'συλλαβή' - search in All Authors, Showing 1 to 27 of 27 hits

1Aristoteles, Categoriae, 6; 5 (auctor 384BC-322BC)
Ὅτι μὲν γὰρ ποσόν ἐστιν ὁ λόγος, φανερόν· καταμετρεῖται γὰρ συλλαβῇ βραχείᾳ καὶ μακρᾷ.
2Aristoteles, De arte poetica, 20; 1 (auctor 384BC-322BC)
Τῆς δέ λέξεως ἁπάσης τάδ᾿ ἐστί τά μέρη, στοιχεῖον, συλλαβή, σύνδεσμος, ὄνομα, ῥῆμα, ἄρθρον, πτῶσις, λόγος.
3Aristoteles, De arte poetica, 20; 6 (auctor 384BC-322BC)
Συλλαβή δ᾿ ἐστί φωνή ἄσημος, συνθετή ἐξ ἀφώνου καί φωνήν ἔχοντος· καί γάρ τό ΓΡ ἄνευ τοῦ Α συλλαβή, καί μετά τοῦ Α, οἷον τό ΓΡΑ.
4Aristoteles, De arte poetica, 21; 16 (auctor 384BC-322BC)
Ἐπεκτεταμένον δ᾿ ἐστίν ἢ ἀφῃρημένον τό μέν, ἐάν φωνήεντι μακροτέρῳ κεχρημένον ᾖ τοῦ οἰκείου ἢ συλλαβῇ ἐμβεβλημένῃ, τό δ᾿ ἐάν ἀφῃρημένον τι ᾖ αὐτοῦ, ἐπεκτεταμένον μέν οἷον τό πόλεως πόληος καί τό Πηλείδου Πηληϊάδεω, ἀφῃρημένον δέ οἷον τό κρῖ καί τό δῶ καί μία γίνεται ἀμφοτέρων ὄψ.
5Aristoteles, De interpretatione, 4; 3 (auctor 384BC-322BC)
Ἀλλ᾿ οὐχὶ τοῦ ἀνθρώπου συλλαβὴ μία.
6Aristoteles, Historia animalium, 7, VII 4; 1 (auctor 384BC-322BC)
Ὅταν δέ συλλάβῃ ἡ ὑστέρα τό σπέρμα, εὐθύς συμμύει ταῖς πολλαῖς, μέχρι γένωνται ἑπτά μῆνες· τῷ δ’ ὀγδόῳ χάσκουσιν· καί τό ἔμβρυον, ἐάν ᾖ γόνιμον, προκαταβαίνει τῷ ὀγδόῳ μηνί.
7Aristoteles, Historia animalium, 7, VII 4; 28 (auctor 384BC-322BC)
Ἀλλ’ ἵππος μέν ἂν συλλάβῃ τό πρῶτον, οὐκ ἐπικυΐσκεται πάλιν, ἀλλ’ ἓν τίκτει μόνον ὡς ἐπί τό πολύ· ἐπ’ ἀνθρώπῳ δ’ ὀλίγα μέν, γέγονε δέ ποτε.
8Aristoteles, Historia animalium, 9, IX 39; 13 (auctor 384BC-322BC)
Περιτίθεται δέ καί περιελίττεται καί τοῖς μείζοσι ζῴοις, ἐπεί καί ταῖς σαύραις ταῖς μικραῖς ἐπιβάλλον περί τό στόμα περιθέον ἀφίησιν, ἕως ἂν συλλάβῃ τό στόμα· τότε δ’ ἤδη δάκνει προσελθόν.
9Aristoteles, Historia animalium, 9, IX 44; 7 (auctor 384BC-322BC)
Ἀληθῆ δέ καί τά λεγόμενα, τό τε φοβεῖσθαι μάλιστα τό πῦρ, ὥσπερ καί Ὅμηρος ἐποίησεν καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ, καί τό τόν βαλόντα τηρήσαντα ἵεσθαι ἐπί τοῦτον· ἐάν δέ τις βάλλῃ μέν μή, ἐνοχλῇ δέ αὐτόν, ἐάν ἐπαΐξας συλλάβῃ, ἀδικεῖ μέν οὐδέν οὐδέ βλάπτει τοῖς ὄνυξι, σείσας δέ καί φοβήσας ἀφίησι πάλιν.
10Aristoteles, Metaphysica, 5, 24; 2 (auctor 384BC-322BC)
τὰ δὲ ὡς ἐκ τοῦ μέρους τὸ εἶδος, οἷον ἅνθρωπος ἐκ τοῦ δίποδος καὶ ἡ συλλαβὴ ἐκ τοῦ στοιχείου· ἄλλως γὰρ τοῦτο καὶ ὁ ἀνδριὰς ἐκ χαλκοῦ· ἐκ τῆς αἰσθητῆς γὰρ ὕλης ἡ συνθετὴ οὐσία, ἀλλὰ καὶ τὸ εἶδος ἐκ τῆς τοῦ εἴδους ὕλης.
11Aristoteles, Metaphysica, 7, 10; 3 (auctor 384BC-322BC)
τοῦ μὲν γὰρ κύκλου ὁ λόγος οὐκ ἔχει τὸν τῶν τμημάτων, ὁ δὲ τῆς συλλαβῆς ἔχει τὸν τῶν στοιχείων· καίτοι διαιρεῖται καὶ ὁ κύκλος εἰς τὰ τμήματα ὥσπερ καὶ ἡ συλλαβὴ εἰς τὰ στοιχεῖα.
12Aristoteles, Metaphysica, 7, 17; 15 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὸ ἔκ τινος σύνθετον οὕτως ὥστε ἓν εἶναι τὸ πᾶν, [ἂν] μὴ ὡς σωρὸς ἀλλ' ὡς ἡ συλλαβή – ἡ δὲ συλλαβὴ οὐκ ἔστι τὰ στοιχεῖα, οὐδὲ τῷ βα ταὐτὸ τὸ β καὶ α, οὐδ' ἡ σὰρξ πῦρ καὶ γῆ (διαλυθέντων γὰρ τὰ μὲν οὐκέτι ἔστιν, οἷον ἡ σὰρξ καὶ ἡ συλλαβή, τὰ δὲ στοιχεῖα ἔστι, καὶ τὸ πῦρ καὶ ἡ γῆ) · ἔστιν ἄρα τι ἡ συλλαβή, οὐ μόνον τὰ στοιχεῖα τὸ φωνῆεν καὶ ἄφωνον ἀλλὰ καὶ ἕτερόν τι, καὶ ἡ σὰρξ οὐ μόνον πῦρ καὶ γῆ ἢ τὸ θερμὸν καὶ ψυχρὸν ἀλλὰ καὶ ἕτερόν τι – εἰ τοίνυν ἀνάγκη κἀκεῖνο ἢ στοιχεῖον ἢ ἐκ στοιχείων εἶναι, εἰ μὲν στοιχεῖον, πάλιν ὁ αὐτὸς ἔσται λόγος (ἐκ τούτου γὰρ καὶ πυρὸς καὶ γῆς ἔσται ἡ σὰρξ καὶ ἔτι ἄλλου, ὥστ' εἰς ἄπειρον βαδιεῖται) · εἰ δὲ ἐκ στοιχείου, δῆλον ὅτι οὐχ ἑνὸς ἀλλὰ πλειόνων, ἢ ἐκεῖνο αὐτὸ ἔσται, ὥστε πάλιν ἐπὶ τούτου τὸν αὐτὸν ἐροῦμεν λόγον καὶ ἐπὶ τῆς σαρκὸς ἢ συλλαβῆς.
13Aristoteles, Metaphysica, 8, 3; 5 (auctor 384BC-322BC)
οὐ φαίνεται δὴ ζητοῦσιν ἡ συλλαβὴ ἐκ τῶν στοιχείων οὖσα καὶ συνθέσεως, οὐδ' ἡ οἰκία πλίνθοι τε καὶ σύνθεσις.
14Aristoteles, Metaphysica, 14, 1; 14 (auctor 384BC-322BC)
καὶ ἐν παντὶ ἔστι τι ἕτερον ὑποκείμενον, οἷον ἐν ἁρμονίᾳ δίεσις, ἐν δὲ μεγέθει δάκτυλος ἢ ποὺς ἤ τι τοιοῦτον, ἐν δὲ ῥυθμοῖς βάσις ἢ συλλαβή· ὁμοίως δὲ καὶ ἐν βάρει σταθμός τις ὡρισμένος ἐστίν· καὶ κατὰ πάντων δὲ τὸν αὐτὸν τρόπον, ἐν μὲν τοῖς ποιοῖς ποιόν τι, ἐν δὲ τοῖς ποσοῖς ποσόν τι, καὶ ἀδιαίρετον τὸ μέτρον, τὸ μὲν κατὰ τὸ εἶδος τὸ δὲ πρὸς τὴν αἴσθησιν, ὡς οὐκ ὄντος τινὸς τοῦ ἑνὸς καθ' αὑτὸ οὐσίας.
15Aristoteles, Metaphysica, 14, 5; 7 (auctor 384BC-322BC)
ἀλλὰ συνθέσει, ὥσπερ συλλαβή· ἀλλὰ θέσιν τε ἀνάγκη ὑπάρχειν, καὶ χωρὶς ὁ νοῶν νοήσει τὸ ἓν καὶ τὸ πλῆθος.
16Aristoteles, Topica, 6, VI 13; 19 (auctor 384BC-322BC)
Ἔτι εἰ συνώνυμον τό ὅλον θατέρῳ· οὐ δεῖ γάρ, καθάπερ οὐδ᾿ ἐπί τῶν συλλαβῶν· οὐδενί γάρ τῶν στοιχείων ἐξ ὧν σύγκειται ἡ συλλαβή συνώνυμός ἐστιν.
17Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 39; 13
πτέρυξ τερπομένων νεελασα, ἐὰν συλλάβῃ ασιδα καὶ νεσσα·
18Dositheus, Ars, p. 54, l. 16 (auctor c.350)
παρὰ μὲν Ῥωμαίοις πέντε ἡγοῦνται μόρια τῆς ἐπιπλοκῆς ἐν τῇ ἐσχάτῃ συλλαβῇ τῶν πτώσεων, que cumque dam dem piam, ἐξ ὧν τὰ μεσόπτωτα συνίσταται οὕτως, quisque quiscumque quidam idem quispiam.
19Plato, Theaetetus, p1, 203; 14 (auctor c.425BC-347BC)
ἀμφότερά ἐστιν ἡ πρώτη συλλαβὴ τοῦ ἐμοῦ ὀνόματος.
20Plato, Theaetetus, p1, 204; 1 (auctor c.425BC-347BC)
Σωκράτης ἐχέτω δὴ ὡς νῦν φαμεν, μία ἰδέα ἐξ ἑκάστων τῶν συναρμοττόντων στοιχείων γιγνομένη ἡ συλλαβή, ὁμοίως ἔν τε γράμμασι καὶ ἐν τοῖς ἄλλοις ἅπασι.
21Plato, Theaetetus, p1, 205; 5 (auctor c.425BC-347BC)
Σωκράτης πάλιν δή, ὅπερ ἄρτι ἐπεχείρουν, οὐκ, εἴπερ ἡ συλλαβὴ μὴ τὰ στοιχεῖά ἐστιν, ἀνάγκη αὐτὴν μὴ ὡς μέρη ἔχειν ἑαυτῆς τὰ στοιχεῖα, ἢ ταὐτὸν οὖσαν αὐτοῖς ὁμοίως ἐκείνοις γνωστὴν εἶναι· Θεαίτητος οὕτως.
22Plato, Theaetetus, p1, 205; 9 (auctor c.425BC-347BC)
Σωκράτης παντάπασι δή, ὦ Θεαίτητε, κατὰ τὸν νῦν λόγον μία τις ἰδέα ἀμέριστος συλλαβὴ ἂν εἴη.
23Plato, Theaetetus, p1, 205; 14 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν εἰς ταὐτὸν ἐμπέπτωκεν ἡ συλλαβὴ εἶδος ἐκείνῳ, εἴπερ μέρη τε μὴ ἔχει καὶ μία ἐστὶν ἰδέα· Θεαίτητος παντάπασι μὲν οὖν.
24Plato, Theaetetus, p1, 205; 15 (auctor c.425BC-347BC)
Σωκράτης εἰ μὲν ἄρα πολλὰ στοιχεῖα ἡ συλλαβή ἐστιν καὶ ὅλον τι, μέρη δ' αὐτῆς ταῦτα, ὁμοίως αἵ τε συλλαβαὶ γνωσταὶ καὶ ῥηταὶ καὶ τὰ στοιχεῖα, ἐπείπερ τὰ πάντα μέρη τῷ ὅλῳ ταὐτὸν ἐφάνη.
25Plato, Theaetetus, p1, 205; 17 (auctor c.425BC-347BC)
Σωκράτης εἰ δέ γε ἕν τε καὶ ἀμερές, ὁμοίως μὲν συλλαβή, ὡσαύτως δὲ στοιχεῖον ἄλογόν τε καὶ ἄγνωστον· ἡ γὰρ αὐτὴ αἰτία ποιήσει αὐτὰ τοιαῦτα.
26Plotinus, Enneades, 6, 3, 12; 12 (auctor c.205-270)
Συλλαβῇ δὲ καὶ λόγῳ συμβαίνει ποσοῖς εἶναι καὶ ὑποκεῖσθαι τῷ ποσῷ· φωνὴ γὰρ ποσή· αὕτη δὲ κίνησίς τις· εἰς κίνησιν οὖν ὅλως ἀνακτέον, ὥσπερ καὶ τὴν πρᾶξιν.
27Vossius Gerardus Iohannes, De Arte Grammatica Libri Septem., 2, 1; 4 (auctor 1577-1649)
Συλλαβὴ de voce disyllaba.