'σπήλαιον' - search in All Authors, Showing 1 to 39 of 39 hits

1Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 23; 9
καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
2Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 23; 11
Παρ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου. τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου.
3Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 23; 17
καὶ ἔστη ὁ ἀγρὸς Εφρων, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρη, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ,
4Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 23; 20
καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ Αβρααμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χετ.
5Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 25; 9
καὶ ἔθαψαν αὐτὸν Ισαακ καὶ Ισμαηλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν Εφρων τοῦ Σααρ τοῦ Χετταίου, ὅ ἐστιν ἀπέναντι Μαμβρη,
6Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 25; 10
τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο Αβρααμ παρὰ τῶν υἱῶν Χετ, ἐκεῖ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναῖκα αὐτοῦ.
7Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 49; 30
ἐν τῷ σπηλαίῳ τῷ διπλῷ τῷ ἀπέναντι Μαμβρη ἐν τῇ γῇ Χανααν, ὃ ἐκτήσατο Αβρααμ τὸ σπήλαιον παρὰ Εφρων τοῦ Χετταίου ἐν κτήσει μνημείου·
8Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 50; 13
καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χανααν καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο Αβρααμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ Εφρων τοῦ Χετταίου κατέναντι Μαμβρη.
9Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 10; 16
Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδα.
10Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 10; 22
καὶ εἶπεν Ἰησοῦς Ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου.
11Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 10; 27
καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο Ἰησοῦς καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον, εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας.
12Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 22; 1
Καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυιδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Οδολλαμ. καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκεῖ.
13Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 24; 4
καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ Σαουλ εἰσῆλθεν παρασκευάσασθαι· καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο.
14Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 23; 13
καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθον εἰς Κασων πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ραφαιμ·
15Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 19; 9
καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα κυρίου πρὸς αὐτὸν καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου;
16Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 19; 13
καὶ ἐγένετο ὡς ἤκουσεν Ηλιου, καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ ἑαυτοῦ καὶ ἐξῆλθεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου;
17Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 11; 15
καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων παρεμβεβλήκει ἐν τῇ κοιλάδι τῶν γιγάντων·
18Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 56; 1
Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαουλ εἰς τὸ σπήλαιον.
19Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 7; 11
μὴ σπήλαιον λῃστῶν ὁ οἶκός μου, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτῷ ἐκεῖ, ἐνώπιον ὑμῶν; καὶ ἐγὼ ἰδοὺ ἑώρακα, λέγει κύριος.
20Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 12; 9
μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν.
21Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 27; 26
ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν, μὴ γενέσθω αὐτῆς κατάλειμμα·
22Biblia, Novum testamentum graece, Mt, 21; 13
καὶ λέγει αὐτοῖς, Γέγραπται, Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.
23Biblia, Novum testamentum graece, Mc, 11; 17
καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς, Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.
24Biblia, Novum testamentum graece, Lc, 19; 46
λέγων αὐτοῖς, Γέγραπται, Καὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
25Biblia, Novum testamentum graece, Io, 11; 38
Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ.
26Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0424B (auctor c.470–c.544)
Γονυπετῶν δὲ τοὺς εὐαγῶς τὸν ἐναγῆ τῆς τοῦ σωτῆρος ποίμνης χωρίζειν ἐπειγομένους, διωρίαν τῇ ὀψίμῳ διώξει χαρίσασθαι, καὶ συγχωρῆσαι πρὸς μίαν ἡμέραν τὸ αὐτόθι σπήλαιον οἰκῆσαι, προνοίᾳ Θεοῦ τῆς ἐλπίδος ἐφεύσθη· διαδέχονται δὲ τὸ αὐτὸ σπήλαιον εὐλαβεῖς ἄνδρες μονήρη βίον διώκοντες.
27Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0438B (auctor c.470–c.544)
Ἀλλ' οὐ μὲν οὖν εἴασαν τοῦτο Ἐμεσηνοὶ μεῖναι καὶ πρὸς βραχύ· ἀλλὰ θᾶττον ἀπήλαυνον, τοῦ θείου πάντως ἀνδρὸς τὴν ὁρμὴν αὐτοῖς παραθήξαντος, καὶ δρᾶσαι τὸ καλὸν ἀμελητὶ ἐποτρύναντος· τὸ δέ γε σπήλαιον διαδέχονται μετὰ ταῦτα ἄνδρες μονασταὶ, καὶ βίον ἄριστον μετιόντες· οἰκοῦντες μὲν τοῦτο, οὐκ εἰδότες δὲ ὃ τῷ σπηλαίῳ ἐγκέκρυπται, θησαυρὸς πολύχους καὶ πάμφορος.
28Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0438C (auctor c.470–c.544)
Μάρκελλός τις τὸν βίον ἐπιφανὴς, τὸν τρόπον θεοφιλὴς, ἣς καὶ μονῆς τῆς κατὰ σπήλαιον καθηγεῖτο, κατά τινα νύκτα τῆς μέσσης ἑβδομάδος τῶν νηστειῶν, ὄναρ τοιοῦτον ὁρᾷ· ὃς καὶ τὸ ὁραθὲν τοῖς ὗπ' αὐτὸν διηγήσατο, οὑτωσὶ πρὸς λέξιν διεξιών· « Αἱ τῆς μονῆς μοι ἅπασαι, φησὶ, θύραι, ἀνεῳγμέναι εἶναι ἐδόκουν.
29Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0440C (auctor c.470–c.544)
Εὑρήσεις δὲ καὶ ἀστέρα τὸν τόπον ὑποδεικνῦντά σοι· ὃς καὶ παρευθὺ ἀνέστην, καὶ ἅμα καὶ ὁ ἀστὴρ προηγεῖτό μου τῆς ὁδοῦ, ἕως ἐλθὼν ἔστη ἐπάνω τοῦ τόπου, ἔνθα τὸ σπήλαιον ἦν, ἐν ᾧ κογχὴ ἐτύγχανε προσεχὴς, ἐκεῖσε τῆς κεφαλῆς κατωρυγμένης.
30Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0442C (auctor c.470–c.544)
Ἐπεὶ δὲ ἅμα τῇ εὐχῇ καὶ τοὺς πόδας εἶχον βαδίζοντας, ἀφικνοῦμαι σπουδῇ πρὸς τὸν πρόεδρον σὺν ἐκείνοις, μὴ ἄλλο τι πρὸ τούτου θέμενος ἔργον, ᾧ καὶ πάντα τὰ ὁραθέντα γνωρίσας, τὸν ὄνειρον, τὴν ὀπτασίαν, τὸ σπήλαιον, τὸν τόπον, τὴν κεχωσμένην ὑδρίαν· καὶ τέλος, τὴν ἱερὰν κεφαλὴν δι' ἣν κἀκεῖνα, λαμβάνω εὐθὺς καὶ τοῦ πράγματος αὐτουργὸν ὑπουργοῦντα σὺν εὐθυμίᾳ ἐπιτάγματι· ὃς καὶ κυριακῆς ἐπιφωσκούσης, ἐφίσταται μετὰ λαμπάδων τῷ τόπῳ· καὶ εὐλαβείᾳ καὶ φόβῳ τὴν χεῖρα τῇ ὑδρίᾳ προτείνας, τὴν κεφαλὴν ἀναφέρει· θαῦμα οὖσαν τοῖς ὁρῶσι φριττὸν, καὶ πλὴν τῶν ὁρώντων ἄπιστον· τρίχες γὰρ ὁρῶντο ταύτῃ προσπεφυκυῖαι· καὶ εὐωδία τις καὶ αἴγλη ἀπέλαμπεν ἄῤῥητος.
31Dositheus, Hermeneumata Leidensia, III, 2; 112 (auctor c.350)
Περὶ ταύρου Ταῦρος φεύγων λέοντα ἑαυτὸν εἰς σπήλαιον ἔβαλεν, ὅπου ἦσαν τράγοι τρεῖς, οἵτινες ὡς ἑώρακαν τοῦτον φοβούμενον, κατεγέλων αὐτοῦ˙ κἀκεῖνος αὐτοῖς ἀπεκρίθη˙ „Ὦ ἀπονενοημένοι, εἰ γὰρ ᾔδειτε, τί ὧδε κατέφυγον, οὐκ ἄν μου κατεγελᾶτε.
32Flauius Sosipater Charisius, Ars, p. 460, l. 41 (auctor c.362)
spelunca σπήλαιον.
33Gregorius I, Dialogi, 77, 0259A (auctor 540-604)
Γυνὴ δέ τις τοῦτο ἀκούσασα, τεθαῤῥηκότως εἰς τὸ ὄρος ἀνῆλθε, καὶ εἰς τὸ αὐτοῦ σπήλαιον ἀναιδῶς παρεγένετο.
34Isidorus Hispalensis, Etymologiae, 82, 0525B (auctor 565-636)
1. Specus est fossa sub terra, quae perspici potest; σπήλαιον Graece spelunca Latine.
35Plato, Respublica, 1f, 514; 2 (auctor c.425BC-347BC)
ἰδὲ γὰρ ἀνθρώπους οἷον ἐν καταγείῳ οἰκήσει σπηλαιώδει, ἀναπεπταμένην πρὸς τὸ φῶς τὴν εἴσοδον ἐχούσῃ μακρὰν παρὰ πᾶν τὸ σπήλαιον, ἐν ταύτῃ ἐκ παίδων ὄντας ἐν δεσμοῖς καὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, ὥστε μένειν τε αὐτοὺς εἴς τε τὸ πρόσθεν μόνον ὁρᾶν, κύκλῳ δὲ τὰς κεφαλὰς ὑπὸ τοῦ δεσμοῦ ἀδυνάτους περιάγειν, φῶς δὲ αὐτοῖς πυρὸς ἄνωθεν καὶ πόρρωθεν καόμενον ὄπισθεν αὐτῶν, μεταξὺ δὲ τοῦ πυρὸς καὶ τῶν δεσμωτῶν ἐπάνω ὁδόν, παρ' ἣν ἰδὲ τειχίον παρῳκοδομημένον, ὥσπερ τοῖς θαυματοποιοῖς πρὸ τῶν ἀνθρώπων πρόκειται τὰ παραφράγματα, ὑπὲρ ὧν τὰ θαύματα δεικνύασιν.
36Plato, Respublica, 1f, 539; 14 (auctor c.425BC-347BC)
μετὰ γὰρ τοῦτο καταβιβαστέοι ἔσονταί σοι εἰς τὸ σπήλαιον πάλιν ἐκεῖνο, καὶ ἀναγκαστέοι ἄρχειν τά τε περὶ τὸν πόλεμον καὶ ὅσαι νέων ἀρχαί, ἵνα μηδ' ἐμπειρίᾳ ὑστερῶσι τῶν ἄλλων· καὶ ἔτι καὶ ἐν τούτοις
37Plotinus, Enneades, 4, 8, 1; 6 (auctor c.205-270)
Τί οὖν λέγει ὁ φιλόσοφος οὗτος; Οὐ ταὐτὸν λέγων πανταχῇ φανεῖται, ἵνα ἄν τις ἐκ ῥαιδίας τὸ τοῦ ἀνδρὸς βούλημα εἶδεν, ἀλλὰ τὸ αἰσθητὸν πᾶν πανταχοῦ ἀτιμάσας καὶ τὴν πρὸς τὸ σῶμα κοινωνίαν τῆς ψυχῆς μεμψάμενος ἐν δεσμῷ τε εἶναι καὶ τεθάφθαι ἐν αὐτῷ τὴν ψυχὴν λέγει, καὶ τὸν ἐν ἀπορρήτοις λεγόμενον λόγον μέγαν εἶναι, ὃς ἐν φρουρᾷ τὴν ψυχήν φησιν εἶναι· καὶ τὸ σπήλαιον αὐτῷ, ὥσπερ Ἐμπεδοκλεῖ τὸ ἄντρον, τόδε τὸ πᾶν – δοκῶ μοι – λέγειν, ὅπου γε λύσιν τῶν δεσμῶν καὶ ἄνοδον ἐκ τοῦ σπηλαίου τῇ ψυχῇ φησιν εἶναι τὴν πρὸς τὸ νοητὸν πορείαν.
38Plotinus, Enneades, 4, 8, 3; 1 (auctor c.205-270)
Περὶ δὲ τῆς ἀνθρωπείας ψυχῆς, ἣ ἐν σώματι πάντα λέγεται κακοπαθεῖν καὶ ταλαιπωρεῖν ἐν ἀνοίαις καὶ ἐπιθυμίαις καὶ φόβοις καὶ τοῖς ἄλλοις κακοῖς γιγνομένη, ἧι καὶ δεσμὸς τὸ σῶμα καὶ τάφος, καὶ ὁ κόσμος αὐτῇ σπήλαιον καὶ ἄντρον, ἥντινα γνώμην οὐ διάφωνον ἔχει ἐκ τῶν αἰτιῶν οὐ τῶν αὐτῶν τῆς καθόδου, νῦν λέγωμεν.
39Plotinus, Enneades, 4, 8, 5; 1 (auctor c.205-270)
Οὐ τοίνυν διαφωνεῖ ἀλλήλοις ἥ τε εἰς γένεσιν σπορὰ ἥ τε εἰς τελείωσιν κάθοδος τοῦ παντός, ἥ τε δίκη τό τε σπήλαιον, ἥ τε ἀνάγκη τό τε ἑκούσιον, ἐπείπερ ἔχει τὸ ἑκούσιον ἡ ἀνάγκη, καὶ τὸ ἐν κακῷ τῷ σώματι εἶναι· οὐδ᾽ ἡ Ἐμπεδοκλέους φυγὴ ἀπὸ τοῦ θεοῦ καὶ πλάνη οὐδ᾽ ἡ ἁμαρτία, ἐφ᾽ ἧι ἡ δίκη, οὐδ᾽ ἡ Ἡρακλείτου ἀνάπαυλα ἐν τῇ φυγῇ, οὐδ᾽ ὅλως τὸ ἑκούσιον τῆς καθόδου καὶ τὸ ἀκούσιον αὖ.