαι ἐξ ἐναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς. καὶ μετ’ αὐτὸν Φαδαια υἱὸς Φορος.
4Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 13; 26
καὶ οἱ ναθινιμ ἦσαν οἰκοῦντες ἐν τῷ Ωφαλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς, καὶ ὁ πύργος ὁ ἐξέχων.
5Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 60; 4
ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.
6Biblia, Biblia graeca iuxta LXX interpretes, Ct, 4; 4
ὡς πύργος Δαυιδ τράχηλός σου ὁ ᾠκοδομημένος εἰς θαλπιωθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ’ αὐτόν, πᾶσαι βολίδες τῶν δυνατῶν.
7Biblia, Biblia graeca iuxta LXX interpretes, Ct, 7; 5
τράχηλός σου ὡς πύργος ἐλεφάντινος· ὀφθαλμοί σου ὡς λίμναι ἐν Εσεβων ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ·
8Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 10; 9
καὶ ἐρεῖ Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλαννη, οὗ ὁ πύργος ᾠκοδομήθη; καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν·
9Biblia, Biblia graeca iuxta LXX interpretes, Mich, 4; 8
καὶ σύ, πύργος ποιμνίου αὐχμώδης, θύγατερ Σιων, ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη, βασιλεία ἐκ Βαβυλῶνος τῇ θυγατρὶ Ιερουσαλημ.
10Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 13; 5
ἔστιν δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πήχεων πλήρης σποδοῦ, οὗτος δὲ ὄργανον εἶχεν περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν.
11Biblia, Novum testamentum graece, Lc, 13; 4
ἢ ἐκεῖνοι οἱ δέκα ὀκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ;
12Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0450C (auctor c.470–c.544)
Ὡς σπαρτίον κόκκινον χείλη σου· ὡς πύργος τοῦ Λιβάνου μυκτῆρές σου, καὶ ἡ λαλιά σου ἡδεῖα καὶ ὡραία.
13Dositheus, Hermeneumata Leidensia, II, 19; 1 (auctor c.350)
πόλις civitas κώμη castellum νῆσος insula πύλη porta τεῖχος murus περίβολος moenia πύργος turris ἀγορά forus βασιλική basilica βῆμα tribunal βαλανεῖον balneum κουρεῖον tonsorium καπηλεῖον cauponium ἐργαστήριον taberna πανδοχεῖον stabulum κατάλυμα devorsorium πορνεῖον fornix
14Herodotus, Historiae, 1, 181, 3; 3 (auctor c.484BC-425BC)
ἐν μέσῳ δὲ τοῦ ἱροῦ πύργος στερεὸς οἰκοδόμηται, σταδίου καὶ τὸ μῆκος καὶ τὸ εὖρος, καὶ ἐπὶ τούτῳ τῷ πύργῳ ἄλλος πύργος ἐπιβέβηκε, καὶ ἕτερος μάλα ἐπὶ τούτῳ, μέχρι οὗ ὀκτὼ πύργων.
15Hieronymus Stridonensis, De viris illustribus, 23, 0658B (auctor 340-420)
Θεόφιλος, Καισαρείας Παλαιστίνης, ἥτις πρώην πύργος Στράτωνος ἐκαλεῖτο, ἐπίσκοπος, ἐπὶ Σεβήρου τοῦ βασιλέως, κατὰ τῶν ἐπιτελούντων τὸ πάσχα μετὰ τῶν Ἰουδαίων τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης, συνοδικὴν ἐπιστολὴν πάνυ θαυμαστὴν μετὰ ἑτέρων συνέταξεν.
16Homerus, Ilias, 4, 310; 7 (auctor fl.700BC)
εὗρ' υἱόν Πετεῶο Μενεσθῆα πλήξιππον ἑσταότ'· ἀμφί δ' Ἀθηναῖοι μήστωρες ἀϋτῆς· αὐτάρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, πάρ δέ Κεφαλλήνων ἀμφί στίχες οὐκ ἀλαπαδναί ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαός ἀϋτῆς, ἀλλά νέον συνορινόμεναι κίνυντο φάλαγγες Τρώων ἱπποδάμων καί Ἀχαιῶν· οἳ δέ μένοντες ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθών Τρώων ὁρμήσειε καί ἄρξειαν πολέμοιο.
17Homerus, Ilias, 4, 446; 4 (auctor fl.700BC)
πρῶτος δ' Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστήν ἐσθλόν ἐνί προμάχοισι Θαλυσιάδην Ἐχέπωλον· τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δέ μετώπῳ πῆξε, πέρησε δ' ἄρ' ὀστέον εἴσω αἰχμή χαλκείη· τόν δέ σκότος ὄσσε κάλυψεν, ἤριπε δ' ὡς ὅτε πύργος ἐνί κρατερῇ ὑσμίνῃ.
18Homerus, Odyssea, 6, 251; 3 (auctor fl.700BC)
αὐτάρ ἐπήν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος ὑψηλός, καλός δέ λιμήν ἑκάτερθε πόληος, λεπτή δ' εἰσίθμη· νῆες δ' ὁδόν ἀμφιέλισσαι εἰρύαται· πᾶσιν γάρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
19Homerus, Odyssea, 11, 538; 6 (auctor fl.700BC)
τόν μέν ἐγών ἐπέεσσι προσηύδων μειλιχίοισιν· " Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρ' ἔμελλες οὐδέ θανών λήσεσθαι ἐμοί χόλου εἵνεκα τευχέων οὐλομένων· τά δέ πῆμα θεοί θέσαν Ἀργείοισι, τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δ' Ἀχαιοί ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος αἴτιος, ἀλλά Ζεύς Δαναῶν στρατόν αἰχμητάων ἐκπάγλως ἤχθηρε, τεῒν δ' ἐπί μοῖραν ἔθηκεν.