'τέως' - search in All Authors, Showing 1 to 58 of 58 hits

1Agapetus I, Epistolae, 66, 0053C
Καὶ ταῦτα μὲν τέως φέρομεν, καίπερ ὑπὸ τῶν δεινῶν κατακαμπτόμενοι, εἰ καὶ ἀνύποιστα, ἐλπίδας ἔχοντες εἰς τὸν φιλάνθρωπον Θεὸν τὸν καιρῷ εὐθέτῳ τὴν ὑμετέραν παρουσίαν ἡμῖν ἀναδείξαντα, ὅτι ὥσπερ Πέτρον τὸν μέγαν, τὸν τῶν Ἀποστόλων κορυφαῖον, τοῖς ἐν Ῥώμῃ ἐπὶ καθαιρέσει τῆς Σίμωνος γοητείας ἐξαπέστειλεν, οὕτω καὶ ὑμᾶς ἐξαποστείλας ἐπὶ καθαιρέσει καὶ ἀποδιώξει τῆς Σεύηρου, καὶ Πέτρου, καὶ Ζωόρα, καὶ τὰ ὅμοια αὐτοῖς φρονούντων, καὶ παντοίαις περιθαλπόντων τιμαῖς πρὸς ἀτιμίαν Θεοῦ, βλασφημίας τε καὶ ὑπερηφανίας, δύναμιν ὑμῖν ἐπιχορηγήσει, συνεπισχύοντος ὑμῖν καὶ τοῦ πιστοτάτου, καὶ θεοφυλάκτου ἡμῶν βασιλέως, τούτους ἐξελάσαι πάσης ἔξω ἐκκλησίας, καὶ πόλεως, ὡς ἐπιβούλους, καὶ λυμεῶνας οὐ μόνον τῶν ἁγιωτάτων ἐκκλησιῶν, ἀλλὰ καὶ τῆς πολιτείας ταύτης Πρὸς γὰρ τὴν αὐτοῦ κακίαν ἐπιτήδεια ὄργανα εὑρὼν τούτους ὁ μισόκαλος, πᾶσαν ἀνάστατον πεποίηκε τὴν οἰκουμένην, καὶ αἵμασιν ἁγίων τὴν γῆν κατεμόλυνε, καὶ πόλεις σφαγαῖς, καὶ θορύβοις συνετάραξεν.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0655D
Καὶ τοῦτο δὲ ἰστέον, ὅτι εν τῷ Ῥηγίῳ ἀποτεινόμενος Τρώϊλος πρὸς τὸν ἀββᾶν Μάξιμον, εἶπεν· Ὡς ὁ κονσιλάριος Ἰωάννης ἔγραψεν αὐτῷ περὶ συμβάσεως προταθείσης αὐτοῖς, καὶ τοῦτο γενέσθαι τέως, ἡ τῶν σῶν μαθητῶν ἀταξία διεκώλυσε, οἶμαι δὲ, ὅτι οὐκ ἔγραψεν ὁ εἰρημένος κονσιλάριος Ἰωάννης πρὸς τὸν Τρώϊλον, ἀλλὰ πρὸς Μεννᾶν τὸν μοναχὸν, κᾀκεῖνος εἶπε τοῖς τοῦ παλατίου.
3Aristoteles, Historia animalium, 5, V 14; 12 (auctor 384BC-322BC)
Καί τῶν ἵππων δέ διαφέρουσιν αἱ φωναί· εὐθύς μέν γάρ γενόμεναι ἀφιᾶσι φωνήν λεπτήν καί μικράν αἱ θήλειαι, οἱ δ’ ἄρρενες μικράν μέν, μείζω μέντοι γε καί βαρυτέραν τῆς θηλείας· τοῦ δέ χρόνου προϊόντος μείζονα· διετής δ’ ἐπειδάν γένηται καί τῆς ὀχείας ἄρξηται, φωνήν ἀφίησιν ὁ μέν ἄρρην μεγάλην καί βαρεῖαν, ἡ δέ θήλεια μείζω καί λαμπροτέραν ἢ τέως, ἄχρι ἐτῶν εἴκοσιν ὡς ἐπί τό πολύ· μετά μέντοι τόν χρόνον τοῦτον ἀσθενεστέραν ἀφιᾶσι καί οἱ ἄρρενες καί αἱ θήλειαι.
4Aristoteles, Historia animalium, 7, VII 3; 16 (auctor 384BC-322BC)
Τέως μέν οὖν πᾶσαν τήν τελείωσιν τῶν μορίων βραδύτερον ἀπολαμβάνει τό θῆλυ τοῦ ἄρρενος, καί δεκάμηνα γίνεται μᾶλλον τῶν ἀρρένων· ὅταν δέ γένηται, θᾶττον τά θήλεα τῶν ἀρρένων καί νεότητα καί ἀκμήν λαμβάνει καί γῆρας, καί μᾶλλον αἱ πλείοσι χρώμεναι τόκοις, ὥσπερ εἴρηται πρότερον.
5Aristoteles, Magna moralia, 1, 13, 3; 7 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οἵ γε ἀκρατεῖς ἐφ' ἃ ὁρμῶσιν, ταῦτα τέως βούλονται πράττουσιν ἄρα οἱ ἀκρατεῖς τὰ φαῦλα βουλόμενοι.
6Auctores varii 013, Epistolae et decreta, 13, 0570C
Ἀεὶ προηγουμένην ἔχειν ἡμᾶς φροντίδα, περὶ τοῦ θείου καὶ προσκυνητοῦ νόμου οὐδὲ ἡ ὑμετέρα χρηστότης ἀγνοεῖ· ἀλλὰ νῦν τοὺς ἀπὸ τῆς συνέσεως ἡμῶν ἀποσταλέντας εἴκοσι ἐπισκόπους ἀναδεξαμένους τὴν παρ' ἡμῶν πρεσβείαν, τέως οὐκ ἠδυνήθημεν ἰδεῖν· ἀναγκαία γὰρ ἡμῖν ἡ πρὸς τοὺς βαρβάρους ὁδός· καὶ ὡς οἴδατε, πρέπει τὴν ψυχὴν καθαρὰν οὖσαν ἀπὸ πάσης φροντίδος, τὰ περὶ τοῦ θείου νόμου γυμνάζειν.
7Auctores varii 013, Epistolae et decreta, 13, 0570D
Τὰ γράμματα τῆς σῆς φιλανθρωπίας ἐδεξάμεθα, κύριε θεοφιλέστατε βασιλεῦ, τὰ περιέχοντα διὰ τὴν τῶν δημοσίων ἀνάγκην, τέως μὴ δεδυνῆσθαί σε τοὺς ἡμετέροὺς πρέσβεις θεωρῆσαι· ἡμᾶς δὲ κελεύεις ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον ἕως ἂν τὰ παρ' ἡμῶν ὁρισθέντα ἀκολούθως τοῖς προγόνοις ἡμῶν ἐπιγνῷ παρ' αὐτῶν ἡ σὴ εὐλάβεια· ἀλλὰ καὶ νῦν διὰ τούτων τῶν γραμμάτων ὁμολογοῦμεν καὶ διαβεβαιούμεθα, μηδαμῶς ἡμᾶς ἀναχωρεῖν τῆς ἡμετέρας προθέσεως· τοῦτο γὰρ καὶ τοῖς πρέσβεσιν ἡμῶν ἐνετειλάμεθα· ἀξιοῦμεν τοίνυν ὅπως γαληναίᾳ τῇ προσόψει, τάτε νῦν γράμματα τῆς ἡμετέρας μετριότητος κελεύσεις ἀναγνωσθῆναι· ἀλλὰ γὰρ κᾀκεῖνα ἃ διὰ τῶν πρέσβεων ἡμῶν ἐνετειλάμεθα ἡδέως ὑπόδεξαι· ἐκεῖνο μέντοι συνορᾷ μεθ' ἡμῶν καὶ ἡ σὴ ἡμερότης, ὅση νῦν ἐστι λύπη καὶ κατήφεια, ὅτι ἐν τοῖς μακαριωτάτοις καιροῖς τοσαῦται ἐκκλησίαι χωρὶς ἐπισκόπων εἰσι· καὶ διὰ τοῦτο πάλιν τὴν σὴν φιλανθρωπίαν ἀξιοῦμεν, κύριε θεοφιλέστατε βασιλεῦ, ὅπως πρὸ τῆς τραχύτητος τῶν χειμώνων, εἴπερ ἀρέσειε τῇ σῇ εὐσεβείᾳ, κελεύσεις ἡμᾶς εἰς τὰς ἡμετέρας ἐκκλησίας ἐπανελθεῖν, ὑπὲρ τοῦ δύνασθαι ἡμᾶς τῷ παντοκράτορι Θεῷ καὶ τῷ δεσπότῃ καὶ σωτῆρι ἡμῶν Χριστῷ, τῷ υἱῷ αὐτοῦ τῷ μονογενεῖ, ὑπὲρ τῆς σῆς βασιλείας, τὰς ἐθίμους εὐχὰς μετὰ τῶν λαῶν ἀποπληροῦν, καθὼς καὶ ἀεὶ ἐπετελέσαμεν καὶ νῦν ἐχόμενοι.
8Capreolus Carthaginensis, Epistolae, 53, 0848B (auctor 426-432)
Ταῦτα τέως ὑπέρ τῆς παρούσης πρεσβείας τῆς Ἀφρικῆς, ἥν τινα καταπέμψαι ἡ ἀνάγκη ἡ προῤῥηθεῖσα οὐ συνεχώρησε, ταῖς προσκυνηταῖς ὑμῶν ἀκοαῖς ὑπέβαλον, πλεῖστα παρακαλῶν, ἵνα θεωρηθεισῶν τῶν ἐν τοῖς πράγμασι καὶ τοῖς καιροῖς συμφορῶν, τὴν ἡμετέραν ἀπουσίαν μηδεμίᾳ ὑπερηφανίᾳ ἢ ἀμελείᾳ ἀλλἀ ταύτῃ τῇ προδήλῳ ἀνάγκῃ μᾶλλον λογίσασθαι καταξιώσητε.
9Coelestinus I, Epistolae et decreta, 50, 0520C
Ἀγανακτήσαντες τοίνυν εἰκότως ἐβουλευσάμεθα μὲν τὴν ἴσην κατ' αὐτοῦ καὶ τῶν ἄλλων ψῆφον ἐξενεγκεῖν ἐννόμως, ἣν αὐτὸς παρανόμως κατὰ τῶν ἐπ' οὐδενὶ κατεγνωσμένων ἔθετο· ὕπερ δὲ τοῦ τὴν ἐκείνου προπέτειαν μακροθυμίᾳ νικῆσαι, εἰ καὶ ὅτι μάλιστα δικαίως ἂν ἔπαθεν αὐτὸ καὶ ἐννόμως, τετηρήκαμεν τῇ κρίσει τῆς σῆς θεοσεβείας καὶ τοῦτο· τέως αὐτοὺς ἀκοινωνήτους ποιήσαντες, καὶ περιελόντες αὐτῶν πᾶσαν ἐξουσίαν ἱερατικὴν, ὥστε μὴ δύνασθαι βλάπτειν δι' οἰκείων ἀποφάσεων.
10Desiderius Erasmus, Adagia, Chiliades, 3, 2375; 6 (opus 1508)
Menander in Chalcedonio: Ἄιδοντα Λιτυέρσην ἀπ’ ἀρίστου τέως.
11Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0440B (auctor c.470–c.544)
Καί τις αὐτῶν Ἰσάκιος τοὔνομα ἔτι ψάλλων, καὶ Θεῷ τοὺς ὀφθαλμοὺς αἴρων, ὁρᾷ πρὸ τοῦ σπηλαίου καιόμενον πῦρ, καὶ ἔνδον τῶν θυρῶν τοῦ ναοῦ εἰσιόν· ὅς μοι καὶ τὸ ὁραθὲν παραυτίκα ἐδείκνυ· ἐγὼ δ' ἡσυχάζειν τοῦτον εἰπὼν, ἅτε καὶ τὸ πρᾶγμα προῃσθημένος ἐκ τῆς πρὸ μικροῦ ὄψεως, τοῦ δέους τέως ἀπήλλαξα· ἐῴκει γάρ μοι δεδειματῶσθαι.
12Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0440D (auctor c.470–c.544)
Καὶ τοῦ βάθους ἁψάμενος, καὶ ἄμμον τινὰ κατακεχυμένην εὑρὼν, μεθ' ἣν καὶ κέραμον, εἶτα πλάκα λιθίνην, ὑποκάτωθεν ταύτης τὸ πολύτιμον κτῆμα εὑρίσκω, ὑδρίᾳ τινὶ κατακαλυπτόμενον, καὶ εἴσω περιεχόμενον· ἐφ' ᾧ καὶ εὔθυμος γεγονὼς πάλιν ὡς εἶχον [F. leg. εἰκὸς] τὸν τόπον ἐκάλυψα, μηδὲν ἐκεῖθεν ἐξαγὼν, μήτ' ἔκφορον τέως ποιήσας τὸ ὁραθέν.
13Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0442C (auctor c.470–c.544)
Ὡς οὖν ὁ Πρόδρομος ἐκεῖθεν τὴν κάραν ἀνέλαβεν· ἡμέρα δὲ ἦν τηνικαῦτα εἰκὰς τετάρτη τοῦ Φεβρουαρίου, καθ' ἣν καὶ ἡ πρώτη γέγονεν εὕρεσις· τῇ κατ' αὐτὸν ἐκκλησίᾳ τέως, τὸ καλὸν τοῦτο χρῆμα ἐγκατατίθησι.
14Gregorius I, Dialogi, 77, 0250B (auctor 540-604)
Ἐκ δὲ τῶν Φιλισταίων καὶ Χαναναίων τέως διεφύλαξεν, ἵνα, καθὼς γέγραπται, ἐν αὐτοῖς σωφρονισθῇ ὁ Ἰσραήλ.
15Gregorius I, Prolegomena, 66, 0159B (auctor 540-604)
Δέον ἐστὶ, Πέτρε, ἡσυχάζειν σε τέως, ὅπως ἀκούσῃς τὰ μέγιστα.
16Herodotus, Historiae, 1, 11, 3; 8 (auctor c.484BC-425BC)
» ὁ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα, μετὰ δὲ ἱκέτευε μὴ μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν.
17Herodotus, Historiae, 1, 82, 7; 9 (auctor c.484BC-425BC)
τέως μὲν δὴ αὐτοὶ ἑκάτεροι ἔφασαν νικᾶν, λέγοντες οἳ μὲν ὡς ἑωυτῶν πλεῦνες περιγεγόνασι, οἳ δὲ τοὺς μὲν ἀποφαίνοντες πεφευγότας, τὸν δὲ σφέτερον παραμείναντα καὶ σκυλεύσαντα τοὺς ἐκείνων νεκρούς· τέλος δὲ ἐκ τῆς ἔριδος συμπεσόντες ἐμάχοντο, πεσόντων δὲ καὶ ἀμφοτέρων πολλῶν ἐνίκων Λακεδαιμόνιοι.
18Herodotus, Historiae, 1, 86, 4; 6 (auctor c.484BC-425BC)
» καὶ τὸν Κῦρον ἀκούσαντα κελεῦσαι τοὺς ἑρμηνέας ἐπειρέσθαι τὸν Κροῖσον τίνα τοῦτον ἐπικαλέοιτο, καὶ τοὺς προσελθόντας ἐπειρωτᾶν· Κροῖσον δὲ τέως μὲν σιγὴν ἔχειν εἰρωτώμενον, μετὰ δὲ ὡς ἠναγκάζετο, εἰπεῖν « τὸν ἂν ἐγὼ πᾶσι τυράννοισι προετίμησα μεγάλων χρημάτων ἐς λόγους ἐλθεῖν.
19Herodotus, Historiae, 1, 94, 3; 3 (auctor c.484BC-425BC)
ἐπὶ Ἄτυος τοῦ Μάνεω βασιλέος σιτοδείην ἰσχυρὴν ἀνὰ τὴν Λυδίην πᾶσαν γενέσθαι, καὶ τοὺς Λυδοὺς τέως μὲν διάγειν λιπαρέοντας, μετὰ δὲ ὡς οὐ παύεσθαι, ἄκεα δίζησθαι, ἄλλον δὲ ἄλλο ἐπιμηχανᾶσθαι αὐτῶν.
20Herodotus, Historiae, 1, 142, 4; 4 (auctor c.484BC-425BC)
αὗται μὲν ἐν τῇ Καρίῃ κατοίκηνται κατὰ ταὐτὰ διαλεγόμεναι σφίσι, αἵδε δὲ ἐν τῇ Λυδίῃ, Ἔφεσος Κολοφὼν Λέβεδος Τέως Κλαζομεναὶ Φώκαια· αὗται δὲ αἱ πόλιες τῇσι πρότερον λεχθείσῃσι ὁμολογέουσι κατὰ γλῶσσαν οὐδέν, σφισι δὲ ὁμοφωνέουσι.
21Herodotus, Historiae, 1, 171, 4; 5 (auctor c.484BC-425BC)
καί σφι τριξὰ ἐξευρήματα ἐγένετο, τοῖσι οἱ Ἕλληνες ἐχρήσαντο· καὶ γὰρ ἐπὶ τὰ κράνεα λόφους ἐπιδέεσθαι Κᾶρες εἰσὶ οἱ καταδέξαντες καὶ ἐπὶ τὰς ἀσπίδας τὰ σημήια ποιέεσθαι, καὶ ὄχανα ἀσπίσι οὗτοι εἰσὶ οἱ ποιησάμενοι πρῶτοι· τέως δὲ ἄνευ ὀχάνων ἐφόρεον τὰς ἀσπίδας πάντες οἳ περ ἐώθεσαν ἀσπίσι χρᾶσθαι, τελαμῶσι σκυτίνοισι οἰηκίζοντες, περὶ τοῖσι αὐχέσι τε καὶ τοῖσι ἀριστεροῖσι ὤμοισι περικείμενοι.
22Herodotus, Historiae, 2, 25, 4; 4 (auctor c.484BC-425BC)
τέως δὲ οἳ μὲν ὀμβρίου ὕδατος συμμισγομένου πολλοῦ αὐτοῖσι, ἅτε ὑομένης τε τῆς χώρης καὶ κεχαραδρωμένης, ῥέουσι μεγάλοι· τοῦ δὲ θέρεος τῶν τε ὄμβρων ἐπιλειπόντων αὐτοὺς καὶ ὑπὸ τοῦ ἡλίου ἑλκόμενοι ἀσθενέες εἰσί.
23Herodotus, Historiae, 2, 36, 1; 2 (auctor c.484BC-425BC)
τοῖσι ἄλλοισι ἀνθρώποισι νόμος ἅμα κήδεϊ κεκάρθαι τὰς κεφαλὰς τοὺς μάλιστα ἱκνέεται, Αἰγύπτιοι δὲ ὑπὸ τοὺς θανάτους ἀνιεῖσι τὰς τρίχας αὔξεσθαι τάς τε ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ, τέως ἐξυρημένοι.
24Herodotus, Historiae, 2, 45, 1; 1 (auctor c.484BC-425BC)
λέγουσι δὲ πολλὰ καὶ ἄλλα ἀνεπισκέπτως οἱ Ἕλληνες, εὐήθης δὲ αὐτῶν καὶ ὅδε ὁ μῦθος ἐστὶ τὸν περὶ τοῦ Ἡρακλέος λέγουσι, ὡς αὐτὸν ἀπικόμενον ἐς Αἴγυπτον στέψαντες οἱ Αἰγύπτιοι ὑπὸ πομπῆς ἐξῆγον ὡς θύσοντες τῷ Διί· τὸν δὲ τέως μὲν ἡσυχίην ἔχειν, ἐπεὶ δὲ αὐτοῦ πρὸς τῷ βωμῷ κατάρχοντο, ἐς ἀλκὴν τραπόμενον πάντας σφέας καταφονεῦσαι.
25Herodotus, Historiae, 2, 169, 3; 4 (auctor c.484BC-425BC)
ἐνθαῦτα δὲ τέως μὲν ἐτρέφετο ἐν τοῖσι βασιληίοισι, καί μιν Ἄμασις εὖ περιεῖτε· τέλος δὲ μεμφομένων Αἰγυπτίων ὡς οὐ ποιέοι δίκαια τρέφων τὸν σφίσι τε καὶ ἑωυτῷ ἔχθιστον, οὕτω δὴ παραδιδοῖ τὸν Ἀπρίην τοῖσι Αἰγυπτίοισι.
26Herodotus, Historiae, 2, 178, 2; 2 (auctor c.484BC-425BC)
τὸ μέν νυν μέγιστον αὐτῶν τέμενος, καὶ ὀνομαστότατον ἐὸν καὶ χρησιμώτατον, καλεύμενον δὲ Ἑλλήνιον, αἵδε αἱ πόλιες εἰσὶ αἱ ἱδρυμέναι κοινῇ, Ἱώνων μὲν Χίος καὶ Τέως καὶ Φώκαια καὶ Κλαζομεναί, Δωριέων δὲ Ῥόδος καὶ Κνίδος καὶ Ἁλικαρνησσὸς καὶ Φάσηλις, Αἰολέων δὲ ἡ Μυτιληναίων μούνη.
27Herodotus, Historiae, 4, 10, 1; 1 (auctor c.484BC-425BC)
τὸν μὲν δὴ εἰρύσαντα τῶν τόξων τὸ ἕτερον (δύο γὰρ δὴ φορέειν τέως Ἡρακλέα) καὶ τὸν ζωστῆρα προδέξαντα, παραδοῦναι τὸ τόξον τε καὶ τὸν ζωστῆρα ἔχοντα ἐπ' ἄκρης τῆς συμβολῆς φιάλην χρυσέην, δόντα δὲ ἀπαλλάσσεσθαι.
28Herodotus, Historiae, 5, 75, 2; 2 (auctor c.484BC-425BC)
ἀπὸ δὲ ταύτης τῆς διχοστασίης ἐτέθη νόμος ἐν Σπάρτῃ μὴ ἐξεῖναι ἕπεσθαι ἀμφοτέρους τοὺς βασιλέας ἐξιούσης στρατιῆς· τέως γὰρ ἀμφότεροι εἵποντο· παραλυομένου δὲ τούτων τοῦ ἑτέρου καταλείπεσθαι καὶ τῶν Τυνδαριδέων τὸν ἕτερον· πρὸ τοῦ γὰρ δὴ καὶ οὗτοι ἀμφότεροι ἐπίκλητοί σφι ἐόντες εἵποντο.
29Herodotus, Historiae, 5, 93, 2; 2 (auctor c.484BC-425BC)
Ἱππίης μὲν τούτοισι ἀμείψατο οἷα τοὺς χρησμοὺς ἀτρεκέστατα ἀνδρῶν ἐξεπιστάμενος· οἱ δὲ λοιποὶ τῶν συμμάχων τέως μὲν εἶχον ἐν ἡσυχίῃ σφέας αὐτούς, ἐπείτε δὲ Σωκλέος ἤκουσαν εἴπαντος ἐλευθέρως, ἅπας τις αὐτῶν φωνὴν ῥήξας αἱρέετο τοῦ Κορινθίου τὴν γνώμην, Λακεδαιμονίοισί τε ἐπεμαρτυρέοντο μὴ ποιέειν μηδὲν νεώτερον περὶ πόλιν Ἑλλάδα.
30Herodotus, Historiae, 6, 83, 2; 2 (auctor c.484BC-425BC)
τέως μὲν δή σφι ἦν ἄρθμια ἐς ἀλλήλους, ἔπειτα δὲ ἐς τοὺς δούλους ἦλθε ἀνὴρ μάντις Κλέανδρος, γένος ἐὼν Φιγαλεὺς ἀπ' Ἀρκαδίης· οὗτος τοὺς δούλους ἀνέγνωσε ἐπιθέσθαι τοῖσι δεσπότῃσι.
31Herodotus, Historiae, 6, 112, 3; 5 (auctor c.484BC-425BC)
πρῶτοι μὲν γὰρ Ἑλλήνων πάντων τῶν ἡμεῖς ἴδμεν δρόμῳ ἐς πολεμίους ἐχρήσαντο, πρῶτοι δὲ ἀνέσχοντο ἐσθῆτά τε Μηδικὴν ὁρέοντες καὶ τοὺς ἄνδρας ταύτην ἐσθημένους· τέως δὲ ἦν τοῖσι Ἕλλησι καὶ τὸ οὔνομα τὸ Μήδων φόβος ἀκοῦσαι.
32Herodotus, Historiae, 7, 233, 1; 1 (auctor c.484BC-425BC)
οἱ δὲ Θηβαῖοι, τῶν ὁ Λεοντιάδης ἐστρατήγεε, τέως μὲν μετὰ τῶν Ἑλλήνων ἐόντες ἐμάχοντο ὑπ' ἀναγκαίης ἐχόμενοι πρὸς τὴν βασιλέος στρατιήν· ὡς δὲ εἶδον κατυπέρτερα τῶν Περσέων γινόμενα τὰ πρήγματα, οὕτω δή, τῶν σὺν Λεωνίδῃ Ἑλλήνων ἐπειγομένων ἐπὶ τὸν κολωνόν, ἀποσχισθέντες τούτων χεῖράς τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων, λέγοντες τὸν ἀληθέστατον τῶν λόγων, ὡς καὶ μηδίζουσι καὶ γῆν τε καὶ ὕδωρ ἐν πρώτοισι ἔδοσαν βασιλέι, ὑπὸ δὲ ἀναγκαίης ἐχόμενοι ἐς Θερμοπύλας ἀπικοίατο καὶ ἀναίτιοι εἶεν τοῦ τρώματος τοῦ γεγονότος βασιλέι.
33Herodotus, Historiae, 8, 74, 2; 2 (auctor c.484BC-425BC)
τέως μὲν δὴ αὐτῶν ἀνὴρ ἀνδρὶ παραστὰς σιγῇ λόγον ἐποιέετο, θῶμα ποιεύμενοι τὴν Εὐρυβιάδεω ἀβουλίην· τέλος δὲ ἐξερράγη ἐς τὸ μέσον.
34Homerus, Ilias, 24, 643; 4 (auctor fl.700BC)
ἀλλ' ἄγε μοι τόδε εἰπέ καί ἀτρεκέως κατάλεξον, ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον, ὄφρα τέως αὐτός τε μένω καί λαόν ἐρύκω.
35Homerus, Odyssea, 10, 345; 3 (auctor fl.700BC)
" ἀμφίπολοι δ' ἄρα τέως μέν ἐνί μεγάροισι πένοντο τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι· γίγνονται δ' ἄρα ταί γ' ἔκ τε κρηνέων ἀπό τ' ἀλσέων ἔκ θ' ἱερῶν ποταμῶν, οἵ τ' εἰς ἅλαδε προρέουσι.
36Homerus, Odyssea, 18, 169; 7 (auctor fl.700BC)
ἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεά γλαυκῶπις Ἀθήνη· κούρῃ Ἰκαρίοιο κατά γλυκύν ὕπνον ἔχευεν, εὗδε δ' ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα αὐτοῦ ἐνί κλιντῆρι· τέως δ' ἄρα δῖα θεάων ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατ' Ἀχαιοί.
37Iulius I, Monumenta genuina, 8, 0903A
ἵνα μὴ τέως ὕποπτοι περὶ τὰ λεχθέντα, ἔαν μὴ ἁπαντήσωσι, νομισθῶσιν, ὡς μὴ δυνάμενοι ἐλέγξαι ἃ ἔγραψαν.
38Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 10; 12 (auctor c.482-565)
ὅμοιός ἐστιν τούτῳ καὶ ὁ νόμιμος ἐπίτροπος, ἐὰν ἀφῆλιξ ὢν τύχῃ· καὶ γὰρ καὶ εἰς τὸν τόπον τούτου κηδεμὼν ἐν τῷ τέως δοθήσεται.
39Iustinianus I Augustus, Epistola, 69, 0325C (auctor c.482–565)
Περὶ δὲ τῆς ἐκθέσεως τῆς πίστεως, ἣν τοῖς ὑμετέροις γράμμασιν ἐνεθήκατε, εἰ καὶ πολλὰ εἴχομεν μέμψασθαι, ἀλλ' οὖν ὅπως διὰ τὴν ὑμετέραν ἄγνοιαν καὶ ἁπλότητα τοῦτο παραλείπειν τέως δεῖν ἐνομίσαμεν, ἔν τισι γὰρ ἀνασφαλῶς ἐγράψατε.
40Leo III, Epistolae 2, 102, 1061A
Ἔτι μὴν καὶ τὴν αὐθις κατ' αὐτὴν τὴν Θεοφρούρητον πόλιν συγκροτηθεῖσαν ἁγίαν πέμπτην σύνοδον τῶν ρξέ ἁγίων Πατέρων ἡμῶν, ἥτις τὰ Θεοδώρου καὶ Νεστορίου, πρὸς δὲ καὶ Ὠριγένους, Διδύμου τε καὶ Εὐαγρίου καὶ τῶν ἀμφ' αὐτοὺς κακοδόξων ἀσεβῆ δόγματα, τέως μὲν παρὰ τοῖς πολλοῖς κρυπτόμενα, τηνικαῦτα δὲ πικρῶς ἀναφύεντα καὶ ἀναβλαστήσαντα ἐξέτεμε· δι' ὧν γὰρ αὐτοὶ ἐληρώδουν μυθολογημάτων, Ἰουδαϊκῇ τε καὶ Ἑλληνικῇ μᾶλλον, ἢ Χριστιανικῇ δόξῃ ἐπηκολούθησαν Ἐξῆς τὴν ἕκτην τῶν ρό ἵερῶν ἀνδρῶν οἰκουμενικὴν σύνοδον καὶ αὐτὴν κατὰ τοῦτο τὸ βασίλειον ἄστυ συνηγμένην, καὶ τῶν κατὰ Χριστὸν φύσεων τάς τε ἰδιότητας καὶ φυσικὰς ἐνεργείας καὶ θελήσεις κηρύξασαν, ἀναθεματίσασαν δὲ Θεόδωρον τόν τῆς Φαρὰν ἐπίσκοπον, καὶ Ὁνώριον, Κύριον τε καὶ Σέργιον, Πύῤῥον, Παῦλον καὶ Πέτρον, τοὺς συγχωρήσει Θεοῦ κατὰ τὴν Ἐκκλησίαν ἐν τῇ ἱερωσύνῃ εἰσφθαρέντας· ἔτι καὶ Μακάριον τὸ Ἀντιοχείας ὅνομασθέντα πρόεδρον, καὶ Στέφανον τὸν τούτου μαθητήν· πρὸς δὲ καὶ Πολυχρόνιον, τὸν νηπιόφρονα γέροντα· ὁὶ ἓν θέλημα, καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χρίστου καὶ Θεοῦ ἐδόξαζον.
41Markos monachos, Florilegium et opuscula, Epistola; 13 (auctor fl.1260)
Καὶ εἰ μὲν δυνηθῇς σὺν θεῷ ἐξελθεῖν, αὐτῷ τὴν δόξαν καὶ τὴν λατρείαν ἀνάπεμψον· εἰ δ᾿ οὐ δυνηθῇς – ὅπερ ἀπεύχομαι – τέως τὴν ἔλλειψιν τὴν σὴν ἐπιγνοῦσα, ταπεινὸν ἕξεις τὸ φρόνημα ὡς μὴ τελείως ἀποταξαμένη· καὶ εἴπερ συμβῇ μὴ εἰσακούεσθαί σου μηδὲ πληροῦν πάντα τὰ αἰτήματά σου ὁ κύριος, λογίζου καὶ λέγε τοῦτο, ὅτι ὡς οὐδὲ αὐτὴ ἐπλήρωσα τὸ τέλειον θέλημα τοῦ θεοῦ, οὐδὲ αὐτὸς πληροῖ τὰ ἐμὰ αἰτήματα· ὑπακοὴ γὰρ ἀνθ᾿ ὑπακοῆς πέφυκε γίνεσθαι, καθώς φησί τις τῶν θείων πατέρων, ὅτι καθὼς πληροῖ ὁ ἄνθρωπος τὸ θέλημα τοῦ θεοῦ καὶ ὑπακούει αὐτοῦ, οὕτως καὶ ὁ θεὸς πληροῖ τὰ αἰτήματα αὐτοῦ ὑπακούων αὐτῷ, ὥσπερ καὶ τὸ ἀνάπαλιν.
42Markos monachos, Florilegium et opuscula, Appendix, 43; 13 (auctor fl.1260)
Ἀναιρεῖται δὲ ὑπὸ μὲν ἐγκρατείας ὁ τῆς γαστριμαργίας λογισμός· ὑπὸ δὲ θείου πόθου καὶ τῆς τῶν μελλόντων ἐφέσεως καὶ τῆς τοῦ ἀσβέστου πυρὸς μνήμης ὁ τῆς πορνείας· ὑπὸ δὲ τῆς συμπαθείας τῆς πρὸς τοὺς πένητας ὁ τῆς φιλαργυρίας· ὑπὸ τῆς ἀγαθότητος καὶ τῆς πρὸς πάντας ἀγάπης ὁ τῆς ὀργῆς· ὑπὸ δὲ τῆς πνευματικῆς – παιδεύει ἡμᾶς ὁ θεὸς ἁμαρτάνοντας τῷ λόγῳ τῆς αὐτοῦ εὐσπλαγχνίας καὶ εἰς τὰς μωρὰς ἡμῖν ζητήσεις {II Tim 2,23} καὶ ἐπιθυμίας τὰς ἀκαίρους, οὐ τὰς παραλόγους δέ, μὴ διδοὺς ἡμῖν τὰ τέως ζητούμενα· ὅθεν ἡμεῖς παίδευσιν τὴν κηδεμονικὴν τοῦ δεσπότου περὶ ἡμᾶς προορῶντες χαίρωμεν πνευματικῶς εὐφραινόμενοι – χαρᾶς ὁ τῆς κοσμικῆς λύπης· ὑπὸ δὲ τῆς ὑπομονῆς καὶ τῆς καρτερίας καὶ τῆς πρὸς θεὸν εὐχαριστίας ὁ τῆς ἀκηδίας· ὑπὸ δὲ τῆς κρυπτῆς ... ὁ τῆς κενοδοξίας· ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινὰ ἢ ἐξουθενεῖν, ὡς ὁ φαρισαῖος, ἀλλ' ἔχειν ἑαυτὸν ἔσχατον πάντων ὁ τῆς ὑπερηφανίας.
43Martinus I, Epistolae, 87, 0186A
Ἀλλ' ἀνέσχομεν τέως μακροθυμίᾳ, τὴν ἐπιτιμίαν, προσδεξάμενοι συμπαθείᾳ τὴν ἱκεσίαν, Πιθανοῦ τοῦ ἐπισκόπου καὶ Ἰγνατίου τοῦ διακόνου τῶν σῶν ἀποκρισιαρίων, ἰσχυριζομένων μάλιστα καὶ διαβεβαιουμένων ἀκούσιον εἶναι τὴν συναρπαγὴν τοῦ τοιούτου γράμματος, ἀλλ' οὐ γνώμης ἔργον τὴν τοῦ σοῦ δόγματος ἀτοπίαν.
44Plato, Convivium, p1, 191; 4 (auctor c.425BC-347BC)
ἐλεήσας δὲ ὁ Ζεὺς ἄλλην μηχανὴν πορίζεται, καὶ μετατίθησιν αὐτῶν τὰ αἰδοῖα εἰς τὸ πρόσθεν – τέως γὰρ καὶ ταῦτα ἐκτὸς εἶχον, καὶ ἐγέννων καὶ ἔτικτον οὐκ εἰς ἀλλήλους ἀλλ' εἰς γῆν, ὥσπερ οἱ τέττιγες – μετέθηκέ τε οὖν οὕτω αὐτῶν εἰς τὸ πρόσθεν καὶ διὰ τούτων τὴν γένεσιν ἐν ἀλλήλοις ἐποίησεν, διὰ τοῦ ἄρρενος ἐν τῷ θήλει, τῶνδε ἕνεκα, ἵνα ἐν τῇ συμπλοκῇ ἅμα μὲν εἰ ἀνὴρ γυναικὶ ἐντύχοι, γεννῷεν καὶ γίγνοιτο τὸ γένος, ἅμα δ' εἰ καὶ ἄρρην ἄρρενι, πλησμονὴ γοῦν γίγνοιτο τῆς συνουσίας καὶ διαπαύοιντο καὶ ἐπὶ τὰ ἔργα τρέποιντο καὶ τοῦ ἄλλου βίου ἐπιμελοῖντο.
45Plato, Convivium, p1, 191; 9 (auctor c.425BC-347BC)
ὅσοι δὲ ἄρρενος τμῆμά εἰσι, τὰ ἄρρενα διώκουσι, καὶ τέως μὲν ἂν παῖδες ὦσιν, ἅτε τεμάχια ὄντα τοῦ ἄρρενος, φιλοῦσι τοὺς ἄνδρας καὶ χαίρουσι συγκατακείμενοι καὶ συμπεπλεγμένοι
46Plato, Hipparchus, p1, 229; 5 (auctor c.425BC-347BC)
ἐν ἐκείνῳ δὲ τῷ χρόνῳ αὐτὸν τὸν Ἁρμόδιον τυγχάνειν ἐρῶντά τινος τῶν νέων τε καὶ καλῶν καὶ γενναίων τῶν τότε – καὶ λέγουσι τοὔνομα αὐτοῦ, ἐγὼ δὲ οὐ μέμνημαι – τὸν οὖν νεανίσκον τοῦτον τέως μὲν θαυμάζειν τόν τε Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα ὡς σοφούς, ἔπειτα συγγενόμενον τῷ Ἱππάρχῳ καταφρονῆσαι ἐκείνων, καὶ τοὺς περιαλγήσαντας ταύτῃ τῇ ἀτιμίᾳ οὕτως ἀποκτεῖναι τὸν Ἵππαρχον.
47Plato, Laches, p1, 183; 12 (auctor c.425BC-347BC)
τέως μὲν οὖν παρέθει ἐν τῇ νηὶ ἀντεχόμενος τοῦ δόρατος· ἐπεὶ δὲ δὴ παρημείβετο ἡ ναῦς τὴν ναῦν καὶ ἐπέσπα αὐτὸν τοῦ δόρατος ἐχόμενον,
48Plato, Lysis, p1, 207; 4 (auctor c.425BC-347BC)
τέως μὲν οὖν ἠπόρει τε καὶ ὤκνει μόνος προσιέναι, ἔπειτα ὁ Μενέξενος ἐκ τῆς αὐλῆς μεταξὺ παίζων εἰσέρχεται, καὶ ὡς εἶδεν ἐμέ τε καὶ τὸν Κτήσιππον, ᾔει παρακαθιζησόμενος· ἰδὼν οὖν αὐτὸν ὁ Λύσις εἵπετο καὶ συμπαρεκαθέζετο μετὰ τοῦ Μενεξένου.
49Plato, Menexenus, p1, 235; 3 (auctor c.425BC-347BC)
καί μοι αὕτη ἡ σεμνότης παραμένει ἡμέρας πλείω ἢ τρεῖς· οὕτως ἔναυλος ὁ λόγος τε καὶ ὁ φθόγγος παρὰ τοῦ λέγοντος ἐνδύεται εἰς τὰ ὦτα, ὥστε μόγις τετάρτῃ ἢ πέμπτῃ ἡμέρᾳ ἀναμιμνῄσκομαι ἐμαυτοῦ καὶ αἰσθάνομαι οὗ γῆς εἰμι, τέως δὲ οἶμαι μόνον οὐκ ἐν μακάρων νήσοις οἰκεῖν· οὕτως ἡμῖν οἱ ῥήτορες δεξιοί εἰσιν.
50Plato, Phaedo, p1, 117; 10 (auctor c.425BC-347BC)
καὶ ἡμῶν οἱ πολλοὶ τέως μὲν ἐπιεικῶς οἷοί τε ἦσαν κατέχειν τὸ μὴ δακρύειν, ὡς δὲ εἴδομεν πίνοντά τε καὶ πεπωκότα, οὐκέτι, ἀλλ' ἐμοῦ γε βίᾳ καὶ αὐτοῦ ἀστακτὶ ἐχώρει τὰ δάκρυα, ὥστε ἐγκαλυψάμενος ἀπέκλαον ἐμαυτόν – οὐ γὰρ δὴ ἐκεῖνόν γε, ἀλλὰ τὴν ἐμαυτοῦ τύχην, οἵου ἀνδρὸς ἑταίρου ἐστερημένος εἴην.
51Plato, Respublica, 1, 330; 12 (auctor c.425BC-347BC)
οἵ τε γὰρ λεγόμενοι μῦθοι περὶ τῶν ἐν Ἅιδου, ὡς τὸν ἐνθάδε ἀδικήσαντα δεῖ ἐκεῖ διδόναι δίκην, καταγελώμενοι τέως, τότε δὴ στρέφουσιν αὐτοῦ τὴν ψυχὴν μὴ ἀληθεῖς ὦσιν· καὶ αὐτός – ἤτοι ὑπὸ τῆς τοῦ γήρως ἀσθενείας ἢ καὶ ὥσπερ ἤδη ἐγγυτέρω ὢν τῶν ἐκεῖ μᾶλλόν τι καθορᾷ αὐτά – ὑποψίας δ' οὖν καὶ δείματος μεστὸς γίγνεται καὶ ἀναλογίζεται ἤδη καὶ σκοπεῖ εἴ τινά τι ἠδίκησεν.
52Plato, Respublica, 1c, 439; 15 (auctor c.425BC-347BC)
ἀλλ', ἦν δ' ἐγώ, ποτὲ ἀκούσας τι † πιστεύω τούτῳ· ὡς ἄρα Λεόντιος ὁ Ἀγλαΐωνος ἀνιὼν ἐκ Πειραιῶς ὑπὸ τὸ βόρειον τεῖχος ἐκτός, αἰσθόμενος νεκροὺς παρὰ τῷ δημίῳ κειμένους, ἅμα μὲν ἰδεῖν ἐπιθυμοῖ, ἅμα δὲ αὖ δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτόν, καὶ τέως μὲν μάχοιτό τε καὶ παρακαλύπτοιτο,
53Plato, Theages, p1, 122; 2 (auctor c.425BC-347BC)
τέως μὲν οὖν αὐτὸν κατεῖχον παραμυθούμενος· ἐπειδὴ δὲ οὐκέτι οἷός τέ εἰμι, ἡγοῦμαι κράτιστον εἶναι πείθεσθαι αὐτῷ, ἵνα μὴ πολλάκις ἄνευ ἐμοῦ συγγενόμενός τῳ διαφθαρῇ.
54Plotinus, Enneades, 1, 5, 7; 6 (auctor c.205-270)
Ὅθεν κἂν ἀπὸ τοῦ αἰῶνος ἀφέληται τὸ ἐν ἐκείνῳ μεῖναν ἂν καὶ αὐτῆς ποιήσηται, ἀπώλεσεν αὐτό, σῳζόμενον τέως ἐκείνῳ τρόπον τινά, ἀπολόμενον δέ, ἐν αὐτῇ εἰ πᾶν γένοιτο.
55Priscianus Caesarensis, Ars Prisciani, p. 362 (vol. 2), l. 7 (auctor c.500)
Attici τέως ἕως, quomodo et nostri interea dum.
56Priscianus Caesarensis, Ars Prisciani, p. 362 (vol. 2), l. 8 (auctor c.500)
Aristophanes εἰρήνῃ· μὴ παύσαιο μηδέποτε ἐσθίων τέως ἕως σαυτὸν λάθῃς διαρραγείς.
57Priscianus Caesarensis, Ars Prisciani, p. 362 (vol. 2), l. 16 (auctor c.500)
notandum ergo, quod, quomodo apud Graecos ἕως coniunctum cum τέως significat μέχρι τοσούτου, per se autem μέχρι τινός uel ἐν τῷ μεταξύ uel ἐν τοσούτῳ, sic et apud nos interea et ἐν τῷ μεταξύ et ἐν τοσούτῳ uel ἕως.
58Victor Carthaginensis, Epistola IV, 87, 0091A (auctor fl. 646)
Εἴρηται γὰρ σοφῶς τῷ προηγησαμένῳ τὴν ὑμετέραν ἀποστολικὴν ἁγιωσύνην Φίληκι τῷ ἀποστολικῷ πάπᾳ, ὅτι τὸ ἀμελῆσαι τὸν τέως δυνάμενον συνταράξαι τοὺς διεστραμμένους, οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ περιποιήσασθαι τὴν τούτων ἀσέβειαν· οὐ γὰρ ἐστέρηται τῆς πρὸς αὐτοὺς κεκρυμμένης ἐγκλήσεώς τε καὶ ἑταιρίας, ὁ περιστελλόμενος τῷ φανερῷ τούτων ἀντιπίπτειν μολύσματι.