'τάφος' - search in All Authors, Showing 1 to 19 of 19 hits

1Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 6; 10
εἴη δέ μου πόλις τάφος, ἐφ’ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ’ αὐ τῆς, οὐ μὴ φείσωμαι· οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου.
2Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 5; 10
ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.
3Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 13; 3
πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν, οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. [τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.]
4Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 20; 17
ὅτι οὐκ ἀπέκτεινέν με ἐν μήτρᾳ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήμψεως αἰωνίας.
5Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 13; 30
οὗτος ὁ τάφος, ὃν ἐποίησεν ἐν Μωδειν, ἕως τῆς ἡμέρας ταύτης.
6Biblia, Novum testamentum graece, Rom, 3; 13
τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,
7Desiderius Erasmus, Adagia, Chiliades, 4, 3203; 1 (opus 1508)
Καρικός τάφος, id est Caricum monumentum.
8Dositheus, Hermeneumata Leidensia, II, 18; 1 (auctor c.350)
οἰκία domus πύλη atrium παράθυρος posticium θεμέλιος fundamentum τοῖχος paries ὀροφή camara ἔδαφος pavimentum φάτνωμα lacunaria ἄσβεστος calx γῆ terra ἄμμος arena χάλιξ lateres / cimentum ὄστρακα testae φύραμα massa vel impensa πηλός lutum ἄχυρα palea δοκοί materiae στρωτῆρες assares σανίδες tabulae κάμακες perticae ῥῖπας cannae κέραμος tectum κεραμίδες tegulae καλυπτῆρες imbrices θύρα ostium οὐδός limen στροφεύς cardo θυρίς fenestra κλίμακες scalae καπνοδόχη fumarium οἴκημα cella γωνίαι anguli φάτνη praesepium μεσαύλιον conpluvium ὑπερῷον cenaculum κοιτών cubiculum ἡλιαστήριον solarium στοά porticus στῦλοι columnae ἀνδριάντες statuae ὑπόνομος cloaca ἄμφοδον vicus κρήνη lacus κονίαμα tectorium μαγειρεῖον cocinatorium ταμιεῖον cellarium ἀφεδρών conclavis τάφος sepulchrum
9Flauius Sosipater Charisius, Ars, p. 458, l. 38 (auctor c.362)
sepulchrum τάφος.
10Herodotus, Historiae, 1, 187, 4; 2 (auctor c.484BC-425BC)
« τῶν τις ἐμεῦ ὕστερον γινομένων Βαβυλῶνος βασιλέων ἢν σπανίσῃ χρημάτων, ἀνοίξας τὸν τάφον λαβέτω ὁκόσα βούλεται χρήματα· μὴ μέντοι γε μὴ σπανίσας γε ἄλλως ἀνοίξῃ· οὐ γὰρ ἄμεινον· » οὗτος ὁ τάφος ἦν ἀκίνητος μέχρι οὗ ἐς Δαρεῖον περιῆλθε ἡ βασιληίη· Δαρείῳ δὲ καὶ δεινὸν ἐδόκεε εἶναι τῇσι πύλῃσι ταύτῃσι μηδὲν χρᾶσθαι, καὶ χρημάτων κειμένων καὶ αὐτῶν τῶν γραμμάτων ἐπικαλεομένων, μὴ οὐ λαβεῖν αὐτά· τῇσι δὲ πύλῃσι ταύτῃσι οὐδὲν ἐχρᾶτο τοῦδε εἵνεκα, ὅτι ὕπερ κεφαλῆς οἱ ἐγίνετο ὁ νεκρὸς διεξελαύνοντι.
11Herodotus, Historiae, 4, 11, 4; 4 (auctor c.484BC-425BC)
καὶ τοὺς μὲν ἀποθανόντας πάντας ὑπ' ἑωυτῶν θάψαι τὸν δῆμον τῶν Κιμμερίων παρὰ ποταμὸν Τύρην (καί σφεων ἔτι δῆλος ἐστὶ ὁ τάφος) , θάψαντας δὲ οὕτω τὴν ἔξοδον ἐκ τῆς χώρης ποιέεσθαι· Σκύθας δὲ ἐπελθόντας λαβεῖν τὴν χώρην ἐρήμην.
12Herodotus, Historiae, 9, 85, 3; 5 (auctor c.484BC-425BC)
τούτων μὲν δὴ πάντων πλήρεες ἐγένοντο οἱ τάφοι· τῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν Πλαταιῇσι ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι, ἐπαισχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκεν ἀνθρώπων, ἐπεὶ καὶ Αἰγινητέων ἐστὶ αὐτόθι καλεόμενος τάφος, τὸν ἐγὼ ἀκούω καὶ δέκα ἔτεσι ὕστερον μετὰ ταῦτα δεηθέντων τῶν Αἰγινητέων χῶσαι Κλεάδην τὸν Αὐτοδίκου ἄνδρα Πλαταιέα, πρόξεινον ἐόντα αὐτῶν.
13Herodotus, Historiae, 9, 116, 2; 2 (auctor c.484BC-425BC)
ἐν γὰρ Ἐλαιοῦντι τῆς Χερσονήσου ἐστὶ Πρωτεσίλεω τάφος τε καὶ τέμενος περὶ αὐτόν, ἔνθα ἦν χρήματα πολλὰ καὶ φιάλαι χρύσεαι καὶ ἀργύρεαι καὶ χαλκὸς καὶ ἐσθὴς καὶ ἄλλα ἀναθήματα, τὰ Ἀρταΰκτης ἐσύλησε βασιλέος δόντος.
14Homerus, Odyssea, 21, 118; 2 (auctor fl.700BC)
πρῶτον μέν πελέκεας στῆσεν, διά τάφρον ὀρύξας πᾶσι μίαν μακρήν, καί ἐπί στάθμην ἴθυνεν, ἀμφί δέ γαῖαν ἔναξε· τάφος δ' ἕλε πάντας ἰδόντας, ὡς εὐκόσμως στῆσε· πάρος δ' οὐ πώ ποτ' ὀπώπει.
15Homerus, Odyssea, 23, 85; 3 (auctor fl.700BC)
ἡ δ' ἄνεω δήν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν· ὄψει δ' ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν, ἄλλοτε δ' ἀγνώσασκε κακά χροῒ εἵματ' ἔχοντα.
16Homerus, Odyssea, 24, 412; 7 (auctor fl.700BC)
ἀγχίμολον δέ σφ' ἦλθε Μέδων καί θεῖος ἀοιδός ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν, ἔσταν δ' ἐν μέσσοισι· τάφος δ' ἕλεν ἄνδρα ἕκαστον.
17Lambertus Atrebatensis, Epistolae, 162, 0677D (auctor 1093-1119)
Postea sequebatur bulla plumbea patriarchae; in cuius circuitu interiori haec scripta erant Graece, ὁ ἅγιος τάφος τοῦ κυρίου Ἰησοῦ Χρισοῦ, in exteriori vero Latine, sigillum Euremari patriarchae Hierusalem.
18Plato, Leges, 1k, 947; 3 (auctor c.425BC-347BC)
θήκην δὲ ὑπὸ γῆς αὐτοῖς εἰργασμένην εἶναι ψαλίδα προμήκη λίθων ποτίμων καὶ ἀγήρων εἰς δύναμιν, ἔχουσαν κλίνας παρ' ἀλλήλας λιθίνας κειμένας, οὗ δὴ τὸν μακάριον γεγονότα θέντες, κύκλῳ χώσαντες, πέριξ δένδρων ἄλσος περιφυτεύσουσι πλὴν κώλου ἑνός, ὅπως ἂν αὔξην ὁ τάφος ἔχῃ ταύτην τὴν εἰς τὸν ἅπαντα χρόνον ἐπιδεῆ χώματος τοῖς τιθεμένοις· κατ' ἐνιαυτὸν δὲ ἀγῶνα μουσικῆς αὐτοῖς καὶ γυμνικὸν ἱππικόν τε θήσουσιν.
19Plotinus, Enneades, 4, 8, 3; 1 (auctor c.205-270)
Περὶ δὲ τῆς ἀνθρωπείας ψυχῆς, ἣ ἐν σώματι πάντα λέγεται κακοπαθεῖν καὶ ταλαιπωρεῖν ἐν ἀνοίαις καὶ ἐπιθυμίαις καὶ φόβοις καὶ τοῖς ἄλλοις κακοῖς γιγνομένη, ἧι καὶ δεσμὸς τὸ σῶμα καὶ τάφος, καὶ ὁ κόσμος αὐτῇ σπήλαιον καὶ ἄντρον, ἥντινα γνώμην οὐ διάφωνον ἔχει ἐκ τῶν αἰτιῶν οὐ τῶν αὐτῶν τῆς καθόδου, νῦν λέγωμεν.