'τάξις' - search in All Authors, Showing 1 to 90 of 90 hits

1Anonymi, Ars Bobiensis, p. 32, l. 3 (auctor c.450)
hic actus ἡ πρᾶξις, hic affectus, hic accentus, angulus γωνία, ascensus, aditus, aduentus, anus ἡ ἕδρα, acus, apex κεραία, clamor, conplexus, casus, clipeus, conspectus, coetus, coitus, calx πτέρνα (λάκτισμα, ἄσβεστος), carcer, conatus, census ἀπογραφή, cibus, coactus ἡ ἀνάγκη, canus πολιά, concursus, cantus, concentus συνῳδή, collis ἀκρώρεια, cultus, calix κύλιξ, comitatus συνεκδημία, cliuus ἀνάβασις, calor, calculus ψῆφος, callis ἀτραπός, culmus καλάμη, consulatus, cardus κινάρα, cippus στήλη, descensus, dies, ductus χαραγμή, euentus, exitus, error, fons, fragor, focus ἑστία, fetor τρυγίας τοῦ οἴνου ὀδμή, furor, fascis δέσμη, fornix ἁψίς, forfex ψαλίς, faex τρυγία, fulgor, honor, gremius, hortatus προτροπή, ingressus εἴσβασις, ictus πληγή, iuncus ὀξύσχοινος, incessus ἐπίβασις, iussus κέλευσις, inpulsus ἡ μετὰ τοῦ ἀναγκάζειν πειθώ, interitus, introitus, inpetus, luxus ἀσωτία, langor νωθρία, lectus, later πλίνθος, luscinius ἀηδών (et luscinia, ut Horatius dixit), limus ἰλύς, maeror λύπη, motus, mador ὑγρασία (Sallustius in historiis), mergus αἴθυια, magistratus ἀρχή, mercatus ἐμπορία, morbus, mullus, nuntius ἀγγελία, nidor κνῖσα, nidus καλιά, ordo τάξις, odor ὀδμή, obiectus προβολή, ortus ἀνατολή, occasus, ornatus κόσμησις, pons, pumex, profectus προκοπή, poples ἀγκύλη, pelicatus ζηλοτυπία, pallor, pauor, postis φλιά, ros, remus, reditus, raster, radius, rogus, sermo ὁμιλία, solius ἔμβασις, successus διαδοχή, pulpitus θυμέλη, pudor, pilus θρίξ, septentrio, splendor, senatus, sensus αἴσθησις, status, situs θέσις, secessus ὑποχώρησις, torus, turbo θύελλα, turtur τρυγών, turdus κίχλα, terror, uertex κορυφή, uisus, usus, uenter, uortex ἴλιγξ, uomis ὕνις, uicus κώμη, uapor ἀτμίς.
2Aristoteles, Physica, 1, 5; 12
ἀλλὰ μὴν καὶ οἰκία καὶ ἀνδριὰς καὶ ὁτιοῦν ἄλλο γίγνεται ὁμοίως· ἥ τε γὰρ οἰκία γίγνεται ἐκ τοῦ μὴ συγκεῖσθαι ἀλλὰ διῃρῆ σθαι ταδὶ ὡδί, καὶ ὁ ἀνδριὰς καὶ τῶν ἐσχηματισμένων τι ἐξ ἀσχημοσύνης· καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν.
3Aristoteles, Physica, 1, 7; 19
ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο (ὁ μὲν γὰρ ἄνθρωπος καὶ ὁ χρυσὸς καὶ ὅλως ἡ ὕλη ἀριθμητή· τόδε γάρ τι μᾶλλον, καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίγνεται τὸ γιγνόμενον· ἡ δὲ στέρησις καὶ ἡ ἐναντίωσις συμβεβηκός)· ἓν δὲ τὸ εἶδος, οἷον ἡ τάξις ἢ ἡ μουσικὴ ἢ τῶν ἄλλων τι τῶν οὕτω κατηγορουμένων.
4Aristoteles, Physica, 8, 1; 35
τὸ δ' ἄπειρον πρὸς τὸ ἄπειρον οὐδένα λόγον ἔχει· τάξις δὲ πᾶσα λόγος.
5Aristoteles, Athenaion Politeia, p2, 3, 1; 1 (auctor 384BC-322BC)
ἦν δ' ἡ τάξις τῆς ἀρχαίας πολιτείας τῆς πρὸ Δράκοντος τοιάδε.
6Aristoteles, Athenaion Politeia, p2, 4, 1; 2 (auctor 384BC-322BC)
μετὰ δὲ ταῦτα χρόνου τινὸς οὐ πολλοῦ διελθόντος, ἐπ' Ἀρισταίχμου ἄρχοντος, Δράκων τοὺς θεσμοὺς ἔθηκεν· ἡ δὲ τάξις αὐτοῦ τόνδε τὸν τρόπον εἶχε.
7Aristoteles, Athenaion Politeia, p2, 41, 2; 4 (auctor 384BC-322BC)
δευτέρα δὲ καὶ πρώτη μετὰ ταύτην ἔχουσά τι πολιτείας τάξις ἡ ἐπὶ Θησέως γενομένη, μικρὸν παρεγκλίνουσα τῆς βασιλικῆς.
8Aristoteles, De caelo, 1, 2, 6; 14 (auctor 384BC-322BC)
Τοῖς δ´ ἄπειρα ἐν ἀπείρῳ τὰ κινούμενα ποιοῦσιν, εἰ μὲν ἓν τὸ κινοῦν, ἀνάγκη μίαν φέρεσθαι φοράν, ὥστ´ οὐκ ἀτάκτως κινηθήσεται, εἰ δ´ ἄπειρα τὰ κινοῦντα, καὶ τὰς φορὰς ἀναγκαῖον ἀπείρους εἶναι· εἰ γὰρ πεπερασμέναι, τάξις τις ἔσται· οὐ γὰρ τῷ μὴ φέρεσθαι εἰς τὸ αὐτὸ ἡ ἀταξία συμβαίνει· οὐδὲ γὰρ νῦν εἰς τὸ αὐτὸ φέρεται πάντα, ἀλλὰ τὰ συγγενῆ μόνον.
9Aristoteles, De caelo, 1, 2, 7; 15 (auctor 384BC-322BC)
Ἔτι τὸ ἀτάκτως οὐθέν ἐστιν ἕτερον ἢ τὸ παρὰ φύσιν· ἡ γὰρ τάξις ἡ οἰκεία τῶν αἰσθητῶν φύσις ἐστίν.
10Aristoteles, De caelo, 2, 14, 1; 3 (auctor 384BC-322BC)
Διόπερ οὐχ οἷόν τ´ ἀΐδιον εἶναι, βίαιόν γ´ οὖσαν καὶ παρὰ φύσιν· ἡ δέ γε τοῦ κόσμου τάξις ἀΐδιος.
11Aristoteles, De caelo, 2, 14, 7; 15 (auctor 384BC-322BC)
Μαρτυρεῖ δὲ τούτοις καὶ τὰ παρὰ τῶν μαθηματικῶν λεγόμενα περὶ τὴν ἀστρολογίαν· τὰ γὰρ φαινόμενα συμβαίνει μεταβαλλόντων τῶν σχημάτων οἷς ὥρισται τῶν ἄστρων ἡ τάξις, ὡς ἐπὶ τοῦ μέσου κειμένης τῆς γῆς.
12Aristoteles, De caelo, 2a, 2, 6; 14 (auctor 384BC-322BC)
Τοῖς δ´ ἄπειρα ἐν ἀπείρῳ τὰ κινούμενα ποιοῦσιν, εἰ μὲν ἓν τὸ κινοῦν, ἀνάγκη μίαν φέρεσθαι φοράν, ὥστ´ οὐκ ἀτάκτως κινηθήσεται, εἰ δ´ ἄπειρα τὰ κινοῦντα, καὶ τὰς φορὰς ἀναγκαῖον ἀπείρους εἶναι· εἰ γὰρ πεπερασμέναι, τάξις τις ἔσται· οὐ γὰρ τῷ μὴ φέρεσθαι εἰς τὸ αὐτὸ ἡ ἀταξία συμβαίνει· οὐδὲ γὰρ νῦν εἰς τὸ αὐτὸ φέρεται πάντα, ἀλλὰ τὰ συγγενῆ μόνον.
13Aristoteles, De caelo, 2a, 2, 7; 15 (auctor 384BC-322BC)
Ἔτι τὸ ἀτάκτως οὐθέν ἐστιν ἕτερον ἢ τὸ παρὰ φύσιν· ἡ γὰρ τάξις ἡ οἰκεία τῶν αἰσθητῶν φύσις ἐστίν.
14Aristoteles, De generatione et corruptione, 2, 10, 5; 10 (auctor 384BC-322BC)
Διὸ καὶ οἱ χρόνοι καὶ οἱ βίοι ἑκάστων ἀριθμὸν ἔχουσι καὶ τούτῳ διορίζονται· πάντων γάρ ἐστι τάξις, καὶ πᾶς βίος καὶ χρόνος μετρεῖται περιόδῳ, πλὴν οὐ τῇ αὐτῇ πάντες, ἀλλ´ οἱ μὲν ἐλάττονι οἱ δὲ πλείονι· τοῖς μὲν γὰρ ἐνιαυτός, τοῖς δὲ μείζων, τοῖς δὲ ἐλάττων ἡ περίοδός ἐστι τὸ μέτρον.
15Aristoteles, De motu animalium, 10; 11 (auctor 384BC-322BC)
ἔν τε γὰρ τῇ πόλει ὅταν ἅπαξ συστῇ ἡ τάξις, οὐδὲν δεῖ κεχωρισμένου μονάρχου, ὃν δεῖ παρεῖναι παρ' ἕκαστον τῶν γινομένων, ἀλλ' αὐτὸς ἕκαστος ποιεῖ τὰ αὑτοῦ ὡς τέτακται, καὶ γίνεται τόδε μετὰ τόδε διὰ τὸ ἔθος· ἔν τε τοῖς ζῴοις τὸ αὐτὸ τοῦτο διὰ τὴν φύσιν γίνεται καὶ τῷ πεφυκέναι ἕκαστον οὕτω συστάντων ποιεῖν τὸ αὑτοῦ ἔργον, ὥστε μηδὲν δεῖν ἐν ἑκάστῳ εἶναι ψυχήν, ἀλλ' ἔν τινι ἀρχῇ τοῦ σώματος οὔσης τἆλλα ζῆν μὲν τῷ προσπεφυκέναι, ποιεῖν δὲ τὸ ἔργον τὸ αὑτῶν διὰ τὴν φύσιν.
16Aristoteles, De sophisticis elenchis, 33; 22 (auctor 384BC-322BC)
Ἐκ πόσων μέν οὖν καί ποίων γίνονται τοῖς διαλεγομένοις οἱ παραλογισμοί, καί πῶς δείξομέν τε ψευδόμενον καί παράδοξα λέγειν ποιήσομεν, ἔτι δ᾿ ἐκ τίνων συμβαίνει ὁ συλλογισμός, καί πῶς ἐρωτητέον καί τίς ἡ τάξις τῶν ἐρωτημάτων, ἔτι πρός τί χρήσιμοι πάντες εἰσίν οἱ τοιοῦτοι λόγοι, καί περί ἀποκρίσεως ἁπλῶς τε πάσης καί πῶς λυτέον τούς λόγους καί τούς συλλογισμούς, εἰρήσθω περί ἁπάντων ἡμῖν ταῦτα.
17Aristoteles, Ethica Eudemia, 1; 92 (auctor 384BC-322BC)
πάντα γὰρ τάδε τάξις καὶ ἠρεμία· εἰ ἄρα, ἐκεῖνα μᾶλλον· ἐκείνοις γὰρ ὑπάρχει ταῦτα μᾶλλον.
18Aristoteles, Metaphysica, 1, 4; 5 (auctor 384BC-322BC)
τούτους μὲν οὖν πῶς χρὴ διανεῖμαι περὶ τοῦ τίς πρῶτος, ἐξέστω κρίνειν ὕστερον· ἐπεὶ δὲ καὶ τἀναντία τοῖς ἀγαθοῖς ἐνόντα ἐφαίνετο ἐν τῇ φύσει, καὶ οὐ μόνον τάξις καὶ τὸ καλὸν ἀλλὰ καὶ ἀταξία καὶ τὸ αἰσχρόν, καὶ πλείω τὰ κακὰ τῶν ἀγαθῶν καὶ τὰ φαῦλα τῶν καλῶν, οὕτως ἄλλος τις φιλίαν εἰσήνεγκε καὶ νεῖκος, ἑκάτερον ἑκατέρων αἴτιον τούτων.
19Aristoteles, Metaphysica, 1, 4; 13 (auctor 384BC-322BC)
ταύτας μέντοι τρεῖς εἶναι λέγουσι, σχῆμά τε καὶ τάξιν καὶ θέσιν· διαφέρειν γάρ φασι τὸ ὂν ῥυσμῷ καὶ διαθιγῇ καὶ τροπῇ μόνον· τούτων δὲ ὁ μὲν ῥυσμὸς σχῆμά ἐστιν ἡ δὲ διαθιγὴ τάξις ἡ δὲ τροπὴ θέσις· διαφέρει γὰρ τὸ μὲν Α τοῦ Ν σχήματι τὸ δὲ ΑΝ τοῦ ΝΑ τάξει τὸ δὲ Ζ τοῦ Η θέσει.
20Aristoteles, Metaphysica, 5, 19; 1 (auctor 384BC-322BC)
διάθεσις λέγεται τοῦ ἔχοντος μέρη τάξις ἢ κατὰ τόπον ἢ κατὰ δύναμιν ἢ κατ' εἶδος· θέσιν γὰρ δεῖ τινὰ εἶναι, ὥσπερ καὶ τοὔνομα δηλοῖ ἡ διάθεσις.
21Aristoteles, Metaphysica, 7, 12; 18 (auctor 384BC-322BC)
τάξις δ' οὐκ ἔστιν ἐν τῇ οὐσίᾳ· πῶς γὰρ δεῖ νοῆσαι τὸ μὲν ὕστερον τὸ δὲ πρότερον· περὶ μὲν οὖν τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν τοσαῦτα εἰρήσθω τὴν πρώτην, ποῖοί τινές εἰσιν.
22Aristoteles, Metaphysica, 8, 2; 2 (auctor 384BC-322BC)
Δημόκριτος μὲν οὖν τρεῖς διαφορὰς ἔοικεν οἰομένῳ εἶναι (τὸ μὲν γὰρ ὑποκείμενον σῶμα, τὴν ὕλην, ἓν καὶ ταὐτόν, διαφέρειν δὲ ἢ ῥυσμῷ, ὅ ἐστι σχῆμα, ἢ τροπῇ, ὅ ἐστι θέσις, ἢ διαθιγῇ, ὅ ἐστι τάξις) · φαίνονται δὲ πολλαὶ διαφοραὶ οὖσαι, οἷον τὰ μὲν συνθέσει λέγεται τῆς ὕλης, ὥσπερ ὅσα κράσει καθάπερ μελίκρατον, τὰ δὲ δεσμῷ οἷον φάκελος, τὰ δὲ κόλλῃ οἷον βιβλίον, τὰ δὲ γόμφῳ οἷον κιβώτιον, τὰ δὲ πλείοσι τούτων, τὰ δὲ θέσει οἷον οὐδὸς καὶ ὑπέρθυρον (ταῦτα γὰρ τῷ κεῖσθαί πως διαφέρει) , τὰ δὲ χρόνῳ οἷον δεῖπνον καὶ ἄριστον, τὰ δὲ τόπῳ οἷον τὰ πνεύματα· τὰ δὲ τοῖς τῶν αἰσθητῶν πάθεσιν οἷον σκληρότητι καὶ μαλακότητι, καὶ πυκνότητι καὶ ἀραιότητι, καὶ ξηρότητι καὶ ὑγρότητι, καὶ τὰ μὲν ἐνίοις τούτων τὰ δὲ πᾶσι τούτοις, καὶ ὅλως τὰ μὲν ὑπεροχῇ τὰ δὲ ἐλλείψει.
23Aristoteles, Metaphysica, 11, 2; 8 (auctor 384BC-322BC)
ἀλλ' ἄτοπον· ἔοικε γὰρ καὶ ζητεῖται σχεδὸν ὑπὸ τῶν χαριεστάτων ὡς οὖσά τις ἀρχὴ καὶ οὐσία τοιαύτη· πῶς γὰρ ἔσται τάξις μή τινος ὄντος ἀϊδίου καὶ χωριστοῦ καὶ μένοντος· ἔτι δ' εἴπερ ἔστι τις οὐσία καὶ ἀρχὴ τοιαύτη τὴν φύσιν οἵαν νῦν ζητοῦμεν, καὶ αὕτη μία πάντων καὶ ἡ αὐτὴ τῶν ἀϊδίων τε καὶ φθαρτῶν, ἀπορίαν ἔχει διὰ τί ποτε τῆς αὐτῆς ἀρχῆς οὔσης τὰ μέν ἐστιν ἀΐδια τῶν ὑπὸ τὴν ἀρχὴν τὰ δ' οὐκ ἀΐδια (τοῦτο γὰρ ἄτοπον) · εἰ δ' ἄλλη μέν ἐστιν ἀρχὴ τῶν φθαρτῶν ἄλλη δὲ τῶν ἀϊδίων, εἰ μὲν ἀΐδιος καὶ ἡ τῶν φθαρτῶν, ὁμοίως ἀπορήσομεν (διὰ τί γὰρ οὐκ ἀϊδίου τῆς ἀρχῆς οὔσης καὶ τὰ ὑπὸ τὴν ἀρχὴν ἀΐδια·) · φθαρτῆς δ' οὔσης ἄλλη τις ἀρχὴ γίγνεται ταύτης κἀκείνης ἑτέρα, καὶ τοῦτ' εἰς ἄπειρον πρόεισιν.
24Aristoteles, Metaphysica, 12, 10; 27 (auctor 384BC-322BC)
εἴ τε μὴ ἔσται παρὰ τὰ αἰσθητὰ ἄλλα, οὐκ ἔσται ἀρχὴ καὶ τάξις καὶ γένεσις καὶ τὰ οὐράνια, ἀλλ' ἀεὶ τῆς ἀρχῆς ἀρχή, ὥσπερ τοῖς θεολόγοις καὶ τοῖς φυσικοῖς πᾶσιν.
25Aristoteles, Metaphysica, 13, 3; 13 (auctor 384BC-322BC)
τοῦ δὲ καλοῦ μέγιστα εἴδη τάξις καὶ συμμετρία καὶ τὸ ὡρισμένον, ἃ μάλιστα δεικνύουσιν αἱ μαθηματικαὶ ἐπιστῆμαι.
26Aristoteles, Metaphysica, 13, 3; 14 (auctor 384BC-322BC)
καὶ ἐπεί γε πολλῶν αἴτια φαίνεται ταῦτα (λέγω δ' οἷον ἡ τάξις καὶ τὸ ὡρισμένον) , δῆλον ὅτι λέγοιεν ἂν καὶ τὴν τοιαύτην αἰτίαν τὴν ὡς τὸ καλὸν αἴτιον τρόπον τινά.
27Aristoteles, Physica, 1, 5; 11 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ οἰκία καὶ ἀνδριὰς καὶ ὁτιοῦν ἄλλο γίγνεται ὁμοίως· ἥ τε γὰρ οἰκία γίγνεται ἐκ τοῦ μὴ συγκεῖσθαι ἀλλὰ διῃρῆσθαι ταδὶ ὡδί, καὶ ὁ ἀνδριὰς καὶ τῶν ἐσχηματισμένων τι ἐξ ἀσχημοσύνης· καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν.
28Aristoteles, Physica, 1, 7; 21 (auctor 384BC-322BC)
ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο (ὁ μὲν γὰρ ἄνθρωπος καὶ ὁ χρυσὸς καὶ ὅλως ἡ ὕλη ἀριθμητή· τόδε γάρ τι μᾶλλον, καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίγνεται τὸ γιγνόμενον· ἡ δὲ στέρησις καὶ ἡ ἐναντίωσις συμβεβηκός)· ἓν δὲ τὸ εἶδος, οἷον ἡ τάξις ἢ ἡ μουσικὴ ἢ τῶν ἄλλων τι τῶν οὕτω κατηγορουμένων.
29Aristoteles, Physica, 8, 1; 32 (auctor 384BC-322BC)
τὸ δ' ἄπειρον πρὸς τὸ ἄπειρον οὐδένα λόγον ἔχει· τάξις δὲ πᾶσα λόγος.
30Aristoteles, Politica, 1; 38 (auctor 384BC-322BC)
ἡ δὲ δικαιοσύνη πολιτικόν· ἡ γὰρ δίκη πολιτικῆς κοινωνίας τάξις ἐστίν, ἡ δὲ δικαιοσύνη τοῦ δικαίου κρίσις.
31Aristoteles, Politica, 2; 255 (auctor 384BC-322BC)
ἔχει δ' ἀνάλογον ἡ Κρητικὴ τάξις πρὸς τὴν Λακωνικήν.
32Aristoteles, Politica, 2; 257 (auctor 384BC-322BC)
ἔτι δὲ τῆς πολιτείας ἡ τάξις.
33Aristoteles, Politica, 2; 269 (auctor 384BC-322BC)
πάντων δὲ φαυλότατον τὸ τῆς ἀκοσμίας τῶν δυνατῶν, ἣν καθιστᾶσι πολλάκις οἳ ἂν μὴ δίκας βούλωνται δοῦναι τῶν δυνατῶν· ᾗ καὶ δῆλον ὡς ἔχει τι πολιτείας ἡ τάξις, ἀλλ' οὐ πολιτεία ἐστὶν ἀλλὰ δυναστεία μᾶλλον.
34Aristoteles, Politica, 2; 284 (auctor 384BC-322BC)
παρεκβαίνει δὲ τῆς ἀριστοκρατίας ἡ τάξις τῶν Καρχηδονίων μάλιστα πρὸς τὴν ὀλιγαρχίαν κατά τινα διάνοιαν ἣ συνδοκεῖ τοῖς πολλοῖς· οὐ γὰρ μόνον ἀριστίνδην ἀλλὰ καὶ πλουτίνδην οἴονται δεῖν αἱρεῖσθαι τοὺς ἄρχοντας· ἀδύνατον γὰρ τὸν ἀποροῦντα καλῶς ἄρχειν καὶ σχολάζειν.
35Aristoteles, Politica, 2; 285 (auctor 384BC-322BC)
εἴπερ οὖν τὸ μὲν αἱρεῖσθαι πλουτίνδην ὀλιγαρχικὸν τὸ δὲ κατ' ἀρετὴν ἀριστοκρατικόν, αὕτη τις ἂν εἴη τάξις τρίτη, καθ' ἥνπερ συντέτακται [καὶ] τοῖς Καρχηδονίοις τὰ περὶ τὴν πολιτείαν· αἱροῦνται γὰρ εἰς δύο ταῦτα βλέποντες, καὶ μάλιστα τὰς μεγίστας, τούς τε βασιλεῖς καὶ τοὺς στρατηγούς.
36Aristoteles, Politica, 3; 2 (auctor 384BC-322BC)
νῦν γὰρ ἀμφισβητοῦσιν, οἱ μὲν φάσκοντες τὴν πόλιν πεπραχέναι τὴν πρᾶξιν, οἱ δ' οὐ τὴν πόλιν ἀλλὰ τὴν ὀλιγαρχίαν ἢ τὸν τύραννον· τοῦ δὲ πολιτικοῦ καὶ τοῦ νομοθέτου πᾶσαν ὁρῶμεν τὴν πραγματείαν οὖσαν περὶ πόλιν, ἡ δὲ πολιτεία τῶν τὴν πόλιν οἰκούντων ἐστὶ τάξις τις.
37Aristoteles, Politica, 3; 95 (auctor 384BC-322BC)
ἔστι δὲ πολιτεία πόλεως τάξις τῶν τε ἄλλων ἀρχῶν καὶ μάλιστα τῆς κυρίας πάντων.
38Aristoteles, Politica, 3; 175 (auctor 384BC-322BC)
ἔχει δ' ἡ τάξις αὕτη τῆς πολιτείας ἀπορίαν πρώτην μὲν ὅτι δόξειεν ἂν τοῦ αὐτοῦ εἶναι τὸ κρῖναι τίς ὀρθῶς ἰάτρευκεν, οὗπερ καὶ τὸ ἰατρεῦσαι καὶ ποιῆσαι ὑγιᾶ τὸν κάμνοντα τῆς νόσου τῆς παρούσης· οὗτος δ' ἐστὶν ὁ ἰατρός.
39Aristoteles, Politica, 3; 294 (auctor 384BC-322BC)
τοῦτο δ' ἤδη νόμος· ἡ γὰρ τάξις νόμος.
40Aristoteles, Politica, 4; 10 (auctor 384BC-322BC)
πολιτεία μὲν γάρ ἐστι τάξις ταῖς πόλεσιν ἡ περὶ τὰς ἀρχάς, τίνα τρόπον νενέμηνται, καὶ τί τὸ κύριον τῆς πολιτείας καὶ τί τὸ τέλος ἑκάστης τῆς κοινωνίας ἐστίν· νόμοι δ' οἱ κεχωρισμένοι τῶν δηλούντων τὴν πολιτείαν, καθ' οὓς δεῖ τοὺς ἄρχοντας ἄρχειν καὶ φυλάττειν τοὺς παραβαίνοντας αὐτούς.
41Aristoteles, Politica, 4; 23 (auctor 384BC-322BC)
πολιτεία μὲν γὰρ ἡ τῶν ἀρχῶν τάξις ἐστί, ταύτας δὲ διανέμονται πάντες ἢ κατὰ τὴν δύναμιν τῶν μετεχόντων ἢ κατά τιν' αὐτῶν ἰσότητα κοινήν, λέγω δ' οἷον τῶν ἀπόρων ἢ τῶν εὐπόρων ἢ κοινήν τιν' ἀμφοῖν.
42Aristoteles, Politica, 5; 109 (auctor 384BC-322BC)
οἱ δ' ἐπὶ τούτῳ τεταγμένοι τῶν ἀρχόντων, οἱ καλούμενοι σύμβουλοι, ὁρμήσαντες τὸ πρῶτον ἐναντιοῦσθαι συνεπείσθησαν, ὑπολαμβάνοντες τοῦτον κινήσαντας τὸν νόμον ἐάσειν τὴν ἄλλην πολιτείαν, ὕστερον δὲ βουλόμενοι κωλύειν ἄλλων κινουμένων οὐκέτι πλέον ἐποίουν οὐθέν, ἀλλὰ μετέβαλεν ἡ τάξις πᾶσα τῆς πολιτείας εἰς δυναστείαν τῶν ἐπιχειρησάντων νεωτερίζειν.
43Aristoteles, Politica, 6; 98 (auctor 384BC-322BC)
διὸ δεῖ μὴ μίαν ἀποτεταγμένην ἀρχὴν εἶναι πρὸς αὐτούς, μηδὲ συνεχῶς τὴν αὐτήν, ἀλλὰ τῶν τε νέων, ὅπου τις ἐφήβων ἢ φρουρῶν ἔστι τάξις, καὶ τῶν ἀρχῶν δεῖ κατὰ μέρη ποιεῖσθαι τὴν ἐπιμέλειαν ἑτέρους.
44Aristoteles, Politica, 7; 69 (auctor 384BC-322BC)
ὅ τε γὰρ νόμος τάξις τίς ἐστι, καὶ τὴν εὐνομίαν ἀναγκαῖον εὐταξίαν εἶναι, ὁ δὲ λίαν ὑπερβάλλων ἀριθμὸς οὐ δύναται μετέχειν τάξεως· θείας γὰρ δὴ τοῦτο δυνάμεως ἔργον, ἥτις καὶ τόδε συνέχει τὸ πᾶν.
45Aristoteles, Politica, 7; 136 (auctor 384BC-322BC)
φανερὰ δὲ καὶ ἡ τούτων τάξις.
46Aristoteles, Politica, 7; 141 (auctor 384BC-322BC)
ἀρχαία δὲ ἔοικεν εἶναι καὶ τῶν συσσιτίων ἡ τάξις, τὰ μὲν περὶ Κρήτην γενόμενα περὶ τὴν Μίνω βασιλείαν, τὰ δὲ περὶ τὴν Ἰταλίαν πολλῷ παλαιότερα τούτων.
47Aristoteles, Politica, 7; 145 (auctor 384BC-322BC)
ἡ μὲν οὖν τῶν συσσιτίων τάξις ἐντεῦθεν γέγονε πρῶτον, ὁ δὲ χωρισμὸς ὁ κατὰ γένος τοῦ πολιτικοῦ πλήθους ἐξ Αἰγύπτου· πολὺ γὰρ ὑπερτείνει τοῖς χρόνοις τὴν Μίνω βασιλείαν ἡ Σεσώστριος.
48Aristoteles, Politica, 7; 274 (auctor 384BC-322BC)
περὶ δὲ ἀποθέσεως καὶ τροφῆς τῶν γιγνομένων ἔστω νόμος μηδὲν πεπηρωμένον τρέφειν, διὰ δὲ πλῆθος τέκνων ἡ τάξις τῶν ἐθῶν κωλύῃ μηθὲν ἀποτίθεσθαι τῶν γιγνομένων· ὁρισθῆναι δὲ δεῖ τῆς τεκνοποιίας τὸ πλῆθος, ἐὰν δέ τισι γίγνηται παρὰ ταῦτα συνδυασθέντων, πρὶν αἴσθησιν ἐγγενέσθαι καὶ ζωὴν ἐμποιεῖσθαι δεῖ τὴν ἄμβλωσιν· τὸ γὰρ ὅσιον καὶ τὸ μὴ διωρισμένον τῇ αἰσθήσει καὶ τῷ ζῆν ἔσται.
49Aristoteles, Problemata, 19; 78 (auctor 384BC-322BC)
Διὰ τί, ἐὰν μὲν ἡ μέση κινηθῇ, καὶ αἱ ἄλλαι χορδαὶ ἠχοῦσι φθεγγόμεναι, ἐὰν δὲ αὖ ἡ μὲν μένῃ τῶν δ' ἄλλων τις κινηθῇ, κινηθεῖσα μόνη φθέγγεται; ἢ ὅτι τὸ ἡρμόσθαι ἐστὶν ἁπάσαις, τὸ δὲ ἔχειν πως πρὸς τὴν μέσην ἁπάσαις, καὶ ἡ τάξις ἡ ἑκάστης ἤδη δι' ἐκείνην; ἀρθέντος οὖν τοῦ αἰτίου τοῦ ἡρμόσθαι καὶ τοῦ συνέχοντος οὐκέτι ὁμοίως φαίνεται ὑπάρχειν.
50Aristoteles, Problemata, 19; 90 (auctor 384BC-322BC)
ὁ μὲν οὖν λόγος τάξις, ὃ ἦν φύσει ἡδύ.
51Aulus Gellius, Noctes Atticae, 1, 11, 7; 6 (auctor c.125–c.180)
Sed ipsius illius egregii scriptoris uti verbis libet, quae et dignitate et fide graviora sunt: καί μετά ταῦτα ἡ ξύνοδος ἦν· ἀργεῖοι μέν καί οἱ σύμμαχοι ἐντόνως καί ὀργῇ χωροῦντες, λακεδαιμόνιοι δέ βραδέως καί ὑπό αὐλητῶν πολλῶν, νόμου ἐγκαθεστώτων, οὐ τοῦ θείου χάριν, ἀλλ' ἵνα ὁμαλῶς μετά ῥυθμοῦ βαίνοντες προσέλθοιεν καί μή διασπασθείη αὐτοῖς ἡ τάξις, ὅπερ φιλεῖ τά μεγάλα στρατόπεδα ἐν ταῖς προσόδοις ποιεῖν Cretenses quoque proelia ingredi solitos memoriae datum est praecinente ac praemoderante cithara gressibus; Alyattes autem, rex terrae Lydiae, more atque luxu barbarico praeditus, cum bellum Milesiis faceret, ut Herodotus in Historiis tradit, concinentes habuit fistulatores et fidicines atque feminas etiam tibicinas in exercitu atque in procinctu habuit, lascivientium delicias conviviorum.
52Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 16; 3
τί γάρ; μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος; ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ;
53Cicero, Academica, p5, 46; 161 (opus 45BC)
— continuatio inmutabilis ordinis sempiterni ( τάξις καὶ ἐπισύνδεσις ὰπαράλλακτος i.
54Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0089C (auctor c.470–c.544)
Εἰ δὲ καί τις ἐκ βασιλικῆς ἐξουσίας ἐκαινίσθη πόλις ἢ αὖθις καινισθείη, τοῖς πολιτικοῖς καὶ δημοσίοις τύποις καὶ τῶν ἐκκλησιαστικῶν παροικιῶν ἡ τάξις ἀκολουθείτω.
55Constantinus I, Epistolae, 8, 0505B (auctor c.272–337)
ἔστι δὲ τάξις εὐπρεπὴς, ἣν πᾶσαι αἱ τῶν δυτικῶν τε καὶ μεσημβρινῶν καὶ ἀρκτώων τῆς οἰκουμένης μερῶν παραφυλάττουσιν ἐκκλησίαι, καί τινες τῶν κατὰ τὴν ἑῴαν τόπων.
56Flauius Sosipater Charisius, Ars, p. 452, l. 10 (auctor c.362)
ordo τάξις βουλή.
57Fronto, Epistulae, add., 5; 3 (auctor c.95-165)
μάθοις δ᾽ ἂν προσέχων ταῖς τε δίκαις καὶ τοῖς ἀγῶσιν τοῖς δημοσίοις καὶ τοῖς ἰδιωτικοῖς· ἔνθα οὔτε ὁ τόπος τῶν δικαστηρίων οὔτε τῶν δικαζόντων ὁ ἀριθμὸς οὔτε ἡ τάξις τῶν φάσεων καὶ κλήσεων οὔτε τοῦ ὕδατος τὸ μέτρον οὔτε τὰ προστιμήματα τῶν κατεγνωσμένων τὰ αὐτά, ἀλλὰ πλεῖστον ὅσον διήνεγκεν τὰ δημόσια τῶν ἰδίων, καὶ ὅτι τῆς μὲν πόλεως ἀναπεπετάσθαι προσήκει τὰς πύλας εἰσιέναι τε τῷ βουλομένῳ καὶ ἐξιέναι, ὅποτε βούλοιτο· ἑκάστῳ δὲ ἡμῶν τῶν ἰδιωτῶν, εἰ μὴ φυλάττοι τὰς θύρας καὶ πάνυ ἐγρηγοροίη ὁ θυρωρὸς εἴργων μὲν τῆς εἰσόδου τοὺς μηδὲν προσήκοντας, τοῖς δὲ οἰκέταις οὐκ ἐπιτρέπων ἀδεῶς ὁπότε βούλοιντο ἔξω βαδίζειν, οὐκ ἂν ὀρθῶς οἰκουροῖτο τὰ κατὰ τὴν οἰκίαν, καὶ στοαὶ δὲ καὶ ἄλση καὶ βωμοὶ καὶ γυμνάσια καὶ λουτρὰ τὰ μὲν δημόσια πᾶσιν καὶ προῖκα ἀνεῖται, τὰ δὲ τῶν ἰδιωτῶν ὑπὸ σιδηρᾷ κλειδὶ καί τινι θυροφύλακι, καὶ μισθὸν ἐκλέγουσιν παρὰ τῶν λουομένων.
58Fronto, Epistulae, ad M. Caesarem, 2, 6; 9 (auctor c.95-165)
O ἐπιχειρήματα, o τάξις, o elegantia, o lepos, o venustas, o verba, o nitor, o argutiae, o χάριτες, o ἄσκησις, o omnia!
59Gregorius I, Dialogi, 77, 0419B (auctor 540-604)
Ἀεὶ γὰρ ἡ τοῦ ἡμετέρου μοναστηρίου τάξις ὑπῆρχεν, ἵνα πάντες οἱ ἀδελφοὶ κοινῶς ζήσωσι, μηδὲν δὲ ἴδιον ἔχωσι.
60Herodotus, Historiae, 7, 212, 2; 4 (auctor c.484BC-425BC)
οἱ δὲ Ἕλληνες κατὰ τάξις τε καὶ κατὰ ἔθνεα κεκοσμημένοι ἦσαν, καὶ ἐν μέρεϊ ἕκαστοι ἐμάχοντο, πλὴν Φωκέων· οὗτοι δὲ ἐς τὸ ὄρος ἐτάχθησαν φυλάξοντες τὴν ἀτραπόν.
61Herodotus, Historiae, 9, 25, 1; 1 (auctor c.484BC-425BC)
οἱ μέν νυν βάρβαροι τρόπῳ τῷ σφετέρῳ ἀποθανόντα ἐτίμων Μασίστιον· οἱ δὲ Ἕλληνες ὡς τὴν ἵππον ἐδέξαντο προσβάλλουσαν καὶ δεξάμενοι ὤσαντο, ἐθάρσησάν τε πολλῷ μᾶλλον καὶ πρῶτα μὲν ἐς ἅμαξαν ἐσθέντες τὸν νεκρὸν παρὰ τὰς τάξις ἐκόμιζον· ὁ δὲ νεκρὸς ἦν θέης ἄξιος μεγάθεος εἵνεκα καὶ κάλλεος, τῶν δὴ εἵνεκα καὶ ταῦτα ἐποίευν· ἐκλείποντες τὰς τάξις ἐφοίτων θεησόμενοι Μασίστιον.
62Herodotus, Historiae, 9, 31, 2; 4 (auctor c.484BC-425BC)
καὶ δὴ πολλὸν γὰρ περιῆσαν πλήθεϊ οἱ Πέρσαι, ἐπί τε τάξις πλεῦνας ἐκεκοσμέατο καὶ ἐπεῖχον τοὺς Τεγεήτας.
63Herodotus, Historiae, 9, 47, 1; 1 (auctor c.484BC-425BC)
ὡς δ' ἤρεσκε ἀμφοτέροισι ταῦτα, ἠώς τε διέφαινε καὶ διαλλάσσοντο τὰς τάξις.
64Herodotus, Historiae, 9, 48, 1; 1 (auctor c.484BC-425BC)
ἐπεὶ δὲ κατέστησαν ἐς τὰς ἀρχαίας τάξις, πέμψας ὁ Μαρδόνιος κήρυκα ἐς τοὺς Σπαρτιήτας ἔλεγε τάδε.
65Hormisdas I, Epistolae et decreta, 63, 0518C
Ἔχει γὰρ τῶν ἐκκλησιαστικῶν κανόνων ἡ τάξις, καὶ αὐτῆς τῆς δικαιοσύνης ὁ τύπος, ὅπως εὔλογος θεραπεία τοῖς καλοθελῶς καὶ πιστῶς ἐλπίζουσι, μὴ ἀρνηθείη.
66Ioannes Scotus Erigena, Versio operum S. Dionysii, 122, 1038B (auctor 810-877)
Ἀρχῶν, ἀρχαγγέλων τε χορῶν ἀγγέλων τε τηλαυγῶν Mentibus uraniis tertia τάξις inest.
67Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 6; 3 (auctor c.482-565)
ἐὰν δὲ ἡ τάξις μὴ φαίνηται, ἀλλὰ ἐν μιᾷ ἡμέρᾳ αἱ δύο χειροτονίαι τεθῶσιν ἐν διαφόροις χάρταις, οὐχ ὁ χειροτονηθείς, ἀλλὰ ὁ χειροτονήσας ἐπιλέξεται, ὁποίαν δεῖ αὐτὸν ὑποδέξασθαι.
68Leo I, Epistolae, 54, 0770B (auctor 440-461)
Ὅτε δὲ πρὸς τὸ τοῦ προδρόμου αὐτοῦ Ἰωάννου ἔρχεται βάπτισμα, ὅπως ἂν μὴ λάθῃ, ὅτιπερ τῷ προκαλύμματι τῆς σαρκὸς ἡ Θεότης ἐκρύπτετο, ἡ τοῦ Πατρὸς φωνὴ ἐξ οὐρανῶν ἐπιβοῶσα, φησίν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα· τοιγαροῦν ὃν ὡς ἄνθρωπον ἡ τοῦ διαβόλου πειράζει πανουργία, τούτῷ, ἅτε δὴ Θεῷ, ἡ τῶν ἀγγέλων τάξις διακονεῖ.
69Plato, Leges, 1e, 758; 5 (auctor c.425BC-347BC)
καὶ τὰ μὲν κατὰ πόλιν οὕτως ἔχοντα μετρίως ἂν εἴη διατεταγμένα· τῆς δὲ ἄλλης χώρας πάσης τίς ἐπιμέλεια καὶ τίς τάξις· ἆρα οὐχ ἡνίκα πᾶσα μὲν ἡ πόλις, σύμπασα δὲ ἡ χώρα κατὰ δώδεκα μέρη διανενέμηται, τῆς πόλεως αὐτῆς ὁδῶν καὶ οἰκήσεων καὶ οἰκοδομιῶν καὶ λιμένων καὶ ἀγορᾶς καὶ κρηνῶν, καὶ δὴ καὶ τεμενῶν καὶ ἱερῶν καὶ πάντων τῶν τοιούτων, ἐπιμελητὰς δεῖ τινας ἀποδεδειγμένους εἶναι· Κλεινίας πῶς γὰρ οὔ·
70Plato, Leges, 1f, 802; 11 (auctor c.425BC-347BC)
τάξις μὲν δή
71Plato, Leges, 1g, 834; 1 (auctor c.425BC-347BC)
παθὼν ἢ δράσας, καὶ τὸν ἡττώμενον ὡσαύτως ἥτις διακρίνει τάξις.
72Plato, Leges, 1g, 843; 8 (auctor c.425BC-347BC)
ὃς δ' ἂν ἐπεργάζηται τὰ τοῦ γείτονος ὑπερβαίνων τοὺς ὅρους, τὸ μὲν βλάβος ἀποτινέτω, τῆς δὲ ἀναιδείας ἅμα καὶ ἀνελευθερίας ἕνεκα ἰατρευόμενος διπλάσιον τοῦ βλάβους ἄλλο ἐκτεισάτω τῷ βλαφθέντι· τούτων δὲ καὶ ἁπάντων τῶν τοιούτων ἐπιγνώμονές τε καὶ δικασταὶ καὶ τιμηταὶ γιγνέσθων ἀγρονόμοι, τῶν μὲν μειζόνων, καθάπερ ἐν τοῖς πρόσθεν εἴρηται, πᾶσα ἡ τοῦ δωδεκατημορίου τάξις, τῶν ἐλαττόνων δὲ οἱ φρούραρχοι τούτων.
73Plato, Leges, 1g, 848; 6 (auctor c.425BC-347BC)
τὸ δὲ μετὰ τοῦτο αὐτοῖς οἰκήσεις δεῖ χωρὶς διατεταγμένας εἶναι· τάξις δὲ ἥδε πρέπει τοῖς τοιούτοις.
74Plato, Leges, 1h, 875; 4 (auctor c.425BC-347BC)
ἐπεὶ ταῦτα εἴ ποτέ τις ἀνθρώπων φύσει ἱκανὸς θείᾳ μοίρᾳ γεννηθεὶς παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο τῶν ἀρξόντων ἑαυτοῦ· ἐπιστήμης γὰρ οὔτε νόμος οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶν νοῦν οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν.
75Plato, Respublica, 1g, 561; 9 (auctor c.425BC-347BC)
καὶ οὔτε τις τάξις οὔτε ἀνάγκη ἔπεστιν αὐτοῦ τῷ βίῳ, ἀλλ' ἡδύν τε δὴ καὶ ἐλευθέριον καὶ μακάριον καλῶν τὸν βίον τοῦτον χρῆται αὐτῷ διὰ παντός.
76Plotinus, Enneades, 1, 2, 1; 13 (auctor c.205-270)
Οὐδὲ γὰρ οἰκία ἡ αἰσθητὴ τὸ αὐτὸ τῇ νοητῇ, καίτοι ὡμοίωται· καὶ τάξεως δὲ καὶ κόσμου μεταλαμβάνει ἡ οἰκία ἡ αἰσθητὴ κἀκεῖ ἐν τῷ λόγῳ οὐκ ἔστι τάξις οὐδὲ κόσμος οὐδὲ συμμετρία.
77Plotinus, Enneades, 2, 3, 7; 1 (auctor c.205-270)
Ἀλλ᾽ εἰ σημαίνουσιν οὗτοι τὰ ἐσόμενα, ὥσπερ φαμὲν πολλὰ καὶ ἄλλα σημαντικὰ εἶναι τῶν ἐσομένων, τί ἂν τὸ ποιοῦν εἴη; Καὶ ἡ τάξις πῶς; Οὐ γὰρ ἂν ἐσημαίνετο τεταγμένως μὴ ἑκάστων γιγνομένων.
78Plotinus, Enneades, 2, 4, 15; 2 (auctor c.205-270)
Εἰ δὴ ὅσα μὲν ἀριθμοὶ καὶ λόγοι ἀπειρίας ἔξω – ὅροι γὰρ καὶ τάξεις, καὶ τὸ τεταγμένον καὶ τοῖς ἄλλοις παρὰ τούτων, τάττει δὲ ταῦτα οὐ τὸ τεταγμένον [οὐδὲ τάξις], ἀλλὰ ἄλλο τὸ ταττόμενον παρὰ τὸ τάττον, τάττει δὲ τὸ πέρας καὶ ὅρος καὶ λόγος – ἀνάγκη τὸ ταττόμενον καὶ ὁριζόμενον τὸ ἄπειρον εἶναι.
79Plotinus, Enneades, 2, 9, 1; 4 (auctor c.205-270)
Οὐ τοίνυν δεῖ ἐφ᾽ ἑτέρας ἀρχὰς ἰέναι, ἀλλὰ τοῦτο προστησαμένους, εἶτα νοῦν μετ᾽ αὐτὸ καὶ τὸ νοοῦν πρώτως, εἶτα ψυχὴν μετὰ νοῦν – αὕτη γὰρ τάξις κατὰ φύσιν – μήτε πλείω τούτων τίθεσθαι ἐν τῷ νοητῷ μήτε ἐλάττω.
80Plotinus, Enneades, 3, 2, 4; 9 (auctor c.205-270)
Ἔστι δὲ οὐ διὰ τὴν ἀταξίαν τάξις οὐδὲ διὰ τὴν ἀνομίαν νόμος, ὥς τις οἴεται, ἵνα γένοιτο ἐκεῖνα διὰ τὰ χείρω καὶ ἵνα φαίνοιτο, ἀλλὰ διὰ τὴν τάξιν ἐπακτὸν οὖσαν· καὶ ὅτι τάξις, ἀταξία, καὶ διὰ τὸν νόμον καὶ τὸν λόγον καὶ ὅτι λόγος, παρανομία καὶ ἄνοια οὐ τῶν βελτιόνων τὰ χείρω πεποιηκότων, ἀλλὰ τῶν δέχεσθαι δεομένων τὰ ἀμείνω φύσει τῇ ἑαυτῶν ἢ συντυχίαι καὶ κωλύσει ἄλλων δέξασθαι οὐ δεδυνημένων.
81Plotinus, Enneades, 4, 4, 1; 8 (auctor c.205-270)
Τὸ δὲ πρότερον καὶ τὸ ὕστερον ἐν τοῖς εἴδεσιν οὐ χρόνῳ ὂν οὐδὲ τὴν νόησιν τοῦ προτέρου καὶ ὑστέρου χρόνῳ ποιήσει· ἔστι γὰρ καὶ τάξει, οἱονεὶ φυτοῦ ἡ τάξις ἐκ ῥιζῶν ἀρξαμένη ἕως εἰς τὸ ἄνω τῷ θεωμένῳ οὐκ ἔχει ἄλλως ἢ τάξει τὸ πρότερον καὶ τὸ ὕστερον ἅμα τὸ πᾶν θεωμένῳ.
82Plotinus, Enneades, 4, 4, 10; 4 (auctor c.205-270)
Ἤδη γὰρ ἐξεύρηται καὶ τέτακται ἃ δεῖ, οὐ ταχθέντα· τὰ γὰρ ταχθέντα ἦν τὰ γινόμενα, τὸ δὲ ποιοῦν αὐτὰ ἡ τάξις· τοῦτο δὲ ψυχῆς ἐνέργεια ἐξηρτημένης μενούσης φρονήσεως, ἧς εἰκὼν ἡ ἐν αὐτῇ τάξις.
83Plotinus, Enneades, 4, 4, 16; 5 (auctor c.205-270)
Ἢ τὸ μὲν χωρὶς εἴποι ἄν τις ἑτερότητι· τὸ δὲ πρότερον πῶς, εἰ μὴ ἐπιστατοῖ τὸ τάττον; Ἐπιστατοῦν δὲ ἐρεῖ τὸ τόδε μετὰ τόδε· διὰ τί γὰρ οὐχ ἅμα πάντα ἔσται; Ἢ εἰ μὲν ἄλλο τὸ τάττον καὶ ἡ τάξις, οὕτως ὡς οἷον λέγειν· εἰ δὲ τὸ ἐπιστατοῦν ἡ πρώτη τάξις, οὐκέτι λέγει, ἀλλὰ ποιεῖ μόνον τόδε μετὰ τόδε.
84Plotinus, Enneades, 4, 4, 17; 6 (auctor c.205-270)
Καὶ ἔστιν ἐν μὲν τῷ φαυλοτάτῳ ἀνδρὶ τὸ κοινὸν καὶ ἐκ πάντων ὁ ἄνθρωπος κατὰ πολιτείαν τινὰ φαύλην· ἐν δὲ τῷ μέσῳ, [ὡς] ἐν ἧι πόλει κἂν χρηστόν τι κρατήσειε δημοτικῆς πολιτείας οὐκ ἀκράτου οὔσης· ἐν δὲ τῷ βελτίονι ἀριστοκρατικὸν τὸ τῆς ζωῆς φεύγοντος ἤδη τὸ κοινὸν τοῦ ἀνθρώπου καὶ τοῖς ἀμείνοσι διδόντος· ἐν δὲ τῷ ἀρίστῳ, τῷ χωρίζοντι, ἓν τὸ ἄρχον, καὶ παρὰ τούτου εἰς τὰ ἄλλα ἡ τάξις· οἷον διττῆς πόλεως οὔσης, τῆς μὲν ἄνω, τῆς δὲ τῶν κάτω, κατὰ τὰ ἄνω κοσμουμένης.
85Plotinus, Enneades, 4, 4, 35; 3 (auctor c.205-270)
Εἰ δὲ μνημονεύοιμεν, ὅτι ζῷον ἓν ὑπεθέμεθα εἶναι, καὶ ὅτι οὕτως ἔχον συμπαθὲς αὐτὸ ἑαυτῷ ἐξανάγκης ἔδει εἶναι, καὶ δὴ καὶ ὅτι κατὰ λόγον ἡ διέξοδος τῆς ζωῆς σύμφωνος ἑαυτῇ ἅπασα, καὶ ὅτι τὸ εἰκῆ οὐκ ἔστιν ἐν τῇ ζωῇ, ἀλλὰ μία ἁρμονία καὶ τάξις, καὶ οἱ σχηματισμοὶ κατὰ λόγον, καὶ κατ᾽ ἀριθμοὺς δὲ ἕκαστα καὶ τὰ χορεύοντα ζώιου μέρη, ἄμφω ἀνάγκη ὁμολογεῖν τὴν ἐνέργειαν τοῦ παντὸς εἶναι, τά τε ἐν αὐτῷ γινόμενα σχήματα καὶ τὰ σχηματιζόμενα μέρη αὐτοῦ, καὶ τὰ τούτοις ἑπόμενα καὶ οὕτω, καὶ τοῦτον τὸν τρόπον ζῆν τὸ πᾶν, καὶ τὰς δυνάμεις εἰς τοῦτο συμβάλλειν, ἅσπερ καὶ ἔχοντες ἐγένοντο ὑπὸ τοῦ εὐλόγως πεποιηκότος.
86Plotinus, Enneades, 4, 7, 3; 13 (auctor c.205-270)
Πῶς γὰρ τεμνομένων τῶν πάντων σωμάτων ὡιτινιοῦν τις ἀναθεὶς τόδε τὸ πᾶν οὐκ ἀνόητόν τε καὶ φερόμενον εἰκῆ ποιήσει; Τίς γὰρ τάξις ἐν πνεύματι δεομένῳ παρὰ ψυχῆς τάξεως ἢ λόγος ἢ νοῦς; Ἀλλὰ ψυχῆς μὲν οὔσης ὑπουργὰ ταῦτα πάντα αὐτῇ εἰς σύστασιν κόσμου καὶ ζώιου ἑκάστου, ἄλλης παρ᾽ ἄλλου δυνάμεως εἰς τὸ ὅλον συντελούσης· ταύτης δὲ μὴ παρούσης ἐν τοῖς ὅλοις οὐδὲν ἂν εἴη ταῦτα, οὐχ ὅτι ἐν τάξει.
87Plotinus, Enneades, 6, 6, 4; 2 (auctor c.205-270)
Ἢ οὐχ οὕτως, ἀλλὰ συνεγεννήθη ἑκάστῳ μονὰς μία, ἢ ἐπὶ μὲν τοῦ πρώτου ὄντος μονάς, ἐπὶ δὲ τοῦ μετ᾽ ἐκεῖνο, εἰ τάξις ἐστί, δυὰς ἢ καὶ ὅσον τὸ πλῆθος ἑκάστου, οἷον εἰ δέκα, δεκάς.
88Plotinus, Enneades, 6, 7, 18; 16 (auctor c.205-270)
Ἢ ἐνταῦθα, ὅτι τάξις καὶ ῥυθμός· ἐκεῖ δὲ τί; Ἀλλ᾽ εἴποι τις ἄν, ὡς ἐνταῦθα ὅλον εἰς τὸ καλῶς ἔξωθεν διαφόρων ὄντων τῶν περὶ ἃ ἡ τάξις, ἐκεῖ δὲ καὶ αὐτά.
89Ps Aristoteles, De mundo, 2; 2
Λέγεται δὲ καὶ ἑτέρως κόσμος ἡ τῶν ὅλων τάξις τε καὶ διακόσμησις, ὑπὸ θεῶν τε καὶ διὰ θεῶν φυλαττομένη.
90Vitruvius, De Architectura, 1, 2, 1; 1 (opus c.33BC)
Architectura autem constat ex ordinatione, quae graece τάξις dicitur, et ex dispositione, hanc autem Graeci διάθεσιν vocitant, et eurythmia et symmetria et decore et distributione, quae graece οἰκονομία dicitur.