'συνδυασμός' - search in All Authors, Showing 1 to 10 of 10 hits

1Aristoteles, De generatione animalium, 1, 15; 4 (auctor 384BC-322BC)
ταῦτα δ' ἐστὶν† ἐν τοῖς ὑπτίοις τοῦ σώματος ᾗ τὸ κέλυφος ἀφέστηκε καὶ ἡ θάλαττα εἰσέρχεται· διὸ ὁ συνδυασμὸς κατὰ τοῦτο γίγνεται τῷ ἄρρενι πρὸς τὴν θήλειαν· ἀναγκαῖον γάρ, εἴπερ ἀφίησί τι ὁ ἄρρεν εἴτε σπέρμα εἴτε μόριον εἴτε ἄλλην τινὰ δύναμιν, κατὰ τὸν ὑστερικὸν πόρον πλησιάζειν.
2Aristoteles, De generatione animalium, 2, 7; 15 (auctor 384BC-322BC)
Γίγνεται δὲ ὁ συνδυασμὸς τοῖς ζῴοις κατὰ φύσιν μὲν τοῖς ὁμογενέσιν, οὐ μὴν ἀλλὰ καὶ τοῖς μὲν σύνεγγυς τὴν φύσιν ἔχουσιν οὐκ ἀδιαφόροις δὲ τῷ εἴδει, ἐὰν τά τε μεγέθη παραπλήσια ᾖ καὶ οἱ χρόνοι ἴσοι ὦσι τῆς κυήσεως.
3Aristoteles, De generatione animalium, 3, 5; 22 (auctor 384BC-322BC)
Συμβάλλεται δὲ πρὸς τὴν ἀπάτην αὐτοῖς καὶ τὸ ταχὺν εἶναι τὸν συνδυασμὸν τῶν τοιούτων ἰχθύων ὥστε πολλοὺς λανθάνειν καὶ τῶν ἁλιέων· οὐθεὶς γὰρ αὐτῶν οὐθὲν τηρεῖ τοιοῦτον τοῦ γνῶναι χάριν, ἀλλ' ὅμως ὠμμένος ὁ συνδυασμός ἐστιν.
4Aristoteles, De generatione animalium, 3, 8; 3 (auctor 384BC-322BC)
γίγνεται δὲ ὁ συνδυασμὸς τούτων χρονιώτερος πάντων, ὥσπερ τῶν ἐντόμων, εὐλόγως· ἄναιμα γάρ ἐστι, διόπερ ψυχρὰ τὴν φύσιν.
5Aristoteles, De generatione animalium, 3, 10; 45 (auctor 384BC-322BC)
γεννῶσι μὲν γὰρ αἱ μῆτραι καλούμεναι καὶ τὰ πρῶτα συμπλάττουσι τῶν κηρίων, ὀχευόμεναι δὲ γεννῶσιν ὑπ' ἀλλήλων· ὦπται γὰρ πολλάκις ὁ συνδυασμὸς αὐτῶν.
6Aristoteles, Historia animalium, 5, V 8; 5 (auctor 384BC-322BC)
Ἀπολύονται δ’ ἀπ’ ἀλλήλων μόλις· πολύν γάρ χρόνον ὁ συνδυασμός ἐστι τῶν τοιούτων.
7Aristoteles, Historia animalium, 5, V 8; 8 (auctor 384BC-322BC)
Ποιοῦνται δέ τά φαλάγγια τήν ὀχείαν τόνδε τόν τρόπον, ὅσα γε ὑφαίνει ἀράχνια· ὅταν ἡ θήλεια σπάσῃ τῶν ἀποτεταμένων ἀραχνίων ἀπό τοῦ μέσου, πάλιν ὁ ἄρρην ἀντισπᾷ· τοῦτο δέ ποιήσαντα πολλάκις οὕτω συνέρχεται καί συμπλέκεται ἀντίπυγα· διά γάρ τήν περιφέρειαν τῆς κοιλίας οὗτος ἁρμόττει ὁ συνδυασμός αὐτοῖς.
8Aristoteles, Politica, 7; 260 (auctor 384BC-322BC)
ἔστι δ' ὁ τῶν νέων συνδυασμὸς φαῦλος πρὸς τὴν τεκνοποιίαν· ἐν γὰρ πᾶσι ζῴοις ἀτελῆ τὰ τῶν νέων ἔκγονα, καὶ θηλυτόκα μᾶλλον καὶ μικρὰ τὴν μορφήν, ὥστ' ἀναγκαῖον ταὐτὸ τοῦτο συμβαίνειν καὶ ἐπὶ τῶν ἀνθρώπων.
9Markos monachos, Florilegium et opuscula, Appendix, 43; 11 (auctor fl.1260)
Ἄλλο δέ ἐστι προσβολὴ καὶ ἄλλο συνδυασμὸς καὶ ἄλλο πάθος καὶ ἄλλο πάλη καὶ ἄλλο συγκατάθεσις καὶ ἄλλο ἐνέργεια.
10Markos monachos, Florilegium et opuscula, Appendix, 43; 12 (auctor fl.1260)
Καὶ προσβολὴ μέν ἐστιν ἡ ἁπλῶς γινομένη τοῦ ἐχθροῦ διὰ τοῦ λογισμοῦ ὑπόμνησις, οἷον ποίησον τόδε ἢ τόδε ὡς ἐπὶ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν· εἰπέ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται {Mt 4,3}· τοῦτο, ὡς εἴρηται, τῶν οὐκ ἐφ' ἡμῖν· συνδυασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλομένου λογισμοῦ καὶ οἷον μετ᾿ αὐτοῦ μελέτη καὶ ὁμιλία παρὰ τῆς προαιρέσεως ἡμῶν· πάθος δὲ ἡ ἀπὸ συνδυασμοῦ ἕξις γινομένη τοῦ παρὰ τοῦ ἐχθροῦ ὑποβαλλομένου λογισμοῦ, καὶ οἱονεὶ συνεχὴς μελέτη καὶ φαντασία τούτου· πάλη δὲ ἡ ἀντίστασις τοῦ λογισμοῦ ἢ πρὸς ἀναίρεσιν τούτου ἢ πρὸς συγκατάθεσιν, καθώς φησιν ὁ ἀπόστολος, ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός {Gal 5,17}, ταῦτα δὲ ἀλλήλοις ἀντίκειται· συγκατάθεσις δὲ ἡ κατάνευσις τοῦ λογισμοῦ πρὸς τὸ πάθος· ἐνέργεια δὲ αὐτὴ ἡ πρᾶξις.