'σημασία' - search in All Authors, Showing 1 to 17 of 17 hits

1Aristoteles, Problemata, 19; 60 (auctor 384BC-322BC)
αἱ δὲ κινήσεις αὗται πρακτικαί εἰσιν, αἱ δὲ πράξεις ἤθους σημασία ἐστίν.
2Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 13; 6
καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ δεύτερον, καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφή, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καθαριεῖ αὐτὸν ὁ ἱερεύς· σημασία γάρ ἐστιν· καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται.
3Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 13; 7
ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ ἡ σημασία ἐν τῷ δέρματι μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτόν, καὶ ὀφθήσεται τὸ δεύτερον τῷ ἱερεῖ,
4Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 13; 8
καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· λέπρα ἐστίν.
5Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 25; 10
καὶ ἁγιάσετε τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸν καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν· ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατρίδα αὐτοῦ ἀπελεύσεσθε.
6Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 25; 11
ἀφέσεως σημασία αὕτη, τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν· οὐ σπερεῖτε οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτῆς,
7Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 25; 12
ὅτι ἀφέσεως σημασία ἐστίν, ἅγιον ἔσται ὑμῖν, ἀπὸ τῶν πεδίων φάγεσθε τὰ γενήματα αὐτῆς.
8Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 25; 13
Ἐν τῷ ἔτει τῆς ἀφέσεως σημασίᾳ αὐτῆς ἐπανελεύσεται ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ.
9Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 10; 6
καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα· καὶ σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν· καὶ σαλπιεῖτε σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βορρᾶν· σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν.
10Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 10; 7
καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε καὶ οὐ σημασίᾳ.
11Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 15; 28
καὶ πᾶς Ισραηλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφερ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες νάβλαις καὶ ἐν κινύραις.
12Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 3; 12
καὶ πολλοὶ ἀπὸ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ ἄρχοντες τῶν πατριῶν οἱ πρεσβύτεροι, οἳ εἴδοσαν τὸν οἶκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ καὶ τοῦτον τὸν οἶκον ἐν ὀφθαλμοῖς αὐτῶν, ἔκλαιον φωνῇ μεγάλῃ, καὶ ὄχλος ἐν σημασίᾳ μετ’ εὐφροσύνης τοῦ ὑψῶσαι ᾠδήν·
13Dionysius papa, Epistola I, 5, 0116B
οὐ μία γὰρ ἡ τοῦ Ἔκτισεν, ὠς ἴστε, σημασία· Ἔκτισε γὰρ ἐνταῦθα ἀκουστέον, ἀντὶ τοῦ, Ἐπέστησε τοῖς ὑπ' αὐτοῦ γεγονόσιν ἔργοις, γεγονόσι δὲ δι' αὐτοῦ τοῦ Υἱοῦ· οὐχὶ δέ γε τὸ Ἐκτισε νῦν λέγοιτ' ἂν ἐπὶ τοῦ Ἐποίησε· διαφέρει γὰρ τοῦ ποιῆσαι τὸ κτίσαι.
14Iustinianus I Augustus, Adversus Origenem, 69, 0241C (auctor c.482–565)
Πῶς γὰρ οὐκ ἀναγκαῖος ὁ ἀριθμὸς, ᾧ ἐπὶ σημασίᾳ τῆς διαφορᾶς τῶν ἑνωθεισῶν εἰς μίαν ὑπόστασιν φύσεων, καὶ οὐκ ἐπὶ τῇ ἀνὰ μέρος διαιρέσει αὐτῶν, οἱ πατέρες ἐχρήσαντο; Ἀποδεδειγμένου τοίνυν πανταχόθεν, ὡς ἀσεβές ἐστι τὸ λέγειν, μίαν φύσιν, ἤτοι οὐσίαν θεότητος καὶ τῆς σαρκὸς τοῦ Χριστοῦ, κἀκεῖνο ἐροῦμεν, ὡς οὐδὲ καθὸ μίαν ὑπόστασιν λέγομεν τῆς θεότητος, καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, οὕτω δυνατὸν καὶ μίαν φύσιν λέγειν Χριστοῦ.
15Petrus Chrysolanus, Oratio de Spiritu Sancto, 162, 1015C
Ἐν ταύτῃ δὲ τῇ προτάσει καὶ σημασίᾳ τῄ λεγούσῃ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, καὶ τῷ Γραικῷ καὶ τῷ Λατίνῳ σκοπητέον ἐστὶν πότερον ἡ ἐκπόρευσις τοῦ Πνεύματος τῷ Πατρὶ μόνῳ, ἢ ἅμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἀνήκει.
16Plotinus, Enneades, 2, 3, 7; 2 (auctor c.205-270)
Ἔστω τοίνυν ὥσπερ γράμματα ἐν οὐρανῷ γραφόμενα ἀεὶ ἢ γεγραμμένα καὶ κινούμενα, ποιοῦντα μέν τι ἔργον καὶ ἄλλο· ἐπακολουθείτω δὲ τῷδε ἡ παρ᾽ αὐτῶν σημασία, ὡς ἀπὸ μιᾶς ἀρχῆς ἐν ἑνὶ ζώιῳ παρ᾽ ἄλλου μέρους ἄλλο ἄν τις μάθοι.
17Plotinus, Enneades, 4, 4, 39; 5 (auctor c.205-270)
Ἡ δὲ σημασία οὐ τούτου χάριν, ἵνα σημαίνῃ προηγουμένως, ἀλλ᾽ οὕτω γιγνομένων σημαίνεται ἐξ ἄλλων ἄλλα· ὅτι γὰρ ἓν καὶ ἑνός, καὶ ἀπ᾽ ἄλλου ἄλλο γινώσκοιτ᾽ ἄν, καὶ ἀπὸ αἰτιατοῦ δὲ τὸ αἴτιον, καὶ τὸ ἑπόμενον ἐκ τοῦ προηγησαμένου, καὶ τὸ σύνθετον ἀπὸ θατέρου, ὅτι θάτερον καὶ θάτερον ὁμοῦ ποιῶν.