'σημεία' - search in All Authors, Showing 1 to 232 of 232 hits

1Aristoteles, Analytica posteriora, 1, I 10; 6 (auctor 384BC-322BC)
Ἔστι δ᾿ ἴδια μέν καί ἃ λαμβάνεται εἶναι, περί ἃ ἡ ἐπιστήμη θεωρεῖ τά ὑπάρχοντα καθ᾿ αὑτά, οἷον μονάδας ἡ ἀριθμητική, ἡ δέ γεωμετρία σημεῖα καί γραμμάς.
2Aristoteles, Analytica priora, 2, II 27; 15 (auctor 384BC-322BC)
Ἢ δή οὕτω διαιρετέον τό σημεῖον, τούτων δέ τό μέσον τεκμήριον ληπτέον (τό γάρ τεκμήριον τό εἰδέναι ποιοῦν φασίν εἶναι, τοιοῦτο δέ μάλιστα τό μέσον), ἢ τά μέν ἐκ τῶν ἄκρων σημεῖα λεκτέον, τό δ᾿ ἐκ τοῦ μέσου τεκμήριον· ἐνδοξότατον γάρ καί μάλιστα ἀληθές τό διά τοῦ πρώτου σχήματος.
3Aristoteles, Analytica priora, 2, II 27; 23 (auctor 384BC-322BC)
Εἰ τοίνυν ταῦτ᾿ ἐστί, καί δυνησόμεθα τοιαῦτα σημεῖα συλλέξαι ἐπί τούτων τῶν ζῴων ἃ μόνον ἓν πάθος ἔχει τι ἴδιον, ἕκαστον δ᾿ ἔχει σημεῖον, ἐπείπερ ἓν ἔχειν ἀνάγκη, δυνησόμεθα φυσιογνωμονεῖν.
4Aristoteles, De divinatione per somnum, 1; 5 (auctor 384BC-322BC)
Ἀνάγκη δ’ οὖν τὰ ἐνύπνια ἢ αἴτια εἶναι ἢ σημεῖα τῶν γιγνομένων ἢ συμπτώματα, ἢ πάντα ἢ ἔνια τούτων ἢ ἓν μόνον.
5Aristoteles, De divinatione per somnum, 1; 8 (auctor 384BC-322BC)
Ἆρ’ οὖν ἐστὶ τῶν ἐνυπνίων τὰ μὲν αἴτια, τὰ δὲ σημεῖα, οἷον τῶν περὶ τὸ σῶμα συμβαινόντων; Λέγουσι γοῦν καὶ τῶν ἰατρῶν οἱ χαρίεντες ὅτι δεῖ σφόδρα προσέχειν τοῖς ἐνυπνίοις· εὔλογον δ’ οὕτως ὑπολαβεῖν καὶ τοῖς μὴ τεχνίταις μέν, σκοπουμένοις δέ τι καὶ φιλοσοφοῦσιν.
6Aristoteles, De divinatione per somnum, 1; 16 (auctor 384BC-322BC)
Οὕτω μὲν οὖν ἐνδέχεται τῶν ἐνυπνίων ἔνια καὶ σημεῖα καὶ αἴτια εἶναι.
7Aristoteles, De divinatione per somnum, 2; 5 (auctor 384BC-322BC)
Ὅλως γὰρ οὐ πᾶν γίνεται τὸ μελλῆσαν, οὐδὲ ταὐτὸ τὸ ἐσόμενον καὶ τὸ μέλλον· ἀλλ’ ὅμως ἀρχάς τε λεκτέον εἶναι, ἀφ’ ὧν οὐκ ἐπετελέσθη, καὶ σημεῖα πέφυκε ταῦτα τινῶν οὐ γενομένων.
8Aristoteles, De generatione animalium, 1, 19; 10 (auctor 384BC-322BC)
Ὅτι μὲν τοίνυν ἐστὶ τὰ καταμήνια περίττωμα καὶ ὅτι ἀνάλογον ὡς τοῖς ἄρρεσιν ἡ γονὴ οὕτω τοῖς θήλεσι τὰ καταμήνια φανερόν, ὅτι δ' ὀρθῶς εἴρηται σημεῖα τὰ συμβαίνοντα περὶ αὐτά.
9Aristoteles, De generatione animalium, 1, 19; 12 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ τὰ τοιάδε σημεῖα ὅτι περίττωμά ἐστιν αὕτη ἡ ἔκκρισις τοῖς θήλεσιν.
10Aristoteles, De generatione animalium, 2, 1; 32 (auctor 384BC-322BC)
ἐπεὶ δ' οὔτε πτερωτὰ οὔτε φολιδωτὰ οὔτε λεπιδωτά ἐστιν-ἃ σημεῖα ξηρᾶς μᾶλλον καὶ γεώδους φύσεως-μαλακὸν τὸ ᾠὸν γεννῶσιν· ὥσπερ γὰρ οὐδ' ἐν αὐτῷ οὐδ' ἐν τῷ ᾠῷ ἐπιπολάζει τὸ γεηρόν.
11Aristoteles, De incessu animalium, 5, 1; 2 (auctor 384BC-322BC)
(Τῶν δὲ τεττάρων τὰ δύο σημεῖα τοῖς μὲν πτέρυγες τοῖς δὲ χεῖρες καὶ βραχίονές εἰσιν), ὅσα δ' ἐπὶ τὸ αὐτὸ τὸ πρόσθεν ἔχει καὶ τὸ ἄνω, τετράποδα καὶ πολύποδα καὶ ἄποδα.
12Aristoteles, De incessu animalium, 7, 4; 9 (auctor 384BC-322BC)
Δυσὶ γὰρ χρώμενα προέρχεται καμπαῖς· τὸ γὰρ δεξιὸν καὶ ἀριστερὸν τὸ πρόσθιον καὶ ὀπίσθιον ἐν τῷ πλάτει ἐστὶν ἐν ἑκατέρᾳ τῇ καμπῇ αὐτοῖς, ἐν μὲν τῷ πρὸς τὴν κεφαλὴν μέρει τὸ πρόσθιον σημεῖον δεξιόν τε καὶ ἀριστερόν, ἐν δὲ τῷ πρὸς τὴν οὐρὰν τὰ ὀπίσθια σημεῖα.
13Aristoteles, De incessu animalium, 7, 7; 19 (auctor 384BC-322BC)
Οἱ δὲ δύο πτερύγια ἔχοντες τῶν κεστρέων τῇ καμπῇ ἀνισάζουσιν ἐν τῷ ὑγρῷ τὰ τέτταρα σημεῖα.
14Aristoteles, De interpretatione, 1; 3 (auctor 384BC-322BC)
Καὶ ὥσπερ οὐδὲ γράμματα πᾶσι τὰ αὐτά, οὐδὲ φωναὶ αἱ αὐταί· ὧν μέντοι ταῦτα σημεῖα πρώτως, ταὐτὰ πᾶσι παθήματα τῆς ψυχῆς, καὶ ὧν ταῦτα ὁμοιώματα, πράγματα ἤδη ταὐτά.
15Aristoteles, De partibus animalium, 4, 13, 6; 20 (auctor 384BC-322BC)
Εἰ δὲ πλείω τὰ κινητικὰ σημεῖα εἶχον, ἄναιμα ἂν ἦν.
16Aristoteles, Historia animalium, 3, III 20; 20 (auctor 384BC-322BC)
Ἀλλά τά μέν τοιαῦτα ὡς σημεῖα ὑπολαμβάνουσιν, ἐπεί καί τῷ ἐν Λήμνῳ ἀνεῖλεν ὁ θεός μαντευσαμένῳ ἐπίκτησιν ἔσεσθαι χρημάτων.
17Aristoteles, Historia animalium, 6, VI 18; 37 (auctor 384BC-322BC)
Τοῖς μέν οὖν προβάτοις καί αἰξίν, ἐπειδάν ὥρα ᾖ ὀχεύεσθαι, ἐπισημαίνει πρό τοῦ ὀχεύεσθαι· καί ἐπειδάν ὀχευθῶσι, γίνεται τά σημεῖα, εἶτα διαλείπει, μέχρι οὗ ἂν μέλλωσι τίκτειν.
18Aristoteles, Historia animalium, 7, VII 6; 10 (auctor 384BC-322BC)
Γίνονται δέ καί ἐξ ἀναπήρων ἀνάπηροι, οἷον ἐκ χωλῶν χωλοί καί τυφλῶν τυφλοί, καί ὅλως τά παρά φύσιν ἐοικότες πολλάκις, καί σημεῖα ἔχοντες συγγενῆ, οἷον φύματα καί οὐλάς.
19Aristoteles, Historia animalium, 9, IX 48; 1 (auctor 384BC-322BC)
Τῶν δέ θαλασσίων πλεῖστα λέγεται σημεῖα περί τοῦς δελφῖνας πραότητος καί ἡμερότητος, καί δή καί πρός παῖδας ἔρωτες καί ἐπιθυμίαι καί περί Τάραντα καί Καρίαν καί ἄλλους τόπους.
20Aristoteles, Historia animalium, 10, X 2; 10 (auctor 384BC-322BC)
Ἀλλ’ εἰ οὕτως ἔχοντος, τά πρῶτα σημεῖα τά λευκά φοιτάτω.
21Aristoteles, Historia animalium, 10, X 2; 11 (auctor 384BC-322BC)
Ὅταν δέ σαρκικώτερα ᾖ τήν χρόαν τά σημεῖα, φανερῶς ἔσται ἀνεστομωμένη ἄνευ ἀλγήματος, κἂν θιγγάνῃ κἂν μή θιγγάνῃ, καί μήτε κωφότητα μήτε στόμα ἀλλοιότερον αὐτό αὑτοῦ.
22Aristoteles, Historia animalium, 10, X 5; 1 (auctor 384BC-322BC)
Τοῦ μέν οὖν εἶναι τά τοῦ ἀνδρός αἴτια ἔστι μέν καί ἄλλα σημεῖα λαβεῖν· ἃ δέ ῥᾴω μάλιστ’ ἂν φαίνοιτο, πρός ἄλλας πλησιάζων καί γεννῶν.
23Aristoteles, Metaphysica, 3, 2; 23 (auctor 384BC-322BC)
οὔτε γὰρ αἱ αἰσθηταὶ γραμμαὶ τοιαῦταί εἰσιν οἵας λέγει ὁ γεωμέτρης (οὐθὲν γὰρ εὐθὺ τῶν αἰσθητῶν οὕτως οὐδὲ στρογγύλον· ἅπτεται γὰρ τοῦ κανόνος οὐ κατὰ στιγμὴν ὁ κύκλος ἀλλ' ὥσπερ Πρωταγόρας ἔλεγεν ἐλέγχων τοὺς γεωμέτρας) , οὔθ' αἱ κινήσεις καὶ ἕλικες τοῦ οὐρανοῦ ὅμοιαι περὶ ὧν ἡ ἀστρολογία ποιεῖται τοὺς λόγους, οὔτε τὰ σημεῖα τοῖς ἄστροις τὴν αὐτὴν ἔχει φύσιν.
24Aristoteles, Meteorologica, 2, II 3; 58 (auctor 384BC-322BC)
Ἔστι δέ καί τά τοιαῦτα σημεῖα πάντα τῶν εἰρημένων, ὅτι τό ἁλμυρόν ποιεῖ σῶμά τι, καί γεῶδές ἐστι τό ἐνυπάρχον· ἔν τε γάρ τῇ Χαονίᾳ κρήνη τίς ἐστιν ὕδατος πλατυτέρου, ἀπορρεῖ δ’ αὕτη εἰς ποταμόν πλησίον γλυκύν μέν, ἰχθῦς δ’ οὐκ ἔχοντα· εἵλοντο γάρ δή, ὡς οἱ ἐκεῖ μυθολογοῦσιν, ἐξουσίας δοθείσης ὑπό τοῦ Ἡρακλέους, ὅτ’ ἦλθεν ἄγων ἐκ τῆς Ἐρυθείας τάς βοῦς, ἅλας ἀντί τῶν ἰχθύων, οἳ γίγνονται αὐτοῖς ἐκ τῆς κρήνης· τούτου γάρ τοῦ ὕδατος ἀφέψοντές τι μέρος τιθέασι, καί γίνεται ψυχθέν, ὅταν ἀπατμίσῃ τό ὑγρόν ἅμα τῷ θερμῷ, ἅλες, οὐ χονδροί ἀλλά χαῦνοι καί λεπτοί ὥσπερ χιών.
25Aristoteles, Meteorologica, 2, II 8; 22 (auctor 384BC-322BC)
Σημεῖα δέ τούτων καί πρός τήν ἡμετέραν αἴσθησιν πολλαχοῦ γέγονεν· ἤδη γάρ σεισμός ἐν τόποις τισί γινόμενος οὐ πρότερον ἔληξε, πρίν ἐκρήξας εἰς τόν ὑπέρ γῆς τόπον φανερῶς ὥσπερ ἐκνεφίας ἐξῆλθεν ὁ κινήσας ἄνεμος, οἷον καί περί Ἡράκλειαν ἐγένετο τήν ἐν τῷ Πόντῳ νεωστί, καί πρότερον περί τήν Ἱεράν νῆσον· αὕτη δ’ ἐστί μία τῶν Αἰόλου καλουμένων νήσων.
26Aristoteles, Meteorologica, 3, III 5; 7 (auctor 384BC-322BC)
Αἱ οὖν ἀπό τῶν Η Κ ἀναγόμεναι γραμμαί ἐν τούτῳ τῷ λόγῳ οὐ συσταθήσονται τοῦ ἐφ’ ᾧ Α ἡμικυκλίου πρός ἄλλο καί ἄλλο σημεῖον· ἐπεί γάρ τά τε Η Κ σημεῖα δέδοται, καί ἡ Κ Η δεδομένη ἂν εἴη καί ἡ Μ Η, ὥστε καί ὁ λόγος τῆς Μ Η πρός τήν Μ Κ.
27Aristoteles, Meteorologica, 4, IV 2; 12 (auctor 384BC-322BC)
Διό καί ὑγιείας σημεῖα τά τοιαῦτα, καί οὖρα καί ὑποχωρήσεις καί ὅλως τά περιττώματα.
28Aristoteles, Politica, 8, 1340B; 64 (auctor 384BC-322BC)
συμβέβηκε δὲ τῶν αἰσθητῶν ἐν μὲν τοῖς ἄλλοις μηδὲν ὑπάρχειν ὁμοίωμα τοῖς ἤθεσιν, οἷον ἐν τοῖς ἁπτοῖς καὶ τοῖς γευστοῖς, ἀλλ' ἐν τοῖς ὁρατοῖς ἠρέμα (σχήματα γὰρ ἔστι τοιαῦτα, ἀλλ' ἐπὶ μικρόν, κοὐ πάντες τῆς τοιαύτης αἰσθήσεως κοινωνοῦσιν· ἔτι δὲ οὐκ ἔστι ταῦτα ὁμοιώματα τῶν ἠθῶν, ἀλλὰ σημεῖα μᾶλλον τὰ γιγνόμενα σχήματα καὶ χρώματα τῶν ἠθῶν, καὶ ταῦτ' ἐστὶν ἐπίσημα ἐν τοῖς πάθεσιν· οὐ μὴν ἀλλ' ὅσον διαφέρει καὶ περὶ τὴν τούτων θεωρίαν, δεῖ μὴ τὰ Παύσωνος θεωρεῖν τοὺς νέους, ἀλλὰ τὰ Πολυγνώτου κἂν εἴ τις ἄλλος τῶν γραφέων ἢ τῶν ἀγαλματοποιῶν ἐστιν ἠθικός) , ἐν δὲ τοῖς μέλεσιν αὐτοῖς ἔστι μιμήματα τῶν ἠθῶν (καὶ τοῦτ' ἐστὶ φανερόν· εὐθὺς γὰρ ἡ τῶν ἁρμονιῶν διέστηκε φύσις, ὥστε ἀκούοντας ἄλλως διατίθεσθαι καὶ μὴ τὸν αὐτὸν ἔχειν τρόπον πρὸς ἑκάστην αὐτῶν, ἀλλὰ πρὸς μὲν ἐνίας ὀδυρτικωτέρως καὶ συνεστηκότως μᾶλλον, οἷον πρὸς τὴν μιξολυδιστὶ καλουμένην, πρὸς δὲ τὰς μαλακωτέρως τὴν διάνοιαν, οἷον πρὸς τὰς ἀνειμένας, μέσως δὲ καὶ καθεστηκότως μάλιστα πρὸς ἑτέραν, οἷον δοκεῖ ποιεῖν ἡ δωριστὶ μόνη τῶν ἁρμονιῶν, ἐνθουσιαστικοὺς δ' ἡ φρυγιστί.
29Aristoteles, Problemata, 1, 52 (auctor 384BC-322BC)
52. Διὰ τί δεῖ σκοπεῖν τὰ περὶ τὸ οὖρον σημεῖα, ἀπολαμβάνοντα τὴν οὔρησιν, εἰ ἤδη πέπεπται,
30Aristoteles, Problemata, 2, 41; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι οἱ μὲν πόνοι ἀπαντλοῦντες ἀεὶ τὸ περιττεῦον ὑγρὸν ξηροτέραν τὴν σάρκα παρασκευάζουσιν, ὥστε τὰς κοιλίας τῶν πόρων ὑγιεινὰς εἶναι καὶ τῇ τοῦ θερμοῦ ἠθίσει μηδεμίαν ἔμφραξιν γίνεσθαι, οἱ δ´ αὐτόματοι μὲν προσαγορευόμενοι ἱδρῶτες, γινόμενοι δ´ ἐξ ἀνάγκης, ὅταν ὑπὸ πλείονος ὑγρασίας συγχεομένων τῶν τῆς φύσεως πόρων τὰ θερμὰ μὴ παντελῶς καταλαμβάνηται, ἀλλ´ ἔτι ἀπομάχεσθαι καὶ ἐκκρίνειν αὐτὸ δύνηται, εὐλόγως νόσου σημεῖα φαίνεται.
31Aristoteles, Problemata, 7, 5 (auctor 384BC-322BC)
5. Διὰ τί τῶν μὲν διὰ τῆς ἀκοῆς λυπηρῶν ἔνια φρίττειν ἡμᾶς ποιεῖ, οἷον πρίων ἀκονώμενος καὶ κίσηρις τεμνομένη καὶ λίθος ἀλούμενος, τὰ δὲ διὰ τῆς ὄψεως σημεῖα τῶν παθῶν αὐτὰ ἡμῖν τὰ πάθη ἐμποιεῖ; αἱμωδιῶμέν τε γὰρ τοὺς ὀξὺ ὁρῶντες ἐσθίοντας, καὶ τοὺς ἀπαγχομένους ἔνιοι ὁρῶντες ἐκψύχουσιν.
32Aristoteles, Problemata, 15; 49 (auctor 384BC-322BC)
ὅταν γὰρ κατὰ τὰ ἔσχατα σημεῖα, καθ' ἃ διχότομος φαίνεται, ὁ κύκλος ὁ τοῦ ἡλίου γένηται, περιφέρεια φαίνεται ἡ τοῦ κύκλου.
33Aristoteles, Problemata, 16; 7 (auctor 384BC-322BC)
Διὰ τί τοῖς ἄνισον τὸ βάθος ἔχουσι μεγέθεσιν, ἐάν τις τὸ κουφότερον κινῇ, κύκλῳ περιφέρεται τὸ βαλλόμενον, οἷον τοῖς μεμολιβδωμένοις ἀστραγάλοις συμβαίνει, ἄν τις βάλλῃ τὸ κουφότερον πρὸς αὑτὸν στρέψας μέρος; ἢ ὅτι τὸ βαρύτερον ἀδύνατον ἰσοδρομεῖν τῷ κουφοτέρῳ, ἀπὸ τῆς αὐτῆς ἰσχύος ῥιφθέν; ἐπεὶ δὲ ἀνάγκη μὲν πάμπαν κινεῖσθαι, ἐξ ἴσου δὲ ἀδύνατον, ὁμοταχῶς μὲν φερόμενα τὴν αὐτὴν οἰσθήσεται γραμμήν, θᾶττον δὲ θατέρου φερομένου κύκλον ἀνάγκη φέρεσθαι, ἐπειδὴ ἐν τούτῳ μόνῳ τῷ σχήματι ταῦτα ἀεὶ κατάλληλα ὄντα σημεῖα ἐν ταὐτῷ χρόνῳ ἀνίσους διέρχεται γραμμάς.
34Aristoteles, Problemata, 16; 14 (auctor 384BC-322BC)
φερομένων δὲ ἀνίσως πάντων ἅμα τῶν ἐν τῷ κώνῳ κύκλων, συμβαίνει τοὺς ἐξωτάτω πλεῖστον ἐν ταὐτῷ χρόνῳ τόπον καὶ γραμμὴν φέρεσθαι· διὸ καὶ κύκλῳ φέρονται, γράφονταί τε γὰρ πάντες τῇ αὐτῇ εὐθείᾳ, καὶ τῆς εὐθείας κύκλῳ μὲν φερομένης οὐ πάντα τὰ ἐν αὐτῇ σημεῖα ἴσην ἐν ταὐτῷ χρόνῳ γράφει γραμμήν, εἰς εὐθὺ δὲ φέρει τὴν ἴσην.
35Aristoteles, Problemata, 16; 15 (auctor 384BC-322BC)
τοῦ δὲ κυλίνδρου πάντων ἴσων ὄντων τῶν κύκλων καὶ περὶ ταὐτὸ κέντρον, συμβαίνει τὰ ἅμα τοῦ ἐπιπέδου ἐν αὐτοῖς πάνθ' ἁπτομένοις σημεῖα, φέρεσθαί τε ἰσοταχεῖς κυλιομένους διὰ τὸ τοὺς κυλίνδρους ἴσους εἶναι, καὶ ἥκειν ἐπὶ τὸ ἐπίπεδον πάλιν ἅμα ἐκκυλισθέντα ἕκαστον τὸν αὑτοῦ κύκλον, ὥστε καὶ τὰς ἐν τῷ ἐπιπέδῳ εὐθείας ἴσας γίνεσθαι· τῇ γὰρ αὑτῶν ἁφῇ αὐτὰς ἔγραψαν, ὄντες ἴσοι τε καὶ ἰσοταχεῖς, ἐγίνοντο δὲ εὐθεῖαι αἱ ὑπὸ τῆς αὐτῆς γραφεῖσαι γραμμῆς εἰς εὐθὺ φερομένης, ὥστε διὰ ταύτας εἰς εὐθὺ ἀναφέροιτο ὁ κύλινδρος.
36Aristoteles, Problemata, 23; 14 (auctor 384BC-322BC)
σημεῖα δὲ τῶν εἰρημένων ἐστί· μετέωρος γὰρ ἡ κατὰ τὸ ἐνεχθὲν κάτω θάλαττα τῆς πέριξ γίνεται μικρὸν ὕστερον.
37Aristoteles, Problemata, 23; 45 (auctor 384BC-322BC)
Διὰ τί τὰ κύματα ἀνεμώδη; ἢ ὅτι σημεῖά ἐστι πνεύματος ἐσομένου; ἔστι γὰρ τὸ πνεῦμα σύνωσις ἀέρος.
38Aristoteles, Problemata, 26; 190 (auctor 384BC-322BC)
Διὰ τί τὰ ἀράχνια τὰ πολλὰ ὅταν φέρηται, πνεύματός ἐστι σημεῖα; πότερον ὅτι ἐργάζεται ὁ ἀράχνης ἐν ταῖς εὐδίαις, φέρεται δὲ διὰ τὸ ψυχόμενον τὸν ἀέρα συνιέναι πρὸς τὴν γῆν, τὸ δὲ ψύχεσθαι ἀρχὴ χειμῶνος· σημεῖον οὖν ἡ φορὰ τῶν ἀραχνίων.
39Aristoteles, Rhetorica, 1, 3, 7; 14 (auctor 384BC-322BC)
φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι ἀνάγκη περὶ τούτων ἔχειν πρῶτον τὰς προτάσεις· τὰ γὰρ τεκμήρια καὶ τὰ εἰκότα καὶ τὰ σημεῖα προτάσεις εἰσὶν ῥητορικαί· ὅλως μὲν γὰρ συλλογισμὸς ἐκ προτάσεών ἐστιν, τὸ δ' ἐνθύμημα συλλογισμός ἐστι συνεστηκὼς ἐκ τῶν εἰρημένων προτάσεων.
40Aristoteles, Rhetorica, 1, 9, 15; 13 (auctor 384BC-322BC)
περὶ μὲν οὖν ἀρετῆς καὶ κακίας καθόλου καὶ περὶ τῶν μορίων εἴρηται κατὰ τὸν ἐνεστῶτα καιρὸν ἱκανῶς, περὶ δὲ τῶν ἄλλων οὐ χαλεπὸν ἰδεῖν· φανερὸν γὰρ ὅτι ἀνάγκη τά τε ποιητικὰ τῆς ἀρετῆς εἶναι καλά (πρὸς ἀρετὴν γάρ) καὶ τὰ ἀπ' ἀρετῆς γινόμενα, τοιαῦτα δὲ τά τε σημεῖα τῆς ἀρετῆς καὶ τὰ ἔργα· ἐπεὶ δὲ τὰ σημεῖα καὶ τὰ τοιαῦτα ἅ ἐστιν ἀγαθοῦ ἔργα ἢ πάθη καλά, ἀνάγκη ὅσα τε ἀνδρείας ἔργα ἢ σημεῖα ἀνδρείας ἢ ἀνδρείως πέπρακται καλὰ εἶναι, καὶ τὰ δίκαια καὶ τὰ δικαίως ἔργα (πάθη δὲ οὔ· ἐν μόνῃ γὰρ ταύτῃ τῶν ἀρετῶν οὐκ ἀεὶ τὸ δικαίως καλόν, ἀλλ' ἐπὶ τοῦ ζημιοῦσθαι αἰσχρὸν τὸ δικαίως μᾶλλον ἢ τὸ ἀδίκως) , καὶ κατὰ τὰς ἄλλας δὲ ἀρετὰς ὡσαύτως.
41Aristoteles, Rhetorica, 1, 9, 26; 32 (auctor 384BC-322BC)
καὶ τὰ παρ' ἑκάστοις δὲ ἴδια καλά, καὶ ὅσα σημεῖά ἐστιν τῶν παρ' ἑκάστοις ἐπαινουμένων, οἷον ἐν Λακεδαίμονι κομᾶν καλόν· ἐλευθέρου γὰρ σημεῖον· οὐ γάρ ἐστιν κομῶντα ῥᾴδιον οὐδὲν ποιεῖν ἔργον θητικόν.
42Aristoteles, Rhetorica, 1, 9, 33; 46 (auctor 384BC-322BC)
τὰ δ' ἔργα σημεῖα τῆς ἕξεώς ἐστιν, ἐπεὶ ἐπαινοῖμεν ἂν καὶ μὴ πεπραγότα, εἰ πιστεύοιμεν εἶναι τοιοῦτον.
43Aristoteles, Rhetorica, 2, 2, 12; 21 (auctor 384BC-322BC)
αὐτοὶ μὲν οὖν οὕτως ἔχοντες εὐκίνητοι πρὸς ὀργήν, ὀργίζονται δὲ τοῖς τε καταγελῶσι καὶ χλευάζουσιν καὶ σκώπτουσιν (ὑβρίζουσι γάρ) , καὶ τοῖς τὰ τοιαῦτα βλάπτουσιν ὅσα ὕβρεως σημεῖα· ἀνάγκη δὲ τοιαῦτα εἶναι ἃ μήτε ἀντί τινος μήτ' ὠφέλιμα τοῖς ποιοῦσιν· ἤδη γὰρ δοκεῖ δι' ὕβριν.
44Aristoteles, Rhetorica, 2, 5, 2; 4 (auctor 384BC-322BC)
εἰ δὴ ὁ φόβος τοῦτ' ἐστίν, ἀνάγκη τὰ τοιαῦτα φοβερὰ εἶναι ὅσα φαίνεται δύναμιν ἔχειν μεγάλην τοῦ φθείρειν ἢ βλάπτειν βλάβας εἰς λύπην μεγάλην συντεινούσας· διὸ καὶ τὰ σημεῖα τῶν τοιούτων φοβερά· ἐγγὺς γὰρ φαίνεται τὸ φοβερόν· τοῦτο γάρ ἐστι κίνδυνος, φοβεροῦ πλησιασμός.
45Aristoteles, Rhetorica, 2, 6, 8; 8 (auctor 384BC-322BC)
καὶ τὸ βοηθεῖσθαι παρὰ τῶν ἧττον εὐπόρων, καὶ δανείζεσθαι ὅτε δόξει αἰτεῖν, καὶ αἰτεῖν ὅτε ἀπαιτεῖν, καὶ ἀπαιτεῖν ὅτε αἰτεῖν, καὶ ἐπαινεῖν ἃ δόξει αἰτεῖν, καὶ τὸ ἀποτετυχηκότα μηδὲν ἧττον· πάντα γὰρ ἀνελευθερίας ταῦτα σημεῖα, τὸ δ' ἐπαινεῖν παρόντας κολακείας, καὶ τὸ τἀγαθὰ μὲν ὑπερεπαινεῖν τὰ δὲ φαῦλα συναλείφειν, καὶ τὸ ὑπεραλγεῖν ἀλγοῦντι παρόντα, καὶ τἆλλα πάντα ὅσα τοιαῦτα· κολακείας γὰρ σημεῖα.
46Aristoteles, Rhetorica, 2, 6, 9; 9 (auctor 384BC-322BC)
καὶ τὸ μὴ ὑπομένειν πόνους οὓς οἱ πρεσβύτεροι ἢ τρυφῶντες ἢ ἐν ἐξουσίᾳ μᾶλλον ὄντες ἢ ὅλως οἱ ἀδυνατώτεροι· πάντα γὰρ μαλακίας σημεῖα.
47Aristoteles, Rhetorica, 2, 6, 10; 10 (auctor 384BC-322BC)
καὶ τὸ ὑφ' ἑτέρου εὖ πάσχειν, καὶ τὸ πολλάκις, καὶ ὃ εὖ ἐποίησεν ὀνειδίζειν· μικροψυχίας γὰρ πάντα καὶ ταπεινότητος σημεῖα.
48Aristoteles, Rhetorica, 2, 6, 11; 12 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ ἀπὸ τῶν ἄλλων ἑκάστης τῶν τοῦ ἤθους κακιῶν τὰ ἔργα καὶ τὰ σημεῖα καὶ τὰ ὅμοια· αἰσχρὰ γὰρ καὶ ἀναίσχυντα.
49Aristoteles, Rhetorica, 2, 6, 22; 24 (auctor 384BC-322BC)
αἰσχύνονται δὲ οὐ μόνον αὐτὰ τὰ ῥηθέντα αἰσχυντηλὰ ἀλλὰ καὶ τὰ σημεῖα, οἷον οὐ μόνον ἀφροδισιάζοντες ἀλλὰ καὶ τὰ σημεῖα αὐτοῦ, καὶ οὐ μόνον ποιοῦντες τὰ αἰσχρά, ἀλλὰ καὶ λέγοντες.
50Aristoteles, Rhetorica, 2, 8, 16; 11 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἐγγὺς φαινόμενα τὰ πάθη ἐλεεινά ἐστιν, τὰ δὲ μυριοστὸν ἔτος γενόμενα ἢ ἐσόμενα οὔτε ἐλπίζοντες οὔτε μεμνημένοι ἢ ὅλως οὐκ ἐλεοῦσιν ἢ οὐχ ὁμοίως, ἀνάγκη τοὺς συναπεργαζομένους σχήμασι καὶ φωναῖς καὶ ἐσθῆσι καὶ ὅλως ὑποκρίσει ἐλεεινοτέρους εἶναι (ἐγγὺς γὰρ ποιοῦσι φαίνεσθαι τὸ κακόν, πρὸ ὀμμάτων ποιοῦντες ἢ ὡς μέλλοντα ἢ ὡς γεγονότα· καὶ τὰ γεγονότα ἄρτι ἢ μέλλοντα διὰ ταχέων ἐλεεινότερα) , καὶ διὰ τοῦτο καὶ τὰ σημεῖα, οἷον ἐσθῆτάς τε τῶν πεπονθότων καὶ ὅσα τοιαῦτα, καὶ τὰς πράξεις καὶ λόγους καὶ ὅσα ἄλλα τῶν ἐν τῷ πάθει ὄντων, οἷον ἤδη τελευτώντων.
51Aristoteles, Rhetorica, 2, 25, 12; 11 (auctor 384BC-322BC)
λύεται δὲ καὶ τὰ σημεῖα καὶ τὰ διὰ σημείου ἐνθυμήματα εἰρημένα, κἂν ᾖ ὑπάρχοντα, ὥσπερ ἐλέχθη ἐν τοῖς πρώτοις· ὅτι γὰρ ἀσυλλόγιστόν ἐστιν πᾶν σημεῖον, δῆλον ἡμῖν ἐκ τῶν Ἀναλυτικῶν.
52Aristoteles, Rhetorica, 3, 2, 11; 14 (auctor 384BC-322BC)
ἔστιν δὲ καὶ ἐν ταῖς συλλαβαῖς ἁμαρτία, ἐὰν μὴ ἡδείας ᾖ σημεῖα φωνῆς, οἷον Διονύσιος προσαγορεύει ὁ χαλκοῦς ἐν τοῖς ἐλεγείοις κραυγὴν Καλλιόπης τὴν ποίησιν, ὅτι ἄμφω φωναί· φαύλη δὲ ἡ μεταφορὰ † ταῖς ἀσήμοις φωναῖς † .
53Aristoteles, Rhetorica, 3, 10, 7; 34 (auctor 384BC-322BC)
καὶ τὸ τὰς συνθήκας φάναι τρόπαιον εἶναι πολὺ κάλλιον τῶν ἐν τοῖς πολέμοις γινομένων· τὰ μὲν γὰρ ὑπὲρ μικρῶν καὶ μιᾶς τύχης, αὗται δ' ὑπὲρ παντὸς τοῦ πολέμου· ἄμφω γὰρ νίκης σημεῖα.
54Biblia, Biblia graeca iuxta LXX interpretes, p5, 1; 66
σημεῖά τε ἐν ἔθνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν οὐδὲ φωτίσουσιν ὡς σελήνη.
55Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 2
τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησεν μετ’ ἐμοῦ ὁ θεὸς ὁ ὕψιστος, ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν
56Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 28
ἀντιλαμβάνεται καὶ ῥύεται καὶ ποιεῖ σημεῖα καὶ τέρατα ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὅστις ἐξείλατο τὸν Δανιηλ ἐκ χειρὸς τῶν λεόντων.
57Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 1; 14
Καὶ εἶπεν ὁ θεός Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτὸς καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς
58Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 4; 17
καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου, ἐν ᾗ ποιήσεις ἐν αὐτῇ τὰ σημεῖα.
59Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 4; 28
καὶ ἀνήγγειλεν Μωϋσῆς τῷ Ααρων πάντας τοὺς λόγους κυρίου, οὓς ἀπέστειλεν, καὶ πάντα τὰ σημεῖα, ἃ ἐνετείλατο αὐτῷ.
60Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 4; 30
καὶ ἐλάλησεν Ααρων πάντα τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησεν ὁ θεὸς πρὸς Μωυσῆν, καὶ ἐποίησεν τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ.
61Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 7; 3
ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραω καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ.
62Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 10; 1
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων Εἴσελθε πρὸς Φαραω· ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ, ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ’ αὐτούς·
63Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 10; 2
ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις, καὶ τὰ σημεῖά μου, ἃ ἐποίησα ἐν αὐτοῖς, καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος.
64Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 11; 9
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Οὐκ εἰσακούσεται ὑμῶν Φαραω, ἵνα πληθύνων πληθύνω μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ.
65Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 11; 10
Μωϋσῆς δὲ καὶ Ααρων ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραω· ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου.
66Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 14; 22
ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα, ἃ ἐποίησα ἐν Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, καὶ ἐπείρασάν με τοῦτο δέκατον καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς,
67Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 6; 22
καὶ ἔδωκεν κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραω καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν·
68Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 7; 19
τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα, τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν, ὡς ἐξήγαγέν σε κύριος ὁ θεός σου· οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς ἔθνεσιν, οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν.
69Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 11; 3
καὶ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ, ὅσα ἐποίησεν ἐν μέσῳ Αἰγύπτου Φαραω βασιλεῖ Αἰγύπτου καὶ πάσῃ τῇ γῇ αὐτοῦ,
70Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 28; 46
καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα καὶ ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος,
71Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 29; 2
τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα·
72Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 10; 7
καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ, ποίει πάντα, ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι θεὸς μετὰ σοῦ.
73Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 10; 9
καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουηλ, μετέστρεψεν αὐτῷ ὁ θεὸς καρδίαν ἄλλην· καὶ ἦλθεν πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
74Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 19; 10
καὶ ἔδωκας σημεῖα ἐν Αἰγύπτῳ ἐν Φαραω καὶ ἐν πᾶσιν τοῖς παισὶν αὐτοῦ καὶ ἐν παντὶ τῷ λαῷ τῆς γῆς αὐτοῦ, ὅτι ἔγνως ὅτι ὑπερηφάνησαν ἐπ’ αὐτούς, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη.
75Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 10; 8
τὸ δὲ ἔθνος τὸ ἐμόν, οὗτός ἐστιν Ισραηλ οἱ βοήσαντες πρὸς τὸν θεὸν καὶ σωθέντες· καὶ ἔσωσεν κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐρρύσατο κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων, καὶ ἐποίησεν ὁ θεὸς τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα, ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσιν.
76Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 21; 29
ἐρωτήσατε παραπορευομένους ὁδόν, καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε·
77Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 73; 4
καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν.
78Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 73; 9
τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
79Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 77; 43
ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως·
80Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 134; 9
ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.
81Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 8; 8
εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων.
82Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 36; 5
ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια, δόξασον χεῖρα καὶ βραχίονα δεξιόν·
83Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 45; 3
ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν, ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων· ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ·
84Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 8; 18
ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός, καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ισραηλ παρὰ κυρίου σαβαωθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιων.
85Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 20; 3
καὶ εἶπεν κύριος Ὃν τρόπον πεπόρευται Ησαιας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν·
86Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 44; 25
διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων
87Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 66; 19
καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖα καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσις καὶ Φουδ καὶ Λουδ καὶ Μοσοχ καὶ Θοβελ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασιν τὴν δόξαν μου, καὶ ἀναγγελοῦσίν μου τὴν δόξαν ἐν τοῖς ἔθνεσιν.
88Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 31; 9
δότε σημεῖα τῇ Μωαβ, ὅτι ἁφῇ ἀναφθήσεται, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται· πόθεν ἔνοικος αὐτῇ;
89Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 39; 20
ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοῖς γηγενέσιν καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη
90Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 37
τῷ ὑψίστῳ ἀνθομολογοῦμαι καὶ αἰνῶ τῷ κτίσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰς θαλάσσας καὶ τοὺς ποταμοὺς καὶ πάντα τὰ ἐν αὐτοῖς· ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι αὐτός ἐστι θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων καὶ βασιλεὺς τῶν βασιλέων, ὅτι αὐτὸς ποιεῖ σημεῖα καὶ τέρατα καὶ ἀλλοιοῖ καιροὺς καὶ χρόνους ἀφαιρῶν βασιλείαν βασιλέων καὶ καθιστῶν ἑτέρους ἀντ αὐτῶν.
91Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 37
a ἀπὸ τοῦ νῦν αὐτῷ λατρεύσω, καὶ ἀπὸ τοῦ φόβου αὐτοῦ τρόμος εἴληφέ με, καὶ πάντας τοὺς ἁγίους αὐτοῦ αἰνῶ· οἱ γὰρ θεοὶ τῶν ἐθνῶν οὐκ ἔχουσιν ἐν ἑαυτοῖς ἰσχὺν ἀποστρέψαι βασιλείαν βασιλέως εἰς ἕτερον βασιλέα καὶ ἀποκτεῖναι καὶ ζῆν ποιῆσαι καὶ ποιῆσαι σημεῖα καὶ θαυμάσια μεγάλα καὶ φοβερὰ καὶ ἀλλοιῶσαι ὑπερμεγέθη πράγματα, καθὼς ἐποίησεν ἐν ἐμοὶ ὁ θεὸς τοῦ οὐρανοῦ καὶ ἠλλοίωσεν ἐπ’ ἐμοὶ μεγάλα πράγματα. ἐγὼ πάσας τὰς ἡμέρας τῆς βασιλείας μου περὶ τῆς ψυχῆς μου τῷ ὑψίστῳ θυσίας προσοίσω εἰς ὀσμὴν εὐωδίας τῷ κυρίῳ καὶ τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσω, ἐγὼ καὶ ὁ λαός μου, τὸ ἔθνος μου καὶ αἱ χῶραί μου αἱ ἐν τῇ ἐξουσίᾳ μου. καὶ ὅσοι ἐλάλησαν εἰς τὸν θεὸν τοῦ οὐρανοῦ, καὶ ὅσοι ἂν καταληφθῶσι λαλοῦντές τι, τούτους κατακρινῶ θανάτῳ.
92Biblia, Novum testamentum graece, Mt, 16; 3
καὶ πρωΐ, Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.]
93Biblia, Novum testamentum graece, Mt, 24; 24
ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς·
94Biblia, Novum testamentum graece, Mc, 13; 22
ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, τοὺς ἐκλεκτούς.
95Biblia, Novum testamentum graece, Mc, 16; 17
σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν καιναῖς,
96Biblia, Novum testamentum graece, Lc, 21; 11
σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα ἔσται.
97Biblia, Novum testamentum graece, Lc, 21; 25
Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου,
98Biblia, Novum testamentum graece, Io, 2; 23
Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει·
99Biblia, Novum testamentum graece, Io, 3; 2
οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ, Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ’ αὐτοῦ.
100Biblia, Novum testamentum graece, Io, 4; 48
εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν, Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.
101Biblia, Novum testamentum graece, Io, 6; 2
ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
102Biblia, Novum testamentum graece, Io, 6; 26
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
103Biblia, Novum testamentum graece, Io, 7; 31
Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον, Ὁ Χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;
104Biblia, Novum testamentum graece, Io, 9; 16
ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι [δὲ] ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
105Biblia, Novum testamentum graece, Io, 11; 47
συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;
106Biblia, Novum testamentum graece, Io, 12; 37
Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,
107Biblia, Novum testamentum graece, Io, 20; 30
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν [αὐτοῦ], ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·
108Biblia, Novum testamentum graece, Act, 2; 19
καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
109Biblia, Novum testamentum graece, Act, 2; 43
Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
110Biblia, Novum testamentum graece, Act, 4; 30
ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
111Biblia, Novum testamentum graece, Act, 5; 12
Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ Στοᾷ Σολομῶντος.
112Biblia, Novum testamentum graece, Act, 6; 8
Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
113Biblia, Novum testamentum graece, Act, 7; 36
οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα.
114Biblia, Novum testamentum graece, Act, 8; 6
προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει·
115Biblia, Novum testamentum graece, Act, 8; 13
ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο.
116Biblia, Novum testamentum graece, Act, 14; 3
ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
117Biblia, Novum testamentum graece, Act, 15; 12
Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν.
118Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 22
ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν,
119Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 12
τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν.
120Biblia, Novum testamentum graece, Apoc, 13; 13
καὶ ποιεῖ σημεῖα μεγάλα, ἵνα καὶ πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ καταβαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
121Biblia, Novum testamentum graece, Apoc, 13; 14
καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃς ἔχει τὴν πληγὴν τῆς μαχαίρης καὶ ἔζησεν.
122Biblia, Novum testamentum graece, Apoc, 16; 14
εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς μεγάλης ἡμέρας τοῦ θεοῦ τοῦ παντοκράτορος.
123Biblia, Novum testamentum graece, Apoc, 19; 20
καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετ’ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς καιομένης ἐν θείῳ.
124Euclides, Elementa, 1, def., 3; 1 (auctor fl.300BC)
Γραμμῆς δὲ πέρατα σημεῖα.
125Euclides, Elementa, 1, prop., 1; 4 (auctor fl.300BC)
Κέντρῳ μὲν τῷ Α διαστήματι δὲ τῷ ΑΒ κύκλος γεγράφθω ὁ ΒΓΔ, καὶ πάλιν κέντρῳ μὲν τῷ Β διαστήματι δὲ τῷ ΒΑ κύκλος γεγράφθω ὁ ΑΓΕ, καὶ ἀπὸ τοῦ Γ σημείου, καθ' ὃ τέμνουσιν ἀλλήλους οἱ κύκλοι, ἐπὶ τὰ Α, Β σημεῖα ἐπεζεύχθωσαν εὐθεῖαι αἱ ΓΑ, ΓΒ.
126Euclides, Elementa, 1, prop., 23; 3 (auctor fl.300BC)
Εἰλήφθω ἐφ' ἑκατέρας τῶν ΓΔ, ΓΕ τυχόντα σημεῖα τὰ Δ, Ε, καὶ ἐπεζεύχθω ἡ ΔΕ· καὶ ἐκ τριῶν εὐθειῶν, αἵ εἰσιν ἴσαι τρισὶ ταῖς ΓΔ, ΔΕ, ΓΕ, τρίγωνον συνεστάτω τὸ ΑΖΗ, ὥστε ἴσην εἶναι τὴν μὲν ΓΔ τῇ ΑΖ, τὴν δὲ ΓΕ τῇ ΑΗ, καὶ ἔτι τὴν ΔΕ τῇ ΖΗ.
127Euclides, Elementa, 1, prop., 44; 6 (auctor fl.300BC)
ἐκβεβλήσθωσαν καὶ συμπιπτέτωσαν κατὰ τὸ Κ, καὶ διὰ τοῦ Κ σημείου ὁποτέρᾳ τῶν ΕΑ, ΖΘ παράλληλος ἤχθω ἡ ΚΛ, καὶ ἐκβεβλήσθωσαν αἱ ΘΑ, ΗΒ ἐπὶ τὰ Λ, Μ σημεῖα.
128Euclides, Elementa, 2, prop., 1; 2 (auctor fl.300BC)
Ἔστωσαν δύο εὐθεῖαι αἱ Α, ΒΓ, καὶ τετμήσθω ἡ ΒΓ, ὡς ἔτυχεν, κατὰ τὰ Δ, Ε σημεῖα· λέγω, ὅτι τὸ ὑπὸ τῶν Α, ΒΓ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ τε ὑπὸ τῶν Α, ΒΔ περιεχομένῳ ὀρθογωνίῳ καὶ τῷ ὑπὸ τῶν Α, ΔΕ καὶ ἔτι τῷ ὑπὸ τῶν Α, ΕΓ.
129Euclides, Elementa, 3, prop., 2; 1 (auctor fl.300BC)
Ἐὰν κύκλου ἐπὶ τῆς περιφερείας ληφθῇ δύο τυχόντα σημεῖα, ἡ ἐπὶ τὰ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐντὸς πεσεῖται τοῦ κύκλου.
130Euclides, Elementa, 3, prop., 2; 2 (auctor fl.300BC)
Ἔστω κύκλος ὁ ΑΒΓ, καὶ ἐπὶ τῆς περιφερείας αὐτοῦ εἰλήφθω δύο τυχόντα σημεῖα τὰ Α, Β· λέγω, ὅτι ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β ἐπιζευγνυμένη εὐθεῖα ἐντὸς πεσεῖται τοῦ κύκλου.
131Euclides, Elementa, 3, prop., 2; 11 (auctor fl.300BC)
Ἐὰν ἄρα κύκλου ἐπὶ τῆς περιφερείας ληφθῇ δύο τυχόντα σημεῖα, ἡ ἐπὶ τὰ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐντὸς πεσεῖται τοῦ κύκλου· ὅπερ ἔδει δεῖξαι.
132Euclides, Elementa, 3, prop., 5; 2 (auctor fl.300BC)
Δύο γὰρ κύκλοι οἱ ΑΒΓ, ΓΔΗ τεμνέτωσαν ἀλλήλους κατὰ τὰ Β, Γ σημεῖα.
133Euclides, Elementa, 3, prop., 9; 3 (auctor fl.300BC)
Ἐπεζεύχθωσαν γὰρ αἱ ΑΒ, ΒΓ καὶ τετμήσθωσαν δίχα κατὰ τὰ Ε, Ζ σημεῖα, καὶ ἐπιζευχθεῖσαι αἱ ΕΔ, ΖΔ διήχθωσαν ἐπὶ τὰ Η, Κ, Θ, Λ σημεῖα.
134Euclides, Elementa, 3, prop., 10; 1 (auctor fl.300BC)
Κύκλος κύκλον οὐ τέμνει κατὰ πλείονα σημεῖα ἢ δύο.
135Euclides, Elementa, 3, prop., 10; 2 (auctor fl.300BC)
Εἰ γὰρ δυνατόν, κύκλος ὁ ΑΒΓ κύκλον τὸν ΔΕΖ τεμνέτω κατὰ πλείονα σημεῖα ἢ δύο τὰ Β, Η, Ζ, Θ, καὶ ἐπιζευχθεῖσαι αἱ ΒΘ, ΒΗ δίχα τεμνέσθωσαν κατὰ τὰ Κ, Λ σημεῖα· καὶ ἀπὸ τῶν Κ, Λ ταῖς ΒΘ, ΒΗ πρὸς ὀρθὰς ἀχθεῖσαι αἱ ΚΓ, ΛΜ διήχθωσαν ἐπὶ τὰ Α, Ε σημεῖα.
136Euclides, Elementa, 3, prop., 10; 7 (auctor fl.300BC)
Οὐκ ἄρα κύκλος κύκλον τέμνει κατὰ πλείονα σημεῖα ἢ δύο· ὅπερ ἔδει δεῖξαι.
137Euclides, Elementa, 3, prop., 13; 1 (auctor fl.300BC)
Κύκλος κύκλου οὐκ ἐφάπτεται κατὰ πλείονα σημεῖα ἢ καθ' ἕν, ἐάν τε ἐντὸς ἐάν τε ἐκτὸς ἐφάπτηται.
138Euclides, Elementa, 3, prop., 13; 2 (auctor fl.300BC)
Εἰ γὰρ δυνατόν, κύκλος ὁ ΑΒΓΔ κύκλου τοῦ ΕΒΖΔ ἐφαπτέσθω πρότερον ἐντὸς κατὰ πλείονα σημεῖα ἢ ἓν τὰ Δ, Β.
139Euclides, Elementa, 3, prop., 13; 7 (auctor fl.300BC)
πάλιν, ἐπεὶ τὸ Θ σημεῖον κέντρον ἐστὶ τοῦ ΕΒΖΔ κύκλου, ἴση ἐστὶν ἡ ΒΘ τῇ ΘΔ· ἐδείχθη δὲ αὐτῆς καὶ πολλῷ μείζων· ὅπερ ἀδύνατον· οὐκ ἄρα κύκλος κύκλου ἐφάπτεται ἐντὸς κατὰ πλείονα σημεῖα ἢ ἕν.
140Euclides, Elementa, 3, prop., 13; 9 (auctor fl.300BC)
Εἰ γὰρ δυνατόν, κύκλος ὁ ΑΓΚ κύκλου τοῦ ΑΒΓΔ ἐφαπτέσθω ἐκτὸς κατὰ πλείονα σημεῖα ἢ ἓν τὰ Α, Γ, καὶ ἐπεζεύχθω ἡ ΑΓ.
141Euclides, Elementa, 3, prop., 13; 10 (auctor fl.300BC)
Ἐπεὶ οὖν κύκλων τῶν ΑΒΓΔ, ΑΓΚ εἴληπται ἐπὶ τῆς περιφερείας ἑκατέρου δύο τυχόντα σημεῖα τὰ Α, Γ, ἡ ἐπὶ τὰ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐντὸς ἑκατέρου πεσεῖται· ἀλλὰ τοῦ μὲν ΑΒΓΔ ἐντὸς ἔπεσεν, τοῦ δὲ ΑΓΚ ἐκτός· ὅπερ ἄτοπον· οὐκ ἄρα κύκλος κύκλου ἐφάπτεται ἐκτὸς κατὰ πλείονα σημεῖα ἢ ἕν.
142Euclides, Elementa, 3, prop., 13; 12 (auctor fl.300BC)
Κύκλος ἄρα κύκλου οὐκ ἐφάπτεται κατὰ πλείονα σημεῖα ἢ [καθ'] ἕν, ἐάν τε ἐντὸς ἐάν τε ἐκτὸς ἐφάπτηται· ὅπερ ἔδει δεῖξαι.
143Euclides, Elementa, 3, prop., 24; 4 (auctor fl.300BC)
εἰ γὰρ ἡ ΑΒ εὐθεῖα ἐπὶ τὴν ΓΔ ἐφαρμόσει, τὸ δὲ ΑΕΒ τμῆμα ἐπὶ τὸ ΓΖΔ μὴ ἐφαρμόσει, ἤτοι ἐντὸς αὐτοῦ πεσεῖται ἢ ἐκτὸς ἢ παραλλάξει ὡς τὸ ΓΗΔ, καὶ κύκλος κύκλον τέμνει κατὰ πλείονα σημεῖα ἢ δύο· ὅπερ ἐστὶν ἀδύνατον.
144Euclides, Elementa, 4, prop., 3; 3 (auctor fl.300BC)
Ἐκβεβλήσθω ἡ ΕΖ ἐφ' ἑκάτερα τὰ μέρη κατὰ τὰ Η, Θ σημεῖα, καὶ εἰλήφθω τοῦ ΑΒΓ κύκλου κέντρον τὸ Κ, καὶ διήχθω, ὡς ἔτυχεν, εὐθεῖα ἡ ΚΒ, καὶ συνεστάτω πρὸς τῇ ΚΒ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ Κ τῇ μὲν ὑπὸ ΔΕΗ γωνίᾳ ἴση ἡ ὑπὸ ΒΚΑ, τῇ δὲ ὑπὸ ΔΖΘ ἴση ἡ ὑπὸ ΒΚΓ, καὶ διὰ τῶν Α, Β, Γ σημείων ἤχθωσαν ἐφαπτόμεναι τοῦ ΑΒΓ κύκλου αἱ ΛΑΜ, ΜΒΝ, ΝΓΛ.
145Euclides, Elementa, 4, prop., 3; 4 (auctor fl.300BC)
Καὶ ἐπεὶ ἐφάπτονται τοῦ ΑΒΓ κύκλου αἱ ΛΜ, ΜΝ, ΝΛ κατὰ τὰ Α, Β, Γ σημεῖα, ἀπὸ δὲ τοῦ Κ κέντρου ἐπὶ τὰ Α, Β, Γ σημεῖα ἐπεζευγμέναι εἰσὶν αἱ ΚΑ, ΚΒ, ΚΓ, ὀρθαὶ ἄρα εἰσὶν αἱ πρὸς τοῖς Α, Β, Γ σημείοις γωνίαι.
146Euclides, Elementa, 4, prop., 5; 3 (auctor fl.300BC)
Τετμήσθωσαν αἱ ΑΒ, ΑΓ εὐθεῖαι δίχα κατὰ τὰ Δ, Ε σημεῖα, καὶ ἀπὸ τῶν Δ, Ε σημείων ταῖς ΑΒ, ΑΓ πρὸς ὁρθὰς ἤχθωσαν αἱ ΔΖ, ΕΖ· συμπεσοῦνται δὴ ἤτοι ἐντὸς τοῦ ΑΒΓ τριγώνου ἢ ἐπὶ τῆς ΒΓ εὐθείας ἢ ἐκτὸς τῆς ΒΓ.
147Euclides, Elementa, 4, prop., 8; 3 (auctor fl.300BC)
Τετμήσθω ἑκατέρα τῶν ΑΔ, ΑΒ δίχα κατὰ τὰ Ε, Ζ σημεῖα, καὶ διὰ μὲν τοῦ Ε ὁποτέρᾳ τῶν ΑΒ, ΓΔ παράλληλος ἤχθω ἡ ΕΘ, διὰ δὲ τοῦ Ζ ὁποτέρᾳ τῶν ΑΔ, ΒΓ παράλληλος ἤχθω ἡ ΖΚ· παραλληλόγραμμον ἄρα ἐστὶν ἕκαστον τῶν ΑΚ, ΚΒ, ΑΘ, ΘΔ, ΑΗ, ΗΓ, ΒΗ, ΗΔ, καὶ αἱ ἀπεναντίον αὐτῶν πλευραὶ δηλονότι ἴσαι [εἰσίν].
148Euclides, Elementa, 4, prop., 12; 3 (auctor fl.300BC)
Νενοήσθω τοῦ ἐγγεγραμμένου πενταγώνου τῶν γωνιῶν σημεῖα τὰ Α, Β, Γ, Δ, Ε, ὥστε ἴσας εἶναι τὰς ΑΒ, ΒΓ, ΓΔ, ΔΕ, ΕΑ περιφερείας· καὶ διὰ τῶν Α, Β, Γ, Δ, Ε ἤχθωσαν τοῦ κύκλου ἐφαπτόμεναι αἱ ΗΘ, ΘΚ, ΚΛ, ΛΜ, ΜΗ, καὶ εἰλήφθω τοῦ ΑΒΓΔΕ κύκλου κέντρον τὸ Ζ, καὶ ἐπεζεύχθωσαν αἱ ΖΒ, ΖΚ, ΖΓ, ΖΛ, ΖΔ.
149Euclides, Elementa, 4, prop., 14; 3 (auctor fl.300BC)
Τετμήσθω δὴ ἑκατέρα τῶν ὑπὸ ΒΓΔ, ΓΔΕ γωνιῶν δίχα ὑπὸ ἑκατέρας τῶν ΓΖ, ΔΖ, καὶ ἀπὸ τοῦ Ζ σημείου, καθ' ὃ συμβάλλουσιν αἱ εὐθεῖαι, ἐπὶ τὰ Β, Α, Ε σημεῖα ἐπεζεύχθωσαν εὐθεῖαι αἱ ΖΒ, ΖΑ, ΖΕ.
150Euclides, Elementa, 4, prop., 15; 3 (auctor fl.300BC)
Ἤχθω τοῦ ΑΒΓΔΕΖ κύκλου διάμετρος ἡ ΑΔ, καὶ εἰλήφθω τὸ κέντρον τοῦ κύκλου τὸ Η, καὶ κέντρῳ μὲν τῷ Δ διαστήματι δὲ τῷ ΔΗ κύκλος γεγράφθω ὁ ΕΗΓΘ, καὶ ἐπιζευχθεῖσαι αἱ ΕΗ, ΓΗ διήχθωσαν ἐπὶ τὰ Β, Ζ σημεῖα, καὶ ἐπεζεύχθωσαν αἱ ΑΒ, ΒΓ, ΓΔ, ΔΕ, ΕΖ, ΖΑ· λέγω, ὅτι τὸ ΑΒΓΔΕΖ ἑξάγωνον ἰσόπλευρόν τέ ἐστι καὶ ἰσογώνιον.
151Euclides, Elementa, 6, prop., 1; 3 (auctor fl.300BC)
Ἐκβεβλήσθω γὰρ ἡ ΒΔ ἐφ' ἑκάτερα τὰ μέρη ἐπὶ τὰ Θ, Λ σημεῖα, καὶ κείσθωσαν τῇ μὲν ΒΓ βάσει ἴσαι [O(SAIDHPOTOU=N] AI( ΒΗ, ΗΘ, τῇ δὲ ΓΔ βάσει ἴσαι ὁσαιδηποτοῦν αἱ ΔΚ, ΚΛ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΗ, ΑΘ, ΑΚ, ΑΛ.
152Euclides, Elementa, 6, prop., 10; 2 (auctor fl.300BC)
Ἔστω ἡ μὲν δοθεῖσα εὐθεῖα ἄτμητος ἡ ΑΒ, ἡ δὲ τετμημένη ἡ ΑΓ κατὰ τὰ Δ, Ε σημεῖα, καὶ κείσθωσαν ὥστε γωνίαν τυχοῦσαν περιέχειν, καὶ ἐπεζεύχθω ἡ ΓΒ, καὶ διὰ τῶν Δ, Ε τῇ ΒΓ παράλληλοι ἤχθωσαν αἱ ΔΖ, ΕΗ, διὰ δὲ τοῦ Δ τῇ ΑΒ παράλληλος ἤχθω ἡ ΔΘΚ.
153Euclides, Elementa, 6, prop., 11; 4 (auctor fl.300BC)
ἐκβεβλήσθωσαν γὰρ ἐπὶ τὰ Δ, Ε σημεῖα, καὶ κείσθω τῇ ΑΓ ἴση ἡ ΒΔ, καὶ ἐπεζεύχθω ἡ ΒΓ, καὶ διὰ τοῦ Δ παράλληλος αὐτῇ ἤχθω ἡ ΔΕ.
154Euclides, Elementa, 10, prop1, 41; 15 (auctor fl.300BC)
ἴση δὲ ἡ ΑΕ τῇ ΕΒ· ἐλάττων ἄρα ἡ ΔΕ τῆς ΕΓ· τὰ Γ, Δ ἄρα σημεῖα οὐκ ἴσον ἀπέχουσι τῆς διχοτομίας.
155Euclides, Elementa, 10, prop1, 42; 9 (auctor fl.300BC)
διὰ δὴ τοῦτο καὶ τὰ Γ, Δ σημεῖα οὐκ ἴσον ἀπέχουσι τῆς διχοτομίας.
156Euclides, Elementa, 11, prop., 2; 3 (auctor fl.300BC)
Εἰλήφθω γὰρ ἐπὶ τῶν ΕΓ, ΕΒ τυχόντα σημεῖα τὰ Ζ, Η, καὶ ἐπεζεύχθωσαν αἱ ΓΒ, ΖΗ, καὶ διήχθωσαν αἱ ΖΘ, ΗΚ· λέγω πρῶτον, ὅτι τὸ ΕΓΒ τρίγωνον ἐν ἑνί ἐστιν ἐπιπέδῳ.
157Euclides, Elementa, 11, prop., 6; 3 (auctor fl.300BC)
Συμβαλλέτωσαν γὰρ τῷ ὑποκειμένῳ ἐπιπέδῳ κατὰ τὰ Β, Δ σημεῖα, καὶ ἐπεζεύχθω ἡ ΒΔ εὐθεῖα, καὶ ἤχθω τῇ ΒΔ πρὸς ὀρθὰς ἐν τῷ ὑποκειμένῳ ἐπιπέδῳ ἡ ΔΕ, καὶ κείσθω τῇ ΑΒ ἴση ἡ ΔΕ, καὶ ἐπεζεύχθωσαν αἱ ΒΕ, ΑΕ, ΑΔ.
158Euclides, Elementa, 11, prop., 7; 1 (auctor fl.300BC)
Ἐὰν ὦσι δύο εὐθεῖαι παράλληλοι, ληφθῇ δὲ ἐφ' ἑκατέρας αὐτῶν τυχόντα σημεῖα, ἡ ἐπὶ τὰ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐν τῷ αὐτῷ ἐπιπέδῳ ἐστὶ ταῖς παραλλήλοις.
159Euclides, Elementa, 11, prop., 7; 2 (auctor fl.300BC)
Ἔστωσαν δύο εὐθεῖαι παράλληλοι αἱ ΑΒ, ΓΔ, καὶ εἰλήφθω ἐφ' ἑκατέρας αὐτῶν τυχόντα σημεῖα τὰ Ε, Ζ· λέγω, ὅτι ἡ ἐπὶ τὰ Ε, Ζ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐν τῷ αὐτῷ ἐπιπέδῳ ἐστὶ ταῖς παραλλήλοις.
160Euclides, Elementa, 11, prop., 7; 6 (auctor fl.300BC)
Ἐὰν ἄρα ὦσι δύο εὐθεῖαι παράλληλοι, ληφθῇ δὲ ἐφ' ἑκατέρας αὐτῶν τυχόντα σημεῖα, ἡ ἐπὶ τὰ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐν τῷ αὐτῷ ἐπιπέδῳ ἐστὶ ταῖς παραλλήλοις· ὅπερ ἔδει δεῖξαι.
161Euclides, Elementa, 11, prop., 8; 3 (auctor fl.300BC)
Συμβαλλέτωσαν γὰρ αἱ ΑΒ, ΓΔ τῷ ὑποκειμένῳ ἐπιπέδῳ κατὰ τὰ Β, Δ σημεῖα, καὶ ἐπεζεύχθω ἡ ΒΔ· αἱ ΑΒ, ΓΔ, ΒΔ ἄρα ἐν ἑνί εἰσιν ἐπιπέδῳ.
162Euclides, Elementa, 11, prop., 16; 5 (auctor fl.300BC)
καὶ ἐπεὶ ἡ ΕΖΚ ἐν τῷ ΑΒ ἐστιν ἐπιπέδῳ, καὶ πάντα ἄρα τὰ ἐπὶ τῆς ΕΖΚ σημεῖα ἐν τῷ ΑΒ ἐστιν ἐπιπέδῳ.
163Euclides, Elementa, 11, prop., 17; 2 (auctor fl.300BC)
Δύο γὰρ εὐθεῖαι αἱ ΑΒ, ΓΔ ὑπὸ παραλλήλων ἐπιπέδων τῶν ΗΘ, ΚΛ, ΜΝ τεμνέσθωσαν κατὰ τὰ Α, Ε, Β, Γ, Ζ, Δ σημεῖα· λέγω, ὅτι ἐστὶν ὡς ἡ ΑΕ εὐθεῖα πρὸς τὴν ΕΒ, οὕτως ἡ ΓΖ πρὸς τὴν ΖΔ.
164Euclides, Elementa, 11, prop., 20; 4 (auctor fl.300BC)
εἰ δὲ οὔ, ἔστω μείζων ἡ ὑπὸ ΒΑΓ, καὶ συνεστάτω πρὸς τῇ ΑΒ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ Α τῇ ὑπὸ ΔΑΒ γωνίᾳ ἐν τῷ διὰ τῶν ΒΑΓ ἐπιπέδῳ ἴση ἡ ὑπὸ ΒΑΕ, καὶ κείσθω τῇ ΑΔ ἴση ἡ ΑΕ, καὶ διὰ τοῦ Ε σημείου διαχθεῖσα ἡ ΒΕΓ τεμνέτω τὰς ΑΒ, ΑΓ εὐθείας κατὰ τὰ Β, Γ σημεῖα, καὶ ἐπεζεύχθωσαν αἱ ΔΒ, ΔΓ.
165Euclides, Elementa, 11, prop., 21; 3 (auctor fl.300BC)
Εἰλήφθω γὰρ ἐφ' ἑκάστης τῶν ΑΒ, ΑΓ, ΑΔ τυχόντα σημεῖα τὰ Β, Γ, Δ, καὶ ἐπεζεύχθωσαν αἱ ΒΓ, ΓΔ, ΔΒ.
166Euclides, Elementa, 11, prop., 31; 19 (auctor fl.300BC)
ἤχθωσαν γὰρ ἀπὸ τῶν Κ, Ε, Η, Μ, Π, Ζ, Ν, Σ σημείων ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον κάθετοι αἱ ΚΞ, ΕΤ, ΗΥ, ΜΦ, ΠΧ, ΖΨ, ΝΩ, ΣΙ, καὶ συμβαλλέτωσαν τῷ ἐπιπέδῳ κατὰ τὰ Ξ, Τ, Υ, Φ, Χ, Ψ, Ω, Ι σημεῖα, καὶ ἐπεζεύχθωσαν αἱ ΞΤ, ΞΥ, ΥΦ, ΤΦ, ΧΨ, ΧΩ, ΩΙ, ΙΨ.
167Euclides, Elementa, 11, prop., 35; 1 (auctor fl.300BC)
Ἐὰν ὦσι δύο γωνίαι ἐπίπεδοι ἴσαι, ἐπὶ δὲ τῶν κορυφῶν αὐτῶν μετέωροι εὐθεῖαι ἐπισταθῶσιν ἴσας γωνίας περιέχουσαι μετὰ τῶν ἐξ ἀρχῆς εὐθειῶν ἑκατέραν ἑκατέρᾳ, ἐπὶ δὲ τῶν μετεώρων ληφθῇ τυχόντα σημεῖα, καὶ ἀπ' αὐτῶν ἐπὶ τὰ ἐπίπεδα, ἐν οἷς εἰσιν αἱ ἐξ ἀρχῆς γωνίαι, κάθετοι ἀχθῶσιν, ἀπὸ δὲ τῶν γενομένων σημείων ἐν τοῖς ἐπιπέδοις ἐπὶ τὰς ἐξ ἀρχῆς γωνίας ἐπιζευχθῶσιν εὐθεῖαι, ἴσας γωνίας περιέξουσι μετὰ τῶν μετεώρων.
168Euclides, Elementa, 11, prop., 35; 2 (auctor fl.300BC)
Ἔστωσαν δύο γωνίαι εὐθύγραμμοι ἴσαι αἱ ὑπὸ ΒΑΓ, ΕΔΖ, ἀπὸ δὲ τῶν Α, Δ σημείων μετέωροι εὐθεῖαι ἐφεστάτωσαν αἱ ΑΗ, ΔΜ ἴσας γωνίας περιέχουσαι μετὰ τῶν ἐξ ἀρχῆς εὐθειῶν ἑκατέραν ἑκατέρᾳ, τὴν μὲν ὑπὸ ΜΔΕ τῇ ὑπὸ ΗΑΒ, τὴν δὲ ὑπὸ ΜΔΖ τῇ ὑπὸ ΗΑΓ, καὶ εἰλήφθω ἐπὶ τῶν ΑΗ, ΔΜ τυχόντα σημεῖα τὰ Η, Μ, καὶ ἤχθωσαν ἀπὸ τῶν Η, Μ σημείων ἐπὶ τὰ διὰ τῶν ΒΑΓ, ΕΔΖ ἐπίπεδα κάθετοι αἱ ΗΛ, ΜΝ, καὶ συμβαλλέτωσαν τοῖς ἐπιπέδοις κατὰ τὰ Ν, Λ, καὶ ἐπεζεύχθωσαν αἱ ΛΑ, ΝΔ· λέγω, ὅτι ἴση ἐστὶν ἡ ὑπὸ ΗΑΛ γωνία τῇ ὑπὸ ΜΔΝ γωνίᾳ.
169Euclides, Elementa, 11, prop., 38; 2 (auctor fl.300BC)
Κύβου γὰρ τοῦ ΑΖ τῶν ἀπεναντίον ἐπιπέδων τῶν ΓΖ, ΑΘ αἱ πλευραὶ δίχα τετμήσθωσαν κατὰ τὰ Κ, Λ, Μ, Ν, Ξ, Π, Ο, Ρ σημεῖα, διὰ δὲ τῶν τομῶν ἐπίπεδα ἐκβεβλήσθω τὰ ΚΝ, ΞΡ, κοινὴ δὲ τομὴ τῶν ἐπιπέδων ἔστω ἡ ΥΣ, τοῦ δὲ ΑΖ κύβου διαγώνιος ἡ ΔΗ.
170Euclides, Elementa, 12, prop., 2; 6 (auctor fl.300BC)
τετμήσθωσαν δίχα αἱ ΕΖ, ΖΗ, ΗΘ, ΘΕ περιφέρειαι κατὰ τὰ Κ, Λ, Μ, Ν σημεῖα, καὶ ἐπεζεύχθωσαν αἱ ΕΚ, ΚΖ, ΖΛ, ΛΗ, ΗΜ, ΜΘ, ΘΝ, ΝΕ· καὶ ἕκαστον ἄρα τῶν ΕΚΖ, ΖΛΗ, ΗΜΘ, ΘΝΕ τριγώνων μεῖζόν ἐστιν ἢ τὸ ἥμισυ τοῦ καθ' ἑαυτὸ τμήματος τοῦ κύκλου, ἐπειδήπερ ἐὰν διὰ τῶν Κ, Λ, Μ, Ν σημείων ἐφαπτομένας τοῦ κύκλου ἀγάγωμεν καὶ ἀναπληρώσωμεν τὰ ἐπὶ τῶν ΕΖ, ΖΗ, ΗΘ, ΘΕ εὐθειῶν παραλληλόγραμμα, ἕκαστον τῶν ΕΚΖ, ΖΛΗ, ΗΜΘ, ΘΝΕ τριγώνων ἥμισυ ἔσται τοῦ καθ' ἑαυτὸ παραλληλογράμμου, ἀλλὰ τὸ καθ' ἑαυτὸ τμῆμα ἔλαττόν ἐστι τοῦ παραλληλογράμμου· ὥστε ἕκαστον τῶν ΕΚΖ, ΖΛΗ, ΗΜΘ, ΘΝΕ τριγώνων μεῖζόν ἐστι τοῦ ἡμίσεως τοῦ καθ' ἑαυτὸ τμήματος τοῦ κύκλου.
171Euclides, Elementa, 12, prop., 3; 3 (auctor fl.300BC)
Τετμήσθωσαν γὰρ αἱ ΑΒ, ΒΓ, ΓΑ, ΑΔ, ΔΒ, ΔΓ δίχα κατὰ τὰ Ε, Ζ, Η, Θ, Κ, Λ σημεῖα, καὶ ἐπεζεύχθωσαν αἱ ΘΕ, ΕΗ, ΗΘ, ΘΚ, ΚΛ, ΛΘ, ΚΖ, ΖΗ.
172Euclides, Elementa, 12, prop., 3; 26 (auctor fl.300BC)
καὶ φανερόν, ὅτι ἑκάτερον τῶν πρισμάτων, οὗ τε βάσις τὸ ΕΒΖΗ παραλληλόγραμμον, ἀπεναντίον δὲ ἡ ΘΚ εὐθεῖα, καὶ οὗ βάσις τὸ ΗΖΓ τρίγωνον, ἀπεναντίον δὲ τὸ ΘΚΛ τρίγωνον, μεῖζόν ἐστιν ἑκατέρας τῶν πυραμίδων, ὧν βάσεις μὲν τὰ ΑΕΗ, ΘΚΛ τρίγωνα, κορυφαὶ δὲ τὰ Θ, Δ σημεῖα, ἐπειδήπερ [καὶ] ἐὰν ἐπιζεύξωμεν τὰς ΕΖ, ΕΚ εὐθείας, τὸ μὲν πρίσμα, οὗ βάσις τὸ ΕΒΖΗ παραλληλόγραμμον, ἀπεναντίον δὲ ἡ ΘΚ εὐθεῖα, μεῖζόν ἐστι τῆς πυραμίδος, ἧς βάσις τὸ ΕΒΖ τρίγωνον, κορυφὴ δὲ τὸ Κ σημεῖον.
173Euclides, Elementa, 12, prop., 3; 30 (auctor fl.300BC)
τὰ ἄρα εἰρημένα δύο πρίσματα μείζονά ἐστι τῶν εἰρημένων δύο πυραμίδων, ὧν βάσεις μὲν τὰ ΑΕΗ, ΘΚΛ τρίγωνα, κορυφαὶ δὲ τὰ Θ, Δ σημεῖα.
174Euclides, Elementa, 12, prop., 4; 2 (auctor fl.300BC)
Ἔστωσαν δύο πυραμίδες ὑπὸ τὸ αὐτὸ ὕψος τριγώνους ἔχουσαι βάσεις τὰς ΑΒΓ, ΔΕΖ, κορυφὰς δὲ τὰ Η, Θ σημεῖα, καὶ διῃρήσθω ἑκατέρα αὐτῶν εἴς τε δύο πυραμίδας ἴσας ἀλλήλαις καὶ ὁμοίας τῇ ὅλῃ καὶ εἰς δύο πρίσματα ἴσα· λέγω, ὅτι ἐστὶν ὡς ἡ ΑΒΓ βάσις πρὸς τὴν ΔΕΖ βάσιν, οὕτως τὰ ἐν τῇ ΑΒΓΗ πυραμίδι πρίσματα πάντα πρὸς τὰ ἐν τῇ ΔΕΖΘ πυραμίδι πρίσματα ἰσοπληθῆ.
175Euclides, Elementa, 12, prop., 5; 2 (auctor fl.300BC)
Ἔστωσαν ὑπὸ τὸ αὐτὸ ὕψος πυραμίδες, ὧν βάσεις μὲν τὰ ΑΒΓ, ΔΕΖ τρίγωνα, κορυφαὶ δὲ τὰ Η, Θ σημεῖα· λέγω, ὅτι ἐστὶν ὡς ἡ ΑΒΓ βάσις πρὸς τὴν ΔΕΖ βάσιν, οὕτως ἡ ΑΒΓΗ πυραμὶς πρὸς τὴν ΔΕΖΘ πυραμίδα.
176Euclides, Elementa, 12, prop., 6; 2 (auctor fl.300BC)
Ἔστωσαν ὑπὸ τὸ αὐτὸ ὕψος πυραμίδες, ὧν [αἱ] βάσεις μὲν τὰ ΑΒΓΔΕ, ΖΗΘΚΛ πολύγωνα, κορυφαὶ δὲ τὰ Μ, Ν σημεῖα· λέγω, ὅτι ἐστὶν ὡς ἡ ΑΒΓΔΕ βάσις πρὸς τὴν ΖΗΘΚΛ βάσιν, οὕτως ἡ ΑΒΓΔΕΜ πυραμὶς πρὸς τὴν ΖΗΘΚΛΝ πυραμίδα.
177Euclides, Elementa, 12, prop., 8; 2 (auctor fl.300BC)
Ἔστωσαν ὅμοιαι καὶ ὁμοίως κείμεναι πυραμίδες, ὧν βάσεις μέν εἰσι τὰ ΑΒΓ, ΔΕΖ τρίγωνα, κορυφαὶ δὲ τὰ Η, Θ σημεῖα· λέγω, ὅτι ἡ ΑΒΓΗ πυραμὶς πρὸς τὴν ΔΕΖΘ πυραμίδα τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΓ πρὸς τὴν ΕΖ.
178Euclides, Elementa, 12, prop., 9; 2 (auctor fl.300BC)
Ἔστωσαν γὰρ ἴσαι πυραμίδες τριγώνους βάσεις ἔχουσαι τὰς ΑΒΓ, ΔΕΖ, κορυφὰς δὲ τὰ Η, Θ σημεῖα· λέγω, ὅτι τῶν ΑΒΓΗ, ΔΕΖΘ πυραμίδων ἀντιπεπόνθασιν αἱ βάσεις τοῖς ὕψεσιν, καί ἐστιν ὡς ἡ ΑΒΓ βάσις πρὸς τὴν ΔΕΖ βάσιν, οὕτως τὸ τῆς ΔΕΖΘ πυραμίδος ὕψος πρὸς τὸ τῆς ΑΒΓΗ πυραμίδος ὕψος.
179Euclides, Elementa, 12, prop., 10; 7 (auctor fl.300BC)
τετμήσθωσαν αἱ ΑΒ, ΒΓ, ΓΔ, ΔΑ περιφέρειαι δίχα κατὰ τὰ Ε, Ζ, Η, Θ σημεῖα, καὶ ἐπεζεύχθωσαν αἱ ΑΕ, ΕΒ, ΒΖ, ΖΓ, ΓΗ, ΗΔ, ΔΘ, ΘΑ· καὶ ἕκαστον ἄρα τῶν ΑΕΒ, ΒΖΓ, ΓΗΔ, ΔΘΑ τριγώνων μεῖζόν ἐστιν ἢ τὸ ἥμισυ τοῦ καθ' ἑαυτὸ τμήματος τοῦ ΑΒΓΔ κύκλου, ὡς ἔμπροσθεν ἐδείκνυμεν.
180Euclides, Elementa, 12, prop., 10; 21 (auctor fl.300BC)
τετμήσθωσαν αἱ ΑΒ, ΒΓ, ΓΔ, ΔΑ περιφέρειαι δίχα κατὰ τὰ Ε, Ζ, Η, Θ σημεῖα, καὶ ἐπεζεύχθωσαν αἱ ΑΕ, ΕΒ, ΒΖ, ΖΓ, ΓΗ, ΗΔ, ΔΘ, ΘΑ· καὶ ἕκαστον ἄρα τῶν ΑΕΒ, ΒΖΓ, ΓΗΔ, ΔΘΑ τριγώνων μεῖζόν ἐστιν ἢ τὸ ἥμισυ μέρος τοῦ καθ' ἑαυτὸ τμήματος τοῦ ΑΒΓΔ κύκλου.
181Euclides, Elementa, 12, prop., 11; 7 (auctor fl.300BC)
τετμήσθωσαν αἱ ΕΖ, ΖΗ, ΗΘ, ΘΕ περιφέρειαι δίχα κατὰ τὰ Ο, Π, Ρ, Σ σημεῖα, καὶ ἐπεζεύχθωσαν αἱ ΘΟ, ΟΕ, ΕΠ, ΠΖ, ΖΡ, ΡΗ, ΗΣ, ΣΘ.
182Euclides, Elementa, 12, prop., 12; 6 (auctor fl.300BC)
τετμήσθωσαν δὴ αἱ ΕΖ, ΖΗ, ΗΘ, ΘΕ περιφέρειαι δίχα κατὰ τὰ Ο, Π, Ρ, Σ σημεῖα, καὶ ἐπεζεύχθωσαν αἱ ΕΟ, ΟΖ, ΖΠ, ΠΗ, ΗΡ, ΡΘ, ΘΣ, ΣΕ.
183Euclides, Elementa, 12, prop., 13; 3 (auctor fl.300BC)
Ἐκβεβλήσθω γὰρ ὁ ΕΖ ἄξων ἐφ' ἑκάτερα τὰ μέρη ἐπὶ τὰ Λ, Μ σημεῖα, καὶ ἐκκείσθωσαν τῷ ΕΚ ἄξονι ἴσοι ὁσοιδηποτοῦν οἱ ΕΝ, ΝΛ, τῷ δὲ ΖΚ ἴσοι ὁσοιδηποτοῦν οἱ ΖΞ, ΞΜ, καὶ νοείσθω ὁ ἐπὶ τοῦ ΛΜ ἄξονος κύλινδρος ὁ ΟΧ, οὗ βάσεις οἱ ΟΠ, ΦΧ κύκλοι.
184Euclides, Elementa, 12, prop., 17; 17 (auctor fl.300BC)
καὶ ἐπιζευγνύουσιν αὐτὰς αἱ ΒΟ, ΚΣ· τὸ ΚΒΟΣ ἄρα τετράπλευρον ἐν ἑνί ἐστιν ἐπιπέδῳ, ἐπειδήπερ, ἐὰν ὦσι δύο εὐθεῖαι παράλληλοι, καὶ ἐφ' ἑκατέρας αὐτῶν ληφθῇ τυχόντα σημεῖα, ἡ ἐπὶ τὰ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐν τῷ αὐτῷ ἐπιπέδῳ ἐστὶ ταῖς παραλλήλοις.
185Euclides, Elementa, 13, prop., 11; 3 (auctor fl.300BC)
Εἰλήφθω γὰρ τὸ κέντρον τοῦ κύκλου τὸ Ζ σημεῖον, καὶ ἐπεζεύχθωσαν αἱ ΑΖ, ΖΒ καὶ διήχθωσαν ἐπὶ τὰ Η, Θ σημεῖα, καὶ ἐπεζεύχθω ἡ ΑΓ, καὶ κείσθω τῆς ΑΖ τέταρτον μέρος ἡ ΖΚ.
186Euclides, Elementa, 13, prop., 14; 7 (auctor fl.300BC)
ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἕκαστον τῶν λοιπῶν τριγώνων, ὧν βάσεις μέν εἰσιν αἱ τοῦ ΕΖΗΘ τετραγώνου πλευραί, κορυφαὶ δὲ τὰ Λ, Μ σημεῖα, ἰσόπλευρόν ἐστιν· ὀκτάεδρον ἄρα συνέσταται ὑπὸ ὀκτὼ τριγώνων ἰσοπλεύρων περιεχόμενον.
187Euclides, Elementa, 13, prop., 16; 2 (auctor fl.300BC)
Ἐκκείσθω ἡ τῆς δοθείσης σφαίρας διάμετρος ἡ ΑΒ καὶ τετμήσθω κατὰ τὸ Γ ὥστε τετραπλῆν εἶναι τὴν ΑΓ τῆς ΓΒ, καὶ γεγράφθω ἐπὶ τῆς ΑΒ ἡμικύκλιον τὸ ΑΔΒ, καὶ ἤχθω ἀπὸ τοῦ Γ τῇ ΑΒ πρὸς ὀρθὰς γωνίας εὐθεῖα γραμμὴ ἡ ΓΔ, καὶ ἐπεζεύχθω ἡ ΔΒ, καὶ ἐκκείσθω κύκλος ὁ ΕΖΗΘΚ, οὗ ἡ ἐκ τοῦ κέντρου ἴση ἔστω τῇ ΔΒ, καὶ ἐγγεγράφθω εἰς τὸν ΕΖΗΘΚ κύκλον πεντάγωνον ἰσόπλευρόν τε καὶ ἰσογώνιον τὸ ΕΖΗΘΚ, καὶ τετμήσθωσαν αἱ ΕΖ, ΖΗ, ΗΘ, ΘΚ, ΚΕ περιφέρειαι δίχα κατὰ τὰ Λ, Μ, Ν, Ξ, Ο σημεῖα, καὶ ἐπεζεύχθωσαν αἱ ΛΜ, ΜΝ, ΝΞ, ΞΟ, ΟΛ, ΕΟ.
188Euclides, Elementa, 13, prop., 17; 2 (auctor fl.300BC)
Ἐκκείσθωσαν τοῦ προειρημένου κύβου δύο ἐπίπεδα πρὸς ὀρθὰς ἀλλήλοις τὰ ΑΒΓΔ, ΓΒΕΖ, καὶ τετμήσθω ἑκάστη τῶν ΑΒ, ΒΓ, ΓΔ, ΔΑ, ΕΖ, ΕΒ, ΖΓ πλευρῶν δίχα κατὰ τὰ Η, Θ, Κ, Λ, Μ, Ν, Ξ, καὶ ἐπεζεύχθωσαν αἱ ΗΚ, ΘΛ, ΜΘ, ΝΞ, καὶ τετμήσθω ἑκάστη τῶν ΝΟ, ΟΞ, ΘΠ ἄκρον καὶ μέσον λόγον κατὰ τὰ Ρ, Σ, Τ σημεῖα, καὶ ἔστω αὐτῶν μείζονα τμήματα τὰ ΡΟ, ΟΣ, ΤΠ, καὶ ἀνεστάτωσαν ἀπὸ τῶν Ρ, Σ, Τ σημείων τοῖς τοῦ κύβου ἐπιπέδοις πρὸς ὀρθὰς ἐπὶ τὰ ἐκτὸς μέρη τοῦ κύβου αἱ ΡΥ, ΣΦ, ΤΧ, καὶ κείσθωσαν ἴσαι ταῖς ΡΟ, ΟΣ, ΤΠ, καὶ ἐπεζεύχθωσαν αἱ ΥΒ, ΒΧ, ΧΓ, ΓΦ, ΦΥ.
189Gregorius I, Dialogi, 77, 0155D (auctor 540-604)
Νοῦς δὲ ὁ τοῦ θείου πεπληρωμένος πνεύματος ἐμφανέστατα ἔχει τὰ σημεῖα αὐτοῦ, ἅ τινά εἰσι δύναμις καὶ ταπεινοφροσύνη, ἅπερ ἐὰν ἀμφότερα ἐν ἑνὶ λογισμῷ ὁλοκλήρως συνέλθωσι, σαφῶς τὴν μαρτυρίαν τῆς τοῦ ἁγίου πνεύματος παρουσίας φέρουσιν.
190Gregorius I, Dialogi, 77, 0163A (auctor 540-604)
Γνῶναι ἤθελον, θεοτίμητε πάτερ, ἐὰν ὁ εὐλαβέστατος οὗτος ἀνὴρ Λιβερτῖνος, περὶ οὗ τοσαῦτα σημεῖα καὶ θαυμάσια διηγήσω, ἐν τῇ ἑαυτοῦ συνοδίᾳ μιμητὰς αὐτοῦ ἐν ταῖς δυνάμεσι κατέλιπεν.
191Gregorius I, Dialogi, 77, 0214C (auctor 540-604)
Ἐγὼ, Πέτρε, πολλοὺς τοιούτους ἄνδρας καὶ νῦν ἐν τῷ κόσμῳ τούτῳ εἶναι οὐκ ἀπιστῷ· οὐδὲ γὰρ ἐὰν σημεῖα τοιαῦτα οὐ ποιοῦσι νῦν, οὐ παρὰ τούτου μὴ εἶναι αὐτοὺς τοιούτους ἀπιστηθήσεται.
192Gregorius I, Dialogi, 77, 0214C (auctor 540-604)
Πολιτείας οὖν ἐνθέου διάγνωσις ἐν τῇ τῶν ἔργων ὑπάρχει δυνάμει, καὶ οὐχὶ ἐν τῇ τῶν σημείων ἐπιδείξει· εἰσὶ γὰρ πλεῖστοι, οἵτινες σημεῖα μὲν οὐ ποιοῦσι, τῶν δὲ τὰ σημεῖα ποιούντων ἀνόμοιοι οὐκ εἰσί.
193Gregorius I, Dialogi, 77, 0214C (auctor 540-604)
Πόθεν μοι, παρακαλῶ, τοῦτο ἐπιδειχθῆναι δύναται, ὅτι εἰσί τινες οἱ μὴ ποιοῦντες σημεῖα, καὶ τῶν τὰ σημεῖα ποιούντων ἀνόμοιοι οὐκ εἰσί; ΓΡΗΓ.
194Gregorius I, Dialogi, 77, 0215A (auctor 540-604)
Ἀρέσκειν ὁμολογῶ κατὰ πάντα ὅπερ λέγεις· ἰδοὺ γὰρ ἀσφαλῶς ἐπέγνων, ὅτι ὁ βίος καὶ οὐ τὰ σημεῖα ζητοῦνται· καὶ αὐτὰ γὰρ τὰ γινόμενα σημεῖα τοῦ ἐναρέτου βίου ἀπόδειξιν φέρουσιν· δυσωπῶ οὖν, ἐὰν ἀκμήν τινα ὑπολείπονται, φανερά μοι ταῦτα γενέσθαι ὅπως λιμώττοντά με ἐν τοῖς ἀγαθοῖς ὑποδείγμασι διαθρέψῃς.
195Gregorius I, Dialogi, 77, 0251D (auctor 540-604)
Τέσσαρες γὰρ ἄνδρες ἐκ τῶν μαθητῶν τοῦ μακαρίου Εὐτυχίου, σφόδρα τοῦτο φθονήσαντες, δι' ὧν διδάσκαλος αὐτῶν σημεῖα οὐκ ἐποίει, ἐκεῖνος δὲ ὁ μόνος παρ' αὐτοῦ καταλειφθεὶς, ἐν τοσούτῳ θαύματι λαμπρὸς ἐφαίνετο, τὴν αὐτὴν ἄρκον ἐνεδρεύσαντες ἐφόνευσαν.
196Gregorius I, Dialogi, 77, 0294D (auctor 540-604)
Εἰς δὲ τὰ νεωστὶ γεγονότα ἐν τῇ Ἰταλίᾳ σημεῖα τὴν διήγησιν ὑποστρέψωμεν.
197Gregorius I, Dialogi, 77, 0315C (auctor 540-604)
Εὐθέως οὖν ἐν τῷ οὐρανῷ τὰ φοβερὰ ἐκεῖνα σημεῖα ἐπηκολούθησαν.
198Gregorius I, Dialogi, 77, 0363C (auctor 540-604)
Καὶ ἕτερα δὲ σημεῖα ἐν τῷ θανάτῳ αὐτοῦ γεγόνασιν.
199Gregorius I, Dialogi, 77, 0151D (auctor 540-604)
Καλοὺς μὲν οὖν ἀνθρώπους ἐν τῇ γῇ ταύτῃ γεγονέναι οὐκ ἀπιστῶ, σημεῖα δὲ καὶ δυνάμεις παρ' αὐτῶν οὐδαμῶς γεγονὲναι ὑπολαμβάνω.
200Gregorius I, Prolegomena, 66, 0151A (auctor 540-604)
Αὐτὸς δὲ σημεῖα δυνάμεως δέδωκεν τοῖς ὑποτεταγμένοις, ὅστις ἑαυτὸν δοτῆρα τοῦ κατὰ τὸν Ἰωνᾶν σημείου ὑπέσχετο τοῖς ἐχθροῖς δοῦναι, ὅπως ἐνώπιον τῶν ὑπερηφάνων ἀποθανεῖν καταξιώσῃ, καὶ ἐπ' ὄψεσι τῶν ταπεινοφρόνων ἀναστῃναι, ἵνα ἐκεῖνοι μὲν, ὅπερ καταλεῖψαι ὤφελον, θεάσωνται, καὶ οὗτοι ὅπερ σεβόμενοι ἀγαπῆσαι ὤφελον.
201Gregorius I, Prolegomena, 66, 0187C (auctor 540-604)
» Οἳ οὖν διὰ τῆς ἐξουσίας τοῦ Θεοῦ τέκνα ὑπάρχουσι, τί θαυμαστὸν ἐὰν σημεῖα ὑπὸ τῆς ἐξουσίας ποιῆσαι δύνανται; ὅτι δὲ καὶ ἑκατέρῳ τρόπῳ θαυμάσια ποιοῦσιν, μαρτυρεῖ Πέτρος ὁ τὴν Ταβιτᾶν θανοῦσαν δι' εὐχῆς ἀναστήσας, Ἀνανίαν τε καὶ Σαπφείραν ψευσαμένους διελέγξας, καὶ τῷ θανάτῳ παραδούς.
202Gregorius I, Prolegomena, 66, 0203A (auctor 540-604)
Πληρεστάτως μὲν οὖν κᾀκεῖ τὴν τοῦ Θεοῦ χάριν εἶναι πιστεύομεν, ὡς καὶ ἐν τοῖς ἁγίοις αὐτῶν σώμασιν· ἐκεῖ δὲ μᾶλλον μεγὰλα σημεῖα ἐπιδεικνύουσιν, ἔνθα ὅλῳ τῷ σώματι οὐ κατάκεινται.
203Gregorius I, Prolegomena, 66, 0203A (auctor 540-604)
Ἔνθα τὰ τῶν ἁγίων μαρτύρων σώματα κεῖνται, δισταγμὸς, Πέτρε, οὐκ ἔστιν, ὅτι πολλὰ σημεῖα δύνανται ἐπιδεῖξαι, ὥσπερ καὶ ποιοῦσιν.
204Gregorius I, Prolegomena, 66, 0203B (auctor 540-604)
Διὰ δὲ τὸ ἐν δισταγμῷ ὑπάρχειν τοὺς ἀσθενέστερον τῷ λογισμῷ διακειμένους, ὡς μὴ παρεῖναι τοὺς ἁγίους ἔνθα τὰ αὐτῶν ὁλικῶς οὐ κατάκεινται σώματα, καὶ ὡς ἐκ τούτου τοὺς προσερχομένους μὴ εἰσακούεσθαι, ἐκεῖ μᾶλλον αὐτοὺς ἀναγκαῖόν ἐστι μεγάλα σημεῖα ἐπιδεῖξαι, ἔνθα περὶ τῆς αὐτῶν παρουσίας ὁ ἀσθενὴς λογισμὸς διστάζει.
205Hieronymus Stridonensis, De viris illustribus, 23, 0678A (auctor 340-420)
Ἔγραψε δὲ καὶ ἔκφρασιν εἰς Ἐκκλησιαστὴν, ἐλάχιστον μὲν, πάνυ δὲ θαυμαστὸν λόγον, καὶ ἄλλας πολλὰς ἐπιστολὰς, ποιήσας σημεῖά τε καὶ θαύματα, ἡνίκα ἐπίσκοπος ἐτύγχανεν.
206Leo I, Epistolae, 54, 0774B (auctor 440-461)
Μετὰ δὲ τὴν ἀνάστασιν τοῦ Κυρίου, ἥ τις δηλαδὴ τοῦ ἀληθοῦς αὐτοῦ σώματος γέγονεν, ἐπειδήπερ οὐκ ἄλλος ἀνέστη, εἰ μὴ ὁ σταυρωθεὶς, καὶ ἀποθανὼν, τί ἕτερον τῇ τῶν τεσσαράκοντα ἡμερῶν αὐτοῦ διαγωγῇ γέγονεν, ἢ ἵνα ἐκ πάσης ἀχλύος τὰ τῆς πίστεως ἡμῶν καθαρθῇ διαλεγόμενος γάρ ἑαυτοῦ μαθηταῖς, καὶ συνδιατρίβων, καὶ συναλιζόμενος, ἀκριβέστερόν τε, καὶ πολυπραγμονικώτερον διὰ τῆς ἁφῆς ἑαυτὸν ψηλαφᾶσθαι παρὰ τούτων, οὓς ἔπληττε τὸ ἀμφίβολον, ἐνδιδούς· διὰ τοῦτο καὶ κεκλεισμένων τῶν θυρῶν εἰσῄει πρὸς τοὺς μαθητὰς, καὶ τῷ φυσήματι τῷ ἑαυτοῦ παρεῖχεν ἅγιον Πνεῦμα· καὶ χαριζόμενος τὸ φῶς τὸ τῆς γνώσεως, τῶν θείων Γραφῶν ἀπεκάλυπτε τὰ ἀπόῤῥητα· καὶ πάλιν ὁ αὐτὸς τὰ τραύματα τῆς πλευρᾶς, καὶ τὰς διατρήσεις τῶν ἥλων, καὶ πάντα τὰ τοῦ νεαροῦ πάθους ἐπεδείκνυ σημεῖα, λέγων· Ψηλαφήσατέ με, καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα· ὅπως ἂν μεμενηκέναι ἐν αὐτῷ γνωσθῇ ἡ ἰδιότης τῆς τε θείας, καὶ τῆς ἀνθρωπίνης φύσεως ἀδιαίρετος· οὕτω τε μάθωμεν τὸν Λόγον, μὴ τοῦτο εἶναι, ὅπερ ἐστὶν ἡ σὰρξ, ἀλλ' ἕνα Υἱὸν τοῦ Θεωῦ καὶ τὸν Λόγον ὁμολογήσωμεν, καὶ τὴν σάρκα.
207Leo I, Epistolae, 54, 0808A (auctor 440-461)
Περὶ οὗ τερατώδους ψεύδους τίς οὐκ ἂν ἴδοι ποῖα βζασφημιῶν ἀτοπήματα τίκτεται· ὁ γὰρ ἀρνούμενος τὸν ἀληθινὸν ἄνθρωπον τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἀναγκαίως πλείστων ὅσων ἐμπαιγμάτων πληροῦται τοῦ διαβόλου· καὶ τοῦτον ὡς οἰκεῖον Ἀπολλινάριος ἔχει, ἢ Οὐαλεντῖνος ἑαυτῷ προσκυροῖ, ἢ Μανιχαῖος κρατεῖ· ὧν οὐδὲ εἰς ἐν τῷ Σωτῆρι ἡμῶν τῆς ἀνθρωπίνης σαρκὸς ἐπίστευσε τὴν ἀλήθειαν· ἧς τινος δηλαδὴ μὴ ἀληθῶς ἀναληφθείσης, οὐ μόνον εἰς ἄρνησιν πιπτει τὸ ὅτι κατὰ σάρκα καὶ ψυχὴν λογικὴν ὁ ὢν ἐν μορφῇ τοῦ Θεοῦ, ὁ αὐτὸς μένων, ἐν μορφὶ δούλου ἄνθρωπος ἐγεννήθη ἀλλὰ γὰρ καὶ ὅτι σταυρωθεὶς, καὶ ἀποθανὼν, καὶ ταφεὶς, τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη· καὶ ὅτι καθεζόμενος ἐκ δεξιῶν τοῦ Πατρὸς, ἐπὶ τῷ κρίνειν ζῶντας καὶ νεκροὺς ἐν τούτῳ τῷ σώματί ἐστιν ἐλευσόμενος, ἐν ᾧπερ ἦν καταδικασθεὶς, οὐδαμῶς ὁμολογεῖ· ταῦτα γὰρ ἅπαντα τῆς ἡμετέρας λυτρώσεως τὰ μυστήρια ματαιοῦται, εἴγε ὁ τοῦ Θεοῦ Υἱὸς ὢν ἀληθὴς τοῦ ἀληθοῦς, ἀνθρώπου τῆν ὁλην φύσιν ἀνειληφὼς οὐ πιστεύεται· καὶ ἐπειδήπερ ἀληθῆ τὰ θεῖα σημεῖα γεγένηται, ψευδῆ τὰ διὰ τοῦ σὡματος ἀποδεικνύμενα λέγεται, ὥστε τὰς μαρτυρίας ἑκατέρας τῆς φύσεως ἔχειν μὲν ὅπως ὁ Σωτὴρ νοεῖσθαι δυνηθeetigr;ι, μὴ ἔχειν δὲ ἀφ' ὧν μέλλει τὸ ἡμέτερον γένος σωθῆναι; ὃ τοίνυν ἐστὶ Θεότητος, ἡ σὰρξ οὐκ ἐμείωσεν· ὃ δέ ἐστι σαρκὸς, ἡ Θεότης οὐκ ἔφθειρεν· ὁ γὰρ αὐτός ἐστι καὶ προαιώνιος ἐκ Πατρὸς, καὶ κατὰ χρόνους ἀπὸ μητρός· καὶ ἐπὶ μὲν τῆς οἰκείας δυνάμεως· ἄφθαρτος ἐπὶ δὲ τῆς ἀσθενείας τῆς ἡμῶν παθητός· καὶ ἐν μὲν τῇ Τριάδι τῆς Θεότητος μετὰ τοῦ Πατρὸς, καὶ τοῦ ἁγίου Πνεύματος, μιᾶς καὶ τῆς αὐτῆς φύσεως, ἐν δὲ τῷ μυστηρίῳ τοῦ ἀναληφθέντος ἀνθρώπου, οὐ ριᾶς οὐσίας, ἀλλ' ἑνὸς προσώπου, καὶ τοῦ αὐτοῦ.
208Leo II, Epistolae, 96, 0407A
σπουδῆς ἐδέξατο], καὶ ἐν ἅπασιν αὐτὸν σὺν ἡμῖν περιεπτύξατο, ὡς τὴν εἰλικρινῆ διδασκαλίαν τοῦ μακαρίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων ἐν αὐτῷ ἐπιγινώσκουσα, καὶ σημεῖα ὁλοκλήρου εὐσεβείας ἐν αὐτῷ τούτῳ διασκεπτομένη.
209Markos monachos, Florilegium et opuscula, Florilegium, 5; 9 (auctor fl.1260)
Μὴ συγκρίνῃς τοὺς ποιοῦντας σημεῖα καὶ τεράστια ἐν τῷ κόσμῳ τοῖς φεύγουσι τὸν κόσμον ἐν γνώσει.
210Markos monachos, Florilegium et opuscula, Florilegium, 16 (auctor fl.1260)
XVI Τοῦ ἁγίου Ἐφραίμ – ὅρα τὰ σημεῖα τοῦ ἐν ἀληθείᾳ μετανοοῦντος
211Plato, Critias, p1, 111; 7 (auctor c.425BC-347BC)
καὶ δὴ καὶ τὸ κατ' ἐνιαυτὸν ὕδωρ ἐκαρποῦτ' ἐκ Διός, οὐχ ὡς νῦν ἀπολλῦσα ῥέον ἀπὸ ψιλῆς τῆς γῆς εἰς θάλατταν, ἀλλὰ πολλὴν ἔχουσα καὶ εἰς αὐτὴν καταδεχομένη, τῇ κεραμίδι στεγούσῃ γῇ διαταμιευομένη, τὸ καταποθὲν ἐκ τῶν ὑψηλῶν ὕδωρ εἰς τὰ κοῖλα ἀφιεῖσα κατὰ πάντας τοὺς τόπους παρείχετο ἄφθονα κρηνῶν καὶ ποταμῶν νάματα, ὧν καὶ νῦν ἔτι ἐπὶ ταῖς πηγαῖς πρότερον οὔσαις ἱερὰ λελειμμένα ἐστὶν σημεῖα ὅτι περὶ αὐτῆς ἀληθῆ λέγεται τὰ νῦν.
212Plato, Laches, p1, 195; 17 (auctor c.425BC-347BC)
Νικίας ἀλλὰ τοῦτο δὴ σὺ δίδως τοῖς ἰατροῖς γιγνώσκειν ἢ ἄλλῳ τινὶ δημιουργῷ πλὴν τῷ τῶν δεινῶν καὶ μὴ δεινῶν ἐπιστήμονι, ὃν ἐγὼ ἀνδρεῖον καλῶ· Σωκράτης κατανοεῖς, ὦ Λάχης, ὅτι λέγει· Λάχης ἔγωγε, ὅτι γε τοὺς μάντεις καλεῖ τοὺς ἀνδρείους· τίς γὰρ δὴ ἄλλος εἴσεται ὅτῳ ἄμεινον ζῆν ἢ τεθνάναι· καίτοι σύ, ὦ Νικία, πότερον ὁμολογεῖς μάντις εἶναι ἢ οὔτε μάντις οὔτε ἀνδρεῖος· Νικίας τί δέ· μάντει αὖ οἴει προσήκει τὰ δεινὰ γιγνώσκειν καὶ τὰ θαρραλέα· Λάχης ἔγωγε· τίνι γὰρ ἄλλῳ· Νικίας ὧι ἐγὼ λέγω πολὺ μᾶλλον, ὦ βέλτιστε· ἐπεὶ μάντιν γε τὰ σημεῖα μόνον δεῖ γιγνώσκειν τῶν ἐσομένων, εἴτε τῳ θάνατος εἴτε νόσος εἴτε ἀποβολὴ χρημάτων ἔσται,
213Plato, Leges, 1f, 792; 2 (auctor c.425BC-347BC)
τοῖς δὴ παιδίοις τὸ δήλωμα ὧν ἐρᾷ καὶ μισεῖ κλαυμοναὶ καὶ βοαί, σημεῖα οὐδαμῶς εὐτυχῆ· ἔστιν δὲ ὁ χρόνος οὗτος τριῶν οὐκ ἐλάττων ἐτῶν, μόριον οὐ σμικρὸν τοῦ βίου διαγαγεῖν χεῖρον ἢ μὴ χεῖρον.
214Plato, Leges, 1h, 856; 1 (auctor c.425BC-347BC)
δοκῇ, γράμμασιν σημεῖα ἐπιβάλλοντας πάντων τῶν δικαστῶν, θεῖναι ἐπὶ τὴν ἑστίαν, καὶ πάλιν αὔριον εἰς ταὐτὸν συνελθόντας, ὡσαύτως τε ἀνακρίνοντας διεξελθεῖν τὴν δίκην καὶ σημεῖα ἐπιβάλλοντας αὖ τοῖς λεχθεῖσιν· καὶ τρὶς δράσαντας τοῦτο, τεκμήριά τε καὶ μάρτυρας ἱκανῶς παραλαβόντας, ψῆφον ἱερὰν ἕκαστον φέροντα καὶ ὑποσχόμενον πρὸς τῆς ἑστίας εἰς δύναμιν τὰ δίκαια καὶ ἀληθῆ κρίνειν, οὕτω τέλος ἐπιθεῖναι τῇ τοιαύτῃ δίκῃ.
215Plato, Respublica, 1i, 607; 4 (auctor c.425BC-347BC)
προσείπωμεν δὲ αὐτῇ, μὴ καί τινα σκληρότητα ἡμῶν καὶ ἀγροικίαν καταγνῷ, ὅτι παλαιὰ μέν τις διαφορὰ φιλοσοφίᾳ τε καὶ ποιητικῇ· καὶ γὰρ ἡ « λακέρυζα πρὸς δεσπόταν κύων ἐκείνη « κραυγάζουσα υνκνοων » καὶ « μέγας ἐν ἀφρόνων κενεαγορίαισι » καὶ ὁ « τῶν διασόφων ὄχλος κρατῶν » καὶ οἱ « λεπτῶς μεριμνῶντες ,» ὅτι ἄρα « πένονται ,» καὶ ἄλλα μυρία σημεῖα παλαιᾶς ἐναντιώσεως τούτων.
216Plato, Respublica, 1i, 614; 7 (auctor c.425BC-347BC)
δικαστὰς δὲ μεταξὺ τούτων καθῆσθαι, οὕς, ἐπειδὴ διαδικάσειαν, τοὺς μὲν δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξιάν τε καὶ ἄνω διὰ τοῦ οὐρανοῦ, σημεῖα περιάψαντας τῶν δεδικασμένων ἐν τῷ πρόσθεν, τοὺς δὲ ἀδίκους τὴν εἰς ἀριστεράν τε καὶ κάτω, ἔχοντας καὶ τούτους ἐν τῷ ὄπισθεν σημεῖα πάντων ὧν ἔπραξαν.
217Plato, Sophistes, p1, 262; 17 (auctor c.425BC-347BC)
Ξένος οὕτω δὴ καθάπερ τὰ πράγματα τὰ μὲν ἀλλήλοις ἥρμοττεν, τὰ δ' οὔ, καὶ περὶ τὰ τῆς φωνῆς αὖ σημεῖα τὰ μὲν οὐχ ἁρμόττει, τὰ δὲ ἁρμόττοντα αὐτῶν λόγον ἀπηργάσατο.
218Plato, Theaetetus, p1, 153; 3 (auctor c.425BC-347BC)
ἐπεὶ καὶ τάδε τῷ λόγῳ σημεῖα ἱκανά, ὅτι τὸ μὲν εἶναι δοκοῦν καὶ τὸ γίγνεσθαι κίνησις παρέχει, τὸ δὲ μὴ εἶναι καὶ ἀπόλλυσθαι ἡσυχία· τὸ γὰρ θερμόν τε καὶ πῦρ, ὃ δὴ καὶ τἆλλα γεννᾷ καὶ ἐπιτροπεύει, αὐτὸ γεννᾶται ἐκ φορᾶς καὶ τρίψεως· τούτω δὲ κινήσεις.
219Plato, Theaetetus, p1, 191; 14 (auctor c.425BC-347BC)
Σωκράτης δῶρον τοίνυν αὐτὸ φῶμεν εἶναι τῆς τῶν Μουσῶν μητρὸς Μνημοσύνης, καὶ εἰς τοῦτο ὅτι ἂν βουληθῶμεν μνημονεῦσαι ὧν ἂν ἴδωμεν ἢ ἀκούσωμεν ἢ αὐτοὶ ἐννοήσωμεν, ὑπέχοντας αὐτὸ ταῖς αἰσθήσεσι καὶ ἐννοίαις, ἀποτυποῦσθαι, ὥσπερ δακτυλίων σημεῖα ἐνσημαινομένους· καὶ ὃ μὲν ἂν ἐκμαγῇ, μνημονεύειν τε καὶ ἐπίστασθαι ἕως ἂν ἐνῇ τὸ εἴδωλον αὐτοῦ· ὃ δ' ἂν ἐξαλειφθῇ ἢ μὴ οἷόν τε γένηται ἐκμαγῆναι, ἐπιλελῆσθαί τε καὶ μὴ ἐπίστασθαι.
220Plato, Theaetetus, p1, 193; 10 (auctor c.425BC-347BC)
Σωκράτης λείπεται τοίνυν τὰ ψευδῆ δοξάσαι ἐν τῷδε, ὅταν γιγνώσκων σὲ καὶ Θεόδωρον, καὶ ἔχων ἐν ἐκείνῳ τῷ κηρίνῳ ὥσπερ δακτυλίων σφῷν ἀμφοῖν τὰ σημεῖα, διὰ μακροῦ καὶ μὴ ἱκανῶς ὁρῶν ἄμφω προθυμηθῶ, τὸ οἰκεῖον ἑκατέρου σημεῖον ἀποδοὺς τῇ οἰκείᾳ ὄψει, ἐμβιβάσας προσαρμόσαι εἰς τὸ ἑαυτῆς ἴχνος, ἵνα γένηται ἀναγνώρισις, εἶτα τούτων ἀποτυχὼν καὶ ὥσπερ οἱ ἔμπαλιν ὑποδούμενοι παραλλάξας προσβάλω τὴν ἑκατέρου ὄψιν πρὸς τὸ ἀλλότριον σημεῖον, ἢ καὶ οἷα τὰ ἐν τοῖς κατόπτροις τῆς ὄψεως πάθη, δεξιὰ εἰς ἀριστερὰ μεταρρεούσης, ταὐτὸν παθὼν διαμάρτω· τότε δὴ συμβαίνει ἡ ἑτεροδοξία καὶ τὸ ψευδῆ δοξάζειν.
221Plato, Theaetetus, p1, 194; 8 (auctor c.425BC-347BC)
ὅταν μὲν ὁ κηρός του ἐν τῇ ψυχῇ βαθύς τε καὶ πολὺς καὶ λεῖος καὶ μετρίως ὠργασμένος ᾖ, τὰ ἰόντα διὰ τῶν αἰσθήσεων, ἐνσημαινόμενα εἰς τοῦτο τὸ τῆς ψυχῆς «κέαρ,» ὃ ἔφη Ὅμηρος αἰνιττόμενος τὴν τοῦ κηροῦ ὁμοιότητα, τότε μὲν καὶ τούτοις καθαρὰ τὰ σημεῖα ἐγγιγνόμενα καὶ ἱκανῶς τοῦ βάθους ἔχοντα πολυχρόνιά τε γίγνεται καὶ εἰσὶν οἱ τοιοῦτοι πρῶτον μὲν εὐμαθεῖς, ἔπειτα μνήμονες, εἶτα οὐ παραλλάττουσι τῶν αἰσθήσεων τὰ σημεῖα ἀλλὰ δοξάζουσιν ἀληθῆ.
222Plato, Timaeus, p1, 40; 6 (auctor c.425BC-347BC)
χορείας δὲ τούτων αὐτῶν καὶ παραβολὰς ἀλλήλων, καὶ [περὶ] τὰς τῶν κύκλων πρὸς ἑαυτοὺς ἐπανακυκλήσεις καὶ προχωρήσεις, ἔν τε ταῖς συνάψεσιν ὁποῖοι τῶν θεῶν κατ' ἀλλήλους γιγνόμενοι καὶ ὅσοι καταντικρύ, μεθ' οὕστινάς τε ἐπίπροσθεν ἀλλήλοις ἡμῖν τε κατὰ χρόνους οὕστινας ἕκαστοι κατακαλύπτονται καὶ πάλιν ἀναφαινόμενοι φόβους καὶ σημεῖα τῶν μετὰ ταῦτα γενησομένων τοῖς οὐ δυναμένοις λογίζεσθαι πέμπουσιν, τὸ λέγειν ἄνευ δι' ὄψεως τούτων αὖ τῶν μιμημάτων μάταιος ἂν εἴη πόνος· ἀλλὰ ταῦτά τε ἱκανῶς ἡμῖν ταύτῃ καὶ τὰ περὶ θεῶν ὁρατῶν καὶ γεννητῶν εἰρημένα φύσεως ἐχέτω τέλος.
223Plato, Timaeus, p1, 72; 3 (auctor c.425BC-347BC)
ἡ μὲν οὖν φύσις ἥπατος διὰ ταῦτα τοιαύτη τε καὶ ἐν τόπῳ ᾧ λέγομεν πέφυκε, χάριν μαντικῆς· καὶ ἔτι μὲν δὴ ζῶντος ἑκάστου τὸ τοιοῦτον σημεῖα ἐναργέστερα ἔχει, στερηθὲν δὲ τοῦ ζῆν γέγονε τυφλὸν καὶ τὰ μαντεῖα ἀμυδρότερα ἔσχεν τοῦ τι σαφὲς σημαίνειν.
224Plotinus, Enneades, 2, 3, 5; 6 (auctor c.205-270)
Ταῦτ᾽ οὖν πῶς οὐ σημεῖα ἐξ ἀναλογίας εἴη ἄν;
225Plotinus, Enneades, 2, 9, 13; 5 (auctor c.205-270)
Ἃ δὲ λέγεται γίνεσθαι παρ᾽ αὐτῶν, σημεῖα νομίζειν τῶν ἐσομένων εἶναι, γίνεσθαι δὲ τὰ γινόμενα διάφορα καὶ τύχαις – οὐ γὰρ οἷόν τε ἦν ταὐτὰ περὶ ἑκάστους συμβαίνειν – καὶ καιροῖς γενέσεων καὶ τόποις πλεῖστον ἀφεστηκόσι καὶ διαθέσεσι ψυχῶν.
226Plotinus, Enneades, 4, 7, 8; 34 (auctor c.205-270)
Οὐ γὰρ κατὰ μεγάλα μέρη παραλλὰξ ἡ κρᾶσις – οὕτω γάρ φησι παράθεσιν ἔσεσθαι – διεληλυθὸς δὲ διὰ παντὸς τὸ ἐπεμβληθὲν, ἔτι εἰ σμικρότερον – ὅπερ ἀδύνατον, τὸ ἔλαττον ἴσον γενέσθαι τῷ μείζονι – ἀλλ᾽ οὖν διεληλυθὸς πᾶν τέμοι κατὰ πᾶν· ἀνάγκη τοίνυν, εἰ καθ᾽ ὁτιοῦν σημεῖον καὶ μὴ μεταξὺ σῶμα ἔσται ὃ μὴ τέτμηται, εἰς σημεῖα τὴν διαίρεσιν τοῦ σώματος γεγονέναι, ὅπερ ἀδύνατον.
227Plotinus, Enneades, 6, 4, 13; 10 (auctor c.205-270)
Ἀλλ᾽ οὐδ᾽ οὕτως, ὡς σημεῖον· οὐ γὰρ ἓν σημεῖον ὁ ὄγκος, ἀλλ᾽ ἄπειρα ἐν αὐτῷ· ὥστε καὶ τοῦτο ἄπειρα σημεῖα ἔσται, εἴπερ ἔσται, καὶ οὐ συνεχές· ὥστε οὐδ᾽ ὧς ἐφαρμόσει.
228Plotinus, Enneades, 6, 8, 18; 4 (auctor c.205-270)
Ὥσπερ ἂν οὖν κύκλος, [ὃς] ἐφάπτοιτο κέντρου κύκλῳ, ὁμολογοῖτο ἂν τὴν δύναμιν παρὰ τοῦ κέντρου ἔχειν καὶ οἷον κεντροειδής, ἧι γραμμαὶ ἐν κύκλῳ πρὸς κέντρον ἓν συνιοῦσαι τὸ πέρας αὐτῶν τὸ πρὸς τὸ κέντρον ποιοῦσι τοιοῦτον εἶναι οἷον τὸ πρὸς ὃ ἠνέχθησαν καὶ ἀφ᾽ οὗ οἷον ἐξέφυσαν, μείζονος ὄντος ἢ κατὰ ταύτας τὰς γραμμὰς καὶ τὰ πέρατα αὐτῶν τὰ αὐτῶν σημεῖα τῶν γραμμῶν – καὶ ἔστι μὲν οἷον ἐκεῖνο, ἀμυδρὰ δὲ καὶ ἴχνη ἐκείνου τοῦ ὃ δύναται αὐτὰ καὶ τὰς γραμμὰς δυνάμενον, αἳ πανταχοῦ ἔχουσιν αὐτό· καὶ ἐμφαίνεται διὰ τῶν γραμμῶν, οἷόν ἐστιν ἐκεῖνο, οἷον ἐξελιχθὲν οὐκ ἐξεληλιγμένον – οὕτω τοι καὶ τὸν νοῦν καὶ τὸ ὂν χρὴ λαμβάνειν, γενόμενον ἐξ ἐκείνου καὶ οἷον ἐκχυθὲν καὶ ἐξελιχθὲν καὶ ἐξηρτημένον ἐκ τῆς αὐτοῦ νοερᾶς φύσεως, μαρτυρεῖν τὸν οἷον ἐν ἑνὶ νοῦν οὐ νοῦν ὄντα· ἓν γάρ.
229Ps Aristoteles, De mundo, 2; 5
Τοῦ δὲ σύμπαντος οὐρανοῦ τε καὶ κόσμου σφαιροειδοῦς ὄντος καὶ κινουμένου, καθάπερ εἶπον, ἐνδελεχῶς, δύο ἀκίνητα ἐξ ἀνάγκης ἐστὶ σημεῖα, καταντικρὺ ἀλλήλων, καθάπερ τῆς ἐν τόρνῳ κυκλοφορουμένης σφαίρας, στερεὰ μένοντα καὶ συνέχοντα τὴν σφαῖραν, περὶ ἃ ὁ πᾶς κόσμος κινεῖται.
230Quintilianus, Institutio Oratoria, 5, 9, 3; 5 (auctor 35-c.96)
Priora illa sunt quae aliter habere se non possunt, quae Graeci vocant τεκμήρια, quia sunt ἄλυτα σημεῖα, quae mihi vix pertinere ad praecepta artis videntur; nam ubi est signum insolubile, ibi ne lis quidem est.
231Smithius Ioannes Auctores varii, Annotationes in operibus Bedae, 95, 0306C
In antiquissimis quidem Eutropii Exemplaribus centenarii notam huic numero fuisse praefixam, tum ex veteribus Latinis qui eum secuti sunt scriptoribus colligimus (ut beato Hieronymo in Eusebiano suo Chronico, P. Orosio, Aurelio Cassiodoro in Fastis consularibus, et ipso Baeda in Chronico) tum ex Graeco illius metaphrasta Paeanio, qui δύο καὶ τριάκοντα πρὸς τοῖς ἕκατον σημεῖα reddidit, et Georgio Syncello, qui eamdem Paeanii summam mille stadiorum numero exprimendam putavit, unicuique σημείῳ sive milliario Italico septem stadia cum dimidio attribuens.
232Vossius Gerardus Iohannes, De Arte Grammatica Libri Septem., 1b, 1; 29 (auctor 1577-1649)
Σημεῖα in scribendo quid Tullio, [Index lib. 1-2] I. XL. 139. Σίγματα , pro τὰ σίγμα , perperam legitur apud Xenophontem, si Helladio credimus, [Index lib. 3-4] I. XIV. 58. Σοφοκλεῖς qui dicti, [Index lib. 7] LXIX. 274. Στένω Ελλάδος , [Index lib. 7] XXXII. 115. Συνίζησις in E, et I, exemplis illustrata, [Index lib. 1-2] II. XIV. 197. ubi maxime frequentetur, II. XIV. 199. cetera vide in Episynaloepha.